Text encoded in accordance with the latest EpiDoc standards
Ἐπειδὴ γὰρ τοῦτο ὡμολογημένον ἐστὶ παρὰ πᾶσιν,
ὅτι οὐδὲν μάτην ἐργάζεται ἡ φύσις οὐδὲ ματαιοπονεῖ,
ἐὰν μὴ δώσωμεν πρὸς ἴσας γωνίας γίνεσθαι τὴν ἀνάκλασιν,
πρὸς ἀνίσους ματαιοπονεῖ ἡ φύσις, καὶ ἀντὶ
τοῦ διὰ βραχείας περιόδου φθάσαι τὸ ὁρώμενον τὴν
ὄψιν, διὰ μακρᾶς περιόδου τοῦτο φανήσεται καταλαμβάνουσα.
εὑρεθήσονται γὰρ αἱ τὰς ἀνίσους γωνίας
περιέχουσαι εὐθεῖαι, αἵτινες ἀπὸ τῆς ὄψεως περιέχουσαι
Ὑποκείσω γὰρ τὸ κάτοπτρον εὐθεῖά τις ἡ ΑΒ,
καὶ ἔστω τὸ μὲν ὁρῶν Γ, τὸ δʼ ὁρώμενον τὸ ∠, τὸ
δὲ Ε σημεῖον τοῦ κατόπτρου, ἐν ᾧ προσπίπτουσα ἡ
ὄψις ἀνακλᾶται πρὸς τὸ ὁρώμενον, ἔστω, καὶ ἐπεζεύχθω
∠ΖΕ γωνίας. λέγω ὅτι αἱ ΓΖ, Ζ∠ εὐθεῖαι, αἵτινες τὰς
ἀνίσους γωνίας περιέχουσιν ὑποκειμένης τῆς ΑΒ εὐθείας,
μείζονές εἰσι τῶν ΓΕ, Ε∠ εὐθειῶν, αἵτινες τὰς
ἴσας γωνίας περιέχουσι μετὰ τῆς ΑΒ. ἤχθω γὰρ κάθετος
ἀπὸ τοῦ ∠ ἐπὶ τὴν ΑΒ κατὰ τὸ Η σημεῖον
τῇ ὑπὸ ΘΗΕ γωνίᾳ ἴση ἐστί, κοινὴ δὲ πλευρὰ τῶν
δύο τριγώνων ἡ ΗΕ, καὶ βάσις ἡ ΘΕ βάσει τῇ Ε∠
ἴση ἐστί, καὶ τὸ ΗΘΕ τρίγωνον τῷ ∠ΗΕ τριγώνῳ
ἴσον ἐστί, καὶ
ἄρα ἡ ΘΕ τῇ Ε∠. πάλιν ἐπειδὴ τῇ ΗΘ ἴση ἐστὶν
ἡ Η∠ καὶ γωνία ἡ ὑπὸ ∠ΗΖ γωνίᾳ τῇ ὑπὸ ΘΗΖ
ἴση ἐστί, κοινὴ δὲ ἡ ΗΖ τῶν δύο τριγώνων τῶν ∠ΗΖ
καὶ ΘΗΖ, καὶ βάσις ἄρα ἡ ΘΖ βάσει τῇ Ζ∠ ἴση
ἐστί, καὶ τὸ ΖΗ∠ τρίγωνον τῷ ΘΗΖ τριγώνῳ ἴσον
ἐστίν. ἴση ἄρα ἐστὶν ἡ ΘΖ τῇ Ζ∠. καὶ ἐπεὶ ἴση
αἱ δύο πλευραὶ αἱ ΘΖ, ΖΓ μιᾶς τῆς ΓΘ μείζονές
εἰσιν. ἀλλʼ ἡ ΓΘ ἴση ἐστὶ ταῖς ΓΕ, Ε∠. αἱ ΘΖ.
ΖΓ ἄρα μείζονές εἰσι τῶν ΓΕ, Ε∠. ἀλλʼ ἡ ΘΖ τῇ
Ζ∠ ἐστὶν ἴση. αἱ ΖΓ, Ζ∠ ἄρα τῶν ΓΕ, Ε∠
μείζονές εἰσι. καί εἰσιν αἱ ΓΖ, ∠ αἱ τὰς ἀνίσους
γωνίας περιέχουσαι· αἱ ἄρα τὰς ἀνίσους γωνίας περιέχουσαι
μείζονές εἰσι τῶν τὰς ἴσας γωνίας περιεχουσῶν.