Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Scholia not completely encoded with links to source documents or language codes on various witnesses.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων. Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.
Πρώτῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι φασὶ· τήν Αἴτνην ῥυῆναι, ὅτε καὶ φιλόνομος καὶ Καλλίας οἱ Καταναῖοι τοὺς ἑαυτῶν πατέρας ἀράμενοι διὰ μέσης τῆς φλογὸς ἐκόμισαν, τῶν ἄλλων κτημάτων καταφρονήσαντες. ἀνθ’ ὧν καὶ ἀμοιβῆς ἔτυχον τῆς ἐκ τοῦ θείου· τὸ γάρ τοι πῦρ θεόντων αὐτῶν διέστη καθ’ ὃ μέρος ἐκεῖνοι παρεγίνοντο.
Ὁ Σωκράτης ἐπεὶ τὸ κωνεῖον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι ἐθέλει, ὅπως ἂν ὑμῖν’ ἀπεκρίνατο ᾖ ῥᾷστον.
Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι μὴ παιδεύσαντες αὐτῶν τοὺς υἱεῖς εἶτα ἀπορούμενοι ἡγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ
πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι ἄνεμος· γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκπίπτει λαμπρότατος.
αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα ἔφασαν ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου· ἀνόσιον δὲ εἶναι αὐταῖς φορεῖν.
ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες, εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν.
οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην.
Ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ Προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.
τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς.
χλούνης τε καὶ γύνανδρος ἀνήρ, εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸς Στρατοκλέα Ἀθήνησι δᾳδουχήσας ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πεδηθείς.
ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὅσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν εἰς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν.
καὶ δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθηναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι. εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ Κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὐτοῖς. καὶ δᾳδουχήσας λαμπαδοφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδουχήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
κακὴν σοφίαν μετιών, καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν, κὰκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα ἐν τοῖς περὶ Προνοίας.
εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε
καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ δεῖξαι φλεγόμενος, ὠθεῖ ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ, καὶ τηκεδὼν αὐτὸν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων καὶ ὅσα ἐστὶν ἀνθρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι διψῶντα, μόλις καὶ ὀψὲ τούτου τυχόντα.
οὗτος ἄπηρος ἦν τὸ σῶμα, καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο.
πολεμούντων Ἀθηναίων καὶ Ἀντιγόνου Πειραιοῖ διαιτώμενος ὁ φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας ἐννέα τῆς οἰκίας αὐτοῦ. ἐδόκει δὲ ἐρέσθαι αὐτὰς τί βουλόμεναι καταλείπουσιν αὐτόν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι· μὴ γὰρ εἶναι θεμιτὸν μεῖναι αὐτάς. καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι, αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὐν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος, καὶ ἐπηλυγησάμενος ἡσυχῆ ἔκειτο, κᾆτα ὑπεξέσχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν· ἐπεὶ δὲ μακρὸν τοῦτο
οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς.
σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ᾧ μῶρε.
γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον.
ὃ δὲ ὁρᾷ τὴν Μιλησίαν καὶ ἐρᾷ αὐτῆς, καὶ πέμπει πειρῶν πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον δέοιτο, ἔφατο δώσειν· ἣ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι.
διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον.
καὶ ἕδνα ᾔτει γενέσθαι, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα.
Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκόλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι.
ἣ δὲ ὡς ἐπύθετο ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ ἐς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου.
καὶ ῥίψασα αὐτὸ ξίφει ἑαυτὴν διεχρήσατο.
κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια.
παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων.
πάντα ὅσα ἔδρασεν ἀνεμάξατο τῇ ἑαυτοῦ κεφαλῇ.
καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥίι τωρ, Διοπείθης τὸ ὄνομα. καὶ ἐνέκειντο αὐτῷ, τὴν ἐξ αὐτοῦ προφέροντες καὶ προσείοντες ὡς εἰπεῖν Γοργόνα, καὶ τοῦτον κατεσίγασαν, τὴν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων, καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ ἐς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει προσείοντες Γοργόνα.
καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσών, καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε· τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.
οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις ἐς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασι.
κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτοῦ γεγενημένον ἐνστάτην δαίμονα.
οὕτως ἐκαλεῖτο Γάιος ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδω ἐτρέφετο
Sequuntur incertae sedis fragmenta. quorum quae Aeliani nomine Suidas insignivit, diductis glossarum literis distinximus.
ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα.
τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα.
ἐγὼ δὲ ταῦτα περιῆλθον οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια.
οὐ γὰρ δεῦρο ἀφῖγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι καὶ ἀρχῶν τε καὶ τιμῶν κρέμασθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας, οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ ἐστιν, οὐδὲ χρηματίζομαι· πάλαι γάρ μοι ταῦτα ἐδόκει ἐκ μειρακίων λῆρος καὶ φλήναφος.
δίκη γὰρ πάντα ἐφορῶσα ἄγρυπνός ἐστι φύσει καὶ θεία καὶ ἄτρυτος.
παίδων νεαρώτεροι οἱ λέγοντες μὴ ἐφορᾶν τὰ τῇδε τὸ θεῖον.
ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτιμάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι.
ὑπὲρ δὴ τούτων τί φατε οἱ τὴν πρόνοιαν ἀλᾶσθαι καὶ μῦθον ἄλλως εἶναι λέγοντες.
πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες ;
ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε.
τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν.
τὸν ἐν Μένδῃ τράγον Πανὸς ἱερὸν κατέθυσέ τε καὶ σκευνάσας ποικίλως ταύτην ὁ δυστυχὴς ἄρα τὴν δαῖτα ἄσατο, Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποσπάσας γαμετῶν καὶ τέκνων ἐς Πέρσας ἤγαγεν ἀνοίκτως.
ὃ δὲ ἐς Πέρσας ἤγαγεν αὐτούς, κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς.
ὃ δὲ ἐξέπλευσε τῶν φρενῶν, καὶ πολλὰ ἐς τὸ ἄγαλμα παρῴνησεν.
ὡς εἶδεν ἄγαλμα ξενικὸν καὶ ἱερουργίαν οὐκ ἐπιχώριον, ἐς τὸ τιμώμενον παρῴνησεν.
Ὦχος τὸν Ἆπιν ἀποπτείνας ἐβούλετο αὐτὸν τοῖς
Τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λακτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα.
φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν· ὅσοι γὰρ τῆς αὐτῆς σπορᾶς γεγόνασι, κάτω τὸν πόδα τὸν δεξιὸν ἔχουσι διῳδηκότα καὶ βάδισιν ἀσθενῆ τε καὶ νωθῆ.
ὃ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον, καὶ πρὸς γῆν κατηνέχθη.
οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο. ἀδελφοὶ δὲ ἦσαν τρεῖς, οἳ μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅ γε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἲγλην δειλὸς ὤν, καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος· καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο, αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω. τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον, καὶ μέντοι καὶ τῆς ἀθεΐας ἠνέγκαντο
ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς.
ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν, ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον.
ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβαλόντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ
ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον.
οἵ γε μὴν Ἱμεραῖοι τὸν φιλόδημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.
ὁ δὲ Νικάνωρ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός· ἐπεὶ δὲ ἐγκρατὴς γένοιτο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλλον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι.
ἐν ἀκμῇ δὲ ὢν τῆς τότε ὀδύνης καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουσαν ἐς αὐτοῦ. εἰ δέ τινα καὶ θῦσαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγωρος ἦν, φύσει τε ἀμαθὴς ὢν καὶ φιλοχρήματος.
ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι
ὁ δὲ Ἀπόλλων κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν. ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυσίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτηθεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ.
ὁ δὲ Ἀπόλλων κελεύει ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν καὶ τέφραν ἐργάσασθαι, καὶ βρέξαντα τῷ τῆς Μαρείας λίμνης ὕδατι ἐπιπλάσαι τοὺς ὀφθαλμούς.
ὃ δὲ ἀκούει τὸν Ἀπόλλωνα ὀρθαῖς ἀκοαῖς.
ὃ δὲ ἀνέβλεψέ τε καὶ ἔφη ὅτι βιώσιμος εἴη.
ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερρεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν.
μυστηρίων τελουμένων τοῖν θεοῖν, ἀτέλεστος μὲν ἄνθρωπος ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυχοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα. ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε, καὶ βιαίᾳ τῇ πληγῇ περιπεσὼν ἀπέθανεν.
οὐ γάρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν.
ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμοφόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν, καὶ προσῆγε βίαν λίχνοις ὀφθαλμοῖς χαριζόμενος.
καὶ τὰ μὲν πρῶτα αἱ ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινόν, παρεῖχόν οἱ βλέπειν ταῦτα.
μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι. καὶ αἴρουσαι τὰ ξίφη γυμνὰ καὶ αὗται, καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι (ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι), ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.
ὃ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾴκων ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς.
καὶ οἱ Σαμόθρᾳκες κηρύττουσι κήρυγμα, τὸν ζῶντα αὐτὸν ἀγαγόντα δύο τάλαντα ἔχειν.
Δόλων. οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος.
καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλίχετο. αἱ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυτοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι, τοῦ βαρβάρου πικρῶς ἐγκειμένου. καὶ τῶν δορυφόρων ἀποσπώντων, κἀκείνων ἀπρὶξ ἐχομένων, διασπᾶται ὁ κατὰ τοῦ τραχήλου ὅρμος.
ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ.
ὁ Ἀπόλλων φησὶ πρὸς Λοκροὺς μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφῆσαι, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν.
καὶ αἵ γε πεμφθεῖσαι κατεγήρασαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀφικνουμένων.
αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα· οἳ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς.
οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνίοντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι.
καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς.
οἳ δὲ (οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα)
ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι προσέταξε κλήρῳ διακριθῆναι.
Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βασιλιδῶν καλουμένην ἀρχήν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ ἐς ταῦτα ἔρως τε χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς ἐς τοὺς πλησίον ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων οἷς ἐπέθετο παμπόλλους ἐν τοῖς νεῷς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυγοῦσαν ἐς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τροφῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ ἐς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. ἣ
θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον.
καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι.
οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσα πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι.
ἀποστείλας τοὺς ἀγριωτάτους τῶν δορυφόρων ἐξήρπασε τὴν γυναῖκα, καὶ πρὸς βίαν ᾔσχυνε ποτνιωμένην καὶ θρηνοῦσαν.
οὐδαμῆ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν διέφθειρε. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήσεσθαι. λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτατος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, καὶ ἦν ἀγονία γυναικῶν καὶ μέντοι καὶ τῆς ἀγέλης τῆς τετράποδος.
καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν.
ἣ δὲ ὑπὲρ τῆς ἀσεβοῦς μίξεως ἀλλαξαμένη βρόχον.
ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος.
ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ,
ὃ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως.
ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ξιφιδίῳ ἑαυτὴν διέφθειρε.
ὃ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει οὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν.
τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς, καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευσεν ἐκκομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν.
ἐμοὶ δοκεῖν, τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια.
καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον, συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψ′ δήσαντες ἄγουσιν.
τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδὺς εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρόθυρα.
ὃ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις, καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο. ἐπεὶ δὲ ἀποσπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν.
ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο.
ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν· αὐτῷ γὰρ εἶναι διὰ φροντίδος.
οἳ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν. καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί.
Ἀλαλκομεναὶ πόλις ἐστὶ καὶ ἀκούω αὐτὴν μήτ’ ἐφ’ ὑψηλοῦ κεῖσθαι καὶ ἀπιθοῦς λόφου, μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποστέγειν καὶ ἀναστέλλειν τοὺς πολεμίους κατὰ τὸ καρτερόν.
ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής.
τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασιν κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις;
οὐ μὴν ἀπώνητο οὐδέν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἳ μὲν εὐλαῖς, οἳ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν.
ὃ δὲ φθειρσὶν ἐκζέσας ἐσθιόμενός τε καὶ κατὰ μικρὰ λειβόμενος ἀποθνήσκει.
ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προύδοσαν, καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν, δέονται Ξέρξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὃ δὲ πείθεται καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλλάδος ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον, ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι, καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ, καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν Δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια. Ἀλέξανδρος γὰρ ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγόνους καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφανίσθησαν.
Κλεοπάτρα, ἐς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή.
ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.
ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει.
ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.
Ἀντωνίῳ δὲ ᾠκοδόμει νεὼν μέγαν, ὅσπερ οὖν ἡμίεργος ἀπελείφθη· τῷ Σεβαστῷ δὲ ἐτελέσθη.
ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴυγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ Σεβαστοῦ κρατήσειν τρίτου.
ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλωτο αὐτῇ.
τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβας ὁ Μαυρούσιος ἄγεται
κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὥς εἰσιν ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη.
ἀπέστη τὸ ἔθνος τὸ Σύρων, καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν ἐς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν.
καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ Τυρίοις εἰπεῖν ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον.
ὃ δὲ (οὐ γὰρ ἐλελήθει τὰ ἔνδον) ὑπερήδετο, καὶ τὴν
ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος οἱ Τύριοι.
σχοινίον τε ἐφοίνιξαν μίλτῳ, καὶ ἔπαιον τὸ ἄγαλμα, Ἀλεξανδριστὴν καλοῦντες.
καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσιάσαντές τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις.
ἡ γλῶττα ἡ ἀπαίδευτος καὶ ἀμαθὴς τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίσπαστα παλαμᾶται, καὶ μέντοι καὶ ἐς τὸ ἀπόφημόν τε καὶ βλάσφημον κατολισθάνει.
ἀνὴρ Ἀρκάς, Εὐτελίδας τοὔνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν. ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἦν ἔς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε τὴν ψυχήν.
εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὲ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι ἐς
λιπαροῦντος οἰκτρῶς καὶ σὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιιδεῖν παθόντα.
πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος, ὡς θαμὰ αὐτῷ προσιέναι.
ὃ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγε.
ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπαρίας τῆς τοσῆσδε πλέον ἔχειν οὐδέν.
ὃ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας, λέγων ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν.
παριὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζε.
καὶ μέντοι καὶ Διοσκόρων ἦν ἀγάλματα δύο· νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειάς, ὅμοιοι τὸ εἶδος, καὶ χλαμύδα ἔχοντες ἐπὶ τῶν ὤμων ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα, καὶ λόγχας εἶχον παρεστώσας, ἐν αἷς ἠρείδοντο, ὃ μὲν κατὰ δεξιάν, ὃ δὲ κατὰ λαιάν.
ὃ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκόρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστὼς ** καὶ πληγεὶς καιρίως ἐξέγρετο.
ὃ δὲ λιθουργῷ χειρουργίας τεχνίτῃ δίδωσι χρυσίον, ὅσον συνέβη.
καὶ δίδωσιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρας τέχνης, προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν.
ὃ δὲ πρὸς τὸ κέρδος ἀπιδὼν καὶ τυφλώττων πρὸς τὸ εὐσεβές, ἀπρόσωπον μὲν ὅσα ἰδεῖν, μικρὸν δὲ τὸ μέγεθος, λίθου δὲ μὴ κεκριμένης τὸ ἄγαλμα ποιεῖ.
ὃ δὲ χρόνῳ ὕστερον ἐφωράθη τῷ πάντα ἐκκαλύπτοντι καὶ ἀπαληθεύοντι.
ὑπὲρ τοῦ κέρδους ὁ κακοδαίμων τὴν πήρωσιν ἀλλαξάμενος· καὶ ἦν παράδειγμα καὶ παίδευμα πᾶσιν, ὥστε μὴ τολμᾶν μηδὲ κερδαίνειν παραπλήσια.
ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκοροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν. Ἀκραγαντίνων στρατηγὸς ἦν ὄνομα Φοῖνιξ· Συρακοσίοις δὲ ἐπολέμουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον. καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητὴν
κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει
οὐδὲ τὸ γράμμα
ᾐδέσθη τὸ λέγον μ’ υἷα Λεωπρέπεος
κεῖσθαι Κήιον ἄνδρα.
τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς. οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν.
οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου
μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε
δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κρανωνίων αἴας
ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας.
De Syrphace Ephesiorum tyranno. ὁ δὲ Σύρφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα,
οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ.
ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς·
οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύρφακα, ἐς τὸν τριακοντώποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω.
ἐς ὃν μετέωρον ἀράμενοι τὸν Σύρφακα ῥιπτοῦσι
ὃ δὲ θᾶττον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρβαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν.
εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί.
ἀδοκήτου χειμῶνος καταρρήγνυται πλῆθος ἄμαχον.
ἐμπιπτόντων ὑετῶν καὶ χάλαζα ἰσχυρὰ ἐπέρρευσε, καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν, καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος· καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν.
ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν, καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος τὸ τέλος ὡρμίσατο.
οὗτος ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάσῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτον τε οὖν τὸν τότε σοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ χαῖρε
εἶπε, τὸ ὄνομα προσθεὶς τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνος ἐκπλήττεται ῥᾳδίως τὸν δεσπότην γνωρίσας, καὶ δεῖται σιωπᾶν, καὶ ἐς τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειστα, εἶτα μέντοι ἑαυτὸν ἐλύσατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε σιγὴ κατεχύθη ἀργυρώνητος. ἔκρινα δὴ καὶ ταύτην τῆς τύχης μὴ σιγῆσαι τὴν παιδιάν.
καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέρας.
ὃ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν, ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος ἀναμένειν μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ ἔσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ.
ὃ δὲ πεῖραν καθιεὶς καὶ ἐπιβουλεύων ἐλέγξαι πανταχόθεν, τὰ τοῦ λέβητος καὶ τῆς χελώνης καὶ τοῦ ἀρνοῦ ἐν Λυδοῖς ἐπαλαμᾶτο.
ἀναθήμασι σοβαροῖς ἐκόσμησε τὸν νεών.
ὑπὲρ τῶν μελλόντων ἀτρέπτως τε καὶ παναληθῶς προθεσπίζουσα.
ἐπεὶ δ’ ἔμπαλιν τῆς ἀληθείας συνίει τὰ λεγόμενα, καὶ τὸ ἑαυτῷ φίλον τε καὶ κεχαρισμένον ἑώρα μόνον, ἐπέθετο καταλῦσαι τὴν Περσῶν βασιλείαν.
ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μένων, καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ περιέπων καὶ περιστέλλων.
ὃ δὲ καὶ μᾶλλον μέγα ἐφρόνει, κεχαρισμένου τοῦ δώρου τῷ θεῷ γεγενημένου.
κελεύσαντος Κύρου ἵνα καταπρησθῇ ζῶν.
ὃ δὲ ἀνηνέγκατο ἄρα στενάξας, καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα.
αἰθρίας γὰρ οὔσης καὶ πανηλίου ἡμέρας ἄφνω καὶ ἀδοκήτως νέφη συνδραμεῖν οἷα δήπου βαθύτατα, καὶ καταρρῆξαι πάμπολυν ὑετόν.
τί γὰρ μαθὼν ἐτόλμησε τό γε δὴ αὑτοῦ μέρος δουλώσασθαι Λυδοῖς Πέρσας;
Περικλῆς ὁ Ξανθίππου νόμον γράψας τὸν μὴ ἐξ ἀμφοῖν πολίτην μὴ εἶναι. οὐ μετὰ μακρὸν τοὺς γνησίους ἀποβαλών, ἄκων καὶ στένων καὶ λύσας τὸν ἑαυτοῦ νόμον καὶ ἀσχημονήσας ἐλεεινῶς ἅμα καὶ μισητῶς ἔτυχεν ὧν ἐβούλετο. ὅμως γε μὴν ἀντιβολοῦντος καὶ δεκάσαντος τοὺς ἐντεῦθεν ζῶντας ὀψὲ καὶ μόλις τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀσπασίας τῆς Μιλησίας ἐποίησε δημοποίητον.
οὗτος ἐρᾷ νεανίου Ἀθήνησι τῶν εὖ γεγονότων καὶ πλουσίων μειρακίου καὶ ἐκείνου τὸ γένος διαπρεποῦς καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραστῇ Μέλητος ὄνομα ἦν, τῷ καλῷ δὲ Τιμαγόρας, ὥς φασιν. ἦν δὲ ἄτεγκτός τε καὶ ἀμείλικτος ὅδε ὁ παῖς, καί οἱ πολλὰ προσέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων καὶ ὁμοῦ τι τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ προστάγματα κύνας τε ἀγαθὰς καὶ θηρατικὰς ἐκ τῆς ἀλλοδαπῆς ἄγειν, καὶ ἵππον αὖ τῶν πολεμίων ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χλαμύδα ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τελευτῶν ὄρνιθάς οἱ προσέταξε κομίσαι ὅτου δὴ τροφιμους καὶ οἰκέτας, γένος θαυμαστούς. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεος φίλος ἐκεῖνος καὶ ἐδωρεῖτό γε τῷ καλῷ τὸ μέγα τίμιον κτῆμα τοὺς προειρημένους, ὃ δὲ ἀτεράμων ὢν καὶ ἐς τοσοῦτον ἀπεώσατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητος φλεγόμενος τῷ ἔρωτι καὶ οἰστρούμενος καὶ ἐπὶ τούτοις ἀσχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήσας ἐπὶ τοῖς ἀνηνύτοις τε μόχθοις ἅμα καὶ ἀπείροις, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐς τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωσε κατὰ τῶν πετρῶν. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν παῖδα καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺς ὄρνιθας γοῦν ἀναλαβὼν καὶ ταῖς ἀγκάλαις ἐνθείς, εἶτα μέντοι κατ’ ἴχνια τὰ ἐκείνου θέων, ὥσπερ οὐν ἑλκόμενος βίᾳ ἑαυτὸν σὺν τῷ δυστυχεῖ δώρῳ ἐπὶ τῷ Μελήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυστυχῆ τὸν ἔρωτα ἀντερασθεὶς τοῦτον. καὶ ἕστηκεν εἴδωλον τοῦ
ὃ δὲ ὑφαιρεῖται τὸν κώδωνα, καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ.
καὶ ὡς κατειργάσατο τὸ κάλλιστον ἔργον, ἔφευγεν ὤκιστα εὐθὺ τοῦ ἐραστοῦ. μετῄεσαν δὲ αὐτὸν οἱ δορυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνος, εἰ μὴ προβάτοις συνεζευγμένοις περιπεσὼν καὶ συμπλακεὶς ὡς πέδῃ κᾆτα ἀνετράπη.
τελευτῶν ἀπεσφάγη καὶ αὐτός, καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον.
ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρόκωπον τὸ ξιφος.
ἔθαψάν τε ἐκείνους αὐτόθι σεμνῶς τε καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὃ μὲν ἤδη γενειῶν, ὃ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι.
Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, τοῦ κέρδους ὑποθήγοντος, καὶ πορρωτέρω τῆς Μαιώτιδος ἐκκουφίσας, ὠνεῖται κόρην Κόλχον, ἣν ἐληίσαντο Μάχλυες, ἔθνος τῶν ἐκεῖ βαρβάρων.
ὑπάγοντος αὐτὸν τοῦ πλούτου καὶ ἐπὶ μᾶλλον ὑποθήγοντος.
Διονύσιος τοὔνομα ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν.
ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή.
τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον ἐλθεῖν πείθει.
εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ, καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ.
ὃ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτοῦ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν.
θυγάτηρ δὲ ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ.
ἔστι δὲ οὕτως. ἀδελφὼ δύο ἤστην. ὁ τοίνυν ἕτερος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελφὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων ὧν ἐκείνῳ κατέλιπε μελεδωνόν. ὃ δὲ ἀνόσιος ὤν, τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο νήπιος οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντὸς.
οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλοτησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις βουλόμενοι.
οἳ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου, καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστος εἰκῇ. καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτειναν.
μέτεισι τοὺς Ἀθηναίους ὑπὲρ τῶν ἀθέσμων φόνων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο.
νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ, καὶ ἐρωτῶσι τὴν Πυθίαν.
δέονται δὴ παρὰ θεοῦ ἄκος. καὶ αὐτοῖς ἐκπίπτει χρησμὸς λέγων δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν Χοὰς ἄγειν. καὶ ἐκ τούτου εὐθηνεῖτο τὰ τῆς Ἀττικῆς.
οὗτος τῆς ἐς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμότητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φασὶ θάνατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ
αἵ τε νῆες, ἃς ἐπήξαντο ἐκ τῶν Ὀλυμπιακῶν ἀλσέων καὶ τοῦ χώρου τοῦ τῷ Διὶ κομῶντος, κατεσάπησαν.
ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες.
φέρεται δὲ μῦθος καὶ ὅτι Μέροψ Κῷος ἀπαύστως τὴν γυναῖκα πενθῶν θανοῦσαν, ξενίσας Ῥέαν μετεβλήθη εἰς ἀετὸν καὶ σύνεστιν ἀεὶ τῷ Διί. Αἰλιανὸς μέντοι λῃστήν ποτε γενόμενον μεταβληθῆναι εἰς ἀετὸν
κατηύχοντό τε τοὺς ταῦτα δρῶντας ἀχώρους τε καὶ ἀτάφους κυσὶ καὶ ὄρνισιν ἐκριφῆναι, καὶ τὰς ψυχὰς αὐτῶν μὴ ὑποδέξασθαι σὺν εὐμενείᾳ, ἀλλ’ ἐπαρτῆσαι τὰς δι’ αἰῶνος τιμωρίας αὐτοῖς.
αἳ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λακωνικῷ αἵματι ἐπικλυσθῆναι, ἑαυτὰς ἀπέσφαξαν.
ὃ δὲ ἐκέλευε παρὰ τῶν ἠπῃνημένων πολλῷ πλείονα μισθὸν κομίζεσθαι.
ταῦτά τοι οἱ Διόσκοροι οὐκ ἠτίμασάν οἱ φανῆναι πάλιν.
καὶ παραχρῆμα ἡ οἰκία κατεσείσθη πρηνής.
ἀναπαυομένων καὶ ὁρμιζομένων τὴν τελευταίαν ὅρμισιν τὸ θεῖον οὐκ ἀμελεῖ τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν.
ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν, ποιητὴν γενναῖον τἄλλα, εἴ τις αὐτοῦ τὸ αἰσχροεπὲς καὶ τὸ κακόρρημον ἀφέλοι καὶ οἱονεὶ κηλῖδα ἀπορρύψειεν, ὁ Πύθιος ἠλέει, τεθνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας, αὐτόν, Καλώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖλεν. ὃ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύχας, καὶ ἔλεγεν ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῷ θεῷ, εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰκτείρει, καὶ αὐτὸν κελεύει ἐλθεῖν ἐς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσικλείου παιδὸς ψυχήν, καὶ πραῧναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο.
ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν, καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμιάσας τῷ χρυσίῳ·
ὃ δὲ ἔς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν καταγωγῆς· ὃ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσε.
χειμῶνος ὥρα ἦν καὶ πῦρ ἐξέκαυσε τῇ ὥρα σύγκαιρον.
καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ.
ὃ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ.
ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ.
ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα.
ἐπεὶ δὲ ἀωρία ἦν, ὅ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο.
ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδοκεῖον κατηράχθη.
καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα.
ὃ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε
ὃ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων μήτε τὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι.
δύο συγγραφέε Ῥωμαίων ἥστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπουδαῖοο δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαιδίαν, ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ παιδείας. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μήτε μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμήρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεομένου τοῖς χρήμασι λήθην κατέχεαν τοῦ Κορνούτου. καὶ ἴσασιν ἢ τις ἥ οὐδεὶς αὐτόν.
καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ.
ὃ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς τὸ λεγόμενον ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν.
οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκρι μένον κατὰ πρύμναν ἐπέρρει, καὶ τὰ ἱστία ἐπλήρου.
ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς, ὅσα ἰδεῖν, διέξυεν.
ἦν δὲ ἄρα εἴδωλα ταῦτα, ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου.
καὶ Κλέαρχος ὁ Ποντικὸς νέος ὢν ἐς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν ὀλίγα οἱ συγγενόμενος (ἦν γὰρ θεοῖς ἐχθρὸς) ὄναρ ὁρᾳ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα λέγουσαν πρὸς αὐτὸν ’ ἄπιθι τῆς Ἀκαδημείας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρός σε ἔχθιστον.’ ὧν ἀκούσας ἐπάνεισιν ἐς τὴν Ἡρακλείαν. φθ όνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖτῆς οἴκοθεν, καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην, καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ δεῖ τυραννῆσαί σε τῆς πατρίδος
· προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς οὖν τῶν κοινῶν γενόμενος, ὠμότατός τε ἦν καὶ ἐς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει, προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου, καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις, καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας, τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ Δίκη, εἶτα ἡ χεὶρ ἡ Χίωνος, ὥσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος, καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δέ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν εἴρηται.
ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.
πυθόμενοι δὲ ταῦτα οἱ Συβαρῖται κατέγραφον
καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι καταγράφοντες κοινήν.
ὃ δὲ ὁρῶν οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει.
κελεύει ἡ Πυθία εἴδωλόν τε πεπλασμένον ἐς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις.
ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεος τε καὶ ἀκόλαστος εἶναι.
ὃ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελάθετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα, τῷ βίῳ τῶν ἀνθρώπων κηλῖδα προσετρίψατο.
ὃ δὲ ἀθλίως νόσῳ (περιπνευμονίαν καλοῦσιν Ἀσκληπιαδῶν παῖδες αὐτήν) πιεζόμενος τὰ μὲν πρῶτα ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς καὶ ἐκείνων ἤρτητο.
τῆς τῶν ἰατρῶν ἐπιστήμης βιαιότερον ἦν τὸ νόσημα.
ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες ἐς Ἀσκληπιοῦ.
καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον, εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις.
ὃ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.
καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι, κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς.
φιλοχρημάτω τε ἤστην καὶ ἡδονῶν ἀκράτορε.
καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω.
ὑποβλήτους ἂν εἰπέ τις αὐτοὺς εἶναι καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν.
ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα.
ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις ἐσῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην.
καὶ ἐν ἑαυτοῖς θεοκλυτοῦντες ἅμα καὶ τῶν ὀργίων ἐμέμνηντο.
οὐδὲ ἐψεύσατο. ὃ δὲ ὄναρ εἶδε τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ ἠντιβόλει ῥυόμενος τὴν πήρωσιν τῆς ὄψεως, λέγων ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕστερον.
ἀνῃρέθη γοῦν μετὰ τοσαύτας ἡμέρας.
τοῦτον οὖν ὁμόδουλος κύων ὑπέρ τινος παραπεσόντος ἐδέσματος οἰηθεῖσά οἱ διαφέρεσθαι, προσπαίζοντος ἄλλως.
ἣ δὲ ἠγανάκτησε καὶ κυνηδὸν ὑποπλησθεῖσα τοῦ θυμοῦ, τοῖς ὀδοῦσιν ἐμφῦσα ἐς τὸ σκέλος εἶτα μηδὲν ἀδικοῦντα χωλὸν εἰργάσατο.
τοῦτον οὖν πλευρῖτις νόσος περιλαβοῦσα ἐστρέβλου δεινῶς.
ἔνθεν τοι καὶ τὸ ἀρρώστημα ἦν τὴν γένεσιν λαβόν.
ὑπὲρ δὴ τούτων τούτῳ ζωάγρια ἀποδιδούς, ᾗπερ οὖν δυνατὸν ἦν.
ἐπεὶ τοίνυν ὑπ’ ἀτολμίας οὗτος τῷ θεῷ ἠπείθησε, τῶν παρόντων παίδων οἵ φασι τὸν πρεσβύτην ἔργον τῆς παρούσης νόσου γενέσθαι.
καὶ οἳ μὲν ἔδρασαν ταῦτα· εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ.
ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐ γενεῖς οὗτοι.
ὃ δὲ ἐμοὶ δοκεῖν ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν ἕνα, καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χορολέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει, συνῳδόν τε καὶ συμμελὲς ἀναμέλπων.
ὃ δὲ ἀλεκτρύων ἑστὼς ἐπὶ θατέρου ποδὸς προύτεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρτυρόμενος καὶ ἐμφαίνων οἷα ἐπεπόνθει.
ὃ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν.
καὶ ὃ μὲν ἔδρασε τὸ προσταχθέν, ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τὼ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ
ἀφίησι τῷ Ἀσκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀσπένδιος ἐκεῖνος.
ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον τὸν Ἀθηναῖον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο, καὶ κωμῳδίας αὐθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασάμενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου (πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, Τισαμενοῦ γὰρ ἦν υἱός) εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές. κλίνη καὶ αὐτὴ λίθου. ἐπ’ αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν· γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίττεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω.
ὁ Ἀσκληπιὸς Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο. ὀφθαλμὼ γάρ τις ἐνόσει. εἶτα ἐπιστὰς ὃ δὲ λέγει ὄξει λύσαντα κάπρου πιμελὴν
Ἀρίσταρχος Τεγεάτης, ὁ τῶν τραγῳδιῶν ποιητής, νοσεῖ τινα νόσον· καὶ ἰᾶται αὐτὸν ὁ Ἀσκληπιός, καὶ προστάττει χαριστήρια τῆς ὑγιείας. ὃ δὲ ποιητὴς τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγιείας μὲν οὐκ ἄν ποτε μισθὸν αἰτήσαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶς ἄν; εἴγε τὰ μέγιστα ὑμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουσι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοσούτου τῆς παναρκοῦς ἀμισθὶ μεταλαμβάνειν ἀκτῖνος, καὶ χρῆσιν ὕδατος, καὶ πυρὸς συντέχνου μυρίας ἐπιγονὰς καὶ ποικίλας ἅμα καὶ συνεργοὺς ἐπικουρίας, καὶ ἀέρος σπᾶν, καὶ ἔχειν τροφὴν ζωῆς τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουσι δὲ ἄρα ἐν τοῖσδε τοῖς μικροῖς μήτε ἀχαρίστους εἶναι μήτε ἀμνήμονας ἡμᾶς, καὶ ἐν τούτοις ἀμείνονας ἀποφαίνοντες.
ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν.
ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις·
ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατήρ, ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων ὁ τοῦ Σοφοκλέους ἀπεδείξατο τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον ἐλύσατο.
λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι
Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ.
ὀργὴν οὖν πρήυνον ἀμειδέα, μηδ’ ἐπιτείνειν
κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς.
ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει
φίλτρων καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς.
ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς.
Σενύης Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπεται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατ’ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ ἐς πολλὰ λυσιτελῆ. ὄνομα αὐτῷ Ἰαχίμ. ὅν φασι περιάπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι.
οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυπτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος, καὶ ἐν ταῖς ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος. ὃς λοιμῶν ἐπιδημίας ἔσβεσεν, καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνοντες καὶ κρατύνοντες, τοῦτο δὴ τὸ καινότατον, τὴν νόσον ἔσβεσαν πυρί.
ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ
καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο, ὡς τὰ αὐτοῦ διαδεξόμενοι· ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον τὸν ἐς ἑταίρας καὶ πότους προῃρημένῳ.
καὶ ἄλλος αὐτοῦ παλλακίδι ἐπιμανεὶς ὡς ἤδη θεραπαίνῃ τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵ γε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους, καὶ πρὸ πάντων Σάραπιν.
ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀποφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ.
καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς.
ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.
ὃ δὲ τἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ.
διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες, καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν, καὶ οἱ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα.
ἐπεὶ οἱ Ἕλληνες Κλεισόφους τε ᾄδουσι καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας, ἀνθρώπους ἐσθίειν εἰδότας ἐς κόρον καὶ δεινοὺς γαστέρα δέ. φέρε καὶ ἡμεῖς καί τι παίσωμεν, παρασίτου μνημονεύσαντες ἡμεδαποῦ.
Ἰόρτιόν τε καὶ τοῦτον θῶπα ἰσχυρὸν ὑμνοῦσι. πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὲ τοῖς ἄρα καὶ ἐκεῖνο. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος. καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής.
ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.
Ἰούνιος ὄνομα, ἐς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας ἐς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν
Ἀπίκιος Μάρκος, οὗ διαρρεῖ μυρίον ὄνομα ἐπί τε ἀσωτίᾳ καὶ πολυτελεία καὶ ῥᾳστωνεύσει βίου καὶ κακοδαιμοσύνῃ λοιπῇ. ὑπάτω δὲ ἤστην Ἰούνιος Βλαῖσος καὶ Λεύκιος. ὁ τοίνυν Βλαῖσος, ἐπὶ τὴν θοίνην κληθείς, οἷον ἐφολκίδα ἄκλητον ἐπάγεται Ἀσκώνιον Πεδιανόν. ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας, καὶ ἔδει τὸν Ἀπίκιον καὶ φίλοις καὶ ἀγνῶσι τὴν οὐσίαν ῥίπτειν τὴν ἑαυτοῦ. πέπυσμαι δὴ ἐν τῷδε τῷ συνδείπνῳ γενέσθαι καὶ Ἰσίδωρον ὄνομα, τῶν ἐκ παλαίστρας κατατριβέντων, ἄνδρα παλαιὸν μὲν ἤδη καὶ πολὺν τῷ χρόνῳ, ἓν δὲ καὶ ἐνενήκοντα ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰς πλευράς, γενναῖον δὲ τὼ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺν καὶ ἀκούειν ῥᾷστα, ὡς μὴ ἂν πιστεύειν πέρα ἑξήκοντα ἐτῶν εἶναι αὐτόν· σκύφων δὲ πιτύλοις ἁμιλλᾶσθαι διαπίνοντα πρὸς τοὺς νέους, καὶ μέντοι καὶ ὑπὲρ πολυδαισίας καὶ πολυποσίας ἐρίσαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φασιν αὐτόν· ἀπελθεῖν γὰρ τοῦ συνδείπνου θᾶττον. γέροντες δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιστρικῇ καὶ μέντοι καὶ Ἰούνιος Βλαῖσος. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γεγόνει ἑξήκοντα, φασί. μακρὸν δὲ τὴν ζωὴν γενέσθαι πέπυσμαι Σερουίλιον ὕπατον· ἔτεσι γὰρ τοῖς ἐνενήκοντα ὁμοῦ τε ἐβίωσε
Μάρκος Ἀπίκιος Ῥωμαῖος ὡς ἦν ἀσωτίας πέρας οὐδεὶς ἀντιφήσει· δοκεῖ δέ πως μεγαλονοίας ἔργον ἐκεῖνο ἀποδείξασθαι. ἐν αὐτῷ ἑστιῶν ὁσημέραι (καὶ γὰρ ἔζη φασὶ τῇ γαστρὶ καὶ τοῖς ἐκείνης ἀκρατεστέροις) καί ποτε μεταξὺ θοιναζόντων, Φάβιος, τῶν ὑπατευκότων εἷς, λαβὼν ἔκπωμα κρυστάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ συννεφὴς ἦν, ἄχει πληγεὶς τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιος πειρώμενος αὐτὸν τῆς λύπης ἀπάγειν οὐ καταβαλεῖς
φησι τὸ πραχθὲν καὶ σεαυτὸν ἡμῖν παρέξεις φαιδρότερον συμπότην; ἢ σοὶ φίλῳ ὄντι τοῦτο δρᾶσαι οὐκ ἐξέσται, ὅπερ οὖν δρῶσι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκις
ὅτι Ἀντώνιος Σατορνῖνος, ἐπίρρητος καὶ βδελυρός, παρὰ Οὐεσπασιανοῦ ἐς τὴν βουλὴν ἐνεγράφη, ὐεσπασιανοῦ σοφισαμένου γελοιότατα τοῦτο· ἀξιώσει γὰρ αὐτὸν περιέβαλε, κακίᾳ δούς, ἀκερδὲς μὲν σεμνὸν δ’ ὅμως τόδε τὸ ἆθλον.
βιώσας βίον ἐπίρρητον καὶ βδελυρὸν οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν.
ὁ δὲ Σερουίλιος πολλὰ καὶ ἀτάσθαλα ἐθρασύνετο κατὰ τοῦ Παύλου.
τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα.
καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος· καὶ συνέβαλον μὴ ἄπορον εἶναι ἀλλ’ ἐπιβατόν.
ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ, καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα.
ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφανίσωσι.
Ἔννιος, Ῥωμαῖος ποιηπτής. ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος.
ὃ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο.
αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην, τὰς χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα.
ὃς ἦν Νέρωνος ἀπελεύθερος, ἀπολειφθεὶς μελεδωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη.
Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐνέκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον ἠγωνίζοντο.
οἱ γὰρ Ῥωμαῖοι ἔνθα τοῖς ἐχθροῖς ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖς οἱ τόποι καὶ τραχεῖς, εἴτε καὶ εὐφυεῖς δέξασθαι ὁπλίτας καὶ εὐήλατοι.
Ῥωμαῖοι δὲ εὐπραγίαν παράνομον οὔτε νίκην τελεσθεῖσαν, ἧς ὁ ἄρχων μὴ ἐκοινώνησεν, ἠσπάζοντο, ἵνα μὴ αὐτοσχεδιάζωσιν ἐν ταῖς πράξεσιν οἱ ὑπήκοοι.
Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνεδεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν κλέος ἄμαχος.
τῶν δὲ Ῥωμαίων κατολισθανόντων ἐς δάκρυα καὶ περιαλγούντων ἐπὶ τῷ πάθει.
οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος.
ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον.
ἐπανελθόντες οὖν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν ἐς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τούτους ἀποκτιννύντες.
Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προυγράφη· εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ στολὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευτῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων καὶ πόλιν ἐκ πόλεως ἀμείβων καὶ τῷ θεῷ ἀγείρων καὶ ἀναγκαίας τροφάς, λιμοῦ φάρμακα, ἀγαπητῶς λαμβάνων ἠλᾶτο.
καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο.
ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν ** οὔτε ἐπαινῶ οὔτε ἄγαμαι.
ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ἑαυτοῦ ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο,
λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λέχει (τραγικὸς ἂν εἶπε ποιητὴς) ἑαυτοὺς κατέσφαξαν.
ἀλλὰ καὶ ἐκείνων νεμηθέντων εἰς τὴν στάσιν.
τοῖς φίλοις καὶ οἰκείοις ἐμπαλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους.
συνενθουσιῶντες αὐτοῖς, καὶ τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ τῇ κακίστῃ δαιμόνων ἐκριπισθέντες ἀπολώλασιν.
ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λειμὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον.
γύναιον ἐκ Συρίας καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος· ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περιπαθεστέρα, τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλουμένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ κατατείνουσα τὸν δῆμον καὶ ὅσον μετὰ τοῦ δήμου πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν.
σύνοδοί τινες ἐς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων.
κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε
ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιτυπής, εὔστολος γινομένη, ἐνίκα πάντας τοὺς τῶν θαυματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς τῶν ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα. ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε.
ὁ δὲ θεοσύλης γενόμενος καὶ τὰ ἕδη τῶν θεῶν αὐτὰ ἐξ ἠθῶν ἀναστήσας, καὶ φόνους ἐργασάμενος ἐναγεῖς, καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους, καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν, καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους ἐκεῖνος γάμους, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν.
ὁ δὲ θεοσύλης λιπὼν τὴν πατρίδα καὶ ἀλώμενος διετέλει.
καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνειλετο ὁ θεοσύλης.
οἱ θεοσῦλαι κολάζονται, τὸ κέρδος πρὸ τῆς δίκης τιθέμενοι.
ὃ δὲ τοὺς θεοσύλας ἀπέκτεινε καὶ ἔθηκεν ἀνόστους, τοῦτο δὴ τὸ Ὁμηρικόν.
ἀετιδεῖς.
καὶ αὐτὸ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν.
οἳ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντες διεξάνθησαν, ἀλῆται δεῦρο καὶ ἐκεῖσε τὸ ζῆν διατελοῦντες.
ὃ δὲ ἑάλω, καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. ὃ δὲ οὐκ ἐφῆκεν, ἀλλ’ εἴασεν αὐτὸν γῆν πρὸ γῆς ἀπιέναι, ἵνα μή φησιν ὢν ἐνθάδε τολμήσῃ παραπλήσια πάλιν.
ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον, καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν.
ἠμφισβήτουν γάρ τοι ἑτέρους ἕτεροι προβαλλόμενοι.
οὔτι προσδοκῶν τὸν τόπον τὸν προειρημένον δυνήσεσθαι αὐτοὺς ἀνασῶσαι καὶ κομίσασθαι. πόθεν; ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ ἰσωθῶσι κολασθέντες.
τὰ τέκνα αὐτῶν ἀθροίσαντες εἴς τινα ἅλω, καὶ ἱππαγέλην ἐπελάσαντες ἀπωλεύτων, μάλα ἀνοίκτως ἀλοῶντες διέφθειραν.
οὐ μὴν ἀτιμωρήτους ἐγένετο μεῖναι τοὺς παῖδας τοὺς ἀλοηθέντας, ἑτεραλκὴς γὰρ ἡ νίκη γενομένη τῶν πλησίον ἦν.
εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός γε ἀβασανίστῳ γραφῇ τε καὶ ἀταλαιπώρῳ τῆς ἀληθείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὃ δέ μοι ἀληθὴς ὤν.
οἳ δὲ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι.
ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ.
ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα.
κελεύει τῶν λυχνίων τῶν ἀνακειμένων αὐτῷ, ἀργυρᾶ δὲ ἦν ταῦτα, τὸ ἕτερον φέρειν ἀράμενον ἐμφανῶς.
πολλοὺς διέφθειρε Νομάδων, δεκάσας ἐς προδοσίαν.
τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν.
τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.
οἳ δὲ κατάραντες ἐς αὐτὸν καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες.
ἑλεδώνη, εἶδος πολύποδος, ἥτις ἔχει μίαν κοτυληδόνα, καὶ ἔστιν ἑπτάπους.
οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας, τοὺς αἰχμαλώτους ἐκομίσαντο.
ἐπεὶ δὲ ἐς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον.
ἐρυμβόνα τὰ τιμιώτατα ἐς ἀσωτίαν ἀφειδεστάτην.
ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας.
ὃ δὲ Αἰνείας τὸν πατέρα ἐπιθέμενος τοῖς ὥμοις ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον.
γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωίνης ἄντικρυς τοῦτο δράσασα.
εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν.
τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει.
ὅστις τάξιν ἔλιπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐτόν, κάκῃ τὴν στάσιν ἣν ἐτάχθη προδόντα.
κνέφει.
κομψευριπικῶς· πανούργως κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί.
λέγουσι δὲ ὅτι οὔτε προσθέτους οὔτε ἐπακτοὺς κόμας ἐκ τῆς ὕβρεως καὶ λάσθης ἐς τὴν χρείαν παρελάμβανεν, ἀλλὰ ἄς εἶχε συμφυεῖς ἀσκῶν καὶ ἐκτείνων.
οὗτοι οἱ ἀετοὶ λαφύξουσι τῶν ἐλεφάντων τὰ σπλάγχνα, δείξας τὰς σημαίας.
ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλείφονται.
ἀλλὰ τοσοῦτον μαρτυρόμεθ’, ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν.
ὀλίγου χρόνου διελθόντος ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλσῖν κατεπρήσθη ζῶν.
Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια.
νηίταις κινδύνοις μὴ πάνυ συντραφέντες.
καὶ τὸν στρεπτὸν ὃν ἐφόρει ὁλκῆς γεννικῆς χρυσοῦ ὄντα ἀφαιρεῖται.
καὶ ἢ γε πασῶν βδελυρωτέρα καὶ τὸν παναγέστατον παρθενῶνα τῶν ἑαυτῆς ἐνέπλησε κακῶν.
αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων. καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰς διανοίας ἐξέπλητον.
μῆνις δὲ ἐδόκει καὶ Νυμφῶν δι’ ἀπορίαν ναμάτων.
οἱ Ἀκαρνᾶνες συγγραφεῖς ὁμόσε χωροῦσ. τοῖς ποιηταῖς.
ὃ δὲ ἀποκτείνει αὐτούς, καὶ περισυλᾷ ὅσα ἐπηγάγοντο ἦν δὲ κόσμος καὶ σκεύη περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῇ εὐκαταφρόνητα.
οὐκ ἀκούσαντες τῆς εὐθυδικίας, καὶ εἰκότως· οὐ γὰρ ἐπὶ τῷ δικάζειν ἐκάθηντο, ἀλλ’ ἐπὶ προσχήματι καὶ προσώπῳ δικαστῶν.
καὶ ἀπολύουσι δικασταὶ ὤνίοι αὐτόν.
ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν. πελαργιδεῖς.
πελαργιδεῖς.
τὸν βωμόν, ἐφ’ οὐ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέτρεψαν, καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν.
εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ ἐς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν;
σεισμοί τε ἐπεπόλασαν, καὶ πολλὰ ἀνέτρεπον.
οὐκ ἐπαινεῖ θεὸς οὐδὲ τοὺς τὰ μέτρα πατοῦντας, γλιχομένους γε μὴν τῶν ὑπὲρ ἑαυτούς τε καὶ ὑψηλὰς σκοπιάς. uμμπμμν.
ὃ δὲ ἔλεγε στεγανωτάτους εἶναι τοὺς βουλευτὰς καὶ φυλάττειν τὰ τῆς σκέψεως ἀπόρρητα.
καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες ἐς τὸ θέατρον καλοῦσι τὸ πλῆθος, καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσιν· ὃ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει, καὶ πυρὶ παραδίδοται.
ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγγενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι.
τιμησαίμην τὸν βίον πάντα τριτημορίου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας.
οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἴνου πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὴν ἄνθρωπον ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι.
ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν διανύσω.
ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέστρεψε πράως καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι.
υἱῶσαι τὸν παῖδα. υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή.
δοκεῖ τῷ δήμῳ. διαμετρεῖν φιλοτησίαν τήνδε.
ἔλεγε τὸν νεανίαν ἐλθεῖν πρὸς αὐτὸν φιλωθῆναί οἱ.
καὶ πιεῖν ἐδίδου, κράσει δικαίᾳ μὴ κιρνῶν· ὤρεγε δὲ μὴ αἰτοῦντι, καὶ φιλοφρονούμενος ἀκαίρως, καὶ περιττὰ δεῖπνα παρατίθησιν. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ὅ τι τῶν ὄψων οὐχ ὑφορώμενον.
ὃ δὲ διῆλθε τῷ λόγῳ φιλοτίμως τε καὶ σὺν ἀφροδίτῃ εὖ μάλα περιττῇ.
καὶ ἐκ τούτων χειρώσασθαι τὸν ἄνδρα καὶ ἔχειν αὐτὸν ὡς εἰπεῖν ἰδιόξενον.
ἐπεὶ δὲ ἐς γῆρας ἀφίκετο, τὸ κοινὸν τῇ πεπρωμένῃ χρεὼν ἐξέτισε, καὶ τῆς προσηκούσης κηδεύσεως ἔτυχε.
ὃ δὲ τῆς θεοσυλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πρεπωδέστατον.
Σόλων ὁ Ἀθηναῖος Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν. ἑρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπουδάσειεν, ὃ δὲ ἔφη ἵνα μαθὼν αὐτὸ ἀποθάνω.
λόγος ἔχει Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα σπουδάσαι τὰ οὐράνια. ταῦτά τοι καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει, αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον.
λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν.
αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν ἀποσῶσαι, τὰ δὲ ἀγώγιμά σφισιν ἀνασώσασθαι.
ἁδροῖς μισθοῖς προαγαγὼν ἐς τὸ τόλμημα τοῦτον ἀναιρεῖ.
ἑκάστου τὴν τέχνην ἐπιδευκνυμένου ἐπὶ μισθοῖς ἁδροῖς.
ἠράσθη Πίασος Θετταλὸς Λαρίσσης τῆς ἑαυτοῦ θυγατρὸς ἔρωτα ἄθεσμόν τε καὶ δυστυχῆ.
καὶ τὰς ἀλεκτορίδας δὲ αὐτὰς ἀπέκτειναν, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ᾠοῖς μηνῦσαι τὸν μοιχόν.
ἀλλ’ ὁ μὲν δράκων μεγέθει μέγιστος ὢν τῷ οὐραίῳ τὸν λέοντα κατῃκίζετο, ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸς ἄμυναν διηγείρετο.
ὃ δὲ ἀκούει ταῦτα, καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν, τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡς γνήσιον.
καί ποτε ἀγῶνα ἐπιτελοῦντες τούτω τὼ μειρακίω, ἐς ἅμιλλαν ἀκοντίσεως ἀποδυσαμένω, εἶτα μέντοι τῆς σπουδῆς θερμότερον ὑπεπλήσθησαν· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν τἀδελφοῦ δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν.
ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστελλε τοῦ ἀδικεῖν πατρικῇ ναὶ μὰ τὸν ὁ γενναῖος τῇ παρρησίᾳ.
τούτους ὥσπερ τῆς εὐσεβείας ὁ θεὸς ἀμειβόμενος.
καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρως ἐν τοῖσδε τοῖς γενναίοις ἐσώζετο. Χαρίτων γὰρ καὶ Μελάνιππος ἐς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην· καὶ ὁ μὲν Χαρίτων ἐραστὴς ἦν, Μελάνιππος δὲ τὴν ψυχὴν ὁ ἐρώμενος ἐς τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶς ἰσότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο.
ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῆρεν αὐτούς.
καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.
ἤδη δέ τινές φασιν ἐς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ
οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα.
ἀνωθῆσαν δὲ ἑαυτὸ τὸ θηρίον καὶ ἔξαλον γενόμενον ἀπεσείσατο ἐς τὴν νῆξιν ἀπολῦσαν τὸν ἄνθρωπον.
ὃ δὲ παθὼν ἀνήκεστα καὶ τῆς πατρῴας ἑστίας διωχθεὶς παρὰ τὴν δίκην, ὅμως οὐκ ἀντεμήνισεν.
ὅτι Μάρκος Βῆρος, Ἀντωνίνου ἀδελφός, βασιλεὺς Ῥωμαίων, ἀδοκήτως διαφθείρεται, πλήθους ἰχῶρός τε καὶ πνεύματος ἐπισχόντος οἱ τὴν πνοήν· ὃ δὴ πάθος ἀποπληξίαν παῖδες ἰατρῶν ὀνομάζουσι.
λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν ἐς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς.
καὶ ὃ μὲν ἔξετρίβη πίτυος δίκην, ῥιφεὶς ἐς θάλατταν, καὶ δίδωσι δίκας αὐτῷ γένει.
αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος καὶ οἷον ἄν γένοιτο φιλοθήρου κόρης.
στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ ἐσεπήδησε, καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ἀχαρίτῳ νοσήματι τῷ θυμῷ χαριζόμενος, λύμαις ὅσαις ἐδύνατο παντοδαπαῖς τὸ σῶμα λυμηνάμενος.
διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι.
τὸ γάρ τοι κλέος τῶν τετολμημένων διερρύη πολύ.
εἶτα μέντοι ἐνετολμήσατο τηλικοῦτον τόλμημα.
ἣ δὲ εὐμηχάνως διαλαμβάνει, καὶ δεῖται τῶν Καβείρων τιμωρῆσαι αὐτῇ καὶ μετελθεῖν τὸν ἐπίορκον.
δικαιωθέντων πάντων τῶν ἀδελφῶν Ἀρισταίου τοῦ γίγαντος δικαίωσιν τὴν πρεπωδεστάτην.
Ἀρισταῖον μόνον τὸν γίγαντα περισωθῆναί φασι, καὶ οὔτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ἦλθεν, οὔτε Αἴτνη πιέζει αὐτόν.
ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος.
ὃ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν.
ὃ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος.
πρὶν κακῶν ἔργων ἀμοιβὸν τιμωρίαν ἐκτῖσαι.
καταπλαγείη δ’ ἄν τις τὸ ἀδιάδραστον τῆς Δίκης ἐκ τῆς συμβάσης τούτῳ τιμωρίας.
ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε εἶναι ἄπρακτα γενέσθαι, ἐπείπερ οἱ θεοὶ ἀτιμώρητα αὐτὰ περιεῖδον ἐκ σφῶν γενόμενα.
ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλωτο αὐτῇ.
οὐ μὴν ἀπήντησέν οἱ τὰ τῆς ἐλπίδος.
χρυσίον δίδωσιν, οὐ μὴν ἐξωνήσατο τὸ μηδὲν παθεῖν.
οὐδὲ ὤλισθον ἄλλως αἱ εὐχαὶ καὶ αἱ κατὰ τοῦ θεῷ ἐχθροῦ ἀραί.
οὐδὲ γὰρ ἀναλώθησαν ἄλλως αἱ εὐχαί· θηρίον γάρ τι αὐτοῖς πομπῇ κρείττονι ἐντυγχάνει.
οὐ γάρ τί που μετὰ μακρὸν ἐκολάσθη δικαιώσει.
ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ.
ὃ δὲ ἔτισε δίκας ὧν ἔπραξεν· οὐ γάρ τί που ταχεῖ καὶ ὠκυμόρῳ τέλει τὸν βίον κατέστρεψεν, ἀλλ’ ἐκολάζετο χρόνῳ.
ἀδράστεια αὐτῷ Νέμεσις τιμωρὸς ὑπερόγκων καὶ ἀχαλίνων λόγων ἠκολούθησεν.
ἐπεὶ δ’ ἀνεφρόνησε καὶ τὸ τολμηθὲν ἐσκοπεῖτο καὶ ἐνενόει τὸ ἀσέβημα, διπλαῖ ἔννοιαι τοῦτον ἐσῄεσαν.
ὃ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων ἑαυτὸν διεχρήσατο οὐκ ἀξιοζήλως.
γυναικῶν ἰσηλίκων χορὸν ἑαυτῇ περιχέασα· γηραιαὶ δὲ αὗται, χορὸς θεοφιλής· καὶ καθεῖσαι τὰς κόμας τὰς παλαιὰς ἐκείνας ἐθεοκλύτουν Ἥλιόν τε καὶ Δίκην.
τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ.
οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς.
καὶ ἄλλας μυρίας εἴποιμι ἂν δίκης ἀμελουμένης ἀκολουθεῖν πάθας.
τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα.
οὐ μὴν ἀπόνασθαί γε ξυνέβη τῆς βασιλείας αὐτῷ· τελευτᾷ γὰρ νόσῳ ἑπτὰ ταῖς πάσαις ἡμέραις.
τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ πρόστιμα ἡ δίκη.
μαρτύρεται δὲ ὁ θεὸς ὅτι μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ.
οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει.
οἳ δὲ ἐκπλεύσαντες τῶν φρενῶν εἶτα ἐνεοὶ ἐγένοντο.
καὶ θάπτει τὸν νεκρόν, τοῖς χθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη.
τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει.
ἰδὼν ναυηγοῦ σῶμα ἐρριμένον ἀκηδῶς καὶ ὀλιγώρως, παρελθεῖν οὐκ ἐτόλμησα, ἀλλὰ ἔθαψα τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῆ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεσμῷ.
οὐκ ἠξίωσαν ταφῆς, ἣν ἡ ἀρχέγονος φύσις νομοθετεῖ.
ἐνακμάζων.
Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις.
οἳ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοίνικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυγάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι.
εἰ δὲ ἐντεῦθεν Εὐριπίδης ἐναυσάμενος τὸν λόγον ἅπαντα εἶτα μέντοι Φοίνικι περιτίθησιν.
καὶ ἐντήξας αὐτῶν ταῖς ψυχαῖς ἰσχὺν λόγων ἄμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην.
πικρότατος αὐτοῖς ἐνστάτης ἦν.
καὶ τὸ σύμπαν αὐτοῦ σῶμα εὐλῶν ἐξέζεσεν.
τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης, σκηπτοί τε κατωλίσθανον καὶ ἐγίνοντο διόβλητοι ἅπαντες.
ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα.
καὶ ἐπὶ μᾶλλον ἐξήπτοντο ἐς ὀργήν, καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν.
βιαζομένων δὲ αὐτῶν καὶ τὰς θύρας ἀναμοχλευόντων, δράκοντες ἄρα μέγιστοι τὸ μέγεθος ἀνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον.
οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπαλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον.
μήτε γὰρ εἶναι ποιητικός, μήτε μὴν μουσωθῆναι παιάνων καὶ ὕμνων ἐπιστήμονα σοφίαν.
οἳ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν, οἷα δήπου λιτήν τινα θυσίαν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες.
τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπίπλαστον.
ἣ δὲ ἐγκύψαντα αὐτὸν ἐς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξεν.
τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντριβέντος.
οἱ τοίνυν τελευταῖοι τῶν φίλων ἐώσαντο καὶ ἐσεπήδησαν.
τὸν δὲ λουόμενον ἀπέκτεινεν, ἐπιθήξας οἱ τῶν δορυφόρων τοὺς ἀφειδεστάτους.
ταῦτά τοι ἐπὶ μᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος.
τὸν ἐπινησθέντα ἐνίοις βίον.
ὃ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπίζων ἄρα ἐκεῖνος.
καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σώσ, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦτος, ῥᾷστά τε ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου.
ἔχεσθαι δὲ αὐτοῦ ἐκέλευσεν, ἵνα μὴ διαδρὰς ἔξω τοῦ στρατοπέδου εἶτα μέντοι ζῶν ἀπέλθῃ καὶ ἐπιχάνῃ.
ὃ δ’ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας, καί πως λαθὼν ἐς αὐτὸν ἑρπύσας.
ἐρᾷ αὐτῆς ἀνὴρ Ῥωμαῖος, Ἄππιος ὄνομα, τῶν εὖ γεγονότων.
ἀσπαζόμενος εὐερμίαν καιροῦ, καὶ ἀνάγκης καλούσης μὴ εἴκων κάκῃ.
εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν·
εὐφημία γὰρ εὐκολώτατος πόνων.
ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος, καὶ Εὐριπίδου
εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον.
πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, ἐς δέον σε εὗρον
φησί· βούλομαι γὰρ καλέσαι σ’ ἐς πανθοινίαν.
ὑπὲρ τοῦ τὴν νεολαίαν τὴν Ῥωμαίων ἀξιοζήλως τε καὶ ἀμάχῳ θάρσει διαγωνίζεσθαι.
καὶ ὑπὲρ ὧν ἐδίψη ἀκοῦσαι ἠναίνετο.
ὃ δὲ τὸν θώρακα αὐτοῦ διέρρηξεν, ὃς ἤρκεσέν οἱ ἀμῦναι λυγρὸν ὄλεθρον.
ὅ τε μυστικὸς Ἴακχος ἠκούσθη κατὰ τὴν ναυμαχίαν Περσῶν καὶ Ἑλλήνων.
καὶ μέντοι καὶ ὁ Ἴακχος ἠκούσθη ἐκ τοῦ Θριασίου πεδίου ὑμνούμενός τε καὶ ᾀδόμενος.
θίασόν τε μίμων καὶ κορδακιστῶν περὶ αὑτὸν μάλα πλῆθος εἶχε.
ὃ δὲ μίαν τῶν σχιζῶν ἀνελόμενος καθικνεῖται τἀδελφοῦ· καὶ ὁ μὲν νεκρὸς ἔκειτο.
ὃ δὲ λαθὼν ἑαυτὸν παρῆλθε σὺν τῷ ξίφει, ὅπερ ἐπήγετο διὰ τοὺς κακούργους τοὺς κατὰ τὴν ὁδόν.
ὃ δὲ τούτους συλλαβὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει καὶ στρεβλώσει ποικίλῃ καὶ δικαιώσει τῃ. πρεπωδεστάτῃ, ἐν περιόπτῳ λόφῳ σταυρώσας αὐτούς
ὃ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέγραψεν.
καί πού τις αὐτῷ κατεσημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον.
καὶ τοὺς μὲν ἐπῄνει σφόδρα, τοὺς δὲ κατέτεινε ταῖς κολάσεσι.
εἶτα τῶν φρενῶν ἐξέπλευσε, καὶ μανεὶς ἑαυτὸν μαχαίρᾳ κατεχόρδησε.
λογισμὸς δὲ αὐτὸν ἐκεῖνος κατέσπερχεν, ἀνθρώπους ἀκολάστους φύσιν τοὺς Τυρρηνούς, πολεμίων
ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι.
ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς, Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ δίους· εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε.
κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν.
τῆς ψυχῆς τὰ ἐλαττώματα κατηπίσταντο, εἴτε κραιπαλώδης τις εἴη καὶ μέθυσος, εἴτε φιλήδονος καὶ ἐν τοῖς αἰδοίοις ἔχων τὸν ἐγκέφαλον.
ὃς Ἀρσινόην ἔγημε τὴν Πτολεμαίου τοῦ Σωτῆρος μητέρα. τοῦτον δὲ τὸν Πτολεμαῖον οὐδέν οἱ προσῆ κοντα ἐξέθηκεν ἄρα ὁ Λάγος ἐπ’ ἀσπίδος χαλκῆς. διαρρεῖ δὲ λόγος ἐκ Μακεδονίας, ὃς λέγει ἀετὸν ἐπιφοιτῶντα καὶ τὰς πτέρυγας ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα ἀποστέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα καὶ ὅτε ὕοι τὸν πολὺν ὑετόν· τούς γε μὴν ἀγελαίους φοβεῖν ὄρνιθας, διασπᾶν δὲ ὄρτυγας, καὶ τὸ αἷμα αὐτῷ παρέχειν τροφὴν ὡς γάλα.
Ἀριστόγονος οὖν, Διονύσου μύστης, λαμπαδεύεσθαι μέλλων εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέλη.
οἳ δὲ Μεσσήνιοι σὺν λάσθῃ καὶ γέλωτι, ὥσπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ πρῶτα τοῦ Διὸς ἀναθήματα διέσπειραν.
οὐκοῦν διαλαθὼν ἐπὶ τῷ βωμῷ κατέπηξε τὰ δαίδαλα τῶν τριπόδων, ἃ ἐπήγετο.
λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ.
οὐ λύκος ἐξ ἀνθρώπων, κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.
ὁ γύνανδρός τε καὶ μάλθων τύραννος.
καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον.
καὶ γυνὴ εὐπάτωρ ἄνωθεν καὶ μέγα πλουσία.
οὐδὲ τὸν πόλεμον μεθιεὶς τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι.
καὶ ἐπίστευον εἶναι θεοφιλεῖς, τῷ δαίμονι τούτῳ μελόμενοι.
ὃ δὲ ἔκλεισε τὴν ῥάβδον πυθμένι καὶ πώματι, καὶ μετὰ χεῖρας εἶχεν ἀεί, οὔτε μεθ’ ἡμέραν κατατιθέμενος, καὶ νύκτωρ ὑπὸ τὴν κεφαλὴν ὑποτιθέμενος.
οὐ μὴν οὐδὲ ἡ μήρινθος ἔσπασέ τι ἀγαθὸν αὐτοῖς· οὐ γάρ τοι μετὰ μακρὸν νέφη ἀκρίδων ἐπιρρεύσαντα τοὺς καρποὺς κατέφαγεν αὐτοῖς.
δύο κακοῖς μογῶ, ἀγρυπνίᾳ τε ἀναλισκόμενος καὶ δέει τειρόμενος.
ὅσα ἐπράττετο, καὶ μοῦσά τις ἂν ὀκνήσειεν εἰπεῖν τραγική. οὐ γὰρ βούλεται ταῦτα γίνεσθαι, καὶ τὸ λέγειν ἀπηγόρευσε.
ὃ δὲ ἔλεγε δεδιέναι, ἂν ἀδόκητόν τε καὶ νεώτερον κακὸν ἀπαντήσῃ.
οὐ μὴν συνήθροισεν ἔτι τὰ ὀστᾶ, ὁμόσε τῷ δαίμονι τῷ ταῦτα πράξαντι μὴ χωρῶν.
ὃ δὲ πατὴρ πυνθάνεται ὅσα ἡ παῖς ἔδρασε, καὶ διωκει φονῶν καὶ ἀποκτεῖναι γλιχόμενος.
ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν· καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος.
μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν.
καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα.
οὐκοῦν οἱ ἀδελφοὶ λαβόντες ἱκετηρίας ἐπυνθάνοντο ἄρα τοῦ θεοῦ ὅ τι καὶ χρὴ πράττειν αὐτούς.
οὐ μὴν εἶχε ποιεῖν οὐδέν, ἀλλ’ ἔμενε κατὰ χώραν τηρούμενος ἐπιμελῶς.
ὃ δὲ ἐξειπεῖν τὴν ὠδῖνα, ἣν ἐκύει, οὐκ ἐτόλμα, τὴν ἐλπίδα τοῦ ἴσως ἄν ποτε τυχεῖν ἐν τῷ κρύπτειν ὑποθάλπων ἄρα ἐκεῖνος.
ἥ τε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε, ὡς τὸ εἰκός.
ὃ δὲ ἐπῆγε τήν τε ἀποστέγησιν τῶν χρημάτων καὶ τὴν καταδίκην, καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας.
ἀκόλουθόν σφισι πάθην ἐπηρτημένην ὁρῶντα, ἣν ἣν λαθεῖν ἀδύνατον.
ἣ δὲ ἔθει, καὶ πᾶσαι μετ’ αὐτῆς ἀρρηφόροι καὶ παναγεῖς γυναῖκες, καὶ πολὺν χρόνον ἔκπληξις αὐτοὺς κατεῖχε καὶ σκότος.
Ἑταίρα ὄνομα, οὐκ ἐκ τοῦ πανδήμου καὶ ἀσελγοῦς ἐπιτηδεύματος.
αἰσχύνασαι τὴν λατρείαν τὴν περὶ τὴν θεόν, καὶ ἑαυτὰς ὁμιλίᾳ ἀνδρῶν παραβαλοῦσαι ἐκολάσθησαν κατὰ τὸν νόμον.
οἳ δὲ τύραννοι παρὰ τὴν αὑτῶν φύσιν ᾐδέσθησαν τὴν ἱέρειαν κακῷ τῳ περιβαλεῖν.
Καμβύσης ὁ Κύρου παρῴνησεν εἰς τοὺς Αἰγυπτίους θεούς, καὶ ἐξεμάνη, καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε, καὶ σφακελίσαντος ἐνόσησε, καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος.
ὃ δὲ ᾖδε τοὺς παιᾶνας, οὐκ εὐτραπέλῳ τῇ γλώττῃ, οὐδὲ ἐρρωμένῃ, ὥσπερ οὖν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστομος ἔτι.
καὶ ἑαυτὸν πελάτην ἐκείνου λέγει τε καὶ ᾄδει.
Ποστοῦμος, Ῥωμαῖος, ἀπὸ Καπύης, τά τε Ἑλλήνων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λ′. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν ἐσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε, καὶ ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ ἐμεωυτὸν ἐδιζησάμην.
ὃ δὲ οὐ μάτην ἔζη, ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐπὶ τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι μαστεύων ὑφ’ ἡγεμόνι θεῷ.
ὃ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος.
οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίου ὄρνιθος οὐ μέγαν νεοττόν.
διὰ τὰς ἀθλίας πάθας τῇ πενίᾳ ἐνήθλει.
ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ πολυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ.
καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσεβεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών, καὶ γεραίροντι πᾶν ὅ τι οὖν ἄγαλμα, ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον.
ταῖς θυγατράσι φάρμακον ὤρεξε, καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας.
ῥαγέντος δὲ τοῦ κάλου ἔμεινε τὸ λείψανον ἐκεῖσε τὸ τῆς Δίρκης.
ὃ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος, στέφανον ἐψηφίσατο ἡ βουλὴ δάφνης αὐτῷ.
ὥσπερ οὖν οὐχ ὑπὲρ τῶν ἐσχάτων σαλεύουσα, ἀλλ’ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει.
πολλὰ δὴ καθ’ ἑαυτὸν σαλεύσας ἀνέρριψεν ἐκ τῶν παρόντων εὐτυχῆ κύβον.
τοὺς δὲ ἄλλους ἐπ’ ὀψίας τῆς ἀκμῆς σαλεύσας, καὶ μέντοι καὶ τῷ ἀπολέσθαι ὁμοῦ εἶναι.
τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκὸς κοὐκ ἀπὸ τρόπου τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα, λιχνωδέστατον δὲ πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιστα. ἀλλ’ ἐξώλης καὶ προώλης προπηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποισάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατεδίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τιμωρίας. ὃς κακὰ πόλλ’ ἔρδεσκεν, ὃς κακὰ πόλλ’ ἀποτίσεται.
βουλῇ κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ τρόπον τινὰ τοῦ Ἀλφειοῦ ἀποθανόντος.
ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασιλεὺς ταφῇ θαυμαστῇ.
τεθνεώτων δὲ πολλῶν καὶ σαλευόντων ὑπὲρ τοῦ ζῆν ἐπὶ λεπταῖς ταῖς ἐλπίσι.
Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν, Αἰακιδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ,
Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένος ἐστί. καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχεροντίδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον, καὶ ἐς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φιλίππου κηδεστής, Ὀλυμπιάδος ἀδελφός.
γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος.
πάντων τῶν τοίχων κεκονιαμένων ἐς ὕψος ὑπερήφανον.
τῆς Δήμητρος οὐ δυνάμενον ὑπερθορεῖν τὰς θύρας, θορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον.
ὃ δὲ τὸ φρόνημα μέγα, ὡς καὶ Ἀλέξανδρον ὑπεροίσων, ἐκέκτητο.
τὸ δὲ μειράκιον οὐδὲν ὑπιδόμενον. τίς δ’ ἂν ὑπώπτευε κρέας ὑπὸ ξένων καὶ πτωχῶν ἐπὶ κοινοῦ δεδομένον;
ὑποθήγων ἐς τὰ καλὰ ἔργα αὐτούς.
ὃ δὲ ἐπιπλάστῳ μωρία διέδρα τοῦ τυράννου τὸν φονικόν τε καὶ ὑπόπτην ἐκεῖνον τρόπον.
σιγᾶν δὲ χρή, μὴ λοξοῖς ἡμᾶς ὄμμασιν ἰδὼν ὁ φθόνος τραχεῖ βάλῃ λίθῳ, κατὰ Πίνδαρον.
φθόνος, νόσημα ψυχῆς ἀνθρωπικὸν καὶ ἐσθίον ψυχήν, ἣν ἂν καταλάβῃ, ὥσπερ ἰὸς τὸν σίδηρον. καὶ ὁ ἔρως ταὐτόν ἐστιν. οἷς ἐκεῖνός ἔχθιστον καλεῖ τὸ θεῖον, περιτρέπων τὸ συμφυὲς ἀρρώστημα ἐς αὐτοὺς τοὺς ἐκφύσαντας αὐτό.
προήροσε γὰρ τὸν τόπον ὑποψαμμότερόν πως ὄντα, ἵνα ἐν τῇ συνόδῳ σφῶν κονιορτὸς πάμπολυς ἀρθῇ.
ἀνέμου ἐπιπνεύσαντος οἵου σφοδροτάτου, καὶ ἐξάραντος τὴν ἄμμον.
οἳ δὲ λεόντειον ἐβρυχῶντο φονῶντες.
ὃ δὲ φλυαρεῖ καὶ μάτην ἡμῶν λῆρον καταχεῖ τοῦ χάους ἀρχαιότερον καὶ Κρονίων ἀπόζοντα.
ὃ δὲ ὑπὸ τῷ κνέφει σὺν τοῖς χερνήταις τοῖς ἐπὶ τοὺς ἀγροὺς ἰοῦσιν ὑπεξῆλθε.
ὃ δὲ τὰς θυγατέρας ἐπειρᾶτο ποιεῖν ταλασιουργοὺς καὶ χερνήτιδας.
Λιβύων δὲ πρέσβεις, χρῆμα οἰκτρόν, κατὰ κλέος τὸ τῆς παρθένου ἧκον, καὶ ἐδέοντο λύσιν τινὰ τοῦ λοιμοῦ λαβεῖν.
οὗτοι πλουσιώτατοι ἐγένοντο οὐ μόνον τῶν νησιωτῶν ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως, καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ
Ἀρχίας Συρακόσιος καὶ Μύσκελλος Ἀχαιὸς ἧκον ἐς Δελφοὺς ἐν τῷ αὐτῷ τοῦ χρόνου, καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινησθέντα αὐτοῖς τε καὶ ταῖς πόλεσιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία
ἐπεὶ τοίνυν ταῦτα ἠκουσάτην, Ἀρχίας ὢν φιλοχρήματος πλούτου περιβολὴν αἱρεῖται· οὐδὲ ἐψεύσθη τῆς ἐλπίδος. παμπλούσιος γοῦν Συρακοσίων ἡ πόλις κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύσκελλος δὲ αἱρεῖται αὐτός τε ὑγιαίνειν καὶ ἡ πόλις. καὶ ἀπώνητο ὧν ᾔτησε. δεῖγμα γοῦν τῆς ἐν Κρότωνι ὑγιείας ῥωμαλέοι τέ εἰσιν οἱ οἰκήτορες καὶ ἀθλητῶν ἡ πόλις πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτος ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐστόν· αἵρεσις δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουσα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι ὃ μὲν συνετώτερος ὤν, ὃ δὲ οὐ πάντη ἐλευθέριος. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον, ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει.
χώρας καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες
ἤλθετ’ ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε
ἀλλ’ ἄγε δὴ φράζεσθ’ ἀγαθῶν πότερόν κεν ἕλοισθε,
πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν.
ὄναρ ἐφίσταται θεία τις ὄψις, καὶ λέγει δεῖν συσκευάζεσθαι· καλεῖν γὰρ τὸ χρεὼν αὐτόν.
λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ.
ὃ δὲ ἦν πλούτῳ καὶ γένει διαφανής. οὐκοῦν οἱ πολῖται ὤδινον κατ’ αὐτοῦ φθόνον γενναῖον.
ὃ δὲ ὑπὸ ἀρρωστίας λεπτόν τε καὶ τρομερὸν ἐφθέγξατο.
ὃ δὲ τοῦ τολμήματος ἡγεμὼν διόβλητος γενόμενος εἶτα κατεπρήσθη.
ἄγαλμα ἦν τιμώμενον ὑπ’ αὐτοῦ ἐκ πολλοῦ.
ὁ δὲ Κελτὸς προθυμίαν εἶχεν, ἐμφὺς τῷ πολεμίῳ καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν.