Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts poem and section.
This pointer pattern extracts poem.
Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπ’ αὐτῷ
ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλως.
ἀείδει δ’ Ἑκάλης τε φιλοξείνοιο καλιὴν
καὶ Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους·
τοῦ σοὶ καὶ νεαρῶν χειρῶν σθένος εἴη ἀρέσθαι,
Μάρκελλε, κλεινοῦ τ’ αἶνον ἴσον βιότου.
Qualis in Actaea quondam fuit hospita terra
Digna sacris Hecale, quam Musa loquentibus annis
Battiadae veteris mirando tradidit aevo.
μέλπω δὲ γραὸς τῆς πολυξένου τρόπους
καὶ τὴν τελευτὴν Θησέως τε τὴν ἄγραν.
[κουλεὸν εἰς] ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν·
ὡς ἴδον, ο[ἳ δ’] ἅμα πάντες ὑπ[έτρ]εσ[α]ν ἠδ’ [ἐλίασ]θεν
ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι,
μέσφ’ ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄυσε·
μίμνετε θαρσήεντες, ἐμῷ δέ [τ]ις Αἰγέϊ πατρὶ
νεύμενος ὅς τ’ [ὤ]κιστος ἐς ἄστυρον ἀγγελιώτης
ὣς ἐνέποι—πολέων κεν ἀναψύξειε μεριμνέων—
Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ’ εὐύδρου Μαραθώνος
ὁ μὲν φάτο, τοὶ δ’ ἀίοντες
[ζ]ωὸν ἄγων τὸν ταῦρον.
[π]άντες [ἰ]ὴ παιῆον
ἀνέκλαγον, αὖθι δὲ μίμνον.
οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων,
οὐ βορέης οὐδ’ αὐτὸς ὅτ’ ἔπλετο φυλλοχόος μ[ε]ίς,
[ὅ]σσα τότ’ [ἀ]γ[ρ]ῶσται περί [τ’] ἀμφί [τ]ε Θησέι βάλλον,
[οἵ μιν ἐκυκλώσα]ντο περιστα [δ]όν, αἱ δὲ γυναῖκες
...στόρνῃσιν ἀνέστεφον.
καί ῥ’ ὅτ’ ἐποφ . . . ἐφ’ (?) ὃν ἄν τιν’ ἕκαστοι
Οὐρανίδαι ἐπάγοιεν ἐμῷ πτ[ε]ρῷ, ἀλλά ἑ Παλλὰς
τῆς μὲν ἔσω δηναι(ὸ)ν (?) ἀφῆ δρ[ό]σον Ἡφαίστοιο,
μέσφ’ ὅτε Κεκροπίδῃσιν ἐπ’ Ἀκτῇ θήκατο λᾶαν,
λάθριον ἄρρητον, γενεῇ δ’ ὅθεν οὐδέ νιν ἔγνων
οὔτ’ ἐδάην, φήμῃ δὲ κατ’ ὠγυγίους (?) ἔφαν [α]ὐταὶ
οἰωνούς, ὡς δῆθεν ὑφ’ Ἡφαίστῳ τέκεν Αἶα.
τ[ο]υτάκι δ’ δ’ ἡ μὲν ἑῆς ἔρυμα χθονὸς ὄφρα βάλοιτο,
τήν ῥα νέον ψήφῳ [τ]ε Διὸς δυ [ο] καίδεκα τ’ ἄλλων
ἀθανάτων ὄφιός τε κατέλλαβε μαρτυρίῃσιν,
Πελλήνην ἐφίκανεν Ἀχαιΐδα· τόφρα δὲ κοῦραι
αἱ φυλακοὶ κακὸν ἔργον [ἐ]πεφράσσαντο τελέσσαι
κείστης . . . . . . δεσμά τ’ ἀνεῖσαι . . .
Ἀθήνης
. . . μοῦναι δὲ παραπτυ[όμεσθα] κορῶναι.
[δαίμοσιν· οὐ γὰρ ἔγωγε] τεόν ποτε, πότνια, θυμόν,
. . . [ὅσα] πολλὰ παραίσια μήποτ’ ἐλαφροὶ
[ζή]σομεν οἰωνοί, τότε δ’ ὤφελον [εἶναι ἄναυδος]·
οὕτως ἡμετέρην μὲν ἀπέπτυσεν, οὐδὲ γενέθλην
ἡμετέρην ἑ καλεῖν [μάλ’ ἐπιτρέπει· ἀλλὰ πέσοις σὺ
μηδέποτ’ ἐκ θυ[μοῖ]ο· βαρὺς χόλος αἰὲν Ἀθήνης·
αὐτὰρ ἐγὼ τυτθὸς πορέ[ην γ]όνος· [ὀ]γδ[ο]άτ[η] γὰρ
ἤδη μοι γενεὴ πέλ[εται, δεκάτη δὲ τοκεῦσι.
[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς,
εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι
καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ,
κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει,
ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει,
ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς
Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται.
τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν·
καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν
στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι
φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει·
[ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον·
ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων
τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ
[δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.
τῖον δέ ἑ πάντες ὁδῖται
ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήιστον.
Καλλίμαχος ἐν Ἑκάλῃ.
αἴθ’ ὄφελες θανέειν ἢ ὕστατον ὀρχήσασθαι.
αἴθ’ κτλ.· ἐπειδὴ τὴν γλαῦκα ὅταν λάβωσι τὰ παιδία περιάγουσιν, ἡ δὲ μὴ βλέπουσα δι’ ἡμέρας ὥσπερ ὀρχεῖται· ἢ ὅταν πληγῇ, τελευτῶσα στρέφεται ὥσπερ ὀρχουμένη. Καλλίμαχος ἐν Ἑκάλῃ λέγει περὶ αὐτῆς.
ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἁβρὸς ἴουλος.
ἁρμοῖ που· . . . Καλλίμαχος ἐν Ἑκάλῃ.ἁρμοῖ κτλ.
Νηπείης ᾗ τ’ ἄργος, ἀοίδιμος Ἀδρήστεια.
βουσσόον, ὅν τε μύωπα βοῶν καλέουσιν ἀμορβοί.
μύωψ, . . . λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ· βοῦς σῶος (
ὁππότε λύχνου
δαιομένου πυρόεντες ἄδην ἐγένοντο μύκητες.
οἵ νυ καὶ Ἀπόλλωνα παναρκέος Ἠελίοιο
χωρὶ διατμήγουσι καὶ εὔποδα Δηωίνην
Ἀρτέμιδος.
Καλλίμαχος ἐν Αἰκάλῃ (
ναὶ μὰ τὸ ῥικνὸν
σῦφαρ ἐμόν, ναὶ τοῦτο τὸ δένδρεον αὖον ἐόν περ.
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
Καλλίμαχος δ’ ἐν τῇ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει· γεργέριμον πίτυρίν τε.
τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλαίαν, πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκήν, τουτέστι τὴν συνθλασθεῖσαν καὶ οὕτως ἀποτεθεῖσαν ἐλαίαν, εἰν ἁλὶ δὲ νήχεσθαι φθινοπωρίδα, τὴν κολυμβάδα λέγει.
χύδην δ’ ἐπέβαλλε τραπέζῃ | εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης Βρόγγος ἔχων μίμημα φιλοστόργοιο νομῆος
[
Estur et sonchos — ut quem Theseo apud Callimachum adponat Hecale — uterque, albus uterque, et niger.
κρῆθμον· ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ.
eadem vis crethmo ab Hippocrate admodum laudato. est autem inter eas quae eduntur silvestrium herbarum. hanc certe apud Callimachum adponit rustica illa Hecale.
δινομένην ὑπὸ βουσὶν ἐμὴν ἐφύλασσον ἅλωα.
ἡνίκα μὲν γὰρ ταὐτὰ φαείνεται ἀνθρώποισιν,
αὐτοὶ μὲν φιλέουσ’, αὐτοὶ δέ τε πεφρίκασιν·
ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον.
ὅτι γὰρ ὁ αὐτός ἐστι καὶ ἑῷος καὶ ἑσπέριος, δηλοῖ καὶ Καλλίμαχος λέγων ἐν Αἰκάλῃ [
ὡς καὶ Καλλιμάχῳ δοκεῖ ἔνθα φησὶν ὡς ἑσπέριον φιλέουσιν, ἀτὰρ στυγέουσιν ἑῷον.
ἡ δ’ ἐκόησεν
τοὔνεκεν Αἰγέος ἔσκε.
πολυπτῶκές τε Μέλαιναι.
παρὰ Καλλιμάχῳ πολυ.
κτλ. Μελαινεῖς, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Καλλίμαχος δὲ Μελαίνας φησὶ τὸν δῆμον ἐν Ἑκάλῃ.
δῆμος τῆς Κεκροπίδος φυλῆς. . . . Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν.
πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτιζόμενοι τροφῆς ἀμοιροῦντες. Καλλίμαχος ἐν Ἑκάλῃ.
στάδιον δ’ ὑφέεστο χιτῶνα.
τινὲς δὲ στάδιον ὡς εὐπαγῆ, ὃν καὶ Καλλίμαχος λέγει·
στάδιον κτλ. . . . καὶ στάδιος χιτών, ὁ ποδήρης, ὁ τέλειος, παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ.
ἐν μὲν γὰρ Τροιζῆνι κολουραίῃ ὑπὸ πέτρῃ
θῆκε σὺν ἁρπίδεσσι.
εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι
ἄρκιος ᾖ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ.
Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς.
τοῦτο γὰρ αὐτὴν
κωμῆται κάλεον περιηγέες.1
καὶ οἱ γείτονες . . . Καλλίμαχος Ἑκάλῃ· τοῦτο κτλ.
παλαίθετα κᾶλα καθῄρει.
Καλλίμαχος Ἑκάλῃ· παλαίθετα κτλ.
ναὶ μὰ τόν.
καὶ Ἑκάλη εἶπε
ναὶ μὰ τόν
καὶ οὐκέτι ἐπάγει τὸν θεόν, ῥυθμίζει δὲ ὁ λόγος πρὸς εὐσέβειαν.
οὐ γάρ μοι πενίη πατρώϊος, οὐδ’ ἀπὸ πάππων
εἰμὶ λιπερνῆτις· βάλε μοι, βάλε τὸ τρίτον εἴη.
βάλε μοι . . . εἴη, Καλλίμαχος.
πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ
Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ μέμνηται.
ναός ἐστι τῆς Ἀφροδίτης οὕτω καλούμενος. . . . μέμνηται καὶ Καλλίμαχος ἐν Ἑκάλῃ.
οὐ τὴν πρὸς ταῖς Ἀθήναις Σαλαμῖνα λέγει. αὕτη γὰρ Κούλουρις πάλαι ἐλέγετο, ὡς καὶ Καλλίμαχος ἐν Ἑκάλῃ φησίν, ἀλλὰ τὴν κατὰ Κύπρον Σαλαμῖνα λέγει.
ἴθι, πρηεῖα γυναικῶν,
τὴν ὁδὸν ἣν ἀνίαι θυμαλγέες οὐ περόωσιν.
πολλάκι σεῖο 〈δέ〉,1 μαῖα, φιλοξείνοιο καλιῆς
μνησόμεθα· ξυνὸν γὰρ ἐπαύλιον ἔσκεν ἅπασιν.
περὶ Ἑκάλης θανούσης·
ἴθι κτλ. ἴθι . . . περόωσι, Καλλίμαχος.
τοὔνεκα καὶ νέκυες πορθμήϊον οὔ τι φέρονται
μούνῃ ἔνι πτολίων, ὅ τε τέθμιον οἰσέμεν ἄλλους
ἐν στομάτεσσι νεὼς Ἀχεροντείας2 ἐπίβαθρον
(δανάκην).
νομίσματός ἐστιν ὄνομα βαρβαρικόν, πλέον ὀβολοῦ, ὃ τοῖς νεκροῖς ἐν τοῖς στόμασιν ἐτίθεσαν· Καλλίμαχος· τοὔνεκα κτλ.
ὁ μισθὸς τοῦ ναύτου. Καλλίμαχος· τοὔνεκα . . . φέρονται. ἐν Αἰγιαλῷ γὰρ καταβάσιόν ἐστιν Ἅιδου, εἰς ὃ ἀπελθοῦσα ἡ Δημήτηρ ἔμαθε παρὰ τῶν περιοἰκων περὶ τῆς κόρης. καὶ ἐδωρήσατο αὐτοῖς, ὡς λέγει, ἄφεσιν τοῦ πορθμηΐου.
ἀλλὰ θεῆς, ἥτις με διάκτορον ἔλλαχε Παλλάς.
. . . τοῦ γὰρ Ἑρμοῦ ἐπίθετον· παρὰ δὲ τοῖς ἄλλοις ποιηταῖς ἁπλῶς ἐπὶ τοῦ διακόνου τίθεται. Καλλίμαχος ἐπὶ γλαυκὸς τὸ ἐπίθετον· ἀλλὰ θεῆς κτλ.
ὁ μὲν εἷλκεν, ὁ δ’ εἵπετο νωθρὸς ὁδίτης.
καὶ Καλλίμαχος ἐπὶ τοῦ ταύρου ἡττηθέντος φησίν· ὁ μὲν κτλ.
πέδιλα, τὰ μὴ πύσε νήχυτος εὐρώς.
ὑγρότης σεσηπυῖα. Καλλίμαχος πέδιλα κτλ.
ἐκ δ’ ἄρτους σιπύηθεν ἅλις κατέθηκεν ἑλοῦσα.
σιπύη· τὸ κανίσκιον ἢ ἡ ἀρτοθήκη. Καλλίμαχος· ἐκ δ’ ἄρτους κτλ.