Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter and section.
This pointer pattern extracts chapter.
Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς,
αἴτιος ὁ γράψας Αἴτια Καλλιμάχου.
Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,
ἦ ῥ’ ἐτεὸν κεράων οὐδ’ ἐλέφαντος ἔης.
τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ’ οὐ πάρος ἀνέρες ἴδμεν,
ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους,
εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα
ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων·
αἱ δέ οἱ εἰρομένῳ ἀμφ’ ὠγυγίων ἡρώων.
Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.
Non hic Centauros, non Gorgonas Harpyiasque
Invenies: hominem pagina nostra sapit.
Sed non vis, Mamurra, tuos cognoscere mores
Nec te scire: legas Aetia Callimachi.
Εὐφορίων ὁ ποιητὴς καὶ Καλλιμάχου Ἶβις καὶ τὰ Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις
παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.
καὶ τῶν μεγίστων Αἰτίων τὴν τετράδα.
ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδ’ ὅτε δούλοις
ἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες·
Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν,
Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη
ἐς δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσι
ξεῖνον ὅς Ἀ[ἰ]γύπτῳ καινὸς ἀνεστρέφετο
μεμβλωκὼς ἴδιόν τι κατὰ χρέος· ἦν δὲ γενέθλην
Ἴκιος, ᾧ, ξυνὴν εἶχον ἐγὼ κλισίην
οὐκ ἐπιτάξ, ἀλλ’ αἶνος Ὀμηρικός, αἰὲν ὅμοιον
ὡς θεός, οὐ ψευδής, ἐς τον ὅμοιον ἄγει.
καὶ γὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
τῷ μὲν ἐγὼ τάδ’ ἔλεξα περιστείχοντος ἀλείσου
τὸ τρίτον, εὖτ’ ἐδάην οὔνομα καὶ γενεήν·
Ἦ μάλ’ ἔπος τόδ’ ἀληθὲς ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν
ἀλλ’ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει·
τὴν ἡμεῖς, οὐκ ἐν γ γ[ὰ]ρ ἀρυστήρεσσι φορεῖται
οὐδέ μιν εἰς ἀ[τενεῖς] ὀφρύας οἰνοχόων
αἰτήσεις ὁρόω [ν] ὅτ’ ἐλεύθερος ἀτμένα σαίνει,
βάλλωμεν χαλεπῷ φάρμακον ἐν πόματι,
Θεύγενες, ὅσσ[α] δ’ ἐμεῖο σ[έ]θεν πάρα θυμὸς ἀκοῦσαι
ἰχαίνει, τάδε μοι λ[έ]ξον [ἀνειρομέν]ῳ·
Μυρμιδόνων ἐσσῆνα τ[ί πάτριον ὔ]μμι σέβεσθαι
Πηλέα, κῶς Ἴκῳ ξυν[ὰ τὰ Θεσσαλι]κά,
τεῦ δ’ ἕνεκεν γήτειον ἰδ [..] υτ [... ἄ]ρτον ἔχουσα
ἥρωος κα[θ]όδου πα[ῖς
εἰδότες ὡς ἐνέπου[σι
κείνην ἢ περὶ σὴν [
οὔθ’ ἑτέρην ἔγνωκα· τ[
οὔατα μυθεῖσθαι βο[
τ[αῦτ’] ἐμέθεν λέξαντο[ς
τ[ρισ]μάκαρ, ἦ παύρων ὄ[λβιός ἐσσι μέτα,
[ναυτι]λίης εἰ νῆιν ἔ[χεις βίον· ἀλλ’ ἐμὸς αἰὼν
[κύμασιν αἰ]θυίης μᾶ[λλον ἐσῳκίσατο
ἀρνεῖος M
ἀρνῆ‹ι›δας
καὶ θάνε
τοῦ μὲν ἀ
καὶ τὸν ἐπ [ὶ ῥάβδῳ μῦθον ὑφαινόμενον
ἀνέρες ε
πλαγκτὺν
ἠνεκὲς ἀε [ίδω δειδεγμένος]
οὐδὲ μεὺ α
νύμφης αι
παιδοφόνω
ἧκεν ἐπ’ Ἀρ[γείους]
ἥ σφεων
μητέρας [ἐξεκένωσεν ἐκούφισθεν δὲ τιθῆναι.
οὐχ οὕτω
Ἄργος ανα.
γηράσκει δὲ γέρων κεῖνος ἐλαφρότερον,
κοῦροι τὸν φιλέουσιν, ἑὸν δέ μιν οἷα γονῆα
χειρὸς ἐπ’ οἰκείην ἄχρις ἄγουσι θύρην.
ἀπ’ ὀστλίγγων αἰὲν ἄλειφα ῥέει.
οἵη τε Τρίτωνος ἐφ’ ὕδασι Ἀσβύσταο.
τετράενον Δαμάσου παῖδα Τελεστορίδην.
καὶ γὰρ ἐγὼ τὰ μὲν ὅσσα καρήατι τῆμος ἔδωκα
ξανθὰ σὺν εὐόδμοις ἁβρὰ λίπη στεφάνοις,
ἄπνοα πάντ’ ἐγένοντο παραχρῆμ’· ὅσσα τ’ ὀδόντων
ἔνδοθι νειαίρην τ’ εἰς ἀχάριστον ἔδυ,
καὶ τῶν οὐδὲν ἔμεινεν ἐς αὔριον· ὅσσα δ’ ἀκουαῖς
εἰσεθέμην, ἔτι μοι μοῦνα πάρεστι τάδε.
ἡ μὲν ἀερτάζουσα μέγα τρύφος Ὑψιζώρου
ἄστυρον εἰσανέβαιν’.
ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.
οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων.
Καλλίμαχος . . ἐν τῷ τέλει τοῦ β′ τῶν Αἰτίων.
Τάμμεω θυγατέρος.
Αἴγυπτος προπάροιθεν ἐπ’ ἐννέα κάρφετο ποίας·
. . . . . .
τὴν κείνου Φάλαρις πρᾶξιν ἀπεπλάσατο,
πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν ὃς τὸν ὄλεθρον
εὗρε τὸν ἐν χαλκῷ καὶ πυρὶ γιγνόμενον.
ἤδη καὶ κούρῳ παρθένος εὐνάσατο,
τέθμιον ὡς ἐκέλευε προνύμφιον ὕπνον ἰαῦσαι
ἄρσενι τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ.
Ἥρην γάρ κοτέ φασικύον, κύον, ἴσχεο, λαιδρὲ
θυμέ, σύ γ’ ἀείσῃ καὶ τά περ οὐχ ὁσίη·
ὤναο κάρ〈θ〉’ ἕνεκ’ οὔ τι θεῆς ἴδες ἱερὰ φρικτῆς,
ἐξ ἂν ἐπεὶ καὶ τῶν ἤρυγες ἱστορίην.
ἡ πολυιδρείη χαλεπὸν κακὸν ὅστις ἀκαρτεῖ
γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει.
ἠῷοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν
οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα,
δειελινὴν τὴν δ’ εἷλε κακὸς χλόος, εἷλε δε νοῦσος,
αἶγας ἐς ἀγριάδας τὴν ἀποπεμπόμεθα,
ψευδόμενοι δ’ ἱερὴν φημίζομεν· ἣ τότ’ ἀνιγρὴ
τὴν κούρην Ἀ[ίδ]εω μέχρις ἔτηξε δόμων.
δεύτερον ἐστόρνυντο τὰ κλισμία, δεύτερον ἡ πα[ῖ]s
ἑπτὰ τεταρταίῳ μῆνας ἔκαμνε πυρί.
τὸ τρίτον ἐμνήσαντο γάμου κοτέ, τὸ τρίτον αὖτ[ις
Κυδίππην ὀλοὸς κρυμὸς ἐσῳκίσατο.
τέτρατον [ο]ὐκέτ’ ἔμεινε πατὴρ ἐς Δέλφιον ἄρας
Φοῖβον· ὁ δ’ ἐννύχιον τοῦτ’ ἔπος ηὐδάσατο·
Ἀρτέμιδος τῇ παιδὶ γάμον βαρὺς ὅρκος ἐνικλᾷ,
Λύγδαμιν οὐ γὰρ ἐμὴ τῆ〈μος〉 ἔκηδε κάσαις,
οὐδ’ ἐν Ἀμυκλαίῳ θρ〈ύ〉ον ἔπλεκεν οὐδ’ ἀπὸ θήρης
ἔκλυζεν ποταμῷ λύματα Παρθενίῳ,
Δ[ή]λῳ δ’ ἦν ἐπίδημος, Ἀκόντιον ὁππότε σὴ παῖς
ὤμοσεν, οὐκ ἄλλον, νυμφίον ἑξέμεναι·
ἁ[κήρ]υξ’ ἀλλ’ ἤν μ’ ἐθέλ〈ῃ〉ς συμφράδμονα θέσθαι,
[πά]ντα τελευτήσεις ὅρκια θυγατέρος.
ἄργυρον οὐ μολίβῳ γὰρ Ἀκόντιον ἀλλὰ φαεινῷ
ἤλεκτρον χρυσῷ φημί σε μιξέμεναι.
Κοδρείδης σύ γ’ ἄνωθεν ὁ πενθερός, αὐτὰρ ὁ Κεῖος
γαμβρὸς Ἀρισταίου [Ζη]νὸς ἀφ’ ἱερ〈έ〉ων
Ἰκμίου, οἷσι μέμ [η]λεν ἐπ’ οὔρεος ἀμβώνεσσιν
πρηύνειν χαλ[ε]πὴν Μαῖραν ἀνερχομένην,
αἰτεῖσθαι τὸ δ’ ἄημα παραὶ Διός, ᾧ τε θαμ〈ι〉νοὶ
πλήσσονται λινέαις ὄρτυγες ἐν νεφέλαις.
ἦ θεός· αὐτὰρ ὁ Νάξον ἔβη πάλιν, εἴρετο δ’ αὐτὴν
κούρην, ἡ δ’ ἀν〈ὰ〉 τῷ πᾶν ἐκάλυψεν ἔπος.
κἦν αὖ σῶς· ὅ τ[ε] λοιπόν, Ἀκόντιε, σεῖο μέτελθεῖν
ἔσται τὴν ἰδίην ἐς Διονυσιάδα.
χἠ θεὸς εὐορκεῖτο καὶ ἥλικες αὐτίχ’ ἑταιρης
〈ᾖ〉δον ὑμηναίους οὐκ ἀναβαλλομένους.
οὔ σε δοκέω τημοῦτος, Ἀκόντιε, νυκτὸς ἐκείνης
ἀντί κε, τῇ μίτρης ἥψαο παρθενίης,
οὐ σφυρὸν Ἰφίκλειον ἐπιτρέχον ἀσταχύεσσιν
οὐδ’ ἃ Κελ〈αι〉νίτης ἐκτεάτιστο Μίδης
δέξασθαι, ψήφου δ’ ἂν ἐμῆς ἐπιμάρτυρες εἶεν
οἵτινες οὐ χαλεποῦ νήιδές εἰσι θεοῦ.
ἐκ δὲ γάμου κείνοιο μέγ’ οὔνομα μέλλε νέεσθαι·
δὴ γὰρ ἔθ’ ὑμέτερον φῦλον Ἀκοντιάδαι
πουλύ τι καὶ περίτιμον Ἰουλίδι ναιετάουσιν,
Κεῖε, τεὸν δ’ ἡμεῖς ἵμερον ἐκλύομεν
τόνδε παρ’ ἀρχαίου Ξενομήδεος ὅς 〈κ〉οτε πᾶσαν
νῆσον ἐνὶ μνήμῃ κάτθετο μυθολόγῳ,
ἄρχμενος ὡς νύμφῃσι[ν ἐ]ναίετο Κωρυκίῃσι,
τὰς ἀπὸ Παρνησσοῦ λῖς ἐδίωξε μέγας,
Ὑδροῦσσαν τῷ καί μιν ἐφήμισαν, ὥς τε Κιρω . . .
[·]ο . . . θυσ[·]το . . . ᾤκεεν ἐν Καρύαις·
[ὥ]ς τέ μιν ἐννάσσαντο τέων Ἀλαλάξιος αἰεὶ
Ζεὺς ἐπὶ σαλπίγγων ἱρὰ βοῇ δέχεται
Κᾶρες ὁμοῦ Λελέγεσσι, μετ’ οὔνομα δ’ ἄλλο βαλέσθαι
Φοίβου καὶ Μελίης ἶνις ἔθηκε Κέως·
ἐν δ’ ὕβριν θάνατόν τε κεραύνιον, ἐν δὲ γόητας
Τελχῖνας μακάρων τ’ οὐκ ἀλέγοντα θεῶν
ἠλεὰ Δημώνακτα γέρων ἐνεθήκατο δέλτ[οις,
καὶ γρηῦν Μακελὼ μητέρα Δεξιθέης,
ἃς μούνας ὅτε νῆσον ἀνέτρεπον εἵνεκ’ ἀλ[ι]τ[ρῆς
ὕβριος ἀσκηθεῖς ἔλλιπον ἀθάνατοι·
τέσσαρας ὥς τε πόληας ὁ μὲν τείχισσε Μεγακ[λ]ῆς
Καρθαίαν, Χρ〈υ〉σοῦς δ’ Εὔπυλος ἡμιθέης
εὔκρηνον πτολίεθρον Ἰουλίδος, αὐτὰρ Ἀκαι . . .
Ποίησσαν Χαρίτων ἵδρυμ’ ἐυπλοκάμων,
ἄστυρον Ἄφραστος δὲ Κ〈ο〉ρῆ[σ]ιον, εἶπε δέ, Κεῖε,
ξυγκραθέντ’ αὐταῖς ὀξὺν ἔρωτα σέθεν
πρέσβυς ἐτητυμίῃ μεμελημένος, ἔνθεν ὁ παιδὸς
μῦθος ἐς ἡμετέρην ἔδραμε Καλλιόπην.
οὐ γὰρ τὰς πολίων οἰκήσιας ᾄσομαι ἤδη·
ἔστι γε Πισαίου Ζηνὸς ὄπις π . . . ιθην.
ἀλλ’ ι . . νησ. κρουτονα . . . . . . . . . . . ς.
μέμβλετο δ’ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι φωλεὸν ἠὲ λοετρόν.
οἱ δὲ φιλοθεάμονες τοῦ κάλλους εἰς διδασκάλου προϊόντα περιεσκόπουν συνωθοῦντες ἀλλήλους.
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.
ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα.
ἀλλ’ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε
γράμματα Κυδίππην ὅσσ’ ἐρέουσι καλήν.
ἴδιον ἐραστῶν ἦν τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις οὕτως· ὁ δεῖνα καλός· καὶ παρὰ Καλλιμάχῳ·
ἀλλ’ κτλ.; εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ φωνή, ὅπως ἂν εἴποιτε
Κυδίππη καλή,
ἢ γοῦν τοσαῦτα
λιρὸς ἐγώ, τί δέ σοι τόνδ’ ἐπέθηκα φόβον;
τί δέ σοι τοῦτον ἐπῆγον τὸν φόβον;
τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος, ὧδε συναινῶ.
[ἦ]που καὶ Χαρίτων [σὺ λοχεύτ]ρια, μαῖα δ’ ἀνάσσης
[ἡμε]τέρης, οὔ σε ψευδον ὑμῳ στό]ματι
πάντ’ ἀγαθὴν καὶ πάντα τ[ελ]εσφόρον εἶπε[ν ἀοιδὸς
κεῖνος τῷ Μοῦσαι πολλὰ νέμοντι βοτὰ
σὺν μύθους ἐβάλοντο παρ’ ἴχν[ι]ον [ι]ον ὀξέος ἵππου·
χαῖρε, σὺν εὐεστοῖ δ’ ἔρχεο λωιτέρῃ.
χαῖρε, Ζεῦ, μέγα καὶ σύ, σάω δ’ [ὅλο]ν οἶκον ἀνάκτων·
αὐτὰρ ἐγὼ Μουσέων πεζὸς [ἔ]πειμι νομόν.
Δειπνιὰς ἔνθεν μιν δειδέχαται.
Cf.