Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapters.
οὐκ εἰδότες
οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ
ἑαυτοῖς οὔτʼ ἄλλοις ὁμολογοῦσιν. ἵνα οὐν μὴ τοῦτο πάθωμεν ἐντυγχάνοντες τοῖς Πλάτωνος
διαλόοις, αὐτὸ τοῦτο, ὅπερ ἔφην, σκεψόμεθα, τί ποι᾽ ἔστιν ὁ διάλογος. ἔστι τοίνυν οὐκ
ἄλλο τι ἢ λόγος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν πολιτικῶν καὶ
φιλοσόφων πραγμάτων, μετὰ τῆς πρεπούσης ἠθοποιΐας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς
κατὰ τὴν λέξιν κατασκευῆς.
Λόγος μὲν οὖν λέγεται ὁ διάλογος καθάπερ ὁ ἄνθρωπος ζῶον· ἐπεὶ δὲ ὁ λόγος ἐστὶν ὁ
μὲν ἐνδιάθετος ὁ δὲ προορικός, ἀκουσόμεθα τοῦ προφορικοῦ· καὶ ἐπεὶ τούτου ὁ μέν ἐστι
κατὰ διέξοδον λεγόμενος, ὁ δὲ κατ᾽ ἐρώτησιν καὶ ἀπόκρισιν, ἴδιον τοῦ διαλόγου ἐρωτήσεις
καὶ ἀποκρίσεις· ὅθεν ὁ λόγος ἐξ ἐρωτήσεως εἶναι λέγεται. τὸ δὲ περί τινος τῶν φιλοσόφων
καὶ πολιτικῶν πραγμάτων πρόσκειται, διότι οἰκείαν εἶναι δεῖ τὴν ὑποκειμένην ὕλην τῷ
διαλόγῳ· αὕτη δέ ἐστιν ἡ πολιτικὴ καὶ φιλόσοφος. ὡς γαρ τῇ τραγῳδίᾳ καὶ ὅλως τῇ ποιήσει
οἰκεία τῶν δυνάμεων εἰδοποιεῖν τὴν
ἰδιότητα τῶν διαλόγων οὐ φήσομεν εἶναι διάλογον, ἀλλὰ μᾶλλον δύο δημηγορίας κατ᾽
ἐνθύμησιν ἀλλήλαις ἀντιγεγραμμένας.
Ἐπεὶ οὖν ὅ τί ποτέ ἐστιν ὁ διάλογος τεθεωρήκαμεν, περὶ τῆς διαφορᾶς αὐτοῦ τοῦ κατὰ
Πλάτωνα διαλόγου ἴδωμεν, τουτέστι περὶ τῶν χαρακτήρων, πόσοι τέ εἰσιν οἱ ἀνωτάτω καὶ
πόσοι ἐκείνων ὑποδιαιρεθέντες εἰς τοὺς ἀτόμους ἐστήσαντο. περὶ μὲν οὖν χαρακτήρων ἐν
τοῖς ἑξῆς τελεώτατα μετὰ ὑπογραφῆς εἰρήσεται, ἐνθάδε δὲ γνωστέον τοσοῦτον περὶ τῶν
ἀνωτάτω χαρακτήρων, ὅτι δύο ὄντων, ὑφηγητικοῦ καὶ ζητητικοῦ, ὁ μὲν ὑφηγητικὸς ἥρμοσται
πρὸς διδασκαλίαν καὶ πρᾶξιν καὶ ἀπόδειξιν τοῦ ἀληθοῦς, ὁ δὲ ζητητικὸς πρὸς γυμνασίαν καὶ
ἀγῶνα καὶ ἔλεγχον τοῦ ψεύδους· καὶ ὅτι ο μὲν ὑφηγητικὸς τῶν πραγμάτων στοχάζεται, ὁ δὲ
ζητητικὸς τῶν προσώπων. τῶν μὲν οὖν Πλάτωνος διαλόγων ὑπάγονται τῷ μὲν φυσικῷ ὁ Τίμαιος,
τῷ δὲ ἠθικῷ ἡ Ἀπολογία, τῷ δὲ λογικῷ Θεάγης, Κρατύλος, Λύσις, Σοφιστής, Λάχης,
Πολιτικός, τῷ δὲ ἐλεγκτικῳῷ Παρμενίδης, Πρωταγόρας· τῷ δὲ πολιτικῷ Κρίτων, Πολιτεία,
Φαίδων, Μίνως, Συμπόσιον, Νόμοι, Ἐπιστολαί, Ἐπινομίς, Μενέξενος, Κλειτοφῶν, Φίληβος· τῷ
δὲ πειραστικῷ ὐθύφρων, Μένων, Ἴων, Χαρμίδης· τῷ δὲ μαιευτικῷ Ἀλκιβιάδης, τῷ δὲ
ἀνατρεπτικῷ Ἱππίας, Εὐθύδημος, Γοργίας.
Ἐπεὶ οὖν τεθεωρήκαμεν τὴν διαφορὰν αὐτῶν ὡς πέφυκε γίγνεσθαι καὶ τοὺς χαρακτῆρας, ἐπὶ τούτοις λεγωμεν, ἀπὸ ποίων διαλόγων δεῖ ἀρχομένους ἐντυγχάνειν τῷ Πλάτωνος λόγῳ. διάφοροι γὰρ δόξαι γεγόνασιν· οἱ μὲν ἀπὸ τῶν πιστολῶν ἄρχονται, οἱ δὲ ἀπὸ τοῦ Θεάγους· εἰσὶ δὲ οἱ κατὰ τετραλογίαν διελόντες αὐτοὺς καὶ τάττουσι πρώτην τετραλογία περιέχουσαν τὸν Εὐθύφρονα καὶ τὴν Ἀπολογίαν καὶ τὸν Κρίτωνα καὶ τὸν Φαίδωνα· τὸν μὲν οὐν Εὐθύφρονα, ἐπεὶ καὶ ἐπαγγέλλεται τῷ Σωκράτει ἐν αὐτῷ ἡ δίκη, τὴν δὲ Ἀπολογίαν, ἐπειδὴ ἀναγκαῖον αὐτῷ ἀπολογήσασθαι, ἐπὶ τούτοις τὸν Κρίτωνα διὰ τὴν ἐν τῷ δεσμωτηρίῳ διατριβήν, ἔπειτα τὸν Φαίδωνα, ἐπεὶ ἐν αὐτῷ τέλος τοῦ βίου λαμβάνει ὁ Σωκράτης. ταύτης τῆς δόξης εἰσὶ Δερκυλλίδης καὶ Θράσυλλος, δοκοῦσι δέ μοι προσώποις καὶ βίων περιστάσεσιν ἠθεληκέναι τάξιν ἐπιθεῖναι· ὅ ἐστι μὲν ἴσως χρήσιμον πρὸς ἄλλο τι, οὐ μὴν πρὸς ὃ ἡμεῖς νῦν βουλόμεθα, βουλόμεθα δὲ ἀρχὴν καὶ διάταξιν διδασκαλίας τῆς κατὰ σοφίαν εὑρεῖν. φαμὲν οὖν Πλάτωνος λόγου μὴ εἶναι μίαν καὶ ὡρισμένην ἀρχήν· ἐοικέναι γὰρ αὐτὸν τέλειον ὄντα τελείῳ σχήματι κύκλου· ὥσπερ οὖν κύκλου μία καὶ ὡρισμένη οὐκ ἔστιν ἀρχή, οὕτως οὐδὲ τοῦ λόγου.
Οὐ μὴν διὰ τοῦτο ὁπωσοῦν ὡς ἔτυχεν ἐντευξόμεθα αὐτῷ· οὐδὲ γὰρ εἰ δέοι κύκλον
γράφειν, ἀφ᾽ οὑτινοσοῦν σημείου ἀρχόμενός τις γράφει τὸν κύκλον· ἀλλ᾽ ἀφ᾽ ἧς ἂν ἕκαστος
ἡμῶν σχέσεως ἔχῃ πρὸς τὸν λόγον ἀρχόμενος ἐντεύξεται τοῖς διαλόγοις. σχέσεις δὲ πλείους
καὶ διάφοροί εἰσιν ἡμῶν πρὸς τὸν λόγον. ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, οἷον εὐφυὴς ἀφυής· ἡ
δὲ κατὰ τὴν ἡλικίαν, οἷον ὥραν ἔχων τοῦ φιλοσοφεῖν παρηβηκώς· ἡ δὲ κατὰ προαίρεσιν, οἷον
φιλοσοφίας ἢ ἱστορίας ἕνεκα· ἡ δὲ κατὰ ἕξιν, οἷον προτετελεσμένος ἢ ἀμαθής· ἡ δὲ κατὰ
τὴν ὕλην, οἷον ἐνασχολῶν φιλοσοφίᾳ ἢ περιελκόμενος ὑπὸ τῶν περιστάσεων. ὁ μὲν οὖν κατὰ
φύσιν εὖ πεφυκώς, καὶ κατὰ τὴν ἡλικίαν ὥραν ἔχων τοῦ φιλοσοφεῖν, καὶ κατὰ τὴν προαίρεσιν
ἕνεκα τοῦ ἀρετὴν ἀσκῆσαι προσιὼν τῷ λόγῳ, καὶ κατὰ τὴν ἕξιν προτετελεσμένος τοῖς
μαθήμασι, καὶ ἀφειμένος ἀπὸ τῶν πολιτικῶν περιστάσεων, ἄρξεται ἀπὸ τοῦἈλκιβιάδου πρὸς τὸ
τραπῆναι καὶ ἐπιστραφῆναι καὶ γνῶναι οὗ δεῖ τὴν ἐπιμέλειαν ποιεῖσθαι.
Ἔτι δέ τις καὶ ἐν κεφαλαίῳ δύναιτ᾽ ἂν κατιδεῖν τὴν προσήκουσαν τάξιν τῶν διαλόγων
τῇ κατὰ Πλάτωνα διδασκαλίᾳ τῷ τὰ Πλάτωνος αἱρουμένῳ. ἀναγκαίου γὰρ ὄντος θεατὰς γενέσθαι
καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ τῶν θείων καὶ τῶν θεῶν αὐτῶν καὶ τοῦ καλλίστου νοῦ τυχεῖν, δεῖ
πρῶτον μὲν ἐκκαθᾶραι τὰς ψευδεῖς δόξας τῶν ὑπολήψεων· οὐδὲ γὰρ οἱ ἰατροὶ νενομίκασι,
πρότερον τῆς προσφερομένης τροφῆς ἀπολαῦσαι τὸ σῶμα δύνασθαι, εἰ μὴ τὰ ἐμποδίζοντα ἐν
τούτῳ τις ἐκβάλλει. μετὰ δὲ τὸ ἐκκαθᾶραι ἐπεγείρειν καὶ προκαλεῖσθαι δεῖ τὰς φυσικὰς
ἐννοίας, καὶ ταύτας ἐκκαθαίρειν καὶ εὐκρινεῖς άποφαίνεινῶς ἀρχάς. ἐπὶ τούτοις ὡς
προκατεσκευασμένης τῆς ψυχῆς δεῖ αὐτῇ τὰ οἰκεῖα ἐμποιεῖν δόγματα, καθ᾽ ἃ τελειοῦται,
ταῦτα δε ἐστι φυσικὰ καὶ θεολογικὰ καὶ τὰ ἠθικὰ καὶ πολιτικά· ἵνα