Hypothecae Moschion Gnomologus Heinrich Schenkl Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Karina Cooper Center for Hellenic Studies Digital conversion and editing Lisa M. Cerrato Perseus Digital Library Digital editor Open Greek and Latin tlg0575.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Epicteti Dissertationes ab Arriano digestae Heinrich Schenkle Leipzig Teubner 1916 HathiTrust

Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts sentence.

Greek Latin initial markup of new file

Παραφύλαττε σαυτὸν ἐν παντὶ τῷ βίῳ, μὴ λάθῃ σε συναρπάσασα ἀδόκητος φαντασία ἢ φόβῳ καταπληξαμένη ἢ ἡδονῇ γοητεύσασα ἢ ἐπιθυμίᾳ παραλογισαμένη ἢ λύπῃ ἐξαλλοιώσασα ἢ ὀργῇ ἐξοιστρήσασα ἢ δόξῃ ἐκθυελλώσασα.

Ἔπειτα πράττειν ἀναγκάσει οἷς ἐγχειρῶν μὲν οὐ παρακολουθεῖς, παυόμενος δὲ μετανοεῖς, ταράττει δὲ τὰ πλείονα καὶ ἀτρεμίζεις ἥκιστα, δίκην ἀκυβερνήτου νεὼς ἐν χειμερίῳ κλύδωνι ἢ ὑπʼ ἀντιπάλων ῥιπιζομένης ἀνέμων ζόφῳ.

Ἀλλὰ γὰρ ὡς ἐν πολέμῳ τινὶ χρώμενος ὅπλῳ τῷ λόγῳ πρὸς τὴν κακίαν καὶ σκοπῶν τὸ καλὸν καὶ προβαλλόμενος διατέλει ὑπάρχων τὸ μὲν ἦθος εὐσταθής, τὴν δὲ γνώμην εὐσθενής, τὸν δὲ λόγον ἐμβριθής, τὴν δὲ πρᾶξιν εὐπρεπής· καὶ τὴν μὲν ὄψιν σεμνός, τὴν δὲ ὁμιλίαν ἤπιος, τὸν δὲ τρόπον ἥμερος· εὐγνώμων δὲ τὴν διάνοιαν, τὸν δὲ βίον χρηστός· μὴ θρασὺς καὶ ὀργίλος, ἀλλὰ θαρσαλέος καὶ πρᾷος.

Ἀνδρεῖος γὰρ οὐχ ὁ τύπτων καὶ καταβάλλων τὰ σώματα, ἀλλʼ ὁ ἀνεξικακῶν καὶ πάντῃ ἑστὼς τῇ διανοίᾳ.

cf. Stob. (flor.) III, 7, 25 et 17, 39 (Δημοκρίτου); Corp. Par. 100 (Ἀριστοτέλους = Ant. l, 12).

Καὶ ἐγκρατὴς οὐχ ὁ τῶν ἀπόντων ἀπεχόμενος, ἀλλʼ ὁ τῶν παρόντων μὴ ἁπτόμενος. cf. Stob. (flor.) III, 17, 17 (Ἀριστίππου).

= Μοσχ. γν. (E) 8.

Καὶ δίκαιος οὐχ ὁ διὰ δόξαν τι νείμας, ἀλλʼ ὁ διʼ ἀλήθε θειαν.

Καὶ φρόνιμος οὐχ ὁ διὰ τύχην τι ποιήσας, ἀλλʼ ὁ διὰ προαίρεσιν.

Ἵνʼ οὖν δόξῃ μὲν ᾖς ἀχείρωτος, τύχῃ δὲ ἐλεύθερος, κακίᾳ δὲ ἀπολιόρκητος, μὴ ὡς κειμηλίους δεξάμενος ἀπόθῃ τοὺς λόγ ους, ἀλλʼ ὡς ἀλεξικάκῳ δυνάμει χρώμενος ἴθι ἐπὶ θύρας ἀρετ ῆς καὶ εὐδαιμονήσεις.

Μὴ πίστευε τύχῃ καὶ πιστεύσεις θεῷ.

= Stob. (C) 1, 2, 3.

Τὰ ἁμαρτήματά σου πειρῶ μὴ λόγοις ἐπικαλύπτειν, ἀλλὰ θεραπεύειν ἐλέγχοις. Stob. (flor.) III, 13, 53 (Πυθαγόρου).

Οὐχ οὕτως χαλεπὸν τὸ ἁμαρτάνειν, ὡς τὸ ἁμαρτάνοντα μὴ ἐξελέγχειν. Stob. (flor.) III, 13, 54 (τοῦ αὐτοῦ).

Ὥσπερ σωματικὸν πάθος οὐ κρυπτόμενον οὐδὲ ἐπαιν ούμενον ὑγιάζεται, οὕτως οὐδὲ ψυχὴ κακῶς φρουρουμένη καὶ συναγορευομένη θεραπεύεται. Stob. (flor.) III, 13, 55 (τοῦ αὐτοῦ).

= Stob. (C) 7.

Μὴ φεῦγε πενίαν, ἀλλʼ ἀδικίαν· οὐδεὶς γὰρ ὅτι πένης μετήλλαξεν, ἀλλʼ ὅτι ἄδικος· οὐκ οὖν οὐδʼ ὅτι πλούσιος ὢν βιοῖ, ἐπαινετός, ἀλλʼ ὅτι δίκαιος. Stob. (flor.) IV, 33, 30 (Ὑψαίου).

= Stob. (C) 8.