Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License
Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
This appears to be a partial work and includes only chapters 1-6
This pointer pattern extracts chapter
Οἱ μὲν παλαιοὶ τῶν ῥητόρων, καὶ μάλιστα οἱ εὐδοκιμηκότες, 1
οὐκ ᾤοντο δεῖν ἐφικέσθαι τρόπον τινὰ τῆς
ῥητορικῆς, πρὶν ἁμωσγέπως ἅψασθαι φιλοσοφίας, καὶ
τῆς ἐκεῖθεν ἐμπλησθῆναι μεγαλονοίας· νῦν δὲ οἱ πλείους
τοσοῦτον δέουσι τῶν τοιούτων λόγων ἐπαΐειν, ὥστε
μεταλαμβάνοντες ᾄττουσιν ἐπὶ τὸ λέγειν, καὶ τὸ πάντων
ἀγροικότατον, ὅτι οὐδὲ οἷς προσῆκόν ἐστιν ἐγγυμνασάμενοι,
ἐπὶ τὰς δικανικὰς καὶ δημηγορικὰς ἴενται
ὑποθέσεις, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν,
ἐν πίθῳ τὴν κεραμείαν μανθάνοντες. περὶ μὲν οὖν τῶν
ἄλλων, ἃ χρὴ μανθάνειν τὸν μέλλοντα ῥητορεύειν, ἄλλοι
γραφέτωσαν, ἃ δὲ πρὸ τῆς ὑποθέσεως ἀναγκαῖόν
ἐστιν εἰδέναι τε καὶ ἐπιεικῶς ἐγγυμνάζεσθαι, ταῦτα νῦν
πειράσομαι παραδοῦναι, οὐχ ὡς οὐχὶ καὶ ἄλλων τινῶν
συγγεγραφότων περὶ τούτων, ἀλλʼ οὐ μικρόν τι καὶ
αὐτῶν, ἔχειν εἰπεῖν, οἷον ὅτι μῦθός ἐστι λόγος
ψευδὴς εἰκονίζων ἀλήθειαν, ἔτι τε καὶ τὴν διαφορὰν
αὐτῶν πρὸς ἄλληλα δεδηλώκαμεν, καὶ τὰς ἀφορμὰς
τῶν εἰς ἕκαστον λόγων παραδεδώκαμεν, προσυπεδείξαμεν
δὲ καὶ ὡς ἄν τις αὐτοῖς ἐπιμελέστατα χρήσαιτο.
Ὡς δὲ καὶ παντελῶς εἰσιν ὠφέλιμα τοῖς τὴν ῥητορικὴν δύναμιν ἀναλαμβάνουσιν, οὐδὲ
τοῦτο ἄδηλον. ὅ τε γὰρ καλῶς καὶ πολυτρόπως διήγησιν καὶ μῦθον ἀπαγγείλας καλῶς καὶ ἱστορίαν
συνθήσει, καὶ τὸ ἰδίως ἐν ταῖς ἴδιον διήγημα (οὐδὲ γὰρ ἄλλο
τί ἐστιν ἱστορία ἢ σύστημα
διηγήσεως) ὅταν ὁ ἀνασκευάσαι ταῦτα ἢ κατασκευάσαι δυνάμενος, μὴ μικρὸν ἀπολείπηται
τῶν τὰς ὑποθέσεις λεγόντων· πάντα γὰρ ὅσα ποιοῦμεν ἐν ταῖς δικανικαῖς ὑποθέσεσι, καὶ ἐνταῦθά
ἐστι· πρῶτον μὲν προοίμιον καὶ διήγημα, ἔπειτα δὲ πρὸς ἕκαστον τῶν εἰρημένων ἐν
τῷ διηγήματι ἢ τῷ μύθῳ πειρώμεθα ἀπαντᾶν, καὶ ἐφʼ ἑκάστῳ πορίζεσθαι ἔλεγχον, ἔτι δὲ καὶ
φροντίζομεν, ὅπως καλῶς τάξομεν ἕκαστον τῶν ἐπιχειρημάτων, καὶ αὐξάνομεν δὲ καὶ διασύρομεν
καὶ τἄλλα, περὶ ὧν ἐπὶ τοῦ παρόντος μακρὸν ἂν εἴη λέγειν. καὶ μὴν ἡ διὰ τῆς χρείας
γυμνασία οὐ μόνον τινὰ δύναμιν λόγων ἐργάζεται, ἀλλὰ καὶ χρηστόν τι ἦθος ἐγγυμναζομένων ἡμῶν
τοῖς τῶν σοφῶν ἀποφθέγμασιν. ὁ δὲ καλούμενος κοινὸς τόπος καὶ ἡ ἔκφρασις
προφανῆ
τὴν ὠφέλειαν ἔχουσι, πανταχοῦ τῶν παλαιῶν τῶν μὲν ἱστορικῶν πάντων ἐπὶ πλεῖστον τῇ ἐκφράσει,
τῶν δὲ ῥητορικῶν τῷ τόπῳ κεχρημένων. καὶ ἡ προσωποποιΐα δὲ οὐ μόνον ἱστορικὸν γύμνασμά ἐστιν,
ἀλλὰ καὶ ῥητορικὸν καὶ διαλογικὸν καὶ ποιητικόν, κἀν τῷ
καθʼ ἡμέραν βίῳ, κἀν ταῖς
πρὸς ἀλλήλους ὁμιλίαις πολυωφελέστατον, καὶ πρὸς τὰς ἐντεύξεις τῶν συγγραμμάτων
ὅτι παρὰ καιρὸν αὐτῷ Ἑκάβη φιλοσοφεῖ. ἀλλὰ μὴν καὶ τὸ τῆς συγκρίσεως γύμνασμα
καὶ ἐν τοῖς δικανικοῖς λόγοις ἐστὶ χρήσιμον, συγκρινόντων ἡμῶν
τῆς θέσεως τί ἄν τις
λέγοι; οὐδὲν γὰρ ἄλλο τῆς ὑποθέσεως διαφέρει, πλὴν ὅτι προσώπων ὡρισμένων καὶ τόπου καὶ χρόνου
καὶ τρόπου καὶ αἰτίας ἐστὶν ἀπαρέμφατον, οἷον θέσις μὲν εἰ προσήκει πολιορκουμένοις
Ἀθηναίοις προσήκει πολιορκουμένοις ὑπὸ Πελοποννησίων εἰς Σικελίαν στράτευμα πέμπειν.
ὁμοίως δὲ καὶ ἡ τῶν νόμων κατηγορία καὶ ἡ ἀπολογία οὐκ ἐλάχιστον μέρος τῆς ὑποθέσεώς ἐστιν. οἱ
γοῦν κάλλιστοι τῶν Δημοσθενικῶν λόγων εἰσίν, ἐν οἷς περὶ νόμου τὶ ἢ ψηφίσματος
ἀμφισβητεῖται, λέγω δὲ τόν τε περὶ στεφάνου καὶ τὸν κατὰ Ἀνδροτίωνος καὶ Τιμοκράτους
καὶ πρὸς Λεπτίνην καὶ κατὰ Ἀριστοκράτους· ὀλίγον γὰρ διήνεγκεν, εἰ μὴ νόμον ἀλλὰ ψήφισμα ὁ
Ἀριστοκράτης ἔγραψε. τὸ δὲ ἐγκώμιον οὐδὲ αὐτὸς μὲν ἀγνοῶ, ὅτι εἶδός
ἐγκωμιαστικόν, ὅπερ ἐκάλουν ἐπιδεικτικὸν οἱ περὶ τὸν Ἀριστοτέλην, δικανικόν, συμβουλευτικόν·
ἀλλʼ ἐπεὶ καὶ τοῖς νεωτέροις προβάλλειν πολλάκις εἰώθαμεν ἐγκώμια γράφειν, διὰ τοῦτο ἐν τοῖς
προγυμνάσμασιν αὐτὸ
ἔταξα, καὶ ἅμα τὴν μὲν ἀκριβῆ τούτου τεχνολογίαν ὑπερεθέμην
εἰς τὴν προσήκουσαν χώραν, νῦν δὲ ἁπλουστέραν πεποίημαι τὴν διδασκαλίαν. ἡ δὲ ἀνάγνωσις, ὡς
τῶν πρεσβυτέρων τις ἔφη, Ἀπολλώνιος δοκεῖ μοι ὁ Ῥόδιος, τροφὴ λέξεώς ἐστι τυπούμενοι γὰρ τὴν
ψυχὴν
ἀπὸ καλῶν παραδειγμάτων κάλλιστα καὶ μιμησόμεθα
μέλλουσιν οὕτε τῶν πρεσβυτέρων οἱ λόγοι,
οὔτε τῶν διανοημάτων τὸ πλῆθος, οὔτε τὸ περὶ τὴν λέξιν καθαρόν, οὔτε σύνθεσις ἡρμοσμένη, οὔτε
ἀκρόασις ἀστεία, οὔτε ὅλως τῶν ἐν τῇ ῥητορικῇ καλῶν οὐδέν ἐστι χρήσιμον, ἐὰν μὴ καὶ αὐτὸς
ἕκαστος ταῖς καθʼ ἑκάστην
ἡμέραν γραφαῖς ἐγγυμνάζηται. ἡ δὲ παράφρασις οὐχ ὥς
τισιν εἴρηται ἢ ἔδοξεν, ἄχρηστός ἐστι· τὸ γὰρ καλῶς εἰπεῖν, φασιν, ἅπαξ περιγίνεται, δὶς δὲ
οὐκ ἐνδέχεται· οὗτοι δὲ σφόδρα τοῦ ὀρθοῦ διημαρτήκασι. τῆς γὰρ διανοίας ὑφʼ ἑνὶ πράγματι μὴ
καθʼ ἕνα τρόπον κινουμένης,
ὥστε τὴν προσπεσοῦσαν αὐτῇ φαντασίαν ὁμοίως
προενέγκασθαι, ἀλλὰ κατὰ πλείους, καὶ ποτὲ μὲν ἀποφαινομένων ἡμῶν, ποτὲ δὲ ἐρωτώντων, ποτὲ δὲ
πυνθανομένων, ποτὲ δὲ εὐχομένων, ποτὲ δὲ κατʼ ἄλλον τινὰ τρόπον τὸ νοηθὲν ἐκφερόντων, οὐδὲν
κωλύει κατὰ
πάντας τοὺς τρόπους τὸ φαντασθὲν ἐπίσης καλῶς ἐξενεγκεῖν. μαρτύρια δὲ
τούτου καὶ παρὰ ποιηταῖς καὶ ἱστορικοῖς, καὶ ἀπλῶς πάντες οἱ παλαιοὶ φαίνονται τῇ παραφράσει
ἄριστα κεχρημένοι, οὐ μόνον τὰ ἑαυτῶν ἀλλὰ καὶ τὰ ἀλλήλων μεταπλάσσοντες. Ὅμηρον μεταφράζων,
ὅτε φησί,
ὁ Ἀργίλοχος,
καὶ πάλιν Ὅμηρος ἅλωσιν πόλεως τοῦτον τὸν τρόπον εἴρηκεν,
ὁ δὲ Δημοσθένης οὕτως, ὅτε γοῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ὁρᾶν ἦν ταῦτα
πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα,
ὁ δὲ Αἰσχίνης οὕτως,
χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια
δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς.ἀλλὰ ταῖς γε
διανοίαις ἀποβλέψατε αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσατε ὁρᾶν ἁλισκομένην τὴν πόλιν,
ἔτι δὲ ὁ μὲν Θουκυδίδης φησί·
τειχῶν κατασκαφάς, ἐμπρήσεις οἴκων, ἱερὰ συλώμενα, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς
δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας φθόνος
ὁ δὲ
Θεόπομπος·
γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται.ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετάζουσι, τοῖς δὲ
τετελευτηκόσι διὰ τὸ πλῆθος
ὁ δὲ Δημοσθένης οὕτω·
τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους.τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι τοῖς μὲν ζῶσιν ἅπασιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος,
τοὺς τεθνεῶτας δὲ οὐδὲ τῶν ἐχθρῶν τις μισεῖ;
καὶ μέντοι γε ὁ Φίλιστος
τὸν Ἀττικὸν
ὅλον πόλεμον ἐν τοῖς Σικελικοῖς ἐκ τῶν Θουκυδίδου μετενήνοχε, καὶ Δημοσθένης εἰς τὸν κατὰ
ἐν τῷ Λυσίου ἐπιταφίῳ καὶ τῷ Ὀλυμπικῷ. ἀλλὰ μὴν καὶ αὐτὸς ὁ
Δημοσθένης πολλάκις ἑαυτὸν παραφράζει, οὐ
τίς γὰρ ἡμῶν οὐκ οἶδε τοῦ μὲν πολλὰ τοιαῦτα
γενέσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν, τοῦ δὲ μηδένα ὑβρίζειν τὸ λοιπὸν τὸ
δίκην τὸν ἀεὶ ληφθέντα, ἣν προσήκει, διδόναι, μόνον αἴτιον γενόμενον;
ἐν δὲ
τῷ
κατὰ Ἀριστοκράτους (τὸ δὲ αὐτὸ καὶ κατὰ Ἀνδροτίωνος) οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τούς νόμους
ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ τοὐναντίον, πολὺ μᾶλλον
ἁλίσκεσθαι διὰ ταῦτα
ἐν δὲ τοῖς Φιλιππικοῖς τὰ αὐτὰ πράγματα ἄνω καὶ κάτω λέγων
διατετέλεκε, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι μὴ δεῖ τοὺς εὖ ποιήσαντας ἀφελέσθαι τὰ
ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἄν ἔγραψας, οὕτως
ἄν σὺ δίκην δῷς, ἄλλος οὐ γράψει.
δοθέντα, οὐδʼ ὀλιγάκις εἴρηκεν· ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου, ὅτι οὐκ ἐπὶ τῷ τέλει τῶν
πεπραγμένων κατηγορεῖν δίκαιον ἦν, ἀλλὰ καθʼ ἕκαστον τῶν πολιτευμάτων ἐλέγχειν, παρʼ ὅλον τὸν
λόγον παρέσπαρται· τὰ δὲ περὶ τῆς λύσεως τῶν αἰχμαλώτων, τίς οὐκ οἶδεν ἐν
τῷ περὶ
τῆς παραπρεσβείας διατεθρυλημένα; καὶ μὴν
Τὴν δὲ τάξιν τῶν γυμνασμάτων αὐτῶν οὕτω ποιησόμεθα·
πρῶτον μὲν ἀπὸ τῆς χρείας· βραχύ τε γὰρ τοῦτο
καὶ εὐμνημόνευτον, ἔπειτα δὲ τοῦ μύθου καὶ τῆς διηγήσεως,
πλὴν τῆς τούτων ἀνασκευῆς τε καὶ κατασκευῆς·
γὰρ δεῖ τινα ὡς προδότην ἐλέγξαι, εἶτα ὡς ἐπὶ μεγάλῳ
ἀδικήματι τῇ προδοσίᾳ τοὺς ἀκούοντας παροξῦναι. οὐ
μὴν ὥσπερ τῇ φύσει προτερεῖν τὴν ἀπόδειξιν ἔφαμεν
τῆς αὐξήσεως, οὕτω καὶ τὴν γυμνασίαν ἔχειν συμβέβηκεν,
ἀλλὰ καὶ πᾶν τοὐναντίον· πρότερα γὰρ τὰ ῥᾷστα
τῶν δυσχερεστέρων· ῥᾷον δὲ αὐξῆσαι τὸ φανερὸν ἢ τὸ
ἀφανὲς ἀποδεῖξαι, διόπερ αὐτοὶ ἀρχόμενοι ἐξ ἰδίας δυνάμεως
ἐγχειρεῖν καὶ ἀνασκευάζειν ἢ κατασκευάζειν ἀρξόμεθα
εἶτα ἐν ταῖς συγκρίσεσι ταῦτα γάρ ἐστι τὰ ὁμολογούμενα
καὶ μηδεμίαν ἀντιλογίαν ἔχοντα· μετὰ δὲ
ταῦτα καὶ πρὸς τοῖς ἀμφισβητουμένοις γυμνάσμασι τὴν
ἄσκησιν ποιησόμεθα. ἔστι δὲ πρῶτον αὐτῶν ἡ τῶν
χρειῶν ἀνασκευή, εἶτα τῶν Αἰσωπείων λόγων καὶ τῶν
ἱστορικῶν καὶ μυθικῶν διηγήσεων, εἶτα ἡ τῶν θέσεων,
καὶ ἑξῆς ἡ τῶν νόμων τῇ δὲ ἀναγνώσει καὶ τῇ ἀκροάσει
καὶ τῇ παραφράσει χρησόμεθα ἀπʼ ἀρχῆς, τῇ δὲ ἐξεργασίᾳ
καὶ πολλῷ μᾶλλον τῇ ἀντιῤῥήσει, ὅταν ἕξιν τινὰ
περιποιησώμεθα.
ἐν ᾧ καὶ περὶ τῆς παρὰ τοῖς παλαιοῖς χρήσεως τῶν προγυμνασμάτων.
Πρῶτον μὲν ἀπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου 2
γυμνάσματος εὖ ἔχοντα παραδείγματα ἐκ τῶν παλαιῶν
Σοφοκλεῖ ποτε
τῷ ποιητῇ προσελθών τις, πῶς ἔφη, Σοφόκλεις,
μύθου δὲ ὁποῖός ἐστι παρὰ
εἶ γυναιξὶ συγγίνεσθαι; καὶ ὅς, εὐφήμει,
ἔφη, ὦ ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ
ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον
δεσπότην ἀποδράς.
Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου
καὶ τῶν ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ,
καὶ ἐν τῇ εἰκοστῇ Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ
πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται
πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων, καὶ Ξενοφῶντος
ἐν τῷ δευτέρῳ τῶν ἀπομνημονευμάτων ὁ τοῦ κυνὸς
καὶ τῶν προβάτων. διηγήσεως δὲ παραδείγματα
ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ἡ Πλάτωνος ἐν τῷ
δευτέρῳ τῆς πολιτείας περὶ τοῦ δακτυλίου τοῦ Γύγου,
καὶ ἐν τῷ συμποσίῳ περὶ τῆς γενέσεως τοῦ ἔρωτος,
περὶ δὲ τῶν ἐν Ἅιδου ἐν τῷ Φαίδωνι καὶ τῷ δεκάτῳ
τῆς πολιτείας, καὶ παρὰ Θεοπόμπῳ ἐν τῇ ὀγδόη τῶν
τὰ περὶ Κλέοβιν καὶ Βίτωνα ἐκ τῆς πρώτης Ἡροδότου
ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον
τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῇ ἑβδόμῃ, Φίλιστος
δὲ ἐν τῇ πρώτῃ. εὕροις δʼ ἂν καὶ ἐν τῷ περὶ τῆς
παραπρεσβείας Δημοσθένους ἰσχνὸν καὶ γλαφυρὸν διήγημα
περὶ τῶν ἀγομένων Ὀλυμπίων ὑπὸ Φιλίππου μετὰ
τὴν Ὀλύνθου ἅλωσιν. ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς
παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ
Ἕλληνες μυθεύουσιν, ὡς Αἰγύπτιοι μὲν Ἡρακλέα ἐπιδημήσαντα
θύειν ἐπεχείρουν τῷ Διΐ, ὁ δὲ πολλὰς μυριάδας
αὐτῶν κατεφόνευσε καὶ παρὰ Ἐφόρῳ ἐν τῇ
πρώτῃ τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς
ἀπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρακλέα
καὶ περὶ τοῦ Ἀριστοδήμου, ὡς ἐτελεύτησε κεραυνόβλητος
γενόμενος· τῶν δὲ πραγματικῶν διηγήσεων
ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς
τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία
μέρη, καὶ καλεῖσθαι τὸ μὲν Εὐρώτην, τὸ δὲ Λιβύην,
τὸ δὲ Ἀσίαν· καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ
περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ὑπὸ τῶν περὶ Ἁρμόδιον
καὶ Ἀριστογείτονα πλείω δὲ ἔχομεν καὶ παρʼ ἄλλων
ἱστορικῶν λαβεῖν, παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ
περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν
Ἡρακλειδῶν κάθοδον, παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης Δαρεῖον Ἀθηναίων πρὸς συνθῆκαι ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην
οὐχ ἅμα πάντες ὑμνοῦσι γεγενημένην,
Ἕλληναςκαὶ ὅσα ἄλλα,
φησίν, ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ
παρακρούεται τοὺς Ἕλληνας.
ὁμοίως καὶ τὸν
καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν,
καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου·
παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισὶν ἀλλὰ πᾶσιν
καὶ τὰ ἐξῆς ἔτι δὲ καὶ Λυκούργου
κατὰ μοιχοῦ ἐν τῷ κατὰ Λυκόφρονος, καὶ Ὑπερίδου
τοὺς ἄλλους ἐν τῷ περὶ τόπων ἐκθησόμεθα. πολλὰ δὲ
καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ παρὰ
Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁ λοιμός, καὶ ἐν τῇ τρίτῃ ὁ
περιτειχισμὸς τῶν Πλαταιῶν, καὶ ἄλλοθι ναυμαχία καὶ
ἱππομαχία· καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ ὡς τὰ
περὶ τὴν Σάϊν καὶ παρὰ Ἡροδότῳ ἐν τῇ δευτέρᾳ τὰ
ἑπτὰ τείχη τὰ ἐν Ἐκβατάνοις· ἔχομεν δὲ καὶ ἐν τῇ ἐνάτῃ
τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλία Τέμπη,
ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ
ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συῤῥέουσι
καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν
τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου
καὶ τῶν ὅπλων καὶ τῶν νεῶν καὶ τῶν ὀργάνων τὴν ποίησιν,
ἐν δὲ τῇ ιά τὰ περὶ τὴν ἐκφορὰν αὐτοῦ καὶ τῆς
πυρὰς τὴν ποικιλίαν. προσωποποιΐας δὲ τι ἄν εἴη παράδειγμα
κάλλιον τῆς Ὁμήρου ποιήσεως καὶ τῶν Πλάτωνος
καὶ τῶν ἄλλων τῶν Σωκρατικῶν διαλόγων καὶ τῶν
Μενάνδρου δραμάτων; ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν
τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου
καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τοῦ
Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος
τὸν Ἀγησίλαον. εἰσὶ δὲ καὶ συγκρίσεις παρὰ τοῖς παλαιοῖς
παρά τε Δημοσθένει ἐν τῷ πρὸς Λεπτίνην, ὁπότε
βούλεται προκρίνειν Κόνωνα Θεμιστοκλέους, εὕρος δʼ
σχεδὸν εἶναι θέσεως, ὡς ὅτε περὶ τῶν ἀνακαλυπτηρίων
ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν
μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια
γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ, ἐν θατέρῳ
δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι, καὶ εἰ ἀνεύθυνα
φασιν εἶναι τούτους τούς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον
τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν.
ἔστι δὲ καὶ ἐν ἑκάστῳ λόγῳ εὑρεῖν θετικὸν κεφάλαιον,
οἷον ἐν τῷ Δημοσθένους κατὰ Ὀνήτορος ἐξούλης,
εἰ ἀληθεῖς αἱ βάσανοι, καὶ ἐν τῷ παρὰ Αἰσχίνῃ κατὰ
Τιμάρχου, εἰ ἀληθεῖς αἱ φῆμαι, καὶ ἄλλα ἄλλοθεν. εὐπορήσομεν
δὲ καὶ νόμων ἀνασκευῆς πολλαχοῦ μὲν παρὰ
πλείστοις τῶν ῥητόρων, ἐντελέστατα δὲ παρὰ Δημοσθένει
ἔν τε τῷ κατὰ Τιμοκράτους. καὶ Ἀριστοκράτους καὶ
πρὸς Λεπτίνην, κατασκευῶν δὲ παρά τε ἄλλοις καὶ
παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Διοκλέα ὑπὲρ τοῦ κατὰ τῶν
ῥητόρων νόμου. καὶ γὰρ εἰ μὴ πάσαις κέχρηνται οἱ παλαιοὶ
ταῖς ὑφʼ ἡμῶν παραδεδομέναις ἀφορμαῖς τῷ μὴ
πρὸς γυμνασίαν ἀλλὰ πρὸς ἀγῶνας τοὺς λόγους πεποιῆσθαι,
ἀλλʼ ὅμως τήν γε ὅλην διάθεσιν ἐμφαίνουσι τῶν
τοιούτων λόγων. ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν
οἱ παλαιοί, δῆλον ἐκ τῶν μικρὸν ἔμπροσθεν εἰρημένων.
πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις
αὐτῶν τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον δὲ Ἡροδότου
καὶ Εὔφρονος ἐξείργασται Θουκυδίδῃ, καὶ Δημοσθένης ὅτε ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς
πρυτάνεις, ὡς ἡ Ἐλάτεια κατείληπται.
ἔστι
δὲ καὶ ἱστορίας καὶ ὅλους λόγους ἀλλήλοις ἀντιπαραβάλλειν
σκοποῦντα τὸ ἄμεινον ἐξειργασμένον, οἷον Δημοσθένους
μὲν πρὸς τούς Ὑπερίδου, Θεοπόμπου δὲ τὰς
Ἑλληνικὰς ἱστορίας πρὸς τὰς Ξενοφῶντος. τὴν δὲ ἀντίῤῥησίν
ἐστιν εὑρεῖν μάλιστα ἐν τοῖς λόγοις, ἐν οἷς ὁ
μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται περὶ τῶν κατηγορουμένων,
οἷον ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος, καὶ
Δημοσθένους ὑπὲρ τοῦ στεφάνου, καὶ ἔτι ἐν τῷ ἑκατέρου
περὶ τῆς παραπρεσβείας. εὕροις δʼ ἂν καὶ ἐν ἱστορίαις
παρὰ Θουκυδίδῃ, ἐν μὲν τῇ πρώτῃ Κορινθίων
ἐστὶν ἀντιλογία πρὸς Κερκυραίους, ἐν δὲ τῇ τρίτῃ Διοδότου
καὶ Κλέωνος· παρὰ δὲ Πλάτωνι καὶ τὴν ἐξεργασίαν
καὶ τὴν ἀντίῤῥησιν ἐπὶ τῶν πραγμάτων ἐστὶν ἰδεῖν
ἐν μέν γε τῷ Φαίδρῳ εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ
εἰπών ἑξῆς ἀμφοτέροις τοῖς λόγοις ἀντιλέγει, τῷ τε αὑτοῦ
καὶ τῷ Λυσίου, ἐν δὲ τῇ πολιτείᾳ καταρχὰς διὰ τῶν
περὶ τὸν Γλαύκωνα καὶ Ἀδείμαντον συναγορεύσας τῷ
θρασυμάχῳ περὶ τῆς δικαιοσύνης, μετὰ ταῦτα εὐθύς
ἀπολογεῖται πρὸς πᾶσαν τὴν κατηγορίαν. ταῦτα μὲν οὑν
παρεθέμην, οὐ νομίζων μὲν ἅπαντα εἶναι πᾶσιν ἀρχομένοις
ἐπιτήδεια, ἀλλʼ ἵνα ἡμεῖς εἰδῶμεν, ὅτι πάνυ
τοῖς μέλλουσι ῥητορεύειν, ἀλλὰ καὶ εἴ τις ἢ ποιητῶν
ἢ λογοποιῶν ἢ ἄλλων τινῶν λόγων δύναμιν ἐθέλει μεταχειρίζεσθαι.
ἔστι γὰρ ταῦτα οἱονεὶ θεμέλια πάσης τῆς
τῶν λόγων ἰδέας, καὶ ὡς ἄν αὐτά τις ὑπάγηται τῇ τῶν
νέων ψυχῇ, ἀνάγκη τὸν αὐτὸν τρόπον καὶ τὰ μετὰ ταῦτα
συμβαίνειν· διόπερ χρὴ πρὸς τοῖς εἰρημένοις καὶ αὐτὸν
τὸν διδάσκαλον ἀνασκευάς τινας καὶ κατασκευὰς μάλιστα
κάλλιστα ποιησάμενον προστάξαι τοῖς νέοις ἀπαγγεῖλαι,
τῶν ἄλλων ἀπάντων, δῆλον δὲ ποιητέον καὶ τὸ ἦθος τοῦ
προβλήματος· ἐπιμελητέον δὲ καὶ τῆς συνθέσεως τῶν
ὀνομάτων, πάντα διδάσκοντα ἐξ ὧν διαφεύξονται τὸ
κακῶς συντιθέναι, καὶ μάλιστα δὲ τὴν ἔμμετρον καὶ
καὶ τῶν Ἀσιανῶν καλουμένων ῥητόρων, καί τινα
τῶν Ἐπικούρου, οἷά που καὶ πρὸς Ἰδομενέα γράφει·
ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ
νέου καὶ τῶν περιφερομένων δʼ ὡς ἐκείνου (ἡμεῖς δʼ
οὐδέπω καὶ νῦν αὐτὰ εὑρίσκομεν ἐν τοῖς συγγράμμασιν
αὐτοῦ·) λέγε δή μοι Πολύαινε συναπέριμεν μεγάλη
χαρὰ γένηται.
τὰ οὖν τοιαῦτα καὶ τελέως ἐστὶν
τὸ ἰαμβικόν· διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν
εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῷ περὶ
λέξεως διʼ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῇ εὐρύθμῳ
χρῆσθαι διαλέκτῳ, εὐθύς ἐν ἀρχῇ στίχον εἴρηκεν
εἰπών· πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμι.
περιέχεσθαι δεῖ οὐδὲν ἧττον καὶ τῆς εὐπρεπείας, ὥστε
μὴ ἐκ τοῦ εὐθέος γυμνῶσαι τὰ αἰσχρά, περιεσταλμένως
δὲ ἀπαγγέλλειν, ὡς Αἰσχίνης εἰς ἀῤῥητοποιΐαν τὸν Δημοσθένην
διαβάλλων φησὶν αὐτὸν μὴ καθαρεύειν τὸ
σῶμα, μήδʼ ὅθεν τὴν φωνὴν προΐεται. πρὸς δὲ τούτοις
χρὴ τὴν ἑρμηνείαν καὶ σαφῆ καὶ ἐναργῆ εἶναι οὐ γὰρ
ἀπαγγεῖλαι μόνον δεῖ, ἀλλὰ καὶ τὸν λόγον ἐνοικειῶσαι
ἡ δὲ διόρθωσίς ἐστιν οὐκ ἀπʼ ἀρχῆς πάντα τὰ ἁμαρτήματα
περιαιροῦσα, ἀλλʼ ὀλίγα καὶ μάλιστα τὰ πρόδηλα,
ὅπως μὴ ἀθύμως ὁ νέος διατεθεὶς δυσέλπιστος εἰς τὰ
μετὰ ταῦτα γένηται· ἅμα δὲ ὁ διορθῶν ὑποδεικνύτω,
παρὰ τί γέγονε τὸ ἁμάρτημα, καὶ πῶς ἐνδέχεται βέλτιον
ποιῆσαι. πολὺ δʼ ὠφελιμώτερον καὶ τὸ προστάττειν τοῖς
νέοις γράφειν εἰς τινὰ προβλήματα τῶν ἤδῃ τοῖς παλαιοῖς
ἐξειργασμένων, οἷον τόπον ἢ διήγησιν ἢ ἔκφρασιν
ἢ ἐγκώμιον ἢ θέσιν ἤ τι ἄλλο τῶν τοιούτων, μετὰ
δὲ ταῦτα ποιῆσαι τοῖς ἐκείνων αὐτούς ἐντυγχάνειν, ἵν᾿
εἰ μὲν ὁμοίως εἶεν γεγραφότες, πεισθῶσιν εἰ δὲ μή,
ἀλλὰ διορθωτὰς ἔχοιεν αὐτοὺς τοὺς παλαιούς. ἐπεὶ δὲ
οὐ πάντες πρὸς πάντα πεφύκαμεν, ἀλλʼ οἱ μὲν τῶν
παθῶν ἀπολείπονται, περὶ δὲ τὰ ἤθη μᾶλλον κατορθοῦσιν,
οἱ δʼ ἀνάπαλιν, οἱ δʼ ἀμφοῖν ὑστεροῦσι, τὰ δὲ
ἐνθυμήματα ἄμεινον ἐργάζονται, πειρατέον τὰ μὲν φυσικὰ
πλεονεκτήματα αὔξειν, τὰ δὲ ἐλλείποντα ταῖς αὐξήσεσιν
ἀναπληροῦν, ἵνα δυνηθῶμεν μὴ μόνον τὰ μεγάλα
προβλήματα καλῶς λέγειν ὡς Αἰσχίνης, μηδὲ τὰ
ὑπόκρισιν ἑκάστῃ τῶν λόγων ἰδέα πειρατέον
ἐκμανθάνειν.
Μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εἰδέναι
δὲ χρή, ὅτι μὴ περὶ παντὸς μύθου τὰ νῦν ἡ σκέψις
ἐστίν, ἀλλʼ οἷς μετὰ τὴν ἔκθεσιν ἐπιλέγομεν τὸν λόγον,
ὅτου εἰκών ἐστιν ἔσθʼ ὅτε μέντοι τὸν λόγον εἰπόντες
ἀνήρ, ἢ Συβαρίτης, ἢ Κυπρία γυνή, καὶ τὸν αὐτὸν τρόπον
ἐπὶ τῶν ἄλλων ἐὰν δὲ μηδεμία ὑπάρχῃ προσθήκη
τοιούσδε, τοὺς μὲν ἀδυνάτους τοιούσδε, τοὺς δὲ δυνατῶν
ἐχομένους τοιούσδε, εὐήθως μοι ὑπολαμβάνειν
δοκοῦσιν ἐν πᾶσι γὰρ τοῖς προειρημένοις εἰσὶν ἅπασαι
αἱ ἰδέαι. Αἰσώπειοι δὲ ὀνομάζονται ὡς ἐπίπαν, οὐχ ὅτι
Αἴσωπος πρῶτος εὑρετὴς τῶν μύθων ἐγένετο, (Ὅμηρος
γὰρ καὶ Ἡσίοδος καὶ Ἀρχίλοχος καὶ ἄλλοι τινὲς πρεσβύτεροι
γεγονότες αὐτοῦ φαίνονται ἐπιστάμενοι, καὶ δὴ καὶ
Κόννις ὁ Κίλιξ, καὶ Θοῦρος ὁ Συβαρίτης, καὶ Κυβισσὸς
ἐκ Λιβύης, μνημονεύονται ὑπό τινων ὡς μυθοποιοί) ἀλλ’
ὅτι Αἴσωπος αὐτοῖς μᾶλλον κατακόρως καὶ δεξιῶς ἐχρήσατο·
καὶ Ἀλκαϊκὸν καὶ ἄλλο ἀπʼ ἄλλου λέγεται, οὐχ ὡς τούτων
τῶν ποιητῶν μόνων ἢ πρώτων ἐξευρηκότων τὰ μέτρα,
ἀλλ᾿ ὅτι αὐτοῖς ἐπὶ τὸ πλεῖστον ἐχρήσαντο. προσαγορεύουσι
δὲ αὐτοὺς τῶν μὲν παλαιῶν οἱ ποιηταὶ μᾶλλον αἴνους,
οἱ δὲ μύθους· πλεονάζουσι δὲ μάλιστα οἱ καταλογάδην
συγγεγραφότες τὸ λόγους ἀλλὰ μὴ μύθους καλεῖν,
ὅθεν λέγουσι καὶ τὸν Αἴσωπον λογοποιόν. Πλάτων δὲ
ἐν διαλόγῳ τῷ περὶ ψυχῆς πῆ μὲν μῦθον, πῆ δὲ λόγον
ὀνομάζει εἴρηται δὲ μῦθος οἷον λόγος τις ὤν, ἐπεὶ καὶ
μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί αἶνος δὲ ὅτι
ἔστι δὲ καὶ ἐπιλέγειν αὐτῷ τινὰ λόγον, καὶ οὖ
λόγου τινὸς προτεθέντος, μῦθον ἐοικότα αὐτῷ συμπλάσασθαι
ἔτι δὲ πρὸς τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν.
τὴν μὲν ἀπαγγελίαν ἥτις ἐστί, καὶ ἐν τῷ
περὶ τῆς χρείας δεδηλώκαμεν, ἐν δὲ τοῖς μύθοις ἁπλουστέραν
τὴν ἑρμηνείαν εἶναι δεῖ καὶ προσρυῇ, καὶ ὡς δυνατόν,
ἀκατάσκευόν τε καὶ σαφῆ· διὸ καὶ προεκμανθάνειν
δεῖ, ὅσους καὶ παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν οὕτως
ἀπηγγελμένους· χρήσιμον δὲ καὶ τὸ ὁλοκλήρου
τινὸς εἰρημένου μύθου ἐθισθῆναι τὸν μανθάνοντα χαριέντως
ἐκ τῶν μύθων ἄρξασθαι, ὥσπερ Ἡσίοδος
ἐκ μὲν γὰρ τῶν ἐπενεχθέντων,
δηλοῦται, ὅτι ἄρα ἤριζεν ἀηδὼν πρὸς ἱέρακα· κἄπειτα
ἀγανακτήσας ὁ ἱέραξ καὶ συναρπάσας αὐτὴν οὕτω τάδε
εἶπε. κλιτέον δὲ τούς μύθους καὶ τὴν χρείαν εἰς τε τοὺς
ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμελετητέον
ταῖς αἰτιατικαῖς, ὅτι καὶ οἱ παλαιοὶ τούς πλείστους
τῶν μύθων οὕτως ἀπήγγειλαν, καὶ μάλα ὀρθῶς,
ὥς φησιν Ἀριστοτέλης· οὐ γὰρ ἐκ τοῦ αὑτῶν προσώπου
λέγουσιν, ἀλλʼ ἐπὶ τὸ ἀρχαῖον ἀναφέρουσιν, ἵνα παραμυθήσωνται
τὸ δοκεῖν ἀδύνατα λέγειν. οὐκ ἀεὶ δὲ χρὴ
καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προκειμένης
πτώσεως ἀκολουθίᾳ, ἀλλʼ ἔνια προσακτέον, καὶ
μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ
φασὶ
τοίνυν, ὦ Σώκρατες, τὸν νεώτατον βασιλέως
υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνον· μικρὸν
δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω· καί
καὶ τὰ ἑξῆς. συμπλέκομεν δὲ ὧδε ἐκθέμενοι
τὸν μῦθον ἐπιφέρομεν διήγημα, ὡς ἔοικε, ἢ ἀνάπαλιν
μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεανίσκῳ
ἤδη ὄντι ἀκολουθεῖν ὅ που βαδίζοι,
ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς
αὐτόν,
τὸ μὲν διήγημα πρότερον, ὕστερον δὲ τὸν μῦθον, οἷον
πεπλασμένον, ὅτι κάμηλος ἐπιθυμήσασα κεράτων καὶ
τῶν ὤτων ἐστερήθη· τοῦτο προειπόντες ἐποίσομεν τὸ
διήγημα τοῦτον τὸν τρόπον· παραπλήσιόν μοι δοκεῖ τι
παθεῖν τῇ καμήλῳ ταύτῃ καὶ Κροῖσος ὁ Λυδός, καὶ ὅλον
ἐφεξῆς τὸ διήγημα τὸ περὶ αὐτόν. ἐπεκτείνομεν δὲ τὰς
ἐν τῷ μύθῳ προσωποποιΐας μηκύνοντες, καὶ ποταμὸν ἢ
τι τῶν τοιούτων ἐκφράζοντες· τὸ ἐναντίον δὲ ποιοῦντες
συστέλλομεν. ἐπιλέγομεν δὲ ὧδε, ὅταν μύθου ῥηθέντος
ἐοικότα τινὰ γνωμικὸν αὐτῷ λόγον ἐπιχειρῶμεν κομίζειν,
οἷον κύων παρὰ ποταμόν τινα φέρων κρέας, καὶ κατὰ τοῦ
ὕδατος τὴν αὐτοῦ σκιὰν θεασάμενος, οἰηθεὶς ἕτερον εἶναι
οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ ἑαυτούς πρὸς αὐτοῖς
τοῖς ὑπάρχουσιν ἀπολλύουσιν. γένοιντο δʼ ἂν καὶ ἑνὸς
μύθου πλείονες ἐπίλογοι, ἐξ ἑκάστου τῶν ἐν τῷ μύθῳ
πραγμάτων τὰς ἀφορμὰς ἡμῶν λαμβανόντων, καὶ ἀνάπαλιν
ἑνὸς ἐπιλόγου πάμπολλοι μῦθοι ἀπεικασμένοι αὐτῷ.
τὴν γὰρ τοῦ ἐπιλόγου δύναμιν ἁπλῆν προτείναντες
προστάξομεν τοῖς νέοις μῦθόν τινα πλάσαι τῷ προτεθέντι
ἀνασκευάσομεν δὲ καὶ κατασκευάσομεν τοῦτον τὸν
γάρ ἐστι τὰ ἀνωτάτω κεφάλαια, εἰς ἃ τὰ κατὰ μέρος ἐμπίπτει.
τὸ μὲν οὖν προοίμιον πρόσφορον εἶναι δεῖ τῷ
μύθῳ· μετὰ δὲ τὸ προοίμιον ἐκθέσθαι δεῖ τὸν μῦθον,
ἐνίοτε δὲ καὶ παρατίθεσθαι, ὅπερ ἐν ὑποθέσει οὐκ ἀναγκαῖον
ἀεὶ διηγεῖσθαι ἔπειτα δὲ μεταβαίνειν ἐπὶ τὴν ἐπιχείρησιν
καὶ ἀνασκευάζειν τῶν εἰρημένων ἕκαστον ἐν μέρει,
ἀπὸ τῶν πρώτων ἀρξαμένους, καὶ πρὸς ἕκαστον μέρος
τοῦ μύθου ἐφʼ ἑκάστου τόπου λόγων εὐπορεῖν πειρωμένους·
ληπτέον δὲ τὰ ἐπιχειρήματα ἐκ τόπων τῶνδε,
ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ
τοῦ ἐλλιποῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἀσυνήθους,
ἐκ τοῦ μαχομένου, ἐκ τῆς τάξεως, ἐκ τοῦ ἀσυμφόρου, ἐκ
τοῦ ἀνομοίου, ἐκ τοῦ ψευδοῦς. ἀσάφεια μὲν οὖν γίνεται
ἤτοι διʼ ἓν ὄνομα ἢ καὶ πλείονα διʼ ἒν μὲν ὅταν τις ὀνόμασι
χρήσηται ἢ παρὰ τὰ εἰωθότα ἢ ὁμωνύμως, διὰ
πλείω δὲ ὅταν δυνατὸν μηδενὸς μήτε προστιθεμένου
μήτε ἀφαιροῦντος πολλαχῶς ἐκδέχεσθαι τὸ εἰρημένον,
οἷον
ἢ δοῦλον ἀντʼ ἐλευθέρου. ἀκριβέστερον δὲ μικρὸν ὕστερον
περὶ τῆς σαφηνείας ἐν τῷ περὶ διηγήματος ῥηθήσεται.
τὸ δὲ ἀπίθανόν ἐστι τὸ δυνατὸν μὲν γενέσθαι ἢ λελέχθαι,
τῶν αὐτῶν τούτων λεγόντων ἡμῶν ὅτι οὐκ εἰκός
ἐστι τῷ τοιούτῳ τόδε τι πρᾶξαι ἢ τόδε τι εἰπεῖν, ἐν τούτῳ
τῷ τόπῳ, ἢ κατὰ τοῦτον τὸν τόπον ἢ χρόνον, ἢ τοῦτον
τὸν τρόπον, ἢ διὰ ταύτην τὴν αἰτίαν. ὁ αὐτὸς δὲ λόγος
ἐστὶ καὶ περὶ τοῦ ἀπρεποῦς. τὸ δʼ ἐλλιπὲς τὸ πλεονάζον
ἐστίν, ὅταν τι τῶν ῥηθήσεσθαι δυναμένων παραλίπῃ,
ἢ εἴπῃ τι μηδὲν ὄν, οἷον ἢ πρόσωπον ἢ πρᾶγμα ἢ
χρόνον ἢ τρόπον ἢ τόπον ἢ αἰτίαν ἢ τι τῶν τοιούτων.
τὸ δὲ ἀσυνηθές ἐστι τὸ παρὰ τὴν πεπιστευμένην ἱστορίαν,
ἢ τὸ παρὰ τὰς κοινὰς ὑπολήψεις λεγόμενον, οἶον εἵ τις
τοὺς ἀνθρώπους μὴ πεπλάσθαι εἴποι ὑπὸ τοῦ Προμηθέως,
ἀλλʼ ὑπʼ ἄλλου τινὸς τῶν θεῶν, ἢ τὸν ὄνον φρόνιμον
εἴποι, ἤ ἀνόητον τὴν ἀλώπεκα. ὁ δὲ ἐκ τοῦ μαχομένου
τόπος τοιοῦτός ἐστιν, ὅταν δείξωμεν αὐτὸν ἑαυτῷ
μαχόμενον τὸν μυθογράφον· τούτῳ δὲ χρηστέον οὐκ ἐν
ἀρχῇ, ἀλλʼ ὅταν τι τῶν μέσων ἢ τελευταίων ἀνασκευάζωμεν,
ἔπειτα καὶ ἐναντίον αὐτὸ δεικνύωμεν τοῖς προειρημένοις.
ἀπό γε μὴν τῆς τάξεως ἐπιχειρήσομεν ἐλέγχοντες,
καὶ ὅλως ἕκαστον ὡς ἄν δυναίμεθα, οὐ κατὰ
τὴν προσήκουσαν τάξιν εἰρημένον. καὶ μὴν καὶ ὁ ἐκ τοῦ
ἀσυμφόρου τόπος σαφής ἐστιν, ᾧ καὶ μᾶλλον χρησόμεθα
εἰς ἀνασκευὴν τοῦ ἐπιλόγου. οἱ δὲ ἐκ τοῦ ἀνομοίου καὶ
τοῦ ψευδοῦς μόνον εἰσὶ τοῦ ἐπιλόγου ἀνασκευαστικοί·
ἐκ μὲν οὖν τοῦ ἀνομοίου, ἐπειδὰν τὰ ἐν τῷ μύθῳ κατὰ
μηδὲν ἤ μὴ πάντη τῷ ἐπιλόγῳ προσεοικότα ὑπάρχῃ· ἐκ δὲ
δὲ χρή, ὅταν πολλαὶ καὶ ἰσχυραὶ ὦσιν ἀνασκευαὶ καὶ
κατασκευαί, ἐπεὶ ὅταν ὀλίγαι καὶ ἀσθενεῖς, οὐ παραληπτέον
τὴν ἀνακεφαλαίωσιν. χρησόμεθα δὲ ἐνταῦθα καὶ
τῷ διασύρειν, καὶ αὐξήσεσιν ἢ μειώσεσιν, καὶ παρεκβάσεσι,
καὶ ἤθεσι καὶ ἁπλῶς πάσαις ταῖς τῶν λόγων ἰδέαις·
καθάπερ γὰρ εἴπομεν, σμικρὸν διαλλάττει τὸ γύμνασμα
τοῦτο δικανικῆς ὑποθέσεως. οἱ δʼ αὐτοὶ τόποι χρήσιμοι
καὶ πρὸς τὴν τῶν διηγημάτων ἀνασκευήν τε καὶ
κατασκευήν.
Διήγημά ἐστι λόγος ἐκθετικὸς πραγμάτων γεγονότων
ἢ ὡς γεγονότων. στοιχεῖα δὲ τῆς διηγήσεώς εἰσιν ἕξ,
τό τε πρόσωπον, εἴτε ἒν εἴη εἴτε πλείω, καὶ τὸ πρᾶγμα
τὸ πραχθὲν ὑπὸ τοῦ προσώπου, καὶ ὁ τόπος ἐν ᾧ ἡ πρᾶξις,
καὶ ὁ χρόνος καθʼ ὃν ἡ πρᾶξις, καὶ ὁ τρόπος τῆς
πράξεως, καὶ ἕκτον ἡ τούτων αἰτία. τούτων δὲ ὄντων
τῶν ἀνωτάτω στοιχείων, ἐξ ὧν συμπληροῦται ἡ τελεία
διήγησις, ἐξ ἀπάντων αὐτῶν καὶ τῶν συνεδρευόντων
αὐτοῖς συνέστηκεν, ἐλλιπὴς δέ ἐστιν ἥ τινος τούτων ἐπιδέουσα.
παρακολουθεῖ δὲ τῶ μὲν προσώπῳ γένος, φύσις,
ἀγωγή, διάθεσις, ἡλικία, τύχη, προαίρεσις, πρᾶξις,
λόγος, θάνατος, τὰ μετὰ θάνατον. τῷ δὲ πράγματι μέγα
ἢ σμικρόν, κινδυνῶδες ἢ ἀκίνδυνον, δυνατὸν ἢ ἀδύνατον,
ῥάδιον ἢ δυσχερές, ἀναγκαῖον ἢ οὐκ ἀναγκαῖον,
συμφέρον ἢ ἀσύμφορον, δίκαιον ἢ ἄδικον, ἔνδοξον ἢ
ἄδοξον. τῷ δὲ χρόνῳ παρέπεται τὸ παρεληλυθός, τὸ ἐνεστός,
τὸ μέλλον, τί πρῶτον ἢ δεύτερον καὶ τὰ ἑξῆς, ἢ τί
ὄντων, ἢ φίλων ὑποδοχῆς, ἢ πένθους, ἤ τοιαύτης
βιωτικῆς περιστάσεως. τῷ δὲ τόπῳ παρακολουθεῖ μέγεθος,
διάστημα, γειτνιῶσα πόλις ἢ χώρα, ἱερὸς ἦν ὁ τόπος
ψιλὸς ἢ δενδρώδης, καὶ πάντα τὰ παραπλήσια. τῷ
δὲ τρόπῳ ἀκουσίως ἢ ἑκουσίως ἑκάτερον δὲ εἰς τρία διαιρεῖται,
τὸ μὲν ἀκούσιον εἰς ἄγνοιαν καὶ τύχην καὶ ἀνάγκην,
τὸ δὲ ἑκούσιον, πότερον βίᾳ γέγονεν ἢ λάθρα
ἢ ἀπάτῃ. τῇ δὲ αἰτία τῶν πράξεων παρέπεται, πότερον
ἕνεκεν ἀγαθῶν κτήσεως γέγονεν ἢ χάριν κακοῦ ἀπαλλαγῆς,
ἢ διὰ φιλίαν, ἢ διὰ γυναῖκα, ἢ τέκνων χάριν, ἢ διὰ
τὰ πάθη θυμόν, ἔρωτα, μῖσος, φθόνον, ἔλεον, μέθην,
καὶ τὰ τούτοις ὅμοια.
Ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης.
διὸ μάλιστα μέν, εἰ δυνατόν ἐστιν, ἁπάσας
τὰς ἀρετὰς ἔχειν δεῖ τὴν διήγησιν ἐὰν δὲ τοῦτο ἀμήχανον
εἴη, τὸ μῆ ἐναντίαν εἶναί πως τὴν συντομίαν τῇ τε
σαφηνείᾳ καὶ τῇ πιθανότητι, τοῦ κατεπείγοντος μᾶλλον
στοχαστέον, οἷον, εἰμὲν εἴη τὸ πρᾶγμα φύσει περισκελές,
ἐπὶ τὴν σαφήνειαν ἰτέον καὶ πιθανότητα· εἰ δὲ ἁπλοῦν
καὶ μὴ πολύπλοκον, ἐπὶ τὴν συντομίαν καὶ τὴν πιθανότητα.
δεῖ γὰρ ἔχεσθαι ἀεὶ τοῦ πιθανοῦ ἐν τῇ διηγήσει
τοῦτο γὰρ αὐτῆς μάλιστα ἴδιον ὑπάρχει· καὶ τούτου μὴ
προσόντος αὐτῇ, ὅσῳ ἂν σαφὴς καὶ σύντομος ᾗ, τοσούτῳ
μᾶλλον ἀπιστοτέρα τοῖς ἀκούουσι καταφαίνεται. ἐὰν δὲ
ὥσπερ ὁ αὐτὸς ποιητὴς τοῖς Φαίαξιν οὖσιν φιλομύθοις πεποίηκε τὸν Ὀδυσσέα μετὰ πολλῆς ἀκριβείας
καὶ σχολῆς τὰ καθʼ ἑαυτὸν διηγούμενον.
Σαφὴς δὲ ἡ διήγησις γίνεται διχόθεν, ἐξ αὐτῶν τῶν
ἀπαγγελλομένων πραγμάτων, καὶ ἐκ τῆς λέξεως τῆς
ἀπαγγελίας, ἧς τὰ πράγματα. ἐκ μὲν οὖν τῶν πραγμάτων,
ὅταν λεγόμενα τὰ πράγματα μὴ τὴν κοινὴν ἐκφεύγῃ
διάνοιαν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ,
ἢ ὅταν μὴ πολλὰ ὁμοῦ διηγῆταί τις, ἀλλὰ καθʼ ἕκαστον
εἰς τέλος προάγῃ, ὅπερ ἐγκαλοῦσί τινες τῷ Θουκυδίδῃ·
διελών γὰρ ἱστορίας κατὰ θέρη καὶ χειμῶνας πολλάκις
ἀναγκάζεται, πρὶν τελεσθῇ τὸ ὅλον πρᾶγμα, μεταβαίνειν
καιροῦ ἐδεήθη, μέχρις ἄν εἰς τέλος προέλθῃ τοῦ
πράγματος, οὗπερ ἐξ ἀρχῆς διηγεῖτο, ἀεὶ τὰ καθʼ ἕκαστον
καιρὸν γινόμενα συναναλαμβάνων τῇ πρώτῃ διηγήσει,
ὥστε ἄμα μὲν ἀσαφῆ, ἄμα δὲ δυσμνημόνευτα γενέσθαι
τὰ πράγματα. φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν τοὺς χρόνους
καὶ τὴν τάξιν τῶν πραγμάτων, ἔτι τε καὶ τὸ δὶς τὰ
αὐτὰ λέγειν· οὐδὲν γὰρ ἧττον τῶν ἄλλων καὶ τοῦτο συγχεῖ
τὴν διάνοιαν. παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις
ἐπεμβάλλεσθαι μεταξύ διηγήσεως μακράς. οὐ γὰρ ἀπλῶς
χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος· ἀναπαύει
γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν, ἀλλὰ τὴν τηλικαύτην
τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν διάνοιαν τῶν ἀκροωμένων,
ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προειρημένων,
καὶ παρὰ τὴν τῶν ἀποκεκρυμμένων
ἱστοριῶν ἀλληγορίαν.
Κατὰ δὲ τὴν λέξιν φυλακτέον τῷ σαφηνίζοντι τὸ ποιητικὰ
ὀνόματα λέγειν καὶ πεποιημένα καὶ τροπικὰ καὶ
ἀρχαῖα καὶ ξένα καὶ ὁμώνυμα. ποιητικὰ μὲν οὖν ἐστιν,
ὅσα τινὸς ἐξηγήσεως δεῖται, οἷον κρήγυον, ἀντιφερίζειν,
μάρνασθαι
καὶ τὰ τοιαῦτα. πεποιημένα δὲ
διὰ γὰρ τῆς τροπῆς ταύτης ἐσήμανεν ὁ Πύθιος τοῖς Ἀθηναίοις,
ἐκλιπόντας τὴν πόλιν εἰς τὰς ναῦς ἐμβῆναι, καὶ
ταύταις οἷον τείχει χρήσασθαι. ἀρχαῖα δὲ τὰ πάλαι μὲν
συνήθη, νῦν δὲ ἐκλελοιπότα, ὡς λέγει Δημοσθένης ἐν
ῷ κατὰ Ἀριστοκράτους περὶ τοῦ Δράκοντος νόμου
τὸ
ξένα δὲ τὰ ἑτέροις μὲν ἐπιχώρια, τοῖς δὲ ἄλλοις οὐ συνήθη,
ὡς εἴ τις ἀγορὰν ὀνομάζει τὸν λιμένα, καθάπερ Θετταλοί,
ἢ κλεινὸν ἀντὶ τοῦ ἐρωμένου, ὡς Κρῆτες. ὁμώνυμα
δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ
γὰρ χρήματα ἄποινα ὠνόμαζον οἱ παλαιοί.
δέ ἐστιν, ὧν φωνὴ μὲν καὶ ὄνομα τὸ αὐτό, ἕτερον
Ἀσαφῆ δὲ τὴν ἑρμηνείαν ποιεῖ καὶ ἡ λεγομένη ἀμφιβολία
πρὸς τῶν διαλεκτικῶν, παρὰ τὴν κοινὴν τοῦ ἀδιαιρέτου
τε καὶ διῃρημένου, ὡς ἐν τῷ ΑΥΛΗΤΡΙΣ πεσοῦσα
ΟΥΚΕΝΤΑΥΡΟΙΣ ὁ Ἡρακλῆς μάχεται· σημαίνει γὰρ
δύο, οὐχὶ κενταύροις ὁ Ἡρακλῆς μάχεται, καὶ οὐχὶ ἐν
ταύροις ὁ Ἡρακλῆς μάχεται. ὁμοίως δὲ ἀσαφὴς γίνεται
φράσις καὶ ὅταν τι σημαῖνον μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον
ἀμφίβολον γὰρ πότερον ἐπὶ τῷ Θερσίτῃ ἀχνύμενοι, ὅπερ
ἐστὶ ψεῦδος, ἢ ἐπὶ τῇ καθολκῇ τῶν νεῶν καὶ πάλιν,
πότερον τὸν δῆμον ἢ τὸν Ἐρεχθέα φησὶν ὑπὸ τῆς Ἀθηνᾶς τραφῆναι καὶ τεκεῖν τὴν γῆν. παρὰ ταύτην δὲ τὴν
ἀμφιβολίαν τὰ Ἡρακλείτου τοῦ φιλοσόφου βιβλία σκοτεινὰ
γέγονε κατακόρως αὐτῇ χρησαμένου ἤτοι ἐξεπίτηδες, ἢ καὶ διʼ ἄγνοιαν. παρατηρητέον δὲ καὶ τὸ μὴ ὑπερβατοῖς
χρῆσθαι, οἷά ἐστι τὰ πολλὰ τῶν Θουκυδίδου· οὐ
γὰρ καθόλου τὸ τῶν ὑπερβατῶν γένος ἀποδοκιμάζομεν·
ποικίλη γὰρ διὰ τούτου καὶ οὐκ ἰδιωτικὴ γίνεται ἡ φράσις· μηδὲ μεταξυλογίαις, καὶ ταύταις διὰ μακροῦ τὰ
γὰρ ἐγγὺς λαμβάνοντα τὴν ἀπόδοσιν οὐ λυπεῖ τοὺς
ἀκροατάς. καὶ μέντοι καὶ τὸ ἐλλείπειν τινὰ ὀνόματα πρὸς
τὴν σαφήνειαν ἐναντίον ἐστί. παραφυλακτέον δὲ καὶ τὸ
παραλλήλους τιθέναι τὰς πτώσεις ἐπὶ διαφόρων προσώπων·
ἀμφίβολον γὰρ γίνεται τὸ ἐπὶ τίνα φέρεσθαι,
οἷον ἐπὶ μὲν τῆς αἰτιατικῆς, ἐφʼ ἧσπερ καὶ μόνης τῶν
πτώσεων πολλοὶ γίνεσθαι τὴν ἀμφιβολίαν νομίζουσιν,
ὡς παρὰ Δημοσθένει κατὰ Μειδίου, ἴσασιν Εὐαίωνα
ἄδηλον γὰρ πότερον οἱ Αἰγύπτιοι Κόλχοι εἰσιν ἢ τοὐναντίον οἱ Κολχοὶ Αἰγύπτιοι. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῆς
γενικῆς καὶ δοτικῆς, Κολχῶν δὲ ὄντων Αἰγυπτίων· καί,
Κολχοῖς δὲ οὖσιν Αἰγυπτίοις· ἐπὶ μὲν οὖν τῆς αἰτιατικῆς ἀναμφισβήτητόν ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων πτώσεων
φανερόν, ὅτι προσθέσει ἄρθρων οὐκέτι ἀμφίβολος γίνεται
ἡ λέξις· εἰσὶ δὲ Αἰγύπτιοι οἱ Κολχοί· δῆλον γὰρ γέγονεν,
ὅτι περὶ Κολχῶν λέγει, ὥς εἰσιν Αἰγύπτιοι.
Ὁμοίως δὲ ἔσται καὶ σύντομος ἡ διήγησις ἐκ τῶν
πραγμάτων καὶ τῆς λέξεως. ἔστι γὰρ ἡ συντομία λόγος
τὰ καιριώτατα τῶν πραγμάτων σημαίνων, μήτε προστιθεὶς
τὸ μὴ ἀναγκαῖον μήτε ἀφαιρῶν τὸ ἀναγκαῖον κατὰ
τὰ πράγματα καὶ τὴν λέξιν. ἐκ μὲν οὖν τῶν πραγμάτων,
ὅταν μήτε συλλαμβάνωμεν ἅμα τὰ πολλὰ πράγματα, μήθʼ
ἑτέροις ἐπεμβάλλωμεν, παραλείπωμέν τε ὅσα συνυπακούεσθαι
δοκεῖ, μήτε πόρρωθεν ἀρχώμεθα, μήτε εἰς τὰ
παρέλκοντα τὸν λόγον καταναλίσκωμεν, ὡς οἱ μετὰ τὰ
πράγματα εἰωθότες διηγεῖσθαι. ταῦτα γὰρ ἂν ἴσως ἱστορίᾳ
πρέποι, τό τε μηκύνειν καὶ τὸ πόρρωθεν ἄρχεσθαι
διήγησιν δὲ λέγων τις πρὸς τὸ κεφάλαιον τοῦ ὅλου πράγματος, ὃ προὔθετο, ἀποβλέπειν ὀφείλει τὰ εἰς τοῦτο
συντελοῦντα μόνα ἐν τῇ διηγήσει παραλαμβάνων, οἷον
τὶ τοῦ Κύλωνος, εἰ μέν τις ἱστορίαν περὶ αὐτοῦ συγγράφει, προσήκει καὶ τίνων προγόνων ἦν καὶ τίνος
πατρός τε καὶ μητρὸς καὶ ἄλλα πάμπολλα λέγειν, τό τε ἀγώνισμα, ὃ ἠγωνίζετο ἐν Ὀλυμπίᾳ, καὶ ὅσας νίκας ἀνείλετο,
ἐν δὲ τοῖς κατὰ τὴν λέξιν παρατηρητέον καὶ τὸ
μήτε συνωνύμοις χρῆσθαι· τὰ γὰρ τὴν αὐτὴν ἔχοντα δύναμιν
ὀνόματα μακρότερον ποιεῖ τὸν λόγον οὐδὲν δέον.
ὡς παρὰ Δημοσθένει ἐν τῶν Ὀλυνθιακῶν δευτέρῳ·
δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ·
μήτε λόγον ἀντὶ ὀνόματος ποιεῖν, οἶον ἀντὶ
τοῦ ἀπέθανεν ἐξέλιπε τὸν βίον, καὶ ὅσα τούτοις ὅμοια.
ἔτι δὲ καὶ τὰ συνυπακουόμενα πάντως συμπεριαιρετέον
τῷ συντόμως ἀπαγγέλλειν βουλομένῳ, χρηστέον δὲ καὶ
τοῖς ἁπλοῖς ὀνόμασι μᾶλλον ἢ τοῖς συνθέτοις, καὶ τοῖς
βραχυτέροις μᾶλλον ἢ τοῖς μακροτέροις, ὅταν τὸ αὐτὸ
σημαίνωσιν εὐλαβητέον δὲ ὅμως μὴ λάθῃ τις ἐπιθυμίᾳ
συντομίας εἰς ἰδιωτισμὸν ἢ ἀσάφειαν ἐκπεσών.
Ὑπὲρ γε μὴν τοῦ πιθανὴν εἶναι τὴν διήγησιν παραληπτέον
λέξεις μὲν προσφυεῖς τοῖς τε προσώποις καὶ
στοιχείοις τῆς διηγήσεως κατά τε τὰ πράγματα καὶ κατὰ
τὴν λέξιν. παράδειγμα δὲ ἡμῖν ἔσται τὸ ἐν ἀρχῇ τῆ,
δευτέρας τοῦ Θουκυδίδου περὶ Πλαταιέων καὶ Θηβαίων
διήγημα· εἰκὸς γὰρ ἦν τούς Θηβαίους ἀεὶ διαφόρους
ὄντας τοῖς Πλαταιεῦσι μαθόντας, ὅτι ἔσοιτο πόλεμος.
ἐθελῆσαι προκαταλαβεῖν τὴν Πλάταιαν ἔτι ἐν εἰρήνῃ
ταῦτα δὲ βουλευσαμένους ἐκ μὲν τοῦ φανεροῦ μὴ ἐπιχειρεῖν, νυκτὶ δὲ ἀσελήνῳ ἐπιχειρῆσαι, καὶ πρὸς τούτοις
ἀλλὰ μὴ τὸ τοὺς Θηβαίους προδεδωκέναι. πιθανὸν
δὲ τὸ μὲν αἰσθανομένους τούς Πλαταιέας προκατειλημμένην
τὴν πόλιν ἐξαπιναίως ὑπὸ τῶν πολεμίων,
νομίσαι τε διὰ τὴν νύκτα πολλῷ πλείους εἰσεληλυθέναι,
πρὸς ξύμβασίν τε χωρῆσαι, ὕστερον δὲ κατανοήσαντας
οὐ πολλούς ὄντας ἐπιθέσθαι αὐτοῖς. καὶ θόρυβος δὲ
πάνυ πιθανώτατος τῶν μὲν Πλαταιέων προσβαλλόντων
τοῖς Θηβαίοις καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα
ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις
τε καὶ κεράμοις βαλλόντων τούς Θηβαίους, καὶ ὑετοῦ
πολλοῦ ἐπιγενομένου νυκτός, πολλούς τῶν Θηβαίων
πρὸς ἐρήμοις πύλαις οἰκοῦσαν, θεασαμένην τοὺς πολεμίους
ἀποκεκλεισμένους φοβηθῆναι, μὴ ἀπελπίσαντας
τὴν σωτηρίαν καὶ εἰς ἀπόνοιαν περιστάντας τραπέσθαι
ἐπὶ τὸ κακῶς ποιεῖν, μάλιστα μὲν οὖν οὓς ἂν δύνωνται,
πολὺ δὲ πρότερον τὰς πλησίον οἰκίας· ἐῶ γὰρ ὅτι κατὰ
γυναῖκα ἦν ἐλεῆσαι καὶ πολεμίους νενικημένους· ὁμοίως
δὲ καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ μακρολογῶμεν.
Οὐ μονοειδὴς δὲ τοῦ διηγήματος ἡ γυμνασία, ἀλλὰ
καθάπερ ὁ μῦθος, καὶ ἀπαγγέλλεται καὶ κλίνεται καὶ
συμπλέκεται μύθῳ, συστέλλεταί τε καὶ ἐπεκτείνεται, ἔτι
δὲ κατὰ τὴν ἀπαγγελίαν ἐναλλάττομεν τῶν κεφαλαίων
τὴν τάξιν, καὶ πρός τούτοις ἐστὶ καὶ τὴν αὐτὴν τάξιν φυλάττουσι
κατασκευάζειν. περὶ μὲν οὖν ἀπαγγελίας καὶ κλίσεως
καὶ συμπλοκῆς, ἔτι δὲ συστολῆς τε καὶ ἐπεκτάσεως ἐν τῷ
περὶ μύθων εἴρηται, τὴν δὲ ἀναστροφὴν τῆς τάξεως
πολλαχῶς ποιησόμεθα· καὶ γὰρ ἀπὸ τῶν μέσων ἐστὶν
ἀρξάμενον ἐπὶ τὴν ἀρχὴν ἀναδραμεῖν, εἶτα ἐπὶ τὰ τελευταῖα
καταντῆσαι, ὅπερ ἐν Ὀδυσσείᾳ Ὅμηρος πεποίηκεν·
ἤρξατο μὲν γὰρ ἀπὸ τῶν χρόνων, καθʼ οὓς Ὀδυσσεὺς
ἦν παρὰ Καλυψοῖ, εἶτα ἀνέδραμεν ἐπὶ τὴν ἀρχὴν
μετά τινος οἰκονομίας γλαφυρᾶς· ἐποίει γὰρ τὸν Ὀδυσσέα
τοῖς Φαίαξι τὰ καθʼ ἑαυτὸν διηγούμενον, εἶτα συνάψας
τὴν λοιπὴν διήγησιν ἔληξεν εἰς τὰ τελευταῖα, μέχρι
τοὺς μνηστῆρας ἀπέκτεινεν Ὀδυσσεύς, καὶ πρὸς τοὺς
γονέας αὐτῶν φιλίαν ἐποιήσατο. καὶ Θουκυδίδης δὲ
ἀπὸ τῶν περὶ Ἐπίδαμνον ἀρξάμενος ἀνέδραμεν ἐπὶ τὴν
πεντηκονταετίαν, ἔπειτα κατῆλθεν ἐπὶ τὸν Πελοποννησιακὸν
πόλεμον. ἔξεστι δὲ καὶ ἀπὸ τῶν τελευταίων ἀρξάμενον
ἐλθεῖν ἐπὶ τὰ μέσα, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν
καταντῆσαι, ὅπερ Ἡρόδοτος διὰ τῆς τρίτης ἡμᾶς διδάσκει
λέγων οὕτω· πέμψας Καμβύσης εἰς Αἴγυπτον
κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε
εἶτα καὶ τὰ αἴτια διηγεῖται,
ὅτι ὁ τῶν Περσῶν βασιλεύς τήκει παρὰ τοῦ Αἰγυπτίων
δὲ ἐκ συμβουλῆς ἀνδρὸς Αἰγυπτίου, ὃς μεμφόμενος
Ἄμασιν ἔπρηξε ταῦτα, ὅτι μιν ἀποσπάσας
γυναικός τε καὶ τέκνων ἔκδοτον
ἐποίησεν εἰς Πέρσας·
βασιλέως ἰατρὸν ὀφθαλμῶν, ὃς εἴη ἄριστος· ἡ γὰρ κατὰ
φύσιν ἦν τάξις τῆς διηγήσεως πρῶτον μὲν τὴν ὀφθαλμίαν
εἰπεῖν τοῦ Περσῶν βασιλέως, καὶ ὡς πέμψας εἰς
δοὺς ἀνιῷτο, ἢ μὴ δοὺς ἀπέχθοιτο. ἔτι δὲ καὶ ἀπὸ τῶν
μέσων ἀρξάμενον ἐπὶ τὴν τελευτὴν ἐλθεῖν, εἶτα ἐν τούτοις
λῆξαι. καὶ πάλιν ἀπὸ τῶν τελευταίων ἀρξάμενον
ἀναδραμεῖν ἐπὶ τὴν ἀρχὴν καὶ λῆξαι εἰς τὰ μέσα, καὶ ἔτι
ἀπὸ τῶν πρώτων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ τελευταῖα,
καὶ ἐν τοῖς μέσοις παύσασθαι.
Κατὰ μὲν οὖν τὴν ἀναστροφὴν τῆς τάξεως οὕτως·
ἐπεὶ δὲ εἰώθαμεν ἐκφέρειν τὰ πράγματα ἐνίοτε μὲν ὡς
ἀποφαινόμενοι, ἐνίοτε δὲ ὡς πλέον τι τοῦ ἀποφαίνεσθαι
ποιοῦντες, καὶ ἐνίοτε μὲν ὡς ἐρωτῶντες, ἄλλοτε δὲ ὡς
πυνθανόμενοι, ἔσθʼ ὅτε δὲ ὡς ἐπαποροῦντες, καί ἄλλοτε
μὲν ὡς προστάττοντες, ἄλλοτε δὲ ὡς εὐχόμενοι, καί ποτε
μὲν ὡς ὀμνύοντες, ποτὲ δὲ ὡς προσαγορεύοντες, ἄλλοτε
δὲ ὑποτιθέμενοι, ποτὲ δὲ προσδιαλεγόμενοι ἐνδέχεται
γὰρ κατὰ πάντας τούτους τοὺς τρόπους ἐκφέρειν ποικίλλοντας
τὰς διηγήσεις· Θουκυδίδης μὲν οὖν ἐν ἀρχῇ τῆς
δευτέρας τῶν ἱστοριῶν κατὰ τὸν τοῦ ἀποφαινομένου
τρόπον ἐξήνεγκεν τὴν διήγησιν ταύτην· Θηβαίων
ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον
περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν
ἡμεῖς δὲ εἰ βουλοίμεθα πλέον τι τοῦ ἀποφαίνεσθαι ποιεῖν,
τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα.
γὰρ ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ
πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας
καὶ οὕτως ἐρωτηματικῶς τὰ μετὰ ταῦτα διελευσόμεθα.
οὕτω δʼ ἂν πυθοίμεθα, τίνες ἦσαν οἱ Θηβαίων
ἄνδρες, οἵ ὀλίγῳ πλείους ἦσαν τριακοσίων εἰσῆλθον
περὶ πρῶτον ὕπνον σύν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας;
καὶ τὰ λοιπὰ πυνθανόμενοι ἐποίσομεν. τὸ δὲ ἐπαπορεῖν
καὶ τὸ ἐρωτᾶν κατὰ μὲν τὴν προφορὰν οὐδὲν ἀλλήλων
διήνεγκε, διόπερ τῷ ἑτέρῳ αὐτῶν ἀρκεσθησόμεθα
ἐάν τε γὰρ ἐρωτῶμεν, ἐάν τε ἐπαπορῶμεν, οὕτως
ἐξοίσομεν·
διαφέρειν δὲ δοκεῖ, ὅτι ὁ μὲν ἐρωτῶν ἀπόκρισιν ἐπιζητεῖ
τινὰ παραινοῦντα ἢ τοῖς Θηβαίοις ἢ τοῖς Πλαταιεῦσι
οὕτως· ἄγετε, ὧ Πλαταιεῖς, ὅπως ἄξιοι τῆς πόλεως ἔσεσθε,
καὶ τῶν προγόνων πρὸς Πέρσας τε καὶ Μαρδόνιον
ἠγωνισμένων, καὶ τῶν ἐν τῇ χώρᾳ τῇ ὑμετέρᾳ κειμένων.
δείξατε τοῖς Θηβαίοις, ὅτι μὴ δίκαια ποιοῦσιν ἀξιοῦντες
μὲν ὑμᾶς σφίσιν ὑπακούειν καὶ δουλεύειν, οὐκ ἐθέλοντας
δὲ πολέμῳ βιαζόμενοι παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας,
ὀλίγῳ πλείους τριακοσίων, εἶτα εἰσῆλθον περὶ
πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν τὴν ὑμετέραν
οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ ὡσαύτως τὰ ἑξῆς ὡς
πρὸς Πλαταιεῖς διηγησόμεθα. εἰ δὲ ὑποθοίμεθα τὴν παρακέλευσιν
γίνεσθαι πρὸς τοὺς Θηβαίους, οὕτως ἐροῦμεν
ἄγετε, ὦ Θηβαῖοι, ὅπως φανήσεσθε αὐτῶν τε καὶ
τὴν ἑαυτῶν, διέφθειραν. καὶ τοῦτον τὸν τρόπον
καὶ τὰ λοιπὰ διηγησόμεθα. ἔστι δὲ καὶ οὕτω πρόσταξιν
ποιήσασθαι, εἰ ὑποθοίμεθά τινα τοῖς Θηβαίοις, πρὶν
γενέσθαι τὴν εἰς Πλάταιαν εἴσοδον, προστάττοντα, ἃ δὴ
καὶ ἔπραξαν ἄγετε, ὦ Θηβαῖοι, ὅπως ἄνδρες ἐξ ὑμῶν
ὀλίγῳ πλείους τριακοσίων εἰσέλθωσι περὶ πρῶτον ὕπνον
σύν ὅπλοις εἰς Πλάταιαν τὴν ὑμετέραν, νῦν δʼ οὖσαν
Ἀθηναίων συμμαχίδα· καὶ τὰ ἑξῆς, ὡς ἄν ἐνδέχηται, κατὰ
τοῦτον τὸν τρόπον διεξελευσόμεθα. εἰ δὲ εὐχοίμεθα,
οὕτως ἐροῦμεν· εἴθε μηδέποτε Θηβαίων ἄνδρες ὀλίγῳ
ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων
συμμαχίδα· καὶ μέχρι τέλους κατὰ τὸν τοῦ εὐχομένου
τρόπον διηγησόμεθα. οὐκ ἄδηλος δὲ ὁ τρόπος, πῶς
κατὰ τὴν ὀμοτικὴν προφορὰν ἡ διήγησις ἐξενεχθήσεται
τὴν δὲ προσαγορευτικὴν παραιτούμεθα, ὅτι καὶ πρότερον
ἐπὶ τῶν κατὰ τὰς πτώσεις ἐγκλίσεων ἤδη παραδεδώκαμεν
ἐπὶ τῆς κλητικῆς. ὑποτιθέμενοι δὲ οὕτως ἐροῦμεν
ὑποθώμεθα γάρ, Θηβαίων ἄνδρας, ὀλίγῳ πλείους
τριακοσίων, εἰσελθεῖν περὶ πρῶτον ὕπνον σὺν ὅπλοις
εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα
ἀνοῖξαι δʼ αὐτοῖς τὰς πύλας Ναυκλείδην τε καὶ τοὺς
περὶ τῶν πεπραγμένων, καὶ τὸν μὲν διδάσκοντα
τὸν δὲ μανθάνοντα τὰ γεγενημένα, οἷον πολλάκις
σοι λέγω, εἴπερ, ὥς φῃς, ἐπιθυμίαν ἔχεις ἀκοῦσαι περὶ
τούτων· Θηβαῖοι γὰρ ἀεὶ διάφοροι ὄντες τοῖς Πλαταιεῦσιν
ἐβούλοντο τὴν Πλάταιαν ἐν εἰρήνῃ προκαταλαβεῖν.
ἄνδρες οὖν ἐξ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον
περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν, οὖσαν Ἀθηναίων
συμμαχίδα. πῶς οὖν νυκτὸς οὔσης καὶ τῶν πυλῶν
κεκλεισμένων, ἔτι δὲ καὶ φυλακῆς καθεστηκυίας ῥᾳδίως
ἔλαθον εἰσελθόντες; μικρὸν μὲν ἔφθης, ἐπεὶ καὶ
αὐτὸς ἔμελλον εἰπεῖν, ὅτι τὰς πύλας ἀνέῳξαν αὐτοῖς ἄνδρες,
Ναυκλείδης τε καὶ οἱ μετʼ αὐτοῦ, φυλακῆς οὐδεμιᾶς
προκαθεστηκυίας διὰ τὴν εἰρήνην, καὶ τὰ ἑξῆς. τὸν
αὐτὸν τρόπον διεξελευσόμεθα ἐρωτῶντές τε καὶ ἀποκρινόμενοι
κατὰ τὸν διαλεκτικὸν νόμον, ἔτι δὲ ἀποφαινόμενοι
τὰ πράγματα ποτὲ μὲν καταφάσκομεν, οἷον Θέων
διαλέγεται ἔστι δὲ μὴ μόνον καταφάσκοντας ἀλλὰ καὶ
ἀποφάσκοντας ἐκφέρειν τὰς διηγήσεις, καταφάσκοντας
μέν, ὡς ἔφαμεν τὸν Θουκυδίδην τὴν διήγησιν ἐξενηνοχέναι
ἀποφάσκοντας δέ, οἷον οὔτε Θηβαίων ἄνδρες ὀλίγῳ
πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν
ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων
ξυμμαχίδα, οὔτε τὰς πύλας ἀνέῳξαν Ναυκλείδης τε καὶ
οἱ μετʼ αὐτοῦ, καὶ οὕτω μέχρι τέλους. ἔστι δὲ καὶ ἄλλος
ὕπνον σύν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν
πρῴην. ἔστι δὲ καὶ τούτους ἀλλήλοις ἐπιπλέκειν τοὺς
τρόπους καὶ μικτὸν ἐκ δυοῖν ἢ πλειόνων ποιεῖν, ὡς τοῦ
διηγήματος τὰ μὲν ἀπαγγεῖλαι κατὰ τὸν τοῦ ἀποφαινομένου
τρόπον, τὰ δὲ ἀσυνδέτως, τὰ δὲ ὅπως ἄν τις βούλοιτο
ποικίλλων τὴν φράσιν.
Ἐπιφωνεῖν δὲ διηγήσει ἐστὶ τὸ καθʼ ἕκαστον μέρος
τῆς διηγήσεως γνώμην ἐπιλέγειν, τὸ δὲ τοιοῦτον οὔθʼ
ἱστορίᾳ πρέπον ἐστὶν οὔτε πολιτικῷ λόγῳ, θεάτρῳ δὲ καὶ
σκηνῇ μᾶλλον ἐπιτήδειον. διὸ καὶ παρὰ τοῖς τοιούτοις
ποιηταῖς ἐπιπλεῖστόν ἐστιν, ὡς παρὰ Μενάνδρῳ πολλαχοῦ
μὲν ἀλλαχόθι, καὶ ἐν ἀρχῇ δὲ τοῦ τε Δαρδάνου καὶ
τοῦ ξενολόγου,
ὁ γὰρ τελευταῖος στίχος ἐκ περιττοῦ πρόσκειται θηρώμενος
μόνον τὸν παρὰ τῶν θεατῶν ἔπαινον. ὅταν μέντοι
συνεχῶς ἐγκαταμιγνύῃ τις, καὶ λανθάνῃ ταῦτα τὰ
γνωμικά, ἐπιχαρίς πως ἡ διήγησις γίνεται, ὡς παρὰ Ἡροδότῳ
ἐν τῇ πρώτῃ· λέγων γὰρ περὶ τοῦ ἀνθρωπείου
βίου, ὡς οὐκ ἔστι σταθερὸς ἀλλὰ πολλὰς ἐν ἑαυτῷ ἔχει
τὰς μεταβολάς, ἔπειτα ἐξαριθμησάμενος ὅσων ἡμερῶν
ἐστιν ἀνθρωπίνη ζωή, ὡς ἑβδομήκοντα ἔτη, ἐπιφέρει·
τούτων τῶν ἁπασέων ἡμερέων ἡ ἑτέρη αὐτέων τῇ
καὶ μὴν καὶ παρὰ τοῖς ῥήτορσιν εὕροιμεν
ἄν, οὐχʼ ἥκιστα καὶ παρὰ τῷ πολιτικωτάτῳ Δημοσθένει
καὶ ἐν τοῖς πολιτικωτάτοις αὐτοῦ λόγοις· ἐν γὰρ τῷ
δευτέρῳ τῶν Ὀλυνθιακῶν διηγούμενος περὶ τοῦ Φιλίππου,
ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐ δὲν ὅμοιον
εἰσάγει πρῆγμα, εἶτα ἐπιφωνεῖ τοῦτον τὸν τρόπον
δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν
αἰδὼ γυνή.
ὅτι περὶ αὑτὸν ἔχει μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν
ἀσμάτων, καὶ οὕς γε ἡ πόλις Ἀθηναίων ἐξέβαλεν
ὡς ἀσελγεστάτους ὄντας, καὶ ὅτι τοιοῦτος ὢν Φίλιππος
εἰκότως λανθάνει πάντας ἀνθρώπους τῷ κατορθοῦν
ἐν τοῖς πολέμοις, μετὰ ταῦτα ἐπιφωνεῖ· αἱ γὰρ
ἔστι δὲ καὶ ἀνάπαλιν προθέντα
γνωμικὸν λόγον διηγήσασθαι, καθάπερ καὶ ἐπὶ τοῦ μύθου
παρεσημειωσάμεθα, οἷον καὶ παρὰ Μενάνδρῳ ἐν τῇ
χρηστῇ ἐπικλήρῳ,
εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι
τὰ τοιαῦτα ὀνείδη.
εἶτα ἐξῆς τὸ διήγημα.
Διήγησιν δὲ διηγήσει συμπλέκειν ἐστίν, ὅταν δύο διηγήσεις
ἢ καὶ πλείους ἅμα διηγεῖσθαι ἐπιχειρῶμεν, τοῦτο
δὲ μάλα ἐπετήδευσαν οἱ ἀπὸ Ἰσοκράτους καὶ αὐτὸς
ὁ Ἰσοκράτης ἐν τῷ πανηγυρικῷ οὕτως· ἦλθον οἵ θ᾿
Ἡρακλέους παῖδες, καὶ μικρὸν πρὸ τούτων
Ἄδραστος ὁ Ταλαοῦ, βασιλεύς ὢν Ἄργους,
καὶ τὰ ἑξῆς· καὶ πάλιν·
οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας
δεδυστυχηκώςἔτι γὰρ
ταπεινῆς οὔσης τῆς Ἑλλάδος ἦλθον εἰς τὴν
καὶ τὰ ἐξῆς.
Περὶ δὲ ἀνασκευῆς καὶ κατασκευῆς εἴπομεν ὅτι οἱ
αὐτοὶ τόποι χρήσιμοι, οἵπερ καὶ πρὸς τοὺς μύθους, ἐν
δὲ τοῖς διηγήμασι καὶ οἱ ἀπὸ τοῦ ψευδοῦς καὶ ἀδυνάτου
δὲ ἐναντιούμενος τοῖς ἀποφαινομένοις Αἰγύπτιον
εἶναι μητρόθεν τὸν Καμβύσην. οὐκ ἀεὶ μὲν οὖν οἷόν τε
ἐκ πάντων τῶν τόπων ἐν τοῖς διηγήμασιν ἐπιχειρεῖν,
ἐὰν δέ ποτε ἐγγένηται, ταύτῃ τῇ τάξει χρησόμεθα, πρῶτον
μὲν ἀπὸ τοῦ ἀσαφοῦς, καθʼ ὅσους τρόπους περὶ σαφηνείας
εἴπομεν, δεύτερον δὲ ἀπὸ τοῦ ἀδυνάτου ἐπιχειρήσομεν,
δεικνύντες ὅτι ἀδύνατον τὸ πρᾶγμα οὕτω
γενέσθαι, ὥς φησιν ὁ συγγραφεὺς ἤτοι διὰ τὸ μηδʼ ὅλως
πεφυκέναι γίνεσθαι, ἢ διὰ τὸ μὴ κατὰ τὸν αὐτὸν χρόνον
εἶναι τὰ ἱστορούμενα, οἷον πρὸς τοὺς λέγοντας, ὅτι Ἡρακλῆς
ἀπέκτεινε Βούσιριν· κατὰ γὰρ Ἡσίοδον πρεσβύτερος
Ἡρακλέους ἐστὶν ὁ Βούσιρις ἕνδεκα γενεαῖς.
καὶ ὅλως πρὸς τὰ πολλὰ τῶν τοιούτων ἀφορμὰς ἕξομεν
λόγων ἐκ τῶν Ἀρίωνος ἐλέγχων. ἔπειτα δὲ καὶ εἰ δυνατὸν
ὑποθοίμεθα τὸ πρᾶγμα, λεκτέον ὅτι ἀπίθανόν
ἐστιν εἰ δὲ καὶ πιθανόν ἐστι, σκεψόμεθα εἰ ψευδές
ἐστιν· εἰ δὲ ἀληθὲς φανείη, ἑξῆς ζητήσομεν, εἰ ἐλλείπει
γεγενημένη. εἰ δὲ ταῦτα πάντα κατὰ τρόπον εἴη διατεθειμένα,
ἀλλ’ ὡς ἀπρεπές τε καὶ ἀσύμφορον δεικτέον
μήτε οἴκοι κακόν τι αὐτὸν πεπονθότα, ἐν γήρᾳ
μετʼ εὐδαιμονίας τετελευτηκέναι. ῥᾳδίως δὲ καὶ πλειόνων
εὐπορήσομεν ἐπιχειρημάτων, ἐὰν καθʼ ἕκαστον τῶν παραδεδομένων
τόπων ἐπιχειροῦντες χρώμεθα καὶ τοῖς καλουμένοις
στοιχείοις, ἐξ ὧν ἅπασα πρᾶξις ὑφίσταται·
ἔστι δὲ ταῦτα ἐξ ὧν προείπομεν, πρόσωπον, πρᾶγμα,
τόπος, χρόνος, τρόπος, αἰτία.
Παραδείγματος δὲ ἕνεκα ὁ λόγος ἡμῖν ἔστω ἐφʼ ἑνὸς
τόπου τοῦ ἀπιθάνου. ἐὰν τοίνυν ἀνασκευάζωμεν τὴν
διήγησιν ἐκ τοῦ ἀπιθάνου, οὕτως ἐπεξελευσόμεθα, δεικνύντες
ὅτι καὶ τὸ πρόσωπον ἀπίθανόν ἐστι καὶ τὸ πραχθὲν
καὶ ὁ τόπος, ἐν ᾧ ἡ πρᾶξις, ὁμοίως δὲ καὶ ὁ χρόνος
καὶ ὁ τρόπος καὶ ἡ αἰτία τῆς πράξεως, οἷον ἐπὶ τῆς Μηδείας
ἐκ μὲν τοῦ προσώπου, ὅτι ἀπίθανόν ἐστι μητέρα
κακῶς ποιῆσαι τέκνα, ἐκ δὲ τῆς πράξεως, ὅτι οὐκ εἰκός
ἐστιν ἀποσφάξαι· ἐκ δὲ τοῦ τόπου, ὅτι οὐκ ἄν ἀπέκτεινεν
γήμας Γλαύκην τὴν Κρέοντος τοῦ βασιλέως τῶν τόπων
θυγατέρα· ἐκ δὲ τοῦ τρόπου, ὅτι ἐπειράθη ἂν λαθεῖν
καὶ οὐκ ἄν ξίφει διεχρήσατο, ἀλλὰ φαρμάκῳ ἄλλως τε
καὶ φαρμακὶς οὖσα· ἐκ δὲ τῆς αἰτίας, ὅτι ἀπίθανόν ἐστι
διʼ ὀργὴν τὴν πρὸς τὸν ἄνδρα ἀπεκτονέναι τὰ τέκνα· οὐ
γὰρ ἴδιον τοῦ Ἰάσονος, ἀλλὰ καὶ αὐτῆς κοινὸν ἐγένετο τὸ
ἀτύχημα, καὶ μᾶλλον αὐτῆς, ὅσῳ μαλακώτεραί πως αἱ
γυναῖκες πρὸς τὰ πάθη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων
καὶ τῶν ἐξηλλαγμένων κατὰ φύσιν, οἷά τινες ἱστοροῦσι
περὶ Πηγάσου καὶ Ἐριχθονίου καὶ Χιμαίρας καὶ Ἱπποκενταύρων
καὶ τῶν παραπλησίων. τὸ δὲ μὴ μόνον ἀνασκευάζειν
τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρερρύηκεν
ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν
ἕξεως ἢ κατὰ τοὺς πολλούς, ὅπερ πεποίηκεν Ἡρόδοτος
μὲν ἐν τῇ δευτέρᾳ περὶ τῶν πελειάδων διηγούμενος, ὡς
ἱέρειαι, ὧν ἡ μὲν εἰς Δωδώνην ἐπράθη, ἡ δὲ εἰς Ἄμμωνος,
καὶ ἐπειδὴ βαρβαριστὶ ἐφθέγγοντο καὶ ἀξυνέτως
τοῖς ἐπιχωρίοις, λόγος κατέσχεν ὡς ὄρνιθες ἦσαν. Πλάτων
δὲ ἐν τῷ Φαίδρῳ τὸ περὶ τῆς Ὠρειθυίας καὶ τοῦ Βορέου
διήγημα οὐκ ἀποδεχόμενός φησι τὴν Ὠρείθυιαν
πνεῦμα βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ
παίζουσαν ὦσαι, καὶ οὕτω δὴ λεχθῆναι ὑπὸ τοῦ βορέου
ἀνάρπαστον γεγονέναι. καὶ μέντοι καὶ Ἔφορος ἐν
τῇ τετάρτῃ χρῆται τούτῳ τῷ τρόπῳ, ὅτι ἄρα Τιτυὸς
μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος,
καὶ διὰ τὸ κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους
ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν
τῷ Περιπατητικῷ ἐστιν ὅλον βιβλίον περὶ
ἀπολωλέναι, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ Ἀκταίων ὑπὸ
τῶν κυνῶν, ἡ δὲ Μήδεια βάπτουσα τὰς ἐπὶ τῆς κεφαλῆς
τῶν ἀνθρώπων πολιὰς καὶ μελαίνας ποιοῦσα ἐφημίσθη
τοὺς γέροντας εἰς λέβητα κατακόπτουσα νέους ποιεῖν,
καὶ τὰ παραπλήσια τούτοις.
Καὶ περὶ μὲν τῶν τρόπων τῆς γυμνασίας τοσαῦτα, καὶ ὅτι κατ᾿ αὐτοὺς δυνατόν ἐστι γυμνάσασθαι κἀν τοῖς μύθοις.
Χρεία ἐστὶ σύντομος ἀπόφασις ἢ πρᾶξις μετ᾿ εὐστοχίας
ἀναφερομένη εἴς τι ὡρισμένον πρόσωπον ἢ ἀναλογοῦν
προσώπῳ, παράκειται δὲ αὐτῇ γνώμη καὶ ἀπομνημόνευμα·
πᾶσα γὰρ γνώμη σύντομος εἰς πρόσωπον
γνώμη τῆς χρείας τέτρασι τοῖσδε, τῷ τὴν μὲν χρείαν πάντως
ἀναφέρεσθαι εἰς πρόσωπον, τὴν δὲ γνώμην οὐ πάντως,
καὶ τῷ ποτὲ μὲν τὸ καθόλου, ποτὲ δὲ τὸ ἐπὶ μέρους
ἀποφαίνεσθαι τὴν χρείαν, τὴν δὲ γνώμην καθόλου
μόνον· ἔτι δὲ τῷ χαριεντίζεσθαι τὴν χρείαν ἐνίοτε
μηδὲν ἔχουσαν βιωφελές, τὴν δὲ γνώμην ἀεὶ περὶ τῶν ἐν
τὸ δὲ ἀπομνημόνευμα καὶ καθ᾿ ἑαυτὸ μνημονεύεται.
εἴρηται δὲ χρεία κατ᾿ ἐξοχήν, ὅτι μᾶλλον τῶν ἄλλων πρὸς
πολλὰ χρειώδης ἐστὶ τῷ βίῳ, καθάπερ καὶ Ὅμηρον πολλῶν
ὄντων ποιητῶν κατ᾿ ἐξοχὴν τοῦτον μόνον καλεῖν
εἰώθαμεν ποιητήν.
Τῆς δὲ χρείας τὰ ἀνωτάτω γένη τρία αἱ μὲν γάρ εἰσι
λογικαί, αἱ δὲ πρακτικαί, αἰ δὲ μικταί. λογικαὶ μέν εἰσιν
αἰ χωρὶς πράξεως διὰ λόγων ἔχουσαι τὸ κῦρος, οἷον Διογένης
ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, πῶς ἄν ἔνδοξος
δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν· του
δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι καθʼ ἑκούσιον ἀπόφασιν, οἷον
Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν
θεῶν παῖδας ἔλεγεν εἶναι αἱ δὲ κατὰ περίστασιν, οἷον
Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσιον
ἀπαίδευτον εἶπεν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος·
οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ᾿ ἐξ ὧν εἶδεν
ἔτι καὶ τοῦ ἀποκριτικοῦ εἰσιν εἴδη τέσσαρα, τό τε κατ
ἐρώτησιν, καὶ τὸ κατὰ πύσμα, καὶ τὸ κατ᾿ ἐρώτησιν αἰ
τιῶδες, καὶ τὸ ὁμωνύμως τῷ γένει λεγόμενον ἀποκριτικόν.
διαφέρει δὲ τοῦ πύσματος ἡ ἐρώτησις, ὅτι πρὸς
μὲν τὴν ἐρώτησιν συγκαταθέσθαι δεῖ μόνον ἢ ἀρνήσασθαι,
οἷον ἀνανεῦσαι ἢ κατανεῦσαι, ἢ διά γε τοῦ ναὶ ἢ
οὒ ἀποκρίνασθαι, τὸ δὲ πύσμα μακροτέραν ἀπαιτεῖ τὴν
ἀπόκρισιν· κατ᾿ ἐρώτησιν μὲν οὖν ἐστιν, οἷον Πιττακὸς
ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς
θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν, οὒ οὐδὲ διανοούμενος.
ἀνδρὸς καθαρὰ εἰς τὸ θεσμοφορεῖον κάτεισιν, εἶπεν,
ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου
οὐδέποτε. αἰ δὲ κατʼ ἐρώτησιν αἰτιώδεις εἰσίν, ὅσαι
χωρὶς τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως καὶ αἰτίαν
τινὰ ἔχουσιν ἢ συμβουλὴν ἤ τι τοιοῦτον, οἷον Σωκράτης
ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ τῶν Περσῶν
βασιλεύς, οὐκ ἔχω λέγειν, εἶπε, μηδὲ γὰρ εἰδέναι πῶς
ἐν ἀγορᾷ καὶ καλοῦντος αὐτὸν ἐπὶ τὸ ἄριστον,
ὦ Διόγενες, εἶπεν, ὡς χάριεν ἂν ἦν σου τὸ ἄπλαστον,
εἰ μὴ πλαστὸν ἦν οὔτε γὰρ Διογένης περί τινος ἠρώτα
τὸν Πλάτωνα, οὔτε ὁ Πλάτων πυνθάνεται αὐτοῦ, ἀλλʼ
ἁπλῶς πρὸς τὸ ἄριστον καλεῖ αὐτόν, ὅπερ ἐστὶ τῶν οὐδετέρων.
ἔστι δὲ παρὰ ταῦτα καὶ ἄλλο εἶδος ἐμπῖπτον
εἰς τὰς λογικὰς καλούμενον διπλοῦν, διπλῆ δέ ἐστι χρεία
ἡ δύο προσώπων ἀποφάσεις ἔχουσα, ὧν καὶ ἡ ἑτέρα μεθ᾿
ἑνὸς προσώπου χρείαν ποιεῖ, οἷον Ἀλέξανδρος ὁ τῶν
Μακεδόνων βασιλεὺς ἐπιστὰς Διογένει κοιμωμένῳ εἶπεν,
καὶ ὁ Διογένης ἀπεκρίνατο,
ἦν γὰρ καὶ οὕτω χρεία μὴ προστιθεμένης τῆς ἀποκρίσεως.
πρακτικαὶ δέ εἰσιν αἱ χωρὶς λόγου ἐμφαίνουσαι
τινα νοῦν, τῶν δὲ πρακτικῶν αἱ μέν εἰσιν ἐνεργητικαί,
αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μὲν ὅσαι δηλοῦσί τινα
ἐνέργειαν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν
ἔχουσιν, οἷον Πυθαγόρας ὁ φιλόσοφος ἐρωτηθεὶς
πόσος ἐστὶν ὁ τῶν ἀνθρώπων βίος, ἀναβὰς ἐπὶ τὸ δωμάτιον
παρέκυψεν ὀλίγον, δηλῶν διὰ τούτου τὴν βραχύτητα.
καὶ ἔτι Λάκων ἐρομένου τινὸς αὐτὸν ποῦ τοὺς ὅρους
τῆς γῆς ἔχουσι Λακεδαιμόνιοι, ἔδειξε τὸ δόρυ.
Τὰ μὲν οὖν εἴδη τῶν χρειῶν ταῦτά ἐστι· προφέρονται
δὲ αἱ μὲν γνωμολογικῶς, αἱ δὲ ἀποδεικτικῶς, αἱ δὲ
κατὰ χαριεντισμόν, αἱ δὲ κατὰ συλλογισμόν, αἱ δὲ κατὰ
ἐνθύμημα, αἱ δὲ κατὰ παράδειγμα, αἱ δὲ κατ᾿ εὐχήν, αἱ
δὲ συμβολικῶς, αἱ δὲ τροπικῶς, αἱ δὲ κατὰ ἀμφιβολίαν,
αἱ δὲ κατὰ μετάληψιν, αἱ δὲ συνεζευγμένως ἐξ οἵων δήποτε
τῶν προειρημένων τρόπων συγκείμεναι. γνωμολογικῶς
μὲν οἷον Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν
μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι. ἀποδεικτικῶς δὲ
οἷον Ἰσοκράτης ὁ ῥήτωρ παρῄνει τοῖς γνωρίμοις προτιμᾶν
τῶν γονέων τοὺς διδασκάλους, ὅτι οἱ μὲν τοῦ ζῆν
μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγόνασιν·
τὴν γὰρ ἀπόφασιν αὐτοῦ Ἰσοκράτης μετὰ ἀποδείξεως
ἐξενήνοχε. κατὰ χαριεντισμὸν δὲ οἷον Ὀλυμπιὰς
πυθομένη τὸν υἱὸν Ἀλέξανδρον Διὸς αὐτὸν ἀποφαίνειν,
οὐ παύσεται οὗτος, ἔφη, διαβάλλων με πρὸς τὴν Ἥραν;
τινὸς γνωρίμου λέγοντος αὐτῷ ἀδίκως σου θάνατον κατέγνωσαν
Ἀθηναῖοι, γελάσας ἔφη, σὺ δὲ ἐβούλου δικαίως;
ὑπὸ τῶν φίλων συναγαγεῖν χρήματα, εἶπεν,
ἀλλὰ ταῦτα οὐκ ὤνησεν οὐδὲ Κροῖσον. εὐκτικῶς δὲ οἷον
Δάμων ὁ παιδοτρίβης χωλούς ἔχων τούς πόδας κλαπέντων
αὐτοῦ τῶν ὑποδημάτων, ἔφη, εἴθε ἐναρμόσειε
τῷ κλέπτῃ. συμβολικῶς δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων
βασιλεύς ἐρωτηθεὶς ὑπό τινος, ποῦ ἔχει τοὺς
θησαυρούς, ἐν τούτοις, ἔφη, δείξας τούς φίλους. τροπικῶς
δὲ οἷον Πλάτων ὁ φιλόσοφος τοὺς τῆς ἀρετῆς
κλῶνας ἔφη ἱδρῶτι καὶ πόνοις φύεσθαι. κατὰ ἀμφιβολίαν
παιδίου καὶ ἐρωτῶντος τοῦ συνιστάντος, τίνος αὐτῷ δεῖ,
εἶπε, πινακιδίου ΚΑΙΝΟΥ, καὶ γραφιδίου ΚΑΙΝΟΥ
ἀμφιβαλλόμενον γάρ, πότερον νοῦ καὶ πινακιδίου λέγει
ἢ πινακίδος καινῆς καὶ καινοῦ γραφιδίου. κατὰ μετάληψιν
δέ ἐστιν, ὅταν τὸ λεγόμενον καὶ τὸ ἐρωτώμενον
ἐπʼ ἄλλο τις ἀποκρινόμενος μεταλαμβάνῃ, οἷον Πύρρος
ὁ τῶν Ἠπειρωτῶν βασιλεύς ζητούντων τινῶν παρὰ
πότον, πότερος κρείττων αὐλητὴς Ἀντιγεννίδας ἢ Σάτυρος,
ἐμοὶ μέν, εἶπε, στρατηγὸς Πολυσπέρχων. ὁ δὲ
συνεζευγμένος τρόπος οὐκ ἄδηλός ἐστιν, ὅτι πολλαχῶς
γίνεται· ἢ γὰρ γνωμικῷ χαριεντισμῷ συμπλακήσεται, ἢ
παραδείγματι συμβολικῷ ἢ ἀμφιβολίᾳ καὶ μεταλήψει
ἢ ἀπλῶς καθʼ ὅσους καὶ ἄλλους τρόπους δύναται συγγενέσθαι
συζυγία, ἤτοι δυοῖν ἢ καὶ πλειόνων τρόπων
εἰς μίαν χρείαν παραλαμβανομένων, οἷον Διογένης ὁ
Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον ἐκ μοιχοῦ λίθους
Γυμνάζονται δὲ κατὰ τὰς χρείας τῇ ἀπαγγελίᾳ τῇ κλίσει
τῇ ἐπιφωνήσει τῇ ἀντιλογίᾳ, ἐπεκτείνομέν τε καὶ συστέλλομεν
τὴν χρείαν, πρὸς δὲ τούτοις ἀνασκευάζομεν
καὶ κατασκευάζομεν. καὶ ἡ μὲν ἀπαγγελία φανερά ἐστι
ῥηθεῖσαν γὰρ χρείαν πειρώμεθα κατὰ τὸ δυνατὸν αὐτοῖς
ὀνόμασιν ἢ καὶ ἑτέροις σαφέστατα ἑρμηνεῦσαι. ἡ
δὲ κλίσις ἐστὶ ποικίλη· τὰ γὰρ ἐν τῇ χρεία πρόσωπα εἰς
τοὺς τρεῖς ἀριθμούς ἐναλλάττομεν, καὶ τοῦτο οὐχ ἁπλῶς,
ἀλλʼ οἷον ἑνὸς πρὸς ἔνα καὶ δύο πρὸς δύο καὶ πλείους
πρὸς πλείους, καὶ πάλιν δυοῖν πρὸς ἕνα καὶ πρὸς δύο, καὶ
πρὸς πλείους, ἔτι δὲ πλειόνων πρὸς ἕνα καὶ πρὸς δύο
καὶ πρὸς πλείους. προκειμένης γὰρ χρείας, ὅτι Ἰσοκράτης
ὁ ῥήτωρ τούς εὐφυέας τῶν θεῶν παῖδας ἔλεγεν
εἶναι, οὕτω κλίνομεν ἑνὸς μὲν πρὸς ἔνα, οἷον Ἰσοκράτης
ὁ ῥήτωρ τὸν εὐφυέα τῶν μαθητῶν θεῶν παῖδα
ἔλεγεν εἶναι δυοῖν δὲ πρὸς δύο, Ἰσοκράτεε τώ ῥήτορε
τὼ εὐφυέε τῶν μαθητῶν θεῶν παῖδε ἐλεγέτην εἶναι·
πλειόνων δὲ πρὸς πλείους, Ἰσοκράτεις οἱ ῥήτορες τοὺς
εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγον εἶναι. φανερὸν
δὲ ἐκ τούτων, πῶς καὶ τοὺς ἄλλους τρόπους κλινοῦμεν·
μεταλαμβάνονται γὰρ καὶ εἰς τὰς πέντε πτώσεις.
ἀλλʼ ἐπεὶ τῶν χρειῶν αἱ μέν εἰσι λογικαί, αἱ
δὲ πρακτικαί, αἱ δὲ ἐξ ἀμφοῖν τούτοιν μικταί, καὶ τούτων
αὖ ἕτερά ἐστιν εἴδη, καθʼ ἕκαστον αὐτῶν πειρασόμεθα
αὐτῇ, τὸ ῥηθὲν μνήμης ἔτυχεν, ἢ λόγος ἀπομνημονεύεται
εἰπόντος. τὸ μὲν οὖν πρότερον μετὰ τὴν ἀπαγγελίαν
Πιττακοῦ τοῦ Μιτυληναίου ἐρωτηθέντος εἰ λανθάνει τις
τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται
εἰπόντος, οὐδὲ διανοούμενος. ἁρμόττει δὲ μᾶλλον τὸ
μέν, λόγος ἀπομνημονεύεται, πάσαις ταῖς λογικαῖς χρείαις,
πλὴν τῆς καθʼ ἑκούσιον ἀπό φασιν· ταύτῃ γὰρ τὸ ῥηθὲν μνήμης
ἔτυχεν. ἐὰν δὲ πρακτικὴ χρεία, εἰ μὲν παθητικὴ
εἴη, προσθετέον, τὸ συμβὰν μνήμης ἔτυχεν. εἰ
δὲ ἐνεργητική, τὸ πραχθὲν μνήμης ἔτυχεν, ὁμοίως δὲ καὶ
ἐπὶ τοῦ μικτοῦ. ἐπὶ τέλει μέντοι τῶν χρειῶν καὶ τούτων
ἕκαστον προσθετέον, οἷον Διδύμου τοῦ αὐλητοῦ ἁλόντος
ἐπὶ μοιχείᾳ καὶ ἐκ τοῦ ὀνόματος κρεμασθέντος τὸ
συμβὰν μνήμης ἔτυχε, καὶ Διογένους τοῦ Κυνικοῦ φιλοσόφου
ἰδόντος ὀψοφάγον παῖδα καὶ τὸν παιδαγωγὸν τῇ
βακτηρίᾳ παίσαντος τὸ πραχθὲν μνήμης ἔτυχε. τῇ δὲ δοτικῇ
ἐπὶ πάσης χρείας πλὴν τῆς παθητικῆς προσθήσομεν
τὸ ἔδοξεν ἢ τὸ ἐφάνη ἢ τὸ ἐπῆλθεν ἢ καὶ τὸ παρέστη ἤ τι
τῶν τοιούτων, οἷον Διογένει τῷ Κυνικῷ φιλοσόφῳ ἰδόντι
ἐπὶ μοιχείᾳ συνέβη ἐκ τοῦ ὀνόματος κρεμασθῆναι.
ἐπὶ δὲ τῆς αἰτιατικῆς προσθήσομεν καθόλου ἐπὶ πάσης
χρείας τὸ φασί, τὸ λέγεται, οἷον Διογένην τὸν Κυνικὸν
φιλόσοφον ἰδόντα μειράκιον πλούσιον ἀπαίδευτόν φασιν
εἰπεῖν, ἢ λέγεται, οὗτός ἐστι ῥύπος περιηργυρωμένος.
ἡ δὲ κλητικὴ σαφής ἐστι· ποιησόμεθα γὰρ τὸν λόγον
πρὸς παρὸν ἡμῖν πρόσωπον, ἐφʼ ὃ ἡ χρεία ἀναφέρεται,
οἷον Διόγενες Κυνικὲ φιλόσοφε, ἰδών μειράκιον
ὁ ποιητὴς τὸν νοῦν ἡμῶν ἑκάστου ἔφησεν εἶναι
θεόν. ἐπιφωνήσομεν δὲ ἐκ μὲν τοῦ ἀληθοῦς οὕτως·
θεὸς γὰρ ὄντως ἑκάστῳ ὁ νοῦς, ἐφʼ ἃ μὲν συμφέρει προτρέπων
ἡμὰς, ἀπείργων δὲ τῶν ζημιούντων. ἐκ δὲ τοῦ
καλοῦ οὕτω· καλὸν γὰρ ἕκαστον μὴ ἐν χρυσῷ καὶ ἀργύρῳ
νομίζειν εἶναι τὸν θεόν, ἀλλʼ ἐν ἑαυτῷ. ἐκ δὲ τοῦ
συμφέροντος οὕτως· ἵνα μὴ διὰ μακροῦ κεῖσθαι τὸ τιμωροῦν
οἰόμενοι πολλὴν τοῦ ἀδικεῖν ἔχοιμεν εὐχέρειαν.
ἐκ δὲ τῆς τῶν εὐδοκίμων μαρτυρίας, ὅταν ἢ σοφὸν ἢ νομοθέτην
ἢ ποιητὴν ἢ ἄλλον τινὰ τῶν διωνομασμένων
λέγωμεν ὁμογνωμονεῖν τῷ ῥηθέντι, οἷον ἐπὶ τῆς προκειμένης
χρείας φήσομεν·
ἀντιλέγομεν δὲ ταῖς χρείαις ἐκ τῶν ἐναντίων, ὡς πρὸς
τὸν Ἰσοκράτην, εἰπόντα ὅτι τοὺς διδασκάλους προτιμητέον
τῶν πατέρων· οἱ μὲν γὰρ τὸ ζῆν ἡμῖν, οἱ δὲ διδάσκαλοι
τὸ καλῶς ζῆν παρέσχοντο. φαμὲν γὰρ ἀντιλέγοντες,
ὅτι οὐκ ἐνῆν καλῶς ζῆν, εἰ μὴ τὸ ζῆν οἱ πατέρες
παρέσχοντο. εἰδέναι δὲ δεῖ, ὅτι οὐ δυνατὸν ἀντιλέγειν
πάσῃ χρείᾳ πολλῶν καλῶς καὶ ἀμέμπτως εἰρημένων, ὥσπερ
οὐδὲ πάσας ἐστὶν ἐπαινεῖν διὰ τό τινων εὐθὺς
προσπίπτειν τὴν ἀτοπίαν. ἐπεκτείνομεν δὲ τὴν χρείαν,
ἐπειδὰν τὰς ἐν αὐτῇ ἐρωτήσεις τε καὶ ἀποκρίσεις, καὶ εἰ
πρᾶξίς τις ἢ πάθος ἐνυπάρχῃ, μηκύνοιμεν. συστέλλομεν
δὲ τὸ ἐναντίον ποιοῦντες, οἷον σύντομος μὲν χρεία Ἐπαμεινώνδας,
ἄτεκνος ἀποθνήσκων, ἔλεγε τοῖς φίλοις,
λέγειν εἰς τὴν ἀνδρωνῖτιν ἐπιέναι. ἐκ δὲ
τοῦ ψευδοῦς, ὅτι μὴ ἀληθῶς ὁ Βίων ἔλεγε τὴν φιλαργυρίαν
μητρόπολιν εἶναι τῆς κακίας· μᾶλλον γὰρ ἀφροσύνη
ἐστίν. ἐκ δὲ τοῦ ἀσυμφόρου, ὅτι βλαβερῶς παραινεῖ
Σιμωνίδης παίζειν ἐν τῷ βίῳ καὶ περὶ μηδὲν ἁπλῶς
σπουδάζειν. ἐκ δὲ τοῦ ἀχρήστου, οἷον εἰ φαίνοιτο πρὸς
οὐδὲν ὠφέλιμον τὸ ῥηθὲν τῷ βίῳ. ἐκ δὲ τοῦ αἰσχροῦ,
ὁπόταν αἰσχρὰν καὶ ἐπονείδιστον ἀποφαίνωμεν τὴν χρείαν,
οἷον ἀνὴρ Συβαρίτης ἰδὼν Λακεδαιμονίους ἐπιπόνως
ζῶντας οὐ θαυμάζειν ἔφησεν, ὅτι ἐν τοῖς πολέμοις
οὐκ ὀκνοῦσιν ἀποθνήσκειν, ἄμεινον γὰρ εἶναι τὸν θάνατον
τοῦ τοιούτου βίου πάνυ γὰρ μαλακῶς καὶ οὐκ ἀνδρείου
ἄν δυνατὸν ᾖ μὴ λανθανέτω γὰρ ἡμᾶς ὅτι οὐχ
οἷόν τέ ἐστιν ἐν πάσαις ἐκ πάντων ἐπιχειρεῖν.
Τὴν μέντοι τάξιν τῶν ἐπιχειρημάτων ποιησόμεθα, καθὰ
καὶ τῶν τόπων ἐκτιθέμεθα, οἱ αὐτοὶ δʼ ἂν εἶεν καὶ
πρὸς τὴν τῶν γνωμῶν ἀνασκευήν τε καὶ κατασκευήν.
τοῖς δὲ ἤδη τελειοτέροις προσήκει τὰς ἀφορμὰς λαμβάνειν
καὶ ἐκ τῶν πρὸς τὰς θέσεις ἡμῖν παραθησομένων.
χρὴ δὲ τὸ προοίμιον μὴ τοιοῦτον εἶναι, ὥστε ἐφαρμόττειν
ἑτέραις χρείαις, ἀλλʼ ἴδιον τῆς ὑποκειμένης. τοῦτο δʼ
ἂν καλῶς γένοιτο ἐπί τε χρείας καὶ μύθου καὶ τῶν ἄλλων
ἁπάντων, ὅταν ἐξ ἑνὸς ἢ δύο τῶν ἀνωτάτω μερῶν τὰς
ἀφορμὰς τῶν προοιμίων λαμβάνωμεν. μετὰ δὲ τὸ προοίμιον