Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter and section.
This pointer pattern extracts chapter.
Τὸ |
Ὀξύτεραι δὲ καὶ αἱ ἄλλαι κατὰ κύστιν νόσοι· καὶ γὰρ ἐπικαιρότερον τὸ χωρίον, καὶ εὐθὺς ἀπὸ παίδων νοσεῖν εἰθισμένον, ἐν ᾧ δὴ μάλιστα αἱ ὀξεῖαι νόσοι γίγνονται· τὸ δὲ κατὰ νεφροὺς γέρουσι μᾶλλον ἢ νέοις συμβαίνει· διὰ τόδε καὶ μαλακώτερον ἐκείνων ἐστίν.
Πάντα δὲ, καὶ τὰ τῶν νεφρῶν, καὶ τὰ τῆς |
Καὶ δὴ ἔνθεν σημεῖα νεφρῶν φλεγμονῆς· ὀδύνη ἔχει ὑπὸ τοὺς κενεῶνας,
κεῖνται γὰρ πρὸς τοῖς κενεῶσιν οἱ νεφροί. Παντὶ δὲ τῷ οὕτως ἀλγοῦντι εὐφορώτερον κειμένῳ ἀτρεμίζειν.
Περὶ μὲν τὰς κλίσεις τοιαῦτα πάσχουσιν· τὰ δὲ ἄλλα διήκουσιν οἱ πόνοι, ἄνω μὲν, μέχρι |
Ψύχεται δὲ αὐτοῖς τὰ ἄκρα, μᾶλλον δὲ κνῆμαι καὶ πόδες, καὶ οὐροῦσι συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρχὰς
Ὅταν δέ γε εἰς τόδε ἀφίκωνται, λεπτύνονται μὲν ἰσχία καὶ γλουτοὶ, ἀκρατέστερα δὲ τὰ σκέλη γίγνεται· τοῖς δὲ καὶ ἐξεπύησαν οἱ νεφροί· καὶ τά γε πολλὰ τούτων οὕτω τελευτᾷ· ἀλλὰ περὶ μὲν τῶν ἐμπυημάτων αὐτίκα εἰρήσεται.—
|
Διαιτᾷν δὲ κατὰ ἀρχὰς μὲν λεπτοῖς ῥοφήμασι, καὶ ποτῷ, ὕδατι· μελίκρατον δὲ μὴ προσφέρειν, ἐὰν μή σοι δοκῇ ἐπὶ οὔρησιν ἤδη προτρέπειν, ὃ ἐγὼ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ,
—Εἰ δὲ καὶ ἡ γαστὴρ κενωθῆναι δέοιτο, ἄλλην μὲν κένωσιν μηδεμίαν μηχανᾶσθαι, ὁποῖαι αἳ ἀπὸ φαρμάκων ἐξεύρηνται· κλυσμάτιον δὲ Θερ|μὸν
Ὑπελθούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἔριον περιτιθεὶς ἐν κύκλῳ ἀναπαύειν ἐπιτέγγων ἐλαίῳ Θερμῷ· οὐκ ἄπο τρόπου δὲ συνηψῆσθαι τῷ ἐλαίῳ τοῦ τε πηγάνου, καὶ τῆς ἀλθαίας, καὶ τοῦ ἀνήθου, καὶ τῆς ἀρτεμισίας.
—Ὀξύτερον δὲ πονούντων φλέβα κατὰ ἀγκῶνα τέμνειν· εἰ δὲ καὶ ὣς τὶ ὑπολείποιτο τῆς φλεγμονῆς, καταπλάσσειν,
Ἀγαθὸν δὲ καὶ τὸ τοῦ Χρυσίππου κατάπλασμα· ἔστι δὲ τόδε· χαλβάνης, καὶ ῥητίνης τερεβινθίνης, καὶ πολίου, καὶ ὀροβίνου ἀλεύρου ὁλκαὶ ἑκάστου πεντήκοντα, ἴριδος ξηρᾶς ὁλκαὶ τριάκοντα, κηρωτῆς εὐώδους κοτύλη μία, ἀλεύρου πυρίνου χοίνικος ἀπτικῆς τέταρτον·
Εἰ δὲ μὴ καταπλασσομένῳ πραΰνοιτο ἡ ὀδύνη, σικύας προσβάλλειν τῇ τε ἄλλῃ ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, ἀποσχάζειν τε καὶ ἀφέλκειν τοῦ αἵματος· ἔπειτα σπόγγοις πυριᾷν, καὶ εἰς Θερμὸν ἐγκαθίζειν, συνηψημένων γε τῷ ὕδατι τῆς τε μήκωνος, καὶ τῆς ἀνθεμίδος, καὶ τοῦ καλάμου, καὶ τῆς σχοίνου.
Πρότερον δὲ καὶ κύστιν πληροῦντα ἐλαίου καὶ ὕδατος παρακλίνειν, καὶ τἄλλα λιπαρῶς πυριᾷν.
Ἐπὶ δὲ τούτοις κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, τὰς μὲν κηρωτὰς διὰ κυπρίνου ἐλαίου, [ἢ] ῥοδίνου καὶ ἰρίνου μύρου, τὰ δὲ μαλάγματα, οἷα τὰ εὐωδέστατα.—
|
Ὅταν δὲ καιρὸς φανῇ, τότε καὶ τοῖς οὐρητικοῖς καθαίρειν. —
|
Ἐσθίειν δὲ τῶν τε Θαλασσίων ἐχίνων, καὶ λαχάνων τοῦ μαράθρου, καὶ τοῦ σελίνου, καὶ τοῦ δαύκου,
Καὶ οὖρα δεῖ προσδέχεσθαι τοῖς τοιούτοις πολλά τε καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα· καὶ μάλιστα τοῦτο κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώδεις καὶ καθαραὶ καὶ διαφανεῖς οὐρήσεις δυσκριτώτεραι.
Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κενεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρόσθεν,
Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν |
|
Ἄλλοις δὲ ἐπὶ τὰ ἔξω ῥήγνυται παρεξιὸν τὸν κενεῶνα, ὃν πληροῦσθαι ἀνάγκη πύου τε καὶ οὔρου, καὶ αὐτοῦ μένειν, χρόνῳ δὲ βιασάμενα εἰς τὴν ἕδραν ἥκειν, καὶ ταύτῃ ἰέναι ἔξω.
Τοῖς δέ τισιν οὐδὲ ῥήγνυσθαι ἐθέλει ἐκ τῶν νεφρῶν, ἀλλὰ αὐτοῦ μένει χρόνον πολὺν, ἔστε ἂν ἢ διακαύσῃς, ἢ ἄλλον τρόπον ἀποστομώσῃς.
Ῥαγέντα
Εἰ μὲν τὰ ἕλκη πονηρεύοιτο, οἷα καὶ ἐπὶ τοῖς ἄλλοις ἕλκεσι σηπομένοις, πολλά τε καὶ δύσοσμα, καὶ |
Ἢν δέ σοι δοκῇ ὁ νεφρὸς εἰς πύον τρέπεσθαι, δόξῃ δὲ τοῖς εἰρημένοις σημείοις, συμπεπαίνειν τε ὡς τάχιστα, καὶ ῥῆξίν τινα οὕτω μηχανᾶσθαι· τὰ γὰρ πολλὰ ἐπὶ κύστιν τρέπεται.
Πυριᾷν τε οὖν συνεχῶς τοῖς σπόγγοις, καὶ καταπλάσσειν ἀλεύρῳ κριθίνῳ μετὰ σύκων ἀφεψήματος· τὰ δὲ σῦκα ἐν μελικράτῳ ἢ οἴνῳ ἕψειν· ἀγαθὸν δὲ καὶ αὐτῶν τῶν σύκων μίσγειν λεαίνοντα, καὶ ἀψινθίου δὲ κόμην κόψαντα ἐμβάλλειν, καὶ χαμελαίας,
Δεῖ δὲ καὶ τὴν οὔρησιν ἐρεθίζειν, ὥστε καὶ ἐπιπίνειν τῶν οὐρη|τι|κῶν
Ἀγαθὸν δὲ καὶ τόδε· ὀριγάνου καὶ δαύκου ὅσον χοίνικα, καὶ ψευδοδικτάμνου ὅσον χοίνικα ἐμβάλλων εἰς οἶνον εὐώδη λευκὸν, ἀποτίθεσθαι· ὅταν δὲ χρῄζῃς, λαβὼν κυάθους τέσσαρας, καὶ κεράσας πρὸς ὕδατος δύο, καὶ ἔτι πηγάνου φύλλων ὡς λειοτάτων μίξας δραχμὴν μίαν, διδόναι πίνειν· τοῦτο ἄξει πύον καὶ οὖρα πολλά.
Εἰ δέ σοι τάδε ποιοῦντι μηδὲν μᾶλλον ῥηγνύοιτο τὸ ἐμπύημα, καὶ ὑποκλύζειν κλυσ|μοῖς
Οἱ δὲ κλυσμοί εἰσιν· ἑλλεβόρου τε ἀπόβρεγμα τοῦ μέλανος,
Χρὴ μέντοι ἔτι καὶ τοῖς σπόγγοις πυριᾷν καὶ τοῖς καταπλάσμασιν, ἕως πᾶσά τε λωφήσῃ ἡ ὀδύνη, καὶ τὸ πύον εὔρουν γένηται. —
Διδόναι δὲ καὶ τῶν οὐρητικῶν καθαρτηρίων λογιζόμενον πρὸς τὸ ἕλκος· εἰ μὲν εὔηθες εἴη, σημαίνουσί τε οἱ πυρετοὶ καὶ οἱ πόνοι ἐπικουφίζοντες, καὶ τὰ ἐν τοῖς οὔροις λεῖα καὶ λευκὰ |
Πρὸς δὲ τὰ πονηρότερα ἰσχυροτέρων δεῖ καὶ ἔνδοθεν, καὶ ἔξωθεν· ἔνδοθεν μὲν οὖν, ὅσα τε πρὸς τὰς ῥήξεις ἤδη εἴρηται συμφέρειν, καὶ κύ|μινον
Ἀγαθὸν δὲ καὶ ἐνιέναι τῶν δυσεντερικῶν τι φαρμάκων, εἰ ἐπὶ
Εἰ δὲ ἐπὶ πόνου καὶ φλεγμασίας τὸ πύον ἔξω διαδιδόναι μὴ δύναιτο, ὑποκλύζειν χυλοῖς πτισάνης λεπτοῖς, καὶ γάλακτι, καὶ τἄλλα χλιάσμασι πυριᾷν, καὶ εἰς ὕδωρ καθίζειν Θερμόν· οὕτω γὰρ μάλιστα ἂν ὑπέλθοι· εἰ δὲ ὑπὸ πάχους ἐνίσχοιτο, μαράθρου τὲ ἀ|φέψημα
Μετὰ δὲ, γάλα πίνειν σὺν μέλιτι, τὰ μὲν πρῶτα ὄνειον ἢ ἵππειον· πρὸς γὰρ τὴν κάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέωνται, ἀλλὰ τὸ μὲν πύον ὑπίῃ ὀλίγον, αἱ δὲ ἀπὸ τῶν οὔρων δήξεις ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ ἄνθρωπος πιαίνεσθαι, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν, καὶ μᾶλλον [τὸ] τῆς οἰός· παχύτερον γὰρ καὶ ἧσσον διαχωρητικόν· |
Καὶ σιτίον εὐθὺς μηδὲν ἄλλο λαμβάνειν, ἔστε ἂν τόδε καταπεφθῇ· τὸ δὲ ὑποχωρῆσαν τοῦ γάλακτος, τοῦτο καὶ τῶν ἄλλων ἑλκῶν τῶν εἴσω κάλλιστον |
Χρὴ οὖν κατακείμενον μαλακῶς ἀνατρίβειν τε ἐπὶ ἑκάστῃ ἡμέρᾳ, καὶ τρέφειν, κατὰ ἀρχὰς μὲν γάλακτι, ὡς εἴρηται, καὶ ῥοφήμασι πτισάνης, καὶ ἀμυλίοις, καὶ τῷ πλυτῷ ἀλεύρῳ ἐν γάλακτι ἑφθῷ, καὶ ἰτρίοις καταθρύπτων εἰς ζωμὸν ὄρνιθος λιπαρὸν, καὶ ἔτνει τῷ τε ἀπὸ τῶν ὤχρων, καὶ [τῷ] ἀπὸ τῶν δολίχων, καὶ τῷ ἀπὸ τῶν ὀρόβων, προαπογλυκαίνειν τούς τε ὀρόβους, καὶ αὐτοὺς κατὰ αὑτοὺς ἕψων, ἢ καὶ συμμίσγων τινὶ τῶν εἰρημένων ὀσπρίων.
|
Ταῦτα δὲ καὶ τὴν γαστέρα ἡσυχῆ ὑπάγει, καὶ τὰς τῶν οὔρων δήξεις ἀμβλύνει.
Προϊόντος δὲ τοῦ χρόνου, καὶ πεπαυμένων εἰς τέλος τῶν πυρετῶν, ἀνατρεφομένου τε τοῦ ὄγκου, καὶ τοῖς κρέασι δεῖ σιτίζειν. —
Κρέα δὲ ἐπαινῶ ἐς τήνδε τὴν νόσον, ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, καὶ ἁπαλοὺς ὄρνιθας, καὶ ἰχθύων τὰ πετραῖα ἑφθὰ, καὶ ῥίνας, καὶ λειοβάτους, καὶ νάρκας, καὶ τὸ τοιοῦτον γένος τῶν σε λάχων. —
|
Ἡ δὲ ἄλλη δίαιτα, πρὸς τὰς κινήσεις [μήτε] ἐπιπολὺ, μήτε ταχέως ἄγειν· οὐδὲ γὰρ ἑτέρῳ ἕλκει οὐδενὶ κίνησις συμφέρει, πολύ γε μὴν μᾶλλον τοῖς κατὰ νεφρῶν ἕλκεσιν.
Ἀλλὰ ἀτρεμοῦντα ἀνακομίζειν ἐν εὐπαθείᾳ πάσῃ, τρίψεσί τε ὡς λιπαρωτάταις, καὶ λουτροῖς, καὶ σκέπῃ. —
|
Ὡς μὴ σφόδρα ταλαιπωροῖντο τοῖς ἐμέτοις, μήτε ἄγαν ἐμπλήσας κέλευε ἐξεμεῖν, καὶ τῶν ἐμετηρίων σιτίων προσάρας· ταῦτα δέ ἐστι τὰ πίονα καὶ γλυκέα, καὶ οἱ σπερματίαι σίκυοι· εἰ δὲ μὴ παρεῖεν, τὸ σπέρμα αὐτῶν τετριμμένον μετὰ μέλιτος, καὶ ἄλευρον ἑφθὸν, καὶ πόμα ἐπὶ τούτοις γλυκὺ καὶ
Οὐ μόνον δὲ πρὸς τὰς |
Ὅταν δὲ εἰς τόδε ἔλθῃ, ὥστε ῥαΐζειν δύνασθαι καὶ ἀνέχεσθαι κινούμενος, τὰ μὲν πρῶτα ἡσυχῆ τε καὶ ὀλίγα καὶ ἐν ἰσοπέδῳ περιπατεῖν· στάσεις δὲ καὶ δρόμους καὶ πηδήσεις καὶ ἐξαπιναίους ἐπικύψεις φυλάσσεσθαι· ἔπειτα δὲ κατὰ ὅσον ἐπιδίδωσι ῥώμῃ τε καὶ εὐεξίᾳ, κατὰ τοσοῦτο τοῖς τε περιπάτοις, καὶ τοῖς ἄλλοις πόνοις προστιθέναι.
Τὰ εἴδη τῶν ἄλλων πόνων ἐστὶν, ἀναπάλαι τε χειρῶν, καὶ τρίψεις κατὰ πολλὴν ἡσυχίαν· δίαιτα μὲν ἥδε τῶν νεφριτικῶν. —
Εἰ δὲ πρὸς τὰ ἔξω τράποιτο τὸ ἐμπύημα, οἰδεῖ τε μᾶλλον ἐνταῦθα, καὶ τῇ χειρὶ κατα φανέστερον, [καὶ |
Τούτ]|ους
Εὐρυώδης δὲ ὁ σικελὸς, καὶ Ἱππο[κράτης ἠπί]σταντο καὶ τέμνειν τοὺς νεφριτικοὺς, ὥστε παρεκελεύον[το τὸν λιθ]ιῶντα νεφρὸν καὶ ἔμπυον ταύτῃ, τέμνοντα ἰᾶσθαι, ᾧ ἀπιστεῖν |
Καὶ ἴσως ἐν τοῖς ἐσχάτοις ἀῤῥωστήμασι καὶ τοιοῦτόν τι τολμητέον· ὅπου γε μὴν καὶ ἄλλων ἰαμάτων ἔστιν εὐπορεῖν, οὐ χρὴ ἑκόντας ἐνταῦθα τὰ ἔσχατα ἐξευρίσκειν.
Λίθοι ἐν τοῖς νεφροῖς γίνονται πωριδίοις μάλιστα ὅμοιοι· γίγνονται δὲ ἔπει|τα
Τοὐπίπαν γε μὴν μέλαιναι αἱ οὐρήσεις λύουσι τὴν νόσον· λύουσι δὲ καὶ ἄλλαι, αἳ καθάρσεις τέ εἰσι μᾶλλον ἢ δηλώσεις, πλὴν τῶν ὀξειῶν καὶ πυρετωδῶν νόσων· ἐν ἐκείναις δὲ ἀγρυπνίας, καὶ φλεγμονὰς σπλάγχνων, καὶ σπασμοὺς, καὶ παραφροσύνας, καὶ
Ὥσπερ γὰρ τὰ ἄλλα μέγα διαφέρει, καὶ εἰς τὸ κακὸν, καὶ εἰς τὸ ἀγαθὸν, ὥρα τε καὶ ἡλικία, καὶ φύσις σώματος, καὶ δίαιτα, οὕτω δὴ χρὴ καὶ περὶ τῶν οὔρων προσδοκᾷν· τὰ γὰρ μέλανα, τῷ μὲν πρεσβύτῃ, καὶ φθινοπώρου, καὶ χειμῶνος, καὶ [ὅς τις] γέγονε μελάνων χυμῶν, ἧσσον δεινά |
|
Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων· ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ
Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς |
Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μικρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ
Ὅσοις μὲν οὖν μείζους ἔνεισι |
Οὐροῦνταί γε μὴν οὗτοι μᾶλλον ἢ οἱ ἐν τῇ κύστει· καὶ γάρ τι καὶ ἥττους γίνονται καὶ μαλθακώτεροι· ἅτε οὖν πολυχρόνιοι ὄντες, ἀλγεινότατοι μέν εἰσι τοῖς νεφροῖς, καὶ διὰ τῶν οὐρητήρων ἰόντες, καὶ αὖθις ὅταν εἰς τὸ αἰδοῖον ἐρείσωσιν.
Πολλοὶ δὲ καὶ αἷμα ἀπούρησαν ὑπὸ βίας τοῦ λίθου, καὶ ἐνάρκησαν μηρούς τε καὶ ἰσχία, καὶ τἄλλα πάθη, ὅσα ἐπὶ τοῖς ἕλκεσιν εἴρηται.
Οἱ δὲ οὐδέ τινα ὀδύνην ἔσχον, |
Θεραπεύειν οὖν χρὴ τοὺς τάδε πά[σχοντας, καὶ] τὰς οὐρήσεις τῶν λίθων, καὶ τὰς ὀδύνας, τοῖς τε διὰ τοῦ πη[γάνου ἀποβρ]έγμασι, καὶ καταπλάσσοντας ἀλεύρῳ θερμίνῳ ἐ[νηψημένῳ] γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ πευκεδάνου τὰς ῥίζας [ὡς λειοτ]άτας καὶ μανδραγόρου φλοιὸν, καὶ μήκωνα, καὶ ὑοσκυάμου σπέρμα, καὶ ἀνθεμίδας τὰς εὐώδεις.
|
Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ |
Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον,
|
Εἰ δὲ μὴ οὕτως ἐξελκύσαι οἷόν τε ἦν, τέμνειν διελογιζόμεθα τομὴν παραμήκη ἄνωθεν· τὸν γὰρ |
— Ἐνθυμεῖσθαι δὲ [ἐπὶ τοῖς νεφροὺς λιθιῶ]σι καὶ τοῦτο· εἰ
Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραννύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν· αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι.
Τὸ δὲ μετὰ τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —
Μέγιστον δὲ τῆς Θεραπείας, μετριότης σίτου καὶ πέψις· αἱ δὲ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ ἐπάγονται· πολλοὶ γοῦν ἐπὶ ταύταις οὔρησαν Θολεράς τε ὑποστάσεις καὶ ψαμμώδεις· διὸ δὴ παρακελεύομαι καὶ ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ |
Παρακελεύομαι δὲ καὶ τοῖς οὐρητικοῖς καθαίρεσθαι, τὸ μὲν ἐπὶ ἡμέρᾳ ἐσθίοντα δαῦκόν τε ἑφθὸν, καὶ μάραθρον, καὶ ἱπποσέλινον, καὶ σόγχον καὶ σκόλυμον, καὶ γλήχωνα, καὶ καλαμίνθην, καὶ τῶν Θαλασσίων ἐχίνους τε καὶ στρόμβους, καὶ καρκίνους τε καὶ ἀστακοὺς, καὶ τὰ ὀστρακόδερμα· πάντα |
Χρὴ δὲ καὶ τὸ ὕδωρ, τό τε εἰς τὴν ἄλλην δίαιταν, καὶ ἐν ᾦ τὰ φάρμακα |
Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄνθρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λιπαρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ κισσήρει.
Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποι|εῖν
Εἰ δὲ μὴ ἐπὶ τούτοις παύσαιτο ἡ νόσος, συγγηράσκει.
Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίγνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ αὐτοῖς, ὥσπερ ἐκ τῶν κενεώνων κρέμασθαί [τι], καὶ ναρκώδεις μέν εἰσι τὰ ἰσχία, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν· οἱ δέ τινες καὶ σαφῶς ὑδατοῦνται ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλλων σπλάγχνων σκληρυνομένων.
Τούτους ἁπαλύνειν κηρωταῖς, καὶ μαλάγμασι, καὶ τρίψεσι, καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν.
Ἐλπίδες δὲ ἐντεῦθεν, καὶ τὰς κινήσεις τῶν σκελῶν ἐπανελθεῖν, καὶ μὴ ὑδατωθῆναι.
Ἔσθι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται τὰ οὗρα ἠθεῖν, ἀλλὰ εὐρύτεροι ὄντες, χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς φλεβὸς, καὶ ἄλλας παχύτητας· ὥστε εἰ κατασταθείη ὑποστάσεις τε καὶ ἐπιπάγους ἄνωθεν ἴσχειν Θαλασσίῳ πνεύμονι μάλιστα ἐμφερεῖς· οὕτω δὲ καὶ εἴκαξε Κλεόφαντος ὁ Κλεομβρότου.
Πεφθέντος δὲ τοῦ σιτίου τε καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος, καθαρὰ καὶ ἀνυπόστατα καὶ λελυμένα καὶ ὑδατώδη· αἴτιον δέ· οὐ γάρ πω [οὔτε] δέδευται |
Τὸ μὲν εἶδος |
--—Τούτοις κατὰ ἀρχὰς ἀτρεμεῖν τε συμφέρει καὶ σιτί[α στύφοντα, καὶ οἶ]νοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λα[γνείας· πίνειν δὲ] τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, μάλι[στα πολυγόνου] χυλὸν, καὶ τραγάκανθον ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς [ῥίζηε] τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύϊ ἔξωθεν τὰ πρὸς τοὺς [ῥοῦς] καὶ τὰς πτύσεις τοῦ αἵματος, καὶ ὅσα ξηρότητι συντείνειν
Οἷς δὲ κατὰ περιόδους αἵματος οὔρησις γίγνεται, πρὶν μὲν κενωθῆναι τοῦ αἵματος, βαρεῖς κατὰ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν· κενωθέντες δὲ ἐπικουφίζονται, ὥσπερ ἐπὶ αἱμοῤῥοΐδι. Χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι, ὀλίγον τῆς περιόδου ἔμπροσθεν.
Τὸ μὲν κεφάλαιον τῆς Θεραπείας τόδε· διαιτᾷν δὲ, ὥσθε μὴ πληθώραν ὑπογίγνεσθαι, καὶ τὰ ἄνω γυμνάζειν.
Κοινὴ δὲ ἄλλη νόσος ἥπατος καὶ φλεβὸς τῆς |
Κοιλίαι δὲ τούτοις ξηραίνονται, καὶ ἀνίδρωτές εἰσι, καὶ ἀπόλλυνται ἐν χρόνῳ λεπτυνθέντες.
Καὶ |
Καὶ [συμβαίνει ἐνθένδε] ὥσπερ καὶ ἐκ τῆς λειεν τερίας τελευτῆσαι [τὸν ἄῤῥωστον] ἀποληφθέντων ἀθρόως τῶν οὔρων, εἰ μή τις ἐμέ[τῳ ἀντι]σπᾷν ἐθέλοι· τοῦτο γὰρ τὸ μέγιστον ἴαμα τῇ νό[σῳ ταύτῃ πι]όντα αὐτίκα ἐξεμεῖν.
Πίνειν δὲ ὡς ψυχρότατον καὶ τἄλλα τῇ διαίτῃ ψυχροτέρᾳ χρῆσθαι, τῶν τε ψυχόντων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας· εἰ γὰρ καλῶς δύναιτο ἐξιδροῦν, ἐπιξηραίνοιντο ἂν αἱ οὐρήσεις.
Ἄριστον δὲ εἰ ἐν πίθῳ πυριῷτο, ὑπερέχων ἄνω τὴν κεφαλὴν, ὡς τὸ μὲν ἄλλο σῶμα Θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα· καὶ τὰ ἄλλα, ὥσπερ καῦσον Θεραπεύειν, ἵνα σοι ταχὺ ἄδιψος γένηται. —
|
Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς, καὶ ἑλένιον ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων.
Κατὰ ἀρχὰς δὲ ἐν ἀγκῶνι φλέβα τέμνειν. —
Τὰ μὲν οὖν νεφριτικὰ οὕτως ἄν τις κάλλιστα ἰῷτο.
Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ Θανατωδέστατόν ἐστι φλεγμονὴ κύστεως· |
Φλέβα τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, [ἀλλὰ ἀρχο]μένης τῆς νόσου, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς [Θέρμαινε]. —
Ἑψέσθω δὲ ἐν τῷ ἐλαίῳ πήγ[ανον, καὶ] ἄνηθον, καὶ ἡ ἀλθαίας ῥίζα, καὶ |
Ἄμεινον δὲ, εἰ καὶ μήκωνα συνέψοις τῷ ἐλαίῳ, καὶ εἰ χηνὸς στέαρ διατήκων, ἢ ὄρνιθος, ἐγχέοις.
Ἐγὼ δὲ καὶ ὀποῦ μήκωνος τρίτον ἡμιοβολίου μετὰ σμύρνης καὶ κρόκου ὀλίγου χρίσας εἰς ἔριον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξὶ, καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύσαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος· ὥστε μοι ἤδη τὸ φάρμακον καὶ εἰς ἄλλας ὀδύνας ἀρκεῖν. —
Πυριᾷν δὲ καὶ κύστεσι θερμοῦ ὕδατος, καὶ ἀλεύρῳ θερμῷ ἐν μαρσύποις καὶ ῥάκεσιν ἠλαιωμένοις, καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, παρακαλοῦντα οὐρεῖν ἐν τῷ ὕδατι· ἔστω δὲ καὶ |
Πάνυ μὴν ἐμπείρου
Καὶ ἔστι Φιλομήλου τὸ νόημα πρώτου, ὡς ἐγὼ οἶδα, καὶ οὔρησεν ὁ ἄνθρωπος αὐτῷ ποιήσαντι οὕτως.
Χρὴ |
Μετὰ δὲ σικυωνίῳ ἐλαίῳ χρίειν, |
[Τὴν δὲ τοῦ αὐλίσ]κου κάθεσιν ἀνδρὶ μὲν ἀποδοκιμάζω· διὰ γὰρ τὸ [ἐργωδῶς ἐγκα]θίεσθαι τὰς ὀδύνας προσπαροξύνει· γυναι[κὶ δὲ δοκῶ οὐκ ἄ]πο τρόπου
—Τὰς μὲν] φλεγμονὰς θεραπεύειν οὕτως.
Εστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥή[γνυται] δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι |
Πάντως δὲ τὰ τοιαῦτα ἀσώδη, καὶ ἐφιδροῦντα, καὶ ἄκρα ψύχεται, καὶ οὖρα ἐπιλαμβάνεται.
Διὰ ταχέων οὖν, ὥσπερ ἐν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, καὶ ἐπιδῆσαι βραχίονας, περιστρέψας ἔριον, ἢ ὑποδεσμίσι, καὶ σπόγγους προστιθέναι, βρέχων ὄξει καὶ ὕδατι,
Τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ ἀφαιρεῖν, πρὶν εἶναι χλι|αρόν.
Διδόναι δὲ καὶ πίνειν τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, οἷον τῆς τε ποντικῆς ῥίζης κεκομμένης, καὶ λωτοῦ τορνεύματα, καὶ γλυκυσίδης τὸν ἐρυθρὸν κόκκον, καὶ ῥάμνου φύλλων, καὶ προμάλου ἀπόβρεγμα, καὶ μηδείου ῥίζαν, καὶ κλυμένου, καὶ ἵππουριν, καὶ κενταυρίου τοῦ μεγάλου τὴν ῥίζαν, καὶ λιβανωτοῦ φλοιόν.
Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.
Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι
Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λιθιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, [ὡς τὰ ἕλκη] τὰ ἔναιμα.
Γὰς δὲ ἐκ τοῦ καυλοῦ αἱμοῤῥαγίας καὶ |
Εἰ [δέ τι τῶν ἰσχα]ίμων ἄλλο μὲν διὰ τοῦ αὐλίσκου ἐγχέοις, ἄλλο δὲ κλυστῆρι εἰς τὸ ἔντερον μέγα, καὶ τοῦτο ὀνίνησι τὰς αἱμοῤῥαγίας.
Χρὴ δὲ τὸν αὐλίσκον τὰ μὲν ἄλλα εἶναι ὁποῖός ἐστιν, ἐξ ἄκρου δὲ ἔχειν ἐξηρτημένον ἄσκωμα.
Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον
Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον, τὰ δὲ ἔνθεν ἢ ἔνθεν.
Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν γίνεται.
Ὃσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγ|νυται,
Δεινὰ μὲν οὖν καὶ ταῦτα |
Διά τε οὖν τοῦτο, καὶ ὅτι νευρώδης ἐστιν, οὐκ εἰς ἅπαξ γε
Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέζουσι πλέον.
Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλλων κακῶν.
Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ
Παρηγορεῖσθαι δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντα κηρωτὰς διά τε οἰσύπου πλυτοῦ, καὶ βουτύρου, καὶ στύρακος, καὶ χηνείου στέατος, τοῦτο δὲ καὶ εἰς τὸν οὐρητῆρα ἐγχέοντα καὶ ὕδωρ, καὶ γάλα, καὶ ῥόδινον |
Κλύζειν δὲ οὐ [χρὴ ὕπτιον· οὐ γὰρ παρ]ιᾶσιν αἱ κύστεις ἔσω τὸ κλύσμα, ἅτε σ[κληραὶ καὶ βαρεῖαι οὖ]σαι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ, ἀλλὰ ἐν γό[νασι
Πυκνὰ δὲ καὶ εἰς [θερμὸν ὕδωρ ἐγκαθίζειν]· καὶ γὰρ τοῦτο πραΰνει τὰς ὀδύνας· καὶ τοῖς χρίσμασιν, ὡς [ἐκεῖ εἴρηται], χρίειν, καὶ τἄλλα ὡσαύτως ποιεῖν.
Τοὺς δὲ λίθους τοὺς ἐν κύστει γενομένους κατὰ ἀρχὰς μὲν πειρᾶσθαι ὑπεξάγειν φαρμάκοις· τὰ δὲ φάρμακά ἐστι πρασίου τε σπέρμα, καὶ ἱππομαράθρου ῥίζα, καὶ ἀρτεμισία, καὶ ἀνθεμὶς ἡ εὐώδης, καὶ ἀμάρακος, καὶ ἄγρωστις, καὶ ὅσα πρότερον πρὸς τοὺς
Μὴ |
Ἐρείδοντας [οὖν] εἰ μὴ Θέλοις τέμνειν, ἀπῶσαι τῷ αὐλίσκῳ· τοῖς δὲ ἄλλοις ἀρκεῖ ἢ ἀνασεῖσαι ὕπτιον, ἢ ἐπιστρέψαι ἔνθα ἢ ἔνθα· οὕτω γὰρ ἀποσαλεύσεται ὁ λίθος, καὶ οὐρήσει ὁ ἄνθρωπος.
Ὄρθιοι δὲ οὐ πάνυ δύνανται οὐρεῖν, ἐπιφράσσοντος τοῦ λίθου τὸν οὐρητῆρα.
Διά τε οὖν τὴν ὀδύνην πιέ ζειν |
Ἐπεὶ δὲ ἑλκοῦνται πολλοῖς αἱ κύστεις ὑπὸ τραχύτητος
Ὅσοις δὲ τὰ μὲν ἕλκη οὔπω γέγονεν, οἱ δὲ λίθοι ἔνεισιν, διαφανῆ καὶ λεπτὰ καὶ ὑδατώδη οὐροῦσι, καὶ ψαμμία αὐτοῖς ὑφί σταται ἐν τῷ οὔρῳ, καὶ ὀδύναι οὐροῦντας κατ|[αλαμξάνουσιν.
Παρόντων γε] οὖν τῶν σημείων τῶν εἰρημένων, διαγινώσκειν τὴν λιθιῶσαν — [κύστιν ἔξεστιν]. —
|
Ἀρκεῖ δὲ καὶ ἕνα καθιέναι δάκτυλον, εἰ ἰατρός τε ἔμπειρος εἴης τὰ τοιαῦτα διαχειρίζειν, καὶ δακτύλους προμήκεις ἔχοις, καὶ παιδίον μηλοῖο, καὶ ὁ λίθος μὴ πολύ τι μείζων τοῦ μετρίου εἴη.
Ἀρκεῖ δὲ καὶ αὐτόν γε τῇ δεξιᾷ |
Λαβόμενον δὲ χρὴ τοῦ λίθου καθέλκειν εἰς τὸν οὐρητῆρα, καὶ ὅταν ἐνταῦθα ἥκῃ, τότε δὴ μᾶλλον ἐχόμενον, ὡς μὴ ἐκφυγὼν οἴχηται, τέμνειν τομὴν ἐπικάρσιον κατὰ τοῦ περινέου· καὶ, εἰ μὲν πρόχειρος εἴη, τῇ λαβῇ τοῦ μαχαιρίου ἐκβάλλειν, πεπιεσμένον δὲ τῇ λαβῇ τραχείᾳ τε καὶ καμπύλῃ ἐξ ἄκρου, ὡς ἂν μάλιστα συμφέροι τῷ ἔργῳ· εἰ δὲ μὴ, τῷ ὀργάνῳ τῷ πρὸς τὰ τοιαῦτα ἐξευρημένῳ χρώμενος.
Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον
Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι.
Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.
Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρόφασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστερον λιθιάσαι τὴν κύστιν.
Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —
|
Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυχρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται.
Προσ[συνεργεῖ δὲ καὶ ὁ οὐρη]τὴρ στένος ὤν· οὐ γὰρ δέχεται πᾶσαν τὴν ὑπόστα[σιν. —
Τὰ μὲν τεκ]μή[ρι]α
Ποτὲ οὖν συμφέρει τοῖς ψυχροτέροις οὐρητικοῖς χρῆσθαι, καθάπερ τῷ σελίνῳ, αἱ τῷ σικύῳ, καὶ τῷ ὑακίνθου σπέρματι, καὶ τῷ ἀσπαράγῳ, καὶ τῷ τοῦ λευκοίου, καὶ κρόκου ταῖς ῥίζαις, καὶ ἰωνιᾶς τοῖς φύλλοις, ἐμεῖν τε ἀπὸ δείπνου συνεχῶς, καὶ μηδὲν πυρῶδες προσ|Φέρεσθαι,
Ὅπου δὲ τὸ ψυχρὸν κρατεῖ, οὐρητικοῖς μὲν τοῖς Θερμοτέροις χρῆσθαι, ὁποῖά ἐστιν ἥ τε ἶρις, καὶ τὸ αἰθιοπικὸν
ᾩσαύτως καὶ αἱ] ψυχρολουσίαι συμφέρουσι, Θερμαὶ [δὲ παντάπασι κάκισται.
Τὴν] δὲ γαστέρα ἐν πᾶσι μὲν τοῖς κατὰ [κύστιν μὴ κινεῖν, μάλιστα δὲ] ἐν τοῖς παροῦσιν· εἰ γὰρ ταύτῃ ὑπ[ίοι ἐπὶ πολὺ, ἁλμυρώτεραί] τε ἂν αἱ οὐρήσεις καὶ μείους γίγνοιντο.
—[Τοιαῦτα μὲν οὖν ἐπὶ τὴν] λιτιῶσαν κύστιν πραγματευτέον, καί τινα [τῶν πρὸς λιθιῶντας νεφροὺς] εἰρημένων.
Τοιγαροῦν καὶ ψωριῶσαι κύστεις ὤφθησαν· [σημαίνει] μὲν τοῖς τε οὔροις τραχείας καὶ πιτυρώδεις ὑποστάσεις ἔχουσι, καὶ τοῖς κνησμοῖς τοῦ τε ἐπιγαστρίου, καὶ τοῦ ἤτρου.
Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ ὀδυνᾷ πλέον, ὥστε καὶ τὰ τῶν ἑλκῶν συνεδρεύσαι ἂν εἰκότως.
Τούτοις μὲν σημαίνει τὸ νόσημα·|
Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς
Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ αἱ λοπάδες, καὶ τοῦ ἐχίνου ἡ σὰρξ, καὶ τοῦ χερσαίου, καὶ τοῦ θαλασσίου, καὶ οἱ τέττιγες.
|
Ταῦτα μὲν οὖν [τῷ πάθει παρηγορικά· δεῖ δὲ] εὐχυμότατον ταῖς διαίταις ἀποφαίνειν, καὶ [γυμνάζοντας συμ]μέτρως καὶ πυριῶντας, καὶ ἐμεῖν ἀνὰ χρόνον κελεύ[οντας, καὶ] ὀῤῥοῖς κατακλύζοντας· εἰ μὴ γὰρ οὕτω παρηγορήσεται, ἄλλοις οὐκ ἔστιν.
Ἐπεὶ δὲ καὶ παραλύεται ἡ κύστις, δοκεῖ μοι χρῆναι καὶ τῆσδε τῆς
Παραλύεται δὲ ἄλλοτε μὲν ἰσχίων ἀκρα|τῶν
Πάσχουσι δὲ τάδε· τὸ οὖρον τοῖς μὲν οὐ δύναται προχωρεῖν, εἰ μὴ καθετῆρα ἐνείης· τοῖς δὲ προχωρεῖ μὲν, ἀλλὰ ἀναίσθητον· καὶ τοῖς μὲν ἄθρουν ἐκκρίνεται προϊδομένοις οὐδέν· τοῖς δὲ ἀεὶ στάζει· καὶ αἰδοῖα μὲν οὐκ ἐντείνεται, ἀπόπατος δὲ οὐκ ἴσχεται.
Ἐν δὲ τῷ χρόνῳ καὶ λεπτύνονται ἐπιγάστριον, καὶ ὀσφὺν, καὶ ἰσχία, καὶ σκέλη· ὀδύνην μὲν κατὰ κύστιν οὐκ ἔχουσιν· ἦτρον δὲ, καὶ κενεῶνας, καὶ νεφροὺς ἀλγοῦσιν, οἷς γε δὴ τὰ οὖρα οὐκ ἐθέλει ὑποχωρεῖν, ἐπεὶ τοῖς ἄλ|λοις
Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ
Καστόριον εἴς τε τὰ ἄλλα νο[σήματα τῆς κύστεως εἰ προσφέροιτο] μείζω, καὶ ἐμφανε|στέραν
Χρὴ δὲ τοῖς] ἄλλοις κλυσμοῖς τοῖς ἰσχυροτέροις χρῆ[σθαι· τοιαῦτα δὲ] κλύσματά ἐστι σικυωνίας τε ἀπόβρεγμα καὶ ἐλλε[βόρου μέλανος], καὶ μελανθίου, καὶ κενταυρίου· πρὸς γὰρ τὴν αἴσθησιν συμφέρει.
Ταῦτα δὲ εἰς μὲν τὴν ἕδραν ἐνίεται, τοῦ δὲ οὐρητῆρος ἀπέχειν· ἑλκῶσαι γὰρ κίνδυνος.
Δεῖ δὲ καὶ τῇ ἑφθῇ ῥητίνῃ πυκνὰ καταπλάττειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν ἐν κύκλῳ, καὶ τῷ νάπυϊ συνεχῶς θερμαίνειν, καὶ ἐν θαλάσσῃ κελεύειν νήχεσθαι, καὶ ἐν θερμοῖς ὕδασι, καὶ τὸ σύμπαν ἐκπυριᾷν, καὶ πότιμα προσφέρειν, ἅμα μὲν θερμαίνοντα, ἅμα δὲ ἐπὶ κύστιν ῥέποντα, ὥσπερ τοῦ τε ἄγνου τὸν καρπὸν, καὶ πάνακος τῆς ἡρακλείας τὴν ῥίζαν, καὶ μήου |
Ἀγαθοὶ δὲ καὶ ἔμετοι τὸ φλέγμα
Ἐπὶ δὲ ταῖς τοιαύταις κενώσεσι, θαψίας [χυλὸν π]ρ[οσα]λείφειν τῷ ἤτρῳ, καὶ τῇ ὀσφύϊ, καὶ μάλιστα ἢν ἰσχναίνηται, καὶ μετὰ κηρωτῆς πραΰνειν τὰ ᾠδηκότα, καὶ μαλάγματα ἐπιτιθέναι εὐώδη.
Τὰς δὲ ἀῤῥώστους κύστεις, καὶ μὴ δυναμένας τὸ οὖρον ἐπὶ πλέον κατέχειν, ἰᾶσθαι καὶ γυμνάζοντα, καὶ ἀνατρίβοντα, ὥσπερ ἐν τῇ παραλύσει εἴρηται· τὰ δὲ οὐρητικὰ μὴ προσ|φέρειν,