Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapters.
Διττοῦ δ᾽ ὄντος τοῦ βίου, τοῦ μὲν θεωρητικοῦ, τοῦ δὲ πρακτικοῦ, τοῦ μὲν
θεωρητικοῦ τὸ κεφάλαιον ἐν τῇ γνώσει τῆς ἀληθείας κεῖται, τοῦ πρακτικοῦ δὲ ἐν τῷ πρᾶξαι
τὰ ὑπαγορευόμενα ἐκ τοῦ λόγου. τίμιος μὲν δὴ ὁ θεωρητικὸς βίος,
Ἡ δὲ τοῦ φιλοσόφου σπουδὴ κατὰ τὸν Πλάτωνα ἐν τρισὶν ἔοικεν εἶναι· ἔν τε
τῇ θέᾳ καὶ τῇ τῶν ὄντων γνώσει, καὶ ἐν τῇ πράξει τῶν καλῶν, καὶ ἐν αὐτῇ τῇ τοῦ λόγου
θεωρίᾳ· καλεῖται δὲ ἡ μὲν τῶν ὄντων γνῶσις θεωρητική, ἡ δὲ περὶ τὰ πρακτέα πρακτική, ἡ
δὲ περὶ τὸν λόγον διαλεκτική. διαιρεῖται δὲ αὕτη εἴς τε τὸ διαιρετικὸν καὶ τὸ ὁριστικὸν
καὶ τὸ ἐπαγωγικὸν καὶ τὸ συλλογιστικόν, τοῦτο δὲ εἰς τὸ ἀποδεικτικόν, ὅπερ ἐστὶ περὶ τὸν
ἀναγκαῖον συλλογισμόν, καὶ εἰς τὸ ἐπιχειρηματικόν, ὃ θεωρεῖται περὶ τὸν ἔνδοξον
συλλογισμόν, καὶ εἰς τρίτον τὸ ῥητορικόν, ὅπερ ἐστὶ περὶ τὸ ἐνθύμημα, ὃ καλεῖται
ἀτεὴς συλλογισμός, καὶ προσέτι τὰ σοφίσματα· ὅπερ προηγούμενον μὲν οὐκ ἂν εἴη τῷ
φιλοσόφῳ, ἀναγκαῖον δέ. τῆς δὲ πρακτικῆς τὸ μὲν θεωρεῖται περὶ τὴν τῶν ἠθῶν
ἐπιμέλειαν, τὸ δὲ περὶ τὴν τοῦ οἴκου προστασίαν, τὸ δὲ περὶ πόλιν καὶ τὴν ταῦτης
σωτηρίαν· τούτων τὸ μὲν πρῶτον ἠθικὸν κέκληται, τὸ δὲ δεύτερον οἰκονομικόν, τὸ δὲ λοιπὸν
πολιτικόν. τοῦ δὲ θεωρητικοῦ τὸ μὲν περὶ τὰ ἀκίνητα καὶ τὰ πρῶτα αἴτια καὶ ὅσα θεῖα
Ἐπεὶ οὖν ἐστί τι τὸ κρῖνον, ἔστι δὲ καὶ τὸ κρινόμενον, εἴη ἄν τι καὶ τὸ
ἐκ τούτων ἀποτελούμενον, ὅπερ εἴποι ἄν τις κρίσιν. κυρίως μὲν δὴ τὴν κρίσιν ὀνομάσαι ἄν
τις κριτήριον, κοινότερον δὲ καὶ τὸ κρῖνον· τοῦτο δ᾽ ἐστὶ διττόν, τὸ μὲν ὐφ᾽ οὗ
κρίνεται τὸ κρινόμενον, τὸ δὲ δι᾽ οὗ, ὧν τὸ μὲν εἴη ἂν ὁ ἐν ἡμῖν νοῦς, τὸ δὲ δι᾽ οὗ
ὄργανον φυσικὸν κριτικὸν προηγουμένως μὲν τῶν ἀληθῶν, ἑπομένως δὲ καὶ τῶν ψευδῶν· τοῦτο
δὲ οὐκ ἄλλο τί ἐστιν ἢ λόγος φυσικός. σαφέστερον δ᾽ ἐπιόντων κριτὴς μὲν ἂν λέγοιτο ὁ
φιλόσοφος, ὑφ᾽ οὗ τὰ πράγματα κρίνεται, κριτὴς δὲ καὶ ὁ λόγος, δἱ᾽ οὕ τὸ ἀληθὲς
κρίνεται, ὃ καὶ ὄργανον ἔφαμεν εἶναι. διττὸς δ᾽ ἐστὶν ὁ λόγος· ὁ μὲν γάρ ἐστι παντελῶς
ἄληπτός τε καὶ ἀτρεκής, ὁ δὲ κατὰ τὴν τῶν πραγμάτων γνῶσιν ἀδιάψευστος, τούτων δὲ ὁ μὲν
πρότερος θεῷ δυνατός, ἀνθρώπῳ δὲ ἀδύνατος, ὁ δὲ δεύτερος καὶ ἀνθρώπῳ δυνατός. διττὸς
δὲ καὶ οὗτος, ὁ μὲν περὶ τὰ νοητά, ὁ δὲ περὶ τὰ αἰσθητά· ὧν ὁ μὲν περὶ τὰ νοητὰ ἐπιστήμη
τέ ἐστι καὶ ἐπιστημονικὸς λόγος, ὁ δὲ περὶ τὰ αἰσθητὰ δοξαστικός τε καὶ δόξα. ὅθεν ὁ μὲν
ἐπιστημονικὸς τὸ βέβαιον ἔχει καὶ μόνιμον, ἅτε περὶ τῶν βεβαίων καὶ μονίμων ὑπάρχων,
ὁ δὲ πιθανὸς καὶ δοξαστικὸς πολὺ τὸ εἰκὸς διὰ τὸ μὴ περὶ τὰ μόνιμα εἶναι. ἐπιστήμης δὲ
τῆς περὶ τὰ νοητὰ καὶ δόξης τῆς περὶ τὰ αἰσθητὰ ἀρχαὶ νόησίς τε καὶ αἴσθησις. ἡ μὲν οὖν
αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀπαγγελτικὸν προηγουμένως τῆς πεπονθυίας δυνάμεως·
ὁπόταν δὲ ἐν τῇ ψυχῇ διὰ τῶν αἰσθητηρίων κατὰ τὴν αἴσθησιν τύπος ἐγγένηται, ὅπερ ἐστὶν
αἴσθῃ σις, ἔπειτα οὗτος μὴ διὰ χρόνου πλῆθος ἐξίτηλος γένηται, αλλ ἔμμονος καὶ
σωζόμενος, ἡ τούτου σωτηρία μνήμη καλεῖται. δόξα δέ ἐστι συμπλοκὴ μνήμης καὶ αἰσθήσεως.
ὁπόταν γὰρ ἐντύχωμεν αἰσθητῷ τινὶ πρῶτον καὶ ἀπ᾽ αὐτοῦ αἴσθησις ἡμῖν γένηται καὶ ἀπὸ
ταύτης μνήμη, ἔπειτα ἐντύχωμεν τῷ αὐτῷ πάλιν
Τῆς διαλεκτικῆς δὲ στοιχειωδέστατον ἡγεῖται πρῶτον μὲν τὸ τὴν οὐσίαν
ἐπιβλέπειν παντὸς ὁτουοῦν, ἔπειτα περὶ τῶν συμβεβηκότων· ἐπισκοπεῖ δὲ αὐτὸ μὲν ὃ ἔστιν
ἕκαστον ἢ ἄνωθεν διαιρετικῶς καὶ ὁριστικῶς ἢ κάτωθεν ἀναλυτικῶς, τὰ δὲ συμβεβηκότα καὶ
ὑπάρχοντα ταῖς οὐσίαις ἢ ἐκ τῶν περιεομ́νων δι᾽ ἐπαγωγῆς ἢ ἐκ τῶν περιεχόντων διὰ
συλλογισμοῦ· ὡς κατὰ λόγον εἶναι τῆς διαλεκτικῆς τὸ μὲν διαιρετικόν, τὸ δὲ ὁριστικόν,
τὸ δὲ ἀναλυτικόν, καὶ προσέτι ἐπαγωγικόν τε καὶ συλλογιστικόν. διαίρεσις μὲν τοίνυν
ἐστὶν ἡ μὲν γένους εἰς εἴδη τομή, ἡ δὲ ὅλου εἰς μέρη· ὡς ἡνίκα τέμνομεν τὴν ψυχὴν εἴς
τε τὸ λογικὸν καὶ εἰς τὸ παθητικόν, καὶ αὐ πάλιν τὸ παθητικὸν εἴς τε τὸ θυμικὸν καὶ τὸ
ἐπιθυμητικόν ἡ δὲ φωνῆς τομὴ εἰς σημαινόμενα, ὡς ὅταν ἕν καὶ ταὐτὸν ὄνομα εἰς πλείω
πράγματα ἕλκηται· ἡ δὲ συμβεβηκότων εἰς ὑποκείμενα, ὡς ὅταν φῶμεν τῶν ἀγαθῶν τὰ μὲν περὶ
ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ἡ δὲ ὑποκειμένων εἰς συμβεβηκότα, ὡς ὅταν φῶμεν τῶν
ἀνθρώπων τοὺς μὲν ἀγαθοὺς εἶναι, τοὺς δὲ κακούς, τοὺς
Τοῦ δὲ λόγου, ὅν καλοῦμεν πρότασιν, δύο ἐστὶν εἴδη, τὸ μὲν κατάφασις,
τὸ δὲ ἀπόφασις· κατάφασις μὲν τὸ τοιοῦτο· Σωκράτης περιπατεῖ· ἀπόφασις δὲ τὸ τοιοῦτο·
Σωκράτης οὐ περιπατεῖ. τῆς δὲ ἀποφάσεως καὶ καταφάσεως ἡ μέν ἐστι αθόλο, ἡ δὲ ἐπὶ
μέρους, ἐπὶ μέρους μὲν καταφατικὴ ἡ τοιαύτη· τὶς ἡδονὴ ἀγαθόν· ἀποφατικὴ δὲ τοιαύτη·
τὶς ἡδονὴ οὐκἀγαών· καθόλου δὲ καταφατικὴ μὲν ἡ τοιαύτη· πᾶν τὸ αἰσχρὸν κακόν·
ἀποφατικὴ δὲ ἡ τοιαύτη· οὐδὲν τῶν αἰσχρῶν ἀγαθόν. τῶν δὲ προτάσεων αἱ μὲν κατηγορικαί
εἰσιν, αἱ δὲ ὑποθετικαί· κατηγορικαὶ μὲν αἱ ἁπλαῖ, οἷον· πᾶν δίκαιον καλόν· ὑποθετικαὶ
δέ εἰσιν αἱ ἀκολουθίαν δηλοῦσαι ἢ μάχην. χρῆται δὲ ὁ Πλάτων καὶ τῇ τῶν συλλογισμῶν
πραγματείᾳ ἐλέγχων τε καὶ ἀποδεικνύων, ἐλέγχων μὲν διὰ ζητήσεως τὰ ψευδῆ, ἀποεκνύων
δὲ διά τινος διδασκαλίας τὰ ἀληθῆ. ἔστι δὲ ὁ συλλογισμὸς λόγος, ἐν ᾡ τεθέντων τινῶν
ἕτερόν τι τῶν κειμένων δι᾽ αὐτῶν τῶν τεθέντων ἐξ ἀνάγκης συμβαίνει· τῶν δὲ συλλογισμῶν
οἱ μέν εἰσι κατηγορικοί, οἱ δὲ ὑποθετικοί, οἱ δὲ μικτοὶ ἐκ τούτων· κατηγορικοὶ μέν, ὧν
καὶ τὰ λήμματα καὶ τὰ συμπεράσματα ἁπλαῖ προτάσεις ὑπάρχουσιν, ὑποθετικοὶ δὲ οἱ ἐξ
ὑποθετικῶν προτάσεων, μικτοὶ δὲ οἱ τὰ δύο συνειληφότες. χρῆται δὲ ὁ ἀνὴρ τοῖς μὲν
ἀποδεικτικοῖς ἐν τοῖς ὑφηγητικοῖς διαλόγοις, τοῖς δὲ ἐνδόξοις πρὸς τοὺς σοφιστάς τε καὶ
νέους, τοῖς δὲ ἐριστικοῖς πρὸς τοὺς ἰδίως λεγομένους ἐριστικούς, οἷον ὺθύδἡμον φέρε
καὶ Ἱππίαν. τῶν δὲ κατηγορικοῶν σχημάτων ὄντων τριῶν, καὶ τοῦ μὲν πρώτου, ἐν ᾧ ὁ
κοινὸς ὅρος τοῦ μὲν κατηγορεῖται, τῷ δὲ ὑπόκειται, τοῦ δὲ δευτέρου, ἐν ᾧ ὁ κοινὸς ὅρος
ἀμφοτέρων κατηγορεῖται, τοῦ δὲ τρίτου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέροις ὑπόκειται (ὅρους
δέ φημι τὰ μέρη τῶν προτάσεων, οἷον ἐπὶ τῆς· ὁ ἄνθρωπος ζῶον, τὸν ἄνθρωπον ὅρον φαμὲν
καὶ τὸ ζῶον), καὶ κατὰ τὸ πρῶτον σχῆμα ἐρωτᾷ λόγους πολλάκις ὁ Πλάτων καὶ κατὰ τὸ
δεύτερον καὶ τὸ τρίτον. κατὰ μὲν τὸ πρῶτον οὕτως ἐν Ἀλκιβιάδῃ· τὰ δίκαια καλά, τὰ
καλὰ ἀγαθά, τὰ δίκαια ἄρα ἀγαθά· κατὰ δὲ τὸ δεύτερον ὡς ἐν Παρμενίδῃ οὕτως· ὃ μὴ ἔχει
μέρη, οὔτε εὐθύ ἐστιν οὔτε
Τὸ μὲν δὴ διαλεκτικὸν ἐπὶ τοσοῦτον ὑπογεγράφθω, ἑξῆς δὲ περὶ τοῦ
θεωρητικοῦ λέγωμεν. τούτου τοίνυν τὸ μὶν εἴπομεν εἶναι θεολογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ
μαθηματικόν·
Μετὰ δὲ ταῦτα ἑπομένως περὶ τῶν ἀρχῶν τε καὶ τῶν θεολογικῶν λέγωμεν
θεωρημάτων, ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχόμενοι καὶ ἀπ᾽ αὐτῶν κατιόντες καὶ ἐπισκοποῦντες
τὴν τοῦ κόσμου γένεσιν, τελευτῶντες δὲ εἰς ἀνθρώπων γένεσιν καὶ φύσιν. καὶ πρῶτόν γε
περὶ ὕλης λέγωμεν. ταύτην τοίνυν ἐκμαγεῖόν τε καὶ πανδεχὲς καὶ τιθήνην καὶ μητέρα καὶ
χώραν ὀνομάζει καὶ ὑποκείμενον ἁπτόν τε μετ᾽ ἀναισθησίας καὶ νόθῳ λογισμῷ ληπτόν·
ἰδιότητα δὲ ἔχειν τοιαύτην, ὥστε πᾶσαν γένεσιν ὑποδέχεσθαι τιθήνης λόγον ἐπέχουσαν τῷ
φέρειν αὐτὰς καὶ ἀναδέχεσθαι μὲν αὐτὴν πάντα τὰ εἴδη, αὐτὴν δὲ καθ᾽ αὑτὴν ἄμορφόν τε
ὑπάρχειν καὶ ἄποιον καὶ ἀνείδεον, ἀναματτομένην δὲ τὰ τοιαῦτα καὶ ἐκτυπουμένην καθάπερ
ἐκμαγεῖον καὶ σχηματιζομένην ὑπὸ τούτων, μηδὲν ἴδιον σχῆμα ἔχουσαν μηδὲ ποιότητα. οὐ
γὰρ γένοιτ᾽ ἄν τι εὖ παρεσκευασμένον πρὸς ποικίλας ἐκτυπώσεις καὶ μορφάς, εἰ μὴ ἄποιον
αὐτὸ ὑπάρχοι καὶ ἀμέτοχον ἐκείνων τῶν εἰδῶν, ἅ δεῖ αὐτὸ δέξασθαι· ὁρῶμεν δὲ καὶ τοὺς τὰ
ἀλείμματα ἐξ ἐλαίου κατασκευάζοντας τὰ εὐώδη
Ἀρχικὸν δὲ λόγον ἐπεχούσης τῆς ὕλης ἔτι καὶ ἄλλας ἀρχὰς παραλαμβάνει,
τήν τε παραδειγματικήν, τουτέστι τὴν τῶν ἰδεῶν, καὶ τὴν τοῦ πατρὸς καὶ αἰτίου πάντων
θεοῦ. ἔστι δὲ καὶ ἡ ἰδέα ὡς μὲν πρὸς θεὸν νόησις αὐτοῦ, ὡς δὲ πρὸς ἡμᾶς νοητὸν πρῶτον,
ὡς δὲ πρὸς τὴν ὕλην μέτρον, ὡς δὲ πρὸς τὸν αἰσθητὸν κόσμον παράδειγμα, ὡς δὲ πρὸς αὑτὴν
ἐξεταζομένῃ οὐσία. καθόλου γὰρ πᾶν τὸ γινόμενον κατ᾽ ἐπίνοιαν πρός τι ὀφείλει
γίνεσθαι, οὗ ὥσπερ εἰ ἀπό τινός τι γένοιτο, ὡς ἀπ᾽ ἐμοῦ ἡ ἐμὴ εἰκών, δεῖ τὸ παράδειγμα
προυποκεῖσθαι· εἴτε καὶ μὴ εἴη ἔξω τὸ παράδειγμα παντί, πάντως ἕκαστος ἐν αὑτῷ τὸ
παράδειγμα ἴσχων τῶν τεχνιτῶν τὴν τούτου μορφὴν τῇ ὕλῃ περιτίθησιν. ὁρίζονται δὲ τὴν
ἰδέαν παράδειγμα τῶν κατὰ φύσιν αἰώνιον. οὔτε γὰρ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος
ἀρέσκει τῶν τεχνικῶν εἶναι ἰδέας, οἷον ἀσπίδος ἢ λύρας, οὔτε μὴν τῶν παρὰ φύσιν, οἷον
πυρετοῦ καὶ χολέρας, οὔτε τῶν κατὰ μέρος, οἷον Σωκράτους καὶ Πλάτωνος, ἀλλ᾽ οὐδὲ τῶν
εὐτελῶν τινός, οἷον ῥύπου καὶ κάρφους, οὔτε τῶν πρός τι, οἷον μείζονος καὶ ὑπερέχοντος·
εἶναι γὰρ τὰς ἰδέας νοήσεις θεοῦ αἰωνίονς τε καὶ αὐτοτελεῖς. ὅτι δὲ εἰσὶν αἱ ἰδέαι,
καὶ οὕτω παραμυθοῦνται. εἴτε γὰρ νοῦς ὁ θεὸς ὑπάρχει εἴτε νοερόν, ἔστιν αὐτῷ νοήματα,
καὶ ταῦτα αἰώνιά τε καὶ ἄτρεπτα, εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· καὶ γὰρ εἰ ἄμετρος ὑπάρχει
ἡ ὕλη κατὰ τὸν ἑαυτῆς λόγον, παρ᾽ ἑτέρου τινὸς κρείττονος, τοῦ ἀύλου, τῶν μέτρων
ὀφείλει τυγχάνειν· τὸ δὲ ἡγούμενον, τὸ ἄρα λῆγον· εἰ δὲ το͂το, εἰσὶν αἱ ἰδέαι μέτρα
τινὰ ἄυλα ὑπάρχουσαι. ἔτι γε μὴν εἰ ὁ κόσμος μὴ ἐκ ταὐτομάτου τοιοῦτός ἐστιν, οὐ μόνον
ἔκ τινός ἐστι γεγονώς, ἀλλὰ καὶ ὑπό τινος, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρός τι· τὸ δὲ
πρὸς ὃ γέγονε τί ἂν ἄλλο γέγονεν ἢ ἰδέα;
Ἑξῆς δὲ περὶ τῆς τρίτης ἀρχῆς ποιητέον τὸν λόγον, ἥν μικροῦ δεῖν καὶ
ἄρρητον ἡγεῖται ὁ Πλάτων· ἐπαχθείημεν δ᾽ ἂν περὶ αὐτῆς τοῦτον τὸν τρόπον. εἰ ἔστι νοητά,
ταῦτα δὲ οὔτε αἰσθητὰ οὔτε μετούσια τῶν αἰσθητῶν, ἀλλὰ πρώτωντινῶν τῶν νοητῶν, ἔστι
πρῶτα νοητὰ ἁπλᾶ, ὡς καὶ πρῶτα αἰσθητά· τὸ δ᾽ ἡγούμενον, τὸ ἄρα λῆγον. ἄνθρωποι μὲν δὴ
ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥστε καὶ ὁπότε νοεῖν προαιροῖντο τὸ νοητόν,
ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν καὶ σχῆμα καὶ χρῶμα
πολλάκις, οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι, θεοὶ δὲ ἀπηλλαγμένως τῶν αἰσθητῶν εἱλικρινῶς τε
καὶ ἀμιγῶς. ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατ᾽ ἐνέργειαν πάντα νοῶν
καὶ ἅμα καὶ ἀεί, τούτου δὲ καλλίων ὁ αἴτιος τούτου καὶ ὅπερ ἂν ἔτι ἀνωτέρω τούτων
ὑφέστηκεν, οὗτος ἂν εἴη ὁ πρῶτος θεός, αἴτιος ὑπάρχων τοῦ ἀεὶ ἐνεργεῖν τῷ νῷ τοῦ
σύμπαντος οὐρανοῦ. ἐνεγεῖ δὲ ἀκίνητος αὐτὸς ὤν εἰς τοῦτον, ὡς καὶ ὁ ἥλιος εἰς τὴν
ὅρασιν, ὅταν αὐτῷ προσβλέπῃ, καὶ ὡς τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὑπτάρχον·
οὕτω γε δὴ καὶ οὗτος ὁ νοῦς κινήσει τὸν νοῦν τοῦ σύμπαντος οὐρανοῦ. ἐπεὶ δὲ ὁ πρῶτος
νοῦς κάλαλιστος, δεῖ καὶ κάλλιστον αὐτῷ νοητὸν ὑποκεῖσθαι, οὐδὲν δὲ αὐτοῦ κάλλιον·
ἑαυτὸν ἂν οὖν καὶ τὰ ἑαυτοῦ νοήματα ἀεὶ νοοίη, καὶ αὕτη ἡ ἐνέργεια αὐτοῦ ἰδέα ὑπάρχει.
καὶ μὴν ὁ πρῶτος θεὸς ἀΐδιός ἐστιν, ἄρρητος, αὐτοτελὴς τουτέστιν ἀπροσδεής, ἀειτελὴς
τουτέστιν ἀεὶ τέλειος, παντελὴς τουτέστι πάντη τέλειος· θειότης, οὐσιότης, ἀλήθεια,
συμμετρία, ἀγαθόν. λέγω δὲ οὐχ ὡς ὁρίζων ταῦτα, ἀλλ᾽ ὡς κατὰ πάντα ἑνὸς νοουμένου.
καὶ ἀγαθὸν μέν ἐστι, διότι πάντα εἰς δύναμιν εὐεργετεῖ, παντὸς ἀγαθοῦ αἴτιος ὤν· καλὸν
δὲ, ὅτι αὐτοῦ τὸ σχῆμα φύσει τέλεόν ἐστι καὶ σύμμετρον· ἀλήθεια δέ. διότι πάσης
ἀληθείας ἀρχὴ ὑπάρχει, ὡς ὁ ἥλιος παντὸς φωτός· πατὴρ δέ ἐστι τῷ αἴτιος εἶναι πάντων
καὶ κοσμεῖν τὸν οὐράνιον νοῦν καὶ τὴν ψυχὴν τοῦ κόσμου πρὸς ἑαυτὸν καὶ πρὸς τὰς ἑαυτοῦ
νοήσεις. κατὰ γὰρ
Καὶ μὴν καὶ αἱ ποιότητες τοῦτον τὸν τρόπον δεικνύοιντ᾽ ἂν ἀσώματοι. πᾶν σῶμα ὑποκείμενόν ἐστιν, η δὲ ποιότης οὐχ ὑποκείμενόν ἐστιν, ἀλλὰ συμβεβηκός· οὐκ ἄρα σῶμα ἡ ποιότης. πᾶσα ποιότης ἐν ὑποκειμένῳ, οὐδὲν δὲ σῶμα ἐν ὑοκειμένῳ, οὐκ ἄρα σῶμα ἡ ποιότης· ἔτι ποιότης ποιότητι ἐναντίον, οὐ μὴν καὶ σῶμα σώματι, σῶμά τε σώματος καθόσον σῶμα οὐδενὶ διαφέρει, ποιότητι δὲ διαφέρει καὶ οὐ μὰ Δία σώμασιν· οὐκ ἄρα σώματα αἱ ποιότητες. εὐλογώτατόν τε, ὡς ἡ ὕλη ἄποιος, τὴν ποιότητα ἄυλον εἶναι· εἰ δὲ ἡ ποιότηςἄυλος,ασωματος ἂν εἴη ἡ ποιότης. εἴ γε μὴν σώματα καὶ αἱ ποιότητες, δύο καὶ τρία σώματα ἔσται ἐν τῷ αὐτῷ τόπω, ἀτοπωτάτουτούτου ὑπάρχοντος· εἰ δὲ αἱ ποιότητες ἀσώματοι, καὶ τὸ δημιουργικὸν τούτων ἀσώματον. ἔτι τὰ ποιοῦντα οὐκ ἂν ἄλλα εἴη ἢ τὰ ἀσώματα· παθητικὰ γὰρ τὰ σώματα καὶ ῥευστὰ καὶ οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὐδὲ μόνιμα καὶ ἔμπεδα, ἅ γε καὶ ἐν οἷς δοκεῖ τι ποιεῖν πολὺ πρόσθεν εὑρίσκεται πάσχοντα· ὥσπερ οὖν ἔστι τι παθητικὸν εἱλικρινῶς, οὕτως ἀναγκαῖον τὶ εἶναι καὶ ἀτρεκῶς ποιητικόν· οὐκ ἄλλο δὲ εὕροιμεν ἂν τοῦτο ἢ ἀσώματον. ὁ μὲν δὴ περὶ τῶν ἀρχῶν λόγος τοιοῦτος ἄν τις εἴη θεολογικὸς λεγόμενος· ἐπὶ δὲ τὸν καλούμενον φυσικὸν τόπον ἑξῆς χωρητέον ἐντεῦθέν ποθεν ἀρξαμένους.
Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ
παραδείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τους ὅρους· παρὰ
πάντας γὰρ
Ἐξ ὧν δὲ συνέστηκεν ὁ κόσμος, δύο ὑπαρχόντων, σώματος καὶ ψυχῆς, ὧν τὸ
μὲν ὁρατὸν καὶ ἁπτόν, ἡ δὲ ἀόρατός τε καὶ ἀναφής, ἑκατέρου ἡ δύναμις καὶ ἡ σύστασις
διάφορος οὖσα τυγχάνει. τὸ μὲν γὰρ σῶμα αὐτοῦ ἐκ πυρὸς γέγονε καὶ γῆς ὕδατός τε καὶ
ἀέρος· ταῦτα δὴ τὰ τέτταρα συλλαβὼν ὁ δημιουργὸς τοῦ κόσμου οὐ μὰ Δία στοιχείων τάξιν
ἐπέχοντα διεσχημάτισε πυραμίδι καὶ κύβῳ καὶ ὀκταέδρῳ καὶεἰκοσαέδρῳ καὶ ἐπὶ πᾶσι
δωδεκαέδρῳ· καὶ καθὸ μὲν πυραμίδος σχῆμα ἔλαβεν ἡ ὕλη, πῦρ ἐγένετο, τμητικωτάτου τοῦ
σχήματος ὄντος καὶ ἐξ ἐλαττόνων τριγώνων, ταύτῃ δὲ καὶ μανοτάτου· καθὸ δὲ ὀκταέδρου,
τὴν ἀέρος ποιότητα ἀπέλαβε, καθὰ δὲ εἰκοσαέδρου τύπον, τὴν ὕδατος ποιότητα ἔσχε, τὸ δὲ
τοῦ κύβου σχῆμα ἀπεδίδου τῇ γῇ, στερεωτάτῃ ὑπταρχούσῃ καὶἑδραιοτάτη· τῷ δὲ
σχήματι τῷ δωδεκαέδρῳ πρὸς τὸ πᾶν κατεχρήσατο. πάντων δὲ τούτων ἀρχικωτέρα φύσις ἡ τῶν
ἐπιπέδων· τῶν γὰρ στερεῶν προηγεῖται τὰ ἐπίπεδα· τῆς δὲ ἐπιπέδου φύσεως ὥσπερ τινὰ
πρόγονα δύο ὑπάρχει τρίγωνα τὰ κάλλιστα ὀρθογώνια, ὄντα τὸ μὲν σκαληνόν, τὸ δὲ
ἰσοσκελές· τοῦ σκαληνοῦ μίαν μὲν γωνίαν ὀρθὴν ἔχοντος, μίαν δὲ διμοίρου, τὴν δὲ
καταλειπομένην τρίτου. τὸ μὲν δὴ πρότερον, λέγω δὲ τὸσαληνὸν τρίγωνον, πυραμίδος καὶ
ὀκταέδρου καὶ εἰκοσαέδρου στοιχεῖον γίνεται, τῆς μὲν πυραμίδος ἐκ τεττάρων ἰσοπλεύρων
τριγώνων συνεστώσης, εἰς ἕξ τρίγωνα σκαληνὰ τὰ εἰρημένα ἑκάστου διαιρουμένου· τοῦ δὲ
ὀκταέδρου ἐξ ὀκτὼ ομοίωςδαιρουμένου ἑκάστου εἰς ἕξ σκαληνά, τὰ δὲ εἰκοσαέδρου ἐξ
εἴκοσι. τὸ δὲ ἕτερον, λέγω δὲ τὸ ἰσοσκελές, συστατικὸν τοῦ κύβου γίνεται· τέτταρα γὰρ
ἰσοσκελῆ τρίγωνα συνελθόντα τετράγωνον ποιεῖ, ἐξ ὁποίων ἕξ τετραγώνων ὁ κύβος
συνίσταται· τῷ δὲ δωδεκαέδρῳ εἰς τὸ πᾶν ὁ θεὸς κατεχρήσατο, διότι ζώδιά τε ἐν οὐρανῷ
θεωρεῖται δώδεκα ἐν τῷ ζωδιακῷ κύκλῳ καὶ ἕκαστον αὐτῶν εἰς μοίρας τριάκοντα
διαιρεῖται, παραπλησίως καὶ ἐπὶ τοῦδωδ́εκαέδρου ἐκ πενταγώνων ὄντος δώδεκα,
διαιρουμένων εἰς
Τὰ μὲν δὴ σώματα εἰς τὰς τῶν ἐμφαινομένων ἐν τῇ ψυχῇ δυνάμεων βαθέος ὕπνου, ὅπως ἀποβλέπουσα πρὸς τὰ νοητὰ αὐτοῦ δέχηται τὰ
εἴδη καὶ τὰς μορφάς, ἐφιεμένη τῶν ἐκείνου νοημάτων. δῆλον οὖν ὅτι ζῶον ἂν εἴη ὁ κόσμος
καὶ νοερόν· ἄριστον γὰρ αὐτὸν βουλόμενος ποιῆσαι ὁ θεὸς ἀκολούθως καὶ ἔμψυχον αὐτὸν
ἐποίησε καὶ νοερόν· τό τε γὰρ ἔμψυχον
Εἰσὶ δὲ καὶ ἄλλοι δαίμονες, οὕς καὶ καλοίη ἄν τις γεννήτους θεούς, καθ᾽ ἕκαστον τῶν στοιχείων, οἱ μὲν ὁρατοί, οἱ δὲ ἀόρατοι, ἔν τε αἰθέρι καὶ πυρὶ ἀέρι τε καὶ ὕδατι, ὡς μηδὲν κόσμου μέρος ψυχῆς ἄμοιρον εἶναι μηδὲ ζώου κρείττονος θνητῆς φύσεως· τούτοις δὲ ὑποτέτακται τὰ ὑπὸ σελήνην πάντα καὶ τὰ ἐπίγεια. ὁ μὲν γὰρ θεὸς τοῦ τε παντὸς ὑπάρχει ποιητὴς αὐτὸς καὶ τῶν θεῶν τε καὶ τῶν δαιμόνων, ὃ δὴ πᾶν λύσιν οὐκ ἔχει κατὰ τὴν ἐκείνου βούλησιν· τῶν δὲ ἄλλων οἱ ἐκείνου παῖδες ἡγοῦνται, κατὰ τὴν ἐκείνου ἐντολὴν καὶ μίμησιν πράττοντες ὅσα πράττουσιν, ἀφ᾽ ὧν κλῃδόνες καὶ ὀττεῖαι καὶ ̓́νείρατα καὶ χρησμοὶ καὶ ὅσα κατὰ μαντείαν ὑπὸ θνητῶν τεχνιτεύεται. κεῖται δὲ ἡ μὲν γῆ τῶν ὅλων μέση, περὶ τὸν διὰ παντὸς τεταμένον σφιγγομένη πόλον, ἡμέρας φύλαξ καὶ νυκτός, πρεσβυτάτη τῶν ἐντὸς οὐρανοῦ θεῶν· μετά γε τὴν ψυχὴν τοῦ κόσμου τροφὴν ἡμῖν παρέχουσα δαψιλῆ· περὶ ἥν ὁ κόσμος πολεῖται, ἄστρον τι καὶ αὕτη ὑπάρχουσα, μένουσα δὲ διὰ τὸ ἰσόρροπόν τι εἶναι χρῆμα ἐν μέσῳ κείμενον, ὅμοιον τῶν περιεχόντων. ὁ δὲ αἰθὴρ ἐξωτάτω διῃρημένος εἴς τε τὴν τῶν ἀπλανῶν σφαῖραν καὶ εἰς τὴν τῶν πλανωμένων· μεθ᾽ ἅς ἡ τοῦ ἀέρος ὑπάρχει, καὶ ἐν μέσῳ ἡ γῆ σὺν τῷ ἑαυτῆς ὑγρῷ.
Ἐπεὶ διεκεκόσμητο αὐτῷ τὰ πάντα, τρία δὲ τὰ λοπᾷ γένη ζώων ἔλειπεν,
ἅπερ ἔμελλε θνητὰ ἔσεσθαι, τό τε πτηνὸν καὶ τὼ ἔνυδρον καὶ τὸ πεζόν, τοῖς ἐκγόνοις
αὐτοῦ θεοῖς ἐπέταξε τὴν τούτων ποίησιν, ὅπως μὴ ὑπ᾽ αὐτοῦ πλασθέντα ἀθάνατα γένοιτο.
αὐτοὶ δὴ δανεισάμενοι ἀπὸ τῆς πρώτης ὕλης
Οἱ δὲ θεοὶ ἔπλασαν μὲν προηγουμένως τὸν ἄνθρωπτον ἐκ γῆς καὶ πυρὸς
καὶ ἀέρος καὶ ὕδατος, μοίρας τινὰς δανειζόμενοι εἰς ἀπόδοσιν, συνθέντες δὲ ἀοράτοις
γόμφοις ἕν τι σῶμα ἐργασάμενοι, τῆς καταπεμφθείσης ψυχῆς τὸ κύριον ἐνέδησαν εἰς τὴν
κεφαλήν, ὥσπερ ἄρουραν ὑποθέντες τὸν ἐγκέφαλον, περὶ δὲ τὸ πρόσωπον ἔθεσαν τὰ τῶν
αἰσθητηρίων ὄργανα, ὑπηρεσίαν ἐκτελέσοντα τὴν προσήκουσαν· συνέθεσαν δὲ τὸν μὲν μυελὸν
ἐκ τῶν λείων τε καὶ ἀστραβῶν τριγώνων, ἐξ ὧν τὰ στοιχεῖα ἐγένετο, σπέρματος γένεσιν
ἐσόμενον· τὸ δὲ ὀστοῦν ἐκ γῆς καὶ μυελοῦ δευθέντων καὶ πολλάκις ὕδατι καὶ πυρὶ βαφέντων·
τὰ δὲ νεῦρα ἐξ ὀστοῦ καὶ σαρκός· αὐτὴ δὲ σὰρξ ἐγένετο ἔκ τε ἁλμυροῦ καὶ ὀξέος οἷον
ζυμώματος. περιέθηκαν δὲ μυελῷ μὲν τὸ ὀστοῦν, τοῖς δὲ ὀστοῖς πρὸς σύνδεσιν αὐτῶν νεῦρα·
καὶ διὰ νεύρων μὲν κάμψεις ἐγένοντο καὶ ἄρθρων συνδέσεις, διὰ δὲ σαρκὸς σκέπη αὐτοῖς
ὥσπερ ἐππλασσομένης, πὴ μὲν λευκῆς, πὴ δὲ πελιᾶς, πρὸς αὐτὸ τὸ εὔχρηστον τῷ σώματι. ἐκ
τούτων δὲ καὶ τὰ ἐντὸς συνεπλέχθη σπλάγχνα, κοιλία τε καὶ περὶ ταύτην ἔντερα ἑλιχθέντα,
ἄνωθέν τε ἀπὸ στόματος ἀρτηρία καὶ φάρυγξ, ἡ μὲν εἰς στόμαχον, ἡ δὲ εἰς πνεύμονα ἰοῦσα.
διοικεῖται δὲ τὰ σιτία κατὰ τὴν γαστέραπνεματί τε καὶ θερμῷ τεμνόμενα καὶ μαλαττόμενα
καὶ οὕτως ἐπὶ
Ἱδρύσαντες δὲ περὶ τὸ πρόσωπον τὰ φωσφόρα ὄμματα καθεῖρξαν ἐν αὐτοῖς τοῦ
πυρὸς τὸ φωτοειδές, ὅπερ λεῖον ὑπάρχον καὶ πυκνὸν ἀδελφὸν ᾤοντο εἶναι τοῦ μεθημερινοῦ
φωτός. τοῦτο δὴ ῥᾷστα δι᾽ ὅλων μὲν τῶν ὀφθαλμῶν, μάλιστα δὲ κατὰ τὸ μέσον αὐτῶν διεκθεῖ,
τὸ καθαρώτατόν τε καὶ εἱλικρινέστατον· ὃ γινόμενον συμπαθὲς τῷ ἔξωθεν, ὅμοιον ὁμοίῳ,
ὁρατικὴν αἴσθησιν παρέχεται· ὅθεν καὶ τοῦ φωτὸς νύκτωραπιόντος ἢ σκοτωθέντος οὐκέτι
προσφύεται τὸ ἀφ᾽ ἡμῶν ῥεῦμα τῷ πλησίον ἀέρι, συνεχόμενον δὲ ἐντὸς ὁμαλύνει τε καὶ
διαχεῖ τὰς ἐν ἡμῖν κινήσεις, ἐπαγωγὸν ὕπνου γινόμενον, παρ᾽ ὃ καὶ μύει τὰ βλέφαρα.
πολλῆς μὲν δὴ ἡσυχίας γινομένης βραχυόνειροι ὕπνοι ἐμπίπτουσιν, ὑπολειφθεισῶν δέ τινων
κινήσεων φαντάσματα συχνὰ γίνεται περὶ ἡμᾶς· καὶ τὰς μὲν ὕπαρ τε καὶ ὄναρ κατ᾽ εὐθυωρίαν
γινομένας φαντασίας ὡδὶ συνίστασθαι· ταύταις δὲ ἑπομένως καὶ τὰς κατὰ τῶν κατόπτρων
εἰδωλοποιΐας καὶ τῶν ἄλλων ὅσα διαφανῆ καὶ λεῖα οὐκ ἄλλως ἢ κατὰ ἀνάκλασιν
συντελεῖσθαι, ὡς ἂν ἔχῃ τὸ κάτοπτρον κυρότητος ἢ κοιλότητος ἢ μήκους̀· διάφοροι γὰρ
ἔσονται φαντασίαι, ἀνταπωθουμένων τῶν φώτων πρὸς τὰ μέρη τὰ ἕτερα, ἀπολισθαινόντων μὲν
τῆς κυρτότητος, εἰς δὲ τὴν κοιλότητα συνιόντων. οὕτω γὰρ ἐφ᾽ ὧν μὲν ἐξ ἐναντίων τὸ λαιὸν
καὶ τὸ δεξιὸν ̔ραται, ἐφ᾽ ὧν δὲ κατὰ ἴσον, ἐφ᾽ ὧν δὲ τὰ κάτω πρὸς τὰ ἄνω καὶ ἔμπαλιν
μεταπίπτει.
Ἀκοὴ δὲ γέγονε πρὸς φωνῆς γνῶσιν, ἀρχομένη
Βαρὺ δὲ καὶ κοῦφον τῷ μὲν ἄνω καὶ κάτω οὐδαμῶς ὁρίζειν προσήκει· οὐδὲν γὰρ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω. τοῦ γὰρ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος καὶ ἀπηκριβωμένου ὁμαλῶς κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ἐν δίκῃ τὸ μὲν ἄνω τὸ δὲ κάτω τινὰς ὀνομάζειν· ἀλλὰ γὰρ εἶναι βαρὺ μὲν τὸ χαλεπῶς εἰς τὸν παρὰ φύσιν τόπον ἑλκόμενον, κοῦφον δὲ τὸ ῥᾳδίως· καὶ προσέτι βαρὺ μὲν τὸ ἐκ πλειόνων μερῶν συγκείμενον, ἐλαφρὸν δὲ τὸ ἐξ ὀλιγίστων.
Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς, οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγγενὲς σπεύδει· καὶ καθ᾽ ὃ ἂν μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται.
Νόσων δὲ αἰτίας εἶναι πολλάς· πρῶτον μὲν τὴν τῶν στοιχείων ἔνδειαν καὶ
ὑπερβολὴν μετάστασίν τε εἰς ἄλλους οὐκ οἰκείους τόπους· δεύτερον δὲ τὴν τῶν ὁμογενῶν
ἀνάπαλιν γένεσιν, οἷον ἐκ σαρκὸς εἰ γένοιτο αἷμα ἢ χολὴ ἢ φλέγμα· πάντα γὰρ ταῦτα οὐδὲν
ἄλλο ἢ σύντηξιν εἶναι. τὸ γὰρ φλέγμα ὑπάρχειν νέας σαρκὸς σύντηξιν· ἱδρῶτα δὲ καὶ τὸ
δάκρυον ὥσπερ ὀρόν τινα φλέγματος· τὸ δὲ φλέγμα ἔξω μὲν ἀπολειφθὲν λεύκας καὶ ἀλφοὺς
ἀπογεννᾷ, εἴσω δὲ κερασθὲν χολῇ μελαίνῃ τὴν καλουμένην ἱερὰν νόσον ἐπάγει, τὸ δὲ ὀξὺ
καὶ ἁλμυρὸν φλέγμα τῶν ἐν ῥύσει παθῶν αἴτιον· πάντα δὲ τὰ
Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δμιουργοῦντες θεοὶ δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴκισαν ἐπὶ τοῦ σώματος ἐπὶ τῆς οἷονἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε ἀπονείμαντες αὐτῷ τὴν κεφαλήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγͅπαραπλήσιον, ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία κατὰ τὴν ζέσιν τοῦ θυμοῦ, τὸ δὲ ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ τοῦ νοῦ φερομένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν δέχεσθαι
Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη
αὐτῆς τόποις ἰδίοις διανενέμηται, μάθοιμεν ἂν ἐντεῦθεν. πρῶτον μὲν δὴ τὰ φύσει
χωριζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ λογιστικόν, εἴ γε τὸ μὲν
περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ
ζῶα ὄντος. ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν καὶ τὸ λογιστικὸν καὶ
τόποις ὀφείλει κεχωρίσθαι. εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε
καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν
βουλευμάτων·
ἐπὶ δὲ τοῦ Λαΐου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ
μαχομένη· λέγει γὰρ οὕτως·
αἲ αἲ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις
κακόν,
ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
ἔτι δὲ τὸ ἕτερον εἶναι
τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ
λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ τῆς τοῦ ἔθους
ἀσκήσεως.
Τὴν δὲ ψυχὴν ἀθάνατον ἀποφαίνει τοῦτον ἐπιὼν τὸν τρόπον. ἡ ψυχὴ ὅτῳ ἂν
προσγένηται, ἐπιφέρει τούτῳ τὸ ζῇν ὡς σύμφυτον ὑπάρχον ἑαυτῇ· τὸ δὲ ἐπιφέρον τινὶ
τὸ ζῇν ἀνπίδεκτόν ἐστι θανάτου· τὸ δὲ τοιοῦτον ἀθάνατον. εἰ δὲ ἀθάνατον ἡ ψυχή, καὶ
ἀνώλεθρον ἂν εἴη· ἀσώματος γάρ ἐστινοὐσια, ἀμετάβλητος κατὰ τὴν ὑπόστασιν καὶ νοητὴ
καὶ ἀειδὴς καὶ μονοειδής· οὐκοῦν ἀσύνθετος, ἀδιάλυτος, ἀσκέδαστος· τὸ δὲ σῶμα πᾶν
τοὐναντίον αἰσθητόν, ὁρατόν, σκεδαστόν, σύνθετον, πολυειδές. καὶ γὰρ δὴ καὶ ἡ ψυχὴ διὰ
μὲν τοῦ σώματος πρὸς τῷ αἰσθητῷ γινομένη ἰλιγγιᾷ τε καὶ ταράττεται καὶ οἷον μεθύει,
πρὸς δὲ τῷ νοητῷ αὐτὴ καθ᾽ αὑτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ· πρὸς ᾧ δὴ γινομένη
ταράττεται, τούτῳ οὐκ ἔοικεν· ὥστε μᾶλλον τῷ νοητῷ ἔοικε, τὸ δὲ νοητὸν ἀσκέδαστον τῇ
φύσει καὶ ἀνώλεθρον. καὶ μὴν ἡγεμονεύει ἡ ψυχὴ φύσει· τὸ δὲ τῇ φύσει ἡγεμονικὸν τῷ θείῳ
ἔοικεν· ὥστε ψυχὴ τῷ θείῳ ἐοικυῖα ἀνώλεθρος ἂν εἴη καὶ ἄφθαρτος. τά τε ἄμεσα ἐναντία
καὶ μὴ καθ᾽ αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς πέφυκεν ἐξ ἀλλήλων γίνεσθαι· ἐναντίον δὲ τοῦτο, ὃ
καλοῦσιν οἱ ἄνθρωποι ζῇν, τῷ τεθνάναι· ὡς οὖν ὁ θάνατος διάκρισις ψυχῆς ἀπὸ σώματος,
οὕτω καὶ ἡ ζωὴ σύνοδος ψυχῆς, οὔσης δηλονότι πρόσθεν, καὶ σώματος· εἰ δὲ καὶ ἔσται μετὰ
θάνατον καὶ ἦν πρὸ τοῦ περιπεσεῖν σώματι, πιθανώτατον ἀΐδιον αὐτὴν εἶναι, οὐ γὰρ οἷόν
τε τὸ φθεροῦν αὐτὴν νοῆσαι. εἴ γε μὴν αἱ μαθήσεις ἀναμνήσεις εἰσίν, ἀθάνατος
Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν
εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ
οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων
μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν
οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν
ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ
ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ
πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ
ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων
τῷ Λαΐῳ προεῖπεν·
εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς·
ἐν τῷ θεσμῷ δὴ περιέχεται
μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ
φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ
τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ
ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει τοῦτ᾽ ἐστὶ τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου
διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν
ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ
τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων·
κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν
οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ
ἀληθεύειν ἢ μή.
Ἑξῆς δ᾽ ἐπὶ κεφαλαίων περὶ τῶν ἠθικῶς τῷ ἀνδρὶ εἰρημένων ῥητέον. τὸ μὲν
δὴ τιμιώτατον καὶ μέγιστον ἀγαθὸν οὔτε εὑρεῖν ᾤετο εἶναι ῥᾴδιον οὔτε εὑρόντας ἀσφαλὲς
εἰς πάντας ἐκφέρειν· πάνυ γοῦν ὀλίγοις τῶν γνωρίμων καὶ τοῖς γε προκριθεῖσι τῆς περὶ
τοῦ ἀγαθοῦ ἀκροάσεως μετέδωκε· τὸ μέντοι ἡμέεοον ἀγαθόν, εἴ τις ἀκριβῶς τὰ αὐτοῦ
συγγράμματα ἀναλάβοι, ἐτίθετο ἐν τῇ ἐπιστήμῃ καὶ θεωρίᾳ τοῦ πρώτου ἀγαθοῦ, ὅπερ θεόν τε
καὶ νοῦν τὸν πρῶτον προσαγορεύσαι ἄν τις. πάντα γὰρ τοῖς ἀγαθοῖς ἀλλ᾽ ἐν τοῖς
θείοις τε καὶ μακαρίοις· ὅθεν δὴ καὶ μεγάλων τε καὶ θαυμασίων τὰς τῷ ὄντι φιλοσόφους
ψυχὰς ἔφασκεν ἀναμέστους καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν συνεστίους θεοῖς γινομένας
καὶ συμπεριπολούσας καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας, ἐπείπερ καὶ ἐν τῷ ζῇν ἐφίεντο
τῆς ἐπιστήμης αὐτοῦ καὶ τὴν ἐπιτήδευσιν αὐτοῦ προετίμων, ἀφ’ ἧς ὥσπερ τι ὄμμα ψυχῆς
ἐκκαθηραμένους καὶ ἀναζωπυρήσαντας ἀπολλύμενόν τε καὶ ἀποτυφλούμενον κρεῖττον ὂν
σώζεσθαι μυρίων ὀμμάτων, δυνατοὺς γίνεσθαι ἐπορέξασθαι τῆς τοῦ λογικοῦ παντὸς φύσεως.
ὡμοιῶσθαι γὰρ τοὺς ἄφρονας τοῖς ὑπὸ γῆν ἀνθρώποις κατῳκισμένοις καὶ φῶς μὲν μηδέποτε
λαμπρὸν ἑωρακόσιν, ἀμυδρὰς δέ τινας σκιὰς ὁρῶσι τῶν παρ᾽ ἡμῖν σωμάτων, οἰομένοις δὲ
σαφῶς ἀντιλαμβάνεσθαι τῶν ὄντων. ὡς γὰρ τούτους, τυχόντας τῆς ἐκ τοῦ ζόφου ἀνόδου καὶ
εἰς τὸ καθαρὸν φῶς προελθόντας, εὐλόγως καταγνώσεσθαι τῶν τότε φανέντων καὶ πολὺ
πρόσθεν αὐτῶν ὡς ἐξηπατημένων· οὕτω δὲ καὶ τοὺς ἀπὸ βιωτικοῦ ζόφου μεταβαίνοντας ἐπὶ τὰ
κατ᾽ ἀλήθειαν θεῖα καὶ καλὰ τῶν μὲν πάλαι θαυμασθέντων αὐτοῖς καταφρονήσειν, τῆς δὲ
τούτων θεωρίας σφοδροτέραν ἕξειν ὄρεξιν· οἷς συνῳδόν ἐστι τὸ λέγειν, αὐτὸ μόνον εἶναι
τὸ καλὸν ἀγαθόν, καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, καὶ διότι μὲν τὸ ἀγαθὸν ἐν
ἐπιστήμῃ τοῦ πρώτου καὶ καλόν ἐστι, δι᾽ ὅλων συντάξεων δεδήλωται, τὰ δὲ κατὰ μετοχὴν ἐν
τῷ πρώτῳ τῶν Νόμων οὕτω πως· κατὰ τὰς ἀρετὰς ἡγεῖτο
εἶναι δι᾽ αὑτὰς αἱρετάς, ὡς ἀκόλουθόν γε ληπτέον τῷ μόνον αὐτὸν ἡγεῖσθαι τὸ καλὸν
ἀγαθόν· καὶ δὴ ἐν πλείστοις τοῦτο αὐτῷ ἐπιδέδεικται καὶ μάλιστα ἐν ὅλῃ τῇ Πολιτείᾳ.
τὸν μὲν γὰρ ἐπιστήμην ἔχοντα τὴν προειρημένην εὐτυχέστατον εἶναι καὶ εὐδαιμονέστατον,
οὐχ ἕνεκα τῶν τιμῶν, ὧν τοιοῦτος ὢν λήψεται, οὐδὲ μισθῶν ἕνεκα, ἀλλὰ κἂν πάντας λανθάνῃ
ἀνθρώπους κἂν τὰ λεγόμενα κακὰ εἶναι οἷον ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι συμβαίνωσι· τὸν
δὲ χωρὶς ταύτης τῆς ἐπιστήμης τὰ νομιζόμενα ἀγαθὰ πάντα κεκτημένον, οἷον πλοῦτον καὶ
βασιλείαν μεγάλην καὶ σώματος ὑγείαν καὶ εὐρωστίαν καὶ κάλλος, μηδέν τι μᾶλλον εἶναι
εὐδαίμονα.
Οἷς πᾶσιν ἀκόλουθον τέλος ἐξέθετο ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· ποικίλως
δὲ τοῦτο χειρίζει. ποτὲ μὲν γὰρ ὁμοίωσιν θεῷ λέγει τὸ φρόνιμον καὶ δίκαιον καὶ
ὅσιον εἶναι, ὡς ἐν Θεαιτήτῳ· διὸ καὶ πειρᾶσθαι χρὴναι ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι
τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ
φρονήσεως γενέσθαι· ποτὲ δὲ μόνον τὸ δίκαιον εἶναι, ὡς ἐν τῷ τελευταίῳ τῆς Πολιτείας· οὐ
γὰρ δὴ ὑπὸ θεῶν ποτὲ ἀμελεῖται, ὃς ἂν προθυμεῖσθαι θέλῃ δίκαιος γενέσθαι καὶ ἐπιτηδεύων
ἀρετὴν εἰς ὅσον δυνατὸν ἄνθρωπον ὁμοιοῦσθαι θεῷ. ἐν δὲ τῷ Φαίδωνι ὁμοίωσιν θεῷ λέγει τὸ
σώφρονα ἅμα καὶ δίκαιον γενέσθαι, οὕτω πως· οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ μακάριοί
εἰσι καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικήν τε καὶ πολιτικὴν ἀρετὴν
ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην. ποτὲ μὲν δὴ τὸ τέλος
ὁμοιωθῆναι θεῷ λέγει, ποτὲ δ᾽ ἕπεσθαι, ὡς ὁπόταν εἴπῃ· ὁ μὲν δὴ θεός, καθάπερ ὁ
παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ τὰ τούτοις ἑξῆς· ποτὲ δὲ ἀμφότερα, ὡς ὁπόταν
φῇ· τὴν δὲ θεῷ ἑπομένην τε καὶ εἰκασμένην ψυχὴν καὶ τὰ τούτοις ἑξῆς. καὶ γάρ τοι τῆς
ὠφελείας ἀρχὴ τὸ ἀγαθόν, τοῦτο δὲ ἐκ θεοῦ εἴρηται· ἀκόλουθον οὖν τῇ ἀρχῇ τὸ τέλος
εἴη ἂν τὸ ἐξομοιωθῆναι θεῷ, θεῷ δηλονότι τῷ ἐπουρανίῳ, μὴ τῷ μὰ Δία ὑπερουρανίῳ, ὃς
οὐκ ἀρετὴν ἔχει, ἀμείνων δ᾽ ἐστὶ ταύτης· ὅθεν ὀρθῶς ἄν τις
Θείου δὲ χρήματος τῆς ἀρετῆς ὑπαρχούσης, αὐτὴ μέν ἐστι διάθεσις ψυχῆς
τελεία καὶ βελτίστη, εὐσχήμονα καὶ σύμφωνον καὶ βέβαιον παρέχουσα τὸν ἄνθρωπον ἐν τῷ
λέγειν καὶ πράττειν καθ᾽ ἑαυτὸν καὶ πρὸς ἄλλους· τὰ δὲ εἴδη αὐτῆς λογικαί, αἱ δὲ περὶ
τὸ ἄλογον ψυχῆς μέρος συνιστάμεναι, οἷον ἀνδρία καὶ σωφροσύνη, περὶ μὲν τὸ θυμικὸν τῆς
ἀνδρίας συνισταμ́νης, περὶ δὲ τὸ ἐπιθυμητικὸν τῆς σωφροσύνης. ἑτέρου γὰρ ὄντος τοῦ τε
θυμικοῦ καὶ τοῦ τε καὶ κατ᾽
ἀξίαν, ὡς ἂν παντέλειά τις οὖσα τῶν τριῶν ἀρετῶν, φρονήσεως, ἀνδρίας, σωφροσύνης·
ἄρχοντος μὲν τοῦ λογισμοῦ, τῶν
Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυΐαι καὶ προκοπαὶ πρὸς ταύτην,
ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. οὕτω γοῦν καὶ
στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς ὄντας ἄφρνας
ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον
ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ
ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ᾽ οὐδὲ συνέπονται αἱ κακίαι
ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. οὕτω γὰρ ἔχει
θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ
ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας
τὰς τοῦ σώματος κακίας ἐν ἑαυτῷ, παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μήτε φαύλην
μήτε σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. τοὺς γὰρ ἐφ᾽
ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ᾽ ἀρετὴν
μεταβῆναι· πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίων ἡγητέον καὶ
τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ
λογιστικῷ, ἀφ᾽ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ.
αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν
ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον
Ἐπεὶ δὲ καί, εἴ τι ἄλλο ἐφ᾽ ἡμῖν ἐστὶ καὶ ἀδεσπτον, καὶ ἡ ἀρετὴ τοιοῦτον
ὑπάρχει — οὐδὲ γὰρ ἂν ἐπαινετὸν ἦν τὸ καλόν, εἰ ἐκ φύσεως ἤ τινος θείας μοίρας
παρεγένετο — καὶ ἑκούσιον ἂν εἴη ἡ ἀρετή, καθ᾽ ὁρμήν τινα συνισταμένη διάπρον καὶ
γενναίαν καὶ ἔμμονον· τῷ δὴ τὴν ἀρετὴν ἑκούσιον εἶναι ἕπεται τὸ τὴν κακίαν ἀκούσιον
ὑπάρχειν. τίς γὰρ ἂν ἑκὼν ἐν τῷ καλλίστῳ ἑαυτοῦ μέρει καὶ τιμιωτάτῳ ἕλοιτο ἔχειν τὸ
μέγιστον πάντως ὁ τοιοῦτος ἐξηπάτηται ὡς δι᾽ ἐλάττονός τινος
κακοῦ ἀποικονομησόμενος μεῖζον ἀγαθόν, καὶ ταύτῃ ἀκουσίως ἐλεύσεται· ἀδύνατον γὰρ ὁρμᾷν
τινὰ ἐπὶ κακὰ βουλόμενον ἔχειν αὐτά, οὔτε ἐλπίδι ἀγαθοῦ οὔτε φόβῳ μείζονος κακοῦ.
καὶ ὅσα δὴ ἀδικεῖ ὁ φαῦλος, ἀκούσια ὑπάρχει· τῆς γὰρ ἀδικίας ἀκουσίου οὔσης, πολὺ
μᾶλλον τὸ ἀδικεῖν ἀκούσιον ἂν εἴη, ὅσῳ καὶ μεῖζον κακὸν ἂν τυγχάνοι τὸ ἐνεργεῖν αὐτὸν
κατὰ ἀδικίαν τοῦ ἔχειν αὐτὴν ἠρεμοῦσαν. καίτοι δὲ ἀκουσίων ὄντων τῶν ἀδικημάτων,
κολαστέον τοὺς ἀδικοῦντας καὶ διαφόρως· αἵ τε γὰρ βλάβαι διάφοροι, καὶ τὸ ἀκούσιον ἐν
ἀγνοίᾳ τινὶ ἢ πάθει κεῖται, ἅπαντα δὲ τὰ τοιαῦτα ἔξεστιν ἀποτρίψασθαι καὶ λόγῳ καὶ
ἤθεσιν ἀστείοις καὶ μελέτη. τοσοῦτον δὲ κακὸν ἀδικία, ὥστε φευκτότερον εἶναι τὸ ἀδικεῖν
τοῦ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηροῦ ἔργον, τὸ δὲ ἀδικεῖσθαι πάθος ἀσθενοῦς. αἰσχρὸν
μὲν δὴ ἑκάτερον, τὸ δὲ ἀδικεῖν τοσούτῳ κάκιον, ὅσῳπερ καὶ αἴσχιον· λυσιτελεῖ δὲ τῷ
ἀδικοῦντι ὑποσχεῖν δίκην, ὡς καὶ τῷ νενοσηκότι ὑποσχεῖν ἰατρῷ τὸ σῶμα εἰς θεραπείαν·
πᾶσα γὰρ κόλασις ἰατρεία τίς ἐστιν ἡμαρτηκυίας ψυχῆς.
Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνονται, διοριστέον καὶ περὶ τοῦ
πάθους, ὁποῖόν τι ὑπάρχει. ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ᾽
ἀγαθῷ. ἄος μὲν οὖν εἴρηται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ δόξαι, ἀλλὰ τῶν ἀλόγων
τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα
ἔργα οὐδὲ ἐφ᾽ ἡμῖν. ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτείνουσιν· ἔσθ᾽
ὅτε δὲ καὶ γινώσκοντες, ὅτι οὐ λυπηρὰ τὰ προσπεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν
ἧττον ἀγόμεθα ὑπ᾽ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ
ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. ἐπ᾽ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ,
ἐπειδὴ κατ᾽ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται
ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. ἀγαθὸν γὰρ ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα,
ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ
μέλλον φοβούμεθα. ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη,
Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης
κατ᾽ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον
καὶ εαυτὸν εὖ πράττειν. ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται ἢ κατὰ τὴν τοῦ ἤθους
ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα
οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. εἰσὶ δέ τινες καὶ ἄλλαι
νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς οἷον ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ
τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλονς καὶ ἡ λεγομένη πολιτικὴ καὶ
ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. εἶδος δέ πως φιλίας
ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρωτικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ
τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ
ζώου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν
κατ᾽ εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ᾽ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ
διαφέροντες ἀλλήλων. ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ
ταύτῃ βοσκηματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ ἐνορᾶται
ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος,
ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει
οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ σωματοποιουμενονἼρωτα δαίμονά τινα μᾶλλον φατέον
ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγενημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις
καὶ ἀνάπαλιν. κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ
τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ
λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ᾽ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ
κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων αὐτοῦ καὶ ὁρμῶν, εἰ
εὐγενεῖς, εἰ ἐπὶ
Τῶν δὲ πολιτειῶν φησὶ τὰς μὲν ἀνυποθέτους εῖαι, ἃς ἐν τῇ Πολιτείᾳ
διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν
φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν, τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς ἂν
συσταῖεν. ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῆ,
εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ
βουλευεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν
τακτέον ὥσπερ συμμαχοῦντας τῷ λογιστικῷ, τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας, τοὺς
δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ πρώτου ἀγαθοῦ. μόνως γὰρ οὕτως
κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα,
εἰ μὴ οἱφιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως
φιλοσοφήσειαν. ἄριστα γὰρ καὶ μετὰ δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὰ τηνικάδε, ὅταν
ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους
τούτοις ὑπηρετεῖν καὶ τούτων προμάχεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς.
πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι, καὶ
δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν ὀλιγαρχικήν,
καὶ μετὰ ταύτην τὴν δημοκρατικήν, τελευταίαν δὲ τὴν τυραννίδα, χειρίστην ὑπάρχουσαν.
ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ
διορθωύσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις,
ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ πάσης ἡλικίας, ὥστε κατὰ τὰς
διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ
ὁπλίσεως. οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, οἱ δὲ ἐν μεσογαίᾳ
οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς
Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὄνπραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ σκοτεινὸν δυσδιόρατον. τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο, περιτραπήσεται διὰ τὸ μάχην αὐτὸ ἐν ἑαυτῷ περιέχειν. ἔστι δὲ τὸ μὴ ὄν, καθ᾽ ὃ ἐξακούεται, οὐ ψιλὴἀπόφασις τοῦ ὄντος, ἀλλὰ μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον, ὅπερ καί τῷ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπέρ ἐστι τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ ὂν οὐκ ἔστιν ὄν.
Τοσαῦτα ἀπαρκεῖ πρὸς εἰσαγωγὴν εἰς τὴνΠλάτωνος δογματοποιΐαν εἰρῆσθαι· ὧν ἴσως τὰ μὲν τεταγμένως εἴρηται, τὰ δὲ σποράδην καὶ ἀτάκτως· ὥστε μέντοι ἀπὸ τῶν εἰρημένων θεωρητικούς τε καὶ εὑρετικοὺς ἐξ ἀκολουθίας καὶ τῶν λοιπῶν αὐτοῦ δογμάτων γενέσθαι.