Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
βιῶσαι.
Τί προβαλλόμεθα τοὺς τυράννους μακρῷ χείρονες αὐτῶν καθεστῶτες; τὰς γὰρ ὁμοίας αὐτοῖς ἔχομεν ὁρμὰς ἐν ταῖς οὐχ ὁμοίαις τύχαις.
Κἂν ἡδονῇ κανονιστέον ᾖ τὰ ἀρεστά, οὐδὲν τῆς
Μουσώνιος ἔλεγεν ὑπερβολὴν ἀναισχυντίας εἶναι τὸ πρὸς μὲν τὰς τῶν πόνων ὑπομονὰς μεμνῆσθαι τῆς τοῦ σώματος ἀσθενείας, πρὸς δὲ τὰς τῶν ἡδονῶν ἐκλανθάνεσθαι.
Ἀρχὴ τοῦ μὴ κατοκνεῖν τὰ ἀσχήμονα
Καὶ ἂν τοῦ συμφέροντος μάλιστα προαιρῇ ἔχεσθαι,
Ἅρπαζε τὸ καλῶς ἀποθνῄσκειν, ὅτε ἔξεστι, μὴ μετὰ μικρὸν τὸ μὲν ἀποθνῄσκειν σοι παρῇ, τὸ δὲ καλῶς μηκέτι ἐξῇ.
Oὐκ ἔστιν ἐπὶ πολλῶν συμφέροντι ζῶντα καθηκόντως ἀποθανεῖν, μὴ ἐπὶ πλειόνων ἀποθνῄσκοντα συμφέροντι.
Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν αἰδεῖσθαι.
Οὐ πολύν διάγουσι χρόνον οἱ πρὸς τοὺς ὑπηκόους ὑπὲρ ὧν ἂν πράττωσι μὴ τὸ
καθήκει μοι
λέγειν μεμελετηκότες, ἀλλὰ τὸ ἔξεστί μοι.
Mὴ θέλε ἐπιτάσσειν τὰ καθήκοντα τοῖς συγγιγνώσκουσί σοι τὰ μὴ καθήκοντα πράττοντι.
Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις ἢ φοβερὸν θεωρεῖσθαι· τῷ μὲν γὰρ σεμνότης, τῷ δὲ ἀπήνεια παρακολουθεῖ.
Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν ἢ σοφὸν τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς
πανταχοῦ.
Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον.
Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ
θεραπευομένους βιοῦν
Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθών Μουσώνιε
εἶπεν
ὁ Ζεὺς ὁ Σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται.
καὶ ὁ Μουσώνιος μειδιάσας
εἶπεν οὐδὲ δανείζει.
ὁ γὰρ Ῥουτίλιος δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.
Τῶν ὄντων τὰ μὲν ἐφʼ ἡμῖν ἔθετο ὁ θεός, τὰ
Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό
τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου,
ἵνα τιμωρήσαιτο ὅπως αὐτὸς βούλεται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ τοῦτον μέν τοι λαβών
ἔφη παρʼ ὑμῶν ὑβριστὴν
καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.
Ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον, συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.
Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς
πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ τὸν
εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται
κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.
Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἄλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα, καὶ νὴ Δίʼ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει, καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον.
Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον
φυγαδευθῆναι.
τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς
ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ
δεδομένῳ;
Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν,
καθ᾽ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὐτῶν λόγον; — Ἄν οὖν ἐν
τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν᾽
αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.
ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν
συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν
φημι
ὁ δʼ ἀνδράποδον,
ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν
ἐστιν.
ἢ ταῦτα
μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ
μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὐτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ
ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἀπλῶς βλέπειν τὸ καθ᾽ αὑτὸν καὶ οὐ καθ᾽ αὑτὸν ἐν ἐρωτήσει
καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα;
οὕτως καὶ Ῥοῦφος πειράζων με εἰώθει λέγειν συμβήσεταί
κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα, τί οὖν
ἔφη ἐκεῖνον παρακαλῶ παρὰ σοῦ
αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὐτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου
λαμβάνων.
Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν
ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ
Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ
ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ
εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.
Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος
διοικεῖται;
ὁ δὲ μὴ παρέργως ποτ’
ἀπὸ
Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;
Εἴωθε λέγειν ὁ Ῥοῦφος εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγᾦδʼ οὐδὲν
λέγων.
τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ’ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε
αὐτὸν διαβέβληκεν· οὕτως ἥπτετο τῶν γινομένων, οὕτω πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.
Cum philosophus
inquit hortatur, monet, suadet, obiurgat aliudve quid
disciplinarum disserit, tum, qui audiunt, si de summo et soluto pectore obvias
vulgatasque laudes effutiunt, si clamitant etiam, si gestiunt, si vocum eius
festivitatibus, si modulis verborum, si quibusdam quasi frequentamentis orationis
moventur,
inquit audientis philosophum,
Praeterea dicebat magnam laudem non abesse ab admiratione, admirationem
autem, quae maxima est, non verba parere, sed silentium. idcirco
inquit poetarum
sapientissimus auditores illos Ulixi labores suos inlustrissime narrantis, ubi loquendi
finis factus, non exultare nec strepere nec vociferari facit, sed consiluisse universos
dicit quasi attonitos et obstupidos delenimentis aurium ad origines usque vocis
permanantibus:
ὣς φάτο· τοὶ δʼ ἄρα πάντες ἀκὴν
ἐγένοντο σιωπῇ,
κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
Musonius
inquit aeruscanti cuipiam id genus et
philosophum sese ostentanti dari iussit mille nummum, et cum plerique dicerent nebulonem
esse hominem malum et malitiosum et nulla re bona dignum, tum Musonium subridentem
dixisse aiunt:
ἄξιος οὖν ἐστιν ἀργυρίου.
Adulescentuli cum etiamtum in scholis essemus, Ἄν τι πράξῃς καλὸν
μετὰ πόνου, ὁ μὲν πόνος οἴχεται, τὸ δὲ καλὸν μένει· ἄν τι ποιήσῃς αἰσχρὸν μετὰ ἡδονῆς,
τὸ μὲν ἡδὺ οἴχεται, τὸ δὲ αἰσχρὸν μένει.
Postea istam ipsam sententiam in Catonis oratione, quam dixit Numantiae
apud equites, positam legimus. quae etsi laxioribus paulo longioribusque verbis
comprehensa est praequam illud Graecum, quod diximus, quoniam tamen prior tempore
antiquiorque est, venerabilior videri debet. verba ex oratione haec sunt: Cogitate cum
animis vestris: si quid vos per laborem recte feceritis, labor ille a vobis cito
recedet, bene factum a vobis, dum vivitis, non abscedet; sed si qua per voluptatem
nequiter feceritis, voluptas cito abibit. nequiter factum illud apud vos semper
manebit.
remittere
inquit Musonius animum quasi amittere
est.
προτρέπων μέ τις θαρρῆσαι Μουσωνίου διῄει λόγον· ἐκεῖνος
ἔφη
βουλόμενός τινα ἀναστῆσαι κάμνοντα καὶ ἀπειρηκότα οὑτωσί πως εἶπεν καθαπτόμενος· τί
μένεις; ποῖ βλέπεις; ἢ μέχρι ἂν αὐτὸς ὁ θεὸς παραστάς σοι φωνὴν ἀφιῇ; ἔκκοψον τὸ
τεθνηκὸς τῆς ψυχῆς, καὶ γνώσῃ τὸν θεόν.
τοιαῦτʼ ἔφη τὸν Μουσώνιον εἰπεῖν.