Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts sections.
Δεῖ δὲ ὑμᾶϲ ϲκέψαϲθαι, ὅϲα ἀγαθὰ ἔνεϲτιν ἐν τῳ νικανμαχομένουϲ τοὺϲ
πολεμίουϲ. πρῶτον μὲν τὴν πόλιν καὶ τὴν χώραν ϲώζετε, ἐν ᾗ ἐτράφητε, ἣν ὑμῖν οἱ πρόγονοι
τειχίϲαντεϲ καὶ ἄλλα πολλὰ ταλαιπωρηθέντεϲ κατέλιπον οὐκ απολέϲαι, ἀλλὰ ϲῶϲαι· ἣν
ἐλευθέραν μὲν παραλαβοῦϲιν αἰϲχρὸν
ἔτι δὲ καὶ ἱερὰ ὑμῖν οἱ πατέρεϲ ἱδρυϲάμενοι κατέλιπον, κοϲμήϲαντεϲ ναοῖϲ καὶ βωμοῖϲ
καὶ ἀγάλμαϲι καὶ ἄλλοιϲ πολλοῖϲ καὶ καλοῖϲ ἀναθήμαϲιν· ἃ μὴ περιίδητε ϲυληθέντα καὶ
πεϲόντα ἀτίμωϲ, ἀλλ’ ἀμύνετε, ὅϲον ἕκαϲτοϲ δυνατόϲ ἐϲτι, τῷ θεῷ, ἄλλωϲ τε
ὁ δὲ παρεϲτηκὼϲ ἀγὼν τέλοϲ ἔχει
ἐπανενεγκεῖν δὲ τὴν γνώμην ὑμῶν ἕκαϲτον βούλομαι — ὃ καὶ δεῖ ϲκέψαϲθαι —, ἃ περὶ
πλείϲτου ποιούμενοι κατελίπομεν· τοὺϲ γεννήϲανταϲ πατέραϲ καὶ μητέραϲ, ὁ δὲ υἱούϲ,
ἐν οἷϲ ἡμῶν μὲν προθυμηθέντων αἱ εὖ ἀγωνιϲαμένων εὐδαίμονεϲ μὲν οἱ πατέρεϲ, τίμιοι δὲ
οἱ παῖδεϲ, ζηλωταὶ δὲ αἱ γυναῖκεϲ καὶ αἱ θυγατέρεϲ καὶ αἱ ἀδελφαὶ καὶ ἑνὸϲ ἑκάϲτου καὶ
ϲυμπάντων· ἐλλιπόντων δὲ ἡμῶν τὴν προθυμίαν καὶ μὴ θεληϲάντων διαμάχεϲθαι εἰϲ τὸ
ἔϲχατον, ἄθλιοι μὲν οἱ πατέρεϲ, ϲτερηθέντεϲ μὲν τῆϲ ἡμετέραϲ προϲόψεωϲ, ϲτερηθέντεϲ δὲ
πόλεωϲ καὶ χώραϲ καί ἱερῶν, ἀντὶ δὲ καλλίϲτηϲ ἐλευθερίαϲ εἰϲ αἰϲχίϲτην δουλείαν
καθιϲτάμενοι, ἐν ἡλικίᾳ τοιαύτῃ, ἐν ᾗ τὸ μὲν φρονεῖν ἃ πάϲχει
οἰκτραὶ δ’ αἱ γυναῖκεϲ καθίϲτανται, δυϲτυχεῖϲ δὲ καὶ παῖδεϲ καὶ ἀδελφοί, τῶν τε αὐτῶν τούτων ϲτεριϲκόμενοι καὶ τῶν ἐλπίδων ἐφ’ αἷϲ ἐτράφηϲαν, καὶ οἷϲ ἐν τῷ νῦν χρόνῳ ζῆλον καὶ τιμὴν κάλλοϲ καὶ εὐείδεια, εἰϲ δουλείαν πίπτουϲι καὶ αἶϲχοϲ καὶ ἀτιμίαν φέρει· ἀντὶ γὰρ τῶν καλλίϲτων καὶ ἐντιμοτάτων γάμων εἰϲ αἰϲχίϲτουϲ καὶ ἀτιμοτάτουϲ πίπτουϲιν. ἥτε αὖ δυϲείδεια εἰϲ τοιαῦτα ἔργα καθίϲτηϲι τὰ ϲώματα. ἐν οἷϲ καὶ τὸ ὑπάρχον ἀγαθὸν τῆϲ τροφῆϲ ζημία καθίϲταται. οὐ δυνάμενοι δὲ τοὺϲ πόνουϲ ὑπεκφέρειν, ἀντὶ τοῦ βίου τοὺϲ αἰϲχίϲτουϲ καὶ βιαιοτάτουϲ θανάτουϲ αἱροῦνται.
ὅϲτιϲ οὖν τοιούτων ἄθλων προκειμένων μὴ ἔϲται ἀνὴρ ἀγαθὸϲ ἐν τῷδε τῷ ἀγῶνι, ἀλλ’
Ἐνθυμηθῆναι δὲ χρὴ καὶ τίνοϲ οὕνεκ’ ἂν μᾶλλον
δικαιότητοϲ
εἰ δέ τιϲ ϲοφίαν ἐπιτηδεύει, τὸ νικᾶν μαχόμενον τοῦτο ϲοφίαν ἡγηϲάϲθω, εἴ γε οὐ ϲοφὸν τὸ δοῦλον εἶναι, τὸ δ’ ἐλεύθερον ϲοφόν. κάλλοϲ ἐν τιμῇ εἶναι δοκεῖ; οἱ αὐτοὶ τοίνυν ἄνδρεϲ νικῶντεϲ οἵ τε καλοὶ καλλίουϲ δοκοῦϲιν εἶναι, οἵ τε αἰϲχροὶ δεινότεροι· πᾶν γὰρ τὸ ἐλεύθερον καλόν.
εἴ τιϲ τοίνυν εὐγενείαϲ βάϲανοϲ, ἐν τῷδε τῷ ἔργῳ μάλιϲτα ἔνεϲτιν. ὅϲτιϲ μὲν γὰρ
πρότερον δοκῶν εὐγενὴϲ νῦν μὴ θελήϲει διαμάχεϲθαι, τὴν τ’ ἐκ τῶν προγόνων ὑπάρχουϲαν
εὐγένειαν ἀπολεῖ τοῖϲ τε παιϲὶ δυϲγένειαν ἀπολείψει· ὅϲτιϲ δὲ ἐν τῷ ἔργῳ ἔϲται ἀνὴρ
ἀγαθόϲ, τῶν τε προγόνων τὴν ἀρετὴν
Πολλὰ δὲ εἰρηκὼϲ ἀγαθὰ ὅϲα ἔνεϲτιν ἐν τῷ νικᾶν, πολλὰ ἕτερα παρίημι, ὧν εἷϲ ἕκαϲτοϲ αὑτὸν ἀναμιμνήϲκων ἀνὴρ ἀγαθὸϲ γιγνέϲθω· ὅϲα δὲ τὰ διαφέροντα ἐν αὐτῷ τῷ μάχεϲθαι ἔνεϲτιν εἰϲ τὸ ϲῷζεϲθαί τε καὶ διαφθείρεϲθαι, ταῦτα ὑμᾶϲ διδάξω. πρῶτον μὲν τὸ ϲῶμα εἰϲ τὸ ἔμπροϲθεν πέφυκε καὶ βαδίζειν καὶ βλέπειν.
ἔπειτα τὰ ὅπλα οὕτωϲ εὕρηται ἔμπροϲθεν τοῦ ϲώματοϲ προβεβλῆϲθαι, ἡ μὲν ἀϲπὶϲ τοῦ μὴ
τιτρώϲκεϲθαι, τὸ δὲ δόρυ τοῦ ἀμύνεϲθαι, ὥϲτε ἐὰν βούληϲθε εἰϲ τὸ ἔμπροϲθεν βαδίζειν ἐπὶ
τὸ μαχόμενον ἀεὶ πάντεϲ, ἀκούοντεϲ τὰ λεγόμενα καὶ τὰ παραγγελλόμενα ποιοῦντεϲ,
ἀναμιμνηϲκόμενοι
εἰ δέ τιϲ ὑμῶν ἀξιώϲαϲ τοὺϲ μὲν πολεμίουϲ πλεῖόν τι εἶναι ἢ ἀνθρώπουϲ καὶ ἀτρώτουϲ εἶναι, αὐτὸϲ δὲ ὡϲ μηδενὸϲ ἄξιοϲ ὑποχωρήϲει, τοῦτο ϲωτηρίαν νομίϲαϲ εἶναι, πρῶτον μὲν τὴν γνώμην ἡττημένοϲ ἀδικεῖ, ἔτι δὲ ἔμπαλιν αὐτῷ τὸ ϲῶμα τοῦ ἔργου πεφυκὸϲ τὰ ἐναντία οἷϲ βούλεται ὑπουργήϲει — εἰϲ τοὔπιϲθεν μὲν γὰρ οὔθ’ οἱ πόδεϲ πεφύκαϲιν ἀναχωρεῖν οὔθ’ οἱ ὀφθαλμοὶ ὁρᾶν οὐδενόϲ —, δίχα δὲ διαιρεθεὶϲ τῷ ἀναχωρεῖν ὑπηρετῶν καὶ τὸν ἐπιόντα ἅμα κίνδυνον φυλάττων καθυφήϲει ταχέωϲ καὶ τὸν ἀντιϲτάτην οὐ δυνήϲεται ἀμύνεϲθαι.
ἐὰν δὲ ἀναϲτραφεὶϲ ἀξιοῖ φεύγειν ὡϲ ἀποφευξόμενοϲ, πρῶτον μὲν τὰ γυμνὰ τοῖϲ πολεμίοιϲ
δείξει, ἐν οἷϲ τιτρώϲκεϲθαι ἢ ἁλίϲκεϲθαι ἀνάγκη, ἔπειτα πολλοὶ καὶ κοῦφοι οἱ διωξόμενοι
ἀκοντιϲταὶ καὶ ϲφενδονῆται καὶ τοξόται, οὓϲ οὔτε αὐτοὺϲ ῥᾴδιόν ἐϲτιν ἀποφυγεῖν οὔτε τά
βέλη αὐτῶν,
εἰ οὖν τιϲ ὑμῶν φιλοψυχῶν παρεϲκεύαϲται ἀναχωρεῖν ἢ φεύγειν ἵνα ϲωθῇ, οὐκ ὀρθῶϲ γινώϲκει τὸ φιλοψυχεῖν ὅτι ἐϲτίν· ἐν γὰρ τῷ μένειν καὶ ὁμόϲε χωρεῖν οὐ μόνον τὴν αὑτοῦ ἀλλὰ καὶ τὰϲ τῶν οἴκοι μενόντων ψυχὰϲ ϲῴζει.
Εἰ μὲν οὖν εὖ ᾔδει τιϲ ὅτι τόνδε τὸν κίνδυνον διαφυγὼν μεθ’ ἡδονῆϲ τὸν
ἐπίλοιπον χρόνον διατελέϲαϲ ϲὺν εὐκλείᾳ τελευτήϲει. εἶχεν ἂν λόγον τινὰ ἡ κακία· νῦν δὲ
ἐπεὶ δὲ πεφύκαμεν οὐκ ἀθάνατοι, πῶϲ κάλλιον ἀποθνῄϲκειν ἢ ὑπὲρ ὧν χρὴ τιμωροῦνταϲ; ποίαν ἄλλην ἀρετὴν κτωμένουϲ; ποῖοϲ ἡδίων θάνατοϲ; τίνεϲ εὐκλεέϲτεροι ἀποθανόντεϲ ἢ οἱ οὕτω τελευτήϲαντεϲ; δημοϲίου τάφου ἀξιοῦνται, θυϲίαι ἐπί τούτοιϲ γίγνονται, ἀγῶνεϲ ἐπὶ τούτοιϲ τίθενται, ἀντὶ θνητοῦ ϲώματοϲ ἀθάνατον μνήμην καταλείπουϲιν. οἱ δὲ τούτων παῖδεϲ δημοϲίᾳ ἐκτρέφονται, τιμώμενοι πανοπλίαιϲ προεδρίαιϲ, θαυμαζόμενοι καὶ ἐν χοροῖϲ καὶ ἐν γυμναϲίοιϲ καὶ ταῖϲ ἄλλαιϲ ϲυνουϲίαιϲ.
τοῖϲ δὲ ἐκ τοῦδε τοῦ κινδύνου ϲωθεῖϲιν, ἀνδράϲιν ἀγαθοῖϲ γενομένοιϲ, ἀκίνδυνοϲ ὁ λοιπὸϲ βίοϲ, μακαριζομένοιϲ ἐν πάϲαιϲ πανηγύρεϲιν ἐν πάϲαιϲ θεωρίαιϲ. οἱ φίλοι τούτοιϲ φίλοι εἰϲίν, οἱ ἐχθροὶ τοὺϲ τοιούτουϲ ὑπέρχονται, πᾶϲ ἀνὴρ ξενοῦϲθαι βούλεται· ἐκ τῶνδε καὶ γαμετὰϲ προθύμωϲ ἂν εὕροιο· οὗτοι γηράϲκοντεϲ εὐδαιμονίζονται.
Νῦν οὖν, ὦ ἄνδρεϲ ϲτρατιῶται, καθ’ ὅϲον ὑμῶν ἕκαϲτοϲ ἰϲχύει μηδὲν ὑπολειπόμενοϲ τῆϲ δυνάμεωϲ, ἀντιλαμβανέϲθω τῶνδε τῶν ἀγαθῶν· ὑπομιμνήϲκω δὲ ὑμᾶϲ, ὅτι καὶ τὰ ἱερὰ ὑμῖν καλὰ γέγονεν.