Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sentence.
=
Φίλον ἐκεῖνον νόμιζε ὅστις [σ]αὐτόν σε ἀλλὰ μὴ τὰ περί σε ἀγαπᾷ.
βέλτιον πολλὰ χρήματα ἀπολέσαντα ἕνα φίλον κτήσασθαι ἢ ἕνα φίλον ἀπολέσαντα πολλὰ χρήματα κτήσασθαι.
=
Τὸ μὲν εἰς ἀχάριστον ἀναλῶσαι ἐπιζήμιον, τὸ δὲ εἰς εὐχάριστον μὴ ἀναλῶσαι βλαβερόν.
= a.
Σώφρων ἐστὶν οὐχ ὁ τῶν κωλυομένων μὴ ἁπτόμενος, ἀλλʼ ὁ τῶν συγχορουμένων φειδόμενος.
= b. 15. 27.
=
Αἱροῦ πάντα τὰ θνητὰ καὶ γήινα ἀπολέσαντα ἕνα ἀθάνατον καὶ οὐράνιον κτήσασθαι.
Ὁ πλουσίῳ χορηγῶν οὐδὲν διαφέρει τοῦ εἰς θάλασσαν ὕδωρ ἐκχέοντος.
=
Τὸ ὑπὸ πολλῶν διαβάλλεσθαι κακῶν οὔτε ἀληθὲς οὔτε βλαβερόν, τὸ δὲ ὑφʼ ἑνὸς ἀγαθοῦ ψέγεσθαι καὶ ἀληθὲς καὶ λυσιτελές.
Ἀρχῆς καταβληθείσης κακῆς καὶ τὸ τέλος παρέπεται ὅμοιον. 2).
Ταῖς νόσοις ὁ θάνατος ἀλλήλαις ἐπικαταλαμβανούσαις οὐδʼ αὐτὸς παρεῖναι ἀναβάλλεται.
Ὃν ἡ τύχη προπηλακίζει, καὶ παρὰ τῶν πρᾴων οὗτος μάστιγας εὑρίσκει.
Ἐν οἷς πλήττειν ἄλλους ἐθέλεις, ἐν τούτοις βλάβην ἔλπιζε τὴν μείζονα.
Ἀπαλλαγεὶς εἵνεκα ὀχλήσεως κέρδος ἡγεῖται ὁ ἄνθρωπος τὴν ζημίαν.
Ἕπεσθαι τοῖς τερπνοῖς εἴωθε καὶ τὰ λυπηρά.
Τὴν πενίαν ὁ σώφρων καρτερίᾳ καὶ γενναιότητι τιμῶν πλούτου τιμιωτέραν ἀποφαίνει.
. Γελᾶν ὁ θέλων μετὰ μειρακίου αἰσχρὰς ὕβρεις κερδήσει καὶ μέμψιν.
Πολλοὺς φαλακροὺς εἶδον· τούτου καὶ ὁ ἐγκέφαλος ἐξῆλθεν.