Περὶ τῶν τῆς διανοίας καὶ τῆς λέξεως σχημάτων Alexander Numenius Leonhard von Spengel Harvard Library Arcadia Fund Gregory Crane Digital Divide Data Corrected and encoded the text Gregory Crane Editor-in-Chief, Perseud Digital Library Matt Munson University of Leipzig Project Manager Annette Gessner University of Leipzig Project Assistant Thibault Clérice University of Leipzig Lead Developer Bruce Robertson Mount Allison University Technical Advisor Harvard College Library tlg.0594.tlg002.1st1K-grc1.xml

Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License

2016 Harvard College Library United States urn:cts:greekLit:tlg0594.tlg002.1st1K-grc1
Rhetores Graeci Leonhard von Spengel Alexander Numenius Teubner Leipzig 1856 3 Hathi Trust

Text encoded in accordance with the latest EpiDoc standards (January 2014)

This pointer pattern extracts part and section.

This pointer pattern extracts part.

Greek Minor cleanup of legacy file that was left unfinished
ΑΛΕΞΑΝΔΡΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΚΑΙ ΤΗΣ Tom. VIII Walz. p. 421. ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.
I.

α΄. Ἔστι μὲν οὐχ ἡ τυχοῦσα δυσκολία περὶ τῶν τοῦ λόγου σχημάτων εἰπεῖν· καὶ γὰρ αὐτὰ τῷ πλήθει δυς- πόριστά ἐστι τῶν μὲν καὶ ἄπειρα φασκόντων εἶναι τὰ σχήματα, τῶν δὲ οὐκ ἄπειρα μέν, πολλὰ δὲ καὶ ἀπερίλη- πτα, καὶ πρὸς τούτῳ γε οὐ ῥᾴδιον διακρῖναι το σχῆμα ἀπὸ τοῦ τρόπου, καὶ τὰ τῆς διανοίας καὶ τῆς λέξεως ἀπʼ ἀλλήλων· ὅμως δέ, ὡς ἄν οἷόν τε ᾖ, πειρασώμεθα περὶ αὐτῶν διεξελθεῖν, τά τε ὑπὸ τῶν ἀκριβέστερον περὶ αὐτῶν γεγραφότων παραδεδομένα τιθέντες καὶ διακρί- νοντες αὐτὰ ἀπʼ ἀλλήλων, ὡς δυνατόν, τά τε κατὰ τὴν διάνοιαν καὶ τὴν λέξιν, χωρὶς μὲν τὰ τῆς διανοίας, χω- ρὶς δὲ τὰ τῆς λέξεως τάττοντες· προεκθέμενοι δὲ τὴν πρὸς τοὺς τρόπους καθόλου τῶν σχημάτων διαφορὰν καὶ τὴν πρὸς ἄλληλα τῶν τε τῆς διανοίας καὶ τῆς λέξεως οὕτως εἰς τὸν περὶ αὐτῶν τρεψόμεθα λόγον. διαφέρει τοίνυν σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος περὶ ἓν ὄνομα γίνεται ἀρετή, ὥσπερ ὁ βαρβαρισμὸς κακία, τὸ δὲ σχῆμα περὶ πλείω ὀνόματα κόσμησις, ὡς ὁ σολοικισμὸς ἀκοσμία, ὥστε τὴν αὐτὴν εἶναι διαφορὰν βαρβαρισμοῦ τε πρὸς σολοικισμὸν ὡς ἐν κακίᾳ, καὶ τρόπου πρὸς σχῆμα ὡς ἐν ἀρετῇ λόγου· καθάπερ γὰρ ἐν μὲν τῷ βαρβαρισμῷ ὄνομα διορθοῦμεν, ἐν δὲ τῷ σολοικισμῷ σύνταξιν ὀνο- μάτων, οὕτω τὸν μὲν τρόπον εἰς τὸ σύνηθες μεταβάλ- λοντες ὀνόματος εἰς ὄνομα ποιησόμεθα τὴν μετάθεσιν, τὸ δὲ σχῆμα εἰς τὸ κατὰ φύσιν μεταποιοῦντες τὴν σύν- τάξιν μετακινήσομεν. ἔτι δὲ διαφέρει καὶ ταύτῃ σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος ἀλλότριον ἀντὶ τοῦ ἰδίου ὅνομα ἔχει· τὴν γὰρ τροπὴν ἐκ τοῦ κυρίου λαμβάνει, οἷον κο- ρ υφὴν ὄρεος καὶ πόδα νείατον Ἴδης, τὸ δὲ σχῆ- μα τὸ ἴδιον ὄνομα τοῦ πράγματος σώζει, πῶς μέντοι κείμενον καὶ ὑπʼ αὐτῆς τῆς λέξεως πεπλασμένον· με- νούσης γὰρ τῆς κυρίας λέξεως τοιώσδε εἰλημμένης ἀπο- τελεῖται, ὡς ἔχει τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. τούτοις μὲν οὖν ἢ ἀμφοτέροις ἢ τῷ ἑτέρῳ σχῆμα τοῦ τρόπου διενήνοχε, τὸ δὲ τῆς λέξεως σχῆμα τοῦ τῆς διανοίας διαφέρει, ὅτι τὸ μὲν τῆς λέξεως κινηθείσης τῆς λέξεως τῆς συσχούσης τὸ σχῆμα ἀπόλλυ- ται, οἷον ἀλλʼ ἢ τούτους μεταπεμπτέον, ἢ ἄλ- λην μὴ ἐλάττω στρατιὰν ἐπιπεμπτέον· εἰ γὰρ ἀντὶ τοῦ ἐπιπεμπτέον ἀποσταλτέον εἴποι τις, ἀπόλλυται τὸ σχῆμα τῆς παρονομασίας· τοῦ δὲ τῆς δια- νοίας σχήματος, κἄν τὰ ὀνόματα κινῇ τις, κἄν ἑτέροις ὀνόμασιν ἐξενέγκῃ, τὸ αὐτὸ πρᾶγμα μένει, ὁμοίως δὲ κἂν ἡ σύνταξις κινηθῇ ἢ προστεθῇ καὶ ἀφαιρεθῇ τι, λύεται τὸ σχῆμα τῆς λέξεως. τὸ γοῦν ἐπὶ σαυτὸν κα- λεῖς, ἄν οὕτως ἐξενέγκῃ τις, καλεῖς ἐπὶ σαυτὸν καὶ τοὺς νόμους, λέλυται· καὶ τὸ καί μοι μὴ θορυβήσῃ τις, ἔστι μὲν προδιόρθωσις, εἰ δὲ αὐτὸ οὕτως ἐξενέγκῃ, ἀλλὰ μὴ θορυβήσῃ τις, οὕτω γενέσθαι, δέομαι μεθʹ ἡσυχίας ἀνασχέσθαι μου, μένει τὸ αὐτὸ σχῆμα· ἡ γὰρ διάνοια οὐδὲν πάσχει τῶν ὀνομάτων τρεπομένων. τοιού- τη μὲν οὖν ἐν τούτοις ἐστὶν ἡ διαφορά.

β΄. ΟΡΟΣ ΣΧΗΜΑΤΟΣ.

Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ κρεῖττον κα- τὰ λέξιν ἢ κατὰ διάνοιαν ἄνευ τρόπου. ὅτι μὲν οὖν ἐξάλλαξις, δῆλον· ὅτι γὰρ οὐκ ἐπʼ εὐθείας ἐκφέρεται ὁ λόγος, γίνεται διὰ τοῦτο σχῆμα, πρόσκειται δὲ τὸ ἐπὶ τὸ κρεῖ ττον, ὅτι καὶ ὁ σολοικισμὸς ἐξάλλαξίς ἐστι λό- γου, ἀλλʼ ἐπὶ τὸ χεῖρον. ἵνʼ οὖν ἡ διαφορὰ σχήματός τε καὶ σολοικισμοῦ φαίνηται, διὰ τοῦτο πρόσκειται ἐπὶ τὸ κρεῖττον, τὸ δὲ ἄνευ τρόπου πρόσεστιν, ἐπεὶ καὶ ὁ τρόπος ἐξάλλαξις λόγου ἐστὶ κατὰ λέξιν. οὗτος μὲν οὖν ὁ ὅρος κοινὸς ἀμφοτέρων τῶν σχημάτων τῶν τε τῆς λέ- ξεως καὶ τῶν τῆς διανοίας, ὁρίζονται δέ τινες καὶ ἰδίᾳ ἑκάτερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω, σχῆ- μά ἐστι διανοίας μετάπλασις διανοήματος ἐκ τοῦ κατὰ φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν διάνοιαν, τὸ δὲ τῆς λέξεως ** χρείας χάριν. τοιαύτη μέν τις ἔννοια τοῦ τε κοινοῦ σχήματος, καὶ τοῦ τῆς δια- νοίας καὶ τῆς λέξεως, λέγωμεν δὲ πρότερον περὶ τῶν τῆς διανοίας σχημάτων μικρὰ προειπόντες πρὸς τοὺς ἀναι- ροῦντας αὐτὰ καθάπαξ· φασὶ γάρ τινες οὐδὲν ἴδιον ἔχειν τὸ σχῆμα τῆς διανοίας· μηδὲ γὰρ εὑρεῖν εἶναι ῥᾴδιον λόγον ἀσχημάτιστον, καὶ τοῦτο κατὰ ἀνάγκην οὕτως ἔχειν· ὁ γὰρ λόγος ἐκ διατυπώσεως τῆς ψυχῆς ἐστιν, οὗ χάριν καὶ εὑρέθη, τὰς μορφὰς αὐτῆς καὶ τὰ πάθη καὶ συνόλως τὰ κινήματα ἐξοίσειν, ψυχὴ δὲ ἀεικίνητόν ἐστι καὶ πλείστους λαμβάνει σχηματισμούς, λόγου χάριν ὁρι- ζομένη, νουθετοῦσα, βουλευομένη, τῶν ἄλλων τῶν περὶ ψυχὴν συμβαινόντων ἕν τι πάντως πάσχουσα ἢ δρῶσα, ὥστε κατὰ τὸ τῆς ψυχῆς μίμημα ὁ λόγος ἕν τι πάντως σχῆμα ἕξει. ἔστι δὲ πρὸς ταῦτα πρῶτον ἡμῖν ἐκεῖνο εἰ- πεῖν, ὅτι εἰ μὴ ἦν διανόημα τὸ μὲν κατὰ φύσιν, τὸ δὲ ἐσχηματισμένον, οὔτ᾿ ἂν τῶν ἰδιωτῶν οἱ ῥήτορες διέφε- ρον οὔτʼ ἀλλήλων, ταὐτὰ οἱ μὲν ἁπλούστερον καὶ ἄνευ κόσμου τινὸς μετὰ λόγου λέγοντες, οἱ δὲ ἐναργέστερον καὶ οὐ μετὰ ἀκοσμίας· δῆλον γὰρ ὅτι τοῦ ἰδιώτου ὁ ῥή- τωρ τῇ πλάσει τῶν σχημάτων διενήνοχε, καὶ οἱ ῥήτορες τῶν ῥητόρων τῷ τοὺς μὲν ἐπʼ ὀλίγον καὶ ἀκαιρότερον, τοὺς δὲ πλεῖον καὶ κατὰ καιρὸν τοῖς σχήμασιν χρῆσθαι. ἔπειτα δὲ κἀκεῖνο λέγοι τις ἄν, ὅτι καὶ ἡ ψυχὴ κατʼ ἀνάγκην μὲν διηνεκῶς ἐσχημάτισται, ἔστι δʼ ὅμως καὶ ψυχῆς κατὰ φύσιν τινὰ κινήματα καὶ παρὰ φύσιν ἐπί τε τῆς καθεστώσης καὶ φρονούσης καὶ ἐπὶ τῆς ἐν πάθεσιν οὔσης, ἀφʼ ἧς οἱ παθητικοὶ λόγοι. οὕτω δὴ οὖν καὶ ὁ λόγος ἔστι μὲν [ἢ] κατὰ φύσιν ἢ κατὰ συνήθειαν ἐσχη- ματισμένος, ὃν οὔπω φαμὲν εἶναι σχῆμα, ἔστι δέ τις καὶ παρὰ ταῦτα ὁ πεπλασμένος, ὃν ἐσχηματίσθαι λέγομεν. ἔτι τοίνυν, εἰ καὶ τοῦτο δοίη τις, ὅτι πᾶς λόγος ἴδιόν τι σχῆμα ἔχει κατὰ φύσιν, ἀλλʼ ὅ γε πολιτικὸς καὶ συγγρα- φικὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μίμησιν ἐκείνου γίνε- ται. σημεῖον δὲ τοῦ λεγομένου τὸ τοιοῦτον, ἔστι τις λό- γος κατὰ φύσιν ἀνθολκήν τινα ψυχῆς ἐμφαίνων, οἷον ποίαν ἔλθω, ταύταν ἢ κείναν; τοῦτον οὔπω σχῆμα ἔχειν λέγομεν, διὰ τί; ὅτι κατὰ φύσιν ἐξενή- νεκται καὶ ἀληθῶς ὁ λέγων ἀπορεῖ. ἔστι δὲ λόγος ἕτερος κατὰ μίμησιν τούτου γεγονώς, ἔχων καὶ αὐτὸς ἀνθολ- κὴν οὕτως, ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κα- κίον εἴτε ἄγνοιαν εἴτε ἀμφότερα ταῦτα εἰ- πεῖν, τοῦτον μὲν δὴ σχῆμα ἔχειν φαμέν· οὐκ ἀπορῶν γὰρ ὁ λέγων αὐτὸς προσποιεῖται ἀπορεῖν καὶ μιμεῖται τὸν ἀποροῦντα ἐξ εὐθείας εἰπεῖν φυλαττόμενος. ταῦτα ἂν οὖν τις ἔχοι λέγειν πρὸς τοὺς ἀναιροῦντας τὰ σχή- ματα τῆς διανοίας, ὅτι κἂν πᾶς λόγος σχῆμα ἴδιον ἔχῃ [καὶ] κατὰ φύσιν, τό τε καθʼ ὁμοιότητα τούτου πανουρ- γεῖσθαί τινα καὶ πλάττεσθαί τινα λόγον οὐδεὶς ἂν εἴποι. τὸ πλαττόμενον οὖν τοῦτον τὸν τρόπον ἐξαιρέτως σχῆμα καλεῖται, καὶ ἡμεῖς περὶ τούτου ποιούμεθα τὸν λόγον, ἀλλʼ οὐ περὶ παντὸς τοῦ ὁπωσοῦν ἐσχηματισμένου λό- γου. οὐ μὴν ἀλλʼ ὅτι ἴδια μέν ἐστι τὰ κατὰ φύσιν σχή- ματα τοῦ λόγου; ἴδια δὲ τὰ κατὰ τὴν τέχνην , ἐκεῖνο ση- μεῖον ἄν εἴη, ὅτι πᾶν σχῆμα, τοῦτο δὴ περὶ οὗ καὶ λέ- γομεν, μετάγειν ἐστὶν εἰς τὸ κατὰ φύσιν, τοῦτο δὲ ἐπʼ ἐνίων μὲν ἐναργέστατα φαίνεται, ὡς ἐπὶ τῆς εἰρωνείας καὶ ἀλληγορίας καὶ ὑπερβολῆς, ἐπʼ ἐνίων δὲ δυσόριστόν ἐστιν, ὥσπερ ἐπὶ τῆς ἐρωτήσεως καὶ ἐπὶ πύσματος καὶ διαπορήματος. ταὐτὰ λέγειν ἐστὶ καὶ πρὸς τοὺς τὰ τῆς λέξεως σχήματα ἀναιροῦντας, ὡς πάσης συνθέσεως λέ- ξεως ἴδιόν τι σχῆμα ἐχούσης καὶ οὐδὲν κατὰ τὴν πλάσιν οὐδ’ ἔξαίρετον· καὶ γὰρ ὅτι διαφέρει πλάσις ῥητορικὴ τῆς τῶν ἰδιωτῶν ἐστι λέγειν, καὶ ὅτι ῥήτορες ῥητόρων ἄμεινον φράζουσι. καὶ ὅτι ἴδια σχήματα κατὰ φύσιν συν- θέσεως λέξεώς ἐστι, καὶ τὰ ἀπὸ τούτων κατὰ μίμησιν γινόμενα κατὰ τέχνην τῶν ῥητόρων, καὶ ὅτι ἔστι τὰ σχή- ματα τῆς λέξεως εἰς τὸ κατὰ φύσιν μετάγειν τὰ μὲν εὐ- χερῶς καὶ ῥᾷον, τὰ δὲ δυσκολώτερον. ἑωραμένων δὲ τούτων καὶ ἔτι περὶ τῆς χρείας, ἣν παρέχεται τὰ σχή- ματα , εἰπόντες περὶ αὐτῶν λοιπὸν ποιησόμεθα τὸν λό- γον. ἔστι τοίνυν χρεία τῶν σχημάτων κατὰ τρόπους πλείονας· ἐπίτασιν γὰρ δύναται τῶν πραγμάτων ἐμ- φαίνειν, ὡς ἔχει τὰ τοιαῦτα, σὺ δʼ ὁ σεμνὸς ἀὴρ καὶ διαπτύων τοὺς ἄλλους, καὶ πάλιν, ἔμοὶ δʼ ὅσον, εἴτε τις βούλεται νομίσαιμ ανίαν εἴτε καὶ φιλοτιμίαν· διὰ γὰρ τῆς εἰρωνείας μᾶλλον, ἢ εἰ ἔξ εὐθείας ἐλέγετο, ηὔξηται ὁ λόγος. καὶ καταβολὴν δὲ καὶ ἔκλυσιν ἐκ τῶν ἐναντίων, οὐ μέμνησθε αὐ- τοῦ τὰ ἀπίθανα ῥήμανα καὶ μιαρά, καὶ πάλιν, σὺ Θετταλοῦς ἀποστήσας· σὺ γὰρ ἂν κώμῃ προσέλθοις, ὅπου κίνδυνός ἐστι. παρέχει δὲ καὶ ἔμφασιν ἤθους χρηστοῦ, ὡς Αἰσχίνης, ἀρά μοι δοίητε συγγνώμην, εἰκίναιδον αὐτὸν προς- είποιμι, καὶ μὴ καθαρὸν τὸ σῶμα, μηδʼ ὄθεα τὴν φῶ νὴν ἀφίησι, καὶ τὰ ἑξῆς· φαίνεται γὰρ αἰ- δούμενος ἐφʼ οἷς μέλλει λέγειν. ἔστι δὲ διὰ τῶν σχημά- των δοκεῖν καὶ αὐτοσχεδίως λέγειν μηδὲ ἀπὸ παρα- σκευῆς, ὡς Δημοσθένης, ἆρά τις ἡ μῖν λοιπὸς λό- γος; ἢ οὕτω, τουτὶ μικροῦ μεπαρῆλθεν εἰπεῖν. τὰ γὰρ τοιαῦτα τὴν τοῦ δοκεῖν αὐτόθεν λέγειν ἔμφασιν ποιεῖ. καὶ μὴν ποικιλίαν τινὰ τῷ λόγῳ παρέχει τὰ σχή- ματα, ὡς ὅ γε ὁμοειδὴς προΐσταται τρόπος, δεῖ δὲ τὴν ἡδονὴν διώκειν καὶ τὴν ποικιλίαν ἐν τῷ λόγῳ μετὰ τοῦ χρησίμου καὶ μάλιστα ἐν τῷ δικανικῷ λόγῳ. παρα- δείγματα δὲ τῶν τοιούτων σχημάτων τὰ τὸν λόγον ποι- οῦντα ποικίλον παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στε- φάνου λόγῳ καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας· περὶ γὰρ τῆς πολιτείας πολλάκις λέγων ἁπλῶς καὶ πολλαχῶς καὶ ποικίλως πλάττει τὸν λόγον, οὗ προΐσταται, καὶ περὶ τῆς λύσεως πάλιν τῶν αἰχμαλώτων μεμνημένος συνεχέστερον δὴ τὸν περὶ αὐτῶν πεποίηται λόγον τὸ αὐτὸ πρᾶγμα μεταβάλλων καὶ ποικίλως φράζων. ταῦτα μὲν ἐπὶ τοσοῦτον, λέγωμεν δὲ ἤδη, τίνα σχήματα τῆς διανοίας.

γ΄. ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.

Προδιόρθωσίς ἐστιν, ὅταν μέλλωμέν τι τοιοῦτον λέ- γειν, ὃ δεῖταί τινος θεραπείας, ὥστε μὴ χαλεπῶς αὐτὸ προσδέξασθαι τὸν ἀκροατήν, καὶ προθεραπεύωμεν αὐ- τόν, ὡς ἔχει τὸ Δημοσθενικόν, βαδιοῦμαι δὲ ἐπʼ αὐτά, ἃ πέπρακταί μοι, καί με μη δεῖς ἀπαρ- τᾶν νομίσῃ τὸν λόγον τῆς γραφῆς, ἂν εἰς Ἑλ- ληνικὰς πρόξεις καὶ λόγους ἐμπέσω. ὁ αὐτός, καί μοι, πρὸς θεῶν, ὅαν ἕνεκα τοῦ βελτίστου λέγω , ἔστω παρρησία τοῦ λέγειν. καὶ πολλὰ παρʼ αὐτῷ τοῦ σχήματος τούτου παραδείγματα.

δʹ. ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.

Ἐπιδιόρθωσις δέ ἐστι τῇ μὲν χρείᾳ τὸ αὐτὸ τῇ προ- διορθώσει, τῇ τάξει δὲ ἐκείνης διαφέρον· ὃ γὰρ τῷ προ- ειπεῖν ποιοῦμεν θεραπεύοντες τὸν ἀκροατὴν ἐπὶ τῆς προδιορθώσεως, τὸ αὐτὸ ἐπὶ τῆς ἐπιδιορθώσεως· ἀπο- θεραπεύομεν γὰρ ἐπὶ τοῖς εἰρημένοις τὸν ἀκροατήν, ἵνα μὴ χαλεπαίνῃ πρὸς ἡμᾶς, ὡς πάλιν Δημοσθένης πολλὰ προειπὼν ἐπιφέρει, ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ δέομὰι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶ να, ὅ τι μὴ κατηγορήσαντος Αἰοχίνου μη- δὲν ἔξω γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον· πάσαις δʼ αἰτίαις καὶ βλασφημίαις ἄμα τούτου κεχρημ ένου, ἀνάγκη με πρὸς ἓν ἕκ καστον τῶν εἰρ ημ ένω ν βρα χέα ἀπολογήσασθαι.

ε΄. ΠΕΡΙ ΑΜΦΙΔΙΟΡΘΩΣΕΩΣ.

Τοῦτο μικτόν ἐστι τὸ σχῆμα ἔκ τε τῆς προδιορθώ- σεως καὶ ἐπιδιορθώσεως, ὅταν καὶ πρὶν εἰπεῖν καὶ εἰ- πόντες ἀσφαλιζώμεθα τὸν λόγον. γίνεται δὲ τοῦτο οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλʼ ἐπὶ τῶν μείζονος προμηθείας δεομένων, ὡς εἰ λέγοι τις, ἐγῶ μὲν λέγω , καὶ μηδεὶς ἀηδῶς ἀκούσῃ τὸ λεγόμενον, ἄν ἀληθὲς ἂν φαίνηται, μεγάλων ἄξιον ἐμαυτὸν ἐνόμιζον ἐξ ὧν διεπεπράγμην καὶ πάσης παρρησίας καὶ τῶν μεγίστων τιμῶν· νομίζω μηδένα τούτοις ἄχθεσθαι τοῖς λόγοις, εἰ πάντα τὰ μέ- γιστα πράξας τῶν μεγίστων ἄξιον ἐμαυτὸν ἀποφαίνω, καὶ ὡς ἔχει τὸ Δημοσθενικόν, εἰ γὰρ οἷος ἐγὼ παῤ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνικῶν πόλεων ἀνὴρ ἐγένετο, μᾶλ- λον δʼ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία ταὐτὰ φρονοῦντα ἔσχεν ἐμοί. καὶ γὰρ λέγων κα- τὰ τὴν ἐμαυτοῦ τάξιν προαπολύεται τὸ ἐπαχθές, καὶ τῷ μᾶλλον δʼ εἰ ἕνα τὸ δοκοῦν ἐνδεεστέρως εἰρῆσθαι προσεπηνώρθωται.

ϛʹ. ΠΕΡΙ ΠΡΟΚΑΤΑΛΗΨΕΩΣ.

Ἡ δὲ προκατάληψις γίνεται, ὅταν προκαταλαμβα- νώμεθα καὶ τοὺς ἀντιδίκους, περὶ ὧν μέλλουσιν λέγειν, καὶ τοὺς ἀκροατάς, περὶ ὧν ὑπονοοῦσι καθʼ ἡμῶν, καὶ τὸν λόγον, ὃν ἰσχυρότατον ὁ ἀντίδικος οἴεται λέξειν καὶ ὃν οἱ δικασταὶ καθʼ ἡμῶν ὑπονοοῦσί τι ἔχειν ἰσχυρόν, τοῦτον ἐμφάσει τινὶ προεκλύοντες ὡς εἰ καὶ λέγοι τις, ἐπεὶ δὲ καὶ τούτῳ μάλιστα τῷ λόγῳ θαρρεῖ, βούλομαι δεῖξαι καὶ τοῦτον πολὺ τῶν ἄλλων ἀσθενέστερον. καὶ ὡς Αἰσχίνης, πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον ὅν φησι Δημοσθένης.

ζ΄. ΠΕΡΙ ΥΠΕΞΑΙΡΕΣΕΩΣ.

Τοῦτο τὸ σχῆμα σύμφωνον καὶ ὁμογενὲς λέγουσιν εἶναι τῶν προκειμένων. πιστότερον δὲ γίνεται τοῦτον τὸν τρόπον· ὑπεξελόμενοί τι πρόσωπον ἢ γένος τῶν λοι- πῶν προκρίνομεν περὶ οὗ ποτʼ ἂν ὁ λόγος ᾖ, ὡς εἴ τις λέγοι· μετὰ γὰρ τοὺς θεοὺς Ἀριστογείτονος ὑπὸ τῶν ἀνθρώπων· ἢ οὕτως, ὁ μὲν Ζεὺς κρατεῖ τῶν πάντων, ἐγὼ δὲ τῶν ἀνθρώπων ἄρχω. καὶ πάλιν δʼ ἂν τῷ Ἀπόλ- λωνι περὶ μουσικῆς ἕκαστα, ἢ καὶ ὡς τὸ Ὁμηρικόν, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔτʼ Ἡρακλῆϊ οὔτʼ Εὐρύτῳ· ἡ γὰρ τῶν ὁμολογουμένων ἀρίστν ὑπεξαίρεσις πιστο- τέραν ποιεῖ τὴν ἐπαγγελίαν.

η΄. ΠΕΡΙ ΑΙΤΙΟΛΟΓΙΑΣ.

Αἰτιολογία δέ ἐστιν, ὅταν προθέντες τι πρὸς τὸ γε- νἐσθαι σαφέστερον αὐτὸ τὴν αἰτίαν προσαποδιδῶμεν, ὥς φησι Δημοσθένης, ἐάν τις ἐν ἄθλοις τινὰ ἀπο- κτείν ῃ, τοῦ τον ὁ νομοθ έτης ὥρισε μ ὴ ἀ δι- κεῖν. διὰ τί; ὅ τι οὐ τὸ συμβὰν ἐσκέψ ατο, ἀλ- λὰ τὴν τοῦ δράσαν τος διάνοιαν· ἔστι δὲ αὕ- τη τίς; ζ ῶντα νικῆσαι, οὐκ ἀποκτεῖναι, καὶ τὰ ἐξῆς.

θ΄, ΠΕΡΙ ΣΥΝΑΘΡΟΙΣΜΟΥ

Συναθροισμὸς δέ ἐστιν συναγωγὴ τῶν πεπραγμένων ἢ πραχθῆναι δυναμένων εἰς ἓν κεφάλαιον, ὥς φησι Δη- μοσθένης, ἀλλʼ ὁ τὴν Εὔ βοιαν ἐκεῖνος σφ ετε- ριζόμ ε νος καὶ κατασκευ άζων ἐπιτείχισμ αἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις. ἐπιχειρῶν, καὶ καταλα μβάνων Ὠρ εόν , καὶ κατασκ άπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρ εῷ Φιλι- στίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ ᾳ Ελείταρχον, καὶ τὸν Ἐλλή σποντον ὑφʼ ἑαυτὸν ποιούμενος καὶ τὸ Βυζ άντιον πολιορκῶν, καὶ π ὀλεις Ἑλ- ληνίδας τὰς μὲν ἀναιρῶν , εἰς ἃς δὲ καὶ τοὺς φυγάδας κατάγων, πότερον τα ῦτα π σιῶ ν ἠ δίκει καὶ παρεσπόν δει καὶ ἔλυε τὴν εἰρή - νην ἢ οὔ;

ι΄. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.

Ἐπιμονὴ δέ ἐστιν, ὡς καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ, ἐπὶ πλεῖον ἐπὶ τοῦ αὐτοῦ νοήματος ἐπιμονὴ μετὰ αὐξήσεως. Εὐριπίδης, ἀλλʼ ἥδε μʼ ἐξέσωσεν, ἥδε μοι τροφός, [ἡ] μήτηρ, ἀδελφή, δμωΐς, ἄγκυρα, στέγη. καὶ ὡς Δημοσθένης, οἱ μὲν κατάπτυστοι Θεττα- λοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέ- την, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο, πάντʼ ἐκεῖνος ἦν αὐτοῖς, καὶ πάλιν, ἐγὼ δʼ ὑπʼ ἐχθροῦ νήφοντος ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ ταῦτα ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ὡς ὁ ποιητής, ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον, τηλύγετον, πολλοῖσιν ἐπὶ κτεάτεσσιν.

ια΄. ΠΕΡΙ ΛΕΠΤΟΛΟΓΙΑΣ.

Λεπτολογία ἐστίν, ὅταν ἑνὸς ἑκάστου τῶν συμβεβη- κότων ἢ συμβαινόντων τὴν ἀκριβῆ καὶ ἐπὶ λεπτῷ ἐξερ- γασίαν ποιώμεθα, ὡς παρὰ Μενάνδρῳ ταυτί, μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω . . . ὁμοίαν τῷ γεγονότι πράγματι, ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει. στρόβιλος; ἐν ᾧ συστρέφεται, προσέρχεται, προέλαβεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλʼ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει Ζεῦ σῶτερ, εἰπεῖν, ἀντέχου τῶν σχοινίων, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν· ναυαγίου δʼ ἂν ἐπιλάβοιʼ· ἐγὼ δʼ ἅπαξ ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. νῦν γὰρ διὰ νοήματος ἐλάσσονα γινόμενα καὶ οὐδʼ εἰς ὑποψίαν ἀκριβῶς ἐλθεῖν δύναται τῷ λόγῳ καὶ λεπτὸν καὶ ἀκριβῶς τε ὁ ποιητὴς εἰπὼν εἰς ἔννοιαν ἀκριβεστέ- ραν αὐτῷ ἀγήοχε, καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησε πάθος τα- χύτερον ἐκ τῆς ἐκείνων λεπτολογίας ἀποδείξας. καὶ ταῦτα δὲ ὁμοίως ἔχει· καὶ ὑμεῖς μέν, ὦ Ἀθηναῖοι, τὰς ἐλπίδας τῆς σωτηρίας εἴχετε ἐν τῷ τὸν στρατηυὸν ὑμῶν ἐκπλεύσαντα ταχέως τῶν ἐπικαί ἱρων κρατ τῆσαι τόπων. ὁ δʼ ἕωςἐνετέλ- λετό τινα τοῖς οἰκείοις, ἐπιτρόπους καθίστα καὶ τῶν οἴκοι πραγ μάτων , ἠ σπάζετο τὴν γυ- βαῖκα καὶ τοὺς παῖδας, ἐδεξιοῦτο τοὺς φί- λους, ἐξ ῄει τῆς πολέως, κατέβαινε εν εἰς τὸν λιμένα, ἐν ἐβάλλετο τὰ ἐπιτή δεια εἰς τὴν ναῦν, ἔλυε τὰ πρυμν ήσια, ἦ ρε τὰ ς ἀγ κύρας, ἔλαθον οἱ πολέμιοι κρατήσαντες τῶν ἐπι- καίρῳν χωρίων. αὔξησιν δὲ ἔχει τὸ σχῆμα, ὅταν ταχυτῆτα ἢ βραδυτῆτα ἐμφῆναι θέλωμεν, ἢ τάχος ἐξ ἀντιπαραθέσεως ποιῆσαι φανερόν, ὥσπερ ὁ Μένανδρος.

ιβ΄. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ.

Ἡπροσωποποιΐα δέ ἐστι προσώπου διάπλασις ἤτοι τὴν ἀρχὴν μὴ γενομένου πώποτε ἢ γενομένου μέν, οὐκ ἔτι δὲ ὄντος. τοῦ μὲν παράδειγμα τὸ Δημοσθενικόν, ὁ μὲν οὖν παρῶν καιρός, ὦ Ἀθηναῖοι, μονο- νουχὶ λέγει φωνὴν ἀφιείς· οὐχ ὑφεστηκὸς γὰρ τὸ πρόσωπον τὸν καιρὸν αὐτὸν εἰσάγει· τοῦ δὲ δευτέ- ρου τὸ Αἰσχίνου, ὅταν ἐπὶ τελευτῆς ἤ δη τοῦ λό- γου τοὺς συνηγόρους καλῇ, καὶ τοὺς κοινω - νοὺς αὐτῷ τῆς δωροδοκίας παρακαλῇ, ὑπο- λαμβάνετε ὁ ρᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρα- τετα γμένους, Σόλω να μὲν τὸν καλλίστοις νόμοις κοσμ ήσαντα τὴν δημοκρατίαν, Ἀρι- στείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλ- λησι, καὶ ἐπερω τῶντα, εἰ οὐκ αἰσχύνεσθε, ὅτι οἱ μὲν πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς.

ιγ΄. ΠΕΡΙ ΕΠΝΑΛΗΨΕΩΣ.

Ἐπανάληψίς ἐστιν, ὅταν κατὰ πλείους φωνὰς ἐπανα- λαμβάνωμεν, ὡς ἔχει τὸ τοιοῦτον, ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, καὶ τὸ Ὁμηρικόν, τοῦ δʼ ἐγὼ ἀντίος εἰμί, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε. ταῦτα μὲν οὖν ἐπανείληπται μηδενὸς αὐτῶν μεταξὺ τι- θεμένου μορίου· ἔστι δὲ ὅτε ἐπαναλέγεται μὲν τὰ ὀνό- ματα, οὐκ εὐθὺς δέ, ἀλλὰ μέσα τινὰ παρεμβάλλεται, καθάπερ ἔχει τὸ τοιοῦτον, ἦν ποτε, ἡν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τῇ τῶν πολλῶ νψυχῇ· κἀκεῖνο, οὐ γὰρ ὑφʼ αὐτῷ ποιήσασθαι τὴν πόλιν βούλε- ται Φίλιππος, οὔ· καὶ τὸ Αἰσχίνου, καλόν, ὦ Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, καὶ τὸ Ομηρικόν, ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας· πολλάκις δὲ ταῦτα καὶ πλεονάκις ἀναλαμβάνεται, ὡς καὶ Δημοσθένης, καίτοι φιλίαν τεκαὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Αλε- ξάν δρου ξενίαν ὀνειδίζων ω ν ἐμοί· ἐγώ σοι ξε- νίαν Ἀλεξᾶν δρου; πόθ ενλ αβόντι; φανερὸν δὴ ποσάκις τὸ αὐτὸ ὄνομα ἀνείληπται. τοῦτο δέ τινες ἰδίως ἀναδίπλωσιν λέγουσιν, ὅταν τὸ δεύτερον λεγόμενον ἄρ- χηται ἀπὸ τῆς τοῦ προηγουμένου τελευτῆς, ὡς Σοφοκλῆς ὦ φίλταθʼ ὥς μ’ ἀπώλεσας, ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα. ὡς καὶ νῦν ἐν τῷ χρησμῷ, Αρκαδίην μʼ αἰτεῖς· οὔ τοι δώσω , δώσω τοι Τεγέην. δοκεῖ δὲ ποιητικώ- τερον εἶναι.

ιδʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΜΣ.

Ἐπαναφορά ἐστιν, ὅταν ἀπὸ τοῦ αὐτοῦ ὀνόματος δύο ἢ πλείω κῶλα ἄρχηται, ὡς παρὰ τῷ Δημοσθένει, ταῦτʼ εἶπον ὑπὲρ ὑμῶν, ταῦτʼ ἐπρέσβευσα, ταῦτʼ ἐδεήθην, ἢ ὅταν ἐπὶ πολὺ τὸ ὄνομα ἐν ἀρχῇ τῶν κώλων καὶ τῶν περιόδων πολλάκις παραλαμβάνη- ται, [καὶ] ἢ αὐτὸ ἢ τὸ ἰσοδυναμοῦν αὐτῷ [ὀνομάζει]. καὶ αὐτὸ μὲν ὡς τὸ Δημοσθενικόν, τίοὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σουτὸν οὐκ ἐλλεβορίζεις; καὶ ὡς τὸ Ὁμηρικόν, Νιρεὺς αὖ Σύμηθεν ἄγεν, Νιρεὺς Ἀγλαΐας υἱός. [τὸ δʼ ἰσοδυναμοῦν οὕτως, ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη. ἐνταῦθα γὰρ τό τε ἀρσενικὸν ἄρθρον καὶ τὸ θηλυκὸν ἴσον ὡς πρὸς τὸ πρᾶγμα δύναται.] τὸ δʼ ἰσοδυναμοῦν οὕτως, ὡς εἴ τις λέγοι, ἐπέδωκα τῇ πόλει χρήματα, παρ- έσχον συμμάχους, ἐχαρισάμην ὅπλα, καὶ ὡς * * αὐτοῦ τῶν δωροδοκημάτων παρακαλῇ, ὑπολαμβά- νετε καθορᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατε- ταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νό- μοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστεί- δην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλη- σιν, ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς.

ιε΄. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.

Ἠθοποιΐα δέ ἐστιν, ὅταν ὑπάρχοντα πρόσωπα τι- θέντες λόγους τινὰς αὐτοῖς περιτιθῶμεν πρὸς τὸ πιστο- τέρους αὐτοὺς δόξαι εἶναι ἢ εἰ αὐτοὶ ἐλέγομεν αὐτούς, ὡς Αἰσχίνης ἐπὶ τοῦ Δημοσθένους, μηδενὶ δὴ τρό- πῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφ ιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάν ετε οὐτὸν εἰσεληλυθότα οἴκαδε ὁρᾶν σεμνυνόμε- νον ἐν τῇ τῶν μειρ ακίων διατριβῇ, διεξιόντα ὡς εὖ τὸ πρᾶγμα ὑφειλόμην τῶν δικαστῶν, ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρ- χον αἰτιῶν ἐπέστησα φέρων ἐπὶ τὸν κατήγο- ρον καὶ Φίλιππον καὶ Φωκεῖς. καί· παρελθόν- τα εἰς τὴν ἐκκλησίαν, ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, καὶ τὰ ἑξῆς.

ιϚ΄. ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.

Ἀποσιώπησίς ἐστι λόγος ἐπιτείνων τὸ παρασιωπώ- μενον, ἢ παραλείπων τὸ γινωσκόμενον, ἢ σιωπῶν τὸ αἰσχρόν. ἐπιτείνει μὲν οὖν τὸ παρασιωπώμενον, ὡς Δη- μοσθένης, ᾧ μήτηρ μὲν ὑπῆρχε πολῖτις, πατὴρ δὲ οὐκ ἐρῶ πόθεν. οὐδὲν γὰρ πλεῖον τῶν ἀναγκαίων αὐτὸν ἐξ ετάσασθαι. παραλείπει δὲ τὸ γινωσκόμενον οὕτως, καὶ πάλιν, τοσαῦτα, ὦ Ἀθη- ναῖοι, ὅσα ὀκνήσαιμ’ ἂν εἰπεῖν· παντὶ γὰρ δῆ- λον, ὅτι τὸ πρῶτον μὲν ἀηδές τι παραλείπει, εἶτα εἰδι- κώτερον ὅτι ἀτιμίαν εἰπεῖν βούλεται ἤ τι τοιοῦτον. σιωπᾷ δὲ τὸ αἰσχρὸν Εὐριπίδης, ἣ πόσιν ἀπείρῳ περιβάλλουσ᾿ ὑφάσματι ἔκτεινεν, ὧν δ᾿ ἕκατι παρθένον λέγειν οὐ καλόν.

ιζ΄. ΠΕΡΙ ΕΠΙΤΡΟΧΑΣΜΟΥ.

Ἐπιτροχασμός ἐστι προσκείμενον σχῆμα τῷ τε συν- αθροισμῷ καὶ τῇ ἐπιμονῇ, διαφέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάγει καὶ ἀξιοπιστίας ἕνεκα λέγεται, ὡς ἔχει τὸ Δημοσθενικόν, ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τη λικύτην πόλιν ἐν Πελοποννήσῳ, Με- γάροις ἐπεβούλευσε πρώην.

ιη΄. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.

Εἰρωνεία δέ ἐστι λόγος προσποιούμενος τὸ ἐναντίον λέγειν, ὡς ἐπὶ τῆς Μηδείας Εὐριπίδης, τοιγάρ με πολλαῖς μακαρίαν ‘Ελληνίδων ἔθηκας ἀντὶ τῶνδε, θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ σεμνὸν ἡ τάλαιν’ ἐγώ, καὶ τὰ ἑξῆς. καὶ ὡς ὁ Δημοσθένης, δῆλον γάρ, ὅτι σὺμὲν ἀλγεῖς ἐπὶ τοῖς τῶν Θηβαίων ἀτυχήμα- σιν, κτήματα ἔχων ἐν τῇ Βοιωτίᾳ, ἐγὼ δὲ χαίρω, ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πεποιηκότος. εἴδη δὲ τῆς εἰρωνείας τέτταρα, ἀστεϊ- σμός, μυκτηρισμός, σαρκασμός, χλευασμός.

ιθ΄. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.

Παράλειψις δέ ἐστιν, ὅταν δοκοῦντές τι παραλιπεῖν μηδὲν ἧττον λέγωμεν αὐτό, ὡς Δημοσθένης, ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ἤδη γὰρ σὲ ἐρωτῶ, πάντα ταῦτα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτί- δαιαν, οὐδενὸς τούτων μέμνημαι, Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθη- σιν οὐδʼ εἰ γέγονεν οἶδα, καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμ ενος ἡμῖν ἀφεθναι τῆς στρατείας ἠνώχλησε, καὶ προβαλλόμενος καὶ χειροτονῶν αὑτὸν εἰς Διονύσια ἐπιμελη- τήν, ἐάσω, καὶ πάλιν, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν Μειδίου καὶ τὰ λοιπὰ ἄπειρα ὄντα κακὰ ἐάσω. καὶ οὔτε τόδε λέγω οὔτε τόδε, οὐδʼ ὡς ἠδίκησεν τὴν πόλιν οὗτος. καὶ πάλιν, οὔτε γὰρ τοὺς Ἑρμᾶς, οὓς ἐλωβήσατο, λέξω, οὔθ᾿ ὡς ηὐτομόλησεν εἰς Σικελίαν, ἀλλʼ ἔστω τού- των ἀμνηστεία μυρίων ὄντων.

κ΄. ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.

Ἀποστροφὴ δʼ ἐστίν, ὅταν πρόσωπον ἕτερον ἀνθ᾿ ἑτέρου αἰτιώμεθα, ἤτοι πραΰνειν, ἢ ἐποτρύνειν ἐθέλον- τες, ὡς ὁ ποιητής.

Ἀτρείδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. οὐδέ τι ἐκτελέουσιν ὑπόσχεσιν, ἥνπερ ὑπέσταν· ἐπεὶ γὰρ ἀπότομον ἦν λέγειν, Ἀχαιοί, ἄδικοί ἐστε, πρὸς τὸν βασιλέα οὐκ ἐθέλοντες ἐκτελεῖν αὐτῷ τὰς ὑπο- σχέσεις, μετεσχημάτισε τὸν λόγον πρὸς αὐτὸν τὸν Ἀγα- μέμνονα· γίνεται δὲ ἡ ἀποστροφὴ καὶ ὅταν ἄλλων μνη- μονεύοντες, ὡς δυναμένων ταὐτὰ ποιῆσαι τούτοις, περὶ ὧν ἂν ποιησώμεθα τὸν λόγον, μὴ πεποιηκότων δέ, εἶτα διʼ αὐτῶν καὶ καθαπτώμεθα τῶν ἀντιδίκων, ὡς Δημο- σθένης τὰ ὑπὸ Μειδίου γεγονότα βουλόμενος διαβάλ- λειν διαβάλλει τὰ περὶ Ἰφικράτην, καίτοι φασὶν Ἰφι κράτην ποτὲ ἐκ ἐκεῖνον Διοκλεῖ τῷ Πιτθεῖ τὰ μάλιστα ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς τούτῳ συμβῆναι, Τισίαν τὸν ἀδελφὸν τὸν Ἰφικράτους ἀντιχορ ηγῆσαι τῷ Διοκλεῖ· ἀλλʼ ὅμως πολλοὺς ἔχων Ἰφικράτης καὶ τὰ ἑξῆς, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυ τὰ κατεσκευ ασμέ- να ἱμάτια ἐς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς.

κα΄. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.

Διαπόρησις δʼ ἐστίν, ὅταν περὶ ἑνὸς πράγματος δύο ἢ καὶ πλείονας ἐννοίας ἔχωμεν, ἢ καὶ προσποιώμεθα μὴ οὔσας ἔχειν, εἴγε ἀποροῦμεν καὶ μὴ ἐφιστῶμεν ἐπʼ οὐ- ταῖς, ὡς ἔχει τὸ τοιοῦτον, εἴτετινὸς εἰπόντος, εἴτε αὐτὸς συνιείς, οὐκ ἔχω εἰπεῖν, ὅτι δὲ κωτη- ρία μόνη γίνοιτο ἂν αὐ τῷ ἡ ἡμετέρα, εἴτε χρὴ φιλανθρωπίαν αὐτὴν λέγειν, εἴθ᾿ ὅ τι δή ποτε ἄλλο, [οὐκ ἔχει.]

κβ΄. ΠΕΡΙ ΕΡΩΤΗΜΑΤΟΣ.

Ἐρώτημά ἐστι, πρὸς ὃ ἀνάγκη ἀποκρίνασθαι κατʼ ἀπόφασιν ἢ κατάφασιν οὕτω, ναὶ ἢ οὔ, οἷον ἐξῆλθες ἐπὶ τὴν μάχην ἢ οὔ; καὶ ὡς Δημοσθένης, πότερον ταῦτα ποιῶν ἔλυε τὴν εἰρήνην ἢ οὔ; ἀνάγκη γὰρ καὶ πρὸς τοῦτο ἢ ναὶ ἢ οὒ ἀποκρίνασθαι.

κγ΄. ΠΕΡΙ ΠΥΣΜΑΤΟΣ.

Πύσμα δέ ἐστι, πρὸς ὃ διεξοδικῶς ἀπαντῆσαι δεῖ καὶ διὰ πλειόνων, ὡς ἔχει τὸ τοιοῦτον, ἐμὲ δέ, ὦ τρι- ταγωνιστά, τὸ τίνος φρόνημα λαβόντα τού- τοις συμβουλεύειν ἔδει; ἐνταῦθα γὰρ οὐκ ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ, ἀλλὰ διὰ πλειόνων ἀνάγκη ἀπαντᾶν τῷ τοιοῦτον ἐροῦντι.

κδ΄. ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ.

Διατύπωσις δʼ ἄῤ ἐστίν, ὅταν ἄμα προσώπων καὶ πραγμάτων παρασυναγωγὴν ποιησάμενοι μὴ τοὺς λό- γους μόνον, ἀλλὰ καὶ τὰ ἐναργήματα καὶ τὰ πάθη καὶ τὰ εἴδη διατυπώμεθα, ὡς ὁ Αἰσχίνης, γίνεσθέ μοι μικρὸν χρόνον τὴν διάνοιαν, μὴ ἐν τῷ δικα- στηρίῳ, ἀλλʼ ἐν τῷ θεάτρῳ. καὶ νομίσατε ὁρᾶν προσιόντα τὸν κήρυκα, καὶ τὴν ἐκ τοῦ ψη- φίσματος ἀνάρρησιν μέλλουσαν γίν εσθαι, καὶ τὰ ἑξῆς. καὶ ὥς φησι Δημοσθένης, ὅτε γὰρ εἰς Δελφοὺς ἐπορευόμεθα, ἦν ὁρᾶν ταῦταπάντα, οἰκ ίας κατεσκαμμένας, τείχη περιῃρημένα, γύναια καὶ παιδάρια ὀλίγα καὶ ἄθλια καὶ πρεσβύτας οἰκτρούς.

κε΄. ΠΕΡΙ ΑΝΤΕΙΣΑΓΩΓΗΣ.

Ἀντεισαγωγὴ γίνεται, ὅταν ἕτερον ἀνθʼ ἑτέρου ἀντι- τιθῶμεν, ἀντὶ ἀγαθοῦ κακὸν ἢ ἀντὶ κακοῦ ἀγαθόν, οἷον οἰκτρὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι, καὶ ἐρήμοις εἶναι τῶν ἀναγκαιοτάτων γηρο- τρόφων· σεμνὸν δὲ αὐτοῖς τιμὴν καὶ μνήμην τέκνων καταλειπομένην ἐφορᾶν, καὶ πάλιν, ἡδὺ τὸ ζῆν, ἀλλὰ τόγε ὑπὲρ πατρίδος ἀποθα- νεῖν δόξαν αἰώνιον παρασκευάζει.

κϛ΄. ΠΕΡΙ ΔΙΑΣΥΡΜΟΥ.

Διασυρμὸς δʼ ἐστίν, ἐπειδὰν λέγωμεν ἀξιοπίστως διασύροντες, ὡς Ὑπερίδης ἐπὶ Δημοσθένους, καὶ συ- κοφαντεῖς τὴν βουλὴν προκλήσεις προτιθ εὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα- βες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ πῶς; τελευταῖον δʼ ἴσως ἐρωτήσεις καὶ εἰ ἐχρήσω τῷ χρυσίῳ ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν, καὶ ὁ αὐτὸς ἐπὶ τῆς Φρύνης, τίς γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται. καὶ ὡς Αἰσχίνης, οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα καὶ μιαρὰ ῥή- ματα, ἃ πῶς ποτε ὑμεῖς, σιδήριοι, ἐκαρτε- ρεῖτε ἀκροώμενοι, ὅτε ἔφη παρελθών, ἀμπε- λουργοῦσί τινες τὴν πόλιν, καὶ τὰ ἑξῆς, καὶ ὡς Δημοσθένης πρὸς αὐτὰ ταῦτα, πάνυ γὰρ κατὰ τοῦτο χείρω γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διεξῆλθον ἐγώ, ἢ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήγαγον.

κζ΄. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ.

Μετάστασις δʼ ἐστίν, ὅταν ἀφʼ ἑαυτῶν μεθιστῶ- μεν τὴν αἰτίαν ἐφʼ ἕτερον ἔξω τοῦ πράγματος ὄντα, ὡς Δημοσθένης, τοῦ γὰρ Φωκικοῦ συστάντος πο- λέμου, οὐ διʼ ἐμέ· οὐ γὰρ ἔγωγε τότε ἐπολι- τευόμην, ἢ ἐπὶ τοὺς ἀκούοντας, ἐγὼ γὰρ τοῦ μὲν εἰπεῖν κύριος ἤμην, ἡμεῖς δὲ τοῦ ψηφίσα- σθαι τὰ ῥηθέντα, ἢ τὸν ἀντίδικον εἰς αἰτίαν καθι- στῶμεν, ἐξ ὧν αὐτὸς ἡμῖν ἐγκαλεῖ, ὡς πάλιν Δημοσθέ- νης, εἶτ᾿ ὦ τί εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην διεξῄεις, ὁρῶν ἀφαιρού- μενόν με τῆς πόλεως ἠγανάκτησας; καὶ τὰ ἑξῆς.

II. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.
α΄.

Τὰ μὲν τῆς διανοίας σχήματα προείρηται κατὰ λό- γον ἡμῖν· παντὸς γὰρ λόγου προάγει ἡ τοῦ διανοήματος εὕρεσις, ἕπεται δὲ λέξις τῷ διανοήματι, διʼ αὐτῆς ποι- οῦσα φανερὸν αὐτό· νῦν δὲ περὶ τῶν τῆς λέξεως σχη- μάτων ποιησόμεθα τὸν λόγον, ἐπεὶ δʼ, ὡς ἂν εἴποι τις, τὰ πρῶτα καὶ ἀνωτάτω σχήματα τῆς λέξεώς ἐστι περίο- δος καὶ κῶλον καὶ κόμμα· διὰ τούτων γὰρ πᾶσα λέξις πλέκεται καὶ συντίθεται, τί ποτ᾿ ἐστὶν ἕκαστον τούτων προεροῦμεν. περίοδος μὲν οὖν ἐστι λόγος ἄνευ περιγρα- φῶν καὶ κώλων συνθέσει αὐτοτελῆ διάνοιαν ἐκφέρων, ὡς ἔχει τὸ τοιοῦτον, ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει, περίοδος δὲ ἀπὸ τοῦ περιοδευομένως οἷον κύκλῳ τὴν διάνοιαν ἐκπλέκειν. κῶλον δʼ ἐστὶ περιόδου μέρος, ὃ λέγεται μὲν καθʼ αὑτό, ἀντικείμενον δὲ πληροῖ περίο- δον. αὐτὸ μὲν οὖν καθ᾿ αὑτὸ κῶλον τὸ τοιοῦτόν ἐστιν, ἀνὴρ γὰρ ἰδιώτης, κατὰ δὲ τὸ ἀντικείμενον οὕτω γί- νεται σύνθεσις κώλων, ἄτοπον δʼ ἐστὶ σὲ μὲν ἐν τοῖς ἀλλοτρίοις, ἐμὲ δὲ ἐν τοῖς ἰδίοις ἀπορεῖ- σθαι. κατὰ δὲ τὸ παρακείμενον οὕτω, καλὸν γὰρ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς πολίτας διὰ παντός. κόμμα δʼ ἐστὶ τὸ περιόδου καὶ κώλου ἔλαττον. λαμβάνεται δὲ καὶ κόμμα καθʼ αὑτό, καθά- περ ἔχει τὰ τοιαῦτα, γνῶθι σαυτόν, μέτρον ἄριστον, ἕπου θεῷ· λαμβάνεται δὲ καὶ πρὸς ἕτερον, οἷον ὅρκον αἰτεῖς, νόμον αἰτεῖς, δημοκρατίαν αἰτεῖς. τῶν δὲ περιόδων αἱ μέν εἰσι δίκωλοι, ὡς ἔχει ἡ τοιαύτη, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συν- αγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας κατα- στησάντων. αἱ δὲ τρίκωλοι, ὥσπερ ἣν προείπομεν, ἀνὴρ γὰρ ἰδιώτης, δεύτερον δὲ ἐν πόλει δημο- κρατουμένῃ, τρίτον δὲ νόμῳ καὶ ψήφῳ βασι- λεύει. γίνεται δὲ καὶ τετράκωλος, ὡς παρὰ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡ δέως μετάσχοι στρατείας, τῆς ὑπ᾿ Ἀθηναίων τε καὶ Λακεδαιμονίων στρα- τηγουμένης, ὑπὲρ δὲ τῇς τῶν συμμάχων ἐλευ- θερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης· νοεῖται δʼ ἡ περίοδος τε- τράκωλος χωρὶς τῆς πρώτης προθέσεως, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας. συντίθενται δὲ καὶ ἐκ πλειόνων κώλων περίοδοι, ἀλλʼ ἐκβαίνουσι τὴν συμ- μετρίαν καὶ οὐκ ἔτι περιόδων, ἀλλὰ διεξοδικῶν λόγων ἔχουσι τάξιν. εἰσὶ δὲ τῶν περιόδων αἱ μὲν αὐτοτελεῖς, ὥστε καθʼ αὑτὰς σημαίνειν διάνοιαν, αἱ δὲ συνεζευγμέ- ναι, ὥστε μεθʼ ἑτέρων ἐκφέρειν τὸ διανόημα πλῆρες. αὐτοτελεῖς μὲν οὖν εἰσιν αἱ ἄνευ συνδέσμου ἐκφερόμε- ναι, οἵα ἐστὶν αὕτη, ἣν γὰρ ὁ κῆρυφ κατὰ τοὺς νό- μους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πα- τρίδος δίκαιον ἡγεῖσθαι, συνεζευγμέναι δὲ αἱ μετὰ τῶν συνδέσμων συγκείμεναι, ὡς ἔχει αὕτη, χρὴ γὰρ τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφίῃὁνό- μος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ χρὴ διδόναι τὴν ψῆφον, μὴ τῇ τοῦ λέγοντος ἀναισχυντίᾳ.

β΄. ΠΕΡΙ ΑΝΑΔΙΠΛΩΣΕΩΣ Η ΠΑΛΙΛΛΟΓΙΑΣ Η ΕΠΑΝΑΛΗΨΕΩΣ.

Τοῦτο τὸ σχῆμα ὁ μὲν Καρκῖνος παλιλλογίαν καλεῖ, ἔνιοι δὲ ἀναδίπλωσιν, οἱ δὲ ἐπανάληψιν, φαίνεται δὲ ὅτε μὲν ῥῆμα ἐπαλλήλως ἐντιθέντων ἡμῶν, ὡς ἔχει τὸ τοιοῦτον, μιαρὸν μιαρὸν θηρίον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πάλιν ὡς Ξενοφῶν ὠγκωμένῳ ἐπὶ γένει, πεφυσημένῳ δʼ ἐπὶ πλούτῳ, διατε- θρυμμένῳ δὲ ὑπὸ πολλῶν ἀνθρώπων.

γ΄. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.

Γίνεται δὲ ἡ ἐπαναφορὰ ποτὲ μὲν ἐπὶ τῶν ἡγουμέ- νων κώλων, ὡς ἔχει τὰ προειρημένα, ποτὲ δὲ ἐπὶ τῶν ἐξῆς ὡς ἔχει τὸ Δημοσθενικόν, ἐδίδασκες γράμ- ματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δʼ ἐτε- λούμην. πεποίηκε δὲ Δημοσθένης καὶ διπλῆν ἐπανα- φορὰν ἐπί τε τῶν προηγουμένων κώλων τὸ αὐτὸ μόριον λαμβάνων καὶ ἐπὶ τῶν ἑπομένων ἐν τούτοις, μέχρι τούτου φίλος ὠνομάζετο Λασθένης ιλίπ- που, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς ὁ Λαρισσαῖος, ἕως τὴν Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν· τῶν μὲν γὰρ πρώτων κώλων τὸ μ έχρι ἄρχει μόριον, τῶν δὲ δευτέ- ρων τὸ ἕως.

δ΄. ΠΕΡΙ ΑΝΤΙΣΤΟΦΗΣ.

Ἀντιστροφὴ δʼ ἐστὶν τὸ ἐναντίον τῆς ἐπαναφορᾶς· ὡς γὰρ ἐκείνη ἀπὸ τῶν αὐτῶν ἄρχεται, οὕτως αὕτη εἰς τὸ αὐτὸ λήγει, διὸ καὶ ταύτην ἔχει τὴν προσηγορίαν ἀντι- στρέφουσα τὴν ἐπαναφοράν. παράδειγμα δὲ τοῦ σχήμα- τος, λέγεταίρι τῶν ὑμῖν συμφερόντων, ἄφρ- νος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρ εστιν Αἰσχίνης, καὶ τὸ [αὐτὸ] Αἰσχίνου, ὅστις δʼ ἐν τῷ συλλόγῳ τὴν ψῆφον αἰτεῖ, ὅρκον αἰτεῖ, νόμον αἰτεῖ, δημοκρατίαν αἰτεῖ.

ε΄. ΠΕΡΙ ΣΥΜΠΛΟΚΗΣ Η ΣΥΝΘΕΣΕΩΣ.

Τοῦτο τὸ σχῆμα μικτόν ἐστιν ἐκ τῆς ἀναφορᾶς καὶ τῆς ἀντιστροφῆς, διὸ καὶ οὕτω κέκληται· καὶ γὰρ ἐν ἀρχῇ τῶν κώλων καὶ ἐπὶ τελευτῆς τὴν αὐτὴν ἔχει λέξιν, ὡς Αἰσχίνης, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς.

ϛ΄. ΠΕΡΙ ΣΥΝΩΝΥΜΙΑΣ.

Συνωνυμία δέ ἐστιν, ὅταν τῷ χαρακτῆρι διαφόροις ὀνόμασι, τῇ δυνάμει δὲ τὸ αὐτὸ δηλοῦσι χρώμεθα πλείο- σιν, ἓν μὲν καὶ τὸ αὐτὸ βουλόμενοι δηλοῦν, ὡς καὶ Δη- μοσθένης, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Περιν- θίων καὶ Βυζαντίων, οὐκ ἀγνοεῖται δὲ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δὲ ὑπὸ Θηβαίων.

ζ΄. ΠΕΡΙ ΕΠΑΝΟΔΟΥ.

Ἐπάνοδος δέ ἐστιν, ὅταν δύο ὀνόματα διάφορα προ- τιθέντες μήπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίωμεν ἐπὶ τὰ προκείμενα καὶ τὸ λεῖπον τῷ νῷ προσαποδιδῶμεν, ὡς ὁ Δημοσθένης, ὁρῶν δὲ ταῦτα ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ἔφη ταῦτα πάσχειν, καὶ ὡς ὁ Φί- λιππος, ἐν ἀργίᾳ καὶ δυσθυμίᾳ μὲν ἐπὶ τῶν στρατηγῶν ὁ δῆμος οἷς ἐνέτυχεν, καὶ θελῆσαι προδιδόναι φάσκων δυσθυμίαν νικωμένων κατὰ τὸν πόλεμον τοῖς πόνοις, οὐ ταῖς μάχαις. κέχρηται δὲ Ὅμηρος καὶ τούτῳ τῷ σχήματι, ποιήσας εὐ- χόμενον τὸν Ἀχιλλέα ὑπὲρ τοῦ Πατρόκλου, τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· νηῶν μέντοι ἀπώσασθαι, πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.

η΄. ΠΕΡΙ ΚΛΙΜΑΚΟΣ.

Κλῖμαξ δὲ γίνεται, ὅταν ἐπὶ πλεῖον μηκύνοντες τὸ προκείμενον κεφάλαιον καθʼ ἕκαστον κόμμα τὴν αὐτὴν λέξιν τελευτήν τε καὶ ἀρχὴν ποιήσωμεν, ὡς ἔχει τὸ Δημοσθενικόν, καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα οὐδὲ ἔ ἔγραψαμέν, οὐκ ἐπρέσβευσα δέ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θη- βαίους. γίνεται δὲ καὶ κατὰ συνωνυμίαν κλῖμαξ, ὡς ἔχει τὸ Ὁμηρικόν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ᾿ Ἀτρέϊ ποιμένι λαῶν· καὶ γὰρ Χρονίων καὶ Ζεὺς συνώνυμά πώς ἐστι, καὶ τὸ Ἀργειφόντης καὶ Ἑρμῆς· εἴληφε δὲ τὸ σχῆμα τὸ ὄνομα ἀπὸ τῆς κλίμακος· καὶ γὰρ ἐν ταύτῃ, ἐφʼ ὃν λήγομεν βαθμόν, ἀπʼ ἐκείνου πάλιν ἀρχόμεθα.

θ΄. ΠΕΡΙ ΠΡΟΣΔΙΑΣΑΦΗΣΕΩΣ.

Προσδιασάφησίς ἐστιν, ὅταν ἓν ὄνομα ἐπενεχθῇ πε- πληρωμένῳ λόγῳ, προσδιασαφοῦν πλέον τι, ὡς ἔχει τὸ Ὁμηρικόν, ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· τὸ γὰρ θυμῷ ἐπηνέχθη πλήρει τῷ λόγῳ προσδιασα- φοῦν, ὅτι ψυχή ἐστι, περὶ ἣν τὸ τοῦ ἀρέσκειν πάθος γί- νεται· καὶ εἴ τις ἐν πολλῷ λόγῳ λέγοι, ταῦτα ἐννοήσας τῇ ψυχῇ.

ι΄. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.

Ἡ δὲ περίφρασις ἴδιόν μοι δοκεῖ σχῆμα εἶναι τῆς ποιήσεως· πολλὰ γὰρ τὰ περιπεφραγμένα παρʼ ἐκείνοις, οἷον βίη Ἡρακληείη καὶ μένος Ἀλκινόοιο· οὐ μὴν ἀλλὰ τὸ σχῆμά ἐστι τοῦτο εὑρεῖν καὶ παρὰ Δημο- σθένει, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου, γέγονε δὲ ὁ λόγος καὶ ὑψηλότερος καὶ πλείονα ἔμφασιν ἔχων κατὰ τὴν περίφρασιν, ἢ εἰ οὕτω ῥηθείη, ἠτίμωται ὑπὸ Μει- δίου. καὶ ὡς τὰ Ξενοφῶντος ἔχει, ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ἀντὶ τοῦ ἐνενοήσαμεν, καὶ ὡς τὸ παρὰ Θου- κυδίδῃ, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε ἀντὶ τοῦ ἐμανθάνετε· πολὺ δὲ τὸ σχῆμα παρὰ τῷ ἀνδρὶ τούτῳ.

ια΄. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.

Πλεονασμὸς δέ ἐστιν, ὅταν ᾖ τῷ λόγῳ προσκείμε- νον μόριον ἐκ τοῦ περιττοῦ κόσμου χάριν ἢ ἐμφάσεως, οὗ ἀφαιρεθέντος οὐδὲν ἡ διάνοια βλάπτεται, ὡς ἔχει τὸ τοιοῦτον, κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο· ἐνταῦθα γὰρ τὸ δὴ προσκείμενον τῷ λόγῳ παρέσχε κόσμον, ἀφαιρεθὲν δὲ οὐδὲν λυμαί- νεται τὴν διάνοιαν. πάλιν, ἐκεῖνος Καλλίστρατος [ἐκρίνετο]· τὸ γὰρ ἐκεῖνος προσκείμενον ἔμφασίν τινα μεγέθους περὶ τὸν ἄνδρα δηλοῖ.

ιβ΄. ΠΕΡΙ ΑΣΥΝΔΕΤΟΥ Η ΔΙΑΛΥΣΕΩΣ.

Κατὰ τοῦτο τὸ σχῆμα τοὺς συνδέσμους αἴροντες τοὺς ὀφείλοντας τὰ κῶλα συνάπτειν οὕτω φαμὲν τὸν λόγον, ὡς ἔχει τὰ τοιαῦτα, εἰ δʼ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν παρείλετο, καὶ πά- λιν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόν- νησον, οὐδενὸς τούτων μέμνημαι.

ιγ΄. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.

Ἔλλειψις δὲ γίνεται, ὅταν ὀνόματα πολλὰ περιῃρη- μένα χρὴ ὀνομαστὶ μὴ κειμένων, ὅτε δέ τι νοεῖται πλέον, ὡς ὁ Δημοσθένης, εἴ τις ἐπακολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν, οὐκ ἂν ἀπέθανεν· ἐμβρόντητε, εἶτα νῦν λέγεις; νοεῖ- ται γὰρ τὸ φαίη ἄν τις πρὸς αὐτὸν ἢ εἴποι. καὶ πάλιν, μέλει δʼ οὐδενὶ οὐδὲ μέμνηται, καὶ γὰρ ἐνταῦθα ἐλλείπει τὸ οὐδείς· πάθους δὲ ἔμφασιν ἔχει τὸ σχῆμα.

ιδ΄. ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ Η ΑΛΛΑΓΗΣ.

Ἡ δὲ ἀλλοίωσις ἢ καὶ ἀλλαγὴ σχῆμά ἐστι ποικίλον, καὶ κατὰ πολλοὺς γινόμενον τρόπους· καὶ γὰρ ἀριθμοὺς ἀλλάσσομεν, καὶ ὀνομάτων τὰς πτώσεις, καὶ ἐπὶ τῶν ῥημάτων πάλιν χρόνους, πάθη. ὀνομάτων μὲν οὖν εἴδη καὶ οὕτως ἀλλοιοῦται καὶ μεταβάλλεται· πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει· ἀντὶ γὰρ τῶν Ἑλλήνων Ἑλ- λὰς εἴρηται· καὶ πάλιν, εἰ γὰρ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ὁ φιλότιμος· καὶ ὡς ὁ Δημοσθένης, ἔπειτα δʼ ἡ Πελοπόννησος ἅπασα διεστήκει ἀντὶ τοῦ οἱ Πελοποννήσιοι. τούτου δʼ ἔχεται τοῦ τρόπου καὶ τὸ τοιοῦτον, γῆν ἀροῦν. ἐγίνετο δὲ καὶ τοιαύτη μετα- βολὴ προσώπων, ὅταν ἀφʼ ἑτέρου ἐφʼ ἕτερον τὸν λόγον μεταφέρωμεν, ὡς ἔχει τὸ τοιοῦτον, καὶ οὐδεὶς ἡ μῶν χολὴν οὐδʼ ὀργὴν εὑρεθήσεται ἔχων, ἐφʼ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται, ὅς, ὦ μιαρώτατε πάντων, αποκεκλεισμένης σοι τῆς παρρησίας. πτώσεως δὲ ἀλλαγὴ καὶ μεταβολὴ οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς, τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρ- χονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν ἀειλογίαν ὁρῶ προτεινομένους· ἀπὸ γὰρ τῆς αἰ- τιατικῆς ἐπὶ τὴν εὐθεῖαν ἐτράπη· καὶ τὰ Ὁμηρικά, μῆ- νιν ἄειδε θεὰ οὐλομένην ἣ μυρία, καὶ πάλιν, ἄνδρα μοι ἔννεπε Μοῦσαπολύτροπον Μοῦσαπολύτροπον ὃς μάλα πολλά. ἀριθμοὺς δὲ οὕτως ἀλλάσσουσιν, ὡς Θουκυ- δίδης, ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπε- κρύπτετο μὴ καθʼ ἡδονὴν ποιεῖν, ἀντίστρο- φον τὴν μεταβολὴν ὁρῶντες· καὶ Φίλιππος καὶ τὸ πλῆθος τῶν ἔλαττον ἰδόντες τὴν τροπὴν τῶν Λιβύων ἐφείποντο. χρόνων δὲ ἀλλαγὴ τοῦτον γίνεται τὸν τρόπον, καὶ ὅτι ἀληθῆ ταῦτα λέγομεν τοὺς ὁρῶντας ὑμῖν παρέξομαι μάρτυρας ἀντὶ τοῦ τοὺς ἑωρακότας. καὶ ἐνέργειαι δὲ καὶ τὰ πάθη [καὶ τὰ ῥήματα] ἀλλάσσεται, καὶ τοῦτο πολύ ἐστι παρὰ Θου- κυδίδῃ, οἷον οὐδʼ .ἐπιμιγνύντες ἀλλήλοις ἀντὶ τοῦ ἐπιμιγνύμενοι, καὶ πάλιν τοὺς τὴν μεσόγειαν μᾶλ- λον κατῳκημένους ἀντὶ τοῦ κατῳκηκότας.

ιέ. ΠΕΡΙ ΠΟΛΥΠΤΩΤΟΥ.

Πολύπτωτόν ἐστιν, ὅταν ἢ τὰς ἀντωνυμίας ἢ τὰ ὀνόματα ταῖς πλείοσι πτώσεσι καὶ πάσας μεταλαμβάνον- τες πλέκωμεν τὸν λόγον, ὡς ἔχει τὸ Ξενοφῶντος, τίνι μὲν γὰρ φίλοι πλείους ἢ τῷ Περσῶν βασιλεῖ; τίς δὲ κοσμῶν φαίνεται ἀεὶ τοὺς περί αὑτὸν μᾶλλον ἢ ὁ βασιλεύς; τίνος δὲ δῶρα γινώσκε- ται μᾶλλον ἢ τὰ βασιλέως; καὶ τὸ Δημοσθενι- κόν, οὗτοι γὰρ κατέχουσι, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρου- σθῆτε. καίτοι τίς ἦν ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων, ἃ φρονεῖ; τῷ δὲ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτῳ.

ιϛ΄. ΠΕΡΙ ΜΕΤΑΒΟΛΗΣ.

Ἐπὶ τούτου τοῦ σχήματος μετάθεσις μορίων ὅλων γίνεται καὶ καθʼ ἕκαστον κῶλον ἢ κόμμα, ὡς ἔχει τὸ Δημοσθενικόν, τίς γὰρ συμμαχία σου πράξαν- τος γέγονε τῇ πόλει; τίς δὲ βοήθεια ἐκ τῆς σῆς εὐνοίας καὶ δόξης; τίς δὲ πρεσβεία; τίς δὲ διακονία, διʼ ἣν ἡ πόλις ἐνδοξοτέρα; τί τῶν Ἑλληνικῶν ἢ τί τῶν οἰκείων ἁπλῶς ἐπηνώρ- θωται διὰ σέ; ποῖαι τριήρ εις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ἢ ποῖον ἱπ- πικόν; ἢ τῶν ἁπάντων τί χρήσιμον, ἢ τοῖς ἀπόροις πολιτικὴ βοήθεια, ἢ χρημάτων εὐ- πορία;

ιζ΄. ΠΕΡΙ ΖΕΥΓΜΑΤΟΣ.

Ἐπὶ τούτου τοῦ σχήματος ποτὲ μὲν καθʼ ἕκαστον κῶλον ἐπιλέγομεν τὸ οἰκεῖον ἑκάστῳ, ὡς ἔχει τὸ Ἰσοκρα- τικόν, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύ- ρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶ- νᾶς καταστησάντων, ποτὲ δὲ θέντες τὰ κῶλα * * καὶ πάλιν, ὡς ἔχει τὸ τοιοῦτον, Ἀλέξανδρος ἐνίκησε μαχομένους ἐπὶ μὲν Γρανικῷ τοὺς ἑπτὰ σα- τράπας, ἐν Ἰσσῷ δὲ Δαρεῖον, ἐν Ἀρβήλοις δὲ συναχθέντας ὁμοῦ πάντας. δύνανται δὲ καὶ τὰ συνάγοντα κῶλα καὶ μέσον αὐτῶν τεθῆναί ποτε· πόθεν δʼ ἂν ἡ τοιαύτη γένοιτο σύνταξις, δῆλον [ὅτι] ἐκ τῶν προειρημένων.

ιη΄. ΠΕΡΙ ΟΜΟΙΟΤΕΛΕΥΤΟΥ.

Ὁμοιοτέλευτον δέ ἐστιν, ὅταν εἰς τὸ αὐτὸ μόριον πλεονάκις καταλήγωμεν, ὡς ἔχει τὸ Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περιμάχητον τὴν φύσιν κατέ- στησε, καὶ τὸ Αἰσχίνου, καὶ οὐ τὸ δυστύ χημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.

ιθ΄. ΠΕΡΙ ΟΜΟΙΟΠΤΩΤΟΥ.

Ὁμοιόπτωτον δέ ἐστιν, ὅταν ἡ αὐτὴ πτῶσις ἐφʼ ἓν ὄνομα πολλάκις ἀναφέρηται, ὡς ἔχει τὸ κατὰ Δημοσθέ- νους Αἰσχίνου, ὦ πρὸς μὲν τὰ μεγάλα τῶν ἔργων ἁπάντων ἀνθρώπων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· κλητικὴ γὰρ πτῶσις ἐπʼ ἀμφοτέρων τῶν κώλων τέτακται.

ικ΄. ΠΕΡΙ ΠΑΡΟΝΟΜΑΣΙΑΣ.

Παρονομασία δὲ γίνεται, ὅταν τι τῶν ληφθέντων εἰς τὴν διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιή- σαντες ἑτέραν κινήσωμεν ἔννοιαν, ὡς ἔχει τὸ ῥηθὲν ὑπό τινος πρὸς τὸν ἀμπελουργὸν τὸν δικαζόμενον συνε- χῶς, αἱ ἄμπελοί σου οὐ κλήματα φέρουσιν, ἀλλʼ ἐγκλήματα, καὶ ὡς τὸ Δημοσθενικόν, ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλ- λοντος ἀδήλου, σύλλογοι παντοδαποὶ καὶ λό- γοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, καὶ ὡς τὸ Θουκυ- δίδου, ἰέναι τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι, ἀλλὰ καταφρονήματι. καὶ ὅπως τὰ τοιαῦτα ἔχει διεκπλέκοντες καὶ περιπλέκοντες.

κα΄. ΠΕΡΙ ΑΝΤΙΘΕΣΕΩΣ.

Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθʼ ἕνα μέν, ὅταν τὰ ἀντικείμενα ὀνόματα ἀναλαμβάνω- μεν, ὡς ἔχει τὸ τοιοῦτον, μᾶλλον γὰρ τιμῶσιναἱ πόλεις τῶν ἀδίκως πλουτοῦντων τοὺς δι- καίως πενομένους, καὶ ἐπιλούουσιν ἐν θερ- μοῖς ὕδασι ψυχροὺς ἄνδρας. καθʼ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα, σὺ μὲν γὰρ ἔλα- βες, ὦ Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγ ὼ δὲ οὐκ ἔλαβον, καὶ προέπινες αὐτῷ κατὰ τῆς πό- λεως εὐωχούμενος, ἐγὼ δʼ οὐ συνέπινον. καθʼ ἄλλον δὲ τρόπον ἡ ἀντίθεσις γίνεται, ὅταν μὴ πάν- τως τοῖς ἀντικειμένοις ὀνόμασιν φράζωμεν, ἀντικεί- μενα μέντοι ἢ διαφέροντα πράγματα λαμβάνωμεν, ὡς παρὰ Δημοσθένει, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐτρι- ταγωνίστεις, ἐγὼ δὲ ἐθεώρουν· ἐγραμμά- τευες, ἐγὼ δʼ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον.

κβ΄. ΠΕΡΙ ΛΝΤΙΜΕΤΑΘΕΣΕΩΣ Η ΣΥΓΚΡΙΣΕΩΣ Η ΠΛΟΚΗΣ.

Ἐπὶ τούτου τοῦ σχήματος ταῖς αὐταῖς λέξεσι χρώ- μενοι πλεονάκις ἕτερα σημαίνομεν, ὡς ἔχει τὰ τοιαῦτα, χάριέν ἐστʼ ἄνθρωπος, ὅς τʼ ἄνθρωπος ᾖ· καί, καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ· καὶ ὡς ἔχει τὸ Αἰσχίνου, δεῖ γὰρ τὰς Θήβας εἶναι Βοιωτίας, οὐ τὴν Βοιωτίαν Θηβῶν. παράκειται δὲ τούτῳ τῷ σχήματι ἡ ἀντιμεταβολὴ καλουμένη· γένε- ται δέ, ὅταν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ κώλῳ τῆς περιό- δου τοῖς αὐτοῖς ὀνόμασι χρησώμεθα, τὰ ἐν ἀρχῇ ἐν τέλει τεθέντα ἐπὶ ταύτης ἀπολίπωμεν, ὡς Ἰσοκράτης παρα- καλούμενος ἐπάρξασθαί τι παρὰ πότον εἶπεν, οἷς μὲν γὰρ ἐγώ δεινός, οὐχ ὁ παρὼν καιρός, οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.

κγ΄. ΠΕΡΙ ΑΝΤΕΝΑΝΤΙΩΣΕΩΣ.

Ἀντεναντίωσις δέ ἐστιν, ὅταν τὸ ἐναντίον ὄνομά τινος τιθέντες αὐτὸ ἐκεῖνο σημαίνωμεν, εἰ οὕτως ᾖ τῷ κειμένῳ ἐναντίον, οἷον ἐχθροὺς ἔσχεν οὐ τοὺς ἀδυνατωτατους λέγειν καὶ πράττειν, καὶ πά- λιν, οὔτε ἐλαχίστων κατὰ τὴν πόλιν ἀντὶ τοῦ τοὺς δυνατωτάτους καὶ τὰ μέγιστα, καὶ ὡς τὸ Ὁμηρικόν, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν, ἀντὶ τοῦ ὁ γενναιότατος.

κδ΄. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.

Τοῦ δʼ ὑπερβατοῦ καὶαὐτοῦ πλείους εἰσὶ διαφοραί· καὶ γὰρ κατʼ ἀναστροφὴν συλλαβῶν καὶ μορίων γίνε- ται, ὡς ἔχει λέων κατὰ ταῦρον ἐδηδώς, καὶ Δη- μοσθένης κατὰ τοῦ Αἰσχίνου, οὗτος μὲν τὸν Ἀξιό- χου οὐδʼ ἕνα δʼ ἄλλον, καὶ τὸ Θουκυδίδου ἐν οὗ τῷ ἱερῷ. καὶ πάλιν λέξεως συνθέτου διασπειρομένων ἀπʼ ἀλλήλων τῶν μορίων, οἷον ἄπο μ᾿ ὀλεῖς ἀντὶ τοῦ ἀπο- λεῖς με. καὶ πάλιν λέξεων μὴ κατὰ τὸ ἑξῆς μηδὲ κατὰ φύσιν τιθεμένων, οἷον τὸ Θουκυδίδου, πυθόμενοι δὲ οἱ Κερκυραῖοι τὴν παρασκευὴν αὐτῶν ἐφο- βοῦντο, καὶ (ἦ σαν γὰρ οὐδενὸς Ἑλλήνων ἔν- σπονδοι, οὐδὲ ἐπέγραψαν ἑαυτοὺς οὔτε ἐς τὰς Ἀθηναίων, οὔτε ἐς τὰς Λακεδαιμονίων σπον- δάς,) ἔδοξεν αὐτοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθη- ναίους συμμάχους γενέσθαι· ὃ γὰρ ἐνταῦθα ἀποδοθῆναι ὤφειλεν, ἤδη προείληπται· τὸ γὰρ ἑξῆς ἐστι, τὴν παρασκευὴν αὐτῶν ἐφοβοῦντο, καὶ ἔδοξεν αὐ- τοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθηναίους συμμάχους γενέ- σθαι· ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι. γίνεται δὲ ὑπερβατὸν καὶ πολλῶν τιθεμένων μεταξὺ λέξεων τῶν ὀνομάτων, ὡς ἔχει τὸ Δημοσθενικόν, ἐγὼ δʼ ὅτι μὲν πάντα ἀπόλλυται χρήματα, ἐὰν τὰ τοῦ σοφί- σματος παραδέξησθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἀφιέναι τῶν ὀφειλόντων, τοὺς ἐπιεικεστέ- ρους καὶ βελτίους, καὶ ἐπὶ τοῖς ἥκιστα δει- νοῖς ὠφληκότας ἀφιέναι δίκαιον ἂν εἴη, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖστα ἡμαρτηότα καὶ δικαίως ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανο- μίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκε;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφιέναι δίκαιον, οὐχὶ τῷ βιαζομένῳ ὑβρί- σαι τὸ αὐτὸ γέγονε· τὰ τοιαῦτα ἐάσω· τὸ γὰρ ἐάσω διὰ μακροῦ πάνυ ἐπενηνεγμένον.

κε΄. ΠΕΡΙ ΠΑΡΕΜΒΟΛΗΣ.

Τοῦτο τὸ σχῆμα παρακεῖσθαι μὲν δοκεῖ τῷ ὑπερ- βατῷ, ἐπειδὴ μεταξὺ τῆς κατὰ φύσιν συντάξεως τοῦ λό- γου τίθεταί τις λόγος, διαφέρει δὲ ἐκείνου· τὸ μὲν γὰρ ὑπερβατὸν ἐν τῇ ἀλλαγῇ τῶν μορίων καὶ τῇ προσαπο- δόσει τοῦ ἀκολουθοῦντος σχήματος· ἡ δὲ παρεμβολὴ ἰδίαν ἔχει διάνοιαν· καὶ τῆς μὲν ὑπερβάσεως, ὅταν τι μέρος τῶν ὑπαρχόντων ἄρῃς, βλάψεις τὸν νοῦν καὶ τὸ σχῆμα ἀναιρήσεις· ἡ παρεμβολὴ δὲ καὶ ὅλη ἀρθεῖσα οὐ βλάπτει τὴν διάνοιαν. παράδειγμα δὲ τῆς παρεμβολῆς καὶ τὸ παῤ Ἡροδότῳ κείμενον, Κροῖσος ἦν Λυδὸς μὲν τὸ γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Συρων καὶ Καππα- δοκῶν καὶ πρὸς Βορέην ἄνεμον εἰς τὸν Εὔ- ξεινον ἐξίησι πόντον· οὗτος οὖν Κροῖσος· ἐνταῦθα τὰ περὶ τοῦ ποταμοῦ παρεμβεβλημένα οὐδὲν κοινὸν ἔχει τοῖς περὶ τὸν Κροῖσον· ἐδύνατο γὰρ καὶ οὕτως ἔχειν ὁ λόγος· τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ, οὗτος ὦν ὁ Κροῖσος.

κϛ΄. ΠΕΡΙ ΠΑΡΙΣΟΥ.

Πάρισόν ἐστιν, ὅταν δύο ἢ πλείονα κῶλα συνενω- θέντα μάλιστα μὲν καὶ τὰς συλλαβὰς ἴσας ἔχῃ, ἀλλά γε καὶ τὸν ἀριθμὸν τὸν ἴσον ἐν πᾶσι λαμβάνῃ, ὡς ἔχει τὸ προειρημένον Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον βίον κατέστησε, τῆς δὲ περί- βλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν. εἰ δὲ τὸ παράδειγμα τοῦτο καὶ ὁμοιοτέλευτόν ἐστιν, οὐ- δὲν διαφέρει· πολλοὶ γὰρ λόγοι καὶ ἐκ δύο καὶ ἐκ πλειό- νων σχημάτων σύγκεινται.

κζ΄. ΠΕΡΙ ΠΡΟΣΥΝΑΠΑΝΤΗΣΩΣ.

Προσυναπάντησίς ἐστιν, ὅταν δύο ἐξενεγκὼν ὀνό- ματα πρὸς τὸ τελευταῖον πρότερον τὴν ὑπάντησιν ποι- ήσηται, ὡς καὶ τὸ Ὁμηρικόν, ἔνθʼ ἅμα οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων. τὸ γὰρ ὀλλύντων τὸ εὐχόμενον προσαποδέδοται, καὶ ἐλ- θόντων Ἀθηναίων καὶ Λακεδαιμονίων, Λα- κεδαιμονίων μὲν Εὐρυβιάδεω ἡγουμένου, Ἀθηναίων δὲ Θεμιστοκλέους.

κη΄. ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ, ΤΟ Δ ΑΥΤΟ ΚΑΙ ΥΠΑΛ- ΛΑΓΗΝ ΤΙΝΕΣ ΚΑΛΟΥΣΙΝ.

Τοῦτο τὸ σχῆμα γίνεται καὶ αὐτὸ κατά τινας τρό- πους· ἢ γὰρ ἐπιτιμήσαντες τῇ πρώτῃ λέξει ἑτέραν ἐλά- βομεν, ὡς Δημοσθένης, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω· χθὲς μὲν οὖν καὶ πρώην· ἢ διαφοράν τινα ἐμφαί- νομεν τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τοῦ περισσῶς φιλοῦν- τος, οὐκ ἔστι τοῦτο φιλία, ἀλλʼ ἔρως· ἢ διαστήσαν- τες ἐξελεξάμεθα τὸ βέλτιστον, ὠργίζετο, οὐ μὲν οὖν, ἀλλʼ ἐμαίνετο· καὶ πάλιν, οὐ πατὴρ ἦν, μὰ Δία, ἀλλὰ τύραννος.