Note that there are many hanging quotation marks that are inherited from the print. These have been commented out where things are unclear.
Lace v. 0.6.13 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Missing most indentation, block quotes, quotation indicated by font, Latin encoding, cross references and bibls and combining overline Greek letters.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts fragments.
οὕτω δ’ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς
πλείους ὅτι εἰ παρὰ θεοῖς ἧν [ἡ] διαλεκτική, οὐκ ἂν ἧν ἄλλη ἢ ἡ Χρυσίππειος·
πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρ’ ὁντινοῦν
γέγονεν, ὡς δῆλος ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά
ἐστιν. ἐπλήθυνε δὲ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ
ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει
χρώμενος· ὥστε καὶ ἐπειδή ποτε ἔν τινι τῶν συγγραμμάτων παρ’ ὀλίγον τὴν Εὐριπίδου
Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί
ἄρα ἔχοι, ἔφη
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνὴρ
πλὴν εἰς Κλεάνθην· τοῦτο δ’ οὐκ
εὐδαιμονῶ.Χρυσίππου Μήδειαν
. καὶ Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος ἐν τῇ συναγωγῇ
τῶν δογμάτων, βουλόμενος παριστάνειν, ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ
ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ
γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ’ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ
καὶ ταῦτα
μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς
πεντακοσίους γράφει στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν
τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Ἦν δὲ καὶ τὸ σωμάτιον
εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ
πλησίον ἱππεῖ. ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν (secuntur apophthegmata). 183.
Τέλος δὲ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ παραγενόμενος ἐν Ἀκαδημίᾳ
συνεφιλοσόφησε· δι’ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε· καὶ
περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.
Τοῦτον ἐν τῷ ᾠδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Κρονικοῖς (sequitur Laërtii epigramma). ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιῤῥοφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι. Δοκεῖ δὲ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν· ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάῤῥησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Αυκείῳ, καθάπερ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
Lucian. Macrob. 20 Χρύσιππος ἕν καὶ ὀγδοήκοντα (scil. ἔτη ἔζησεν).
Strabo XIV p. 671. γεγόνασι δ’ ἄνδρες ἐνθένδε (scil. Solis) τῶν
ὀνομαστῶν Χρύσιππός τε ὁ Στωϊκὸς φιλόσοφος, πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος
etc.
Galenus Protrept. 7 p. 8, 22 Kaibel. τίς γὰρ ⟨ἄν⟩ ἧν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον.
Solinus 38, 9 p. 181 ed. M. Heliopolis antiquum oppidum Ciliciae fuit, patria Chrysippi, Stoïcae sapientiae potentissimi.
Ind. Stoic. Herc. col. XXXVIII. καὶ τἇλλ’ ὁμοίως ἔ(πρ)ατ|τεν, ἀλλὰ καὶ ἐπὶ τ(ὴν) | σχολὴν αἰεὶ τὴν α(ὐ)τὴν | ὥραν ἐξῄει καὶ ὁμοί | ως ἀπελύετο, ὥστε μη|(δένα) διαψεύδεσθαι τῶν | (γν)ωρίμων etc. (Ad Chrysippum haec pertinere probabile est).
Col. XXXIX, 3. γεγραμ(μέ)να περ(ὶ δικ)αι | οσύνης. 6. τῇ δ(ὲ καθ’ ἡ) | μέραν (δ)ιαίτ(ῃ . . . . . τατος ἐ|γένετο. . . . | ώτατος (καὶ . .
Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα | κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ | βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν | οὐθένα (ἔ)πασ(χεν) αὑτῷ | (ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος | (καθ)άπερ ὑγια(ίνων etc.
Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι — — καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.
Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
Quintilianus instit. orat. XII 7, 9. at si res familiaris amplius aliquid ad usus necessarios exiget, secundum omnium sapientium leges patietur sibi gratiam referri, cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.
Ind. Stoic. Herc. col. XLI. λέγετ(αι) δ’ εἶναι ταῦτα· ὡς οὐδεὶς ἂν | ἐκεῖνον οὔτε ταχέως με|τ’ ἄλλων εἶδεν ἢ τῶν ἀ|κροατῶν καὶ ζηλωτῶν | καὶ σε . . . .
Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’
ἐρομένου τινός· τίνι συστήσω τὸν υἱόν
εἰπεῖν· ἐμοί· εἰ γὰρ ὑπελάμβανον
εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν.
ὅθεν φασὶν ἐπ’ αὐτοῦ
λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος,
οὐκ ἂν ἥν στοά.
Diog. Laërt. VII 183. ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος
τοῖς σκέλεσιν, ὥστ’ εἰπεῖν τὴν δούλην· Χρυσίππου μόνα τὰ σκέλη μεθύει.
Diog. Laërt. VII 182. πάλιν δὲ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονικεῖν ἔφη (Eur Or. 253. 54) οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.
Diog. Laërt. VII 182. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους
διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα· πέπαυσο, εἶπε, παρέλκων τὸν
πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τοῖς νέοις ταῦτα προτίθει.
Diog. Laërt. VII 182. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ
Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν
ἐφιλοσόφησα
.
Dio Chrysost. Or. XXXIII § 53 (V. I p. 312, 16 Arn.) (Tarsi) τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ⟨ἐλθεῖν⟩ αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν — — ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός. ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶ σύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.
Seneca de constantia sapientis 17, 2 Chrysippus ait quendam indignatum, quod illum aliquis vervecem marinum dixerat.
Ind. Stoic. Herc. col. XLVI, 1. . α νοσῶν· Ὕλλος Σολεύς, ὃν καὶ Σφαίρῳ προεσχολακέναι φησὶν Ἀριστοκρέων ἐν ταῖς Χρυσίπ(που) ταφαῖς. Διαφάν(η)ς | . . . νίτης.
Col. XLVII, 3. Ἀπελλῆς | (ὁ ὁρ)μήσας (ἐπ’ Ἀ)ρι(σ)τόβου|(λο)ν διενεγ . . . . . ς, Ἡρα|κλείδης Σφ(αίρῳ) Ἀρκε|σίλᾳ) Ἀριστο(βούλῳ) | (πρ)ῶτον (ἐσχολακώς), Ἀ(ρισ)|τοκ(ρ)έων.
Supplementa col. XLVII. sunt Bücheleri, nisi quod πρότερον ἐσχολακώς ille.
Diog. Laërt. VII 189. Ἐπεὶ δὲ ἐνδοξότατα τὰ βιβλία ἐστὶν αὐτῷ (scil.
Chrysippo), ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι· καὶ
ἔστι τάδε.
I. Λογικοῦ Τόπου ⟨τοῦ περὶ τὴν Διάρθρωσιν τῶν λογικῶν Ἐννοιῶν⟩.
θέσεις
λογικαί
τῶν τοῦ φιλοσόφου σκεμμάτων
ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον
αʹβʹγ'δʹεʹζʹ
Σύνταξις πέμπτη·
περὶ τῶν πέντε πτώσεων αʹ
περὶ τῶν κατὰ τὸ
ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ
περὶ παρεμφάσεως πρὸς Στησαγόραν αʹβʹ
περὶ
τῶν προσηγορικῶν αʹβʹ.
III. Λογικοῦ Τόπου περὶ τὰς Λέξεις καὶ τὸν κατ’ αὐτας
Λόγον.
Σύνταξις πρώτη·
περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν αʹβʹγʹδʹ
εʹϛʹ
περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον αʹβʹγʹδʹεʹ
περὶ τῆς κατὰ
τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα αʹβʹγʹδ’
περὶ τῶν πρὸς τὰς φωνὰς σωρειτῶν λόγων
αʹβʹγʹ
περὶ σολοικισμῶν αʹ
περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον αʹ
λόγοι
παρὰ τὰς συνηθείας αʹ
λέξις πρὸς Διονύσιον αʹ.
Σύνταξις δευτέρα·
περὶ
τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων αʹβʹγʹδʹεʹ
περὶ τῆς συντάξεως τῶν
λεγομένων αʹβʹγʹδʹ
περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς Φίλιππον
αʹβʹγʹ
περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν αʹ
περὶ τοῦ πρὸς ἕτερα
λεγομένου αʹ.
Σύνταξις τρίτη·
πρὸς τοὺς μὴ διαιρουμένους αʹβʹ
περὶ
ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν αʹβʹγʹδʹ
περὶ τῶν τροπικῶν ἀμφιβολιῶν αʹ
περὶ
συνημμένης τροπικῆς ἀμφιβολίας αʹβʹ
πρὸς τὸ περὶ ἀμφιβολιῶν ανθοίδου αʹβʹ
περὶ
τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς αʹβʹγʹδʹεʹ
ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην
ἀμφιβολιῶν αʹ
συνημμένα πρὸς τὴν εἰσαγωγὴν τὴν εἰς τὰς ἀμφιβολίας αʹβʹ.
IV.
Λογικοῦ Τόπου πρὸς τοὺς Λόγους καὶ τοὺς Τρόπους.
Σύνταξις πρώτη·
τέχνη
λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ εʹ
περὶ τῶν λόγων αʹβʹγʹ
περὶ
τρόπων συστάσεως πρὸς Στησαγόραν αʹβʹ (συστάσεων D)
σύγκρισις τῶν τροπικῶν
ἀξιωμάτων αʹ
περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων αʹ
πρὸς Ἀγάθωνα ἢ
περὶ τῶν ἑξῆς προβλημάτων αʹ
περὶ τοῦ τίνα συλλογιστικά τινος μετ’ ἄλλου τε καὶ
μετ’ ἄλλων αʹ (τι-
νός τε μετ’ ἄλλου καὶ μεγάλων D)
περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν
αʹ
περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις αʹ
πρὸς τὰ
ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλο-
γίστῳ τετάχθαι τρόπῳ
αʹβʹ
πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι αʹβʹγʹ
πρὸς τὸ
περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον αʹ
λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ
Φιλομαθῆ εἰς τὰ περὶ λόγων
καὶ τρόπων αʹ.
Σύνταξις δευτέρα·
περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα αʹ
περὶ
τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμῶν πρὸς Ζήνωνα αʹ
περὶ τῆς ἀναλύσεως τῶν
συλλογισμῶν αʹ (cum anecedente permutat DF)
περὶ τῶν παρελκόντων λόγων πρὸς
Πάσυλον αʹβʹ
περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ
περὶ
συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα αʹ
τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα
αʹβʹγʹ
περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν αʹβʹγʹδʹεʹ
λόγοι
συλλογιστικοὶ κατὰ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις αʹ
τροπικὰ ζητήματα πρὸς
Ζήνωνα καὶ Φιλομαθῆ αʹ (τοῦτο δοκεῖ ψευδε-
πίγραφον). Σύνταξις τρίτη·
περὶ
τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην αʹ (ψευδεπίγραφον)
λόγοι μεταπίπτοντες
πρὸς τὴν μεσότητα αʹβʹγʹ (ψευδεπίγραφα)
πρὸς τοὺς Ἀμεινίου διαζευκτικούς αʹ.
Σύνταξις
τετάρτη·
περὶ ὑποθέσεων πρὸς Μελέαγρον αʹβʹγʹ
λόγοι ὑποθετικοὶ εἰς τοὺς
νόμους πρὸς Μελέαγρον πάλιν αʹ
λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγήν αʹβʹ
λόγοι
ὑποθετικοὶ θεωρημάτων αʹβʹ
λύσις τῶν Ἡδόλου ὑποθετικῶν αʹβʹ
λύσις τῶν
Ἀλεξάνδρου ὑποθετικῶν αʹβʹγʹ (ψευδεπίγραφα)
περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα αʹ.
Σύνταξις
πέμπτη·
περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς τὸν Ἀριστοκρέοντα αʹ
λόγοι
ψευδόμενοι πρὸς εἰσαγωγὴν αʹ
περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα
αʹβʹγʹδʹεʹϛʹ.
Σύνταξις ἕκτη·
πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ
εἶναι αʹ
πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστο-
κρέοντα
αʹβʹ ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα αʹ
πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς
τομῆς τῶν ἀορίστων πρὸς Πάσυλον αʹβʹγʹ
λύσις κατὰ τοὺς ἀρχαίους πρὸς
Διοσκουρίδην αʹ
περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα αʹβʹγʹ
λύσις
τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν αʹ.
Σύνταξις ἑβδόμη·
πρὸς
τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον αʹ
περὶ ἀποφάσκοντος
πρὸς τὸν Ἀριστοκρέοντα αʹβʹ
λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν αʹ
περὶ τοῦ
παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν αʹβʹ
περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ
ἡσυχαζόντων πρὸς Ὀνήτορα αʹβʹ
περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον αʹβʹ
περὶ
τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην αʹ.
Σύνταξις ὀγδόη·
περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην α'βγʹδʹεʹϛʹζʹηʹ
(θ' D)
περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πάσυλον αʹβʹ
περὶ
οὔτιδος λόγου πρὸς Ἐπικράτην αʹ.
Σύνταξις ἐνάτη·
περὶ τῶν σοφισμάτων πρὸς
Ἡρακλείδην καὶ Πόλλιν αʹβʹ
περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην εʹ
πρὸς
τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον αʹ.
Σύνταξις δεκάτη·
κατὰ τῆς
συνηθείας πρὸς Μητρόδωρον αʹβʹγʹδʹ εʹϛʹ
περὶ τῆς συνηθείας πρὸς Γοργιππίδην
αʹβʹγʹδʹεʹϛ'ζʹ.
V. Λογικοῦ Τόπου τὰ τῶν προειρημένων τεττάρωυ διαορῶν
ἐκτὸς
ὄντα καὶ περιέχοντα ⟨τὰς⟩ σποράδην καὶ οὐ σωματικὰς
ζητήσεις λογικὰς περὶ τῶν
καταλεγομένων.
Ζητημάτων ἐννέα καὶ τριάκοντα. — Ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ τιαʹ.
1.
Ἠθικοῦ λόγου τοῦ περὶ τὴν Διάρθρωσιυ τῶυ ἠθικῶν Ἐννοιῶν.
Σύνταξις πρώτη·
ὑπογραφὴ
τοῦ λόγου τοῦ ⟨ἠθικοῦ⟩ πρὸς Θεόπορον αʹ
θέσεις ἠθικαί αʹ
πιθανὰ λήμματα
εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ αʹβʹγʹ
ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον αʹβʹ
ὅρων
τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον αʹβʹ
ὅρων τῶν ἀνὰ μέσον πρὸς Μητρόδωρον αʹβʹ
ὅρων
τῶν πρὸς Μητρόδωρον τῶν κατὰ γένος αʹβʹγʹδʹεʹςϛʹζʹ
ὅρων τῶν κατὰ τὰς ἄλλας
τέχνας πρὸς Μητρόδωρον αʹβʹ.
Σύνταξις
δευτέρα·
περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα αʹβʹγʹ
περὶ τῶν ὅρων πρὸς
Μητρόδωρον αʹβʹγʹδʹεʹϛʹζʹ.
Σύνταξις τρίτη·
περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις
ἀντιλεγομένων πρὸς Λαοδάμαντα αʹβʹγδʹεʹϛʹζʹ πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην
αʹβʹ
περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην αʹβʹ
περὶ τῶν διαιρέσεων αʹ
περὶ
τῶν ἐναντίων πρὸς Διονύσιον βʹ
πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ
εἴδη καὶ ⟨τὰ⟩ περὶ τῶν ἐναντίων αʹ.
Σύνταξις τετάρτη·
περὶ τῶν
ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹεʹϛʹζʹ
ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹ.
Σύνταξις
πέμπτη·
περὶ παροιμιῶν πρὸς Ζηνόδοτον αʹβʹ
περὶ ποιημάτων πρὸς Φιλομαθῆ
αʹ
περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν αʹβʹ
πρὸς τοὺς κριτικοὺς πρὸς
Διόδωρον αʹ.
2. Ἠθικοῦ Τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου
συυισταμένας τέχνας καὶ ἀρετάς.
Σύνταξις πρώτη·
πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα αʹ
περὶ
τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα αʹ
περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα αʹβʹ
περὶ
ὑπολήψεως πρὸς Πυθώνακτα αʹβʹγʹ
ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφόν αʹ
περὶ
καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας αʹβʹγʹδʹ
περὶ λόγου αʹβʹ
περὶ τῆς
χρήσεως τοῦ λόγου πρὸς Λεπτίναν.
Σύνταξις δευτέρα·
περὶ τοῦ ἐγκρίνειν
τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι
πρὸς Ζήνωνα αʹβʹ
περὶ
τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα αʹβγʹδʹ
περὶ τῶν ἀντιλεγομένων τοῖς
διαλεκτικοῖς αʹβʹγʹ
περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ.
Σύνταξις
τρίτη·
περὶ ἕξεως πρὸς Κλέωνα αʹβʹγʹ
περὶ τέχνης καὶ ἀπεχνίας πρὸς
Ἀριστοκρέοντα αʹβʹγʹδʹ
περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον αʹβʹγʹδʹ
περὶ
τοῦ ποιὰς εἶναι τὰς ἀρετάς αʹ
περὶ ἀρετῶν πρὸς Πόλλιν αʹβʹ.
3. Ἠθικοῦ Τόπου περὶ Ἀγαθῶυ καὶ Κακῶν.
Σύνταξις πρώτη·
περὶ
τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹεʹϛʹζʹηʹθʹιʹ
ἀποδείξεις
πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος αʹβʹγʹδʹ
ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν
ἡδονὴν ἀγαθόν αʹβʹγʹδʹ
περὶ τῶν λεγομένων ὑπὲρ τῆς ******
Cetera
interciderunt.
Valerius Maximus VIII 7, 10. Citerioris aetatis metas, sed non parvi tamen spatii Chrysippi vivacitas flexit: nam octogesimo anno coeptum undequadragesimum Λογικῶν exactissimae subtilitatis volumen reliquit. cuius studium in tradendis ingenii sui monumentis tantum operae laborisque sustinuit, ut ad ea quae scripsit penitus cognoscenda longa vita sit opus.
Numenius apud Eusebium praep. evang. XIV p. 728a. τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον.
Origenes contra Celsum II. 12 Vol. I p. 141, 7 (p. 297 Delarue). ἀλλὰ καὶ ὁ Χρύσιππος πολλαχοῦ τῶν συγγαμμμάτων αὐτοῦ φαίνεται καθαπτόμενος Κλεάνθους, καινοτομῶν παρὰ τὰ ἐκείνῳ δεδογμένα, γενομένῳ . . . οὐκ ὀλίγον αὐτοῦ διδασκάλῳ ἔτι νέου καὶ ἀρχὰς ἔχοντος φιλοσοφίας . . . δὲ χρόνον καὶ ὁ Χρύσιππος παρὰ τῷ Κλεάνθει πεποιῆσθαι τὰς διατριβάς (scil. λέγεται).
Origenes contra Celsum I. 39 Vol. I p. 91, 20 (p. 357 Delarue). ὁ δὲ Χρύσιππος πολλαχοῦ ἐκθέμενος τὰ κινήσαντα αὐτὸν ἀναπέμπει ἡμᾶς ἐφ’ οὓς ἂν εὕροιμεν κρεῖττον αὐτοῦ ἐροῦντας.
Origenes contra Celsum V. 57 Vol. II p. 60, 5 (p. 621 Delarue). αράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἐλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες ἂν ὡς μυθοποιοῦντες, ἀλλὰ καὶ οἱ οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαληθῶς ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. Τοιαῦτα δὲ ἀνέγνωμεν παρὰ τῷ Σὀλεῖ Χρυσίππῳ etc.
Galenus de differentia puls. 10. ed. Bas. III 30. K. VIII. 631
(impugnans sectam Archigenis). πολὺ δὲ τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν
Χρυσίππῳ· νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἤ Σόλων Ἀθηναίοις ἱστᾷ τοῖς ἄξοσι
νομίσματα, συγχεῖ δ’ αὐτὸς πρῶτος αὐτά. paulo post: νυνὶ δὲ τὸ δεινότατον οὔτε
γεννηθεὶς Ἀθήνησιν οὔτε
Quintilianus instit. orat. X 1, 84. minus indulsere eloquentiae Stoici veteres, sed cum honesta suaserunt, tum in colligendo probandoque quae instituerant plurimum valuerunt, rebus tamen acuti magis quam, id quod sane non adfectaverunt, oratione magnifici. id. XII 2, 25. Stoici sicut copiam nitoremque eloquentiae fere praeceptoribus suis defuisse concedant necesse est, ita nullos aut probare acrius aut concludere subtilius contendunt.
Cicero de oratore I 11, 50. Etenim videmus, iisdem de rebus ieiune quosdam et exiliter, ut eum, quem acutissimum ferunt, Chrysippm, disputavisse, neque ob eam rem philosophiae non satisfecisse, quod non habuerit hanc dicendi ex arte aliena facultatem.
Frontonis epist. (ad. M. Antoninum de eloquentia) p. 146 Naber. Ubi illud acumen tuum? ubi subtilitas? Evigila et attende, quid cupiat ipse Chrysippus. Num contentus est docere, rem ostendere, definire, explorare? non est contentus: verum auget in quantum potest, exaggerat, praemunit, iterat, differt, recurrit, interrogat, describit, dividit, personas fingit, orationem suam alii accommodat: ταῦτα δ’ ἐστὶν αὔξειν, διασκευάζειν, ἐξεργάζεσθαι, πάλιν λέγειν, ἐπαναφέρειν, παράπτειν, προσωποποιεῖν.
Dionysius Halicarn. de compos. verb. p. 30 Re. Καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπουγε καὶ οἱ τὴν φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων, ὥστ’ αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τῷ λάγῳ Χρυσίππου τοῦ Στωϊκοῦ· περαιτέρω γὰρ οὐκ ἂν προβαίην. τούτου γὰρ οὔτ’ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν, οὔτε χείρονι ἁρμονίᾳ συνταχθέντας ἐξήνεγκε λόγους τῶν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζειν γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος, ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ, καὶ τέχνας τινὰς ἐπέγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων. ἀλλὰ πολλοὶ ἢ μᾶλλον πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλανήθησαν καὶ οὐδ’ ὄναρ εἶδον τί ποτ’ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν.
Arrianus Epict. dissert. I 17, 15. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ
βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ
ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν
ἐξηγούμενον· ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ ῥωμαϊστί.
ποία οὖν
ἐνθάδε ὀφρὺς τοῦ ἐξηγουμένου;
Plut. de Stoic. repugn. cp. 9 p. 1035 b. Ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν
ἔσχατόν φησι δεῖν τάττεσθαι ⟨τὸν⟩ περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς
ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ Τελῶν, οὔτε περὶ Δικαιοσύνης, οὔτε περὶ Ἀγαθῶν καὶ
Κακῶν, οὔτε περὶ Γάμου καὶ Παιδοτροφίας οὔτε περὶ Νόμου καὶ Πολιτείας φαίνεται τὸ
παράπαν φθεγγόμενος,
Plut. de Stoic. repugn. cp. 24 p. 1046 a. τί οὖν σὺ (scil. Chrysippe), φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δ’ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.
Plut. de Stoic. repugn. cp. 10 p. 1036b. ὅτι δ’ αὐτὸς (scil.
Chrysippus) οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους
κατεσκεύακεν ἐῤῥωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι
καταμαθεῖν τὸ ἀρέσκον ⟨αὐτῷ⟩, αὐτοὶ δήπου λέγουσι (scil. Stoici), τὴν δεινότητα
θαυμάζοντες τἀνδρός καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ’ ἐξ ὧν
ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ
πολλάκις παραφθέγγεσθαι (Z 407) δαιμόνιε, φθίσει σε τὸ σὸν μένος
ὡς μεγάλας
ἀφορμὰς καθ’ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις.
Plut. de comm. not. cp. 1 p. 1050b (Stoicus aliquis dicit): ὡς οὐκ ἀπὸ τύχης ἀλλ’ ἐκ προνοίας θεῶν νομίζοι μετ’ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον. — — Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ’ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.
Cicero de finibus I 2, 6. Quid enim est a Chrysippo praetermissum in
Stoicis? Legimus tamen Diogenem, Antipatrum, Mnesarchum, Panaetium, multos alios in
primisque familiarem nostrum Posidonium.
Aëtii Placita I. Prooem. 2 (D G p. 273, 11). Οἱ μὲν οὖν Στωϊκοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης· ἐπιτήδειον δὲ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· δι’ ἣν αἰτίαν καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν.
Sextus adv. math. IX 13. τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων.
Diog. Laërt. VII 39. Τριμερῆ φασίν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. Οὕτω δὲ πρῶτος διεῖλε Ζήνων — — καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ λόγου καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν. — — ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὕδρομος εδη. ἄλλοι γένη.
Sextus adv. math. VII 16. οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι
φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· — — ῥητότατα δὲ οἱ περὶ Ξενοκράτην καὶ οἱ ἀπὸ
τοῦ περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως. ἐνθένδε πιθανῶς
ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ, ἵνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ
φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν.
οἱ δὲ ὠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν
ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά, τῷ
δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά (ὁ δὲ Ποσειδώνιος, ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας
ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν
κεχώρισται, ζῴῳ μᾶλλον εἰκάζειν
Philo de agricultura § 14 Vol. II p. 97, 24 Wendl. Τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δὲ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ — — (quod ceteris partibus praesidio est) § 16. τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην — — ἀναιρῇ, διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται, ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιΐας — — χαρακτῆρας.
Origenes comment. in Matthaeum Vol. III p. 778 Delarue. καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν· τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν· τὸν δὲ λογικὸν τόπον (καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς) τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν etc.
Diog. Laërt. VII 40. καὶ οὐθὲν μέρος (ex tribus philosophiae partibus) τοῦ ἑτέρον προκεκρίσθαι, καθ’ ἅ τινες αὐτῶν φασιν, ἀλλὰ μεμῖχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν.
Plut. de Stoic. repugn. c. 9 p. 1035a. Ὁ Χύσιππος οἴεται δεῖν τῶν
λογικῶν πρῶτον ἀκεοᾶσθαι τοὺς νέους, δεύτερον δὲ τῶν ἠθικῶν, μετὰ δὲ ταῦτα τῶν
φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. Πολλάκις δὲ
τούτων ὑπ’ αὐτοῦ λεγομένων, ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ
λέξιν οὕτω· Πρῶτον μὲν οὖν δοκεῖ μοι, κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα, τρία
γένη τῶν τοῦ φιλοσοφου θεωρημάτων εἶναι· τὰ μὲν λογικά, τὰ δὲ ἠθικα, τὰ δὲ φυσικά·
εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικά, δεύτερα δὲ τὰ ἠθικά, τρίτα δὲ τὰ
φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος
Diog. Laërt. VII 40. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάττουσι· δεύτερον δὲ τὸ φυσικόν· καὶ τρίτον τὸ ἠθικόν. ὧν ἐστι Ζήνων ἐν τῷ περὶ λόγου καὶ Χρύσιππος etc.
Sextus adv. math. VII 22. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ αὐτοὶ ἄρχειν μέν φασι
τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά· τελευταῖα δὲ τετάχθαι τὰ φυσικά. πρῶτον γὰρ δεῖν
κατησφαλίσθαι τὸν νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν· ὀχυρωτικὸν δὲ
εἶναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν
πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτης ἐπὶ προϋποκειμένῃ τῇ λογικῇ
δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας
δεῖται τῆς ἐπιστάσεως.
Cicero de finibus IV 4, 9. Quid? ea quae dialectici nunc tradunt et docent, nonne ab illis instituta sunt scil. a veteribus)? de quibus etsi a Chrysippo maxime est elaboratum, tamem a Zenone minus multo quam ab antiquis. Ab hoc autem quaedam non melius, quam veteres, quaedam omnino relicta. Cumque duae sint artes, quibus perfecte ratio et oratio compleatur, una inveniendi, altera disserendi, hanc posteriorem et Stoici et Peripatetici, priorem autem illi egregie tradiderunt, hi omnino ne attigerunt quidem.
Galenus de libris propriis 11. Vol. XIX p. 40 K. ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λογικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς· ἑαυτῶν δὲ πάλιν ἰδίᾳ τοὺς καθ’ ἑκάστην αὐτῶν· μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς.
Galenus de differentia pulsuum II 4. Vol. VIII 578. οὐδὲ γὰρ εὖρον τοὔνομα παρά τινι τῶν Ἐλλήνων· ὥστε οὐδὲ καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων.
Diog. Laërt. VII 41. τὸ δὲ λογικὸν μέρος φασὶν ἔνιοι εἰς δύο
διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς διαλεκτικήν. — — 42. τήν τε ῥητορικὴν
ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ λόγων καὶ τὴν διαλεκτικὴν τοῦ ὀρθῶς
διαλέγεσθαι περὶ τῶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται·
ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων.
Ammonius in Aristot. Anal. pr. p. 8, 20 Wal. οἱ μὲν Στωϊκοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχόν, ἀλλὰ μέρος. idem p. 9, 1. οἱ μὲν οὖν Στωϊκοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἶναι. συλλογίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν ἢ μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰαρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φησίν κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης ⟨μέρος ἐστὶν ἢ μόριον· ἡ λογικὴ ἄρα οὐκ ἔστιν ὄργανον⟩ τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ⟨αἱ⟩ ἄλλαι πᾶσαι τέχναι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπουδάζουσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήοσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστήμων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωϊκοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι ⟨μέρος, οὐ⟩ μόριον. λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδεικνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται (κεχρήμεθα γὰρ αὐτῇ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγόμενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. Quamquam physica pars theoretica vocatur et ethica practica, quod a veterum Stoicorum usu abhorret, probabile tamen videtur, simili ratione veteres probavisse: logicam esse partem philosophiae. cf. Philoponus ad Anal. pr. f. 4a.
Alexander Aphrod. in Aristot. Analyt. pr. p. 1, 9 Wal. οἱ μὲν οὖν μέρος
αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς
ἁπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν
αὐτῶν καὶ τὴν τάξιν τε καὶ τὴν σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε· οὖσα
δὲ ταύτης ἔργον οὐδετέρου
Plut. de Stoic. repugn. cp. 9 p. 1035e. Εἰ δέ τις ἐρεῖ, γεγραφέναι τὸν
Χρύσιππον ἐν τῷ περὶ Λὁγου Χρήσεως, ὡς Οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων
τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον
ἀληθῆ μὲν ἐρεῖ etc.
Arrianus Epictet. dissert. I 17, 10. ἐκεῖνο ἀπαρκεῖ ὅτι (τὰ λογικά) τῶν
ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. τίς
λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης;
Diocles Magnes apud Diog. Laërt. VII, 49. ἀρέσκει τοῖς Στωϊκοῖς τὸν περὶ φαντασίας καὶ αἰσθήσεως προτάττειν λόγον, καθότι τὸ κριτήριον, ᾧ ἡ ἀλήθεια τῶν πραγμάτων γινώσκεται, κατὰ γένος φαντασία ἐστί, καὶ καθότι ὁ περὶ συγκαταθέσεως καὶ ὁ περὶ καταλήψεως καὶ νοήσεως λόγος, προάγων τῶν ἄλλων, οὐκ ἄνευ φαντασίας συνίσταται· προηγεῖται γὰρ ἡ φαντασία, εἶθ’ ἡ διάνοια ἐκλαλητικὴ ὑπάρχουσα, ὃ πάσχει ὑπὸ τῆς φαντασίας, τοῦτο ἐκφέρει λόγῳ.
Diog. Laërt. VII 46. τὴν δὲ φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, τοῦ ὀνόματος οἰκείως μετενηνεγμένου ἀπὸ τῶν τύπων ⟨τῶν⟩ ἐν τῷ κηρῷ ὑπὸ τοῦ δακτυλίου γινομένων. τῆς δὲ φαντασίας τὴν μὲν καταληπτικὴν τὴν δὲ ἀκατάληπτον· καταληπτικὴν μέν, ἣν κριτήριον εἶναι τῶν πραγμάτων φασί, τὴν γινομένην ἀπὸ ὑπάρχοντος κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπεσφραγισμένην καὶ ἐναπομεμαγμένην· ἀκατάληπτον δὲ τὴν μὴ ἀπὸ ὑπάρχοντος ἤ ἀπὸ ὑπάρχοντος μέν, μὴ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· τὴν μὴ τρανῆ μηδὲ ἔκτυπον.
Aëtii plac. IV. 12, 1 (DDG p. 401, 14). Τίνι διαφέρει φαντασία
φανταστὸν φανταστικὸν φάντασμα. Gal. hist. philos. 98. cf. Nemesius p. 171-73 ed.
Matth. Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν
τῇ ψυχῇ γιγνόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν δι’ ὄψεως
θεωρῶμεν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ. καὶ
⟨κατὰ⟩ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς· ὁμοίως καὶ διὰ
τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. - Εἴρηται δὲ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς
αὑτὸ δείκνυσι καὶ τὰ
Diocles Magnes apud Diog. Laërt. VII, 50. διαφέρει δὲ φαντασία καὶ φάντασμα. φάντασμα μὲν γάρ ἐστι δόκησις διανοίας, οἵα γίνεται κατὰ τοὺς ὕπνους, φαντασία δέ ἐστι τύπωσις ἐν cυχῇ, τουτέστιν ἀλλοίωσις, ὡς ὁ Χρύσιππος ἐν τῇ βʹ περὶ ψυχῆς ὑφίσταται. οὐδὲ γὰρ δεκτέον τὴν τύπωσιν οἱονεὶ τύπον σφραγιστῆρος, ἐπεὶ ἀνένδεκτόν ἐστι πολλοὺς τύπους κατὰ τὸ αὐτὸ περὶ τὸ αὐτὸ γίνεσθαι.
Sextus Emp. adv. math. VII 227. ἀπολειπομένης δ’ ἔτι τῆς στωϊκῆς δόξης
παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. κριτήριον τοίνυν φασὶν ἀληθείας εἶναι οἱ ἄνδρες
οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ’ εἰσόμεθα, πρότερον γνόντες τί ποτέ ἐστι
κατ’ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ’ εἴδους ταύτης διαφοραί. φαντασία οὖν ἐστὶ κατ’
αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν
τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ
τύπωσιν. Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτο. πρῶτον μὲν γάρ, φησι, τῆς διανοίας
δεήσει ὑφ’ ἕν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν
αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς
μηκέτι ἀτόπου ὄντος ⟨τοῦ⟩ τὸ αὐτὸ σῶμα ὑφ’ ἔνα καὶ τὸν αὐτὸν χρόνον, πολλῶν περὶ ἡμᾶς
συνισταμένων φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις· ὥσπερ γὰρ ὁ ἀὴρ, ὅταν ἄμα
πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ἓν καὶ διαφερούσας ἀναδεχόμενος πληγὰς εὐθὺς πολλὰς
ἴσχει καὶ τὰς ἑτεροιώσεις, οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι
τούτῳ πείσεται. ibid. 372. εἰ γὰρ τύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατ’ ἐξοχὴν
καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν, ἢ κατὰ ψιλὴν
ἑτεροίωσιν γίνεται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον ἐδόξασαν. καὶ εἰ μὲν κατ’ ἐξοχὴν
καὶ εἰσοχὴν ὑφίσταται ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ
γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα, ἀεὶ τὸ ἔσχατον κίνημα
ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ, ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος
ἐξαλειπτικός ἐστι τοῦ προτέρου. ἀλλ’ εἰ τοῦτο, ἀναιρεῖται μὲν μνήμη θησαυρισμὸς οὖσα
φαντασιῶν, ἀναιρεῖται δὲ πᾶσα τέχνη· σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων, πλείονας
δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν, ἄλλοτε ἄλλων
νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία.
ἄλλως τε εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα, θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ
πνεύματος τῶν φαινομένων σώματα μηδ’ ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν,
εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ ἀπὸ φαντασίας τύπον φυλάττειν. Cf. ibid.
VIII. 400. et h. op. I n. 58 (Zeno) n. 484 (Cleanthes).
Philo de mundi opificio § 166 Vol. I p. 58, 9 Wendl. (αἱ αἰσθήσεις) τὰ φανέντα ἐκτὸς εἴσω κομίζουσαι διαγγέλλουσι καὶ ἐπιδείκνυνται, τοὺς τύπους ἑκάστων ἐνσφραγιζόμεναι καὶ τὸ ὅμοιον ἐνεργαζόμεναι πάθος. Κηρῷ γὰρ ἐοικὼς (scil. ὁ νοῦς) δέχεται τὰς διὰ τῶν αἰσθήσεων φαντασίας, αἷς τὰ σώματα καταλαμβάνει etc.
Alexander Aphrod. de anima p. 72, 5 Bruns. χρὴ δὲ τοῦ τύπου κοινότερον
ἐπὶ τῆς φαντασίας ἀκούειν. Κυρίως μὲν γὰρ τύπος τὸ κατ’ εἰσοχήν τε καὶ ἐξοχήν, ἢ τὸ
τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα.
οὐχ οὕτως δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν
κατὰ
Alexander Aphrod. de anima p. 68, 11 Bruns. διὸ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. (cf. ibid. 16. ἔτι ἤτοι τὴν γινομένην τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν. αὕτη γὰρ ἡ γένεσις τοῦ τύπου. ἀλλὰ γίνονται φαντασίαι καὶ χωρὶς τῆς κατὰ τὰς αἰσθήσεις ἐνεργείας. εἰ δὲ τὴν γεγονυῖαν καὶ σῳζομένην, τὴν μνήμην ἂν λέγοιεν φαντασίαν.)
Diocles Magnes apud Diog. Laërt. VII 50. νοεῖται δὲ [ἡ] φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατὰ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναποτετυπωμένη καὶ ἐναπεσφραγισμένη, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος.
Diocles Magnes apud Diog. Laërt. VII 51. τῶν δὲ φαντασιῶν κατ’ αὐτοὺς αἱ μέν εἰσιν αἰσθητικαί, αἱ δ’ οὔ· αἰσθητικαὶ μὲν αἱ δι’ αἰσθητηρίου ἢ αἰσθητηρίων λαμβανόμεναι, οὐκ αἰσθητικαὶ δὲ αἱ διὰ τῆς διανοίας, καθάπερ τῶν ἀσωμάτων καὶ τῶν ἄλλων τῶν λόγῳ λαμβανομένων. τῶν δὲ αἰσθητικῶν ⟨αἱ μὲν⟩ ἀπὸ ὑπαρχόντων μετὰ εἴξεως καὶ συγκαταθέσεως γίνονται· εἰσὶ δὲ τῶν φαντασιῶν καὶ ἐμφάσεις, αἱ ὡς ἂν ἀπὸ ὑπαρχόντων γινόμεναι. ἔτι τῶν φαντασιῶν αἱ μέν εἰσι λογικαί, αἱ δὲ ἄλογοι· λογικαὶ μὲν αἱ τῶν λογικῶν ζῴων, ἄλογοι δὲ αἱ τῶν ἀλόγων. αἱ μὲν οὖν λογικαὶ νοήσεις εἰσίν, αἱ δ’ ἄλογοι οὐ τετυχήκασιν ὀνόματος· καὶ αἱ μέν εἰσι τεχνικαί, αἱ δὲ ἄτεχνοι· ἄλλως γοῦν θεωρεῖται ὑπὸ τεχνίτου εἰκὼν καὶ ἄλλως ὑπὸ ἀτέχνου.
Cicero de divin. II. 61, 126. praesertim cum Chrysippus, Academicos refellens, permulto clariora et certiora esse dicat, quae vigilantibus videantur, quam quae somniantibus.
Sextus adv. math. VII 162 (ex Antiocho, Stoicorum in hac re sectatore).
καὶ φαντασίαν ῥητέον εἶναι πάθος τι περὶ τὸ ζῷον ἑαυτοῦ τε καὶ τοῦ ἑτέρου
παραστατικόν. οἷον προσβλέψαντές τινι, φησὶν ὁ Ἀντίοχος, διατιθέμεθά πως τὴν ὄψιν,
καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὡς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν. Κατὰ
μέντοι τὴν τοιαύτην ἀλλοίωσιν δυοῖν ἀντιλαμβανόμεθα, ἑνὸς μὲν αὐτῆς τῆς ἀλλοιώσεως,
τουτέστι τῆς φαντασίας, δευτέρου δὲ τοῦ τὴν ἀλλοίωσιν ἐμποιήσαντος, τουτέστι τοῦ
ὁρατοῦ· καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων παραπλήσιον. ὥσπερ οὖν τὸ φῶς ἑαυτό τε δείκνυσι
καὶ πάντα τὰ ἐν αὐτῷ, οὕτω καὶ ἡ φαντασία, ἀρχηγὸς οὖσα τῆς περὶ τὸ ζῷον εἰδήσεως,
φωτὸς δίκην ἑαυτήν τε ἐμφανίζειν ὀφείλει καὶ τοῦ ποιήσαντος αὐτὴν ἐναργοῦς ἐνδεικτικὴ
καθεστάναι.
Sextus adv. math. VII 241. ἡ φαντασία γίνεται ἤτοι τῶν ἐκτὸς ἢ τῶν ἐν ἡμῖν παθῶν, ὃ δὴ κυριώτερον διάκενος ἑλκυσμὸς παρ’ αὐτοῖς (scil. Stoicis) καλεῖται.
Sextus adv. math. VII 242. τῶν δὲ φαντασιῶν πολλαὶ μὲν καὶ ἄλλαι εἰσὶ
διαφοραί, ἀπαρκέσουσι δὲ αἱ λεχθησόμεναι. τούτων γὰρ αἱ μέν εἰσι πιθαναί, αἱ δὲ
ἀπίθανοι, αἱ δὲ πιθαναὶ ἅμα καὶ ἀπίθανοι, αἱ δὲ οὕτε πιθαναὶ οὕτε ἀπίθανοι. πιθαναὶ
μὲν οὖν εἰσιν αἱ λεῖον κίνημα περὶ ψυχὴν ἐργαζόμεναι, ὥσπερ νῦν τὸ ἡμέραν εἶναι καὶ
τὸ ἐμὲ διαλέγεσθαι (Sextum audi) - ἀπίθανοι δὲ αἱ μὴ τοιαῦται ἀλλ’ ἀποστρέφουσαι ἡμᾶς
τῆς συγκαταθέσεως οἷον εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν ἥλιος ὑπὲρ
γῆς
εἰ σκότος ἐστίν, ἡμέρα ἐστίν.
- πιθαναὶ δὲ καὶ ἀπίθανοι καθεστᾶσιν
αἱ κατὰ τὴν πρός τι σχέσιν ὁτὲ μὲν τοῖαι γινόμεναι ὁτὲ δὲ τοῖαι, οἷον αἱ τῶν ἀπόρων
λόγων, οὔτε δὲ πιθαναὶ οὔτε ἀπίθανοι καθάπερ αἱ τῶν τοιούτων πραγμάτων ἄρτιοί
εἰσιν οἱ ἀστέρες
περισσοί εἰσιν οἱ ἀστέρες.
- Τῶν δὲ πιθανῶν ἢ ἀπιθάνων
φαντασιῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς, αἱ δὲ ἀληθεῖς καὶ ψευδεῖς, αἱ δὲ οὔτε
ἀληθεῖς οὔτε ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσιν ὧν ἔστιν ἀληθῆ κατηγορίαν ποιήσασθαι, ὡς
τοῦ ἡμέρα ἐστίν
ἐπὶ τοῦ παρόντος ἢ τοῦ φῶς ἐστι,
ψευδεῖς δὲ ὧν ἔστι
ψευδῆ κατηγορίαν ποιήσασθαι, ὡς τοῦ κεκλάσθαι τὴν κατὰ βυθοῦ κώπην ἢ μύουρον εἶναι
τὴν στοάν, ἀληθεῖς δὲ καὶ ψευδεῖς ὁποία προσέπιπτεν Ὀρέστῃ κατὰ μανίαν ἀπὸ τῆς
Ἠλέκτρας (καθὸ μὲν γὰρ ὡς ἀπὸ ὑπάρχοντός τινος προσέπιπτεν, ἦν ἀληθής, ὑπῆρχε γὰρ
Ἠλέκτρα· καθὸ δ’ ὡς ἀπὸ Ἐρινύος, ψευδής· οὐκ ἦν γὰρ Ἐρινύς), καὶ πάλιν εἴτις ἀπὸ
Δίωνος ζῶντος κατὰ τοὺς ὕπνους ὡς ἀπὸ παρεστῶτος ὀνειροπολεῖται ψευδῆ καὶ διάκενον
ἑλκυσμόν. οὔτε δὲ ψευδεῖς οὔτε ἀληθεῖς εἰσιν αἱ γενικαί· ὧν γὰρ τὰ εἴδη τοῖα ἢ τοῖα,
τούτων τὰ γένη οὔτε τοῖα οὔτε τοῖα, οἷον τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ
βάρβαροι, ἀλλ’ ὁ γενικὸς ἄνθρωπος οὕτε Ἕλλην ἐστίν, ἐπεὶ πάντες ἂν οἱ ἐπ’ εἴδους ἦσαν
Ἕλληνες, οὔτε βάρβαρος διὰ τὴν αὐτὴν αἰτίαν. - τῶν δὲ ἀληθῶν αἱ μέν εἰσι
καταληπτικαί, αἱ δὲ οὔ, οὐ καταληπτικαὶ μὲν αἱ προσπίπτουσαί τισι κατὰ πάθος· μυρίοι
γὰρ φρενιτίζοντες καὶ μελαγχολῶντες ἀληθῆ μὲν ἕλκουσι φαντασίαν, οὐ καταληπτικὴν δέ,
ἀλλ’ ἔξωθεν καὶ ἐκ τύχης οὕτω συμπεσοῦσαν, ὅθεν οὐδὲ διαβεβαιοῦνται περὶ αὐτῆς
πολλάκις, οὐδὲ συγκατατίθενται αὐτῇ. καταληπτικὴ δέ ἐστιν ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’
αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ
ὑπάρχοντος. ἄκρως γὰρ ποιούμενοι ἀντιληπτικὴν εἶναι τῶν ὑποκειμένων τήνδε τὴν
φαντασίαν καὶ πάντα τεχνικῶς τὰ περὶ αὐτοῖς ἰδιώματα ἀναμεμαγμένην, ἕκαστον τούτων
φασὶν ἔχειν συμβεβηκός. ὧν πρῶτον μὲν τὸ ἀπὸ ὑπάρχοντος γίνεσθαι - δεύτερον δὲ τὸ καὶ
ἀπὸ ὑπάρχοντος εἶναι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον· ἔνιαι γὰρ πάλιν ἀπὸ ὑπάρχοντος μέν
εἰσιν, οὐκ αὐτὸ δὲ τὸ ὑπάρ χον ἰνδάλλονται, ὡς ἐπὶ τοῦ μεμηνότος Ὀρέστου μικρῷ
πρότερον ἐδείκνυμεν. - οὐ μὴν ἀλλὰ καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην
τυγχάνειν, ἵνα πάντα τεχνικῶς τὰ ἰδιώματα τῶν φανταστῶν ἀναμάττηται. (Ut anuli cerae
impressi) οὕτω καὶ οἱ κατάληψιν ποιούμενοι τῶν ὑποκειμένων πᾶσιν ὀφείλουσι τοῖς
ἰδιώμασιν αὐτῶν ἐπιβάλλειν. τὸ δὲ οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος
προσέθεσαν, ἐπεὶ οὐχ ὥσπερ οἱ ἀπὸ τῆς
Cicero Acad. Pr. II 47. Nam cum dicatis, inquiunt (scil. novi Academici contra Stoicos disputantes), visa quaedam mitti a deo, velut ea quae in somnis videantur, quaeque oraculis, auspiciis, extis declarentur - haec enim aiunt probari Stoicis, quos contra disputant - quaerunt, quonam modo, falsa visa quae sint, ea deus efficere possit probabilia etc.
Sextus adv. math. VII 405 (Carneades). εἰ οὖν καταληπτικαί τινές εἰσι φαντασίαι παρόσον ἐπάγονται ἡμᾶς εἰς συγκατάθεσιν καὶ εἰς τὸ τὴν ἀκόλουθον αὐταῖς πρᾶξιν συνάπτειν etc. Ex Stoicorum sententia hoc dictum esse conexus probat.
Sextus adv. math. VII 424 (Carneades). ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ’ αὐτούς (scil. Stoicos), οἷον ὁρατικὴ, δεῖ πέντε συνδραμεῖν, τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ πῶς καὶ τὴν διάνοιαν, ὡς ἐὰν τῶν ἄλλων παρόντων ἓν μόνον ἀπῇ, καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα, οὐ σωθήσεται, φασίν, ἡ ἀντίληψις.
Sextus adv. math. VII 426. ζητούντων ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ
φαντασία, ὁριζόμενοί φασιν ἡ ἀπὸ ὑπάρχοντος etc. etc.
εἶτα πάλιν (ἐπεὶ πᾶν τὸ
ὁρικῶς διδασκόμενον ἐκ γινωσκομένων διδάσκεται) προσανακρινόντων ἡμῶν τί ποτ’ ἔστι
καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν.
Alexander de anima p. 71, 10. Bruns. τὰς δὴ ἀληθεῖς τῶν φαντασιῶν καὶ σφοδρὰς εἰώθαμεν λέγειν καὶ καταληπτικάς, τῷ κατάληψιν εἶναι τὴν ταῖς τοιαύταις φαντασίαις συγκατάθεσιν, ἀκατάληπτον δὲ φαντασίαν καλοῦμεν τήν τε ψευδῆ καὶ τῶν ἀληθῶν τὰς ἀμυδράς.
Diocles Magnes apud Diog. Laërt. VII 52. αἴσθησις δὲ λέγεται κατὰ τοὺς Στωϊκοὺς τό τε ἀφ’ ἡγεμονικοῦ πνεῦμα [καὶ] ἐπὶ τὰς αἰσθήσεις διῆκον καὶ ἡ δι’ αὐτῶν κατάληψις καὶ ἡ περὶ τὰ αἰσθητήρια κατασκευή, καθ’ ἥν τινες πηροὶ γίνονται. καὶ ἡ ἐνέργεια δὲ αἴσθησις καλεῖται.
Aët. Plac. IV 8, 12. Οἱ Στωϊκοὶ πᾶσαν αἴσθησιν εἶναι συγκατάθεσιν καὶ κατάληψιν.
Cicero Acad. Pr. II 108. Alterum est, quod negatis actionem ullius rei
posse in eo esse, qui nullam rem adsensu suo comprobet. Primum enim videri oportere,
in quo sit etiam adsensus. Dicunt enim
Porphyrius de anima apud Stobaeum ed. II 349. 23 W. τῶν ἀπὸ τῆς Στοᾶς τὴν αἴσθησιν οὐκ ἐν τῇ φαντασίᾳ ἱστάντων μόνον, ἀλλὰ τὴν οὐσίαν ἀναρτώντων ἀπὸ τῆς συγκαταθέσεως· αἰσθητικῇ γὰρ φαντασίᾳ συγκατάθεσίς ἐστιν ἡ αἴσθησις, τῆς συγκαταθέσεως καθ’ ὁρμὴν οὔσης.
Galenus in Hippocr. de medic. officina Vol. XVIII B p. 654 K. καὶ μὴν
καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν τινες· οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ
ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαι ἔστι
τῷ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ
ἔστιν αἰσθάνεσθαι.
ἰδεῖν μὲν γὰρ ἔστι καὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς,
αἰσθάνεσθαι δὲ οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ
Σιμίου τοῦ Στωϊκοῦ, διὸ καὶ ⟨ὁ⟩ τοῦ Κοΐντου μαθητὴς Ἰφικιανὸς αὐτὴν προσήκατο, τὴν
Στωϊκήν ἀσπαζόμενος φιλοσοφίαν. ἀλλ’ ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν ἕτερον μέρος
τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διοίσκει τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν
γίγνονται· τὸ δὲ δεύτερον περὶ τοῦ κατ’ αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ, ὡς εἰ καὶ
οὕτως ἐγέγραπτο· προσῆκε ποιεῖσθαι τὰς διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ
ἀνομοίων τοῖς κατὰ φύσιν ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δέ ἐστι τὰ
αἰσθητὰ καὶ τούτων οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν ἢ ὅλως παρῄσθετο κατά τινα τῶν
αἰσθήσεων, ἀλλ’ ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ἑκάστῃ ἥσθετο καὶ τῇ γνώμῃ.
συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης.
Sextus adv. math. VIII 185. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τέμνοντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὡς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως.
Cicero Acad. Pr. II 101. Neque nos (scil. Academici) contra sensus aliter dicimus ac Stoici, qui multa falsa esse dicunt longeque aliter se habere ac sensibus videantur.
Aët. Plac. IV 9, 4. Οἱ Στωϊκοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς.
Galenus de dignoscendis pulsibus I 5. Vol. VIII p. 793. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ ἐκτὸς ὑποκείμενα.
Sextus adv. math. IX 352. τοιούτων δὲ ἠπορημένων κατὰ τὸν τόπον
εἰώθασιν οἱ δογματικοί - λέγειν ὅτι τὸ μὲν ἐκτὸς ὑποκείμενον καὶ αἰσθητὸν οὔτε ὅλον
ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες.
ἦν γὰρ τὸ ὅλον τῶν πρός τι· ὡς γὰρ πρὸς τὰ μέρη ἐνοεῖτο τὸ ὅλον· καὶ πάλιν τὰ μέρη
τῶν πρός τι· ὡς γὰρ πρὸς τὸ ὅλον νοεῖται τὰ μέρη· τὰ δὲ πρός τι ἐν συμμνημονεύσει
ἐστὶν ἡμετέρᾳ, ἡ δὲ ἡμστέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν. τὸ οὖν ὅλον καὶ τὸ μέρος
ἐστὶν ἐν ἡμῖν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ
πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.
Aëti Plac. IV 9, 13. Χρύσιππος τὸ μὲν γενικὸν ἡδὺ νοητόν, τὸ δὲ εἰδικὸν καὶ προσπῖπτον ἤδη αἰσθητόν.
Quae secuntur fragmenta ad Chrysippi doctrinam accommodata esse probabile duco. Is enim κριτήρια ἀπολείπει αἴσθησιν καὶ πρόληψιν (n. 105), is moralia placita eo commendat, quod τῶν ἐμφύτων ἅπτονται προλήψεων (III n. 69); idem dixit τὸ γενικὸν ἡδὺ νοητόν (81) et ἐμπειρίας vocabulo saepius usus est, ut in finis bonorum definitione: ζῆν κατ’ ἐμπειρίαν τῶν φύσει συμβαινόντων (III n. 4).
Aëtii Plac. IV 11. Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος. Gal. 92. Οἱ Στωϊκοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὔεργον εἰς ἀπογραφήν· εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. - Πρῶτος δὲ [ὁ] τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων. αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δὲ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν· ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν φαντασιῶν πλῆθος. - Τῶν δὲ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δὲ ἥδη δι’ ἡμετέρας διδασκαλίας καὶ ἐπιμελείας· αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. - Ὁ δὲ λόγος, καθ’ ὃν προσαγορευόμεθα λογικοὶ ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δ’ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου· τὸ γὰρ φάντασμα ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. - Διόπερ τοῖς ἀλόγοις ζῴοις ὅσα προσπίπτει, φαντάσματα μόνον ἐστίν· ὅσα δὲ ἡμῖν καὶ τοῖς θεοῖς, ταῦτα καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατ’ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες αὐτὰ μὲν καθ’ αὑτὰ ὑπάρχει δηνάρια ⟨καὶ⟩ στατῆρες· ἐὰν δὲ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.
Diocles Magnes apud Diog. Laërt. VII 52. ἡ δὲ κατάληψις γίνεται κατ’ αὐτοὺς αἰσθήσει μὲν λευκῶν καὶ μελάνων καὶ τραχέων καὶ λείων, λόγῳ δὲ τῶν δι’ ἀποδείξεως συναγομένων, ὥσπερ τοῦ θεοὺς εἶναι καὶ προνοεῖν τούτους.
Sextus adv. mat. VIII 409. οἱ δὲ (scil. Stoici) καὶ δι’ ὑποδειγμάτων
πειρῶνται τὸ ἀξιούμενον παραμυθεῖσθαι (scil. ὅτι τὰ ἀσώματα οὐ ποιεῖ τι οὐδὲ
φαντασιοῖ ἡμᾶς, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐπ’ ἐκείνοις φαντασιούμενοι cf. § 406). ὥσπερ
γάρ, φασίν, ὁ παιδοτρίβης καὶ ὁ ὁπλομάχος ἔσθ’ ὅτε μὲν λαβόμενος τῶν χειρῶν τοῦ
παιδὸς ῥυθμίζει καὶ διδάσκει τινὰς κινεῖσθαι κινήσεις, ἔσθ’ ὅτε δὲ ἄπωθεν ἑστὼς καί
πως κινούμενος ἐν ῥυθμῷ παρέχει ἑαυτὸν ἐκείνῳ πρὸς μίμησιν, οὕτω καὶ τῶν φανταστῶν
ἔνια μὲν οἱονεὶ ψαύοντα καὶ θιγγάνοντα τοῦ ἡγεμονικοῦ ποιεῖται τὴν ἐν τούτῳ τύ
Philo de provid. II § 58 (p. 85 Aucher). Quid tamen, quaeso, sit unquam species, nisi universalis alicuius comprehensio? Et intellectui quid occurrat universale aliud, quod deus prius non fecerit, menti inserens fecunditatem, quae optime est apta ad admovendum sibi singula, occurrentibus signis vel antea conceptis pro naturis inquirendis.
Diocles Magnes apud. Diog. Laërt. VII 52. τῶν-νοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατ’ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. κατὰ περίπτωσιν μὲν οὖν ἐνοήθη τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ [τὰ] ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος, κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μέν, ὡς ὁ Τιτυὸς καὶ Κύκλωψ, μειωτικῶς δέ, ὡς ὁ Πυγμαῖος. καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν. κατὰ μετάθεσιν δὲ· οἷον ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους· κατὰ σύνθεσιν δὲ ἐνοήθη Ἱπποκένταυρος· καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται δίκαιόν τι καὶ ἀγαθόν· καὶ κατὰ στέρησιν, οἷον ἄχειρ. - Cf. III n. 72.
Sextus adv. math. VIII 56. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως. ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ’ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. - καὶ καθόλου οὐδέν ἐστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὑτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ καθ’ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν (sequuntur exempla) cf. id. IX 393-395.
Galenus defin. medicae 126 Vol. XIX p. 381 K. ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις· νόησις δὲ λογικὴ φαντασία.
Sextus adv. math. VII 151. τρία γὰρ εἶναί φασιν ἐκεῖνοι (Stoici ab
Arcesilao impugnati i.e. Zeno et Cleanthes) τὰ συζυγοῦντα ἀλλήλοις, ἐπιστήμην καὶ
δόξαν καὶ τὴν ἐν μεθορίᾳ τούτων τεταγμένην κατάληψιν, ὧν ἐπιστήμην μὲν εἶναι τὴν
ἀσφαλῆ καὶ βεβαίαν καὶ ἀμετάθετον ὑπὸ λόγου κατάληψιν, δόξαν δὲ τὴν ἀσθενῆ καὶ ψευδῆ
συγκατάθεσιν, κατάληψιν δὲ τὴν μεταξὺ τούτων, ἥτις ἐστὶ καταληπτικῆς φαντασίας
συγκατάθεσις· καταληπτικὴ δὲ φαντασία κατὰ τούτους ἐτύγχανεν ἡ ἀληθὴς καὶ τοιαύτη οἵα
οὐκ ἂν γένοιτο ψευδής. ὧν τὴν μὲν ἐπιστήμην ἐν μόνοις ὑφίστασθαι λέγουσι τοῖς
Sextus adv. math. VIII 396. ἐπεὶ καὶ οἱ Στωϊκοὶ μάλιστα δοκοῦσιν ἐξηκριβωκέναι τοὺς ἀποδεικτικοὺς τρόπους, φέρε καὶ πρὸς τούτους ὀλίγα διεξέλθωμεν. - 397. ἔστι μὲν οὖν ἡ κατάληψις, ὡς ἔστι παρ’ αὐτῶν ἀκούειν, καταληπτικῆς φαντασίας συγκατάθεσις, ἥτις διπλοῦν ἔοικεν εἶναι πρᾶγμα, καὶ τὸ μέν τι ἔχειν ἀκούσιον, τὸ δὲ ἑκούσιον καὶ ἐπὶ τῇ ἡμετέρᾳ κρίσει κείμενον. τὸ μὲν γὰρ φαντασιωθῆναι ἀβούλητον ἦν· καὶ οὐκ ἐπὶ τῷ πάσχοντι ἔκειτο ἀλλ’ ἐπὶ τῷ φαντασιοῦντι τὸ οὑτωσὶ διατεθῆναι, οἷον λευκαντικῶς λευκοῦ ὑποπεσόντος χρώματος ἢ γλυκαντικῶς γλυκέος τῇ γεύσει προσαχθέντος· τὸ δὲ συγκαταθέσθαι τούτῳ τῷ κινήματι ἔκειτο ἐπὶ τῷ παραδεχομένῳ τὴν φαντασίαν.
Cicero Acad. Pr. II 119. Quamcumque vero sententiam probaverit (scil. sapiens), eam sic animo comprensam habebit ut ea, quae sensibus, nec magis adprobabit nunc lucere, quam, quoniam Stoicus est, hunc mundum esse sapientem, habere mentem, quae et se et ipsum fabricata sit et omnia moderetur, moveat, regat. Erit ei persuasum etiam solem, lunam, stellas omnes, terram, mare deos essse, quod quaedam animalis intelligentia per omnia ea permanet et transeat; fore tamen aliquando, ut omnis hic mundus ardore deflagret.
Galenus defin. medicae 7. Vol. XIX p. 350. ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι· ἐπιστήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμπτως ὑπὸ λόγου παρεχομένη, 8. τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένον ἐφ’ ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων.
Scholia in Dionys. Thrac. p. 649 Bekker Anecd. Gr. II. Οἱ δὲ Στωϊκοὶ λέγουσι· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.
Philo de congressu erud. gratia § 141 Vol. III p. 101, 5 Wendl. Τέχνης μὲν γὰρ ὅρος οὗτος· σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, πρός τι τέλος εὔχρηστον (τοῦ εὐχρήστου διὰ τὰς κακοτεχνίας ὑγιῶς προστιθεμένου). Ἐπιστήμης δέ· κατάληψις ἀσφαλὴς καὶ βέβαιος, ἀμετάπτωτος ὑπὸ λόγου. μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας — — φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας. φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν.
Sextus Pyrrh. Hypot. III 188. πάλιν οἱ Στωϊκοὶ περὶ ψυχὴν ἀγαθά φασιν
εἶναι τέχνας τινὰς τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι σύστημα ἐκ καταλήψεων
συγγεγυμνασμένων, τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. Πῶς οὖν ἐν τῷ
ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίγνεται καταλήψεων καὶ
ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην,
Sextus adv. math. XI 182. τέχνη γάρ ἐστι σύστημα ἐκ καταλήψεων, καὶ κατάληψίς ἐστι καταληπτικῆς φαντασίας συγκατάθεσις. ibid. 183. πρὸς τούτοις ἡ καταληπτικὴ φαντασία κρίνεται κατὰ τοὺς Στωϊκούς, ὅτι καταληπτική ἐστι τῷ ἀπὸ ὑπάρχοντος γενέσθαι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένως καὶ ἐναπεσφραγισμένως· τό θ’ ὑπάρχον δοκιμάζεται, ὅτι ὑπάρχον ἐστίν, ἐκ τοῦ καταληπτικὴν κινεῖν φαντασίαν. cf. Pyrrh. Hypot. III 242.
Ps. Galeni Prognostica ex mathem. scientia 1 Vol. XIX p. 529 K. Περὶ μὲν τοῦ ὑπαρκτὴν εἶναι τὴν μαθηματικὴν ἐπιστήμην ἤρκει καὶ ἡ τῶν Στωϊκῶν φιλοσόφων, ἀνδρῶν καὶ λόγους διεκπεπονημένων καὶ τὸν βίον ὁποῖός ἐστι παραστησάντων δόξα.
Philo de congressu erud. gratia § 146 Vol. III p. 102, 15 Wendl. Καίτοιγ’ οὐδὲ τοῦτό τις ἀγνοεῖ, ὅτι πάσαις ταῖς κατὰ μέρος (scil. ἐπιστήμαις) τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. Ἰσόπλευρα γὰρ καὶ σκαληνά, κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε· σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία. Πόθεν γὰρ αὐτῇ λέγειν ὁριζομένῃ, ὅτι σημεῖον μέν ἐστιν, οὗ μέρος οὐδέν, γραμμὴ δὲ μῆκος ἀπλατές, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, στερεὸν δὲ ὃ τὰς τρεῖς ἔχει διαστάσεις, μῆκος, πλάτος, βάθος; Ταῦτα γὰρ ἀνάκειται φιλοσοφίᾳ, καὶ ἡ περὶ ὅρων πραγματεία πᾶσα τῷ φιλοσόφῳ. - Τό γε μὴν γράφειν καὶ ἀναγιγνώσκειν γραμματικῆς τῆς ἀτελεστέρας ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσιν· τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. Ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι; ταύτης γὰρ ἴδιον ἐξετάζειν, τί σύνδεσμος, τί ὄνομα, τί ῥῆμα, τί κοινὸν ὄνομα, τί ἴδιον, τί ἐλλιπὲς ἐν λόγῳ, τί πλῆρες, τί ἀποφαντόν, τί ἐρώτημα, τί πύσμα, τί περιεκτικόν, τί εὐκτικόν, τί ἀρατικόν. τὰς γὰρ περὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ κατηγορημάτων πραγματείας ἥδ’ ἐστὶν ἡ συνθεῖσα· ἡμίφωνον δὲ ἢ φωνῆεν ἢ παντελῶς ἄφωνον στοιχεῖον ἰδεῖν καὶ πῶς ἕκαστον τούτων εἴωθε λέγεσθαι, καὶ πᾶσα ἡ περὶ φωνῆς καὶ στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ἰδέα, οὐ φιλοσοφίᾳ πεπόνηται καὶ κατήνυσται; (l. 31 expecto: προστακτικόν pro περιεκτικόν)
Plutarchus quomodo adol. poët. aud. debeat p. 34b. Τὴν δ' ἐπὶ πλέον τῶν
λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν καὶ διαβιβάζειν ἐπὶ τὰ
ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσιόδος εἰπών (Op. et D. 348) 'οὐδ’ ἄν βοῦς ἀπόλοιτʼ,
εἰ μὴ γείτων κακὸς εἴη’ καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων
ὁμοίως τῶν ἀπολέσθαι δαναμένων. Καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος (inc.
Plutarchus quomodo adol. poët. aud. debeat p. 31E. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκουειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ καὶ τὸ 'Ζεῦ πάτερ Ἴδηθεν μεδέων’ (Γ 320) 'Ζεῦ ἄνα Δωδωναῖε’ (Π 233) κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ’ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρυόπα Κρονίδην’ εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου.
Clemens Al. Strom. VI 14 p. 801 Pott. ἔστιν δὲ ἡ μὲν ζήτησις ὁρμὴ ἐπὶ τὸ καταλαβεῖν διά τινων σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον· ἡ εὕρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης.
Cicero Acad. Pr. II 26. (i.e. Antiochus contra ἀκαταληψίαν disputans). Quid quod, si ista vera sunt, ratio omnis tollitur, quasi quaedam lux lunenque vitae! - nam quaerendi initium ratio attulit, quae perfecit virtutem, cum esset ipsa ratio confirmata quaerendo. quaestio autem est adpetitio cognitionis, quaestionisque finis inventio. at nemo invenit falsa, nec ea quae incerta permanent, inventa esse possunt, sed cum ea, quae quasi involuta fuerunt, aperta sunt, tum inventa dicuntur. sic et initium quaerendi et exitus percipiendi et comprendendi ⟨facultate⟩ tenetur.
Plutarchus apud Olympiodorum in Plat. Phaedon. p. 125, 7 ed. Finckh.
Ὅτι ἄπορον ὄντως εἰ οἷόντε ζητεῖν καὶ εὑρίσκειν, ὡς ἐν Μένωνι (p. 80E) προβέβληται·
οὔτε γὰρ ἃ ἴσμεν· μάταιον γάρ· οὔτε ἃ μὴ ἴσμεν· κἂν γὰρ περιπέσωμεν αὐτοῖς,
ἀγνοοῦμεν, ὡς τοῖς τυχοῦσιν. — — οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὰς φυσικὰς ἐννοίας αἰτιῶνται·
εἰ μὲν δὴ δυνάμει, τὸ αὐτὸ ἐροῦμεν· εἰ δὲ ἐνεργείᾳ, διὰ τί ζητοῦμεν ἃ ἴσμεν; εἰ δὲ
ἀπὸ τούτων ἄλλα ἀγνοούμενα. πῶς ἅπερ οὐκ ἴσμεν.
Diogenes Laërt. VII 54. κριτήριον δὲ τῆς ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθάφησι Χρύσιππος ἐν τῇ βʹ τῶν Φυσικῶν καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. ὁ μὲν γὰρ Βόηθος κριτήρια πλείονα ἀπολείπει, νοῦν καὶ αἴσθησιν καὶ ὄρεξιν καὶ ἐπιστήμην· ὁ δὲ Χρύσιππος διαφερόμενος πρὸς αὑτὸν ἐν τῷ πρώτῳ περὶ λόγου κριτηριά φησιν εἶναι αἴσθησιν καὶ πρόληψιν.
Augustinus de civ. dei VIII 7. qui posuerunt iudicium veritatis in sensibus corporis eorumque - regulis - omnia quae discuntur metienda esse censuerunt, ut Epicurei et quicumque alii tales, ut etiam ipsi Stoici, qui cum vehementer amaverint sollertiam disputandi, quam dialecticam nominant, a corporis sensibus eam ducendam putarunt, hinc asseverantes animum concipere notiones, quas appellant ἐννοίας, earum rerum scilicet quas definiendo explicant; hinc propagari atque conecti totam discendi docendique rationem.
Sextus adv. math. VII 35. πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο (scil. κριτήριον) ὑποδιαιρεῖσθαι, λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ’ οὗ, τὸ δὲ ὡς δι’ οὗ, τὸ δὲ ὡς προσβολὴ καὶ σχέσις. ὑφ’ οὗ μὲν ὡς ἄνθρωπος, δι’ οὗ δὲ ὡς αἴσθησις, τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας. 37. καὶ ἔοικε τῷ μὲν ζυγοστάτῃ ἢ τέκτονι ὁ ἄνθρωπος, ὑφ’ οὗ γίνεται ἡ κρίσις, τῷ δὲ ζυγῷ καὶ κανόνι ἡ αἴσθησις καὶ ἡ διάνοια, δι’ ἧς γίνεται τὰ τῆς κρίσεως, τῇ δὲ σχέσει τῶν προειρημένων ὀργάνων ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλεται κρίνειν.
Origenes contra Celsum VII 37 Vol. II p. 187, 22 Kö. (p. 720 Del.) dicit Celsum δογματίζειν παραπλησίως τοῖς ἀναιροῦσι νοητὰς οὐσίας Στωϊκοῖς περὶ τοῦ αἰσθήσεσιν καταλαμβάνεσθαι τὰ καταλαμβανόμενα καὶ πᾶσαν κατάληψιν ἠρτῆσθαι τῶν αἰσθήσεων.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1036c. Ἐπὶ δὲ τοῖς κατὰ
Συνηθείας ἐκδοθεῖσιν οὕτω κομῶσιν καὶ μεγαληγοροῦσιν, ὥστε τοὺς πάντων ὁμοῦ τῶν
Ἀκαδημαϊκῶν λόγους εἰς ταὐτὸ συμφορηθέντας, οὐκ ἀξίους εἶναι παραβαλεῖν οἷς Χρύσιππος
ἔγραψεν εἰς διαβολὴν τῶν αἰσθήσεων — — ἐκεῖνο δ’ ἀληθές, ὅτι βουληθεὶς αὖθις
συνειπεῖν τῇ Συνηθείᾳ καὶ ταῖς αἰσθήσεσιν, ἐνδεέστερος γέγονεν ἑαυτοῦ, καὶ τὸ
σύνταγμα τοῦ σὐντάγματος μαλακώτερον. — — p. 1036a. Ἡδέως ἂν οὖν πυθοίμην τῶν
Στωϊκῶν, εἰ τὰ Μεγαρικὰ
Cicero Acad. Pr. II 67. Sed illud primum, sapientem, si assensurus esset, etiam opinaturum, falsum esse et Stoici dicunt et eorum adstipulator Antiochus: posse enim eum falsa a veris et quae non possint percipi ab iis quae possint distinguere.
Cicero Acad. Pr. II 26 (i.e. Antiochus contra ἀκαταληψίαν disputans). Argumenti conclusio, quae est Graece ἀπόδειξις, ita definitur: ratio, quae ex rebus perceptis ad id, quod non percipiebatur, adducit. 27. quodsi omnia visa eius modi essent, qualia isti dicunt, ut ea vel falsa esse possent, neque ea posset ulla ratio discernere, quo modo quemquam aut conclusisse aliquid aut invenisse diceremus aut quae esset conclusi argumenti fides?
Plutarchus de comm. not. cp. 36 p. 1077c. ἀκοῦσαι τοίνυν ἔστιν αὐτῶν καὶ γράμμασιν ἐντυχεῖν πολλοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς διαφερομένων καὶ βοώντων, ὡς πάντα πράγματα συγχέουσι ταῖς ἀπαραλλαξίαις, ἐπὶ δυεῖν οὐσιῶν ἕνα ποιὸν εἶναι βιαζόμενοι· καίτοι τοῦτο μὲν οὐκ ἔστιν ὅστις ἀνθρώπων οὐ διανοεῖται καὶ τοὐναντίον οἴεται θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ μήτε φάττα φάττῃ μήτε μελίττῃ μέλιττα μήτε πυρῷ πυρὸς ἢ σύκῳ τὸ τοῦ λόγου σῦκον ἐν τῷ παντὶ χρόνῳ γέγονεν ἀπαράλλακτον.
Cicero Acad. Pr. II 85. Stoicum est quidem nec admodum nullum esse pilum
omnibus rebus talem, qualis sit pilus alius, nullum granum.
Cicero Acad. Pr. II 54. cur id potius contenditis, quod rerum natura non patitur, ut non ⟨in⟩ suo quidque genere sit tale, quale est, nec sit in duobus aut pluribus nulla re differens ulla communitas? ibid. 56 quod dilucide docetur a politioribus physicis, singularum rerum singulas proprietates esse.
Cicero Acad. Pr. II 37 (i.e. Antiochus contra ἀκαταληψίαν disputans). nunc de adsensione atque adprobatione, quam Graeci συγκατάθεσιν vocant, pauca dicemus. — — nam cum vim, quae esset in sensibus, explicabamus, simul illud aperiebatur, comprendi multa et percipi sensibus, quod fieri sine adsensione non potest. deinde cum inter inanimem et animal hoc maxime intersit, quod animal agit aliquid (nihil enim agens ne cogitari quidem potest quale sit), aut ei sensus adimendus est aut ea, quae est in nostra potestate sita, reddenda assensio. - 38 sed haec etiam sequuntur, nec memoriam sine adsensione posse con stare nec notitias rerum nec artes; idque quod maximum est, ut sit aliquid in nostra potestate, in eo, qui rei nulli adsentietur, non erit. Ubi igitur virtus, si nihil situm est in ipsis nobis?
Cicero Acad. Pr. II 24 (i.e. Antiochus contra ἀκαταληψίαν disputans). Atque etiam illud perspicuum est, constitui necesse esse initium, quod sapientia, cum quid agere incipiat sequatur, idque initium esse naturae accommodatum. Nam aliter adpetitio (eam enim volumus esse ὁρμήν), qua ad agendum impellimur et id adpetimus, quod est visum, moveri non potest. illud autem, quod movet, prius oportet videri eique credi; quod fieri non potest, si id, quod visum erit, discerni non poterit a falso. quomodo autem moveri animus ad adpetendum potest, si id, quod videtur, non percipitur accommodatumne naturae sit an alienum? Itemque si, quid officii sui sit, non occurrit animo, nihil unquam omnino aget, ad nullam rem unquam impelletur, numquam movebitur. Quodsi aliquid aliquando acturus est, necesse est id ei verum, quod occurrit videri.
Cicero Acad. Pr. II 23 (i.e. Antiochus). Maxine vero virtutum cognitio confirmat percipi et comprehendi multa posse. in quibus solis inesse etiam scientiam dicimus, quam nos non comprehensionem modo rerum, sed eam stabilem quoque et immutabilem esse censemus, itemque sapientiam, artem vivendi, quae ipsa ex sese habeat constantiam. Ea autem constantia si nihil habeat percepti et cogniti, quaero unde nata sit aut quo modo.
Sextus adv. math. VII 440. ἀλλ’ εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ
ζητεῖν πῶς ποτε καὶ ὁ σκεπτικὸς τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται· ἤτοι γὰρ
ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου· καὶ εἰ μὲν ἀκρίτως, εἰ ἔστι
κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι
καὶ δυοῖν θάτερον συναγόντων ἤτοι τὴν
εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές
φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν. καὶ γὰρ ἑαυτοῦ τὸ εὐθὺ καὶ
ἄλλων ἐστὶ δοκιμαστικόν, καὶ ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας
σταθμητικὸς ὑπῆρχεν, καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν
φαίνεται, διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι.
Sextus adv. math. XI 162. ὅθεν καὶ καταφρονεῖν ἀναγκαῖον τῶν εἰς
ἀνενεργησίαν αὐτὸν (scil. τὸν σκεπτικόν) περικλείεσθαι νομιζόντων ἢ εἰς ἀπέμφασιν·
καὶ εἰς ἀνενεργησίαν μὲν ὅτι τοῦ βίου παντὸς ἐν αἱρέσεσι καὶ φυγαῖς ὄντος ὁ μήτε
αἱρούμενός τι μήτε φεύγων δυνάμει τὸν βίον ἀρνεῖται καί τινος φυτοῦ τρόπον ἐπεῖχεν,
εἰς ἀπέμφασιν δὲ ὅτι ὑπὸ τυράννῳ ποτὲ γενόμενος καὶ τῶν ἀῤῥήτων τι ποιεῖν
ἀναγκαζόμενος ἢ οὐχ ὑπομενεῖ τὸ προσταττόμενον ἀλλ’ ἑκούσιον ἑλεῖται θάνατον, ἢ
φεύγων τὰς βασάνους ποιήσει τὸ κελευόμενον, οὕτω τε οὐκέτι ἀφυγὴς καὶ ἀναίρετος
ἔσται κατὰ τὸν Τίμωνα, ἀλλὰ τὸ μὲν ἑλεῖται, τοῦ δ’ ἀποστήσεται· ὅπερ ἦν τῶν μετὰ
πείσματος κατειληφότων τὸ φευκτόν τι εἶναι καὶ αἱρετόν. ταῦτα δὴ λέγοντες οὐ συνιᾶσιν
etc.
Galenus adv. Iulianum 5. Vol. XVIII A p. 268 K. εἰ μή τις τὴν διαφωνίαν ἱκανὸν οἴεται μάρτυρα εἶναι τῆς ἀγνοίας τοῦ δόγματος, ἐξαίφνης ἀπορητικός τις ἀντὶ Στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ, φάσκοντι μηδὲν τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι etc.
Clemens Al. Stromat. VIII 5 (II p. 923 Pott.). Πρὸς τοὺς Πυῤῥωνείους.
Εἰ ⟨μέν⟩ φησιν ἡ ἐποχὴ βέβαιον εἶναι μηδέν, δῆλον ὅτι ἀφ’ ἑαυτῆς ἀρξαμένη πρῶτον
ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ
ἐνίσταται μηδὲν εἶναι ἀληθὲς λέγουσα καὶ δῆλον ὅτι οὐδ’ αὐτὴ πρότερον ἀληθεύσει. ἤτοι
γὰρ αὐτὴ ἀληθεύει ἢ οὐκ ἀληθεύει. ἀλλ’ εἰ μὲν ἀληθεύει, δίδωσιν ἄκουσά τι εἶναι
ἀληθές. εἰ δὲ μὴ ἀληθεύει, ἀληθῆ ἀπολείπει ἅπερ ἀνελεῖν ἐβούλετο. ἐν ᾧ γὰρ ψευδὴς
δείκνυται ἡ ἀναιροῦσα ἐποχή, ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ
λέγων ψευδεῖς εἶναι πάντας τοὺς ὀνείρους. αὑτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται
κυρωτική. καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφ’ ἑαυτῆς ποιήσεται τὴν ἀρχήν, οὐκ ἄλλου τινὸς
οὖσα ἐποχή, ἀλλ’ ἑαυτῆς πρῶτον. ἔπειτα εἰ καταλαμβάνει τις ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι
ἐπέχει, δῆλός ἐστι μὴ ἐπέχων. πῶς δ’ ἂν καὶ τὴν ἀρχὴν εἰς τὴν ἀμφισβήτησιν ἀφίκετο
περὶ
Diocles Magnes apud Diog. Laërt. VII 62. διαλεκτικὴ δέ ἐστιν, ὥς φησι Ποσειδώνιος, ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδὲτέρων· τυγχάνει δὲ αὕτη, ὡς ὁ Χρύσιππός φησι, περὶ σημαίνοντα καὶ σημαινόμενα.
Sextus adv. math. XI 187. καὶ αὐτοὶ δὲ (scil. Stoici) τὴν διαλεκτικὴν ἔφασαν ἐπιστήμην ἀληθῶν τε καὶ ψευδῶν καὶ οὐδετέρων.
Alexander in Aristot. Top. p. 3 Ald. p. 1, 8 Wal. ἡμᾶς δὲ καλῶς ἔχει προειδέναι ὅτι τὸ τῆς διαλεκτικῆς ὄνομα οὐκ ἐπὶ τὸ αὐτὸ σημαινόμενον πάντες οἱ φιλόσοφοι φέρουσιν, ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὁριζόμενοι τὴν διαλεκτικὴν ἐπιστήμην τοῦ εὖ λέγειν, τὸ δὲ εὖ λέγειν ἐν τῷ τὰ ἀληθῆ καὶ τὰ προσήκοντα λέγειν εἶναι τιθέμενοι, τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου κατὰ τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό· καὶ διὰ τοῦτο μόνος ὁ σοφὸς κατ’ αὐτοὺς διαλεκτικός.
Philodemus de rhetorica Vol. I 10 Sudhaus. ἄ|ξιόν τε ἐπιστῆσαι | μήποτε οὐκ ἀπ(ί)θα(να) | λέγη(ιτ)ις ὥσπ(ερ τ)ὴν | διαλεκτικὴν τέ|χνην ὑπάρχειν, οὐ(μ)ὴ(ν) | ἀπεργάζεσθαί τι κα|θ’ ἑαυτὴν, εἰ μὴ τοῖ(ς) | ἠθικοῖς καὶ φ(υ)σικο(ῖς) | συνδεθείη λόγ(οι)ς, ὃ(ν) | τρόπον καὶ τῶ(ν) Στω- | ικῶν ἔνιοι δι(έ)λαβον· | οὕτω καὶ τὴν ῥητο|ρικὴν etc.
Plutarchus de Stoic. repugn. cp. 24 p. 1045f. Ἐν τῷ τρίτῳ περὶ τῆς
Διαλεκτικῆς ὑπεοπὼν ὅτι Πλάτων ἐσούδασε περὶ τὴν Διαλεκτικῆν καὶ Ἀριστοτέ καὶ
⟨oἱ⟩ ἀπὸ τούτων ἄχρι Πολέμωνος καὶ Στράτωνος, μάλιστα δὲ Σωκράτης
καὶ
ἑπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ
τοιούτοις οὖσιν
ἐπφέρει κατὰ λέξιν· Εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν
εἰρήκεσαν, τάχ' ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ’ αὐτῶν ἑπιμελῶς εἰρξκότων
ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ
τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1035f. Τὸ πρὸς τὰ ἐναντία
διαλέγεσθαι καθόλου μὲν οὔ φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ Τοῖς
μὲν γὰρ ἐποχὴν ἄγουςι περὶ πάντων, ἐπιβάλλει, φησί, τοὐτο ποιεῖν, καὶ συνεργόν
ἐστι πρὸς ὃ βούλονται· τοῖς δ’ ἐπιστήμην ἐνεργαζομένοις, καθ’ ἥν ὁμολογουμένως
βιωσόμεθα, τὰ ἐναντία, στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπ’ ἀρχῆς
μέχρι τέλους· ἐφ’ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ὲναντίων λόγων, διαλύοντας
αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις.
Ταυτὶ γὰρ αὐταῖς λέξεσιν
εἴρηκεν.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1037b. Ἐν μὲν ταῖς φυσικαῖς
Θέσεσι ταῦτα γέγραφεν· Ἔσται δὲ καὶ καταλαμβάνοντάς τι, πρὸς τὰ ὲναντία
ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους· ποτὲ δ’ οὐδέτερον καταλαμβάνοντας
εἰς ἑκάτερον τὰ ὄντα λέγειν.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1037β. ᾽Εν δὲ τῷ περὶ τῆς τοῦ
Λόγου Χρήσεως εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι,
καθάπερ οὐδὲ ὅπλοις, ταῦτ’ ἐπείρηκε· Πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν
εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ, καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δ’ οὔ,
πολλῶν ποιούντων τοῦτο.
πολλοὺς [δὲ] λέγων ἴσως τοὺς ἐπέχονας.
Diogenes Laërt. VII 46. αὐτὴν δὲ τὴν διαλεκτικὴν ἀναγκαίαν εἶναι καὶ
ἀρετὴν ἐν εἴδει περιέχουσαν ἀρετάς· τήν τε ἀπροπτωσίαν ἐπιστήμην τοῦ πότε δεῖ
συγκατατίθεσθαι καὶ μή· τήν τε ἀνεικαιότητα ἰσχυρὸν λόγον πρὸς τὸ εἰκός, ὥστε μὴ
ἐνδιδόναι αὐτῷ· τήν τε ἀνελεγξίαν ἰσχὺν ἐν λόγῳ, ὥστε μὴ ἀπάγεσθαι ὑπ’ αὐτοῦ εἰς τὸ
ἀντικείμενον· τήν τε ἀματαιότητα ἔξιν ἀναφέρουσαν τὰς φαντασίας ἐπὶ τὸν ὀρθὸν λόγον.
αὐτήν τε τὴν ἐπιστήμην φασὶν ἢ κατάληψιν ἀσφαλῆ ἢ ἕξιν ἐν φαντασιῶν προσδέξει
ἀμετάπτωτον ὑπὸ λόγου. οὐκ ἄνευ δὲ τῆς διαλεκτικῆς θεωρίας τὸν σοφὸν ἄπτωτον ἔσεσθαι
ἐν λόγῳ· τό τε γὰρ ἀληθὲς καὶ τὸ ψεῦδος διαγινώσκεσθαι ὑπ’ αὐτῆς καὶ τὸ πιθανὸν τό τε
ἀμφιβόλως λεγόμενον διευκρινεῖσθαι· χωρίς τε αὐτῆς οὐκ εἶναι ὁδῷ ἐρωτᾶν καὶ
ἀποκρίνεσθαι. διατείνειν δὲ τὴν ἐν ταῖς ἀποφάνσεσι προπέτειαν καὶ ἐπὶ τὰ γινόμενα,
ὥστε εἰς ἀκοσμίαν καὶ εἰκαιότητα τρέπεσθαι τοὺς ἀγυμνάστους ἔχοντας τὰς φαντασίας.
οὐκ ἄλλως τε ὀξὺν καὶ ἀγχίνουν καὶ τὸ ὅλον δεινὸν ἐν λόγοις φανήσεσθαι τὸν σοφόν· τοῦ
γὰρ αὐτοῦ εἶναι ὀρθῶς διαλέγεσθαι καὶ διαλογίζεσθαι καὶ τοῦ αὐτοῦ πρός τε τὰ
προκείμενα διαλεχθῆναι καὶ πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι, ἅπερ ἐμπείρου διαλεκτικῆς
ἀνδρὸς εἶναι. Cf. VII 83. καὶ τοιοῦτοι μὲν ἐν τοῖς λογικοῖς οἱ Στωϊκοί, ἵνα μάλιστα
κρατύνωσι διαλεκτικὸν μόνον εἶναι τὸν σοφόν. πάντα γὰρ τὰ
Papyrus 1020 (Hercul. Vol. Coll. alt. X 112-177. Hermes XXV p. 473
sq.). [Col. IV n = Ox Nd] ὅ(τ)ι τὴν (ἀ)προπτωσί(αν) | τιμῶμ(ε)ν καὶ τὴν
(ἀνει)|καιότ(η)τα, πρὸς δὲ | τὰς ἐναντίας δι(α)βε | βλήμεθα ὀρθῶ(ς). ἐσ|τὶ δ’ ἡ μ(ὲ)ν
ἀπροπτω|σία διάθε(σ)ις ἀσυκα τάθετος πρὸ καταλή|ψεως, συνκαταθετι|κὴν κατὰ νερ . . .
. . αι | φαντασίᾳ κατα(λ)ηπτῶι, ἰσχύουσα τ’ ἐν | φαντασίαις καὶ ἄνει|κτον
παρεχο(μ)έν(η) | ταῖς μὴ καταλη|πτικαῖς. Δεῖ γὰρ | τὸν ἀπρόπτω. τον | ἀ(ν)έλ(κ)υστόν
τε εἶ|ναι ὑπὸ φαντασίας | ἀκαταλήπτου καὶ | ἰσχύειν ἐν ταῖς φαν|τασίαις, ὥστε μὴ
ἕλ|κεσθαι ἀπὸ φαντα|σι(ῶν) ἀκαταλήπτων | καὶ κρατεῖν τῶν | συνκαταθέσεων ὥσ|τε μηελ .
εσυ . η μὴ | ἀ(κο)λουθ(εῖν) φαν(τασίαις. [Frgm. In = Ox La] πρό(τερον) τοὺ(ς
τ)οιού|(τ)ους, (οὐ)δέν (ἐ)στι πρὸ(ς | τὸ) μὴ (ὑπαρκ)τοὺς εἶνα(ι | τοὺ)ς (ἀστείο)υς,
ἀδυνά|του (μὲν οὐκ) οἶμ(αι τυγχάνον)|τος αὐ(το)ῦ, δυσκαταπο|νήτο(υ δ’ ἄκρ)ως καθάπερ
| κα(ὶ δυσαπο)σείστου· οὕ|τω (δ’ εἴρηται) ὅτι τῆς (ἀρε|τῆς ἱδρῶτα θεοὶ) |
π(ροπά)ρο(ιθ)εν (ἔθ)ηκαν. | (Τῶι) δὲ μὴ (δ)οξάζειν | τὸ(ν σο)φ(ν πλείω) ἀκο|
λο(υθε)ῖν (φαμε)ν τοι|αῦτ(α· πρ)ῶ(το)ν μὲν τὸ | μὴ δοκε(ῖν) αὐ(τ)ῷ μη|δέν· ἡ γὰρ
δόκη(σί)ς ἐσ|(τιν δό)ξ(α ἀ)κατάλ(ηπ)| τ(ος· καὶ) τὸ μηδ’ οἴεσ|θαι (αὐ)τὸν μηδέν· καὶ
| (γὰρ ἡ) οἴη(σί)ς ἐστιν αὐτὴ | (δ)όξα ἀδια . . τος μᾶλ(λ)ον (δ)όκησις μι . . . . . |
(λ)έ(γ)εται δὲ τ. [Frgm. IIn = Ox Lb] (μήτε) | (ἐ)ξ(ε)λέγχεσθ(αι σπου)|δ(αί)ων εἶν(αι
. . μή) |τε μεταπε(ισθῆναι), | κατὰ ταὐτὰ δ’ οὐ(δὲ) | ἐ(ξ)αλλάττειν α(ὑ)τ(ό)ν, |
οὐδεὶς οὔτε πα(ρ)ακούσε|ται οὔτε παρανο(ήσει·) δε(ῖ | γὰρ) μὴ παραδ(έχεσθαι αὐτὸ)ν
ψευδῆ . . . . . . | . . . τα . . νιαν, ἔτι (δ’ ἀ)|κολούθως τούτο(ις οὔ)|τ’ αὐτὸς
παρα(ρι)θμ(εῖ) | ο(ὔθʼ) ὑπ’ ἄλλου[ς] παρ(α)ρι|θμεῖται· καὶ πρὸς το(ύ)|τοις οὔτε
παροραῖ οὔτε | (παρ)ακούει οὔτε (κατ’ ἄλ)|λο τῶν αἰσθ(η)τηρ(ίων . . | . . ε(ικ)ατ . .
. σ . τα . . . | (δεῖ γὰ)ρ τὸν παρορῶ(ν)|τα, (κα)τὰ τὴν ὄψιν (λαμ)β(άν)οντα
Sextus adv. math. VII 38. τὴν δὲ ἀλήθειαν οἴονταί τινες καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς διαφέρειν τἀληθοῦς κατὰ τρεῖς τρόπους, οὐσίᾳ τε καὶ συστάσει καὶ δυνάμει· οὐσίᾳ μὲν παρόσον ἡ μὲν ἀλήθεια σῶμά ἐστι, τὸ δὲ ἀληθὲς ἀσώματον ὑπῆρχεν. καὶ εἰκότως, φασίν, τουτὶ μὲν γὰρ ἀξίωμά ἐστι· τὸ δὲ ἀξίωμα λεκτόν· τὸ δὲ λεκτὸν ἀσώματον. ἀνάπαλιν δὲ ἡ ἀλήθεια σῶμά ἐστι παρόσον ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντικὴ δοκεῖ τυγχάνειν, πᾶσα δὲ ἐπιστήμη πῶς ἔχον ἐστὶν ἡγεμονικόν, ὥσπερ καὶ ἡ πῶς ἔχουσα χεὶρ πυγμὴ νοεῖται· τὸ δὲ ἡγεμονικὸν σῶμα κατὰ τούτους ὑπῆρχεν· τοίνυν καὶ ἡ ἀλήθεια κατὰ γένος ἔσται σωματική. - συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὡς μονοειδές τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται — — ἡ δὲ ἀλήθεια ὡς ἂν ἐπιστήμη καθεσηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται. — — 42. δυνάμει δὲ ταῦτα ἀλλήλων κεχώρισται, ἐπεὶ τὸ μὲν ἀληθὲς οὐ πάντως ἐπιστήμης εἴχετο (καὶ γὰρ ὁ φαῦλος καὶ ὁ νήπιος καὶ ὁ μεμηνὼς λέγει μὲν ποτέ τι ἀληθές, οὐκ ἔχει δὲ ἐπιστήμην ἀληθοῦς) ἡ δὲ ἀλήθεια κατ’ ἐπιστήμην θεωρεῖται. ὅθεν καὶ ὁ ἔχων ταύτην σοφός ἐστιν (ἐπιστήμην γὰρ εἶχεν ἀληθῶν) καὶ οὔποτε ψεύδεται, κἂν ψεῦδος λέγῃ, διὰ τὸ μὴ ἀπὸ κακῆς, ἀλλ' ἀπὸ ἀστείας αὐτὸ διαθέσεως προφέρεσθαι. - 44. ὧδε καὶ ὁ σοφός, τουτέστιν ὁ τὴν τοῦ ἀληθοῦς ἐπιστήμην ἔχων, ἐρεῖ μέν ποτε ψεῦδος, ψεύσεται δὲ οὐδέποτε διὰ τὸ μὴ ἔχειν τὴν γνώμην ψεύδει συγκατατιθεμένην. - 45. τὸ ψεῦδος λέγειν τοῦ ψεύδεσθαι κατὰ πολὺ διενήνοχεν, ᾗ τὸ μὲν ἀπὸ ἀστείας γίνεται γνώμης, τὸ δὲ ψεύδεσθαι ἀπὸ πονηρᾶς.
Alexander in Aristot. Metaphys. p. 258. 4 Bon. 301, 17 Hayd. τὸ
Cicero Orator 32, 115. Ergo eum censeo, qui eloquentiae laude ducatur, mon esse earum rerum (scil. logicae omnino rudem, sed vel illa antiqua vel hac Chrsippi disciplina institutus, noverit primum vim, naturam, genera verborum, et simplicium et copulatorum: deinde quot modis quidque dicatur qua ratione verum falsumne sit iudicetur· quid efficiatur e quoque, quid cuique consequens si, quidque contrarium: quumque ambigue multa dicantur, quomodo quidque eorum dividi explanarique oporteat.
Galenus in Hippocr. de med. officina Vol. XVIII B p. 649 K. τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν, ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνώσκομεν, οἷς ἐμπεριέχεται καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπέδειξις. Sextus adv. math. VIII 275. φασὶν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ — — ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν. Quae hic collacavi supplentur Diogenis Babylonii fragmentis περὶ φωνῆς quae in Vol. III edentur. Cf. Vol. I n. 74. 485.
Diocles Magnes apud Diog. Laërt. VII 55. τῆς δὲ διαλεκτικῆς θεωρίας συμφώνως δοκεῖ τοῖς πλείστοις ἀπὸ τοῦ περὶ τῆς φωνῆς ἐνάρχεσθαι τόπου.
Scholia Hesiod. Theog. v. 266. Ἶρις δὲ ὁ προφορικὸς λόγος ἀπὸ τοῦ εἴρω τὸ λέγω.
Origenes contra Celsum II 72 Vol. I p. 194, 13 Kö. (p. 441 Delarue). οὐδέπω δὲ λέγω ὅτι οὐ πάντως ἐστίν ἀὴρ πεπληγμένος ἢ πληγὴ ἀέρος ἢ ὅτι ποτὲ λέγεται ἐν τοῖς περὶ φωνῆς ἡ ἀναγραφομένη φωνὴ τοῦ θεοῦ. Cf. id. VI 62 (p. 680 Del.) Vol. II p. 132, 16 Kö.
Scholia Arati v. 1. οἱ γὰρ Στωϊκοὶ ὑποτίθενται, μᾶλλον δὲ πάντες οἱ ὅρον φωνῆς γράψαντες πεπληγμένον ταύτην ἀέρα καλοῦσιν.
Diogenes Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνή, κατὰ τοὺς Στωϊκούς,
ὥς φησιν Ἀρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ
Gellius Noct. Att. V 15. Sed vocem Stoici corpus esse contendunt eamque esse dicunt ictum aëra.
Servius ad Verg. Aeneid. II 488. Ferit clamor: secundum philosophos physicos, qui dicunt, vocem corpus esse.
Varro de lingua lat. VI 56. Loqui ab loco dictum, quod qui primo dicitur iam fari, vocabula et reliqua verba dicit, ante quam suo quisque loco ea dicere potest. Hunc Chrysippus negat loqui, sed ut loqui: quare ut imago hominis non sit homo, sic in corvis, cornicibus, pueris primitus incipientibus fari, verba nom esse verba, quod non loquantur.
Galenus in Hippocr. de humoribus lib. I. Vol. XVI p. 204 K. οὐ ταὐτὸν
δέ ἐστι φωνὴ καὶ διάλεκτος καὶ αὐδή, ἀλλ’ ἡ μὲν φωνὴ ἔργον ἐστὶ τῶν φωνητικῶν
ὀργάνων, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν πρῶτόν ἐστιν ἡ γλῶττα, ἔπειτα δὲ ἡ
ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες. φωνητικὰ δὲ ὄργανά ἐστι λάρυγξ καὶ οἱ κινοῦντες
αὐτὸν μύες καὶ νεῦρα, ὅσα τὴν ἐξ ἐγκεφάλου παρακομίζει τούτοις δύναμιν. αὐδὴν δὲ οὔτε
πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ ἐκάλουν, οὔτε ἐκεῖνο μόνον, ὃ διὰ στόματος
ἐκπέμπεται, ἐν ᾧ περιέχεται καὶ τὸ κλάειν καὶ τὸ συρίττειν καὶ οἰμώζειν καὶ βήττειν
καὶ ὅσα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους,
αὐδὴν ὠνόμαζον. Idem in Hippocr. Epidem. III Comment. III Vol. XVII 1 p. 757 K.
iisdem verbis utitur inde ab αὐδὴν δὲ οὔτε - ὠνόμαζον. Pergit: οὕτω γοῦν καὶ ὁ
ποιητής, ἡνίκα ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά φησι
τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Ἀὐδήεντα, γάρ
φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη (Τ 407). οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ’ ὡς οὐκ
ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν ἐκείνην. οὕτως οὖν
καὶ θεὸν αὐδήεσσαν
εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν
ἀνθρωποειδῆ φασιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος
καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας.
Philo quaest. et solut. in Genesin IV 117 (p. 336 Aucher). (intellectum, sensus, Corpus comparat cum vocalibus, semivocalibus, consonantibus).
Origenes contra Celsum I, 24 (p. 341 Delarue) Vol. I p. 74, 10 Kö. ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόῤῥητος, ὁ περὶ φύσεως ὀνομάτων, πότερον, ὡς οἴεται Ἀριστοτέλης, θέσει ἐστὶ τὰ ὀνόματα ἢ, ὡς νομίζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα, καθ’ ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογίας εἰσάγουσιν.
Diocles Magnes apud Diog. Laërt. VII 57. τοῦ δὲ λόγου
Galenus de Hipp. et Plat. plac. VIII 3 (232. 673 M.). τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζει σμικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρός (sc. Plato), ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ τῆς φωνῆς στοιχεῖα γεννᾶν πρῶτον μὲν τὰς συλλαβάς, εἶτα ἐξ αὐτῶν γεννᾶσθαι τό τε ὄνομα καὶ τὸ ῥῆμα καὶ τὴν πρόθεσιν ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα.
Galenus de differentia pulsuum III 4 Vol. VIII p. 662. ἀλλὰ καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς ἐστι. — — τί ληρεῖς, ἄνθρωπε, ἑκών; καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. Cf. Diog. Laërt. VII 57 (Diogenes Babylonius).
Simplicius in Aristot. categ. f. 8 Z. ed. Bas. Οἰκειοτέρως δὲ ὁ Ἀριστοτέλης συνώνυμα κέκληκε τὰ σὺν τῷ ὀνόματι καὶ τὸν ὁρισμὸν ἔχοντα τὸν αὐτὸν ἤπερ οἱ Στωϊκοὶ τὰ πολλὰ ἄμα ἔχοντα ὀνόματα, ὡς Πάρις καὶ Ἀλέξανδρος ὁ αὐτός, καὶ ἀπλῶς τὰ πολυώνημα λεγόμενα.
Varro de lingua lat. IX 1 . . . nesciunt docere quam discere quae ignorant, in quo fuit Crates, nobilis grammaticus, qui fretus Chrysippo, homine acutissimo, qui reliquit περὶ ἀνωμαλίας III libros, contra analogiam atque Aristarchum est nixus, sed ita, ut scripta indicant eius, ut neutrius videatur pervidisse voluntatem, quod et Chrysippus, de naequabilitate cum scribit sermonis, propositum habet ostendere similes res dissimilibus verbis et dissimiles similibus esse vocabulis notatas, id quod est verum etc.
Gellius N. A. XI 12. Chrysippus ait, omne verbum ambiguum natura esse,
quoniam ex eodem duo vel plura accipi possunt, Diodorus autem, cui Crono cognomentum
fuit nullum,
inquit, verbum est ambiguum, nec quisquam
ambiguum dicit aut sentit, nec aliud dici videri debet, quam quod se dicere sentit
is, qui dicit etc.
Galenus de sophismatis ex elocutione 4. Vol. XIV p. 595 K. Εἴρηται δέ
τινα καὶ τοῖς Στωϊκοῖς περὶ τούτων, ⟨ἃ κατὰ⟩ μέρος δίκαιον ἐπελθοῦσιν ἰδεῖν, εἴ τις
ἔξω πίπτει τρόπος τῶν εἰρημένων. εἴη γὰρ ⟨ἄν⟩ ἐπαγωγ⟨ικ⟩ή τις αὕτη πίστις· καὶ
δίκαιον ἄλλως, μηδεμίαν ἄνθρωπός ἐστιν.
ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε
τὴν πτῶσιν εἶναι σημαίνει. τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ
ἐστί σου
· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου ἢ πατρός. πέμπτη δὲ
παρὰ τὸν πλεονασμόν, ὥσπερ ἡ τοιαύτη ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν.
τὸ γὰρ
μὴ
προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ
πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μὴ διασαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς
ἐν τῷ (Il. 382) καὶ νύ κεν ἢ παρέλασσεν.
τὸ γὰρ στοιχεῖον ** ἂν μὴ ** γένοιτο
διαζευκτικόν. ἐβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον.
ὡς ἐν τῷ πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.
ὀγδόη ἡ μὴ δηλοῦσα τί
ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ Δίων Θέων ἐστίν.
ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν
ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ
Δίων Θέων ἐστίν
ἢ πάλιν. - Οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι
κατηρίθμηνται-τὸ δ’ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον (quod pluribus ostendit
Galenus).
Varro de lingua lat. VI 1. In hoc dicam de vocabulis temporum et earum
rerum quae in agendo fiunt aut dicuntur cum tempore aliquo ut sedetur
,
ambulatur
, loquantur
; atque si quae erunt ex diverso genera adiuncta,
potius cognationi verborum quam auditori columnianti geremus morem. Huius rei auctor
satis mihi Chrysippus et Antipater . . . . . qui ommes verba ex verbis ita declinari
scribunt, ut verba litteras alia assumant, alia mittant, alia commutent etc.
Varro de lingua lat. X 59. Nam nonnunquam alterum ex altero videtur, ut
Chrysippus scribit, quem admodum pater ex filio et
Scholia in Hom. Iliad. Δ 295. ἀλάστωρ καὶ ὁ ἁμαρτωλός ἢ κατὰ Χρύσιππον ὁ φονεὺς διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ὅ ἐστι πλανᾶσθαι.
Lexicon apud Bekk. Anecd. Gr. I 374. ἀλάστωρ· ὁ ἁμαρτωλός. ἢ ὁ φονικὸς δαίμων· καὶ κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν etc.
Etymologicum Magn. s. v. ἀλάστωρ — — κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἐπὶ τοῦ ἁμαρτωλοῦ καὶ φονέως, ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι διὰ φόνον.
Etymologicum Orion. s. v. ἀγκών· — — Χρύσιππος δὲ ἐγκών, ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον.
Etymologicum Magn. s. v. διδάσκω p. 272, 18. Ἡρωδιανὸς δὲ λέγει ὅτι Χρύσιππος φησὶ παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκειν· τὶ ἀσκῶ, διασκῶ· καὶ ἐπενθέσει τοῦ δ διδάσκω.
Etymologicum Magn. s. v. παλαιστή p. 647, 34. Λέγεται σπιθαμὴ παρὰ τὸ ἀποσπασμὸν ποιεῖν, διὰ τὸν ἀποσπασμὸν τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου, τοῦ ἀντίχειρος, πρὸς τὸ τοῦ μικροῦ ἄκρον. ὡς δὲ Χρύσιππος διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. Cf. Etymol. Gud. et Or. s. vv.
Etymologium Gud. s. v. βάναυσος — — Χρύσιππος δὲ ἀπὸ τοῦ τεχνίτας (leg. τοῖς τεχνίταις) τὴν πρὸς τὸν βίον ἐγγίνεσθαι καὶ πορίζεσθαι . . . . (excidit substantivum).
Varro de lingua lat. VI 11. Aevum ab aetate omnium annorum; hinc aeviteruum, quod factum est aeteruum: quod Graeci αἰῶνα, id ait Chrysippus esse ἀεὶ ὅν.
Ammonius in Aristot. de interpr. p. 42, 30 Busse. περὶ τῆς κατ’ εὐθεῖαν
γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι, πότερον πτῶσιν
αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα, ὡς κατ’ αὐτὴν ἑκάστου τῶν
πραγμάτων ὀνομαζομένου, τὰς δὲ ἄλλας πτώσεις ὀνόματος ἀπὸ τοῦ μετασχηματισμοῦ τῆς
εὐθείας γινομένας. τῆς μὲν οὖν δευτέρας προΐσταται δόξης ὁ Ἀριστοτέλης — — τῆς δὲ
προτέρας οἱ ἀπὸ τῆς Στοᾶς καὶ ὡς τούτοις ἀκολουθοῦντες οἱ τὴν γραμματικὴν μετιόντες
τέχνην. λεγόντων δὲ πρὸς αὐτοὺς τῶν Περιπατητικῶν — — τὴν
εὐθεῖαν κατὰ τίνα λόγον πτῶσιν ὀνομάζειν δίκαιον, ὡς ἀπὸ τίνος πεσοῦσαν;
— —
ἀποκρίνονται οἱ ἀπὸ τῆς Στοᾶς ὡς ἀπὸ τοῦ νοήματος τοῦ ἐν τῇ ψυχῇ καὶ αὕτη πέπτωκεν· ὃ
γὰρ ἐν ἑαυτοῖς ἔχομεν τοῦ Σωκράτης
ὄνομα προφερόμεθα· καθάπερ οὖν τὸ ἄνωθεν
ἀφεθὲν γραφεῖον καὶ ὀρθὸν παγὲν πεπτωκέναι τε λέγεται καὶ τὴν πτῶσιν ὀρθὴν ἐσχηκέναι,
τὸν αὐτὸν τρόπον καὶ τὴν εὐθεῖαν πεπτωκέναι μὲν ἀξιοῦμεν ἀπὸ τῆς ἐννοίας, ὀρθὴν δὲ
εἶναι διὰ τὸ ἀρχέτυπον τῆς κατὰ τὴν ἐκφώνησιν προφορᾶς.
Scholia in Dionys. Thrac. Bekker Anecd. Gr. II p. 891. Τὸν ἐνεστῶτα οἱ
Στωϊκοὶ ἐνεστῶτα παρατατικὸν ὁρίζονται ὅτι παρατείνεται καὶ εἰς μέλλοντα· ὁ γὰρ λέγων
ποιῶ
καὶ ὅτι ἐποίησέ τι ἐμφαίνει καὶ ὅτι ποιήσει.
Sextus adv. math. VIII 11. ἦν δὲ καὶ ἄλλη τις παρὰ τούτοις (scil. apud
dogmaticos) διάστασις, καθ’ ἣν οἱ μὲν περὶ τῷ σημαινομένῳ τὸ ἀληθές τε καὶ ψεῦδος
ὑπεστήσαντο, οἱ δὲ περὶ τῇ φωνῇ, οἱ δὲ περὶ τῇ κινήσει τῆς διανοίας. καὶ δὴ τῆς μὲν
πρώτης δόξης προεστήκασιν οἱ ἀπὸ τῆς Στοᾶς, τρία φάμενοι συζυγεῖν ἀλλήλοις, τό τε
σημαινόμενον καὶ τὸ σημαῖνον καὶ τὸ τυγχάνον, ὧν σημαῖνον μὲν εἶναι τὴν φωνήν, οἷον
τὴν Δίων
, σημαινόμενον δὲ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπ’ αὐτῆς δηλούμενον καὶ οὗ ἡμεῖς
μὲν ἀντιλαμβανόμεθα τῇ ἡμετέρᾳ παρυφισταμένου διανοίᾳ, οἱ δὲ βάρβαροι οὐκ ἐπαΐουσι
καίπερ τῆς φωνῆς ἀκούοντες, τυγχάνον δὲ τὸ ἐκτὸς ὑποκείμενον, ὥσπερ αὐτὸς ὁ Δίων.
τούτων δὲ δύο μὲν εἶναι σώματα, καθάπερ τὴν φωνὴν καὶ τὸ τυγχάνον, ἓν δὲ ἀσώματον,
ὥσπερ τὸ σημαινόμενον πρᾶγμα, καὶ λεκτόν, ὅπερ ἀληθές τε γίνεται ἢ ψεῦδος. καὶ τοῦτο
οὐ κοινῶς πᾶν, ἀλλὰ τὸ μὲν ἐλλιπὲς τὸ δὲ αὐτοτελές. καὶ τοῦ αὐτοτελοῦς τὸ καλούμενον
ἀξίωμα, ὅπερ καὶ ὑπογράφοντές φασιν ἀξίωμά
ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος
.
Sextus adv. math. VIII 80. πᾶν τε λεκτὸν λέγεσθαι δεῖ, ὅθεν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας. — — λέγειν γάρ ἐστι, καθὼς αὐτοί φασιν οἱ ἀπὸ τῆς Στοᾶς, τὸ τὴν τοῦ νοουμένου πράγματος σημαντικὴν προφέρεσθαι φωνήν etc.
Ammonius in Aristot. de interpret. p. 17, 24. ὁ Ἀριστοτέλης διδάσκει διὰ τούτων, τίνα ἐστὶ τὰ προηγουμένως καὶ προσεχῶς ὑπ’ αὐτῶν σημαινόμενα (scil. ὑπὸ τῶν φωνῶν), καὶ ὅτι τὰ νοήματα, διὰ δὲ τούτων μέσων τὰ πράγματα, καὶ οὐδὲν ἕτερον δεῖ παρὰ ταῦτα ἐπινοεῖν μέσον τοῦ τε νοήματος καὶ τοῦ πράγματος, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑποτιθέμενοι λεκτὸν ἠξίουν ὀνομάζειν.
Scholia in Hom. Iliad. B. 349. ψεῦδος: ἀντὶ τοῦ ψευδής. ταῦτα δὲ παρὰ τοῖς Στωϊκοῖς λεκτὰ καλεῖται τὰ πρὸς τὴν σημασίαν δι’ ἄλλων φερόμενα.
Sextus adv. math. XI 224. τὸ μὲν οὖν σῶμα οὐ διδάσκεται, καὶ μάλιστα
κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς· λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα, σῶμα δ’ οὐκ ἔστι τὰ λεκτά.
Plutarchus de Stoic. repugn. cp. 11 p. 1037 d. Αὐτοί γε μὴν λέγουσι, τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν, ἄλλο δ’ ἀπαγορεύειν, ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων, Μὴ κλέψῃς, λέγει μὲν αὐτὸ τοῦτο, Μὴ κλέψῃς, ἀπαγορεύει δὲ ⟨κλέπτειν, προστάσσει δὲ⟩ μὴ κλέπτειν. Scripsit Chrysippus περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ et περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ. Locum περὶ ἐναντίων hic inserui, quia ad λεκτά secundum Stoicos pertinet omnis oppositio. Cf. n. 173: ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται. Praemittenda duxi, quia ad ἐλλιπῆ et αὐτοτελῆ pertinent.
Simplicius in Aristot. categ. f. 98 Γ ed. Bas. ἀλλ’ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. Τῶν γὰρ Στωϊκῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων, σπουδάζουσι δεικνύναι, ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὅ περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο· καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον. ὅσα δὲ συμφώνως οἱ Στωϊκοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. Ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστὶν ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ἠθέτηκε τὸν ὅρον ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν. — — Χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. — — τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσιν καὶ ⟨ἐν⟩ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλει κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ περὶ τῶν ἀντικειμένων συγγράμματι ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις.
Simplicius in Aristot. categ. f. 98 E. ed. Bas. καὶ γὰρ καὶ τὰς ἕξεις
ἐναντίας ὑπέλαβον, ὡς ἐκεῖνος (scil. Aristoteles), οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ
κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ
Simplicius in Aristot. categ. f. 98 Z. ed. Bas. ὄντος δὲ δυνατοῦ τὸ
αὐτὸ καὶ κατ’ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι’ ὅρου, οἷον
ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσι
πότερόν ἐστι τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ ⟨καὶ τὰ⟩ κατὰ τοὺς ὅρους ⟨ἐναντία⟩· καὶ ὅ γε
Χρύσιππος ἐφίστησι, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, τὰ δὲ οὐκ
ἔστι. πολλὰ γὰρ ἐν τούτοις συμπεριλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ
ἄλλων δὲ μορίων ἐξηγητικῶν ⟨προφέρομεν⟩ ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον
ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον,
τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φησιν ἐπ’
ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασι.
Simplicius in Aristot. categ. f. 102 Z. ed. Bas. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς
δὲ διϊσχυρίζονται, ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν
γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετή, καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ
ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ λίθου καὶ ἵππου καὶ πάντων
τῶν παρὰ τὴν ἀρετήν) ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων. ἔσται
οὐν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία, εἰ μὴ ἡ ἀρετὴ τῇ
κακίᾳ ἐναντία, ἀλλ’ ἡ οὐ κακία· συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ
φαύλοις, ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτὰ καὶ
Simplicius in Aristot. categ. f. 102 Δ ed. Bas. οἱ γοῦν Στωϊκοὶ μόνα τὰ
ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. Bekkeri Anecd. gr. p. 484. μηδὲ
τὸ πρὸς τῶν Στωϊκῶν λεγόμενον παραλείπωμεν, παρ’ οἷς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ
φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου· καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ
τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται· ἡμέρα
ἐστὶν ἢ νὺξ ἐστί
ἢ φθέγγομαι ἢ σιγῶ
καὶ ἔτι τὰ τούτοις ὅμοια.
ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει etc.
Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. ἔστι δέ τις στέρησις
καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ παρ’ ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε
ἐπεφύκεσαν, ἢν Χρύσιππος ἠθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδητος καὶ ἀνάριστος
σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ
στέρησιν γίνεται. οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν, οὔτε ἡμᾶς ὅταν λουώμεθα
ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἄμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ
δεῖ συνεμφαίνεσθαι τὸ εἰθισμένον καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους
ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὥν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ
ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν, ἀλλ’ ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι
αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατ’ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκε καὶ
εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ
τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν, ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ
ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστι καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν
τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου, ὅ μὴ πέφυκεν ἔχειν·
οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν
δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ἡ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ
μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως. καὶ μᾶλλόν γε τοῦτο λέγομεν
ἢ ἐπὶ τοῦ/πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν
ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασι καὶ ὅτε εἰώθασι καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ
καὶ ἀντίθετον τῇ ἕξει
Simplicius in Aristot. categ. f. 101 E. ed. Bas. ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ’ ὧν τὰ βλέφαρα κέκλεισται. τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν. διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν γίνεται ἡ τοιαύτη μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν.
Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. (Jamblichum se exscribere significat ipse S.). καὶ γὰρ καὶ τὸν Χρύσιππον Ἀριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἀπλῶς, ἀλλ’ ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν - καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν.
Papyrus Letronnii περὶ ἀποφατικῶν (ed. Brunet Notices et extraits de
manuscrits de la bibliothèque impériale. Tome XVIII Paris 1865, Th. Bergk Opusc. II
p. 114). I. (ἐστ)ιν ὅπερ οὕτω λέγοι | (ἄν τι)ς· Οὐκ οδ’ ὅπως χρὴ | (τὸν
σ)αφῶς κατειδότα | (τῆς Ἡ)ρακλείας φροντί-|(δος κ)ατηγορεῖν.
Ναὶ Οὐκ
οἷδ’ ὅπως | (χρὴ τὸν) σαφῶς κατειδό| (τα τ)ῆς Ἡρακλείας | (φροντ)ίδος κατηγορεῖν.
- | (Εἰ οὔτε) ψευδῶς οὔ | (τε ἀληθῶς) οὕτω λέγοι | (τις ἂν· τοί με)ξένον οὐδὲ |
(ἀδαήμο)να Μουσᾶν | (ἐπαίδευσ)αν κλυταὶ | (Θῆβαι
οὐκ ἀλ)ηθὲς ὂν ἐλέ|(χθη ὅπερ
λεχ)θείη ἂν οὕτω | (οὔτοι με) ξένον οὐ| (δὲ ἀδαήμ)ονα Μουσᾶν ἐ|(παίδευσ)αν
κλυταὶ Θῆβαι.
| (ναί· οὔ)τε ψευδῶς | (οὕτ’ ἀληθῶς) οὕτω λέγοι | (τις ἄν· τοί)
με ξένον | (οὐδὲ ἀδαήμ)ονα Μου| (σᾶν ἐπαίδευ)σαν κλυταὶ (Θῆβαι.
ναὶ ο)ὐ· ἀληθὲς
ἐ|(λέχθη ὅπερ) λεχθείη ἂν II. οὕτως· οὔτοι με ξένον οὐδὲ | ἀδαήμονα
Μουσᾶν ἐπαί|δευσαν κλυταὶ Θῆβαι.
3. Εἰ ἀληθῶς τις τῶν ποιη|τῶν οὕτως
ἀπεφαίνετο |
Οὔ μοι Σαρδανάπαλλος ἀρέσκει τὴν διάνοιαν
ἀντίκειται
ἀξίωμα καταφατικὸν τῷ·
Οὔ μοι - διάνοιαν
ναὶ οὐ ἀντίκειται ἀξίωμα
καταφατικὸν τῷ·
Οὔ μοι - διάνοιαν.
ναὶ οὐ ἀληθῶς τις τῶν ποιητῶν
οὕτως ἀπεφαίνετο·
Οὔ μοι - διάνοιαν.
4. Εἰ ἀπεφήνατό τις· (trag.
fr. adesp. 83 Nauck)
Οὐκ ἦν ἄρ’ οὐθὲν πῆμ’ ἐλευθέραν δάκνον
Ψυχὴν
ὁμοίως ἀνδρὸς ὡς ἀτιμία.
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ
ἦν — — ἀτιμία.
ναὶ οὐ ἀπεφήνατό τις·
Οὐκ ἦν — — ἀτιμία.
5.
(Εἰ ἀληθῶς) οὕτως ἀπέφασκεν Εὐριπίδης· (lphig. Aul. 28)
Οὐκ ἄγαμαι ταῦτ’
ἀνδρὸς ἀριστέως.
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ -
ἀριστέως.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ
Οὐκ -
ἀριστέως.
ναὶ οὐ ἀπέφασκεν οὕτως Εὐριπίδης·
Οὐκ - ἀριστέως.
6.
Εἰ Ἀνδρομάχη Εὐριπίδου πρὸς Ἑρμιόνην τοῦτον ἀπεφήνατο τὸν
τρόπον· (Androm. 205)
Οὐκ
ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ
ἐξ - πόσις
ναὶ οὐ ἀντίκειται ἀξίωμα
καταφατικὸν τῷ·
Οὐκ ἐξ - πόσις
ναὶ οὐ Ἀνδρομάχη Εὐριπίδου πρὸς
Ἑρμιόνην ἀπεφήνατο τοῦτον
τὸν τρόπον·
Οὐκ ἐξ - πόσις
7. Εἱ
ἀληθές ἐστιν, ὅπερ οὕτω λεχθείη ἄν· (Eur. Stheneb. f. 662 N)
Οὐκ ἔστιν
ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ.
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ
ἔστιν - εὐδαιμονεῖ.
10 ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ
ἔστιν - εὐδαιμονεῖ.
V. ναὶ οὐ ἀληθές ἐστιν ὅπερ οὕτω λεχθείη ἄν·
Οὐκ
ἔστιν - εὐδαιμονεῖ.
8. Εἰ ἀληθὲς ὃν ἔλεγεν Εὐριπίδης· (inc. fab. fr. 896 N.)
Οὐκ
ἐν γυναιξὶ τοὺς νεανίας χρεών,
ἀλλ’ ἐν σιδήρῳ κἀν ὅπλοις τιμὰς ἔχειν.
ἀντίκειται
ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ ἐν - τιμὰς
ἔχειν.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
Οὐκ ἐν - τιμὰς
ἔχειν.
ναὶ οὐ ἀληθὲς ὂν ἔλεγεν Εὐριπίδης·
Οὐκ ἐν - τιμὰς ἔχειν.
9.
Εἰ ποιητής τις οὕτως ἀπεφήνατο· (lyr. fr. adesp. 5 Bgk.)
VI. Οὐ μοι ἔτ’
εὐκελάδων ὕμνων μέλει οὐδ’ ἔτι μολπῆς.
φάσις ἐστὶν ὅπερ οὕτω λεχθείη ἄν·
μοι
ἔτ’ — — μολπῆς.
ναὶ οὐ φάσις ἐστὶν ὅπερ οὕτω λεχθείη ἄν·
μοι
ἔτ’ - μολπῆς.
ναὶ οὐ ποιητής τις οὕτως ἀπεφήνατο·
οὔ μοι ἔτ’ -
μολπῆς.
Εἰ ποιητής τις οὕτως ἀπεφήνατο·
Οὔ μοι ἔτ’ - μολπῆς.
ἀντίκειται
τῷ·
Οὔ μοι ἔτ’ - μολπῆς.
ἀξίωμα καταφατικόν. Ναὶ οὐ ἀντίκειται τῷ·
Οὔ
μοι ἔτ’ - μολπῆς.
ἀξίωμα καταφατικόν. Ναὶ οὐ ποιητής τις οὕτως ἀπεφήνατο·
Οὔ
μοι ἔτ’ - μολπῆς.
10. Εἰ Κύκλω ὁ τοῦ Τιμοθέου πρός τινα οὕτως ἀπεφήνατο·
VII. (Timoth. fr. 4)
Οὔτοί
τόν γ’ ὑπεραμπέχοντ’ οὐρανὸν εἰσαναβήσει.
ἀντίκειται ἑνὶ καταφατικῷ ἀξιώματι
δύο ἀποφατικὰ ἀξιώματα.
ναὶ οὐ ἀντίκειται ἑνὶ καταφατικῷ ἀξιώματι δύο ἀποφατικὰ
ἀξιώματα.
ναὶ οὐ Κύκλωψ ὁ τοῦ Τιμοθέου πρός τινα οὕτως ἀπεφήνατο· Οὔτοι τόν
- εἰσαναβήσει.
11. Εἰ οὕτως ἀπεφήνατό τις· (trag. fr. adesp. 78 N.)
Οὐκ
οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς φράσαι.
ἀποφαίνοιτ’ ἄν τις·
[οὐκ] οἶδα -
φράσαι.
ναὶ οὐ ἀποφαίνοιτ’ ἄν τις·
[κ]
οἶδα - φράσαι.
ναὶ οὐ οὕτως ἀπεφαίνετό τις·
οὐκ οἶδαι - φράσαι.
12.
Εἰ οὕτως ἀποφαίνοιτ’ ἄν τις· (Thesp. fr. 2 N.)
VIII. [κ] ἐξαθρήσας οἷδʼ·
ἰδῶν δέ σοι λέγω.
Θέσπις ὁ ποιητὴς οὕτως ἀπέφασκεν·
οὐκ
ἐξαθρήσας οἷδʼ· ἰδὼν δέ σοι λέγω.
ναὶ οὐ οὕτως ἀποφαίνοιτ’ ἄν τις·
[κ]
ἐξαθρήσας οἱδʼ· ἰδὼν δέ σοι λέγω.
ναὶ οὐ Θέσπις ὁ ποιητὴς οὕτως ἀπέφασκεν
οὐκ
ἐξαθρήσας· οἶδʼ· ἰδὼν δέ σοι λέγω.
13. Εἰ Σαπφὼ οὕτως ἀπεφήνατο· (fr. 69
Bgk.)
οὐδ’ ἴαν δοκίμοιμι προσιδοῖσαν φάος ἀλίω
ἔσσεσθαι σοφίαν
παρθένον εἰς οὐδένα πω χρόνον
τοιαύταν.
ἀντίκειται ἀξίωμα καταφατικὸν
τῷ·
οὐδ’ ἴαν — — - τοιαύταν.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν
τῷ·
IX. οὐδ’ ἴαν — — - τοιαύταν.
ναὶ οὐ Σαπφὼ οὕτως ἀπεφαίνετο·
οὐδ’
ἴαν — — - τοιαύταν.
14. Εἰ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ· (Ibyc. fr.
27 Bgk.)
οὐκ ἔστιν
ἀποφθιμένοις ζωᾶς ἔτι φάρμακον εὑρεῖν.
οὐκ [ὁ] Ἴβυκος ὁ ποιητὴς οὕτως
ἀ(πε)φαίνετ(ο)·
οὐκ ἔστιν — — - εὑρεῖν.
ναὶ οὐ ἀντίκειται ἀξίωμα
καταφατικὸν τῷ·
οὐκ ἔστιν — — - εὑρεῖν.
ναὶ οὐ Ἴβυκος ὁ ποιητὴς οὕτως
ἀπεφαίνετο·
οὐκ ἔστιν — — - εὑρεῖν.
15. Εἰ οὐ εἰσὶν ἀμφίβολοι
διάλεκτοι, οὐ Εὐριπίδης οὕτως ἀποφηνά-
μενος· (Eur. Dictys fr. 344 N.)
οὐκ
ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.
[ἀπέφασκεν·
ἂν
γένοιτο - πατρός.
ναὶ οὐ εἰσὶν ἀμφίβολοι διάλεκτοι· ναὶ οὐ Εὐριπίδης,
οὕτως ἀπο-
φηνάμενος·
οὐκ ἂν γένοιτο - πατρός.
ἀπέφασκεν·
ἂν
γένοιτο - πατρός.
16. Εἰ ἢ ψεῦδος ἢ ἀληθές ἐστιν, ὃ ἐλέχθη ὑπ’ Εὐριπίδου τὸν
τρόπον
τοῦτον· (Eur. Hel. 1261)
οὐχ ὧδε ναύτας ὀλομένους
τυμβεύομεν.
X. ἀντί]κειται ἀξίωμα καταφατικὸν τῷ·
οὐχ ὧδε — —
τυμβεύομεν.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
οὐχ ὧδε —
— τυμβεύομεν.
ναὶ οὔτε ψεῦδος οὔτε ἀληθές ἐστιν (ὃ ἐλέχθη) ὑπ’ Εὐριπίδου
τὸν
τρόπον τοῦτον·
οὐχ ὧδε — — τυμβεύομεν.
17. (Εἰ) ἀληθῶς
Εὐριπίδης (ἔλ)εγεν· (Eur. Phoenix fr. 814 N.)
οὐκ ἔστι (τοῦ
θρ)έψαντος ἥδιον πέδον.
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
οὐκ
ἔστι — — πέδον.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
οὐκ
ἔστι — — πέδον.
ναὶ οὐ ἀληθῶς Εὐριπίδης ἔλεγεν·
οὐκ ἔστι — —
πέδον.
18. Εἰ Εὐριπίδης οὕτως ἀπεφαίνετο· (Eur. Suppl. 270)
οὐκ
ἔστιν οὐθὲν διὰ τέλους εὐδαιμονεῖν.
ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
οὐκ
ἔστιν - εὐδαιμονεῖν.
ναὶ οὐ ἀντίκειται ἀξίωμα καταφατικὸν τῷ·
οὐκ
ἔστιν - εὐδαιμονεῖν.
ναὶ
οὐ Εὐριπίδης οὕτως ἀπεφαίνετο·
οὐκ ἔστιν - εὐδαιμονεῖν.
19. Εἰ
οὕτως ἀπεφαίνετό τις τῶν ποιητῶν· (trag. fr. adesp. 79 N.)
οὐκ ἀξιῶ
μικ(ρ)ῶν σε· μεγάλα δ’ οὐκ ἔχω.
ἔστιν τις ὃς οὕτως ἀποφαίνοιτ’ ἄν·
ἀξιῶ
μικ(ρ)ῶν - ἔχω.
ναὶ οὐ ἔστιν τις ὃς οὕτως ἀποφαίνοιτ’ ἄν·
[κ]
ἀξιῶ μικ(ρ)ῶν - ἔχω.
ναὶ οὐ ἀπεφαίνετό τις τῶν ποιητῶν οὕτως·
οὐκ
ἀξιῶ — — ἔχω.
20. Εἰ Ἀγαμέμνων οὕτως ἀπέφασκεν· (Cypriorunm fr. 13 K.)
οὐκ
ἐφάμην Ἀχιλῆι χολώσειν ἄλκιμον ἧτορ
ὧδε μάλ’ ἐκπάγλως, ἐπειδὴ μάλα μοι φίλος
ἤην.
ἀξίωμά ἐστιν·
[κ] ἐφάμην Ἀχιλῆι — — ἤην.
ναὶ οὐκ
ἀξίωμά ἐστιν·
[κ] ἐφάμην Ἀχιλῆι — — ἤην.
ναὶ οὐ Ἀγαμέμνων οὕτως
ἀπέφασκεν·
οὐκ ἐφάμην — — - ἤην.
21. Εἰ Ἀλκμὰν ὁ ποιητὴς οὕτως
ἀπεφαίνετο· (Alcm. fr. 25)
οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ σκαιός.
καταφάσκοι
ἄν τις·
[κ] ἦς ἀνὴρ - σκαιός.
ναὶ οὐ καταφάσκοι ἄν τις·
[κ]
ἦς ἀνὴρ - σκαιός.
ναὶ οὐκ Ἀλκμὰν ὁ ποιητὴς οὕτως ἀπεφαίνετο·
οὐκ
ἦς — — σκαιός.
22. Εἱ οὕτως ἀποφαίνοιτ’ ἄν τις· (Anacr. fr. 15)
[οὐ]δηὖτ’
ἔμπεδός εἰμι,
οὐδ’ ἀστοῖσι προσηνής,
οὐ Ἀνακρέων οὕτως ἀπεφήνατο·
οὐ
δηὖτ’ - προσηνής·
ναὶ οὐ οὕτως ἀποφαίνοιτ’ ἄν τις·
δηὖτ’ — —
προσηνής.
ναὶ οὐ Ἀνακρέων οὕτως ἀπεφήνατο·
οὐ δηὖτ’ — —
προσηνής.
23. Εἰ Σαπφὼ οὕτως ἀποφαινομένη· (Sappho fr. 36)
οὐκ
οἶδ’ ὅττι θέω· δύο μοι τὰ νοήματα.
180
ἀπέφασκεν·
οἶδ’ ὅττι —
— νοήματα.
εἰσὶν ἀμφίβολοι διάλεκτοι. ναὶ οὐ εἰσὶν ἀμφίβολοι διάλεκτοι.
ναὶ
οὐ Σαπφὼ οὕτως ἀποφαινομένη·
οὐκ οἶδ’ ὅττι — — νοήματα.
ἀπέφασκεν·
οἶδ’ ὅττι — — νοήματα.
Εἰ Σαπφὼ οὕτως ἀπέφασκεν·
οὐκ
οἶδ’ — — νοήνατα.
ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ·
οὐκ
οἶδ’ — — νοήματα.
ναὶ οὐ ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ·
οὐκ
οἶδ’ — — νοήματα.
ναὶ οὐ Σαπφὼ οὕτως ἀπέφασκεν·
οὐκ οἶδ’ — —
νοήματα.
24. Εἰ ποιητής τις οὕτως ἀπεφαίνετο· (lyr. fr. adesp. 106 Bgk.)
οὐκ
εἶδον ἀνεμωκέα κόραν.
ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ·
οὐκ
εἶδον - κόραν.
ναὶ οὐ ἔστιν τι καταφατικὸν ἀξίωμα ἀντικείμενον τῷ·
οὐ
||
| α κό(ραν . . . . . .
|
καταφατ(ικῷ δύο ἀξιώ)|ματα ἀπ(οφατικὰ ἀν)|τί-
κειται . . . . . . . . .
|
δέχεται . . . . . . . . . | σιω κάκεῖνα . . . . . | ἀποφαιν . . . .
.
. . . |κ εἶδον ἀνεμωκέα κό|ραν ἀποῳ . . . . . . . . .
| νεμωκέα κόραν . . . . |
των
ου ειδ . . . . |
Diocles Magnes apud. Diog. Laërt. VII 63. φασὶ δὲ [τὸ] λεκτὸν εἶναι τὸ
κατὰ φαντασίαν λογικὴν ὑφιστάμενον. τῶν δὲ λεκτῶν τὰ μὲν λέγουσιν εἶναι αὐτοτελῆ οἱ
Στωϊκοί, τὰ δὲ ἐλλιπῆ· ἐλλιπῆ μὲν οὖν ἐστι τὰ ἀναπάρτιστον ἔχοντα τὴν ἐκφοράν, οἷον
γράφει
. ἐπιζητοῦμεν γάρ τίς;
αὐτοτελῆ δ’ ἐστὶ τὰ ἀπηρτισμένην ἔχοντα τὴν
ἐκφοράν, οἷον· γράφει Σωκράτης.
Philo de agricultura § 139. Vol. II p. 122, 18 Wendl. ὅτι τῶν ὄντων τὰ
μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ ⟨τῶν σωμάτων⟩ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα·
καὶ τὰ μὲν λογικὰ, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν
ἄῤῥεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα. Καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν τέλεια, τὰ δ’
ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα, ἀρατικά τε αὖ καὶ
Diocles Magnes apud Diog. Laërt. VII 63. ἐν μὲν οὖν τοῖς ἐλλιπέσι
λεκτοῖς τέτακται τὰ κατηγορήματα· - 64. ἔστι δὲ τὸ κατηγόρημα τὸ κατά τινος
ἀγορευόμενον· ἢ πρᾶγμα συντακτὸν περί τινος ἢ τινῶν, ὡς οἱ περὶ Ἀπολλόδωρόν φασιν, ἢ
λεκτὸν ἐλλιπὲς συντακτὸν ὀρθῇ πτώσει πρὸς ἀξιώματος γένεσιν. τῶν δὲ κατηγορημάτων τὰ
μέν ἐστι συμβάματα **** οἷον τὸ διὰ πέτρας πλεῖν
. καὶ τὰ μέν ἐστι τῶν
κατηγορημάτων ὀρθά, ἃ δ’ ὕπτια, ἃ δ’ οὐδέτερα. ὀρθὰ μὲν οὖν ἐστι τὰ συντασσόμενα μιᾷ
τῶν πλαγίων πτώσεων πρὸς κατηγορήματος γένεσιν, οἶον ἀκούει
ὁρᾷ
διαλέγεται
. ὕπτια δέ ἐστι τὰ συντασσόμενα τῷ παθητικῷ μορίῳ, οἶον
ἀκούομαι
ὁρῶμαι
. οὐδέτερα δ’ ἐστὶ τὰ μηδετέρως ἔχοντα, οἶον φρονεῖ
περιπατεῖ
. ἀντιπεπονθότα δέ ἐστιν ἐν τοῖς ὑπτίοις, ἃ ὕπτια ὄντα ἐνεργήματά [δέ]
ἐστιν, οἷον κείρεται
. ἐμπεριέχει γὰρ ἑαυτὸν ὁ κειρόμενος. πλάγιαι δὲ πτώσεις
εἰσὶ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική.
Porphyrius apud Ammonium in Aristot. de interpr. p. 44, 19 Busse. (ἐν
οἷς καὶ προσιστορεῖ (scil. Porphyrius) τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν
κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην.) Τὸ κατηγορούμενον ἤτοι
ὀνόματος κατηγορεῖται ἢ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς
κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς
καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι κατηγορούμενον. ἂν μὲν οὖν
ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς νομάζεται
(σημαίνει γὰρ ἄμφω ταὐτὸν), ὡς τὸ
. καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις.περιπατεῖ
, οἷον Σωκράτης
περιπατεῖ
. ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ
ὂν οἷον παρακατηγόρημα. ὡς ἔχει τὸ μεταμέλει
, οἷον Σωκράτει μεταμέλει
.
τὸ μὲν γὰρ μεταμελεῖται
σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει
παρασύμβαμα οὐ
δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον Σωκράτης μεταμέλει
(οὐδεμία γὰρ τοῦτο ἀπόφανσις) ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον, ὡς τὸ περιπατῶ,
περιπατεῖς, περιπατεῖ
οὔτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν τούτῳ
μεταμέλει
οὕτως, καὶ τούτοις μεταμέλει
. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος
κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι φιλεῖ
καὶ τὸ εὐνοεῖ
, οἷον Πλάτων
φιλεῖ
· τούτῳ γὰρ προστεθὲν τὸ τινά, οἷον Δίωνα, ποιεῖ ὡρισμένην ἀπόφανσιν
τὴν Πλάτων
Δίωνα φιλεῖ
. ἂν δὲ τὸ τῆς πτώσεως κατηγορούμενον ᾖ τὸ δεόμενον ἑτέρᾳ
συνταχθῆναι πλαγίᾳ πτώσει πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ παρασύμβαμα λέγεται,
ὡς ἔχει τὸ μέλει, οἷον Σωκράτει Ἀλκιβιάδου μέλει
. ταῦτα δὲ πάντα καλοῦσι
ῥήματα
Eadem fere Stephanus in Aristot. de interpret. p. 10, 22 sq. p. 11, 8
sq. Hayd. (Comment. graec. XVIII, 3), Cf. etiam Apollon. περὶ συντ. III 32 μεταμέλει
γὰρ Σωκράτει καὶ ἔτι μέλει, τῆς ὀρθῆς οὐ συνούσης, διὸ καὶ παρασυμβάματα αὐτὰ
ἐκάλεσαν οἱ ἀπὸ τῆς Στοᾶς, τῶν ἄλλων ῥημάτων κατὰ τὰς συμβαινούσας διαθέσεις παρ’
αὐτοῖς συμβαμάτων προσαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μἐν ἀπαρτίζον τὴν
διάνοιαν παρασύμβαμα, λέγω τὸ μέλει Σωκράτει
, τὸ δὲ ἐλλεῖπον ἧττον ἢ
παρασύμβαμα, λέγω δὴ τὸ μέλει
. Idem I, 8 πᾶν ἀπαρέμφατον ὄνομά ἐστι ῥηματικόν,
εἰ γε καὶ οἱ ἀπὸ τῆς Στοᾶς αὐτὸ μὲν καλοῦσι ῥῆμα, τὸ δὲ περιπατεῖ
ἢ γράφει
κατηγόρημα ἢ σύμβαμα. Falsa de iisdem rebus produnt Suid. s. v. σύμβαμα Priscianus
XVIII p. 1118.
Simplicius in Aristot. categ. f. 84 Δ ed. Bas. Παρατηρεῖν δὲ δεῖ καὶ
πότε ὀρθόν ἐστι καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς
πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον. οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ
τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν
ἀποθανόντα υἱόν, εἰ ἐπ’ αὐτῷ τις λυποῖτο· ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ
φαντασία, ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον, ἐπιμένει. ἔστι δ’ ὅταν καὶ παυσαμένου τοῦ
ποιοῦντος πάσχει τὸ πάσχον, ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς
θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν
γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον.
ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν
ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ’ οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει
ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωϊκοῖς· ὧν ἐφ’ ἡμῶν
καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν.
Scripsit
Chrysippus de rebus hac paragrapho tractatis:
περὶ προσταγμάτων βʹ
περὶ
ἐρωτήσεως βʹ
περὶ πεύσεως δʹ
ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ.
Diocles Magnes apud Diog. Laërt. VII 66. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα
καὶ πύσμα ⟨καὶ⟩ προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ
προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν ἇρά γε ἡμέρα ἐστί;
τοῦτο δὲ οὔτε ἀληθές ἐστιν
οὔτε ψεῦδος· ὥστε τὸ μὲν ἡμέρα ἐστίν
ἀξίωμά ἐστι, τὸ δὲ ἆρά
γε ἡμέρα ἐστίν;
ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν
ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, ναί
, ἀλλὰ ⟨δεῖ⟩ εἰπεῖν οἰκεῖ ἐν
τῷδε τῷ τόπῳ
. προστακτικὸν δέ ἐστι πρᾶγμα, ὃ λέγοντες προστάσσομεν, οἷον· (fr.
trag. adesp. 144 N) σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς
. ὁρκικὸν ****
⟨προσαγορευτικὸν⟩ δέ ἐστι πρᾶγμα, ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον Ἀτρείδη
κύδιστε, ἄναξ ἀνδρῶν Ἀγαμέμνον
. ὅμοιον δέ ἐστιν ἀξιώματι, ὃ τὴν ἐκφορὰν ἔχον
ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων,
οἷον· καλός γ’ ὁ παρθενών
. ὡς Πριαμίδησιν ἐμφερὴς ὁ βουκόλος
(frg.
trag. adesp. 109) ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι
τις, ἀποροίη ἂν· (Menandri fr. 281, 9 Kock) ἆρ’ ἔστι συγγενές τι λύπη
καὶ βίος;
οὔτε δὲ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ
τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων.
Sextus adv. math. VIII 70. αὐτίκα γὰρ - ἠξίουν οἱ Στωϊκοὶ κοινῶς ἐν
λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν
φαντασίαν ὑφιστάμενον· λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ
παραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι τὰ δὲ αὐτοτελῆ. ὧν τὰ μὲν ἐλλιπῆ
παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους εἶναί φασι ⟨διαφοράς⟩. καὶ γὰρ προστακτικὰ
καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον δεῦρ’ ἴθι νύμφα φίλη
(Il. Γ 30)
καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον ὁ Δίων περιπατεῖ
, καὶ πύσματα,
ἅπερ λέγοντες πυνθανόμεθα, οἷον ποῦ οἰκεῖ Δίων;
ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς
καὶ ἀρατικά, ἅπερ λέγοντες ἀρώμεθα ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι
ὡς ὅδε οἶνος
(Il. Γ 300) καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα Ζεῦ πάτερ,
Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι
(Il. H
202). προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα, ἅπερ λέγοντες ἢ ἀληθεύομεν ἢ
ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἷον τὸ μὲν τοιοῦτο Πριαμίδῃσιν
ἐμφερὴς ὁ βουκόλος
ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ
δὲ οὕτως ἔχον ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος
πλέον τι ἀξιώματός ἐστι καὶ
οὐκ ἀξίωμα. πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἵνα τι, φασίν, ἀληθὲς ᾖ ἢ
ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποῖον
δήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, ὡς προεῖπον, λέγοντες ἤτοι ἀληθεύομεν ἢ
ψευδόμεθα.
Ammonius in Aristot. de interpret. p. 2, 26 Busse. καλοῦσι δὲ οἱ
Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν
προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη ἔστω εὐθεῖα γραμμὴ ἥδε
, τὸ δὲ ὑποθετικὸν οἷον ὑποκείσθω
τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας
τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς
ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους (Menander fr. 855) ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους
τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ. — — πέμπτον δέ τι πρὸς τούτοις εἶναί
φασι τὸ ἐπαπορητικὸν οἷον· Δᾶος πάρεστι· τί ποτ’ ἐπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν
ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως.
Ammonius in Aristot. Analyt. pr. p. 2, 3 Wal. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περιπατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωϊκοὺς πλὴν τοῦ ἀποφαντικοῦ. Cf. p. 26, 31.
Scholia Hesiod. Theog. v. 463. τῷ ἐρωτήματι συμβολικῶς ἕπεται ἡ ἀπόκρισις, τῷ πύσματι δὲ διεξοδικῶς.
Alexander in Aristot. Topica p. 539, 17. καὶ γὰρ ἐν ἐκείνῳ εἶπε (scil. Aristoteles in Top. lib. I) μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις.
Simplicius in Aristot. categ. f. 103 A. ed. Bas. χωρὶς δὲ τούτων, φασί,
πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσι τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ
ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· οὐ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψευδές,
ἀλλ’ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός· ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν
αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ
πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μωμίμῳ (sic!) οὔτε ἀληθές
ἐστιν οὔτε ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν· ἀλλ’ αὗται μὲν ἀπὸ τῆς Στωϊκῆς
ἀκριβείας ἔστωσαν αἱ λύσεις.
Ex Chrysippi libris ad hanc paragraphum pertinent:
περὶ
ἀξιωμάτων αʹ
περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ
περὶ τῶν ἀορίστων
ἀξιωμάτων πρὸς Δίωνα γʹ
περὶ τῆς διαφορᾶς τῶν ἀορίστων δʹ
περὶ δυνατῶν
πρὸς Κλεῖτον δʹ
περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ.
Diocles Magnes apud Diog. Laërt. VII 65. ἀξίωμα δέ ἐστιν ὅ ἐστιν ἀληθὲς
ἢ ψεῦδος· ἢ πρᾶγμα αὐτοτὲς ἀποφαντὸν ὅσον ἐφ’ ἑαυτῷ ὡς ὁ Χρύσιππός φησιν ἐν τοῖς
διαλεκτικοῖς ὅροις ἀξίωμά
ἐστι τὸ ἀποφαντὸν ἢ καταφαντὸν ὅσον ἐφ’ ἑαυτῷ οἱον 'ἡμέρα ἐστί’ 'Δἱων περιπατεῖʼ·
ῶνόμασται δὲ τὸ ἀξιωμα ἀπὸ τοῦ ἀξιοῦσθαι ἢ ἀθετεῖσθαι. ὁ γὰρ λέγων ἡμέρα ἐστῖν
ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔσης μὲν οὖν ἡμέρασ ἀληθὲς γίνεται τὸ προκείμενον
ἀξίωμα, μὴ οὔσης δὲ φεῦδος.
Gellius Noct. Att. XVI 8, 1. Cum in disciplinas dialecticas induci atque imbui vellemus, necessus fuit adire atque cognoscere quas vocant dialectici εἰσαγωγάς. Tum quia in primo περὶ ἀξιωμάτων discendum. — — 4. redimus igitur necessario ad graecos libros. Ex quibus accepimus ἀξίωμα esse his verbis: λεκτὸν αὐτοτελὲς ἀπόφαντον ὅσον ἐφ’ αὑτῷ. — — 8. et omnino quicquid ita dicitur plena atque perfecta verborum sententia, ut id necesse sit aut verum aut falsum esse, id a dialecticis ἀξίωμα appellatum est. — —
Sextus adv. math. VIII 10. οἱ δὲ ἀπὸ τῆς Στοᾶς λέγουσι μὲν τῶν τε αἰσθητῶν τινα καὶ τῶν νοητῶν ἀληθῆ, οὐκ ἐξ εὐθείας δὲ τὰ αἰσθητά, ἀλλὰ κατ’ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ παρακείμενα τούτοις νοητά· ἀληθὲς γάρ ἐστι κατ’ αὐτοὺς τὸ ὑπάρχον καὶ ἀντικείμενόν τινι, καὶ ψεῦδος τὸ μὴ ὑπάρχον καὶ [μὴ] ἀντικείμενόν τινι· ὅπερ ἀσώματον ἀξίωμα καθεστὼς νοητὸν εἶναι.
Cicero Acad. Pr. II 95. Fundamentum dialecticae est, quidquid enuntietur (id autem appellant ἀξίωμα -) aut verum esse aut falsum. Quid igitur? haec vera an falsa sunt: 'si te mentiri dicis idque verum dicis, mentiris [verum dicis]ʼ. Haec scilicet inexplicabilia esse dicitis. - Si ista explicari non possunt nec eorum ullum iudicium invenitur, ut respondere possitis, verane an falsa sint, ubi est illa definitio, effatum esse id, quod aut verum aut falsum sit?
Stobaeus Florileg. 28, 18 H. (28, 15 M.) Χρυσίππου. Χρύσιππος διαφέρειν ἔφη τὸ ἀληθορκεῖν τοῦ εὐορκεῖν· καὶ τὸ ἐπιορκεῖν τοῦ ψευδορκεῖν. Τὸν μὲν γὰρ ὀμνύντα καθ’ ὃν ὀμνύει καιρὸν πάντως ἢ ἀληθορκεῖν ἢ ψευδορκεῖν. τὸ γὰρ ὀμνύμενον ὑπ’ αὐτοῦ ἢ ἀληθὲς εἶναι ἢ ψεῦδος, ἐπειδὴ ἀξίωμα τυγχάνει ὄν. τὸν δὲ ὀμνύντα μὴ πάντως καθ’ ὃν ὀμνύει χρόνον ἢ εὐορκεῖν ἢ ἐπιορκεῖν, ὅτε μὴ πάρεστιν ὁ χρόνος, εἰς ὃν ἡ ἀναφορὰ τῶν ὅρκων ἐγίγνετο. Ὃν τρόπον γὰρ λέγεσθαί τινα εὐσυνθετεῖν ἢ ἀσυνθετεῖν, οὐχ ὅτε συντίθεται, ἀλλ’ ὅτε οἱ χρόνοι ἐνίστανται τῶν κατὰ τὰς ὁμολογίας· οὕτω καὶ εὐορκεῖν τις καὶ ἐπιορκεῖν ῥηθήσεται, ὅταν οἱ καιροὶ παραστῶσι, καθ’ οὓς ὡμολόγησεν ἐπιτελέσειν τὰ κατὰ τοὺς ὅρκους.
Simplicius in Aristot categ. f. 103 B ed Bas. περὶ δὲ τῶν εἰς τὸν
μέλλοντα χρόνον ἀντιφάσεων οἱ μὲν Στωϊκοὶ τὰ αὐτὰ δοκιμάζουσιν, ἅπερ καὶ ἐπὶ τῶν
ἄλλων. ὡς γὰρ τὰ περὶ τῶν παρόντων καὶ
Sextus adv. math. VIII 79. τὰ νῦν δὲ ἐκεῖνο ῥητέον ὅτι τὸ αὐτοτελὲς
ἀξίωμα σύνθετον εἶναι θέλουσιν, οἷον τὸ ἡμέρα ἐστί
σύγκειται ἔκ τε τοῦ
ἡμέρα
καὶ τοῦ ἔστιν
.
Proclus in Euclid. p. 193 Friedlein. καὶ οἵ γε ἀπὸ τῆς Στοᾶς ἅπαντα
λόγον ἁπλοῦν ἀποφαντικὸν ἀξίωμα προσαγορεύειν εἰώθασιν, καὶ ὅταν διαλεκτικὰς ἡμῖν
γράφωσι τέχνας περὶ ἀξιωμάτων
, τοῦτο διὰ τῶν ἐπιγραμμάτων δηλοῦν ἐθέλουσιν.
Diocles Magnes apud Diog. Laërt. VII 75. πιθανὸν δέ ἐστιν ἀξίωμα τὸ
ἄγον εἰς συγκατάθεσιν, οἷον εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί
.
ψεῦδος δὲ τοῦτο· οὐ γὰρ ἡ ὄρνις ὠοῦ ἐστι μήτηρ. ἔτι τὰ μέν ἐστι δυνατά, τὰ δὲ
ἀδύνατα, καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ’ οὐκ ἀναγκαῖα. δυνατὸν μὲν τὸ ἐπιδεκτικὸν τοῦ
ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων πρὸς τὸ ἀληθὲς εἶναι, οἷον ζῇ Διοκλῆς
.
ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον ἡ γῆ ἵπταται
.
ἀναγκαῖον δέ ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, ἢ
ἐπιδεκτικὸν μέν ἐστι, τὰ δ’ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ
ἀρετὴ ὠφελεῖ
. οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι,
τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων, οἷον τὸ περιπατεῖ Δίων
. εὔλογον δέ ἐστιν ἀξίωμα
τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον βιώσομαι αὔριον
. καὶ ἄλλαι
δέ εἰσι διαφοραὶ ἀξιωμάτων καὶ μεταπτώσεις αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί,
περὶ ὧν ἐν τῷ πλάτει λέγομεν. Boëthius ad Aristot. de interpr. p. 374. Stoici vero
possibile quidem posuerunt, quod susceptibile esset verae praedicationis, nihil his
prohibentibus, quae cum extra sint cum ipso tamen fieri contingunt; impossibile
autem, quod nullam unquam suscipiat veritatem, aliis extra eventum ipsius
prohibentibus; necessarium, quod cum verum sit falsam praedicationem nulla ratione
suscipiat. Idem p. 429. illud autem ignorandum non est, quod Stoicis universalius
videatur esse possibile a necessario; dividunt enim enuntiationes hoc modo: enuntiationum,
inquiunt, aliae sunt possibiles, aliae
impossibiles; possibilium aliae sunt necessariae, aliae non necessariae; rursus
non necessariarum aliae possibiles etc.
stulte atque improvide idem possibile
et genus non necessarii et speciem constituentes.
Plutarchus de Stoic. repugn. c. 46 p. 1055 d. Ὁ δὲ τῶν δυνατῶν λόγος
πρὸς τὸν τῆς εἰμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; εἰ γὰρ οὐκ ἔστι δυνατὸν
ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ ἔσται, κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ
γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι δυνατόν ἐστιν
ἔσται δυνατὰ πολλὰ τῶν μὴ καθ’
εἱμαρμένην. ⟨Ἢ ἄρα τὴν⟩ ἀνίκητον καὶ ἀνεκβίαστον καὶ
Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 177, 25 Wallies.
Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑπ’
Ἀριστοτέλους εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ
ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον. φησὶ γὰρ ἐν τῷ συνημμένῳ τῷ εἰ
τέθνηκε Δίων, τέθνηκεν οὗτος
δεικνυμένου τοῦ Δίωνος ἀληθεῖ ὄντι τὸ μὲν ἡγούμενον
⟨τὸ⟩ τέθνηκε Δίων
δυνατὸν εἶναι τῷ δύνασθαί ποτε ἀληθὲς γενέσθαι τὸ τεθνηκέναι
Δίωνα, τὸ δὲ τέθνηκεν οὕτος
ἀδύνατον· ἀποθανόντος γὰρ Δίωνος φθείρεσθαι τὸ
ἀξίωμα τὸ οὗτος τέθνηκε
μηκέτ’ ὄντος τοῦ τὴν δεῖξιν ἀναδεχομένου· ἐπὶ γὰρ
ζῶντος καὶ κατὰ ζῶντος ἡ δεῖξις. εἰ οὖν μή⟨τε⟩ τεθνεῶτος αὐτοῦ ἔτι τὸ οὗτος
οἷόντε, μήτε πάλιν ὑφίσταται ὁ Δίων, ὡς δύνασθαι ἐπ’ αὐτοῦ ῥηθῆναι τὸ τέθνηκεν
οὗτος
, ἀδύνατον τὸ τέθνηκεν οὗτος
. ἦν γὰρ ἂν οὐκ ἀδύνατον, εἰ ὕστερόν ποτε
ἐδύνατο μετὰ τὸν θάνατον τὸν Δίωνος, ἐφ’ οὗ τὸ πρότερον ἐν τῷ συνημμένῳ, ὅτε ἔζη ὁ
Δίων, κατηγορεῖτο τὸ τέθνηκεν οὗτος
, κατηγορηθῆναι πάλιν τὸ οὗτος
. ἐπεὶ
δὲ μὴ οἷόντε τοῦτο, ἀδύνατον ἂν εἴη τὸ τέθνηκεν
οὗτος
. ὅμοιον τούτῳ παρατίθεται καὶ τὸ εἰ νύξ ἐστιν, οὐκ ἔστιν αὕτη ἡμέρα
δεικνυμένης τῆς ἡμέρας· καὶ γὰρ ἐν τούτῳ τῷ συνημμένῳ ἀληθεῖ ὄντι, ὡς οἴεται, δυνατῷ
ὄντι τῷ ἡγουμένῳ ἀδύνατον τὸ ἑπόμενον.
Cf. [Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. Vol. IV, 6) p. 50,
13 Wal. - Philoponus ad Anal. pr. f. 42 b notabilia sunt verba: τὸ γὰρ
τοῦτο
, δεικτικὸν ὑπάρχον, ὄν τι πρᾶγμα σημαίνει, τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ
ὂν ἀδύνατον μὴ εἶναι. τὸ ἄρα τεθνάναι τοῦτον
ἀδύνατον.
Proclus in Plat. Parmen. Vol. IV p. 103 ed. Cousin. εἰ δέ τις τοσούτων
εἰς ἐξέτασιν προκειμένων εἰς τὴν Στωϊκὴν τερθρείαν ἀπάγοι τὸν λόγον, ζητῶν εἰ δυνατῷ
ἀδύνατον ἀκολουθεῖ τὸ εἰ τέθνηκε Δίων
εἰς μέσον φέρων· εἰ οὖν τις καὶ τῶν
τοιούτων ἀπόρων ἐθέλοι ποιεῖσθαι μνήμην, ἱκανῶς ὑπὸ τῶν Περιπατητικῶν ἐξητασμένων,
ῥᾷδιον ἀπαντάν.
Diocles Magnes apud Diog. Laërt. VII 68. τῶν ἀξιωμάτων τὰ μέν ἐστιν
ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ
Ἀντίπατρον καὶ Κρίνιν· ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου
[ἢ ἐξ ἡμέρα ἐστίν
.
οὐχ ἁπλᾶ δέ ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων, ἐξ ἀξιώματος
μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, ⟨ἡμέρα
ἐστίν⟩
. ἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστί
.
Diocles Magnes apud Diog. Laërt. VII 69. ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν
ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ
καταγορευτικὸν καὶ τὸ ἀόριστον. — — ⟨καὶ ἀποφατικὸν μὲν⟩ οἷον οὐχὶ ἡμέρα ἐστίν
.
εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δέ ἐστιν ἀποφατικὸν ἀποφατικοῦ,
οἷον οὐχὶ ἡμέρα ⟨οὐκ⟩ ἔστι
. τίθησι δὲ τὸ ἡμέρα ἐστίν
. ἀρνητικὸν δέ ἐστι
τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ
.
στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν, οἷον ἀφιλάνθρωπός
ἐστιν οὗτος
. κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος,
οἷον Δίων περιπατεῖ
. καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς
δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ
. ἀόριστον δέ ἐστι τὸ
συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων ⟨καὶ κατηγορήματος⟩, οἷον τὶς
περιπατεῖ
, ἐκεῖνος κινεῖται
.
[Apuleius] περὶ ἑρμηνείας 266 (p. 2, 9 Goldb.). aliae dedicativae sunt
(scil. propositiones) quae dedicant aliquid de quopiam, ut virtus bonum
est
— — aliae abdicatiae, quae abdicant aliquid de quopiam, ut voluptas
non est bonum
— — at Stoici hanc quoque dedicativum putant, cum inquiunt: evenit
cuidam voluptati bonum non esse; ergo dedicat, quid evenerit ei, id est, quid sit.
idcirco dedicativa, inquiunt, est, quia et in quo negavit esse, dedicat id, quod
non videtur esse
. Solum autem abdicativum vocant, cui negativa particula
praeponitur. Cf. Boëth. ad Arist. de interpr. p. 383 ed. Bas.
Sextus adv. math. VIII 93. τῶν ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην
ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοί, καθ’ ἣν τὰ μέν ἐστιν αὐτῶν ἀπλᾶ, τὰ δ’ οὐχ ἀπλᾶ.
καὶ ἁπλᾶ μὲν ὅσα μήτ’ ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν, μήτ’ ἐξ
ἀξιωμάτων διαφερόντων διὰ τινὸς ἢ τινῶν συνδέσμων. — — 94 ἀπλᾶ λέγεται ἀξιώματα,
ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ' ἐξ ἄλλων τινῶν. — — 95 οὐχ ἁπλᾶ δὲ ἐτύγχανε τὰ
οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων
συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον εἰ ἡμέρα ἐστίν, ἡμέρα
ἐστιν· εἰ νύξ ἐστι, σκότος ἐστίν· καὶ [εἰ] ἡμέρα ἐστὶ καὶ φῶς ἐστιν· ἤτοι ἡμέρα
ἐστὶν ἢ νύξ ἐστιν
. 96 τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστίν, τινὰ δὲ ἀόριστα, τινὰ
δὲ μέσα· ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον οὗτος περιπατεῖ,
οὗτος κάθηται
. δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων. ἀόριστα τὶς κάθηται
, μέσα δὲ τὰ οὕτως ἔχοντα ἄνθρωπος
κάθηται
ἢ Σωκράτης περιπατεῖ
. τὸ μὲν οὖν τὶς περιπατεῖ
ἀόριστόν
ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων· κοινῶς γὰρ ἐφ’ ἑκάστου
αὐτῶν ἐκφέρεσθαι δύναται· τὸ δὲ οὗτος κάθηται
ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε
τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ Σωκράτης κάθηται
μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε
ἀόριστόν ἐστιν, ἀφώρικε γὰρ τὸ εἶδος, οὔτε ὡρισμένον, οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται,
ἀλλ’ ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου· γίνεσθαι δέ
φασι τὸ ἀόριστον ἀληθές - ὅταν τὸ ὡρισμένον ἀληθὲς εὑρίσκηται. - 100 καὶ δὴ τὸ
ὡρισμένον τοῦτο ἀξίωμα, τὸ οὗτος κάθηται
ἢ οὗτος
περιπατεῖ
, τότε φασὶν ἀληθὲς ὑπάρχειν ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι
συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν.
Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 1299, 36 Diels.
ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς
Στωϊκοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως, μὴ ὄντα τοιαῦτα· ἔστι
δὲ ταῦτα τοιαῦτα· εἰ ζῇ Δίων, ζήσεται Δίων
. τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν,
ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ζῇ Δίων
καὶ λῆγον εἰς ἀληθὲς τὸ
ζήσεται
, ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ἀλλὰ μὴν ζῇ
Δίων
μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι
τοῦ ζῇ Δίων
οὐκ ἔσται ἀληθὲς τὸ καὶ ζήσεται
, οὗ μὴ ὄντος ἀληθοῦς τὸ
ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ζῇ
ἀληθές,
καὶ τὸ ζήσεται
, ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας
εἰπεῖν, πότε· οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ζήσεται
. διὸ καὶ ἐν ἀπεριγράφῳ
καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.
Dionysius Halicarn. de compos. verb. p. 31. Re. Ἔγωγ’ οὖν ὅτε διέγνων
συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς, καὶ
μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ
λεκτικοῦ τόπου πεποιημένους. δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῆ δ’ οὐδὲν ὑπ’
οὐδενὸς εὑρὼν τῶν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτ’ ἔλαττον συναχθὲν εἰς ἣν ἐγὼ
προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττάς, ἐπιγραφὴν
ἐχούσας Περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν
οὐ ῥητορικὴν θεωρίαν ἐχούσας,
ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βίβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως,
ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων, ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ
Huc pertinent ex libris Chrysippi:
Περὶ τῶν οὐχ
ἁπλῶν ἀξιωμάτων αʹ.
Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην βʹ.
Περὶ
ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ.
Περὶ ἀληθοῦς συνημμένου πρὸς
Γοργιππίδην δʹ.
Πρὸς τὸ περὶ ἀκολούθων αʹ.
Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων
συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ
διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ
συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ
ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς
ἐστι
. (Deinde definitur τὸ παρασυνημμένον, ὡς ὁ Κρίνις φησίν ἐν τῇ διαλεκτικῇ
τέχνῃ). 72. συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων
συμπέπλεκται, οἷον καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι
. διεζευγμένον δέ ἐστιν, ὃ ὑπὸ
τοῦ ἤτοι
διαζευκτικοῦ συνδέσμου διέζευκται, οἶον, ἤτοι ἡμέρα ἐστὶν ἢ
νύξ ἐστιν
. ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος
εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι
, οἷον διότι
ἡμέρα ἐστί, φῶς ἐστίν
. οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν
δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου
καὶ τοῦ ⟨ἢ
⟩ μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον μᾶλλον ἡμέρα
ἐστὶν ἢ νύξ ἐστιν
. διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ
προκειμένῳ, οἷον ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν
.
Galenus introductio dialectica 4 p. 10, 13 Kalbfl. εἰ δὲ ἐφ’ ἑτέρων
λέγοιτο ⟨ἡ⟩ φωνὴ, ⟨ἂ⟩ μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην ἀποφατικήν,
συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον ἀξίωμα, καθάπερ ἐπὶ τοῦ Δίων περιπατεῖ καὶ
Θέων διαλέγεται
. ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν ἔχοντα κατὰ συμπλοκὴν
Dexippus in Aristot. categ. p. 22, 18 Busse. φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συνδέσμου προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιότερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον.
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047c. Ἀλλὰ μὴν αὐτὸς (sc. Chrysippus) τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας, οὔτε δι’ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστορήσας etc. — — Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί. ὧν καὶ Ἵππαρχός ἐστιν, ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα, καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δ’ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. Cf. Plut. Quaest. Conviv. VIII 9, ubi eadem fere verba recurrunt.
Sextus adv. math. VIII 124. ἐνέσται δὲ ἀπὸ τούτων καὶ ἐπὶ τὰ
συμπεπλεγμένα καὶ ἐπὶ τὰ διεζευγμένα κοινῶς τε ἐπὶ τὰ λοιπὰ εἴδη τῶν οὐχ ἁπλῶν
ἀξιωμάτων διαβαίνειν. - ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ’ ἔχον ἐν αὑτῷ
ἀληθῆ, οἷον τὸ ἡμέρα ἐστί καὶ φῶς ἐστι
, ψεῦδος δὲ τὸ ἔχον ψεῦδος. Haec
impugnat Sextus, deinde pergit 128. ἀλλ’ ὥσπερ ἐν τῷ βίῳ, φασί, τὸ κατὰ μὲν τὰ
πλεῖστα μέρη ὑγιὲς ἱμάτιον, κατ’ ὀλίγον δὲ διεῤῥωγὸς οὐκ ἀπὸ τῶν πλείστων καὶ ὑγιῶν
μερῶν ὑγιὲς εἶναι λέγομεν, ἀλλ’ ἀπὸ τοῦ ὀλίγου καὶ διεῤῥωγότος διεῤῥωγός, οὕτω καὶ τὸ
συμπεπλεγμένον, κἂν ἓν μόνον ἔχῃ ψεῦδος, πλείονα δὲ ἀληθῆ, λεχθήσεται τὸ ὅλον ἀπὸ τοῦ
ἑνὸς ψεῦδος.
Galenus de simplic. medicam. II 16. Vol. XI p. 499 K. τὴν ὑποθετικὴν πρότασιν, ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνομάζουσιν.
Gellius Noct. Att. XVI 8, 9. Sed quod Graeci συνημμένον ἀξίωμα dicunt —
— id - tale est: si Plato ambulat, Plato movetur
, si dies est,
sol super terras est.
coniunctum
vel copulatum
dicimus, quod est
eiusdemmodi: P. Scipio, Pauli filius, et bis consul fuit et triumphavit et
censura functus est et collega in censura L. Mummi fuit
. In omni autem
coniuncto si unum est mendacium, etiamsi cetera vera sunt, totum esse mendacium
dicitur.
Sextus adv. math. VIII 88. οὐ πάνυ δέ γε δύνανται παραστῆσαι τὸ
ἀντικείμενον ἡμῖν οἱ Στωϊκοί. - φασὶ γὰρ· ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ
ἑτέρου ἀποφάσει πλεονάζει, οἷον· ἡμέρα ἐστίν - οὐχ ἡμέρα ἐστίν. τοῦ γὰρ ἡμέρα
ἐστίν’ ἀξιώματος τὸ 'οὐχ ἡμέρα ἐστίν’ ἀποφάσει πλεονάζει τῇ οὐχί', καὶ διὰ τοῦτ’
ἀντικείμενόν ἐστιν ἐκείνῳ
. ἀλλ' εἰ τοῦτ’ ἐστι τὸ ἀντικείμενον, ἔσται καὶ τὰ
τοιαῦτα ἀντικείμενα τό τε 'ἡμέρα ἐστίν ⟨καὶ φῶς ἐστίν’ καὶ τὸ 'ἡμέρα ἐστίν⟩ καὶ οὐχὶ
φῶς ἐστιν.’ τοῦ γὰρ ἡμέρα ⟨ἐστίν καὶ φῶς⟩ ἐστιν
ἀξιώματος ἀποφάσει πλεονάζει
τὸ ⟨ἡμέρα ἐστίν καὶ⟩ οὐχὶ φῶς ἐστιν
. οὐχὶ δέ γε κατ’ αὐτοὺς ταῦτα ἀντικείμενά
ἐστιν· οὐκ ἄρα ἀντικείμενά ἐστιν ⟨ὧν⟩ τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει. ναί
φασιν, ἀλλὰ σὺν τούτῳ ἀντικείμενά ἐστι, σὺν τῷ τὴν ἀπόφασιν προτετάχθαι τοῦ ἑτέρου·
τότε γὰρ κυριεύει τοῦ ὅλου ἀξιώματος· ἐπὶ δὲ τοῦ ἡμέρα
ἐστὶν καὶ οὐχὶ φῶς ἐστίν
μέρος οὖσα τοῦ παντός, οὐ κυριεύει πρὸς τὸ ἀποφατικὸν
ποιῆσαι τὸ πᾶν.
Diocles Magnes apud Diog. Laërt. VII 73. ἔτι τῶν ἀξιωμάτων κατά τε
ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν
ἀποφατικόν, οἷον τὸ ἡμέρα ἐστίν
καὶ τὸ οὐχὶ ἡμέρα ἐστίν
. συνημμένον οὖν
ἀληθές ἐστιν, οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ
ἡμέρα ἐστί, φῶς ἐστι
. τοῦτο ἀληθές ἐστι· τὸ γὰρ οὐχὶ φῶς ⟨ἐστι⟩
,
ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ ἡμέρα ἐστί
. συνημμένον δὲ ψεῦδός ἐστιν οὗ
τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί,
Δίων περιπατεῖ
. τὸ γὰρ οὐχὶ Δίων περιπατεῖ
οὐ μάχεται τῷ ἡμέρα ἐστί
.
(sequitur παρασυνημμένον, quod inter Crinidis fragmenta posui.) αἰτιῶδες δὲ ἀληθὲς
μέν ἐστιν, ὃ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ
ἀρχόμενον ἀκόλουθον, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστι
. τῷ μὲν γὰρ ἡμέρα
ἐστίν
ἀκολουθεῖ τὸ φῶς ἐστι
, τῷ δὲ φῶς ἐστιν
οὐχ ἕπεται τὸ ἡμέρα
ἐστίν
. αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον
λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον διότι νύξ ἐστι, Δίων
περιπατεῖ
.
Sextus adv. math. VIII 108. καὶ δὴ οὐχ ἁπλᾶ μέν ἐστιν ἀξιώματα - ἅπερ
ἐξ ἀξιώματος διαφορουμένου ἢ ἀξιωμάτων διαφερόντων συνέστηκε καὶ ἐν οἷς σύνδεσμος ἢ
σύνδεσμοι ἐπικρατοῦσιν· λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον
συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων
διαφερόντων διὰ τοῦ εἰ
ἢ εἴπερ
σθνδέσμου· οἷον ἐκ διαφοπουμένου μὲν
ἀξιώματος καὶ τοῦ εἰ
συνέσμου τὸ τοιοῦτον σθνημμένον εἰ ἡμέρα ἐστίν, ἡμέρα
. ἐκ διαφερόντων δὲ ἀξιωμάτων
καὶ διὰ τοῦ εἴπερ
συνδέσμου τὸ οὕτως ἔχον εἴπερ
ἡμέρα ἐστί, φῶς ἐστιν
. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν εἰ
ἢ τὸν εἴπερ
σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ
λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον
οὕτως φῶς ἐστιν, εἴπερ ἡμέρα ἐστί
· καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ φῶς
ἐστιν
καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ἡμέρα ἐστίν
, καίπερ
δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν εἴπερ
σύνδεσμον τετάχθαι. ἡ μὲν οὖν
σύστασις τοῦ συνημμένου, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐστὶ τοιαύτη, ἐπαγγέλλεσθαι δὲ δοκεῖ
τὸ τοιοῦτον ἀξίωμα ἀκολουθεῖν τῷ ἐν αὐτῷ πρώτῳ τὸ ἐν αὐτῷ δεύτερον, καὶ ὄντος τοῦ
ἡγουμένου ἔσεσθαι τὸ λῆγον. ὅθεν σῳζομένης μὲν τῆς τοιαύτης ἐπαγγελίας καὶ
ἀκολουθοῦντος τῷ ἡγουμένῳ τοῦ λήγοντος ἀληθὲς γίνεται καὶ τὸ συνημμένον, μὴ σῳζομένης
δὲ ψεῦδος.
Galenus introductio dialectica cp. 3 p. 8, 11 Kalbfl. ἐπειδὰν διότι μὴ
ἔστι τόδε, εἶναι τόδε νοῶμεν, οἷον ⟨ὅτι⟩ νὺξ οὐκ ἔστιν, ἡμέραν εἶναι — —
διεζευγμένον ἀξίωμά τισι τῶν νεωτέρων φιλοσόφων (scil. Stoicis) ὀνομάζεται, καθάπερ
γε καὶ συνημμένον τὸ ἕτερον εἶδος τῶν προτάσεων τῶν ὑποθετικῶν ἃς κατὰ συνέχειαν
ἐλέγομεν γίγνεσθαι (cf. supra: ἐπειδὰν ὑπάρχον τι πιστεύηται δι’ ἕτερον ὑπάρχειν ἢ
κατὰ συνέχειαν), οἰκειοτέρα δέ ἐστι λέξις τὸ [τὰ] διεζευγμένον
τοῖς ἀξιώμασιν
(ἃς δηλονότι διαιρετικὰς προτάσεις ἔφαμεν ὀνομάζεσθαι) ⟨τοῖς⟩ διὰ τοῦ ἤτοι
συνδέσμου (διαφέρει δὲ οὐδὲν ἢ
διὰ μιᾶς συλλαβῆς λέγειν ἢ διὰ δυοῖν ἤτοι
)· συνημμένον
δὲ ⟨τοῖς⟩ διὰ τοῦ εἰ
⟨ἢ ἐπεὶ
⟩, εἴπερ ἓν καὶ οὗτοι
σημαίνουσιν· ὡς ὀνομάζεσθαι τὸν μὲν τοιοῦτον λόγον εἰ ἡμέρα
ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν
συνημμένον ἀξίωμα κατά γε τοὺς νεωτέρους
φιλοσόφους. — — τοὺς δέ γε τοιούτους ἤτοι γ’ ἡμέρα ἐστὶν ἢ νύξ ἐστι
διεζευγμένον μὲν ἀξίωμα παρὰ τοῖς νεωτέροις φιλοσόφοις etc. ibid. 14 p. 32, 13
Kalbfl. καλοῦσι δὲ τὰς μὲν κατὰ συνέχειαν (scil. προτάσεις) οἱ Στωϊκοὶ συνημμένα
ἀξιώματα, τὰς δὲ κατὰ διαίρεσιν διεζευγμένα, καὶ συμφωνεῖταί γε αὐτοῖς δύο μὲν
γίγνεσθαι συλλογισμοὺς κατὰ τὸ συνημμένον ἀξίωμα, δύο δὲ κατὰ τὸ διεζευγμένον. — —
τρίτον οὖν ἀναπόδεικτον τῶν περὶ τὸν Χρύσιππον ἡγουμένων ἐξ ἀποφατικοῦ συμπεπλεγμένου
καὶ θατέρου τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ περαίνοντα etc. Epimerismi Homer.
Cramer. Anecd. Ox. I p. 188. ὁ ἢ
σύνδεσμος ψιλούμενος καὶ ὀξυνόμενος σημαίνει
τρία· ἢ διαζευκτικός ἐστιν ἢ ὑποδιαζευκτικὸς ἢ διασαφητικός — — τί διαφέρουσιν
ἀλλήλων; ὅτι ὁ μὲν διαζευκτικὸς τὸ ἕτερον μόνον τῶν ὑποκειμένων αἱρεῖται, τὸ δὲ
ἕτερον ἀναιρεῖ· ἢ ἡμέρα ἐστὶν ἢ νύξ
(τὸ ἕτερον μόνον· οὐ γὰρ δύναται ἀμφότερα)
— — ὁ δὲ παραδιαζευκτικὸς καὶ ἀμφότερα δύναται παραλαμβάνειν, ἐπειδὰν οὕτω λέγωμεν ἐρέσσων
ἢ ἐπισπᾶται τὴν κώπην ἢ ἀπωθεῖται
(ἀμφότερα γὰρ βούλομ’
ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι
. ἔστι γὰρ ἤπερ ἀπολέσθαι. ἐν ἤθει δὲ λέγεται
ὑπὸ τοῦ Ἀγαμέμνονος.
Gellius Noct. Att. XVI 8, 12. Est item aliud, quod Graeci διε ζευγμένον
ἀξίωμα, nos disiunctum
dicimus. Id huiuscemodi est: aut malum
est voluptas aut bonum aut neque bonum neque malum est
. Omnia autem, quae
disiunguntur, pugnantia esse inter sese oportet, eorumque opposita, quae ἀντικείμενα
Graeci dicunt, ea quoque ipsa inter se adversa esse. Ex omnibus, quae disiunguntur,
unum esse verum debet, falsa cetera. Quod si aut nihil omnium verum, aut omnia
plurave quam unum vera erunt, aut quae disiuncta sunt non pugnabunt, aut quae
opposita eorum sunt contraria inter sese non erunt, tunc id disiunctum mendacium est
et appellatur παραδιεζευγμένον; sicuti hoc est, in quo quae opposita non sunt
contraria aut curris aut ambulas aut stas
. — — possis enim simul eodemque
tempore neque ambulare neque stare neque currere.
Cicero Acad. Pr. II 97. cum ab Epicuro - non impetrent, ut verum esse
concedat, quod ita effabimur: aut vivet cras Hermarchus aut non vivet
, cum
dialectici sic statuant, omne quod ita disiunctum sit, quasi 'aut etiam aut non’ non
modo verum esse, sed etiam necessarium. (paulo post:) dialectici - id est Antiochus
et Stoici.
Galenus introductio dialectica 5 p. 12, 3 Kalbfl. ⟨ἐν⟩ ἐνίοις δ'
ἀξιώμασιν ἐγχωρεῖ μὲν εἶναι καὶ πλείω καὶ πάντα, μὴ μόνον ἕν, ἀναγκαῖον δ’ ἐστὶ τὸ ἓν
ὑπάρχειν· ὀνομάζουσι δ’ ἔνιοι τὰ τοιαῦτα παραδιεζευγμένα
, τῶν διεζευγμένων ἓν
μόνον ἐχόντων ἀληθές, ἄν τ’ ἐκ δυοῖν ἀξιωμάτων ἁπλῶν ἄν τ’ ἐκ πλειόνων συγκέηται.
Sextus adv. math. VIII 244. βραχέα δ’ ἴσως δεήσει καὶ περὶ τοῦ
ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ’ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο
νοητόν. ὑπογράφοντες τοίνυν φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ
καθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν
καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἁπασῶν ὑπάρχειν — — τὴν ἀποδοθησομένην. πᾶν γὰρ
συνημμένον ἤ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ
ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ φεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές. ἀπὸ μὲν οὖν ἀληθοῦς
ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ ⟨εἰ⟩ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ
κόσμος
, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ
,
ἀπὸ ψεύδους δὲ ἐπ’ ἀληθὲς τό εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ
, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ
ψεῦδος τὸ εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος
μὴ περιπατοῦντος μὲν αὐτοῦ,
κινουμένου δέ. τεσσάρων οὖν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, — — κατὰ μὲν τοὺς πρώτους
τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι - καθ' ἕνα δὲ μόνον εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε,
κεκύηκεν ἥδε
καὶ εἰ βρογχεῖον
ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος
. τουτὶ γὰρ τὸ συνημμένον ὑγιές
ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς — — λῆγον δ’ ἐπ’ ἀληθές — — μετὰ τοῦ ἐκκαλυπτικὸν
εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα.
Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ
παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὡς ἐπὶ τοῦ εἰ
οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος
. εἰ μὲν γάρ οὐλὴν ἔχει, παρόν ἐστι,
φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γάρ ἐστιν ἕλκος· καὶ παρὸν
μέλλοντος, ὡς τὸ περιεχόμενον τῷ τοιούτῳ συνημμένῳ εἰ καρδίαν τέτρωται οὗτος,
ἀποθανεῖται οὗτος
. τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον
μέλλειν· ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες ὅτι ἄλλ’ ἐστι τὰ παρῳχημένα καὶ τὰ
μέλλοντα, τὸ μέντοι σημεῖον καὶ τὸ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε
γὰρ τῷ προτέρῳ - τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον
ἀξίωμα καθεστηκὸς ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ εἰ καρδίαν
τέτρωται οὗτος, ἀποθανεῖται οὗτος
, ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι
τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές. ὥστε
καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, τῷ ἀρχομένῳ ἀπὸ
ἀληθοῦς καὶ λήγοντι ἐπ’ ἀληθές, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς
παρὸν παρόντος ἐστί σημεῖον. Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων
τεχνολογίας etc.
Sextus adv. math. VIII 177. τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο
(scil. τὸ σημεῖον) εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ
τῆς αἱρέσεως ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς νοητόν.
Sextus adv. math. VIII 275. οἱ δὲ δογματικοὶ πρὸς ἕκαστον μὲν τῶν οὕτως
ἐπικεχειρημένων (argumenta scil. quibus sceptici probabant nullum esse σημεῖον)
πεφίμωνται, τοὐναντίον δὲ κατασκευάζοντές φασιν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ
διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους
προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο γὰρ
κἀκεῖνα) ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ
σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν· καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον εἰ
τόδε, τόδε
. ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν.
- συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι. δηλωτικὴ γάρ ἐστι τοῦ
συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ
συμπέρασμα. οἷον ἐπὶ τῆς τοιαύτης εἰ ἔστι
κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν
τὸ τοιοῦτον
συμπεπλεγμένον εἰ ἔστι κίνησις, ἔστι κενόν ⟨καὶ ἔστι κίνησις⟩
, διὰ τῶν
λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ ἔστι
κενόν
. ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου
κομισθέντες ὑπὸ τῶν ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί,
ἄπιστοι καθεστᾶσιν, ὅπου γε καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν· εἰ δὲ
ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι σημεῖον· ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος. -
εἴπερ δὲ οὐδὲν οὐδενός ἐστι σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου
ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδὲν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν
ἀνελοῦσιν· πῶς γὰρ οἷόν τε τὰς μηδὲν σημαινούσας πιστεύεσθαι περὶ τοῦ μηδὲν εἶναι
σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν
ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες. - καὶ μὴν εἰ μηδέν ἐστι
θεώρημα τέχνης ἴδιον, οὐ διοίσει τῆς ἀτεχνίας ἡ τέχνη· εἰ δ’ ἔστι θεώρημα τέχνης
ἴδιον, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον· ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴη· τὰ γὰρ
φαινόμενα πᾶσιν ὁμοίως καὶ ἀδιδάκτως φαίνεται. εἰ δὲ ἄδηλον τυγχάνει, διὰ σημείου
θεωρηθήσεται. εἰ δὲ ἔστι τι διὰ σημείου θεωρούμενον, ἔσται τι καὶ σημεῖον. Τινὲς δὲ
καὶ οὕτω συνερωτῶσιν εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον·
εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ’ οὐδέν ἐστι σημεῖον ἢ ἔστιν· ἔστιν ἄρα
.
(cetera § 281-284 non opus est exscribere).
Sextus adv. math. XI 8. τὸν γὰρ ὅρον φασὶν οἱ τεχνογράφοι ψιλῇ τῇ
συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ εἰπὼν ἄνθρωπός
ἐστι ζῷον λογικὸν θνητόν
τῷ εἰπόντι εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι
λογικὸν θνητόν
τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον. καὶ ὅτι τοῦτο,
συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν
ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ τῶν
ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι
ἴσον τι λέγει τῷ εἴ τινές εἰσιν
ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἢ βάρβαροι
. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται
μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι
τὸ καθολικόν. διόπερ καὶ τὸ οὕτω λεγόμενον τῶν
ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δέ τούτων μεταξύ
δυνάμει κατὰ τὸν
Χρύσιππον τοιοῦτόν ἐστι καθολικόν εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ
κακά ἐστιν ἢ ἀδιάφορα
.
Simplicius in Arist. categ. f. 16 B. ed. Bas. καὶ τοῦ μὲν ὀνόμάτος τὸ συνῃρημένον ἤ, ὡς οἱ Στωϊκοί φασι, τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον etc.
Scholia Vaticana in Dionys. Thrac. p. 107, 5 Hilgard (Gram. Gr. III). ὁ δὲ Χρύσιππος λέγει ὅτι ὅρος ἐστὶν ἡ τοῦ ἰδίου ἀπόδοσις, τουτέστιν ὁ τὸ ἴδιον ἀποδιδούς. ὁ δὲ Ἀντίπατρος ὁ Στωϊκὸς λέγει· ὅρος ἐστὶ λόγος κατ’ ἀνάγκην ἐκφερόμενος, τουτέστι κατ’ ἀντιστροφήν· καὶ γὰρ ὁ ὅρος ἀντιστρέφειν θέλει. Diog. Laërt. VII 60. ὅρος δέ ἐστιν, ὥς φησιν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ ὅρων λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος ἢ ὡς Χρύσιππος ἐν τῷ περὶ ὅρων ἰδίου ἀπόδοσις.
Galenus defin. medicae 1. Vol. XIX p. 349 K. ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος. Ibid. ὑπογραφή ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὴν δηλουμένην τοῦ πράγματος γνῶσιν.
Alexander in Aristot. Top. p. 24 Ald. p. 42, 20. οὐκ ἄρα αὔταρκες τὸ ἦν (scil. ἐν τῷ τί ἦν εἶναι), ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινές, ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. Idem paulo post: οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον (ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ καὶ κεφαλαιωδῶς, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν) οὐδὲν ἂν λέγοιεν τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως etc.
Galenus de differentia pulsuum IV 2. Vol. VIII p. 708 K. ἀρξώμεθ’ οὖν
αὖθις ἀπὸ τῶν ἐννοηματικῶν ὅρων, οὓς οὐδὲν ἔφαμεν
Galenus adv. Lycum 3. Vol. XVIII A. p. 209 K. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος, Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. Quot Chrysippus libros scripserit ad syllogisticam doctrinam pertinentes vid. n. 14 v. Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.
Galenus de libris propriis 11. Vol. XIX p. 43 K. ἔτι δὲ παῖς ὤν, ἡνίκα πρῶτον ὁ πατήρ με τῷ τὴν λογικὴν θεωρίαν Χρυσίππου καὶ τῶν ἐνδόξων Στωϊκῶν διδάξοντι παρέδωκεν, ἐποιησάμην ἐμαυτῷ τῶν Χρυσίππου συλλογιστικῶν βιβλίων ὑπομνήματα.
Galenus de libris propriis 16. Vol. XIX p. 47 K. de Stoicorum logica doctrina se scripsisse testatur haec: περὶ τῆς κατὰ Χρύσιππον λογικῆς θεωρίας γʹ. τῆς Χρυσίππου συλλογιστικῆς πρώτης ὑπομνήματα γʹ. δευτέρας ἕν. περὶ τῆς λογικῆς δυνάμεως καὶ θεωρίας ζʹ. περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων ἔν. — — περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων βʹ.
Lucianus lcaromen. 24 (Iupiter loquitur:) τοιγαροῦν ψυχροτρους ἄν μου τοὺς βωμοὺς ἴδοις τῶν Πλάτωνος Νόμων ἢ τῶν Χρυσίππου συλλογισμῶν.
Galenus de Hippocr. et Plat. plac. II. 3 (91) p. 178 Mü. καὶ ταύτῃ
διήνεγκεν ἐπιστημονικὸν δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ,
ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵγε περὶ τὸν
Ζήνωνα καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς
ἅπαντα τὰ λήμματα. καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα,
τούτῳ δ’ ἕπεται γυμναστικόν τε καὶ
Diogenes Laërt. VII 45. εἶναι δὲ τὸν λόγον αὐτὸν σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς· τὸν δὲ συλλογισμὸν λόγον συλλογιστικὸν ἐκ τούτων· τὴν δὲ ἀπόδειξιν λόγον διὰ τῶν μᾶλλον καταλαμβανομένων τὸ ἧττον καταλαμβανόμενον περαίνοντα.
[Ammonius] in Aristot. Analyt. pr. (Comm. graec. IV 6) p. 68, 4 Wal. τίνα τὰ ὀνόματα οἷς οἱ Στωϊκοὶ κέχρηνται; οὖτοι τοίνυν τὰ πράγματα τυγχάνοντα καλοῦσι· τέλος γὰρ τὸ τυχεῖν τούτων· τὰ νοήματα ἐκφορικά. ταῦτα γὰρ ἐκφέρομεν διὰ τῶν φωνῶν, τὰς φωνὰς λεκτά. τὸ συνημμένον ἢ διεζευγμένον τροπικὸν διὰ τὸ τρόπον ποιεῖσθαι ἀπ’ ἄλλης προτάσεως εἰς ἄλλην· τὸ ἡγούμενον ὁμοίως ἡμῖν ἡγούμενον, τὸ ἑπόμενον λῆγον, τὴν πρόσληψιν ὁμοίως ἡμῖν πρόσληψιν. — — ὃ δ’ ἡμεῖς λέγομεν συμπέρασμα, ἐκεῖνοι ἐπιφορὰν καλοῦσι. τοὺς δ’ ὑποθετικοὺς συλλογισμοὺς ἀναποδείκτους καλοῦσι καὶ θέματα.
Ammonius in Aristot. Analyt. pr. p. 26, 36. οἱ δὲ Στωϊκοὶ ἀξιώματα αὐτὰς (scil. τὰς προτάσεις) ἐκάλουν καὶ λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα.
Diocles Magnes apud Diog. Laërt. VII 77. τῶν δὲ λόγων οἱ μέν εἰσιν
ἀπέραντοι, οἱ δὲ περαντικοί· ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται
τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστί, φῶς ἐστι·
ἡμέρα δέ ἐστι· περιπατεῖ ἄρα Δίων
. τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ
γένει λέγονται περαντικοί, οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι
ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἢ τινά,
οἷον οἱ τοιοῦτοι εἰ περιπατεῖ Δίων, ⟨κινεῖται Δίων· ἀλλὰ μὴν περιπατεῖ
Δίων·⟩ κινεῖται ἄρα Δίων
. περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ
συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι· ἡμέρα
δέ ἐστιν· οὐκ ἄρα νύξ ἐστιν
. ἀσυλλόγιστοι δ’ εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς
τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων
⟨ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων⟩· οὐκ ἄρα ζῷόν ἐστι Δίων
. ἔτι τῶν λόγων οἱ μὲν
ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι’ ἀληθῶν συνάγοντες,
οἷον εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· ⟨ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή· ἡ κακία ἄρα
βλάπτει⟩.
ψευδεῖς δέ εἰσιν οἱ εἰ ἡμέρα ἐστί, φῶς ἐστιν·
ἡμέρα δέ ἐστι· ζῇ ἄρα Δίων
. καὶ δυνατοὶ δ’ εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ
ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι.
Sextus adv. math. VIII 411. οἴονται τοίνυν (scil. Stoici) τρεῖς τινας
ἀλλήλοις συζυγεῖν λόγους, τόν τε συνακτικὸν καὶ τὸν ἀληθῆ καὶ τὸν ἀποδεικτικόν· ὧν
τὸν μὲν ἀποδεικτικὸν πάντως ἀληθῆ τε καὶ συνακτικόν, τὸν δὲ ἀληθῆ πάντως συνακτικὸν
μὲν ὑπάρχειν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ ἀποδεικτικόν, τὸν δὲ συνακτικὸν οὔτε πάντως ἀληθῆ
οὔτε πάντως ἀποδεικτικόν. - καὶ ὁ μὲν τοιοῦτος ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος
ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν· σκότος ἄρα ἐστὶν
συνάγει μὲν διὰ τὸ ἐν ὑγιεῖ ἠρωτῆσθαι
σχήματι, οὐκ ἔστι δὲ ἀληθής, τὸ δεύτερον λῆμμα ἔχων ψεῦδος, τὴν πρόσληψιν, τὸ ἀλλὰ
μὴν νύξ ἐστιν
. ὁ δὲ οὕτως ἔχων ἡμέρας οὔσης εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν
ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν
συνακτικὸς ἄμα ἦν καὶ ἀληθὴς τῷ καὶ ἐν ὑγιεῖ ἠρωτῆσθαι
σχήματι καὶ δι’ ἀληθῶν ἀληθὲς συνάγειν. Κρίνεσθαι δέ φασι τὸν συνακτικὸν λόγον ὅτι
συνακτικός ἐστιν, ὅταν τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἕπηται τὸ συμπέρασμα· οἷον
τὸν τοιοῦτον λόγον ἡμέρας οὔσης εἰ νύξ ἐστι, σκότος ἐστίν· ἀλλὰ μὴν νύξ ἐστιν·
σκότος ἄρα ἐστίν
καίπερ μὴ ὄντα ἀληθῆ διὰ τὸ ἐπὶ ψεῦδος ἄγειν, συνακτικὸν εἶναι
φαμέν· συμπλέξαντες γὰρ οὕτω τὰ λήμματα νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί
,
ποιοῦμεν συνημμένον [συλλογισμόν], ἀρχόμενον μὲν ἀπὸ τῆς τοιαύτης συμπλοκῆς, λῆγον δὲ
εἰς τὸ συμπέρασμα, τοιοῦτον ⟨εἰ⟩ νύξ ἐστι καὶ εἰ νύξ ἐστι, σκότος ἐστί, ⟨σκότος
ἐστίν⟩
. τοῦτο γὰρ τὸ συνημμένον ἀληθές ἐστι, διὰ τό μηδέποτε ἀρχόμενον ἀπὸ τοῦ
ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· ἡμέρας μὲν γὰρ οὔσης ἄρχεται ἀπὸ ψεύδους — — καὶ λήξει
ἐπὶ ψεῦδος - καὶ οὕτως ἔσται ἀληθές· νυκτὸς δὲ ἄρξεταί τε ἀπ’ ἀληθοῦς καὶ λήξει ἐπ’
ἀληθές, καὶ ἔσται παρ’ αὐτὸ τοῦτο ἀληθές. οὐκοῦν ὁ μὲν συνακτικὸς τότε ἐστιν ὑγιής,
ὅταν συμπλεξάντων ἡμῶν τὰ λήμματα καὶ συνημμένον ποιησάντων τὸ ἀρχόμενον μὲν ἀπὸ τῆς
διὰ τῶν λημμάτων συμπλοκῆς, λῆγον δ’ εἰς τὸ συμπέρασμα, εὑρίσκηται τοῦτο αὐτὸ
συνημμένον ἀληθές. - ὁ δ' ἀληθὴς λόγος κρίνεται ὅτι ἔστιν ἀληθὴς οὐκ ἐκ τοῦ μόνον τὸ
συνημμένον τὸ ἀρχόμενον ἀπὸ τῆς διὰ τῶν λημμάτων συμπλοκῆς καὶ λῆγον εἰς τὸ
συμπέρασμα εἶναι ἀληθές, ἀλλὰ καὶ ἐκ τοῦ τὸ διὰ τῶν λημμάτων συμπεπλεγμένον ὑπάρχειν
ὑγιές· ὡς ἂν τὸ ἕτερον τούτων εὑρίσκηται ψεῦδος, καὶ τὸν λόγον ἐξ ἀνάγκης γίνεσθαι
ψευδῆ. — — ὥστε γίνεται ἀληθὴς ὁ λόγος οὔτε ὅταν τὸ συμπεπλεγμένον μόνον ᾖ ἀληθὲς
οὔτε ὅταν τὸ συνημμένον, ἀλλ’ ὅταν ἀμφότερα ἀληθῆ. - ὁ δὲ ἀποδεικτικὸς τοῦ ἀληθοῦς
διαφέρει, ὅτι ὁ μὲν ἀληθὴς δύναται ἐναργῆ ἔχειν πάντα, φημὶ δὲ τά τε λήμματα καὶ τὴν
ἐπιφοράν, ὁ δὲ ἀποδεικτικὸς πλέον τι ἔχειν βούλεται, λέγω δὲ τὸ τὴν ἐπιφορὰν ἄδηλον
οὖσαν ἐκκαλύπτεσθαι ὑπὸ τῶν λημμάτων. ὅθεν ὁ μὲν τοιοῦτος — — ἐναργῆ ἔχων τὰ λήμματα
καὶ τὴν ἐπιφορὰν ἀληθής ἐστι καὶ οὐκ ἀποδεικτικός· ὁ δὲ τοιοῦτος εἰ γάλα ἔχει ἐν
μαστοῖς ἥδε, κεκύηκεν ἥδε· ἀλλὰ μὴν γάλα ἔχει ἐν
μαστοῖς ἥδε· κεκύηκεν ἄρα ἥδε
σὺν τῷ ἀληθὴς εἶναι ἔτι καὶ ἀποδεικτικός ἐστιν·
ἄδηλον γὰρ ἔχων τὸ συμπέρασμα - τοῦτο διὰ τῶν λημμάτων ἐκκαλύπτει.
[Apuleius] περὶ ἑρμηνείας 277 (p. 15, 11 Goldb.). Est et altera
probatio communis omnium etiam indemonstrabilium, quae dicitur impossibile
appellaturque a Stoicis prima constitutio
vel primum expositum
. quod
sic definiunt: Si ex duobus tertium quid colligitur, alterum eorum cum
contrario illationis colligit contrarium reliqui
. — — quae res inventa est
adversus eos, qui concessis acceptionibus id, quod ex illis colligitur, impudenter
recusant. — — nec frustra constituerunt dialectici eum modum verum esse, cuius
adversum illationis cum alterutra acceptione tollit reliquam. At Stoici quiden tantum
negatis particula praeposita putant illationem recusari etc.
Sextus adv. math. VIII 429. περὶ μὲν οὖν τῶν περαινόντων πολλῆς καὶ
ἀκριβοῦς οὔσης ζητήσεως οὐκ ἀνάγκη νῦν διεξελθεῖν, περὶ δὲ τῶν ἀπεράντων λόγων ἐπὶ
ποσὸν ὑποδεικτέον. τοίνυν φασὶ τετραχῶς γίγνεσθαι τὸν ἀπέραντον λόγον, ἤτοι κατὰ
διάρτησιν ἢ κατὰ παρολκήν, ἢ κατὰ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι ἢ κατὰ ἔλλειψιν. -
ἀλλὰ κατὰ διάρτησιν μὲν ὅταν μηδεμίαν ἔχῃ κοινωνίαν καὶ συνάρτησιν τὰ λήμματα πρὸς
ἄλληλά τε καὶ πρὸς τὴν ἐπιφοράν, οἷον ἐπὶ τοῦ τοιούτου λόγου εἰ ἡμέρα
ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· φῶς ἄρα ἐστίν
. — — κατὰ
δὲ παρολκὴν ἀπέραντος γίνεται ὁ λόγος ὅταν ἔξωθέν τι καὶ περισσῶς παραλαμβάνηται τοῖς
λήμμασι, καθάπερ ἐπὶ τοῦ οὕτως ἔχοντος εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν
ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡ ἀρετὴ ὠφελεῖ· φῶς ἄρα ἐστίν
. — — διὰ δὲ τὸ ἐν μοχθηρῷ
ἠρωτῆσθαι σχήματι ἀπέραντος γίνεται λόγος ὅταν ἔν τινι τῶν παρὰ τὰ ὑγιῆ σχήματα
θεωρουμένων ἐρωτηθῇ σχήματι· οἷον ὄντος ὑγιοῦς σχήματος τοῦ τοιούτου εἰ τὸ
πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον, τὸ ἄρα δεύτερον
, ὄντος δὲ καὶ τοῦ εἰ
τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον, οὐκ ἄρα τὸ δεύτερον
, φαμὲν τὸν ἐν
τοιούτῳ σχήματι ἐρωτηθέντα εἰ τὸ πρῶτον τὸ δεύτερον· οὐχὶ δέ γε τὸ πρῶτον· οὐκ
ἄρα τὸ δεύτερον
ἀπέραντον εἶναι, οὐχ ὅτι ἀδύνατόν ἐστιν ἐν τῷ τοιούτῳ σχήματι
λόγον συνερωτᾶσθαι δι’ ἀληθῶν ἀληθὲς συνάγοντα (δύναται γάρ, οἷον ὁ τοιοῦτος εἰ
τὰ τρία τέσσαρά ἐστιν, τὰ ἓξ ὀκτώ ἐστιν· οὐχὶ δέ γε τὰ τρία τέσσαρά ἐστιν· οὐκ ἄρα
τὰ ἓξ ὀκτώ ἐστιν
), τῷ δὲ δύνασθαί τινας λόγους ἐν αὐτῷ τάττεσθαι μοχθηρούς,
καθάπερ καὶ τὸν τοιοῦτον· εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν οὔκ ἐστιν ἡμέρα
οὐκ ἄρα ἐστὶ φῶς
. - κατ’ ἔλλειψιν δὲ ἀπέραντος ἐγίνετο ὁ λόγος, ὅταν ἐλλείπῃ
τι τῶν συνακτικῶν λημμάτων. οἷον ἤτοι κακόν ἐστιν ὁ πλοῦτος ἢ ἀγαθόν ἐστιν ὁ
πλοῦτος· οὐχὶ δέ γε κακόν ἐστιν ὁ πλοῦτος· ἀγαθὸν ἄρα ἐστὶν ὁ πλοῦτος
. ἐλλείπει
γὰρ ἐν τῷ διεζευγμένῳ τὸ ἀδιάφορον εἶναι τὸν πλοῦτον, ὥστε τὴν ὑγιῆ συνερώτησιν
τοιαύτην μᾶλλον ὑπάρχειν ἤτοι ἀγαθόν ἐστιν ὁ πλοῦτος ἢ κακόν ἐστιν
ἢ ἀδιάφορον· οὔτε ⟨δέ γʼ⟩ ἀγαθόν ἐστιν ὁ πλοῦτος οὔτε κακόν· ἀδιάφορον ἄρα ἐστί
.
Diocles Magnes apud Diog. Laërt. VII 79. εἰσὶ δὲ καὶ ἀναπόδεικτοί
τινες, τῷ μὴ χρήζειν ἀποδείξεως, ἄλλοι μὲν παρ’ ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε,
δι’ ὧν πᾶς λόγος πλέκεται, εἰ τὸ
πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον
. δεύτερος δ’ ἐστὶν
ἀναπόδεικτος ὁ διὰ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ
ἡγουμένου ἔχων συμπέρασμα, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν νύξ
ἐστιν· οὐκ ἄρα ἡμέρα ἐστίν
. ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ
λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. τρίτος δ’ ἐστὶν ἀναπόδεικτος ὁ
δι’ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ
λοιποῦ, οἷον οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων· ἀλλὰ μὴν
τέθνηκε Πλάτων· οὐκ ἄρα ζῇ Πλάτων
. τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ
διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων
συμπέρασμα, οἷον ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ
δεύτερον
. πέμπτος δέ ἐστιν ἀναπόδεικτος, ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ
διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένου καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον ἤτοι
ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν· οὐχὶ δὲ νύξ ἐστιν· ἡμέρα ἄρα ἐστίν
.
Sextus adv. math. VIII 223. εὐθέως γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν,
ἀναπόδεικτοι λέγονται διχῶς, οἵ τε μὴ ἀποδεδειγμένοι καὶ οἱ μὴ χρείαν ἔχοντες
ἀποδείξεως τῷ αὐτόθεν εἶναι περιφανὲς ἐπ’ αὐτῶν τὸ ὅτι συνάγουσιν. ἐπεδείξαμεν δὲ
πολλάκις ὡς κατὰ τὸ δεύτερον σημαινόμενον ταύτης ἠξίωνται τῆς προσηγορίας οἱ κατ’
ἀρχὴν τῆς πρώτης περὶ συλλογισμῶν εἰσαγωγῆς παρὰ τῷ Χρυσίππῳ τεταγμένοι. νυνὶ δὲ ἐφ’
ὁμολόγῳ τούτῳ γνωστέον ὅτι πρῶτος μέν ἐστιν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ
ἡγουμένου, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ ἔχων συμπέρασμα. τουτέστιν ὅταν λόγος δύο
ἔχῃ λήμματα, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον τὸ δὲ ἕτερον ἡγούμενον ἐν τῷ συνημμένῳ,
ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ λῆγον ἐν τῷ αὐτῷ συνημμένῳ, τότε ὁ τοιοῦτος λόγος πρῶτος
ἀναπόδεικτος καλεῖται, οἷον ὁ οὕτως ἔχων εἰ
ἡμέρα ἔστι, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν
. οὗτος γὰρ τὸ μὲν
ἕτερον τῶν λημμάτων ἔχει συνημμένον, τὸ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν
, τὸ δὲ λοιπὸν
τὸ ἡγούμενον ἐν τῷ συνημμένῳ ἀλλὰ μὴν ἡμέρα ἔστιν
, τὸ ⟨δὲ⟩ φῶς
ἄρα ἔστιν
τρίτον τὴν ἐπιφορὰν τὸ λῆγον τοῦ εἰ ἡμέρα ἔστι,
φῶς ἔστιν· οὐχὶ δέ γε φῶς ἔστιν· οὐκ ἄρα ἔστιν ἡμέρα
. τό τε γὰρ εἰ ἔστιν·
ἡμέρα, φῶς ἔστιν
τὸ ἕτερον λῆμμα τοῦ λόγου συνημμένον έστί, τό τε οὐχὶ δέ
γε φῶς ἔστιν
λοιπὸν λῆμμα τοῦ λόγου καθεστώς, ἀντικείμενόν ἐστι τῷ λήγοντι ἐν
τῷ συνημμένῳ· ἥ τε ἐπιφορὰ ἡ οὐκ ἄρα ἡμέρα ἔστιν
τὸ ἀντικείμενον ἦν τοῦ
ἡγουμένου. - τρίτος δέ ἐστι λόγος ἀναπόδεικτος ὁ ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν
ἐν τῇ συμπλοκῇ, τὸ ἀντικείμενον τοῦ λοιποῦ τῶν ἐν τῇ συμπλοκῇ ἔχων συμπέρασμα, οἷον οὐχὶ
καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα ἔστι νύξ
. τὸ μὲν γὰρ οὐχὶ
καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν
ἀποφατικὸν ἦν συμπεπλεγμένου τοῦ καὶ ἡμέρα ἔστι
καὶ νὺξ ἔστι
, τὸ δὲ ἡμέρα ἔστι
τὸ ἕτερον ἐτύγχανε τῶν ἐν τῇ συμπλοκῇ, τὸ
δὲ οὐκ ἄρα ἔστι νύξ
τὸ ἀντικείμενον ἦν τῷ λοιπῷ τῶν ἐν τῇ συμπλοκῇ. - Οἰ μὲν
οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἷς ἠρώτηνται
οἰ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου· εἰ
τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον· τὸ ἄρα δεύτερον
. τοῦ δὲ δευτέρου εἰ
τὸ πρῶτον, τὸ δεύτερον· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον
, τοῦ δὲ τρίτου οὐχὶ
καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ δέ γε πρῶτον· οὐκ ἄρα τὸ δεύτερον
. - Ἔτι χρὴ
γινώσκειν ὅτι τῶν ἀναποδείκτων οἱ μέν εἰσιν ἁπλοῖ οἱ δὲ οὐχ ἁπλοῖ· ὧν ἁπλοῖ μέν εἰσιν
οἱ αὐτόθεν σαφὲς ἔχοντες τὸ ὅτι συνάγουσιν — — ὁποῖοί εἰσιν οἱ ἐκκείμενοι. — — οὐχ
ἁπλοῖ δέ εἰσιν οἱ ἐκ τῶν ἁπλῶν πεπλεγμένοι καὶ ἔτι χρείαν ἔχοντες τῆς εἰς ἐκείνους
ἀναλύσεως, ἵνα γνωσθῶσιν ὅτι καὶ αὐτοὶ συνάγουσιν. τούτων δὲ τῶν οὐχ ἁπλῶν οἱ μὲν ἐξ
ὁμογενῶν εἰσι συνεστῶτες, οἱ δὲ ἐξ ἀνομογενῶν, καὶ ἐξ ὁμογενῶν μὲν ὥσπερ οἱ ἐκ δυοῖν
πρώτων ἀναποδείκτων πεπλεγμένοι ἢ ἐκ δυοῖν δευτέρων, ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ
πρώτου ἀναποδείκτου συνεστῶτες ἢ ἐκ δευτέρου καὶ τρίτου, καὶ κοινῶς οἱ τούτοις
παραπλήσιοι (sequuntur apud Sextum § 230 exempla).
Diocles Magnes apud Diog. Laërt. VII 81. ἐπ’ ἀληθεῖ δὲ ἀληθὲς ἕπεται,
κατὰ τοὺς Στωϊκούς, ὡς τῷ ἡμέρα ἐστί
τὸ φῶς ἐστι
καὶ ψεύδει ψεῦδος, ὡς
τῷ νύξ ἐστι
ψεύδει τὸ σκότος ἐστί
, καὶ ψεύδει ἵπτασθαι τὴν γῆν
τὸ εἶναι
τὴν γῆν
. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ εἶναι τὴν
γῆν
τὸ πέτεσθαι τὴν γῆν
οὐκ ἀκολουθεῖ
Galenus introductio dialectica 7 p. 16, 18 Kalbfl. κατὰ μὲν δὴ τοὺς τοιούτους συλλογισμοὺς (locutus erat de quinque illis Chrysippi ἀναποδείκτοις) αἱ προτάσεις ἡγεμονικαὶ τῶν προσλήψεων· οὔτε γὰρ ἐν τῷ διεζευγμένῳ ⟨πλείους ἢ δύο γίγνονται προσλήψεις οὔτ’ ἐν τῷ συνημμένῳ⟩, κατὰ δὲ τὴν ἐλλιπῆ μάχην ἓν μόνον σἷόν τε προσλαμβάνειν· ὅπερ οἱ περὶ Χρύσιππον οὐχ ἡγεμονικὰ μόνον ἀλλὰ καὶ τροπικὰ ⟨τὰ⟩ τοιαῦτα τῶν ἀξιωμάτων ὀνομάζουσιν, ὡς ἂν ἐπ’ αὐτοῖς ὅλου τοῦ συλλογισμοῦ πηγνυμένου καθάπερ ἐπὶ τρόπιδι νεώς. καὶ μέντοι καὶ τῶν ἐκ τοῦ Περιπάτου τινές. ὥσπερ καὶ Βόηθος οὐ μόνον ἀναποδείκτους ὀνομάζουσι τοὺς ἐκ τῶν ἡγεμονικῶν λημμάτων συλλογισμούς, ἀλλὰ καὶ πρώτους· ὅσοι δὲ ἐκ κατηγορικῶν προτάσεων εἰσιν ἀναπόδεικτοι συλλογισμοί, τούτους οὐκ ἔτι πρώτους ὀνομάζειν συγχωροῦσι· καίτοι καθ’ ἕτερόν γε τρόπον οἱ τοιοῦτοι πρότεροι τῶν ὑποθετικῶν εἰσιν, εἴπερ γε καὶ αἱ προτάσεις αὐτῶν, ἐξ ὧν σύγκεινται, πρότεραι βεβαίως εἰσίν· οὐδεὶς γὰρ ἀμφισβητήσει τὸ μὴ οὐ πρότερον εἶναι τὸ ἀπλοῦν τοῦ συνθέτου.
Galenus introductio dialectica 6 p. 15, 8 Kalbfl. ὀνομάζουσι δὲ τρόπον
οἱ διαλεκτικοὶ τὰ τῶν λόγων σχήματα, οἷον ἐπὶ μὲν τοῦ ⟨ἐκ συνημ⟩μένου καὶ τοῦ
ἡγουμένου τὸ λῆγον περαίνοντος, ὃν ὁ Χρύσιππος ὀνομάζει πρῶτον ἀναπόδεικτον, ὁ
τοιοῦτος τρόπος ἐστίν εἰ τὸ ᾱ, τὸ β· τὸ δὲ ᾱ· τὸ ἄρα β
. ἐπὶ δὲ τοῦ ἐκ
συνημμένου ⟨καὶ τοῦ⟩ ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ τοῦ ἡγουμένου ἀντικείμενον
ἐπιφέροντος, ὃν καὶ αὐτὸν ὁ Χρύσιππος δεύτερον ἀναπόδεικτον ὀνομάζει, τοιοῦτός ἐστιν εἰ
τὸ ᾱ, τὸ β· οὐχὶ δὲ τὸ δεύτερον, οὐκ ἄρα τὸ πρῶτον
, ὥσπερ γε κἀπὶ τοῦ τρίτου κατὰ
τοῦτον, ὃς ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ
λοιποῦ παρέχει, τοιοῦτος ὁ τρόπος ἐστίν οὐχὶ τὸ ᾱ καὶ τὸ β· ⟨τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β⟩.
ὁμοίως δὲ κἀπὶ τοῦ τετάρτου κατὰ τὸν αὐτόν, ὅς ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ
τοῦ λοιποῦ τὸ ἀντικείμενον ἐπιφέρει, τοιοῦτός τις ὁ τρόπος ἐστίν ἤτοι τὸ ᾱ ἢ τὸ β·
τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β
. Καὶ τοίνυν κἀπὶ τοῦ ἤτοι
τὸ ᾱ ἢ τὸ β· ⟨οὐχὶ δὲ τὸ ᾱ, τὸ ἄρα β⟩
.
Galenus introductio dialectica 5 p. 13, 10 Kalbfl. ἐπὶ δὲ τῆς κατὰ συνέχειαν ὑποθετικῆς προτάσεως, ἣν οἰ περὶ τὸν Χρύσιππον ὀνομάζουσι συνημμένον ἀξίωμα, προσλαβόντες μὲν τὸ ἡγούμενον ἕξομεν τὸ λῆγον συμπέρασμα, προσλαβόντες δὲ τὸ τοῦ λήγοντος ἀντικαείμενον ἕξομεν συμπέρασμα τὸ τοῦ ἡγουμένου ἀντικείμενον, οὐ μὴν οὔτε τὸ λῆγον προσλαβόντες οὕτε τὸ ἀντικείμενον τοῦ ἡγουμένου συμπέρασμα ἕξομεν.
Galenus introductio dialectica 19 p. 48, 23 Kalbfl. διὰ τοῦτο οὖν οὐδὲ τοὺς ὑπὸ Χρυσίππου συντεθέντας ἐν ταῖς τρισὶ Συλλογιστικαῖς ἀχρήστους ἐπιδεικτέον μοι νῦν ἐστιν ἀχρήστους ὄντας· ἑτέρωθι γὰρ ἔδειξα τοῦτο, καθάπερ καὶ ⟨περὶ⟩ τῶν περαντικῶν ὑπ’ αὐτοῦ κληθέντων· ἐδείχθη⟨σαν⟩ γὰρ καὶ τούτων ἔνιοι μὲν οὐκ ἴδιόν τι γένος ὄντες συλλογισμῶν, ἀλλὰ ⟨διὰ⟩ πεπονθυίας λέξεως ἑρμηνευόμενοι, ποτὲ μὲν κατ’ ἀκολουθίας ὑπέρθεσιν ****· οἱ δὲ ὑποσυλλογιστικοὶ κληθέντες ἐν ἰσοδυναμούσαις λέξεσι τοῖς συλλογιστικοῖς λεγόμενοι· τέλος δὲ περιττοὶ πρὸς τούτοις οὓς ἀμεθόδους ὀνομάζουσιν, οἷς οὐδενὸς ὄντος ὅλως μεθοδικοῦ λόγου συλλογιστέον.
Galenus de Hippocr. et Plat. plac. II 3 (92) p. 182 Mü. νυνὶ δὲ πῶς μὲν
οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἢ
τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι
συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου
θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι. (καίτοι τούτων τοὺς πλείστους ἔνεστιν
ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ
μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν συμπλοκήν, ὡς αὐτὸς ὁ
Χρύσιππος ἔργῳ μαρτυρεῖ, μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος
ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ
λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν οὐκέτι
Sextus adv. math. VIII 443. τὸ μὲν γὰρ λέγειν μὴ ἀρέσκειν τῷ Χρυσίππῳ μονολημμάτους εἶναι λόγους, ὃ τάχα τινὲς ἐροῦσι πρὸς τὴν τοιαύτην ἔνστασιν, τελέως ληρῶδες. οὔτε γὰρ ταῖς Χρυσίππου φωναῖς ὡς πυθοχρήστοις παραγγέλμασιν ἀνάγκη πείθεσθαι, οὔτε μαρτυρίᾳ προσέχειν ἀνδρῶν ἐστὶν εἰς οἰκείαν ἀπόῤῥησιν ἐκ μάρτυρος τοῦ τὸ ἐναντίον λέγοντος· Ἀντίπατρος γάρ, τῶν ἐν τῇ στωϊκῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι. Cf. Alexander Aphrod. in Arist. Topica p. 6 Ald. οὕς γὰρ οἱ περὶ τὸν Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ λογισμοί, ἀλλ’ ἐνδεῶς ἐρωτῶνται, ὡς οὖτοι· ἀναπνεῖς· ζῆς ἄρα.
Plutarchus de comm. not. 2 p. 1059e. Τὸ γάρ, ὦ ἄριστε, συμπεπλεγμένον τι δι’ ἀντικειμένων μὴ φάναι ψεῦδος εὐπόρως εἶναι· λόγους δὲ πάλιν αὖ φάναι τινὰς ἀληθῆ τὰ λήμματα καὶ τὰς ἀγωγὰς ὑγιεῖς ἔχοντας, ἔτι καὶ τὰ ἀντικείμενα τῶν συμπερασμάτων ἔχειν ἀληθῆ, ποίαν ἔννοιαν ἀποδείξεως ἢ τίνα πίστεως οὐκ ἀνατρέπει πρόληψιν;
Dexippus in Aristot. categ. p. 25, 22 Busse. ἀλλὰ δὴ πῶς ἀπαντήσομεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρχοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι πρὸς τῷ ὑποκειμένῳ τὸν τῆς ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι, τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων λῆψιν, ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπαρχοντα ὡς καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες.
Alexander in Aristot. Analyt. pr. p. 390, 16 Wal. ὥστε ἀνάπαλιν κατ’ αὐτὸν (scil. Aristotelem) ἢ ὡς οἱ νεώτεροι ἀξιοῦσιν οἱ ὑποθετικοὶ λόγοι περαντικοὶ μέν, οὐ συλλογισμοὶ δέ, — — συλλογισμοὶ δ’ οἱ κατηγορικοί.
Alexander in Aristot. Analyt. pr. p. 373, 28 Wal. Ἀριστοτέλης μὲν οὖν
οὕτως περὶ τῶν κατὰ τὰς λέξεις μεταλήψεων φέρεται· οἱ δὲ νεώ εἰ τὸ Α τὸ
Β
τῷ ἀκολουθεῖν τῷ Α τὸ Β, συλλογιστικὸν μὲν λόγον φασὶν εἶναι τοιαύτης
ληφθείσης τῆς λέξεως εἰ τὸ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β
, οὐκέτι δὲ συλλογιστικὸν
ἀλλὰ περαντικὸν τὸ ἀκολουθεῖ τῷ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β
.
Alexander in Aristot. Analyt. pr. p. 262, 28. δι· ὑποθέσεως δὲ ἄλλης,
ὡς εἶπεν (scil. Aristoteles), εἶεν ἂν καὶ οὓς οἱ νεώτεροι συλλογισμοὺς μόνους
βούλονται λέγειν· οὗτοι δ’ εἰσὶν οἱ διὰ τροπικοῦ, ὥς φασι, καὶ τῆς προσλήψεως
γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπεπλεγμένου, οὓς οἱ
ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς, τοῦτ’ ἔστι
κατηγορικῆς. cf. ibid. p. 263, 12. - p. 264, 7. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ
διαιρετικοῦ ἤτοι τόδε ἢ τόδε
, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως
λέγουσιν. - p. 265, 3. ἃ μὲν γὰρ λέγουσι τροπικά, ἐν πᾶσι δι’ ὑποθέσεως καὶ ὁμολογίας
ὡς φανερὰ παραλαμβάνεται· ἐπὶ τὸ πλεῖστον δὲ δεῖται δείξεως τὰ μεταλαμβανόμενα καὶ
προσλαμβανόμενα, εἰ ὅλως εἶεν χρειώδεις οἱ τοιοῦτοι λόγοι· ὡς ὅπου μὴ δεῖται δείξεως
τὸ μεταλαμβανόμενον, οὐδὲ συλλογισμός ἐστι τὸ γιγνόμενον, πάντων γε φανερῶν ὄντων.
Alexander in Aristot. Anal. pr. p. 278, 6 Wal. ἔστι δὲ ἡ τοιαύτη
σύνθεσις κατὰ τὸ τρίτον ὑπὸ τῶν νεωτέρων καλούμενον θέμα γινομένη. — — 11. τοῦ δέ γε
τρίτου καλουμένου θέματος ἡ περιοχὴ καὶ αὐτοῦ ἔχει ὧδε ὅταν ἐκ δυεῖν τρίτον
τι συνάγηται, ἑνὸς δὲ αὐτῶν ἔξωθεν ληφθῇ συλλογιστικά, ἐκ τοῦ λοιποῦ καὶ ἐκ τῶν
ἔξωθεν τοῦ ἑτέρου συλλογιστικῶν τὸ αὐτὸ συναχθήσεται.
Simplicius in Arist. de caelo p. 236, 33 Heibg. ἡ δὲ τοιαύτη ἀνάλυσις τοῦ λόγου ἡ τὸ συμπέρασμα λαμβάνουσα καὶ προσλαμβάνουσα ἄλλην πρότασιν κατὰ τὸ τρίτον λεγόμενον παρὰ τοῖς Στωϊκοῖς θέμα περαίνεται, οὗ λόγος κατὰ τοὺς παλαιοὺς τοιοῦτος· ἐὰν ἐκ δυεῖν τρίτον τι συνάγηται, τὸ δὲ συναγόμενον μετ’ ἄλλου τινὸς ἔξωθεν συνάγῃ τι, καὶ ἐκ τῶν πρώτων δυεῖν καὶ τοῦ ἔξωθεν προσληφθέντος συναχθήσεται τὸ αὐτό.
Alexander in Aristot. Analyt. pr. p. 283, 7 Wal. οἷον εἰ λάβοιμεν τὸ Α
κατὰ τοῦ Β, τὸ Β κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Α ἄρα κατὰ τοῦ Ε. —
— ἐν τῇ τοιαύτῃ τῶν προτάσεων συνεχείᾳ τό τε συνθετικόν ἐστι θεώρημα, περὶ οὗ
προειρήκαμεν, καὶ οἱ καλούμενοι ὑπὸ τῶν νεωτέρων ἐπιβάλλοντές τε καὶ ἐπιβαλλόμενοι. —
— οἱ δὲ ἐπιβάλλοντές τε καὶ ἐπιβαλλόμενοι καλούμενοι εἶεν ἂν ἐν ταῖς συνεχῶς
λαμβανομέναις προτάσεσι χωρὶς τῶν συμπερασμάτων. ἐπιβαλλόμενοι μὲν γάρ εἰσιν, ὧν
παρεῖται τὸ συμπέρασμα, ἐπιβάλλοντες δέ, ὧν ἡ δεικτικὴ πρότασις παρεῖται· τὰ γὰρ
συμπεράσματα τὰ παραλειπόμενα τῶν ἐπιβαλλομένων συλλογισμῶν, οἵ εἰσι πρῶτοι τῇ τάξει,
προτάσεις εἰσὶ δεικτικαὶ τῶν ἐπιβαλλόντων, οἵ εἰσι δεύτεροι τῇ τάξει, οἷον τὸ Α κατὰ
παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς τοῦ Δ, τὸ Α κατὰ παντὸς τοῦ Δ.
ἐπιβαλλόμενος γάρ ἐστιν ὁ πρῶτος, οὗ παρεῖται τὸ συμπέρασμα, ὅ ἐστιν Α κατὰ παντὸς
τοῦ Γ
. ἐπιβάλλων δὲ ὁ ἔκ τε τοῦ παρειμένου τοῦ τὸ Α
καὶ ἐκ τοῦ τὸ Γ κατὰ
τοῦ Δ
δεικνύμενος, οὗ ἐστι συμπέρασμα τὸ ἄρα Α κατὰ
τοῦ Δ
. ἐπὶ μὲν οὖν τῶν εἰρημένων καὶ ὁ ἐπιβάλλων καὶ ὁ ἐπιβαλλόμενος ἐν πρώτῳ
σχήματι· δύναται δὲ κατὰ τὴν ὁδὸν ταύτην καὶ ἐκ δευτέρου σχήματος ἐπιβάλλειν
συλλογισμὸς ἐκ πρώτου σχήματος συλλογισμῷ· ἂν γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β
κατὰ παντὸς τοῦ Γ, τὸ Α κατ’ οὐδενὸς τοῦ Δ, ⟨τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ⟩
γίνεται
ὁ μὲν ἐπιβαλλόμενος ἐν πρώτῳ σχήματι, οὗ συμπέρασμα τὸ Α ⟨κατὰ παντὸς τοῦ⟩ Γ, ὁ δὲ
ἐπιβάλλων αὐτῷ ἐν δευτέρῳ σχήματι, ὁ ἔχων προτάσεις τὸ Α κατὰ παντὸς τοῦ Γ
, ὃ
παρεῖται ὂν συμπέρασμα τοῦ πρώτου, πρότασις δὲ τούτου, καὶ τὸ Α κατ’ οὐδενὸς
τοῦ Δ
, ἔχων συμπέρασμα τὸ Γ κατ’ οὐδενὸς τοῦ Δ
. - δύναται δὲ καὶ
ἀνάπαλιν ὁ ἐπιβαλλόμενος εἶναι ἐν δευτέρῳ σχήματι, ὁ δὲ ἐπιβάλλων ἐν τῷ πρώτῳ
(sequitur exemplum). τῇ αὐτῇ μεθόδῳ καὶ ἐκ τοῦ τρίτου σχήματος ἔστι καὶ ἐπιβάλλοντα
καὶ ἐπιβαλλόμενον λαβεῖν καὶ πρὸς τῶν ἐν πρώτῳ τινὰ σχήματι καὶ πρὸς τῶν ἐν δευτέρῳ·
ἀλλὰ καὶ τοὺς ἐκ τῶν αὐτῶν σχημάτων πρὸς ἀλλήλους, τοὺς μὲν ἐν πρώτῳ πρὸς ἀλλήλους,
τοὺς δὲ ἐν δευτέρῳ πρὸς ἀλλήλους, καὶ τοὺς ἐν τρίτῳ ὁμοίως· ἀλλὰ καὶ τρεῖς
συλλογισμοὺς ἔστιν οὕτως λαβεῖν ἐκ τῶν τριῶν σχημάτων ἐπιβάλλοντάς τε καὶ
ἐπιβαλλομένους κατὰ τὸ παραδεδομένον συνθετικὸν θεώρημα, ὃ οἱ μὲν περὶ Ἀριστοτέλη τῇ
χρείᾳ παραμετρήσαντες παρέδοσαν ἐφ’ ὅσον αὕτη ἀπῄτει, οἱ δὲ ἀπὸ τῆς Στοᾶς παρ’
ἐκείνων λαβόντες καὶ διελόντες ἐποίησαν ἐξ αὐτοῦ τὸ καλούμενον παρ’ αὐτοῖς δεύτερον
θέμα καὶ τρίτον καὶ τέταρτον, ἀμελήσαντες μὲν τοῦ χρησίμου, πᾶν δὲ τὸ ὁπωσοῦν
δυνάμενον λέγεσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ, κἂν ἄχρηστον ᾖ, ἐπεξελθόντες τε καὶ
ζηλώσαντες.
Alexander in Aristot. Analyt. pr. p. 263, 26. διαφέρειν δὲ δοκεῖ κατὰ
τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου· ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς
εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον οἷον
λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν· οὐ γὰρ ἔξωθεν
προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο· ἐν γὰρ τῷ εἰ ἡμέρα
ἐστί, φῶς ἐστι
τὸ ἡμέρα ἐστίν
, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν,
ἔγκειται μὲν, οὐ μὴν τοιοῦτον ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν
ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. — — προσλαμβανόμενον δὲ
λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται etc. Cf. p. 262, 6.
μεταλαμβανόμενον λέγων ἐκεῖνο, οὗ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὅ ἐστι ποτὲ μὲν
— — ποτὲ δὲ — — ποτὲ δὲ, ὃ οἱ νεώτεροι προσλαμβανόμενον λέγουσιν. p. 324, 16.
Alexander in Aristot. Analyt. pr. p. 164, 27 Wal. ὅθὲν δῆλον, ὅτι καὶ
ταῦτα, περὶ ὧν αὐτὸς μὲν οὐκ εἴρηκε (scil. Aristoteles), λέγουσι δὲ οἱ νεώτεροι,
ἀχρήστων ὄντων πρὸς ἀπόδειξιν, δι’ ἀχρηστίαν οὐ δι’ ἄγνοιαν παρέλιπεν, οἷοί εἰσιν οἱ
διαφορούμενοι λόγοι ἢ ἀδιαφόρως περαίνοντες ἢ ἡ ἄπειρος ὕλη λεγομένη καὶ καθόλου τὸ
θέμα τὸ δεύτερον καλούμενον παρὰ τοῖς νεωτέροις.
Alexander in Aristot. Analyt. pr. p. 21, 28 Wal. καθόλου γάρ, εἴ τι εἴη
συναγόμενον μέν, οὐ μὴν ἐκ τῶν κειμένων, ἀλλ’ ἑτέρας προτάσεως προσλήψει, τὸ τοιοῦτον
ἀναγκαῖον μὲν ῥηθήσεται, οὐ μὴν συλλογισμὸς ἤδη τοῦτο· ὁποῖοί εἰσι καὶ οἱ ἀμεθόδως
περαίνοντες λόγοι παρὰ τοῖς Στωϊκοῖς, οἷον εἰ λέγοι τις τὸ πρῶτον τοῦ
δευτέρου μεῖζον, τὸ δὲ δεύτερον τοῦ τρίτου, τὸ ἄρα πρῶτον τοῦ τρίτου μεῖζον
.
τοῦτο γὰρ ἀναγκαίως μὲν ἕπεται, οὐ μὴν καὶ συλλογιστικῶς, εἰ μὴ προσληφθείη τις
ἔξωθεν πρότασις ἡ λέγουσα τὸ τοῦ μείζονος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου
μεῖζόν ἐστιν
. p. 22, 17 καὶ ὅλως τοιοῦτον τὸ εἶδός ἐστι τῶν λόγων, οὓς οἱ
νεώτεροι λέγουσιν ἀμεθόδως περαίνοντας, οἷόν ἐστι καὶ τὸ ἡμέρα ἐστίν· ἀλλὰ καὶ
σὺ λέγεις ὅτι ἡμέρα ἐστίν· ἀληθεύεις ἄρα
. Cf. p. 68, 21. ὅσοι δὲ ἡγοῦνται ἐκ
δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωϊκοῖς λεγομένους
ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα
ἀθροίζοντες - ἴστωσαν - πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς
λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα, μηδὲ τῷ
ταῦτα εἶναι
(Anal. pr. I 1 p. 24b 20) ἀλλὰ τῷ ἀληθῆ εἶναι
ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων
λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν. πάντες γὰρ οὕτως
συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο προτάσεις ἐπὶ μέρους
ἔχοντες· ῥᾴδιον δὲ ἐπὶ τῶν παραδειγμάτων, ὧν παρέχονται, τοῦτο δεικνύναι. καὶ τἆλλα
δέ, ὅσα ἡμαρτημένως λαμβάνουσι βιαζόμενοι δεικνύναι συλλογιστικὴν τὴν τοιαύτην
συζυγίαν, οὐ χαλεπὸν ἐλέγχειν. p. 344, 11. οὐ γὰρ εἰ ὁ συλλογισμὸς ἐξ ἀνάγκης
δείκνυσί τι, ἤδη καὶ ἔνθα ἂν ᾖ ἐξ ἀνάγκης τι δεικνύμενον τῷ τοῖς κειμένοις ἕπεσθαι,
τοῦτο συλλογισμός ἐστιν. p. 345, 13. τοιοῦτοί εἰσι καὶ οὓς λέγουσιν οἱ νεώτεροι
ἀμεθόδως περαίνοντας. οὓς ὅτι μὲν μὴ λέγουσι συλλογιστικῶς συνάγειν, ὑγιῶς λέγουσι·
πολλοὶ γὰρ αὐτῶν εἰσι τοιοῦτοι. ὅτι δὲ ἡγοῦνται ὁμοίους αὐτοὺς εἶναι τοῖς
κατηγορικοῖς συλλογισμοῖς, περὶ ὧν ἡ παροῦσα πραγματεία, οὕτως λαμβανομένους, ὡς
τιθέασιν αὐτούς, τοῦ παντὸς διαμαρτάνουσιν· εἰ γὰρ ἦσαν τούτοις ὅμοιοι, εἶχον ἂν καὶ
τὸ εἶναι συλλογισμοί. Alexander in Aristot. Top. p. 10 Ald. p. 14, 20. τοιοῦτοι δέ
εἰσι λόγοι καὶ οἱ ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λεγόμενοι ἀμεθόδως περαίνοντες. Secuntur
eaedem explicationes quas ex Analyticorum commento apposui.
Alexander in Aristot. Anal. pr. (p. 24b 18) p. 18,
12 Wal. πάνυ δὲ καλῶς τὸ δεῖν ἕτερον τῶν τεθέντων εἶναι τὸ συμπέρασμα προσέθηκεν
(scil. Aristoteles). — — τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ εἰ ἡμέρα
ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί
καὶ ὅλως οἱ λεγόμενοι ὑπὸ
τῶν νεωτέρων ἀδιαφόρως περαίνοντες. τοιοῦτοι δὲ καὶ οἱ διφορούμενοι, οἷός ἐστιν εἰ
ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν·
ἡμέρα ἄρα ἐστίν
. p. 19, 3. ὁ γὰρ ἐξ ἀντιφάσεως διαιρετικὸς συλλογισμὸς οὐχ ὡς
ταὐτὸν τῷ μεταλαμβανομένῳ ἤ, ὡς οἱ νεώτεροί φασι, προσλαμβανομένῳ τὸ συμπέρασμα
ἐπιφέρει· ὁ γὰρ λέγων ἤτοι ἡμέρα ἐστίν ἢ οὐκ ἔστιν ἡμέρα
εἶτα προσλαμβάνων τὸ
ἕτερον τῶν ἐν τῷ διαιρετικῷ, ἢ τὸ ἀποφατικὸν τὸ ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα
ἢ τὸ
καταφατικὸν τὸ ἡμέρα ἐστί
, ἔχει μὲν συναγόμενον ἢ τὸ οὐκ ἄρα ἡμέρα
ἐστίν
ἢ τὸ ἡμέρα ἄρα ἐστίν
, ὃ δοκεῖ ταὐτὸν εἶναι τῷ προσειλημμένῳ, ἤτοι
τῷ ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα
ἢ τῷ ἀλλὰ
μὴν ἡμέρα ἐστίν
· οὐ μὴν ὡς ταὐτὸν ὂν αὐτῷ ἐπιφέρεται, ἀλλ’ ὡς ἀντικείμενον τῷ
ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ. - ibid. 20. ὃ ἀναγκαῖον καὶ τοῖς ἀπὸ τῆς Στοᾶς λέγειν, εἴ
γε ἐν τοῖς διαιρετικοῖς καὶ διαζευκτικοῖς συλλογισμοῖς φασι τῇ προσλήψει θατέρου τῶν
ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον ἕπεσθαι τοῦ λοιποῦ τῆς συλλογιστικῆς συμπλοκῆς. p.
20, 10. ἀλλὰ μὴν οὐδὲ οἱ διφορούμενοι λόγοι λεγόμενοι ὑπ’ αὐτῶν συλλογιστικοί, οἷός
ἐστιν ὁ εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν
ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν
. οὔτε γὰρ τὴν χρείαν τὴν τοῦ συλλογισμοῦ
παρέχεται, ἔτι τε, εἰ ἡ τοῦ ἑπομένου πρόσληψις ἐν τοῖς συνεχέσιν ἀσυλλόγιστος, ἐν δὲ
τοῖς τοιούτοις συνεχέσι ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις οὐ πᾶλλον τοῦ
ἡγουμένου ἢ τοῦ ἑπομένου γίνεται etc. Cf. Ammonius in Aristot. Anal. pr. p. 27, 35,
32, 13 Wal.
[Apuleius] περὶ ἑρμηνείας 272 (p. 9, 12 Goldb.) supervacanei sunt
moduli Stoicorum non idem differenter peragentes: aut dies est aut nox; atqui
dies est; ⟨igitur dies est⟩
. item idem geminantes: si dies est, dies est;
⟨atqui dies est⟩; dies igitur est
.
Alexander in Aristot. Top. p. 8 Ald. p. 10, 5. οὐδὲ συλλογισμὸς οὖν ἔτι
εἰη ἂν ὁ μὴ τὴν χρείαν σῴζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ
αὐτὸ τὸ συμπέρασμά τινι τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ
διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι· διφορούμενοι μὲν γάρ
εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα
ἐστίν· ἡμέρα ἄρα ἐστίν
. ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν
ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν· ἀλλὰ
μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν
.
Alexander in Aristot. Analyt. pr. p. 84, 5 Wal. (εἰ τὸ Μ τῷ μὲν Ν παντὶ
ὑπάρχει, τῷ δὲ Ξ μὴ παντί) συναχθήσεται τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ
ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος ὁ λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει
τῇ συλλογιστικῇ, ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ
ὑπάρχειν
τὸ μὴ παντὶ ὑπάρχειν
ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν
οὖν λέγουσι τοὺς τοιούτους συλλογισμούς, εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες· ἀλλ’
Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνάς,
τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι
μεταλήψει, ἂν ᾗ συλλογιστικὴ ὅλως συμπλοκή.
Alexander in Aristot. Anal. pr. p. 20, 2 Wal. ἐν γοῦν τοῖς μὴ ἐξ
ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ
συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μὴ συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ
λοιπῷ ταὐτὸν εἶναι· ἐν γὰρ τῷ ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν
ἡμέρα, νὺξ ἄρα ἐστίν
- τὸ νύξ ἐστιν
οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε
τῷ τροπικῷ ὑπ’ αὐτῶν (scil. a Stoicis) λεγομένῳ (ἦν γὰρ ἐκεῖνο ἤτοι ἡμέρα
ἐστίν ἢ νύξ ἐστιν
τὸ ὅλον ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα
· ὧν
ἀμφοτέρων ἕτερόν ἐστι τὸ νύξ ἐστιν
.
Sextus adv. math. VIII 310. τούτων δὴ οὕτως ἐχόντων ἡ ἀπόδειξις πρὸ
παντὸς ὀφείλει λόγος εἶναι, δεύτερον συνακτικός, τρίτον καὶ ἀληθής, τέταρτον καὶ
ἄδηλον ἔχων συμπέρασμα, πέμπτον καὶ ἐκκαλυπτόμενον τοῦτο ἐκ τῆς δυνάμεως τῶν
λημμάτων. (hoc exemplis illustratur § 311-313) 314. συνδραμόντων οὖν πάντων τούτων,
τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ
ἀπόδειξις· ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν ἀπόδειξίς ἐστι λόγος
δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον
.
Sextus adv. math. VIII 367. ἀλλ’ οὐ δεῖ, φασί, πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. 369. οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν φιλοσοφία. 375. νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν ὅτι πίστις ἐστὶ τοῦ ἐῤῥῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν.
Sextus adv. math. VIII 463. οἰονται γὰρ οἱ δογματικοὶ τῶν φιλοσόφων
λόγον τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ’ αὑτοῦ περιτρέπεσθαι, καὶ δι’ ὧν
ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς
φασίν· ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ
χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς· καὶ
εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν
παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως,
εἰπόντος τινὸς εἶναι ἀπόδειξιν· εἰ δὲ ἀποδεικνὺς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ
φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν· ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι
ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν· καὶ καθόλου ὁ κατὰ τῆς ἀποδείξεως
λόγος ἤτοι ἀπόδειξίς ἐστιν, ἢ οὐκ ἔστιν ἀπόδειξις· καὶ εἰ μὲν οὐκ ἔστιν ἀπόδειξις,
ἄπιστός ἐστιν, εἰ δὲ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν
. ἔνιοι δὲ καὶ οὕτω
συνερωτῶσιν· εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· εἰ μὴ ἔστιν ἀπόδειξις,
ἀπόδειξις ἔστιν· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν ἀπόδειξις· ἀπόδειξις ἄρα ἔστιν
.
(hanc argumentationem sanam esse pluribus probatur § 466-469).
Galenus in Hippocr. prognost. I. Vol. XVIII B p. 26 K. ἀναλογισμὸς δ’ ἐστὶ λόγος ἐκ τοῦ φαινομένου ὁρμώμενος καὶ τοῦ ἀδήλου κατάληψιν ποιούμενος· ἐπιλογισμὸς δὲ ὁ κοινὸς καὶ σνμφωνόμενος παρὰ πάντων λόγος.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1036c. Ὥστ’ αὐτὸν ἑαυτῷ μάχεσθαι
— — φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους, ὡς περισπῶντας τὴν
κατάληψιν, αὐτὸν δὲ τῶν Οὐχ
ὡς ἔτυχε δὲ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους, οὐδὲ προσ⟨ετέα⟩ τὰ ἐναντία
πιθανά, ἀλλ' εὑλαβουμένους, μὴ καὶ περισπασθέντες ὑπ’ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν,
οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι, καταλαμβάνοντές τε εὐαποσείστως· ἐπεὶ
καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων,
ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι, καὶ ὑπ’
ἄλλων πλείονων καὶ δυναμικωτέρων ἐρωτημάτων.
Plutarchus de Stoic. repugn. cp. 10 p. 1036f. Ἤ τοῦτο (quanti τὰ
Μεγαρικὰ ἐρωτήματα aestimanda sint) παρ’ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι; σκόπει γὰρ
οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως· Οἱόν
τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου· σφόδρα γὰρ ἐπὶ σοφίᾳ
γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν
παχυτέρων, τῶν δ’ ἐκφανῶς σοφιζομένων.
Galenus de animi peccatis dignoscendis 3. Vol. V p. 72 K. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προσελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τούτου τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι· τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς· ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.
Anonymi scholia inm status Walz. Rh. Gr. VII 1 p. 383. ὅπου γε καὶ παρὰ τοῖς Στωϊκοῖς καλεῖταί τις διάλληλος λόγος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι τὴν ἀπόδειξιν ἔχειν, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος δι' ἀλλήλων συγκατασκευάζηται.
Diocles Magnes apud Diog. Laërt. VII 82. καὶ ἄποροι δέ τινές εἰσι
λόγοι, ἐγκεκαλυμμένοι καὶ διαλεληθότες καὶ σωρεῖται καὶ κερατίδες καὶ οὔτιδες. ἔστι
δὲ ἐγκεκαλυμμένος οἷον ὁ τοιοῦτος οὐχὶ τὰ μὲν δύο ὀλίγα
. οὔτις δέ ἐστι λόγος συνακτικὸς [καὶ] ἐξ ἀορίστου καὶ
ὡρισμένου συνεστώς, πρόσληψιν δὲ καὶ ἐπιφορὰν ἔχων, οἷον· εἰ τίς ἐστιν ἐνταῦθα,
οὐκ ἔστιν ἐκεῖνος ἐν Ῥόδῳ· ⟨ἀλλὰ μὴν ἔστι τις ἐνταῦθα· οὐκ ἄρα τις ἔστιν ἐν Ῥόδῳ⟩
.
Sextus Pyrrh. Hyp. II 253. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν, ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ’ ἐπέχειν καθ’ ἕκαστον ἕως τῆς ὅλης συνερωτήσεως τοῦ λόγου.
Sextus adv. math. VII 416. ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον ὅτι ἐφ’ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἔστι διαφορά, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ’ ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέριᾳ ὡς ἀληθεῖ.
Cicero Acad. Pr. II 93. Placet enim Chrysippo cum gradatim
interrogetur, verbi causa tria pauca sint anne multa,
aliquanto prius quam ad
multa perveniat quiescere, id est quod ab iis dicitur ἡσυχάζειν. Per me vel
stertas licet, inquit Carneades, non modo quiescas.
Simplicius in Aristot. categ. f. 26E. ed. Bas. Ἄξιον δὲ ζητεῖν κατὰ
τοὺς ὑπόστασιν διδόντας τοῖς εἴδεσι καὶ γένεσιν εἰ ῥηθήσεται τάδε
εἶναι. Καὶ
γὰρ καὶ Χρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ
τὴν συνήθειαν τῶν Στωϊκῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ’ αὐτοὺς
προφέρονται καὶ πῶς οὔ τινα τὰ κοινὰ παρ’ αὐτοῖς λέγεται καὶ ὅπως παρὰ τὴν ἄγνοιαν
τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν οὔτινα σόφισμα γίνεται, παρὰ τὸ
σχῆμα τῆς λέξεως, οἷον εἴ τις ἐστὶν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις. ὁ γὰρ ἄνθρωπος
οὔ τις ἐστίν. οὐ γὰρ ἐστί τις ὁ κοινός, ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ
παρὰ τοῦτο τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος, οὔ τις
κληθείς. τὸ αὐτὸ καὶ ἐπὶ τοῦδε
τοῦ σοφίσματός ἐστιν· ὃ ἐγὼ εἰμί, σὺ οὐκ εἶ. ἄνθρωπος δ’ εἰμὶ ἐγώ. ἄνθρωπος ἄρα ἐγὼ
καὶ σὺ
ἐπὶ τῶν ἀτόμων λέγεται· ὁ δὲ ἄνθρωπος ἐπ’
οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ἡ παραγωγὴ διότι τῷ οὔ τινι ὡς τινὶ
ἐχρήσατο.
Diogenes Laërt. VII 186. Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους. Ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γε ἱεροφάντης τοῖς ἀμυήτοις λέγει ⟨τὰ μυστήρια⟩· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· Ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, οὐδ’ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει· οὐδ’ ἄρα ἐν τῇ οἰκίᾳ. ἄλλο· Ἔστι τις κεφαλή. ἐκείνην δὲ οὐκ ἔχεις· ἔστι δὲ γέ τις κεφαλή ⟨ἣν οὐκ ἔχεις⟩· οὐκ ἄρα ἔχεις κεφαλήν. ἄλλο· Εἴ τις ἔστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δέ ἐστιν ἐν Μεγάροις· οὐκ ἄρα ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. Καὶ πάλιν· Εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· Εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις· κέρατα δὲ οὐκ ἀπέβαλες· κέρατα ἄρα ἔχεις. οἱ δὲ Εὐβουλίδου τοῦτό φασιν.
Arrianus Epictet. dissert. II 17, 34. ἀλλ’ ἐγὼ θέλω γνῶναι τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου.
Hieronymus ep. 69 ad Oceanum. statimque recordatus Chrysippei sophismatis: Si mentiris, idque vere dicis, mentiris.
Cicero Acad. Pr. II 96. Quomodo igitur hoc conclusum esse iudicas? Si
dicis nunc lucere et verum dicis ⟨lucet; dicis autem lucere et verum dicis⟩ lucet
igitur.
Probatis certe genus et rectissime conclusum dicitis. Itaque in docendo
eum primum concludendi modum traditis. Aut quidquid igitur eodem modo concluditur,
probabitis, aut ars ista nulla est. Vide ergo hanc conclusionem probaturusne sis: Si
dicis te mentiri, verumque dicis, mentiris. Dicis autem te
mentiri verumque dicis: mentiris igitur.
Qui potes hanc non probare, quum
probaveris eiusdem generis superiorem Haec Chrysippea sunt, ne ab ipso quidem
dissoluta. Quid enim faceret huic conclusioni· 'Si lucet, lucet; lucet autem, lucet
igitur.' Cederet scilicet. Ipsa enim ratio conexi, cum concesseris superius, cogit
inferius concedere. Quid ergo haec ab illa conclusione differt?
Arrianus Epictet. dissert. II 19, 1sq. Ὁ κυριεύων λόγος ἀπὸ τοιούτων
τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται. Κοινῆς γὰρ οὔσης Πᾶν
παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι
καὶ τῷ Δυνατῷ ἀδύνατον μὴ
ἀκολουθεῖν
καὶ τῷ Δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται
· συνιδὼν
τὴν μάχην ταύτην ὁ Διόδωρος, τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς
παράστασιν τοῦ Μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὕτ’ ἔσται.
Λοιπὸν ὁ
μέν τις ταῦτα τηρήσει τῶν δυοῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθές οὔτ’
ἔσται· καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν
ἐστι· καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπιπολὺ συνηγόρησεν Ἀντίπατρος.
Οἱ δὲ (scil. Chrysippus) τἄλλα δύο· ὅτι δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’
ἔσται καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν· δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. Τὰ
τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν τὴν μάχην. ibid. § 9.
Γέγραφε δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν· καὶ Κλεάνθης δ’ ἰδίᾳ
γέγραφε περὶ τούτου καὶ Ἀρχέδημος· γέγραφε δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ ἐν τοῖς
περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.
Cicero ad famil. IX 4. Περὶ δυνατῶν nme scito κατὰ Διόδωρον κρίνειν. Quapropter si venturus es, scito necesse esse te venire: sin autem nom es, τῶν ἀδυνάτων est, te venire. Nunc vide, utra te κρίσις magis delectet, Χρυσιππεία ne, an haec, quam noster Diodotus non concoquebat. Sed de his etiam rebus, otiosi quum erimus, loquemur: hoc etiam κατὰ Χρύσιππον δυνατὸν est.
Cicero Acad. Pr. II 143. In hoc ipso, quod in elementis dialectici
docent, quo modo iudicare oporteat, verum falsumne sit, si quid ita conexum est, ut
hoc: si dies est, lucet
, quanta contentio est! aliter Diodoro, aliter Philoni,
Chrysippo aliter placet. Quid? cum Cleanthe, doctore suo, quam multis rebus
Chrysippus dissidet! quid? duo vel principes dialecticorum, Antipater et Archedemus,
opiniosissimi homines, nonne multis in rebus dissentiunt?
Syrianus Schol. in Hermog. Vol. II p. 42, 1 Rabe. τὸν ἄπορον ἐν κατηγορίᾳ, ὃν καὶ κροκοδειλίτην οἱ Στωϊκοί φασιν, οἷον· Εὔαθλος συνέθετο Πρωταγόρᾳ τῷ σοφιστῇ δώσειν μισθὸν, εἰ τὴν πρώτην δίκην λέγων νικήσειε. μαθὼν καὶ μὴ βουλόμενος λέγειν ὑπὸ τοῦ Πρωταγόρου τὸν μισθὸν ἀπαιτεῖται· ὁ δὲ ἀντιλέγει· εἰτε γὰρ νικήσειεν, οὐ δίκαιος δοῦναι κατὰ τὴν σύνταξιν, εἴτε ἡττηθείη, ὡς μηδέπω μαθὼν οὐκ ἄξιος ἀπαιτεῖσθαι.
Lucianus vitarum auctio 22. Χρύσιππος· ἔστι σοι παιδίον; - Ὠνητής· τί
μήν; - Χρυσ. τοῦτο ἤν πως κροκόδειλος τοῦτον οἶσθα
; τί φήσεις; -
Ὠν. δηλαδὴ ἀγνοεῖν. - Χρυσ. ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός, ὥστε εἰ τοῦτον
ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
Cicero. de finib. IV 7. (de rheorica arte locutus:) Totum genus hoc Zeno et qui ab eo sunt - aut non potuerunt ⟨tueri⟩ aut noluerunt - certe reliquerunt. Quamquam scripsit artem rhetoricam Cleanthes, Chrysippus etiam; sed sic ut siquis obmutescere concupierit, nihil aliud legere debeat.
Quintilianus instit. orat. III. 1, 15. Theophrastus quoque Aristotelis discipulus de rhetorice diligenter scripsit atque hinc vel studiosius philosophi quam rhetores praecipueque Stoicorum ac Peripateticorum principes.
Quintilianus instit. orat. I 17, 2. quod (scil. rhetoricen artem esse) non oratores tantum vindicarunt — — sed cum iis philosophi Stoici et Peripatetici plerique consentiunt.
Cicero de oratore III 65. Stoicos autem, quos minime improbo, dimitto tamen — — atque hanc iis habeo gratiam, quod soli ex omnibus eloquentiam virtutem ac sapientiam esse dixerunt.
Quintilianus instit. orat. II 15, 34. huic eius substantiae maxime
conveniet finitio rhetoricen esse bene dicendi scientiam.
nam et orationis
omnes virtutes semel complectitur et protinus etiam mores oratoris, cum bene dicere
non possit nisi bonus. idem valet Chrysippi finis ille, ductus a Cleanthe, scientia
recte dicendi.
Sunt plures eiusdem, sed ad alias quaestiones magis pertinent.
Anonymi Proleg. in Hermog. status Wal. Rh. Gr. VII p. 8. οἱ μὲν γὰρ αὐτὴν (scil. τὴν ῥητορικήν) ἐκάλεσαν ἐπιστήμην ἀπὸ τοῦ μείζονος, ὁριζόμενοι ἐπιστήμην τοῦ εὖ λέγειν, οἱ Στωϊκοί.
Sextus adv. math. II 6. Ξενοκράτης δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ
τῆς Στοᾶς φιλόσοφοι ἔλεγον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν
Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος - ἄλλως δὲ τῶν Στωϊκῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν
καταλήψεις, ἐν σοφῷ μόνῳ φυομένην. τὸ δὲ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον
τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μὲν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι
λόγον διαλεκτικῆς ἐστὶν ἔργον, τὸ δὲ λέγειν ἐν μήκει καὶ διεξόδῳ θεωρούμενον
ῥητορικῆς ἐτύγχανεν ἴδιον.
Diogenes Laërt. VII 42. καὶ τὴν ῥητορικὴν αὐτὴν μὲν εἶναι λέγουσι τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς εἶναι συμβουλευτικόν, τὸ δὲ δικανικόν, τὸ δὲ ἐγκωμιαστικόν· εἶναι δ’ αὐτῆς τὴν διαίρεσιν εἴς τε τὴν εὕρεσιν καὶ εἰς τὴν φράσιν καὶ εἰς τὴν τάξιν καὶ εἰς τὴν ὑπόκρισιν, τοῦ δὲ ῥητορικοῦ λόγου εἴς τε τὸ προοίμιον καὶ εἰς τὴν διήγησιν καὶ τὰ πρὸς τοὺς ἀντιδίκους καὶ τὸν ἐπίλογον.
Anonymus art. rhetor. (Rhet. graec. Vol. I ed. Spengel) p. 454, 1. ἔργον δὲ ἐπιλόγου Πλάτων μὲν ἐν Φαίδρῳ φησίν, ἐν κεφαλαίῳ ἕκαστα λέγοντα ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων (Plat. Phaedr. p. 267d). ἔχεται δὲ τῆς αὐτῆς δόξης καὶ Χρύσιππος· καὶ γὰρ αὐτὸς μονομερῆ φησὶ τὸν ἐπίλογον.
Plutarchus de Stoic. repugn. cp. 28 p. 1047 a. Τὴν ῥητορικὴν ὁρίζεται
τέχνην περὶ κόσμον εὑρμένου λόγου καὶ τάξιν· ἔτι δ' ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν· Οὐ
μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφε
κἀπὶ τῶν λόγων ἀλλὰ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς
φωνῆς, καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν.
Οὕτω δέ τις φιλότιμος
ἐνταῦθα καὶ περιττὸς γενόμενος etc.
Plutarchus de Stoic. repugn. cp. 28 p. 1047b. πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ
περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών, Οὐ μόνον, φησί, ταῦτα
παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιᾶς ἀσαφείας καὶ ἐλλείψεις καί, νὴ
Δία, σολοικισμούς, ἐφ’ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι.
ΧΡ(ΥΣΙΠΠΟΥ)
ΛΟΓΙΚῼ(Ν)
ΖΗΤ(Η)Μ(ΑΤΩΝ) Α.
fr. 1 (n,
deest in o):
3 ἐσομένου τῶν καὶ . . . . νος
πληθυντικ . του . . . .
. λν
. εστωμητω . . τωπληθυντι-
κω καὶ τῶν ἐρωτ(ή)ς . . ὁμοί-
. .
μετω . . . ομεν . . . ε . .
γ . ι περὶ τ . . τουτο ἐν . . τω .
εἷναι τι .
. . . . τον . . . . λοι
λεγους . . . . . το προ . . . . . .
κονεν
. . . . . . . . . . . . .
. . τοτε . . . . . . . . . ντῶπα
ρ)εληλυ(θότι)ν
. . . . . . το . .
τωνου . . . . . . αιπ . . . . . .
τ . τη . . . . . . .
. εν . . . . . .
ἀ(λ)λα μόνον τα . . . . . . . .
. . . ωνπροηγε . .
. . . .
fr. 2n (p. 284o):
. . . . . . . . . κει . . τον (ο; κον . . . . .
n)
. . ea . . . ικεινος . . . . . . .
πορίζεσθαι ὅπεροη . . . . . . (ὅπερ
οὐ πιθανόν)
φαίνετ)α(ι). κἀνταῦθ’ . . . . . . .
το . . . . . . . . ιρητων
ἀ(πι-
θα(νον παίνεσ)θαι, οὔτ . . (δι
χῶ(ς) προ . . . . ωτ . . . . .
. .
τ . . . οσ . . μενα . . . . ερον
τι κατὰ τῶ(ν) . οσυ(μ)βε . . . . .
.
. των ἐν τῶ ΑΙΔΙΚ . . ΙΣΘαι (ἐν τῷ διαλέγεσθαι?)
εἰ . παν . . . . απρο . . . (
. . . τοα pro παν ο)
. . να μ(ὴ ἐνεκ)τέον (εἶ-
ν)αι ἐπὶ ταῦτα ὥσθ' ἕν(α
περὶ
πάντων ποιήσασθαι
λόγον . . πε . δες . τι (ὑπ)άρ- (εἴπερ ἐνεστὸς ὑπάρχει)
χει
. . . . μα . . . παρ . . (ἀξίωμα, πιθνὸν ὑπάρχειν) τις . . . νου παρε . . . . . . (τι
ἐκείνου παρεληλυθός)
καὶ πα(ρε)λη(λυθότων παρε-
ληλυθ(ότ)α ἐστ(ὶν μέχρι
εἰς
ἄπειπον . καὶ ἔσ(τι μὲ)ν (πα-
ρεληλυθότα τοια(ῦτ)α καὶ κα- (θοτ
. τοτα . . α ο)
τα(τὸν) αὐτὸν ἐσ(ομέ)ν(ων
ἐσόμενα ἔ(σ)ται (μέχ)ρι εἰς (ἄ-
πειρον
. καὶ (παρελη)λυθό-
των ἐστ(ί . . . . . . . . . γε
. εν . ωεν.
fr.
3n (p. 285o):
τὸ . . . εισθα(ι . . ὑ)πτιο . .
ὑπτ . . . . . . . . .
. . . . .
καὶ τ . . . μέ(χρι) εἰς ἄ(πειρον
τ . ει . . . ταυτων ἐντ . . .
. .
νον . . . . . . . . . .
. . . . . . . *
ν . . τηοις ο . σι . . . . . . . . . . .
τ . ν . . . . .
. . . . . . . . . .
τ)ῷ μ(ὲ)ν ἐν τῷ . . . . ε . ι ὑπ(άρ- (μουσιν εν τω n)
χειν
. . ὕπτιο(ν δ’ οὐ)δέν . . . (νεντψ pro ὑπτιο n)
. . . . εῖσθαι (σ)υν . . . . .
. . . . .
. . ν ὑπάρχειν . . . . ν . κ . .
. . ου . . . . . . . . . . . .
. . . τητψν
τοιού(τ)ων . ἀ(λλά)γε τὰ πρό-
τερ(ον λ)εγόμενα
παρεί(σθω
τάτ’ ἐκείνου καὶ . . . . . . τα
. . ινο . . . . ον . . . νε . .
. . .
. . α . . . . ερβωμε . . ε . . εον
. . ν . . . . ν ἄπειρα . . . τω
(πω n)
. . . . . ος ετερ . . . . εσθαι τα
. . . . ς ἔχοντα ο . . . . . .
. .
ρεληλυθότα και . . . . . . .
. . . ροστ . (ὑ)παρ . . . . . . . .
col.
In (p. 286o):
. . . . . . . . . . (δ)υοῖν τὸ . . . .
. . . . . . . . . .
(δ)υοῖν ἐ . . . . . .
. . . . . . . . . μ)έχρι εἰς ἄπει-
ρον) . . .
. . . ὁμοίων ἐσ(τί (ομετωνες ο)
5 . . . . . . . . των . . . τα . .
. α .
. . . . . . . . ται ἐπιζ(ητ . .
. α . . . . . . . . ουτων . . . . .
τ
. η . . . . . . . . . . κισε . . . . (ηπε legit Crönert)
. . . . . . . .
. . ατ . . . . .
τερ . . ατε . . . . . ερτῶ(ν . τοι-
ούτων εκ . . τουθ .
α . περ . .
τῶν συνβ(ε)βηκότ(ων . . . . . .
δόξε(ι) καὶ (τ)ὸ
π(ληθυντι)κὸν
. . κατ’ αὐτ(ὸν) α . . . . . . ναι
. . . . . ἀπὸ τούτων
δ(ὲ) καὶ
πρὸς ἐκεῖνα ἔσται πιθανῶς
προσελθεῖν λέγοντα (ο)ὐ δ(ῆτα
πλξθυντικὰ
μὲν πλ(ηθυν-
τικ)ῶν εἰναι, τρόπον τιν(ὰ
.
. . . . τῶν πρὸς τὰ ἑνικὰ
. . . μενων, παρεληλυθότα δὲ
παρεληλυθότων μὴ
εἶναι
καὶ ὕπτια ὑ(πτί)ων . μηδ’ ἐ-
πὶ) τούτων (μὲν) τὴν ἀ(π)ειρί-
αν)
γίνεσθαι, ἐπ’ ἐκείνων (δ') ἄρ(α
μή, καὶ (ἔμ)παλιν . κἂν εἰ
ἄ(ρα τις)
τοιούτους ε(ἴ)ποι
λόγους κ(ατὰ) τῶν ἑτέρ(ων
κ κατ)ὰ (ταῦτ)α διαβαίνο(ι
ἀπό
τινος (τῶν) τοιούτων (εἰς) συν-
γενῆ . . . τόπον, ἡ(μ)ὲν (ἀγωγὴ
τ(οῦ
λόγου ὑγιὴς) τῶ(ι) εἴ(δ)ει, αὐ-
τ(ὴ) δὲ ἡ (δι)άβασίς ἐστιν τῶν
Col. 2n
(p. 287o):*
. . . . . . . . . . . δωνπ . . . . . . . (ο, ιιοντ n).
.
. . . . . . . . . (κ)ατὰ κλ . . . θην (ειιν o, ων n)
. . . . . . . . . .
(κ)ειμέν(ου δὲ) του
. . . . πρὸς ἔλε(γ)χο(ν
. . . η . . . (γ)ενομένων
.
. . . . . . . . . μὲν ἐκ τῆς κα
τὰ . . . . . . . . . . . . . . . . . . .
ε
. . . . ο . . . . . . . . . νυπ . . . ε
ὄντων . . . . . . . . . . . . . (παρε)
(εἰ ἔστι παρε-
λη(γυθοτ . . . . . . . . . . ληλυθότα κατηγορήματα
τ.
ιίτα . . . . . ιτα κ(αὶ παρελ)ηκαὶ ἀξιώματα)
λ(υ)θότων παρεληλυθό(τ)α ἐ(σ-
τι
μέχρι εἰς ἄπειρον . οὐ πάνυ
δὲ τοῦτο . οὔτ’ ἄ(ρα κ)α(τηγορή-
ματα οὔτ’
(ἀξι)ώ(μα)τά ἐστιν πα-
ρελη(λυθότα. Εἰ ἔ)στιν ὕ(πτι)α
κατηγορήμ(α)τα, καὶ
ὑπτίων
ὕπτ(ιά) ἑστιν κατηγορήματα
μέχρι εἰς (ἄ)πειρον . οὐ πάνυ
δὲ
τούτο . οὐδ’ ἄρα τὸ π(ρῶτον). Ε(ἰ
πληθυντικά ἐστιν κατηγορή-
ματα, καὶ
πληθυντικῶν πλη-
θυντικά ἐστι μέχρι εἰς ἄπει-
νων . (π)α(ραπλή)σιον
δὲ τού-
των καὶ τοῦτο (σ)υντέτευχεν
τὸ παρα . σ . . . . . . ἄ)λλα γ(εί-
(fortasse: τὰς φύσεις)
νεσθαι ἀ . . . . . ὁρ)ατὰ καὶ (fortasse: ἄλλοις)
ἀκουστὰ
(καὶ ὁμ)οίως ἐπί τ(ῶν
λοιπῶν α(ἰσθήσε)ων . κ(αὶ κατὰ
τὸ ὅλον ἀ . . . . .
καὶ κα(τὰ (fortasse: τὸ ὅλον δὲ σῶμα)
τὴν διάνο(ιαν . . . ατα
. . λεγ . .
. . . . . . . ἐπὶ τ(ῶν
λοιπῶν . . . . . . . μὴ κ(ατα-
Col. 4n
(p. 289o):
ε . . . ωι . . . . . . . . . . . .
σε . . . . . . . σως κα . .
. . . . . .
α . . αν παρ . . . σοτ . . . . . . .
δι(αφο)ρῶν . . .
μεν . . . . . .
θε . . . . . . . . . . . . . . κ . . . . . . . .
τι . . .
. . . . . . . . . . . . ου . . . . . . . .
μον φαν . . . . . . . .
χε . . . . .
δαδη . σ . . . . . . χε . . . . . .
οὐτοις .
ο(ὐ μό)νον δ(ὲ π)αρὰ τ(ὰς
φύσεις γίνονται το(ιαῦται δι)-
αφοραί, ἀλλὰ καὶ
π(α)ρ(ὰ) τέχ(ν)ας
καὶ τριβὰς ἄλλων πρὸς ἄλλα
πολλα(χ)ῶς. Ἔτι δὲ τὸ ὅμοιον
το(ῖς)
αἰσθητ(ηρίοι)ς καὶ ἐπὶ τῶν
τεχνῶν συντέτευχεν . ο(ὔ)τε
γὰρ οὐθὲν αὐταῖς
ἐστιν φωρα-
τὸν οὔτ’ ε(ἰς πάντα (τ)ὸν ὁμ(ο-
γενῆ τόπον διατείνειν δ(ύ-
να(νται).
Καὶ ταῦτα πάντα (δι-
ατείνειν ὑπονοητέον (ο)ὐ μό-
νον εἰς τοὺς φρονίμους
ἀν-
θρώπους ἀλλὰ καὶ (ε)ἰς τοὺς νέ- (τοὺς ἐνεοὺς Cr.)
ους. Ἐπιστ . . . αι
. . . . . αιν . .
τον ἐπὶ τῶν . ω . . . . . . . π . . .
τί τὸ γινόμενόν
ἐστιν οὐ
δε(ικνύ)ντες δύο λέγωσιν
(ἄν) ὅ(τ)ι οὐκ (ἐστιν) οὑτος οὑ-
. . οτ μσ . . . . . διασα-
τος
φῆ(σα)ι οὐκ ἂν δύν(αι)ντ(ο
θαῤ(ῥ)ήσαντ(ες
. . . . . . .
. . ο)ὐδὲ μα . . . . υετ . . .
. . . . . . . . . . . . . .
. βαν . . .
τιν . . . στενε . . παιδον . . .
Col. 5n (p. 290o):
(πε)ρὶ
τ . . . . . . . . . . . . μος . . .*
. ε . . . . . . . . . . . . ωαιρα . .
αυτ
. . . . . . . . . . . . ο . . . . . .
δεν . . . . . . . . . . . η . θαι . .
διε
. . . . πρ)ὸς ταῦτα τὰ
μετ . . . . . . ιμουτα . . .
ναις δὴ τὸ ῥης . . .
. . . . .
των ὅτι ταὐτόν ἐστ(ι τὸ τοῦ-
(τῷ
τον (τοῦτο)ν εἰναι
εἰναι
) οἷον ὅτι τ(αὐτόν
τοῦ(τον τοῦτον
ἐστι (τὸ Δίω)να Θέυ(να
εἶν)αι
τῷ Δίωνα Θέωνα εἶναι
(ἐάνθʼ) οὕ-
τῶς ἐάνθ’ ὡρισμένως
ἐκφέ-
ρωμεν. Εἰ(θ') ὅτι ἀντίκειται τῷ
Δίωνα Θέωνα εἰναι
τὸ μὴ
εἰ-
κἂν ὡρισ-
ναι Δίωνα Θέωνα
μένως ἐκφέρωμεν. Ἐπὶ γο(ῦ)ν
τούτων
καὶ τῶν ὁμοίων οὐ
μόνον τί (τὸ λ)εγόμενον ἐσ-
τὶν (χ)αλεπὸν συνβαλεῖν,
(συνκαλεῖν n)
ἀλλὰ καὶ μήποτε λανθάνο-
μεν τᾲ (ψ)ευδῆ λέγοντες· ὁμο-
ειδῶς
ἂν τούτων διατει(νόν-
των καὶ εἰς τοὺς σοφούς· Οὔ(τε
γὰρ πιθαν(ὸ)ν μηθὲν
τοιοῦτο
ἀποφαί(νεσ)θαι ἂν, οὔτ’ ἂν
ἀποφ(αι)νόμ(ε)νο(ν μὴ) διαπο-
(ρ)η(δῆ)ναι.
Τὰ παραπλήσια
δ’ ἐστὶν ἐπιλέγειν ματ . . .
. . ιων καὶ ἐπακαω . . . . . .
. .
. . . ο . . ων παραλ(λ)α(γ)ὰς καὶ
. . . . . . θ’ ὅταν κα . . . . . .
. .
. . . . . . . . διαλεγ .
. . . . . .
. . . . . . . κα . α . . . . . . .
τ)ὸ παραβε . . . . . . . .
.
(sequuntur etiam 5 versus)
Col. 6n (p. 291o):
του*
. . .
ο)ὔτ’ αρ . πε . . . . . μη
. . . . . . . . . τοιοῦτ(ον ὑ)πάρχει*
(ἐκ ο)
εν . . . . . . . . . . . κτά (ἐσ)τιν καὶ (βετ n)
(δθγ ο) δεις . .
κ)αὶ ταῦτα . . . ουτο (fortasse: δείκνυται ταῦτα)
νει . . . θυν . . . . χε . .
. . . .
. . . . . εἰς πρ . . αδε . . . . . .
. . . . . . τυγχάνει . . . .
. . .
κ)α(ὶ) τὸ μὲν (π)ληθ(υντι)κὸν . .
οχ . . . . . . . . . λ . .
. . . .
ουτο . . . . . . τερο . . ανα
λωνσ . . . . . ἐ)κφερομ
. δης
ἆρα πληθυντ(ι)κόν (ἐστι) δι-
ὰ τούτων, καθάπερ καὶ ἐπὶ
τῶν
παραπλησίων τούτων (πα-
ρέξει (ἡμῖν) ἐπίστασιν . ἢ κατὰ
μὲν τοὺς α(ὐτο)ὺς
δεικν(υ)μένου(ς
ἔσται τοι(οῦτ)ο πληθυ(ντι)κόν,
οἱον ἡμέτερος
,
ἄλλων δὲ καὶ
ἄλλων (δεικ)ν(υμ)ένων οὔ· ἢ μή
ποτε τὸ ζ(η)τούμενόν ἐστν
τοι- (ἐστι μον o)
οῦτο· ἑνικοῦ γὰρ ὄντος τοῦ τού-
ἔστιν τ(ι τ)οιοῦτο
τους τύπτων
πληθυντ(ικὸν . . . . . . . . . (πανοθντω n)
. . .
τοιούτωι . . . . . . .
σιον τούους τύπτων
(τῶν δʼ) ἄλ-
λων
δ(εικνυ)μένω(ν . . . οιστου
. . . . ποικ . λ . . . . . . . . . . .
ἂ)ν
μ(ὴ) καθ’ ἕτερόν τινα . . . . .
χθῶμ(ε)ν λόγον καὶ δια . . . . .
. ες . .
π)ληθυντ(ικά), εἰ καὶ τ(ὸν. *
μετα
. . . αρα . . . . . . . . . . . . . .
. . εκε . . νλεγ . . . . . . . . . . . .
Col.
7n (p. 292o):
. . . . . . . . . σιον κατα (οιον o)
. .
. . . . . . . . . τοσον τοῦ
. . . . . . . . . . . . των οὐδὲ ταῦ-
τα) . .
. . . . . . . . τας μεν (ωμ. . ν o)
5 . . . . . . . . . . . . . . τιστ . .
.
. . . . . . . . . . . . . . . . . . . . . ν
. . . . . . . . . . . . . . . . . .
. . νε . με
θ . . . . . . . . . . . . . . τα . παντα
το . . . . .
πληθυν)τικὸν ὂν ἐκεῖ-
10 νο . . . . . . . . . . . εθαντα (ραντα o)
τ
. . . . . . . . . νπαι . εν ἐπὶ τοῦ
το(ύτους
τύπ)των
καὶ τοῦτον
καὶ
τύ(πτ . . . . . εωσ . . . . τικων
γαρτινω(ν
π)ροηγουμένων
ἐκφερι . . . . εται . α . τὰ τοι-
αῦτα σ(φέτερ)ος
κα(ὶ) ἡμέτερος
κα)ὶ . . . . . . ὡ)σαύτω(σ) ἐπὶ τῶν
ὁ)μοίων (καὶ)
μάλιστα τοιού-
τω(ν ο)ἷον (ἐμοὶ) ὑπάρχων
καὶ
ἐμ(οὶ)
ὑπάρχοντ(α)
καὶ ἡμῖν
. . . ερ^ . ησ ἐστιν
ὑπάρχων
ἐν .
εν. θω . . το . . αιδραυμοι
ε . τ . α . . . . τουτ . . κ)αὶ ὡσαύ-
τωσ ἐπὶ
. . . . . . . . . . . . . . . . ἐὰν
ἐγὼ . οσα . . . . ου . . . σιαι . .
εις (περο ext. o)
ρο . . . τὰ ὅμοια . . . . ὅτι δεῖ
. . . ν καὶ . . .
πι)θανον ἀ-
πολ(α)βεῖν καὶ δ . . . αμιν ἀν-
θρωπ(.)ς ἀν . . τα . . . . .
. εμε
. . . . . οι . . . νου . . . . . . υλ . . .
. . . τεσθαις . . . .
εδης μέρος
(versus inutiles omnitto)
Col. 8n (p. 293o):
εσι ταυ-
(υνα o)
. . . . . . . . η . δ . . . . . η
. . . . . . . να . α καὶ
πρόσ(ο)ν
. . . . . ινον . . . . καὶ ἐκ πόσων
5 (γρ)άφεται . . . . . . . . . .
. . . .
. . αμε . . . . . . . . . . . . μαι
. . λον . . . . . . . . κο
διαστα
. . . . . . μεν . ν . εξει δὲ καὶ
. . . . . . . ασιν .
. ιατιναν . .
10 . . . μ(ετ)ὰ (τὸ τ)οῦτον φρονῆσαι
ἐφρόνησαμετὰ
τὸ τοῦτον
. Οὐ γὰρ
περιπατῆσαι ἐκάθι(σ)α
. . αυτ . . και ἔστιν τὰ
ὡ(μ)οιω-
μένα ο(ἱο)ν (μ)ετὰ (δὲ) τοῦτο ἐφρό-
.
Ὄντων δὲ
(τισα o) νησα ἢ ἀνέστην
καὶ τοιούτων λεκτῶν ἔσται ἐπι-
ζητεῖν κατὰ τί ἔσονται αἱ δια-
φαραὶ
αὐτῶν. Ὅμοια δ’ ἐστὶν τὰ
πράγματα καὶ ἐπὶ τι . . οι . . να (ἐπὶ τ(ούτ)ω(ν μετ)ὰ)
τὸ) τοῦτον φρονῆσαι ἐφρόνη
σαὕστερον τοῦ τουτονὶ φρονῆ-
υτων . ν ακολου-
σαι
ἐφρόνησα
θεντος καὶ τὸ τοῦτον φρονῆ-
. . . . ν .
σαις . . . . ψευδέσ ἐστιν
τὰ δ’ οὐκ (ἀκολου) θοῦντος το
. . ου . . . . .
. τοιουτος ημα
. . . εμον μετὰ τοῦτον . . . .
. . . καὶ ὕστερον τούτου .
. ρο
. . . . . . . φευδές ἐστιν τὸ
. . . . . . τα . . . . τοῦτο φρο
ν
. . ος . καὶ πο . . . . . . α . δε
. . . . . μεταλη . . . . . . .
Col. 9n
(p. 294o):
. . . . . . . . νομ . . . . . . . . . . .
. . . . . . . . . .
. θαι . . . . . . . . . . .
ε . . κα . . . . δα . . . οτοσ . . .
οφ .
ιναι . . . . ερι . . . τειν . . . . (τ . ρα . . . υειν . . μ o)
α . . κατα . .
. . . . . μενο . . ατ
τως τ . . . . . . . . . . . . υδιψν . ν*
νομενοις .
. . . . . . . . . . . . .
τουτο . . . . . . . . . . . καὶ . . .
νο
. ει . . . τε . . ναιδην αυ
τον
τοιο(ῦ)τ(ο) δυνατὸν ἀπο(σ)η
μαιν . ν . ο . . . . . . κ)αὶ λέγου-
σιν μὲν
τὰ πράγματα (κ)αὶ ση-
μαί(νου)σιν οὔτε δ(ὲ ὀμ)νύουσιν
οὔτε
προστάττου(σιν) οὔτ’ (ἀρ)ῶν-
ται (οὔτ’ ἐ)ρωτῶσ(ιν οὔτ)ε πυνθά-
νον(τ)αι .
(κ)αὶ ἕως τίνος δεῖ ταῦ-
θ' ὑπα(κ)ούε(ι)ν παρέχ(ε)ι ἐπίστα-
σιν κατὰ τὸν
παρὰ μικρὸν
λόγον . οι . . . τον . . . . ει πε-
ρί τῆς ἀποκρίσε(ως) .
ησειν, (πι-
θανὸν δὲ μ(ηδὲ) τοῦτο ὑπά(ρχε)ιν.
καὶ ὁμοίω(ς πε)ρὶ τοὺς
ἀληθεύ-
ο)ν . . . . . . ονομως λεγόν-
ο)ν . . . . . . ονομως λεγόν-
των
α . . . ου καὶ ἀλη(θ)η καὶ (ψ)εῦ-
δόσ (ἐστιν ἡ) ἐφιφ(ορά) καὶ . . .
. . .
. . . . . . σινομο . . . οσιν . . .
μενο . . . . . . . . ουτι . . . . . . . . .
τος
. . . . . . . . . σιν καὶ . . . . . . .
αυτ . . . . . . ὅτι . . καὶ
στα . . . .
ανα . . . . . ντ . . . ω . . . . . . . . . .
. . . ὀ)μνύειν
ἀλλ . . . . . . . .
Col. 10n (p. 295o):
. . . · σ)υνκα . . . . . . . . .
ο
. . . . ντὰ πράγ(ματα) . . . .
(o n) τα . . μεσ . . . αυτο . . . . . . . . .
(τα
n) ou . . . εξ . . . τα . . . . . . . . .
(ou n) ἔσται . . τα . . ανμ . . . . .
. . . . . .
(εσ n) τα(ύ)ταις ἢ τοιαύτα(ισ) ἐπι(φοπαῖς
(τα n) και . . . .
. οναδι . . . . . . .
(κατ n) σιν . . . ομν . . . . . . . . . . περι(ει
λημμένα
ἀξ . . . . . . . . . τειν
. . . . μεν τον αυ . . . . . ἀ)πί
θα(νον)
δὲ καὶ τοῦτο . (ἀληθ)εύειν
(κ)α(ὶ) ψεύδεσθαι αὐτοὺς οὐ ῥητέ-
ον, οὐ τοῦτο
ὑφορωμένου(ς) ἀλ-
λω τρόπω, εἰ ὁ αὐτὸς ἅμα ἀ-
ληθεύσει καὶ ψεύ(σ)εται,
ἀλλ’ ὅ-
τι τοῦ σημαινομένου τελέ-
ως
ἀποπλαν(ῶν)ται. Κ(αὶ) τὸν
προηγούμενον λόγον προσ-
ε)λέγ(χει) καὶ τὸν
(ψεύσεσθαι
αὐτοὺς ἅμα καὶ ἀ(λη)θεύσειν
τυγχάνειν δ’ ἐν πᾶσιν τοῖς
τοιούτοις
ὁτὲ μὲν ἁπλῶς λε-
γόμενα ὁτὲ δὲ πλέονός τι-
νος συνπαρενφαινομένου.
λέγω
δ’ οὐ τὸ μὲν λεγόμεν(ον
αὐτῶν κατὰ δοξα(σμ)ὸν (ἢ διά-
νοι(αν), τὸ δὲ κατὰ
λ(έξιν) . . νου
το . . . αλλοι . . . . . . . οὔτ' εἰς
το . . . αλλοι . .
. . . . . . οὔτ’ εἰς
ο . . . . . . ηντατε . . . καὶ . . .
. . . . . . .
ἀλλ(ὰ) τὰ ὅμοια τὰ . .
Col. 11n (p. 296o):
ον . οπ . . . . . . . . . ει .
. . . . .
. . . . . . . . . ιτ . . ν . . . . . . . .
. . . . . . .
. ομενο . . . . . . . .
. . . . ντ . της διετ . . . . . . . .
λέγ(ω)
μέχ(ρι . . . . . κατ . . . .
. ειν λοι . . εν . . . . . . . . . .
. . . .
οα . . . . . αμ . . . . . . .
. . . . καὶ . αρον συν . γε . . .
ἄλλων .
εν εἰπάτω λέγειν τοι- (ἄλλοτε μὲν?)
αῦτα κα(τὰ φ)ορὰς ἡμε(τέ)ρας, ἔσ-
τιν
θ’ ὅτε (τα)ύτας (ὑ)πε(ξε)λόμε-
νος καὶ τὸ ὅλον . τ. πωτι (τοις οτι n in fine)
(στ)ρεφό(μ)ενοι
ὥστε μὴ ἀν-
απηρτισμένως μηδ’ ἀμφι-
βόλους τὰς λέξεις λέγειν, χρη-
σίμου
σφόδρ’ ὄντος παρασεση-
μάνθαι τὸν τόπον τοῦτον,
ὅπως ἀνα(στ)ρέφ(ω)μεν εἰς
αὐ-
τὸν) συνε(χέσ)τερον. Ἐπὶ δὲ τῶν
τοιούτων περιπάτει, ἐπεὶ ἡ-
μήπ(οτε) διχῶς
μέρα
ἐστιν
λέγομεν, ὥστε κα(τὰ θά)τερον
μὲν τῶν λεκτῶν
προστάτ-
τειν τὸ ὅλον τοῦτο, τὸ περιπα-
κα-
τεῖν,
ἐπεὶ δ’ ἡμέρα ἐ(στι)ν
τὰ (τὸ) λο(ι)πὸν δ’ ὃ καὶ μᾶλλον
ἐνφαίνεται
καὶ (ὧ μᾶλ)λον
χρώμεθα, τὸ περιπα(τεῖν προσ-
τάττεται, τὸ δὲ λο(ιπὸ)ν
ἔξ(ω-
θεν ἐπι(γίν)εται . . . . . . κα-
. . ματι . μενο . . . . . . . . .
Col.
12n (p. 297o):
. . . πρ . . . νυτο . . . . νυμεν
. . . απ . . . οσ . . .
. υ . . . . ρα
. . ρεστ . . . . . . . . . οπ(ε)ριλαν-
(βαν)ομ . . .
. . . . . . . . . . . . . ον . .
. ισ . . . α . . . . . . . . . . . . . . . .
.
ωθεν α . . . . πα . . . . νλα(νβα-
ν)ομένου . δο . . . . . . . . . ε .
ται
κα(ὶ τοι)ο(ύ)των ο(ὗτος) πε
. Πάν-
(ρι)πάτε(ι, εἰ δ)ὲ μ(ὴ) κάθ(ου
τα
μὲ(ν γ)ὰ(ρ) ὑπ(ὸ) τὴν (π)ρόσ-
ταξιν πίπτει, κατηγόρησ(ιν
δ(ὲ μεταλλα . ιν
οὐθ(αμῆ) ἔσ- (μεταλαβεῖν Cr.)
τιν . οὐθὲν γὰρ ἐμφα(ίνει) τοι-
οῦτο πρᾶγμα οὗτος
(πε)ριπα-
. (ἡμ)ῖν
τ(ε)ῖ· εἰ δὲ μὴ κάθηται
γ’ ἡ χρεία τοιαύτη δια . .
ου
. . χους λόγον περιπάτει, ἐ-
καὶ οἷον
ὰν δὲ τοῦτ(ο μ)ὴ ἐκποι(ῇ κ)α-
θουμάλιστα (μ)ὲν πε-
. Δύναται (δʼ) εἰς
ριπάτει, ἐὰν δὲ τοῦτο (μ)ὴ ἐκ-
ποιῇ,
κάθου
τὸ καὶ ἐπὶ (π)λέον ἐκτ(είνεσ-)
θαι καὶ νὴ
Δία[ν] κατηκ . . . .
τι . . . τηπω τουτων . . ε .
. . . εν (περι)πάτει,
εἰ δ(ὲ μὴ
καὶ
καθεύδε(ι)μά(λισ)τα
(ποί)ει (κάθου
λέγεται)
τοῦτο, εἰ δὲ (μ)ὴ τοῦ(το ποίει, εἰ δὲ
μὴ
τοῦτ(ο καὶ) οὕτως ε(ἰς) ἄπει-
ρον ουν . . . . . . ο)ὕτως . . . . . . .
.
. σν . . . . . . . αχ . . . . . . . . . . . . .
τοῦ(τ)ον πε(ριπατεῖν, εἰ δὲ
μὴ,
καθῆσθ(αι ουδ)εν φα
. . .
ναι . . . . . . . . . τετ . .
. . . . . . . . . . . . . . εσ . . . . υ .
(ν?)
καταλη(πτικ)ὼς . . . . . . . .
Col. 13n (p. 298o):
. . . . . .
. . εστι . . . ειε . . . (τε pro ειε n)
. . . . . . ν . . . αμ . . . τ . . . .
. . (διαλ pro αμ n)
. . . . . . . . . . . . . . . . . . . . . . . ἀ)λλ'
ἐπὶ
μ . ν . . . . . . . ατο . τουονο . .
καταμε . ιουτο . . . ω . . . . .
τιη
. . . . ινεδ . . . . . ε πρὸ(σ-
τά(ττ)ε(σθ)αι μὴ π(οιεῖ)ν. Τὸ δὲ
τοιοῦτο
δ(ι)χῶς ῥηθήσ(ε)ται ἢ
ὧν τὸ μ(ὲν
περιπάτε(ι ἢ) κάθ)ου)
ἐστι
τοι(οῦτον) ω . . . . ατ . . (fortasse: ὡς τῶν ἀξιου-
μενων (τ)ούτωντ . ενι . .
. . μένων τούτων τὸ ἐντυχὸν
μεν οὐ προστάττεσθαι, τ(ὸ μόνον προστάττεσθαι)
δὲ
τοιοῦτο τοῦτο, εἰ δὲ μὴ (τοῦ-
. Πότ(ε)ρον οὖν ταῦτα λέ(γω-
το
μεν ἢ
ῥητέον κἀνταῦθα εἶ-
να(ι δ)ὴ τὸ προ(σ)ταττόμενον,
ὃν τρόπον ἐ(σ)τί
τοιοῦτο ἀξί- (fortasse: ὃν τρόπον ἐκεῖ)
ωμα περιπατεῖ Δίων, εἰ δὲ
καὶ κατηγόρη-
μὴ
κάθηται
μ)α θ(α)νὸν εἶναι τοιοῦτο
περιπατεῖν, εἰ δὲ
μὴ καθῆσ-
, εἰ δὲ τοῦτο καὶ προστάτ-
θαι
τεσθ)αι τ(οι)οῦτο πιθανόν
(ἐσ-
τιν). Μετὰ δὲ ταῦτα καὶ (ἑτέ-
ρα ἐστὶν ἐπίστασις το(ι)αύ-
τη,
μήποτε καὶ οἱ οὕτως προσ-
τάττοντες ὃ ἔτυχε τούτων
καὶ
λαβέὁποιονο(ῦν
τού)των
οὐθ(ὲ)ν προστάττουσιν.
λαβέ
οὔτε γὰρ κατηγόρημά τι ἔσ-
τιν
εὑρεῖν τὸ (προστ)αττόμ(ε-
νον οὔτ’ ἄλλο τοιοῦτον οὐ-
θέν. Ὁμοίως δὲ καὶ
ἂν οὕτως
ιπητ . . . . τοντ . . . . . ον . . .
Δ . . . . . . . . ουτ
. ισμελ . ν . .
. . . . υσοδουμ . . . . . . . . . .
Col. 14n (p. 299o):
. . . . .
τω . . . . γει . . καὶ . .
. . . . ονος οὐχ ὡ . . . . . ου
. . . ἀλλ’
ἔξωθέν πω(ς ἐπιγι-
νόμεν)ον . . . . . . . . . . . . . . . . . . . . .
τα,
κ(αὶ) ἄλ(λ)ων . δ . . . . . . . . . . .
ν . ων . οὕτως δὲ ω . . . . . . . .
ε
. ἐπίστααίν πως λέγεται
το(ῖχό)ς τ’ ἐξαληλειμμένος
κ(αὶ κ)εκονιαμένος καὶ
κίων
πεπιττωμένος καὶ θύρα καὶ
ἀσπίς λελευκωμένη καὶ τού-
τοις
σύνεγγυς ἄνθρωπος ἀλη-
λειμμένος καὶ ἠσβολωμένος
καὶ πάλιν ἱμάτιον
(ἐῤ)ῥυπασ-
μένον καὶ (ῥυ)παρὸν καὶ ἄν-
θ(ρωπος) ῥυπαρός. Δεῖ δὲ δι-
ανέχειν
κατὰ τὸν τόπον τοῦ-
τ(ον . . ἄ)νωθεν ἐξ . . . . τον κα(ὶ
σ . . . . . .
τινῶν μὲν περι
. . . ον συνκατατ(άτ)τεσθαι
. . . αὐτὸν λογ . . . . ωσμε-
.
. . . . . ὑποτε . . . . τινῶν
. . ἄλλα(ς πα)ραλλ(αγὰς . . .
. . . . . . .
. . . ῞σα γ . . . καὶ
. . . . . . . . . ἐπὶ πολλῶν καὶ
. . . . ἀξιώ)ματα
καὶ κατη-
γορήματα . . . . . . . . . . . . . . . .
(quinque versus
inutiles omitto)
Col. 15n (p. 300o):
λιν καταμα . . με . δεον .
ουγ
. αρ . . . . . νευω . καρ
σον κα(τηγορη)μάτων . . .
πανδεις τὰ πολλὰ μὲν
ἀ-
ποδέχεταί πως, τὰ δὲ καὶ
ε . ε . . . πω . διχ(ῶ)ς λ(εγό)μεν(α
.
. . . καὶ τοιαῦτά τινα . . . . . .
. . περὶ) δ’ ἐκ(εί)νων ἀρκεῖ τὰ
εἰρημένα.
Diogenes Laërt. VII 134. διαφέρειν δέ φασιν ἀρχὰς καὶ στοιχεῖα· τὰς μὲν γὰρ εἶναι ἀγενήτους ⟨καὶ⟩ ἀφθάρτους, τὰ δὲ στοιχεῖα κατὰ τὴν ἐκπύρωσιν φθείρεσθαι. ἀλλὰ καὶ ἀσωμάτους εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι. Cf. n. 408.
Diogenes Laërt. VII 139. δοκεῖ δ’ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν, τὴν ὕλην· τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον, τὸν θεόν. τοῦτον γὰρ ἀΐδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο Ζήνων μὲν ὁ Κιτιεὺς ἐν τῷ περὶ οὐσίας, Κλεάνθης δὲ ἐν τῷ περὶ τῶν ἀτόμων, Χρύσιππος δὲ ἐν τῇ πρώτῃ τῶν φυσικῶν πρὸς τῷ τέλει — —
Sextus adv. math. IX 11. οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς δύο λέγοντες ἀρχάς, θεὸν καὶ ἄποιον ὕλην, τὸν μὲν θεὸν ποιεῖν ὑπειλήφασι, τὴν δὲ ὕλην πάσχειν τε καὶ τρέπεσθαι.
Philo de mundi opificio § 8 Vol. I p. 2, 18 Wendl. ἔγνω δὴ ὅτι ἀναγκαιότατόν ἐστιν, ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν, καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἱλικρινέστατος καὶ ἀκραιφνέστατος — — τὸ δὲ παθητὸν ἄψυχον καὶ ἀκίνητον ἐξ ἑαυτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον, τόνδε τὸν κόσμον.
Seneca ep. 65, 2. dicunt, ut scis, Stoici nostri: duo esse in rerum natura, ex quibus omnia fiant, causam et materiam, materia iacet iners, res ad omnia parata, cessatura, si nemo moveat, causa autem, id est ratio, materiam format et quocumque vult versat, ex illa varia opera producit. Esse ergo debet, unde fiat aliquid, deinde a quo fiat; hoc causa est, illud materia.
Origenes de principiis (interpr. Rufino) II cp. 1 p. 78. ed. Delarue contra eos disputat, qui dum deum mundi opificem et providentem autumant, materiam (τὴν ἄποιον ὕλην) ingenitam esse affirment.
Theodoretus graec. affect. cur. 58, 10. Καὶ τὴν ὕλην δὲ — —
Alexander Aphrod. in Aristotelis Metaphys. p. 133, 33 Bon. 178, 15 Hayd. ἀλλ’ εἰ καὶ ἔστι τι καθ’ αὑτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. Cf. Asclepius in Aristot. Metaphys. p. 146, 15 Hayd.
Proclus in Plat. Timaeum p. 81 E Schn. ἀποροῦσι δέ τινες, ὅπως ὁ Πλάτων ἔλαβεν ὡς ὡμολογημένον τὸ δημιουργὸν εἶναι τοῦ παντὸς εἰς παράδειγμα βλέποντα· μὴ γὰρ εἶναι δημιουργὸν εἰς τὸ κατὰ ταὐτὰ ἔχον ὁρῶντα. πολλοὶ γὰρ καὶ τούτου προεστᾶσι τοῦ λόγου τῶν παλαιῶν, οἱ μὲν Ἐπικούρειοι καὶ πάντη τοῦ παντὸς αἴτιον οὐκ εἶναι φάσκοντες, οἱ δὲ ἀπὸ τῆς Στοᾶς εἶναι μέν, ἀχώριστον δὲ ὑφεστάναι τῆς ὕλης. Cf. p. 299 C. περὶ δὲ ἀπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς etc.
Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V. 841
a). ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς
ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτοῦ (sc. Aristotele).
Sextus adv. math. X 312. ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωϊκοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ’ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι’ ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίγνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.
Alexander Aphrod. de mixtione p. 224, 32 Bruns. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν, ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι, ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι, τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ· εἰ γὰρ θεὸς κατ’ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀΐδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα, ὥς που καὶ αὐτοὶ λέγουσιν (καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα) ἢ ⟨εἰ⟩ ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείξεως τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων ⟨ἀποδείξεων⟩ τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα.
Sextus adv. math. IX 75. ἡ τοίνυν τῶν ὄντων οὐσία, φασίν, ἀκίνητος οὖσα
ἐξ αὑτῆς καὶ ἀσχημάτιστος, ὑπό τινος αἰτίας ὀφείλει κινεῖσθαί τε καὶ σχηματίζεσθαι·
καὶ διὰ τοῦτο, ὡς χαλκούργημα περικαλλὲς θεασάμενοι ποθοῦμεν μαθεῖν τὸν τεχνίτην ἅτε
καθ’ αὑτὴν τῆς ὕλης ἀκινήτου καθεστώσης, οὕτω καὶ τὴν τῶν ὅλων ὕλην θεωροῦντες
κινουμένην καὶ ἐν μορφῇ τε καὶ διακοσμήσει τυγχάνουσαν, εὐλόγως ἂν σκεπτοίμεθα τὸ
κινοῦν
Simplicius in Aristot. Phys. p. 25, 15. καὶ τῶν πεπερασμένας. (scil. λεγόντων ἀρχάς) οἱ μὲν δύο ὡς Παρμενίδης — — ἢ ὡς οἱ Στωϊκοὶ θεὸν καὶ ὕλην, οὐχ ὡς στοιχεῖον δηλονότι τὸν θεὸν λέγοντες, ἀλλ’ ὡς τὸ μὲν ποιοῦν, τὸ δὲ πάσχον.
Plutarchus de comm. not. cp. 48 p. 1085 b. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες, οὐ καθαρὸν οὐδ’ ἁπλοῦν οὐδ’ ἀσύνθετον ἀλλ’ ἐξ ἑτέρου καὶ δι’ ἑτέρου ἀποφαίνουσιν· ἡ δ' ὕλη καθ’ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἀπλοῦν ἔχει καὶ τὸ ἀρχοειδές. ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδ’ ἄϋλος, ὡς ἀρῆς μετέσχηκε τῆς ὕλης· εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν· εἰ δ’ ἕτερα, [καὶ] ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα, τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.
Plotinus Ennead. VI lib. I 27 (Vol. II p. 258 Mue.). ἐχρῆν δὲ καὶ ἄλλως, τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ, μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχὴν καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. ὁ γὰρ θεὸς αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται, παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πὼς ἔχουσα· ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ὃ ποιοῦν εἰς αὐτήν, ἔξω ὂν αὐτῆς, παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παρ’ αὐτοῦ πεμπομένοις εἰς αὐτήν· εἰ δ’ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται, οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον· τίνι γὰρ ὑποκείμενα ἔσται, οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτά, ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον, εἰ ⟨δὲ⟩ τοῦτο, πρὸς τὸ ἔξω, ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο· εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίγνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ’ ἂν ὑποκείμενον εἴη, ἀλλ’ αὐτὸ τὰ πάντα. — — p. 259, 14 συμβαίνει αὐτοῖς, αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας, αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν. ὁ γὰρ κόσμος καθ’ ὅσον κόσμος οὐκ οὐσία. — — πῶς δὲ ἡ ὕλη ὁτὲ μὲν σώματα γίγνεται, ἄλλο δὲ αὐτῆς ψυχή;
Plotinus Ennead. VI lib. I 26. ὅλως δὲ τὸ προτάττειν ἀπάντων τὴν ὕλην,
ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν
Diogenes Laërt. VII 150. οὐσίαν δέ φασι τῶν ὄντων ἀπάντων τὴν πρώτην ὕλην, ὡς καὶ Χρύσιππος ἐν τῇ πρώτῃ τῶν φυσικῶν καὶ Ζήνων. ὕλη δέ ἐστιν ἐξ ἧς ὁτιδηποτοῦν γίνεται. καλεῖται δὲ διχῶς οὐσία τε καὶ ὕλη, ἥ τε τῶν πάντων καὶ ἡ τῶν ἐπὶ μέρους. ἡ μὲν οὖν τῶν ὅλων οὔτε πλείων οὔτε ἐλάττων γίνεται, ἡ δὲ τῶν ἐπὶ μέρους καὶ πλείων καὶ ἐλάττων. Chalcidius in Tim. c. 290. Plerique tamen silvam separant ab essentia, ut Zeno et Chrysippus.
Stobaeus Eclog. I p. 133, 6 W. (Arii Did. frg. phys. 20 Diels). Χρυσίππου Στωϊκοῦ. Τοῖς κατὰ ποιότητα ὑφισταμένην πρώτην ὕλην· ταύτην δὲ ἀΐδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίγνεσθαι [ἐκ] τῶν μερῶν εἴς τινα οὐ κατὰ διαίρεσιν ⟨μόνον⟩, ἀλλὰ κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γιγνομένων ἔκ τινων.
Origenes de oratione Vol. II p. 368, 1 Koe. (p. 246. ed. Delarue). Τοῖς
δὲ ἐπακολουθητικὴν αὐτὴν εἶναι νομίζουσι (scil. τὴν τῶν ἀσωμάτων οὐσίαν) προηγουμένην
δὲ τὴν τῶν σωμάτων ὅροι αὐτῆς οὗτοί εἰσιν· οὐσία ἐστὶν ἡ πρώτη τῶν ὄντων ὕλη καὶ ἐξ
ἧς τὰ ὄντα· ἡ τῶν σωμάτων ὕλη καὶ ἐξ ἧς τὰ σώματα· ἡ τῶν ὀνομαζομένων καὶ ἐξ ἧς τὰ
ὀνομαζόμενα· ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον· ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν· ἢ τὸ πάσας
δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον·
ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοίωσιν καὶ μεταβολήν. κατὰ τούτους δὲ ἡ οὐσία ἐστὶν ἄποιός τε
καὶ ἀσχημάτιστος κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ οὐδὲ μέγεθος ἀποτεταγμένον ἔχουσα, πάσῃ
δὲ ἔκκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον· ποιότητας δὲ
Plotinus Ennead. VI lib. I 28 (Vol. II p. 259, 33 Mü.). αἰτιον δὲ ἡ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν. τὰ γὰρ σώματα νομίσαντες εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες, τὸ μένον ὑπ’ αὐτά, τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν τόπον ἢ τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται ὁ τόπος νομίσας. — — p. 260, 14 πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει πιστουμένους ἕκαστα, τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν. οὐδὲ γὰρ ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι· ποιότης γὰρ τοῦτο.
Plotinus Ennead. II lib. IV, 1 (Vol. I p. 104 Mü.). καὶ οἱ μὲν σώματα μόνον τὰ ὄντα εἶναι θέμενοι καὶ τὴν οὐσίαν ἐν τούτοις, μίαν τε τὴν ὕλην λέγουσι καὶ τοῖς στοιχείοις ὑποβεβλῆσθαι, καὶ αὐτὴν εἴναι τὴν οὐσίαν· τὰ δ’ ἄλλα πάντα οἷον πάθη ταύτης, καὶ πὼς ἔχουσαν αὐτὴν καὶ τὰ στοιχεῖα εἶναι. καὶ δὴ καὶ τολμῶσι καὶ μέχρι θεῶν αὐτὴν ἄγειν· καὶ τέλος δὴ καὶ αὐτὸν [αὐτῶν] τὸν θεὸν ὕλην ταύτην πὼς ἔχουσαν εἶναι. διδόασι δὲ καὶ σῶμα αὐτῇ, ἄποιον αὐτὸ σῶμα λέγοντες· καὶ μέγεθος δέ.
Chalcidius ad Timaeum cp. 280. Qui tamen providentiae opus silvae quoque constitutionem esse pronuntiaverunt, censent eam una quadam ab exordio usque ad finem continuatione porrectam, nec tamen omnes eodem modo. aliter enim Pythagoras et item aliter Plato diversoque Aristoteles modo et cum aliquanta differentia Stoici. Sed hi quidem omnes informem eam et sine ulla qualitate constituunt.
Galenus methodi med. II 7 Vol. X p. 155 K. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων, ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων - παραιτοῦμαι λέγειν τὰ νῦν. — — λέγω δὲ μικρολογίαν, ἐν ᾗ διαιροῦνται κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός.
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 476 K. πρὸς ⟨δʼ⟩ οἷς
ἔφην ἀτόποις οὐδ’ ἡνωμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν. — — - ἥν τε λέγουσιν
οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ
πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν
καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, ἀλλὰ δή
πάντως ὑπῆρχε βάρος, ὅπερ φασὶν εἶναι σώματος ⟨ἴδιον⟩, πῶς ἁπλῆν ἔτι φασὶ τὴν πρώτην
οὐσίαν, ἀλλ’ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ
σχῆμα δῆλον ὡς ἐκέκτητο, ἄτοπον γάρ ἐστιν ἰδίοις
Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 478 K. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον, ἰδίαν ποιότητα πάντων ἐχόντων, ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ, τὸν Δία δ’ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα, οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν, ὄντα καὶ αὐτὰ δῆλον ὡς ἀΐδια, ταῦτά [ἐστιν], πῶς ἔτι λέγουσι μόνην τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα. οὐδὲ γὰρ ποιητὴν εἶναί φασι, καθάπερ τινὰ χειροτέχνην, τὸν Δία, ἀλλ’ ὅλον δι' ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριότητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα. εἰ δὲ ἀνουσίους αὐτὰς — — φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας.
Aëtius Plac. I 9, 2. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλης τὴν ὕλην. (Stob. λέγω δὲ τοὺς μέχρι τῶν Στωϊκῶν καταβεβηκότας σὺν Ἡρακλείτῳ etc.) cf. Thedoret IV 13.
Aëtius Plac. I, 9, 7. Οἱ Στωϊκοὶ σῶμα τὴν ὕλῆν ἀποφαίνονται.
Simplicius in Aristot. phys. p. 227, 23 ἀλλ’ ἐπειδή τινες καὶ οὐδὲ οἱ τυχόντες ἐν φιλοσοφίᾳ τὸ ἄποιον σῶμα τὴν πρωτίστην ὕλην εἶναί φασι καὶ κατὰ Ἀριστοτέλην καὶ κατὰ Πλάτωνα, ὥσπερ τῶν μὲν παλαιῶν οἱ Στωϊκοί, τῶν δὲ νέων Περικλῆς ὁ Λυδός, καλῶς ἂν ἔχοι ταύτην ἐπισκέψασθαι τὴν δόξαν.
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 477 K. (de materia Stoicorum locutus) ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ’ ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον ⟨δʼ⟩ ἄτοπον εἰ λέγοι τις ἅμα τοῦτ’ ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον· τό τε μὴ ⟨ποιὰν⟩ ἐκείνης ἐχούσης οὐσίαν, τῶν ἐξ αὐτῆς, ὥς φασι, γεγονότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. — — εἰ δὲ μηδ’ αὐτὸ εἶχε τούτων μηδὲ ἓν καθ’ ὑπόθεσιν τὸ αἰθέριον δὴ ἐκεῖνο πῦρ, ὑφ’ οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτ’ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα.
Asclepius in Aristot. Metaph. p. 377, 29 Hayd. καὶ πάλιν οἱ μὲν μίαν
οὐσίαν εἶναι εἰρήκασιν, οἷον τὴν αἰσθητήν, ὥσπερ οἱ φυσικοὶ καὶ οἱ Στωϊκοί.
Alexander Aphrod. comm. in Aristot. Topica IV p. 155 Ald. p. 301, 19 Wal. οὕτω δεικνύοις ἂν ὅτι μὴ καλῶς τὸ τὶ οἱ ἀπὸ τῆς Στοᾶς γένος τοῦ ὄντος τίθενται· εἰ γὰρ τί, δῆλον ὅτι καὶ ὄν· εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον· ἀλλ’ ἐκεῖνοι νομοθετήσαντες αὑτοῖς τὸ ὂν κατὰ σωμάτων μόνων λέγεσθαι, διαφεύγοιεν ἂν τὸ ἠπορημένον· διὰ τοῦτο γὰρ τὸ τὶ γενικώτερον αὐτοῦ φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον, ἀλλὰ καὶ κατὰ ἀσωμάτων. Cf. p. 180 Ald. p. 359, 12 Wal. οὕτω δειχθήσεται μηδὲ τὸ τὶ γένος ὂν τῶν πάντων· ἔσται γὰρ καὶ τοῦ ἑνὸς γένος ἢ ἐπίσης ὄντος αὐτῷ ἢ καὶ ἐπὶ πλέον· εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος· τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων· τὸ δὲ ἐννόημα μηδέτερον τούτων κατὰ τοὺς ταῦτα λέγοντας.
Sextus adv. math. I 17. καὶ μὴν εἰ διδάσκεταί τι, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν· ἀλλὰ διὰ μὲν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι· ἀνυπόστατα γάρ ἐστι τῇ διανοίᾳ ταῦτα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς.
Sextus adv. math. X 218. ὥσθ’ οὗτοι μὲν σῶμα ποιοῦσι τὸν χρόνον, οἱ δὲ ἀπὸ τῆς στοᾶς φιλόσοφοι ἀσώματον αὐτὸν ᾠήθησαν ὑπάρχειν· τῶν γὰρ τινῶν φασὶ τὰ μὲν εἶναι σώματα τὰ δὲ ἀσώματα, τῶν δὲ ἀσωμάτων τέσσαρα εἴδη καταριθμοῦνται ὡς λεκτὸν καὶ κενὸν καὶ τόπον καὶ χρόνον. ἐξ οὗ δῆλον γίγνεται ὅτι πρὸς τῷ ἀσώματον ὑπολαμβάνειν τὸν χρόνον, ἔτι καὶ καθ’ αὑτό τι νοούμενον πρᾶγμα δοξάζουσι τοῦτον. Cf. ibid. 227. 234
Seneca ep. 58, 12. illud genus quod est
(scil. τὸ ὄν) generale
supra se nihil habet. initium rerum est, omnia sub illo sunt. Stoici volunt
superponere huic etiamnunc aliud genus magis principale. - ibid. 15. Primum genus
Stoicis quibusdam videtur quid
: quare videatur subiiciam. in rerum, inquiunt,
natura quaedam sunt, quaedam non sunt. et haec autem, quae non sunt, rerum natura
complectitur, quae animo succurrunt, tamquam Centauri, Gigantes et quicquid aliud
falso cogitatione formatum habere aliquam imaginem coepit, quamvis non habeat
substantiam.
Anonymi Proleg. in Aristot. Categ. p. 34b Brandis
(Schol. in Ar.) τρία δὲ τὰ καθολικώτατα ὁμώνυμα, ἕν, ὄν, τί· κατὰ πάντων γὰρ τῶν
ὄντων φέρεται ταῦτα, κατὰ μὲν Πλάτωνα τὸ ἕν, κατ’ Ἀριστοτέλη τὸ ὄν, κατὰ δὲ τοὺς
Στωϊκοὺς τὸ τί.
Philo Leg. Alleg. III § 175 Vol. I p. 151, 28. τὸ γὰρ μάννα ἑρμηνεύεται
τί
· τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων.
Plutarchus de comm. not. cp. 30 p. 1074 d. οὐδὲν οὖν ἔτι δεῖ λέγειν τὸν
χρόνον, τὸ κατηγόρημα, τὸ ἀξίωμα, τὸ συνημμένον, τὸ συμπεπλεγμένον· οἷς χρῶνται μὲν
μάλιστα τῶν φιλοσόφων, ὄντα δ’ οὐ λέγουσιν εἶναι.
Stobaeus Eclogae I p. 138, 23 W. Χρυσίππου. Χρύσιππος αἴτιον εἶναι λέγει δι’ ὅ. Καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα ⟨οὗ δὲ αἴτιον μήτε ὄν, μήτε σῶμα⟩ καὶ αἴτιον μὲν ὅτι, οὗ δὲ αἴτιον διά τι. Αἰτίαν δ’ εἶναι λόγον αἰτίου, ἢ λόγον τὸν περὶ τοῦ αἰτίου ὡς αἰτίου. Sequitur simillima Posidonii disputatio (Diels Arii Didymi Epit. phys. frgm. 18). Cf. Zeno I n. 89
Sextus adv. math. IX 196. εἴπερ τοίνυν, φασίν, ἔστι σπέρμα, ἔστι καὶ
αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων· ἔστι
δέ γε σπέρμα, ὡς ἐκ τῶν σπειρομένων καὶ ζῳογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον.
καὶ πάλιν εἰ ἔστι τι φύσις, ἔστι τι αἴτιον· τῶν γὰρ φυομένων ἢ ἐκπεφυκότων αἴτιόν
ἐστιν ἡ φύσις. ὑπάρχει δὲ αὕτη, ὡς ἀπὸ τῶν ἀποτελεσμάτων συμφανές. — — τοίνυν εἰ
ἔστι φύσις, ἔστι τι αἰτιον· ἀλλὰ μὴν τὸ πρῶτον· ἄρα τὸ δεύτερον. καὶ ἄλλως εἰ ἔστι τι
ψυχή, ἔστιν αἴτιον· αὕτη γὰρ καὶ τοῦ ζῆν καὶ τοῦ θνήσκειν αἰτία γίνεται, τοῦ μὲν ζῆν
παροῦσα, τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων· ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ
λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται· ἔστιν ἄρα αἰτιον. πρὸς
τούτοις εἰ ἔστι θεός, ἔστιν αἴτιον· οὗτος γὰρ ἦν ὁ τὰ ὅλα διοικῶν· ἔστι δέ γε κατὰ
τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων θεός· ἔστιν ἄρα αἴτιον· καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ,
ἔστιν αἴτιον· τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται· καὶ τῷ οὖν ὑπάρχειν θεὸν
καὶ τῷ μὴ ὑπάρχειν ἐπ’ ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον. πολλῶν γε μὴν γεννωμένων
καὶ φθειρομένων, αὐξομένων τε καὶ μειουμένων, κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ
ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ
τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἢ ἀκινησίας· σὺν τῷ κἂν μὴ ὑπάρχῃ
ταῦτα τὰ ἀποτελέσματα, φαίνηται δὲ μόνον, πάλιν εἰσάγεσθαι τὴν ὕπαρξιν τῶν αἰτίων·
τοῦ γὰρ φαίνεσθαι μὲν ἡμῖν αὐτὰ ὡς ὑποκείμενα, μὴ ὑποκεῖσθαι δέ, αἴτιόν τι
καθέστηκεν. καὶ μὴν εἰ μηδέν ἐστιν αἴτιον, πάντα ἐκ παντὸς δεήσει γίνεσθαι καὶ ἐν
παντὶ τόπῳ, ἔτι καὶ κατὰ πάντα καιρόν· ὅπερ ἄτοπον. εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον,
οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι· [αἰτιον ἄρα τι ἔσται]. μηδενὸς δὲ
ὄντος τοῦ κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου
φυτόν· κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ
ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος
ἐν θέρει συνίστασθαι· ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ
μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων
ὑπάρχειν. ὅ τε λέγων μὴ εἶναι αἴτιον ἤτοι χωρὶς αἰτίας τοῦτο λέγει ἢ μετά τινος
αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ
μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποκειμένης, δι’ ἥν
φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον· εἰ δὲ μετά τινος αἰτίας, εἰ ἔστι τι αἴτιον, ἔστιν αἰτιον· ἀλλὰ καὶ εἰ μὴ
ἔστι τι αἰτιον, ἔστιν αἴτιον· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα
. τῷ τε γὰρ
εἶναι αἰτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ
λήγοντος, τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ
λέγων μηδὲν εἶναι αἰτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι αἴτιον. ὥστε καὶ
τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων
διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον
παρεμυθησάμεθα.
Aëtius Plac. 11, 7. Οἱ Σωϊκοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν.
Simplicius in Aristot. Phys. p. 420, 6 Diels. ὅτι τισὶ δοκεῖ μὴ εἶναί τι κινοῦν ἀκίνητον, ἀλλὰ πᾶν τὸ κινοῦν κινεῖσθαι — — καὶ δῆλον ὅτι ταύτης εἰσὶ τῆς δόξης τῶν τε παλαιῶν φυσιολόγων ὅσοι σωματικὴν ἢ μίαν ἢ πλείους ὑπέθεντο τὴν ἀρχὴν, καὶ τῶν νέων οἱ Στωϊκοί.
Aëtius Plac. I 11, 5. Οἱ Στωϊκοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ.
Sextus adv. math. IX 211. εἴγε Στωϊκοὶ μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτιον γίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δὲ τῇ σαρκί, ἀσωμάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος.
Simplicius in Aristot. categ. f. 77 B. ed. Bas. οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων, λέγω δὴ τῶν κατὰ πληγὴν καὶ ὦσιν, οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὗ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει. βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πελάσει καὶ ἅψει ποιεῖ.
Proclus in Plat. Parmen. Vol. V p. 74 ed Cousin. Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωϊκῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δεδέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς. ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει, καὶ τὸ ἤδη ἐνεργοῦν, καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). οἱ μὲν οὖν σωμάτων, οἱ δ’ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια (scil. Stoici et Peripatetici). οἱ δὲ τὸ μὲν σῶμα κυρίως αἰτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς καὶ οἷον αἰτιωδῶς (scil Stoici)· ἄλλοι δ’ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). Τῶν αἰτίων
τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ.
προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ
Seneca epist. 65, 4. Stoicis placet unam causam esse id quod facit. ibid. 11. Haec quae ab Aristotele et Platone ponitur turba causarum aut nimium multa aut nimium pauca comprehendit. nam si, quocumque remoto quid effici non potest, id causam iudicant esse faciendi, pauca dixerunt: ponant inter causas tempus: nihil sine tempore fieri potest. ponant locum: si non fuerit, ubi fiat aliquid, ne fiet quidem. ponant motum: nil sine hoc nec fit nec perit, nulla sine motu ars, nulla mutatio est. Sed nos nuuc primam et generalem quaerimus causam. haec simplex esse debet, nam et materia simplex est, quaerimus quae sit causa, ratio scilcet faciens, id est deus.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 930 Pott.). τὸ δὲ αὐτὸ
ἄρα αἴτιον καὶ ποιητικὸν καὶ δι’ ὅ. καὶ εἰ μὲν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο
πάντως ἐστὶ καὶ δι’ ὅ, εἰ δέ τι ἐστὶ δι’ ὅ, οὐ πάντως τοῦτο καὶ αἰτιον. πολλὰ γοῦν
ἐφ’ ἓν ἀποτέλεσμα συντρέχει, δι’ ἃ γίνεται τὸ τέλος, ἀλλ’ οὐκ ἔστι πάντα αἴτια· οὐ
γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη· οὐδ’ ἂν ὠργίσθη, εἰ μὴ ἐζήλωσεν· οὐδὲ
τοῦτο, εἰ μὴ ἠράσθη· οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους· οὐδὲ τοῦτο, εἰ μὴ
Ἀργὼ κατεσκευάσθη· οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη· ἐν τούτοις γὰρ
ἅπασιν τοῦ δι’ ὃ
τυγχάνοντος, οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη
δὲ ἡ Μήδεια.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol II p. 932 Pott.). ἔτι
ζητεῖται, εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται· ⟨καὶ τινὲς μὲν λέγουσιν ὅτι
γίνεται⟩· πολλοὶ γὰρ ἄνθρωποι συνέλκοντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν, ⟨οὐκ
αὐτὸς ἕκαστος αἴτιος ὢν⟩ ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ δή τι καὶ τὸ συναίτιον αἴτιον.
ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ’ ἰδίαν ἕκαστον ἑνὸς αἰτιον γίνεται· τοῦ γοῦν
εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι· καὶ τοῦ
θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία
ἐστὶ κατὰ δύναμιν, καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν
κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ
μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ’ εἶδος· καὶ κατὰ γένος μὲν τοῦ
νοσεῖν ὁπωσοῦν, οἷον ψύξις, ἔκλυσις, κόπος, ἀπεψία, μέθη· κατ’ εἶδος δὲ τοῦ πυρετοῦ.
τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ’ εἶδος. τοῦ γὰρ
εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἰτια κατ’ εἶδος· οἷον λιβανωτός, ῥόδον,
κρόκος, στύραξ, σμύρνα, μύρον·
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 932 Pott.). ἀλλήλων οὐκ ἔστι τινὰ αἴτια, ἀλλήλοις δὲ αἴτια· ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος, ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν, καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι, τῷ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν· καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι· καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν· ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἡ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαραίρᾳ τοῦ τέμνειν etc.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος· παρὰ μὲν τὴν ποιὰν δύναμιν, ⟨οἷον⟩ ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον· παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων, ⟨οἷον⟩ τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας· καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει· καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). καὶ τὰ μὲν
προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. — — τῶν μὲν οὖν
προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα· συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος
μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς
καλοῦσιν, ἐπειδὴ αὐταρκως δι’ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αἴτιον
αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ ⟨δὲ⟩ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν
ἑτέρῳ λειτουργίαν, εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται· εἰ δὲ
παρέχεται, τούτου πάντως γίνεται αἴτιον, οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι’ αὐτὸ
γινομένου· ἔστιν οὖν συνεργόν, οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα· προδήλως μὲν οὖν
παρόντος ⟨προδήλου⟩, ἀδήλως δὲ ἀδήλου· καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν
αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος. τὸ μὲν οὖν συνεργὸν
αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ’ αὐτοῦ γινομένου· τὸ δὲ συναίτιον
οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν, κἆν μὴ συνεκτικὸν
αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ’ αὐτῷ δυναμένῳ κατ’ ἰδίαν ποιῆσαι
τὸ ἀποτέλεσμα, αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ
μὲν συναίτιον ⟨μεθ’ ἑτέρου αἰτίου⟩ κατ’ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ
δὲ συνεργὸν ἐν τῷ κατ’ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ’ ἰδίαν ποιοῦντι
συνεργεῖ αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ
Clemens Alexandrinus Stromat. I p. 376. 77 Pott. distinguit τὸ συνεργόν, τὸ συναίτιον, τὸ συνεκτικὸν αἴτιον. ὃ δὲ μεθ’ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ’ αὑτὸ ἐνεργεῖν, συνεργὸν φαμὲν καὶ συναίτιον [ἀπὸ τοῦ συναιτίου αἴτιον ὑπάρχειν] ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον· καθ’ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα — — παρέχειν. paulo post: ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα τὰ δὲ ἐλάττονα προσφέρεται δύναμιν.
Clemens Alexandrinus Stromat. I p. 367 Pott. οἶδα πολλοὺς — — καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας. — — φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι· τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γιγνομένου etc.
Galenus defin. med. 154-160 Vol. XIX p. 392 K. definit αἴτια προκαταρκτικά, προηγούμενα, συνεκτικά, αὐτοτελῆ, συναίτια, συνεργά.
Galenus ad. Iulianum 6 Vol. XVIII A p. 279 K. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τό τε ὄνομα καὶ τὸ πρᾶγμα αὐτό, καθ’ οὗ τοὔνομα, τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὰ Δία ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ibid. p. 298. καὶ μὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι εἶναι καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια μηδ’ ἐμπλήκτων τρόπον ἄλλοτ’ ἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.
Galenus synopsis librorum de pulsibus 9. Vol. IX p. 458 K. μεμνῆσθαι
μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν τὸ οἷον συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως
ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ· τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’
ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον
συνεκτικὰ λεγόμενα γενέ σεώς τινος, οὐχ ὑπάρξεως αἴτια.
Arius Didymus epit. phys. fr. 19 Diels (DG p. 457, 17. Stobaeus ecl. I p. 143, 24 W.). σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι. ὁτὲ μὲν γὰρ μῆκος [εἶναι] λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ ⟨μὲν⟩ τὸ δεύτερον διάστημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὁτὲ μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.
Philo de mundi opificio § 36 Vol. I p. 11, 9 Wendl. τὸ γὰρ σῶμα φύσει στερεὸν ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα, πλὴν τὸ πάντη διεστηκός.
Clemens Alexandrinus Stromat II p. 436 Pott. διϊσχυρίζονται τοῦτ’ εἶναι μόνον ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, ⟨ἄλλοι δὲ⟩ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.
Aëtius I 10, 5. Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.
Syrianus in Aristot. Metaph. (Aristot. Acad. Bor. Vol. V) p. 892a. τῶν καθ’ ἕκαστα, ἃ εἴτε ῥέοι κατὰ πᾶν — — ἕτε γίγνοιτο μὲν ἀεὶ
καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν — — εἴτε καὶ
ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωϊκοί
φασιν.
Simplicius in Aristot. categ. f. 17 A ed. Bas. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ’ ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ’ αὑτὰ μηδαμοῦ θεωροῦντες.
Sextus adv. math. VIII 263. τὸ ἀσώματον κατ’ αὐτοὺς (scil. Stoicos) οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν.
Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 892b,
14). ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν
ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωϊκῶν
ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τὰ καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ
λεγομένων) οὔτε etc.
Proclus in Euclidem 35, 25 p. 395 Friedlein. (Τὰ παραλληλόγραμμα τὰ ἐπὶ
τῆς αὐτῆς βάσεως καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις
Plutarchus praec. conjugalia cp. 34: Τῶν σωμάτων οἱ φιλόσοφοι (scil. Stoici) τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ’ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ’ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζώων ἕκαστον. — — - δεῖ δὲ ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι δι’ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω etc.
Plutarchus de defectu oraculorum cp. 29. οὐ γὰρ ἐνταῦθα μὲν ἔν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους — — ἑνὶ χρῆσθαι λόγῳ — — ἀδύνατόν ἐστιν.
Achilles Isagoge 14 p. 134 in Petav. Uranol. (Τί μὲν ἀστήρ, τί δὲ ἄστρον;) σώματα ἡνωμένα λέγεσθαι ὅσα ὑπὸ μιᾶς ἕξεως κρατεῖται, οἷον λίθος, ξύλον· ἔστι δὲ ἕξις πνεῦμα σώματος συνεκτικόν. συνημμένα δὲ ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται, ὡς πλοῖον καὶ οἰκία· τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων σύγκειται. διεστῶτα δὲ ὡς χορός. τῶν δὲ τοιούτων διτταὶ αἱ διαφοραί. τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ⟨ἂν⟩ ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται.
Simplicius in Aristot. categ. f. 16 Δ ed. Bas. Οἱ δέ γε Στωϊκοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσι τὸν τῶν πρώτων γενῶν ἀριθμόν. καὶ τινὰ ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσι. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα· εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρὸς τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν. τό τε γὰρ ποσὸν ἄντικρυς, καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ τὸ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης ἐκφέρεται κατ’ αὐτῆς. ἔπειτα τὸ κοινὸν τοῦτο πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα. καὶ ταῦτα γὰρ διάκειταί πως.
Dexippus in Aristot. categ. p. 5, 18 Busse (de Aristotelis categoriis
locutus:) σχεδὸν γὰρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς
Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü). πρὸς δὲ τοὺς τέτταρα
τιθέντας (scil. γένη τοῦ ὄντος) καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ
πὼς ἔχοντα καὶ πρός τι πὼς ἔχοντα καὶ κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει
περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ
ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ
τοῦτο καὶ οὐκ
ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι. καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ
διαιρήσουσι etc.
Simplicius in Aristot. Phys. p. 94, 11 Diels. διὸ πολλαχῶς ἔφη τὸ ὄν (scil. Aristoteles). πλὴν ὅτι τὰ ἄλλα ἐπὶ τῇ οὐσίᾳ συμβέβηκε, καθ’ ἣν καὶ χαρακτηρίζεται τὸ ὑποκείμενον, διὸ οἱ μὲν ἀνῄρουν τὰ ἄλλα, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐποίουν παρὰ τὰ ἐναργῆ, ὁ δὲ ὁμοίως τῇ οὐσίᾳ καὶ τἇλλ’ εἰπὼν εἶναι μᾶλλον ἁμαρτάνει.
Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü.). αὐτὴν δὲ τὴν
διαίρεσιν ἐπισκεπτέον· ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν
ἄλλων προτάξαντες, τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν
αὐτῶν — — ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι
ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ’ ἀρχὰς
τῶν ὄντων ζητοῦσι. διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην
φήσουσι, τὰ δ’ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος
προτάττειν· μᾶλλον δ’ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν ⟨ἔφασαν⟩, τὰ δ’
ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τοῦ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ
δὲ τὰ ἄλλα
, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ’ ἢ τῷ
μεμερίσθαι ὥσπερ ὄγκον εἰς μέρη (καίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν)
βέλτιον λέγειν ἦν τὸ μὲν ὑποκείμενον.
Dexippus in Aristot. categ. p. 23, 25 Busse. πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκείμενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ ⟨τὸ⟩ πρός τι λέγεσθαι ἐδόκει (τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἁπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτῃ ὕλη, τισὶ δὲ ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων, ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα, ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ.
Plotinus Ennead. IV lib. VII 9 (Vol. II p. 114 Mü.) ὅτι δὲ καὶ τὰ
σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον
ποιότητα καὶ ποσότητα εἶναι καὶ πᾶν σῶμα ποσὸν εἶναι καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι,
ὥσπερ τὴν ὕλην. ταῦτα δὲ
Plotinus Ennead. VI lib. I 29 (Vol. II p. 260 Mü.). τὰ δὲ ποιὰ αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων καὶ λέγουσιν· οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. — — εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ’ οὐκ ἐν ὕλῃ γενόμενοι σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου, ὃ ποιοῦσιν, ἐξ ὕλης καὶ εἴδους ἔσονται· οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πὼς ἔχουσαν, τὰ ποιὰ δῆλον ὅτι πὼς ἔχοντα ἐροῦσι, καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δῆλον ὅτι τὸ πὼς ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον;
Galenus de qualitatibus incorporeis 1 Vol. XIX p. 463 K. ἦν δὲ ὁ περὶ τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, ἅ φασιν εἶναι Στωϊκῶν παῖδες σώματα.
Simplicius in Aristot. categ. f. 57E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσι διαφορὰν εἶναι οὐσίας, οὐκ ἀποδιαληπτὴν καθ’ ἑαυτήν, ἀλλ’ εἰς ἓν νόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὔτε ἰσχύϊ εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὐτῆς τοιουτότητι, καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε, κατὰ τὸν ἐκείνων λόγον, κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἔσται γένος ἡ ποιότης etc.
Alexander Aphrod. in Aristot. Topica IV p. 181 Ald. p. 360, 9 Wal. ἀναιροῖτο ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν. - ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει. οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή.
Plutarchus de comm. not. cp. 50 p. 1O85e. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν
ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι· τὰς δὲ
ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι· ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν
γὰρ ἰδίαν οὐσίαν οἱ ποιότητες ἔχουσι καθ’ ἣν σώματα λέγονται καί εἰσιν, οὐχ ἑτέρας
οὐσίας δεόνται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν,
ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι, σώματα δ’ οὔκ εἰσιν
⟨οὐδ’ οὐσίαι⟩· τὸ γὰρ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς
ὑφέστηκεν. οἱ δὲ τὸ ἥμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας
οὐκέτι βούλονται καλεῖν ἀΰλους. p. 1086 a ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς
ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλ' ὅτι πάσας ἔχει
τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιάν ἐστιν.
Galenus de qalitatibus incorporeis 10. Vol. XIX p. 483 K. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ’ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα φέρε καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ, φημί, οὐδὲ κατ’ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ’ ἀπ’ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασιν, τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα⟨τα⟩ πάντα ταῦτ' εἶναί φασι (κἂν γὰρ ἐπ’ εἴδους διαφέρῃ, κοινῶς γε καὶ πάντα σώματα εἶναί φασιν) — — τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστάτην μετὰ ἀντιτυπίας.
Galenus de qualitatibus incorporeis 3. 4 Vol. XIX p. 471 K. ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βραχεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν τούτων, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν; ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι.
Simplicius in Aristot. categ. f. 69 Γ. ed. Bas. ἀλλ’ οὐδὲ ἡ τῶν Στωϊκῶν δόξα, λεγόντων σώματα εἶναι τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ.
Galenus de qualitatibus incorporeis 2 Vol. XIX p. 467 K. (postquam
probare studuit μῆκος, πλάτος, βάθος, βάρος, σχῆμα non esse corpora) ὁ δ’ ὅμοιος ἐπὶ
τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν
πρὸς ἀκοήν, φωνῶν, λόγων, συριγμῶν, μυγμῶν, ποππυσμῶν, στεναγμῶν, ῥωχμῶν, ῥογχασμῶν,
βόμβων, ἤχων, ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα
πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον ταῦτά σ’
ἀπολώλεκεν, ὦ πονηρέ
τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. — — οὔκουν οὐδὲ
πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.
Galenus de qualitatibus incorporeis 6 Vol. XIX p. 480 K. κἀκεῖνα λοιπὸν τοῖς φιλονίκοις ἀνδράσιν οὐκ ἄτοπα; καὶ γὰρ τὰς κινήσεις, αἳ προσγίγνονται τοῖς σώμασιν καὶ πάλιν ἀπογίγνονται, σώματ’ εἶναί φασιν. — — ἀλλ’ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν οὐδ’ αὐτὸς ἐχαλέπαινον αὐτοῖς. - εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν.
Galenus de qualitatibus incorporeis 4. Vol. XIX p. 473 K. ⟨πῶς δ’ εἰ⟩
καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ
πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ
Aëtius Plac. IV 20, 2. Οἱ δὲ Στωϊκοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα· ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ· ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι· κινεῖ δὲ ἡμᾶς ἡ εὐμουσία, ἐνοχλεῖ δὲ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δὲ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον· ἐν γοῦν ταῖς κατ’ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.
Simplicius in Aristot. categorias f. 54 B. ed. Bas. οἱ δὲ τινὰς μὲν ἀνήρουν ποιότητας, τινὰς δὲ κατελίμπανον. τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων, οἱ μὲν πάσας ἡγοῦντο ἀσωμάτους, ὥσπερ οἱ ἀρχαῖοι· οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικὰς ὥσπερ οἱ Στωϊκοί.
Simplicius in Aristot. categ. f. 56 Δ ed. Bas. Οἱ δὲ Στωϊκοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσι τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ’ ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιοτήτων, αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος, μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ’ οὐσίαν ἔχειν τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ’ ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι;
Simplicius in Aristot. categ. f. 55 A ed. Bas. Καὶ εἰ ὁ Ἀριστοτέλης μὲν
καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός,
οἱ δὲ Στωϊκοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός,
συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ ὁ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιόν,
ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. τῶν δὲ Στωϊκῶν τινες, τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι, τὰ
μὲν δύο σημαινόμενα ἐπιπλέον τῆς ποιότητος λέγουσι· τὸ δὲ ἓν ἤτοι ἑνὸς μέρος
συναπαρτίζειν αὐτῇ φασι. λέγουσι γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ
διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἐχόμενον· καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως
ἔχει. κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί.
καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις· ὃ δὴ
καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος.
καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν
ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιαν εἰσὶ τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως. καὶ τούτους μὲν
παρῃτοῦντο· τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο.
ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν
γραμματικὸν καὶ τὸν φρόνιμον. οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ
τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι περὶ τὰς ἐνεργείας
τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη
Simplicius in Aristot. categ f. 55 E ed. Bas. Καὶ οἱ Στωϊκοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ, κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι, ἐπὶ τῶν ἡνωμένων μόνων ἑκτὰ ἀπολείπουσιν· ἐπὶ δὲ τῶν κατὰ συναφήν, οἷον νεώς, καὶ ἐπὶ τῶν κατὰ διάστασιν, οἶον στρατοῦ, μηδὲν εἶναι ἑκτόν, μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ’ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων. ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνέργειαν· δίχα δὲ ποιότητός ἐστι ποιά. ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστι ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστι ποιότης, οὐ συναπαρτίζειν ταῦτα ἀλλήλοις φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστι διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν, ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ τοῖς πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον. εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι τοιαύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τὴς Στωϊκῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι etc.
Simplicius in Aristot. categ. f. 70E ed. Bas. καὶ οἱ Στωϊκοὶ δὲ ποιότητας ποιοτήτων ποιοῦσιν, ἑαυτῶν ποιοῦντες ἑκτὰς ἕξεις.
Simplicius in Aristot. categ. f. 61 B ed. Bas. Ἄξιον δὲ καὶ τὴν τῶν
Στωϊκῶν συνήθειαν πάντων περὶ τὰ ὀνόματα ταῦτα καταμαθεῖν. δοκοῦσι γὰρ οὗτοι τισὶν
ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἕξεως μονιμωτέραν ἡγεῖσθαι. τὸ δὲ ἀφορμὴν
μὲν ἔχει τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωϊκοῖς
ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ’ ἄλλας διαθέσεις. καὶ γὰρ τὰς μὲν ἕξεις
ἐπιτείνεσθαί φασι δύνασθαι καὶ ἀνίεσθαι· τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ
ἀνανέτους. διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἂν εὐμετάβολος ᾗ, δυναμένη κάμπτεσθαι,
διάθεσιν εἶναί φασι. μὴ γὰρ ἀνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μᾶλλον ἢ
ἧττον, διόπερ εἶναι διάθεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι, οὐ κατὰ τὸ
μόνιμον ἰδίωμα, ἀλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τέχνας
καίτοι δυσκινήτους οὔσας [ἢ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασι τὴν μὲν ἕξιν ἐν τῷ
πλάτει τοῦ εἴδους θεωρεῖν· τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα,
Alexander Aphrod. de anima p. 17, 15 Bruns. ἀλλ’ οὐδὲ κατὰ τοὺς λέγοντας πᾶν σῶμα ἢ ὕλην ἢ ἐξ ὕλης εἶναι (ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ) εἴη ἂν τὸ εἶδος σῶμα. p. 17, 21. εἰ γὰρ οὕτως λέγοιεν τὸ εἶδος ἐξ ὕλης τε καὶ εἴδους, οὐχ ὡς ἐξ ἄλλου τινὸς εἴδους, ἀλλ’ ὡς αὐτοῦ σὺν ὕλῃ τὸ εἶναι ἔχοντος, οὐδ’ ἂν ἡ ὕλη κατ’ αὐτοὺς ἄποιος εἴη κατὰ τὸν αὑτῆς λόγον etc. p. 18, 7. ἔτι δὲ πῶς οὐκ ἄτοπον τὸ τὴν ὕλην λέγειν ἐν τῷ τὸ εἶδος καὶ τὴν ποιότητα λαμβάνειν καὶ ὕλην τινα προσλαμβάνειν; ὃ ἀναγκαῖόν ἐστι λέγειν τοῖς τὸ εἶδός τε καὶ τὴν ποιότητα σῶμα ἔνυλον λέγουσιν.
Simplicius in Aristot. de anima p. 217, 36 Hayd. εἴ γε καὶ ἐπὶ τῶν
συνθέτων τὸ ἀτομωθὲν ὑπάρχει εἶδος, καθ’ ὃ ἰδίως παρὰ τοῖς ἐκ τῆς Στοᾶς λέγεται
ποιόν, ὃ καὶ ἀθρόως ἐπιγίνεται καὶ αὖ ἀπογίνεται καὶ τὸ αὐτὸ ἐν παντὶ τῷ τοῦ συνθέτου
βίῳ διαμένει, καίτοι τῶν μορίων ἄλλων ἄλλοτε γινομένων τε καὶ φθειρομένων.
Plutarchus de comm. not. cp. 36 p. 1077d. ἐκεῖνα δ’ ὄντως παρὰ τὴν
ἔννοιάν ἐστιν, ἃ λέγουσιν οὗτοι καὶ πλάττουσιν ἐπὶ μιᾶς οὐσίας δύο ἰδίως
γενέσθαι ποιοὺς καὶ τὴν αὐτὴν οὐσίαν ἕνα ποιὸν ἰδίως ἔχουσαν ἐπιόντος ἑτέρου
δέχεσθαι καὶ διαφυλάττειν ὁμοίως ἀμφοτέρους.
Philo de incorrupt. mund. 236, 6B. Χρύσιππος γοῦν δ δοκιμώτατος τῶν
παρ’ αὐτοῖς ἐν τοῖς περὶ Αὐξανομένου τερατεύεταί τι τοιοῦτον· προκατασκευάσας ὅτι δύο
ἰδίως ποιοὺς ἑπὶ τῆς αὐτῆς οὐσίας ἀμήχανον συστῆναι, φησίν· Ἔστω θεωρίας
ἕνεκα τὸν μέν τινα ὁλόκληρον, τὸν δὲ χωρὶς ἐπινοεῖσθαι τοῦ ἑτέρου ποδός, καλεῖσθαι
δὲ τὸν μὲν ὁλόκληρον Δίωνα, τὸν δὲ ἀτελῆ Θέωνα, κἄπειτα ἀποτέμνεσθαι Δίωνος τὸν
ἕτερον τοῖν ποδοῖν.
Ζητουμένου δὴ πότερος ἔφθαρται, τὸν Θέωνα φάσκειν
οἰκειότερον εἶναι. τοῦτο δὲ παραδοξολογοῦντος μᾶλλόν ἐστιν ἢ ἀληθεύντος. πῶς γὰρ ὁ
μὲν οὐδὲν ἀκρωτηριασθεὶς μέρος, ὁ Θέων, ἀνήρπασται, ὁ δ’ ἀποκοπεὶς τὸν πὸδα Δίων οὐχὶ
διέφθαρται; Δεόντως, φησίν, ἀναδεδράηκε γὰρ ὁ ἐκτμηθεὶς τὸν πόδα Δίων ἐπὶ
τὴν ἀτελῆ τοῦ Θέωνος οὐσίαν, καὶ δύο ἰδίως ποιοὶ περὶ τὸ αὐτὸ ὑποκείμενον οὐ
δύνανται εἶναι. τοιγαροῦν τὸν μὲν Δὶωνα μένειν ἀναγκαῖον, τὸν δὲ Θέωνα διεφθάρθαι.
Sequentibus auctor hac Chrysippi argumentatione ad mundum translata efficit, τῇ
ἐκπυρώσει τὴν τοῦ κόσμου ψυχὴν διεφθάρθαι, τὸν δὲ κόσμον μένειν.
Syrianus in Aristot. Metaphys. Acad. (Aristot. V 852a
3). καὶ οἱ Στωϊκοὶ δὲ τοὺς κοινῶς ποιοὺς πρὸ τῶν ἰδίως ποιῶν ἀποτίθενται.
Dexippus in Aristot. categ. p. 34, 19 Busse. εἰ δέ τις εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωϊκοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων, τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅ, τι τῶν τοιούτων περιέχεται ἐν τῷ πὼς ἔχοντι.
Plotinus Ennead. VI lib. I, 30 (Vol. II p. 261 Mü.). ἐν δὲ τοῖς πὼς
ἔχουσιν ἄτοπον μὲν ἴσως τὰ πὼς ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ
περὶ τὴν ὕλην πὼς ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πὼς ἐχόντων φήσουσιν εἶναι καὶ
ἄλλως πὼς ἔχειν τὴν ὕλην ὡδὶ καὶ πότε
καὶ τὸ
ποῦ
; πῶς δὲ ὅλως πὼς ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ ⟨ἐν⟩
Ἀκαδημίᾳ; καὶ ὅλως πῶς [δὲ] ὁ χρόνος πὼς ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ [τῷ
χρόνῳ] οὔτε ὁ τόπος οὔτε τὰ ἐν τῷ τόπῳ. τὸ δὲ ποιεῖν πῶς πὼς ἔχον; — — ἴσως δ’ ἂν
μόνον ἁρμόσει⟨ε⟩ ἐπὶ τοῦ κεῖσθαι τὸ πὼς ἔχον καὶ ἐπὶ τοῦ ἔχειν. ἐπὶ δὲ τοῦ ἔχειν οὐ
πὼς ἔχον ἀλλὰ ἔχον.
Simplicius in Aristot. categ. f. 94E ed. Bas. τῶν δὲ ἀπὸ τῆς Στοᾶς
ἀξιούντων εἰς τὸ πῶς ἔχειν
ἀναφέρειν τὸ ἔχειν
ὁ Βοηθὸς ἐναντιοῦται etc.
Plotinus Ennead. VI lib. I 30. τὸ δὲ πρός τι
εἰ μὲν μὴ ὑφ’ ἓν
τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς
τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων· εἰ δ’ ἐν γένει τῷ αὐτῷ, ἐπιγενόμενον πρᾶγμα
τοῖς ἤδη οὖσιν, ἄτοπον συντάττειν τὸ ἐπιγιγνόμενον εἰς ταὐτὸν γένος τοῖς πρότερον
οὖσι. δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἵνα καὶ ἥμισυ καὶ διπλάσιον.
Simplicius in Aristot. categor. f. 42E ed. Bas. Οἱ δὲ Στωϊκοὶ ἀνθ’ ἑνὸς
γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ
ἐν τοῖς πρός τί πως ἔχουσι. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσι τοῖς καθ’ αὑτά· τὰ δὲ
πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ
τὰ τοιαῦτα καὶ ὅσα τοιώσδε διατίθησι· πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ
τὰ τοιαῦτα. κατὰ διαφορὰν δέ φασι τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσπερ οὖν ἄλλη
τῶν καθ’ αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τι ἐστίν,
ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστι τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς
μὲν γὰρ καθ’ αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν. καὶ γὰρ τὰ καθ’ αὑτὰ ὄντα διαφορὰς
ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν. οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ’ αὑτὰ
συνυπάρχει. τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ’ ἃς χαρακτηρίζεται, οὐ
μέντοι καθ’ αὑτά ἐστι τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ
ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τι ἐστίν. ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ
τοῦ πῶς ἔχειν καὶ πρός τι εἰσίν. τὸ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφοράν ἐστι·
τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί
πως ἔχοντα ἀδύνατον καθ’ αὑτὰ εἶναι ἢ κατὰ διαφοράν. ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως
ἤρτηται μόνης. τὰ μέντοι πρός τι καθ’ αὑτὰ μὲν οὐκ ἔστι (οὐ γάρ ἐστιν ἀπόλυτα) κατὰ
διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. - εἰ δὲ δεῖ σαφέστερον
μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά
πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα ὅσα πέφυκε συμβαίνειν τινὶ καὶ μὴ
συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς
ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι
μόνον τοῦτο ἔσται, ὡς ἡ ἕξις καὶ
Sextus adv. math. VIII 453. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ
πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν
δογματικῶν ἀνθομολογήσεως. ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί πρός τι
ἐστὶ τὸ πρὸς ἑτέρῳ νοούμενον.
Galenus de constitutione artis medicae 8 Vol. I p. 251 K. ἐπειδὴ τὸ
στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν
κἀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν
ἀναγκαῖον, [καὶ] ἁψαμένοις πρῶτον, ὧν ἀλλοιοῦσι, ποιήσασθαι τὴν μεταβολήν, ὥσπερ ἡ
αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. — — καὶ μήν, εἰ
ἁψάμενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας
ἐνεργῆσαι. τί οὗν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ
πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ
τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ
σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος μεταστῆσαι.
θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως
δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε
καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν
δυναμένην ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι
προσήκει τὰς εἰρημένας ποιότητας δραστικάς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην
ἀντίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα· δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων
ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης καὶ ξηρότης. ἄλλη δὲ οὐδεμία ποιότης
ἀλλοιοῖ τὰ πλησιάζοντα δι' ὅλων αὐτῶν. — — ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας
ἔχει ποιότητας,
Galenus de natur. facult. I 3 ed. Bas. I 88. K. II 7. εἰσὶ δ’ οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδὲ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, οἱ τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τό τε ξηρὸν καὶ τὸ ὑγρόν. Καὶ πρῶτός γ’ Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς Στοᾶς χορός. Καίτοι τούτοις μὲν ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν, Ἀριστοτέλει δ’ οὐχ οὕτως etc.
Plutarchum de primo frigido cp. 2 p. 946a, cum frigus probet non esse στέρησιν caloris, Stoicis uti argumentis haec verba fidem faciunt: ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε· καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται· καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλ’ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης τόνον. ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης· ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον· οἱ δὲ Στωϊκοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν. ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον etc.
Galenus de elementis sec. Hippocr. I 6. Vol. I p. 469 K. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε ταύτης ἐγγινομένης τῇ ὕλῃ πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ὕλη τίς ἐστιν ἡ ἅποσιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος ἥ τ’ ἐγγινομένη ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστίν, ἀγένητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν ᾗ στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαί, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ.
Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 30 K. οὐ μὴν
στοιχεῖά γε ταῦτ’ ἔστιν (scil. ἡ ἀγένητος ὕλη et quattuor primae qualitates ψυχρότης,
θερμότης, ξηρότης, ὑγρότης) οὔτε τῶν ἄλλων οὔτ’ ἀνθρώπου φύσεως, ἀλλ’ ἀρχαί.
συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς ἀρχαίοις, οὐδ’ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς
ἀρχῆς τε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ κἀπὶ τῶν
ἀρχῶν. ἀλλὰ [δὲ] δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον
ἐλάχιστον μόριον
Galenus de nat. facult. II 4. Vol. II p. 88 K. τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα· καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρόν, - ⟨ τρέφεσθαι δὲ δι’ ὅλων αὐτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούμενα, — — καὶ τὴν πέψιν ἀλλοίωσίν τινα ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δ’ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι, καὶ τὴν θρέψιν ὡσαύτως, καὶ τὴν αὔξησιν ἐκ τῆς πάντῃ διατάσεως τοῦ σώματος καὶ θρέψεως γίνεσθαι· τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὴν θρέψιν καὶ τὴν πέψιν καὶ τὴν τῶν χυμῶν ἀπάντων γένεσιν· ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίνεσθαι. — — p. 92 ἀλλ’ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων· ἃ πρῶτον μὲν Ἱπποκράτους ἦν, δευτέρου δ’ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου, τοῦ τὰς ποιότητας εἶναι σώματα.
Galenus methodi med. I 2. Vol. X 15 K. (contra Thessalum medicum
pugnans, qui Hippocrati ceterisque antiquis medicis obtrectaverat) εἰ δὲ τοὺς ἀπὸ τῆς
Στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν ψῆφον, ἐξ
ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ
ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’
Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονίκησαν οἱ περὶ τὸν
Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκράσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν
καὶ δρᾶν, καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους
δόγματα προσίενται· πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη.
λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα καὶ πάντα
συμπαθῆ τὰ τῶν ζῴων μόρια, προσίενται μὲν ἀμφότεροι τουτί, διαφέρονται δὲ ἐν τῷ τὰς
μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντη, τοὺς δ’
ἀπὸ τῆς Στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν.
Galenus de elementis I 9 ad. Bas. I 56. K. I 487. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ οὐσίας λόγοις Χρυσίππῳ.
Stobaeus Eclog. I p. 129, 1 W. Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας
στοιχείων τοιαῦτά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν,
τέτταρα λέγων εἶναι στοιχεῖα ⟨πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῶα⟩
καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ
δὲ ⟨πῦρ καὶ⟩ κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρώτου τὰ λοιπὰ
συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ
ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν· [συνίστασθαι δὲ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ
χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρὸ καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν
οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὑτοῦ καὶ αὐτὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν
δέχεσθαι εἰς αὑτό]. κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς
στοιχείου· οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι,
πρώτης μὲν γιγνομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ
τούτου εἰς ὕδωρ, τρίτης δ’ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς
γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίγνεται χύσις εἰς
ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. Λέγεσθαι ⟨δὲ⟩ πῦρ
τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. Τριχῶς δὴ λεγομένου κατὰ
Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρός, διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ
συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθ’ ἕτερον δέ, καθὸ
λέγεται τὰ τέσσαρα στοιχεῖα, πῦρ, ἀὴρ, ὕδωρ, γῆ (ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ
πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα
συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι’ ἑνὸς δὲ ὡς ὁ
ἥλιος, διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές), κατὰ τρίτον λόγον
λέγεται στοιχεῖον ** εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὑτοῦ
ὁδῷ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ.
Γεγονέναι δ’ ἔφησε καὶ
[Iustinus] de resurrect. 6. Φασί τοίνυν οἱ τοῦ κόσμου φυσικοὶ σοφοὶ λεγόμενοι τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεὸν ὡς Πλάτων — — οἱ δὲ τὰ τέσσαρα, πῦρ, ὕδωρ, ἀέρα, γῆν, ὥσπερ οἱ Στωϊκοί. — — Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι — — οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων διήκοντος δι’ αὐτῶν τοῦ θεοῦ. ibidem paulo post: Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καὶ διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ διήκοντος δι’ αὐτῶν θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα.
Galenus de venae sectione therapeutici 3. Vol. XI p. 256 K. αἱ δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν, ὕλην ἔχουσι, τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾶν εἰς ἄλληλα.
Galenus introductio s. medicus 9. Vol. XIV p. 698 K. κατὰ δὲ τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα σώματα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, ἀλλ’ αἱ ποιότητες αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερμὸν καὶ τὸ ψυχρόν, δύο δὲ τὰ ὑλικά, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκούς τὸ διῆκον διὰ πάντων πνεῦμα, ὑφ’ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖσθαι.
Origenes contra Celsum IV 56. Vol. I p. 329, 12 Kö. (p. 547 Delarue). προσφεύξεται δὲ Ἀριστοτέλει καὶ τοῖς ἀπὸ τοῦ Περιπάτου, ἄϋλον φάσκουσιν εἶναι τὸν αἰθέρα καὶ πέμπτης παρὰ τὰ τέσσαρα στοιχεῖα αὐτὸν εἶναι φύσεως· πρὸς ὃν λόγον οὐκ ἀγεννῶς καὶ οἱ ἀπὸ Πλάτωνος καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἔστησαν.
Nemesius de nat. hom. cp. 5 p. 126. λέγουσι δὲ οἱ Στωϊκοὶ τῶν στοιχείων τὰ μὲν εἶναι δραστικά, τὰ δὲ παθητικά· δραστικὰ μὲν ἀέρα καὶ πῦρ, παθητικὰ δὲ γῆν καὶ ὕδωρ.
Aëtius I 15, 11 (περὶ χρωμάτων) DG. p. 314, 11. οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶσθαι φυσικῶς.
Galenus de constitutione artis medicae 7. Vol. I p. 245 K. Ἔστι μὲν δὴ
τὸ προκείμενον - αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐγὼ
δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος,
οὐδέποτ’ ἂν ἤλγεεν
ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον
γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθές, τὸ δὲ ἀπαθὲς ἀνώδυνον.
γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν. ἐφ’ ᾧ
πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε· εἰ ἓν ἦν τῷ εἶδει τὸ
στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται. οὐκ ἄρα ἕν
ἐστι τὸ στοιχεῖον.
ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης
ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ
ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον.
ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον· εἰ ἀπαθές ἐστι τὸ τῆς
σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές.
εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’
ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός
ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς
στοιχεῖα.
ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων καὶ τὴν τῶν
ἀνάρμων καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν, κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερῶν
ἀναιρεῖται δόξα καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται
συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. προσέχε νῦν ἤδη τῷ λόγῳ, ὃς
θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι
δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι τὸ προκείμενον κατὰ τὸν λόγον, ἐν
τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως
ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια
παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ
συμπλέξαις ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις,
Cicero de natura deorum III 35. Sed omnia vestri, Balbe, solent ad igneam vim referre, Heraclitum, ut opinor, sequentes — — ; vos autem ita dicitis, omnem vim esse igneam, itaque et animantis, cum calor defecerit, tum interire, et in omni natura rerum id vivere, id vigere, quod caleat. - 36. Ita voltis, opinor, nihil esse animal intrinsecus in natura atque mundo praeter ignem. - Quodsi ignis ex sese ipse animal est nulla se alia admiscente natura, quoniam is, cum inest in corporibus nostris, efficit, ut sentiamus, non potest ipse esse sine sensu. - Ita fit, ut ne ignem quidem efficere possitis aeternum. 37. Quid enim? non eisdem vobis placet omnem ignem pastus indigere nec permanere ullo modo posse, nisi alatur? ali autem solem, lunam, reliqua astra aquis, alia dulcibus, alia marinis?
Philo de visione angeli p. 616 Aucher. Cherubim exponitur typus vel incendium. — — Incendium vero propterea, quia consumunt privationem ab ordine sive informitatem materiae, in ordinem eam reducentes et consequenter informem in formam et inornatum in ornatum. Quoniam non corruptibilis ignis erant virtutes, sed salutaris, per quem omnia artificiose facta sunt. Quare, ut mihi videtur, etiam nonnulli philosophorum ignem artificialem asseruere in viam cadere ad semina in generationem producenda. Siquidem extensum illud lucis volumen corporis conceditur oculis, evidens autem in invisibilibus natura, qua creatur formaturque materia, mentis velocissime videntibus oculis.
Augustinus de civ. dei VIII 5. Nam quidam eorum a rebus non vivis res vias fieri posse crediderunt, sicut Epicurei; quidam vero a vivente quidem et viventia et non viventia, sed tamen a corpore corpora. Nam Stoici ignem, id est corpus, unum ex his quattuor elementis, quibus visibilis mundus hic constat, et viventem et sapientem et ipsius mundi fabricatorem atque omnium, quae in eo sunt, eumque omnino ignem deum esse putaverunt.
Galenus de differentia pulsuum III 6. Vol. VIII p. 672 K. οὐ μὴν οἱ τῷ
λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος ἰατροί τε καὶ φιλόσοφοι κενὸν εἶναι παντάπασιν
ὑπολαμβάνουσιν αὐτόν, ἀλλ’ οἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν
ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον, οἱ δέ τινες ἐν
κενῷ πολλὰ σώματα,
Aëtius Plac. IV 19, 4. Οἱ δὲ Στωϊκοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσμάτων, ἀλλὰ συνεχῆ δι’ ὅλου, μηδὲν κενὸν ἔχοντα· ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ. καὶ αὕτη μὲν κυκλικῶς κινεῖται, ὁ δ’ ἀὴρ σφαιρικῶς.
Galenus de simplic. medicam. I 24. Vol. XI p. 423. τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι. Ἢ εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’ εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀήρ, οὐχ ἅπαν πῦρ ἔσται λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ⟨ἂν⟩ ἀνθρακωθῇ πῦρ, οὐ μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες, ἕτερόν τι γένος πυρός, ὄντως εἰσὶ λεπτομερεῖς etc.
Galenus de simplic. medic. IV 2. Vol. XI p. 626 K. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται, γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν, ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός etc.
Galenus de simplic. medicam. I 14. Vol. XI p. 405 K. λέγω δὲ ἀραιὰν (οὐσίαν), ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν δηλονότι καὶ μεμνημένων ἀεί, πῶς λέγεται χώρα κενὴ πρὸς τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα.
Plutarchus de Stoic. repugmn. cp. 43 p. 1053f. Τὸν ἀέρα φύσει ζοφερὸν
εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι
γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα, τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ
πυρός.
Ταῦτα κινῶν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν ζητημάτων πάλιν ἐν τοῖς etc. idem de
primo frigido cp. 17 p. 952c. ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν
εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ
τὸν ἀέρα λεχόντων, καὶ πρὸς αὐτοῦς τι βουλόμενος εἰπεῖν Οὕτω μὲν ἄν
, ἔφη, καὶ
τὴν γῆν ψύχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε
πλεῖστον
, ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ ἄτοπον
idem de primo frigido cp. 9 p. 948d. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν
ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχράν τε εἷναι καὶ σκοτεινήν· ἀντίκειται
γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερόν, οὕτω τῷ θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινόν,
οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν· ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου,
καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ
ψυχρόν ἐστιν. - ὅτι δὲ ἀὴρ τὸ πρώτως σκοτεινόν ἐστιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν· ἀέρα
γὰρ τὸ σκότος καλοῦσιν· Ἀὴρ γὰρ παρὰ νηυσὶ βαθὺς ἧν, οὐδὲ σελήνη οὐρανόθεν
προὔφαινεν. (ι 143) καὶ πάλιν· Ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπ’ αἶαν (Hes. Op. et.
D. 255) καὶ πάλιν Αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὁμίχλην, ἠέλιος δ’ ἐπέλαμψε·
μάχη δ’ ἐπὶ πᾶσι φαάνθη (P 649) καὶ γὰρ κνέφας
τὸν ἀφώτιστον ἀέρα καλοῦσιν,
κενὸν ὡς ἔοικε φάους ὄντα· καὶ νέφος
· ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει
φωτὸς κέκληται· καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη, καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ
αἰσθήσει δίοψιν, ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἁΐδης καὶ
Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ
μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρός, ἄλλο δὲ οὐδέν ἐστι· διὸ καὶ τάρταρος οὕτως
ὑπὸ ψυχρότητος κέκληται· δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπών· - τάρταρον ἠερόεντα· (Hesiod.
Theog. 119) καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν. ταῦτα μὲν οὖν τοιοῦτον
ἔχει λόγον. cp. 10. Ἐπεῖ δὲ ἡ φθορὰ μεταβολή τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον
ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ Πυρὸς θάνατος ἀέρος γένεσις.
Θνήσκει γὰρ
καὶ πῦρ, ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ δι’ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις
ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος,
καὶ ἡ κατὰ Πίνδαρον, Ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν
ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ
Galenus de simpl. medicam. temp. II 20 ed. Bas. II 25 K. XI 510. καὶ δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, Ἀριστοτέλους μὲν καὶ τῶν ἀπ’ αὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι τὸν ἀέρα, τῶν δ’ ἀπὸ τῆς Στοᾶς ψυχρόν.
Alexander de anima libri mantissa p. 124, 9 Bruns (in capite ὅτι αἱ
ποιότητες οὐ σώματα adversus Stoicos scripto) ἔτι εἰ σῶμα αἱ ποιότητες καὶ τὸ φῶς
ποιότης καὶ, ὡς δοκεῖ αὐτοῖς, σῶμα. p. 132, 30 (in capite πρὸς τοὺς διὰ τῆς τοῦ ἀέρος
συνεντάσεως τὸ ὁρᾶν ποιοῦντας, adversus Chrysippum conscripto) ἔτι εἰ τὸ φῶς σῶμα ὃν
καὶ δι’ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν
σῶμα, κενὸς ὁ λόγος ἂν εἴη. εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ᾖ,
δῆλον ὅτι οὐκ ἐπερεισθήσεται. ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς
τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν. ἔτι καὶ ἐν τοῖς πάγοις
ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν. τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος
συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἴ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ
φῶς. p. 138, 2 (extremo capite πρὸς τοὺς διὰ τῆς ἀποῤῥοίας τῆς ἀπ’ ἀμφοῖν τὸ ὁρᾶν
λέγοντας) ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς (sequitur caput: ὅτι μὴ σῶμα τὸ
φῶς). Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀποῤῥοή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον
τι πυρὸς εἶδος. p. 139, 1. ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι
δι’ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ
Galenus in Hippocr. Epidem. VI comment. IV Vol. XVII B. p. 161 K. Λαμπρὸν γὰρ φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτός, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτός ἐστι κατὰ τὴν αὑτοῦ φύσιν λαμπρός· πάντως ⟨γὰρ⟩ ἂν ἦν καὶ νύκτωρ τοιοῦτος. ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστιν· τῇ δ’ Ἀριστοτέλους τε καὶ ⟨τῶν⟩ Στωϊκῶν ἐναντίον, οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντοίως ὑπάρχειν αὐτό. Plutarchus de facie in orbe lunae cp. 18 p. 930f. αὐτὸν δὲ τὸν. ἀέρα λέγουσιν οὐκ ἀποῤῥοίαις τισὶν οὐδὲ ἀκτῖσι μεμιγμέναις, ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἐξηλιοῦσθαι.
Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ
καὶ κοῦφον εἶναί φησι — — - Ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε
πῦρ, ἀβαρὲς ὄν, ἀνωφερὲς εἶναι λέγει, καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν
ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου, τοῦ δ’ ἀέρος τῷ πυρί.
Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Ἐν δὲ ταῖς Φυσικαῖς
Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ, μήτε κουφότητα τοῦ
ἀέρος ἔχοντος.
Scholia Pind. Olymp. I 1 p. 22B. τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι· τὸ μὲν γὰρ αὐτοῦ, τὸ λεπτομερές, ἀέρα λέγουσι γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα πῦρ.
Philo de incorrupt. mund. 225, 5 B. Χάος δ’ ὁ μὲν Ἀριστοτέλης τόπον
οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωϊκῶν ἔνιοι τὸ
ὕδωρ, παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. Cf. I n. 103. 104 (Zeno)
Galenus de simplic. medicam. IX 1 Vol. XII p. 165 K. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες, ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὰν λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα. — — κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. — — ἐκεῖνο μόνον ἔτι προσθείς, ὡς ἡ προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλά, καθάπερ καὶ ζῴων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζῴων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες.
Galenus περὶ πλήθους 3 Vol. VII p. 525K. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν ἢ ἐνεργεῖν εἰς ἑαυτὸ παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοί, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον· ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασί, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι.
Galenus περὶ πλήθους 3 Vol. VII p. 526 K. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν
εἰς ἄτοπον τὸν λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη
σοι δίειμι. τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστίν (οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ
Ἡροφίλειοι γιγνώσκειν), ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ
ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τι, θαυμάζω τὴν σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων
ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν
αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι συνεκτικῆς εἰς τὸ εἶναι.
συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι,
κἀκείνην αὖθις ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς
αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὑτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν
ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα. — — δεύτερον δὲ μακροτάτου
χρῄζοντες λόγου διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων αὐτῶν
ἐστιν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων οὐδ’
Alexander Aphrod. de mixtione p. 223, 25 Bruns. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη, τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁμοίαν τὴν ὑπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἲδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθ’ ὅ ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν ⟨δὲ⟩ συμπάθειαν αὐτῶν σῴζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν ἢ τῷ διὰ τοῦ πνεύματος δεσμῷ τίς γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις; βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει· εὐπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν, ὑγρόν ἐστι καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἂν ᾖ τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά [τε καὶ] ῥᾴστην γίνεσθαι τὴν διαίρεσιν. - καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σῴζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτοὺς [τῶν] ἡνωμένα ὁμοίως ἀλλήλοις πάντα, κἂν διαιρεθῇ. πῶς δ’ οὐκ ἂν ἀπεμφαίνοι τὸ τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ⟨ὸ τ⟩αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις [τινὸς] ἀλλήλων χωρισθῆναί ποτε.
Alexander Aphrod. de mixtione p. 224, 14 Bruns. πρὸς δὲ τούτοις εἰ τὸ
πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων
Plotinus Ennead. IV lib. VII, 3 (Vol. II p. 106, 20 Mü.). λυθήσεταί τε
καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν
μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ. ibid. 4. μαρτυροῦσι δὲ καὶ αὐτοὶ
ὑπὸ τῆς ἀληθείας ἀγόμενοι, ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς
εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς καὶ πνεύματος οὐ
δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ
ἱδρυθῆναι — — εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τί τὸ
πολυθρύλλητον αὐτοῖς πὼς ἔχον
, εἰς ὃ καταφεύγουσιν ἀναγκαζόμενοι τίθεσθαι
ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχήν (ὅτι μυρία
πνεύματα ἄψυχα), τὸ δὲ πὼς ἔχον πνεῦμα φήσουσι, τὸ πὼς
ἔχον
τοῦτο καὶ ταύτην τὴν σχέσιν ἢ τῶν ὄντων τι φήσουσιν ἢ μηδέν· ἀλλ’ εἰ μὲν
μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δὲ πὼς ἔχον
ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς,
οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ *** ὀνόματα πάντα,
ἐκεῖνο δὲ μόνον ⟨ὄν⟩.
Plutarchus de comm. not. cp. 49 p. 1085c. τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδ’ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρά, τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι. γῆν μὲν γάρ φασι καὶ ὕδωρ οὔθ’ ἑαυτὰ συνέχειν οὔθ’ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν· ἀέρα δὲ καὶ πῦρ αὑτῶν τ’ εἶναι δι’ εὐτονίαν ἑκτικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες. Ex his Plutarchus concludit: ἀλλ’ οὐκ ἔστι γῆ καθ’ ἑαυντὴν οὐδ’ ὕδωρ· ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.
Scholia Hesiod. Theogon. v. 120. τὰ τρία στοιχεῖα εἰπὼν τὸ τέταρτον
λέγει, τὸ πῦρ, ὅπερ δαιμονίως ἔρωτά φησι· συναρμόζειν γὰρ καὶ ἑνοῦν πέφυκεν.
Galenus de tremore, palpitatione, convulsione 6 Vol. VII p. 616K. οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος - ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζῴου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἐστίν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν οὐκ ἂν ἁμάρτοις. — — ἅτε γὰρ ἀεικίνητον ὂν τὸ ἔμφυτον θερμόν, οὔτ’ εἴσω μόνον οὕτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντη σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδόν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ γέγονε· κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, ⟨ᾗ⟩ τοῦτ’ ἐστιν αὐτοκίνητον αὐτοῦ καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι καὶ συμπροσάγειν αὑτῷ τὴν τροφήν. εἰ δὲ μὴ τὸ ψυχρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει καὶ τῆς ἄγαν ταύτης κινήσεως ἀφαιρεῖ τὸ σφοδρόν.
Clemens Al. Stromat. V 8 p. 674 (ex Clodio Neapolitano) σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά. ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν. ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα· καθὰ καὶ ὁ Ἐμπεδοκλῆς φησίν· (v. 130-33 St.)
Alexander Aphrod. de anima libri mant. p. 131, 5 Bruns. τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα. πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις. ἔπειτα εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις.
Plutarchus de Stoic. repugn. cp. 43 p. 1053f. πάλιν ἐν τοῖς περὶ Ἕξεων οὐδὲν
ἄλλο τὰς ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ συνέχεται τὰ
σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ
ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ, πυκνότητα δ’ ἐν λίθῳ, λευκότητα δ’ ἐν ἀργύρῳ
καλοῦσι.
p. 1054a. Καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον
ὑποκεῖσθαι ταῖς ποιότησιν ἀποφαίνουσι, τὰς δὲ ποιότητας
Galenus de musculorum motu I cp. 7 et 8 (K. vol. IV p. 400) (Quaerit Galenus, siquis brachium extendat atque hunc statum servet, moveantur musculi necne?) διότι μὲν γὰρ ἐνεργοῦσιν οἱ μύες διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν· διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον οὗ μέρος εἰσίν, οὔτ’ αὐτοὶ κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας ὑποθέμενοι κινήσεις, ἤ τινα ἑτέραν βελτιόνα — — ; cp. 8. καὶ δὴ ποιοῦμεν οὕτως καὶ πρῶτον μὲν ὥσπερ ἐκεῖνοι διδάσκουσιν ὁ λόγος προΐτω. Νοήσωμεν ἕλκεσθαί τι σῶμα τῶν ἀψύχων, οἷον ξύλον ἢ λίθον ὑπό του, αὖθις δ’ αὖ νοήσωμεν ὑφ’ ἑτέρου τινὸς ἐπὶ τἀναντία ταὐτὸ τοῦτο πάλιν ἀντισπᾶσθαι, κρατεῖν μέντοι τῇ ῥώμῃ τὴν προτέραν ὁλκὴν καὶ διὰ τοῦθ’ ἕπεσθαι μὲν ἐκείνῃ τὸ σῶμα, πολὺ δ’ ἧττον ἢ εἰ πρὸς μηδενὸς ἀνθείλκετο. τρίτην δὴ κατάστασιν τῷ τοιούτῳ σώματι προσφέρωμεν ὅταν ἰσοσθενῶς εἰς τἀναντία τείνηται. οὐκοῦν ἡ μὲν πρώτη κατάστασις ἐκίνησεν αὐτὸ μίαν κίνησιν ὅσην ἡ τοῦ κινοῦντος δύναμις ἠδύνατο καὶ εἰς τοσαύτην ἠνάγκασε προελθεῖν διάστασιν εἰς ὅσην οἷόν τ’ ἦν ἄγειν τὸ κινοῦν, ἡ δὲ δευτέρα τοσοῦτον ἐλάττονα τῆς πρόσθεν τὴν διάστασιν ἀπέδειξεν, ὅσον θάτερον τῶν κινούντων εἰς τοὐναντίον ἀπέσπασε τὸ κινούμενον. ἡ δὲ τρίτη κατάστασις, ὅσον ἡ ἑτέρα τῶν κινήσεων εἷλκε πρόσω τοσοῦτον ἀντισπώσης εἰς τοὐπίσω τῆς ἑτέρας, ἐν ταὐτῷ τόπῳ τὸ σῶμα μένειν ἠνάγκασεν, οὐχ ὡς τὸ παντελῶς ἀκίνητον· μένει γὰρ καὶ τοῦτ’ ἐν ταὐτῷ διὰ παντὸς ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ· τὸ μὲν γὰρ ὅτι μηδ’ ὅλως κινεῖται, τὸ δὲ ὅτι διττῶς, ὥσπερ καὶ ὁ πρὸς ῥοῦν ποταμῶν νήχων ἐναντίως. καὶ γὰρ οὗτος ἐὰν ἰσοσθενὴς ᾖ τῇ τοῦ ῥοῦ σφοδρότητι κατὰ τὸν αὐτὸν ἀεὶ διαμένει τόπον, οὐχ ὡς μηδ’ ὅλως κινούμενος, ἀλλ’ ὅτι πρόσω τοσοῦτον ὑπὸ τῆς οἰκείας διαφέρεται κινήσεως ὅσον ὑπὸ τῆς ἔξωθεν ὀπίσω φέρεται. οὐδὲν δὲ χεῖρον οὕτω ἀσαφὲς πρᾶγμα διὰ πλειόνων ἐξετάζεσθαι παραδειγμάτων. ἔστω τις ὑψηλὸς ὄρνις ἐν ταὐτῷ τόπῳ φαινόμενος μένειν. πότερον ἀκίνητον εἶναι τοῦτον λεκτέον, ὥσπερ εἰ καὶ κρεμάμενος ἄνωθεν ἔτυχεν, ἢ κινεῖσθαι τὴν ἐπὶ τὰ ἄνω κίνησιν εἰς τοσοῦτον εἰς ὅσον ἤγαγεν αὐτὸν κάτω τὸ τοῦ σώματος βάρος; ἐμοὶ μὲν τοῦτο ἀληθέστερον εἶναι δοκεῖ. στερήσας γοῦν αὐτὸν τῆς ψυχῆς ἢ τοῦ τῶν μυῶν τόνου ταχέως ἐπὶ τὴν γῆν ὄψει καταφερόμενον· ᾧ δῆλον ὅτι τὴν σύμφυτον τῷ τοῦ σώματος βάρει κάτω ῥοπὴν εἰς ἴσον ἀντεσήκου τῇ κατὰ τὸν τῆς ψυχῆς τόνον ἄνω φορᾷ. πότερον οὖν ἐν ταῖς τοιαύταις ἁπάσαις καταστάσεσι ποτὲ μὲν κάτω ποτὲ δὲ ἄνω τὸ σῶμα φέρεται τἀναντία πάσχον ἐν μέρει, διὰ δὲ τὸ ταχείας τε καὶ ὀξυῤῥόπους γίνεσθαι τὰς μεταβολὰς καὶ κατὰ βραχυτάτων διαστημάτων φέρεσθαι τὰς κινήσεις ἐν ταὐτῷ φαίνεται τόπῳ μένειν ἢ ὄντως ἕνα διὰ παντὸς τοῦ χρόνου κατέχει τόπον, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν· ἐν γὰρ τοῖς φυσικοῖς περὶ κινήσεως λόγοις τὰ τοιαῦτα ἐρευνᾶσθαι δικαιότερον· ἀλλ’ ἀρκεῖ πρὸς τὰ παρόντα τοῦτο ἐξευρῆσθαι τὸ γίγνεσθαί τι καὶ τοιοῦτον εἶδος ἐνεργείας ὃ καλεῖν μὲν εἴτε τονικὸν εἴτ’ ἄλλως ὡς ἂν ἐθέλῃς οὐ διοίσει. Cf. de tremore, palpitatione, convulsione 4 Vol. VII p. 589 K.
Nemesius de nat. hom. cp. 2 p. 42. εἰ δὲ λέγοιεν, καθάπερ οἱ Στωϊκοί,
τονικήν τινα εἶναι κίνησιν περὶ τὰ σώματα εἰς τὸ εἴσω ἅμα
Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ δύναμιν ἢ μᾶλλον κίνησιν τὴν μανωτικὴν καὶ πυκνωτικὴν τίθενται, τὴν μὲν ἐπὶ τὰ ἔσω, τὴν δὲ ἐπὶ τὰ ἔξω· καὶ τὴν μὲν τοῦ εἶναι, τὴν δὲ τοῦ ποιὸν εἶναι νομίζουσιν αἰτίαν.
Philo de sacrif. Abel et Cain § 68 Vol. I p. 230, 5 Wendl. de λόγῳ locutus: οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν, τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει.
Sextus adv. math. IX 149 (Carneadis argumentum, quo deos non esse probabat, Stoicam de spiritu doctrina respicit) ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν (scil. τὸ θεῖον). εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερομένου ⟨πνεύματος⟩ συνέχεται.
Cleomedes Circul. doctr. I cp. 8 p. 58 Bake. τὰ στερεὰ τῶν σωμάτων οἷά τέ ἐστι πολλαχῶς σχηματίζεσθαι, ἐπὶ δὲ πνευματικῆς ἢ πυρώδους οὐσίας, ὁπότε καθ’ αὑτὰς εἶεν, οὐδὲν ἐγχωρεῖ τοιοῦτον γίνεσθαι. Ἐπὶ τὸ οἰκεῖον οὖν τῇ φύσει αὐτῶν παραγίνονται σχῆμα τετονωμέναι καὶ τὸ ἴσον ἀπὸ τοῦ μεσαιτάτου πάντη ἀποτεινόμεναι, μαλακῆς αὐτῶν τῆς οὐσίας οὔσης καὶ μηδενὸς ὄντος στερεοῦ, ὃ ἄλλως σχηματίζοι ἂν αὐτάς.
Simplicius in Aristot. categ. f. 68E. ed. Bas. Τὸ τοίνυν σχῆμα οἱ Στωϊκοὶ τὴν τάσιν παρέχεσθαι λέγουσιν, ὥσπερ καὶ τὴν μεταξὺ τῶν σημείων διάστασιν. διὸ καὶ εὐθεῖαν ὁρίζονται γραμμὴν τὴν εἰς ἄκρον τεταμένην.
Galenus de dignoscendis pulsibus IV 2 Vol. VIII p. 923 K. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζῴων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα ἢ εἰς ἄτομα ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν.
Philo Leg. Alleg. II § 22 Vol. I p. 95, 8 Wendl. ὁ νοῦς — — πολλὰς
ἔχει δυνάμεις, ἑκτικήν, φυτικήν, ψυχικήν, λογικήν, διανοητικήν, ἄλλας μυρίας κατά τε
εἴδη καὶ γένη. Ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστί, λίθων καὶ ξύλων, ἧς μετέχει καὶ
τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. Ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά. καὶ ἐν ἡμῖν δέ
ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἐστὶ δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη. Ψυχὴ
δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν. αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν. Ἔχεῖ
δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ· πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ
νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δέ, ὡς ἐν
θνητοῖς, ἀνθρώπου. αὕτη δὲ διττή. ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν, νοῦ μετέχοντες· ἡ δὲ
καθ’ ἣν διαλεγόμεθα. Philo Quod deus sit immut. § 35 Vol. II p. 64, 1 Wendl. Τῶν γὰρ
σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ καὶ λογικῇ
Critolaus apud Philonem περὶ ἀφθαρσίας κόσμου p. 248, 2. τί δήποτ’ οὐχὶ
καὶ τὴν τοῦ κόσμου φύσιν λεκτέον εἶναι μακραίωνα τὴν τάξιν τῶν ἀτάκτων,
τὴν ἁρμονίαν τῶν ἀναρμόστων, τὴν συμφωνίαν τῶν ἀσυμφώνων, τὴν ἕνωσιν τῶν
διεστηκότων, τὴν ξύλων μὲν καὶ λίθων ἕξιν, σπαρτῶν τε καὶ δένδρων φύσιν, ψυχὴν δὲ
ζώων ἀπάντων, ἀνθρώπων δὲ νοῦν καὶ λόγον, ἀρετὴν δὲ σπουδαίων τελειοτάτην;
(Veri simile hanc Naturae ex Stoicorum ore definitionem verbo tenus ex aliquo
Chrysippi libro desumptam esse.)
Plutarchus de virtute morali cp. 12 p. 451 b. καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (scil. Stoici antiquiores) καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται, τὰ δὲ φύσει, τὰ δ’ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν.
Dexippus in Aristot. categ. p. 50, 31 Busse. θαυμάζω δὲ τῶν Στωϊκῶν
χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν. ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν
ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται.
Galenus de nat. facult. II 3. Vol. II p. 82K. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. — — οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσμητον.
Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 32K. ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι’ ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας.
Galenus de elementis sec. Hippocr. I 9. Vol. I p. 489 K. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνον, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς.
Plutarchus de comm. not. cp. 37 p. 1077e. παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν· οἱ δ’ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία ⟨ἢ⟩ καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ, τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν οὐ φάσκοντες ἐπιλείψειν ἐπιὸν τῷ μεγίστῳ, νεανιεύονται etc. p. 1078 b. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν, περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι, τὸ δ’ ἐνυπάρχειν· οὕτω γὰρ οὐ κρᾶσις, ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης, τῆς δ’ ἐκτὸς περιεχούσης, τῶν δ’ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλ’ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις τὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον. καὶ μηδέτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνει ⟨δʼ⟩ ἀμφότερα, τῆς κράσεως δι’ ἀλλήλων διιέναι καὶ μηδὲν ἔτι λείπεσθαι μηδενὸς μόριον ἀλλὰ ⟨πᾶν⟩ παντὸς ἀναπίμπλασθαι βιαζομένης.
Alexander Aphrod. de mixtione p. 219, 16 Bruns (τὸ σῶμα τὸ τριχῇ τε καὶ πάντῃ διεστηκός, ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο). εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν ⟨τῷ⟩ καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν.
Simplicius in Aristot. Phys. p. 530, 9 Diels. τὸ δὲ σῶμα διὰ σώματος
χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ
Themistius paraphr. in Arist. Phys. IV 1 p. 256 Sp. ἀλλ’ οὕτω τὸ πάντων ἀτοπώτατον ἀπαντήσεται· σῶμα γὰρ διὰ σώματος χωρήσει δι’ ὅλου καὶ δύο σώματα τὸν αὐτὸν ἐφέξει τόπον. εἰ γὰρ καὶ ὁ τόπος σῶμα καὶ τὸ γενόμενον ἐν αὐτῷ σῶμα καὶ ἴσα τοῖς διαστήμασιν ἄμφω, τὸ σῶμα ἔσται ἐν ἴσῳ ἑτέρῳ σώματι, τοῦτο δὲ Χρυσίππῳ μὲν καὶ τοῖς ἀπὸ Ζήνωνος ⟨ἐν⟩ δόγμασίν ἐστιν, οἱ δὲ παλαιοί etc.
Hippolytus Philos. 21 (DDG p. 571, 23) Stoici Chrysippus et Zeno: σώματα δὲ πάντα ὑπέθεντο καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.
Alexander Aphrod. de mixtione p. 216, 1 Bruns. μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέ⟨ν⟩τας — — τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς Στοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν) ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν, τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες, πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν, ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου, οἷς οὐ δυνάμενοι πάντη συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὑτοῖς λέγοντες εὑρίσκονται μαχόμενα.
Stobaeus Eclogae I p. 153, 24 W. Χρύσιππος δὲ τοιοῦτόν τι διεβεβαιοῦτο·
εἶναι τὸ ὂν πνεῦμα κινοῦν ἑαυτὸ πρὸς ἑαυτὸ καὶ ἐξ αὑτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρόσω
καὶ ὀπίσω· πνεῦμα δὲ εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινούμενον· ἀνάλογον δὲ
γίνεσθαι κἀπὶ τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτά. Ἡ τοιαύτη δὲ
κίνησις κατὰ μόνους γίνεται τοὺς νομίζοντας τὴν οὐσίαν πᾶσαν μεταβολὴν ἐπιδέχεσθαι
καὶ σύγχυσιν καὶ σύστασιν καὶ σύμμιξιν καὶ
Philo de confusione linguarum § 184 Vol. II p. 264, 23 Wendl. ἀλλ’ ἡ
μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται. Μῖξις μὲν οὖν σωμάτων
διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴτις σωρὸν ποιήσειε κριθὰς καὶ
πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών. Κρᾶσις δ’ οὐ
παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις,
ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός
φασι γίνεσθαι· συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν· τὸ δὲ κραθὲν οὐδὲν
ἧττον ἀναπληροῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας. Σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ
μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δὲ οἶνον ὑπολείπεσθαι. Μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ
σπογγιᾶς γένεσίς ἐστι τὸ μὲν οἰκεῖον ὕδωρ πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ
κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι ὁ οἶνος. Σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς
Alexander Aphrod. de mixtione p. 216, 14 Bruns. ἔστι δὲ ἡ Χρυσίππου
δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος
διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ συμπαθές ἐστιν αὑτῷ
τὸ πᾶν· τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων, τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει
δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις,
ὥς φησιν, καθ’ ἁρμήν, σῳζούσης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν
περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων, φέρε εἰπεῖν, καὶ πυρῶν
ἐν τῇ παρ’ ἀλλήλους θέσει γίνεται. τὰς δέ τινας συγχύσει, δι’ ὅλων τῶν τε οὐσιῶν
αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν
ἰατρικῶν φαρμάκων, κατὰ σύμφθαρσιν τῶν μιγνυμένων ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου
σώματος. τὰς δέ τινας γίνεσθαι μίξεις λέγει, δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων
ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας
σῴζειν ἐν τῇ μίξει τῇ τοιᾷδε· ἥν τινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ
δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως ὡς
σῴζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ
ποιότητας λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων· εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ
δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήλων, ὃ μόνως γίνεσθαι τῷ σῴζειν ἐν τῇ μίξει τὰ
κεκραμένα τὰς αὑτῶν φύσεις. - Τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως, πειρᾶται
πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ
τῆς φύσεως λαβεῖν ταύτας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ ἁρμὴν συγκειμένων
καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων καὶ ἄλλην τῶν κεκραμένων τε καὶ
ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως ὡς σῴζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν
φύσιν· ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο
ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων
Alexander Aphrod. de mixtione p. 221, 16 Bruns. εἰ δὲ τὰ
Alexander Aphrod. de mixtione p. 226, 34 Bruns. Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ ἀξίαν τῶν θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’ αὑτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα χωρεῖν διὰ σώματος. Ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί. ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται. ἥ τε πολυθρύλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων πρόνοια δὲ ⟨ἐντεῦθεν⟩ τὴν πίστιν λαμβάνουσιν. ἔτι τε ὁ περὶ ἀρχῶν τε καὶ θεοῦ ⟨λόγος⟩ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὑτό. πάντα γὰρ αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων θεός. τοῦτο δέ, τὸ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν ἁπάσης τῆς φυσιολογίας ἀνήρτηται αὐτοῖς τὰ πείσματα παρά τε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’ αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον ὅταν ᾖ πεπυρωμένος [μὲν] μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς, οἷς ὕλῃ τὸ πῦρ ⟨χρῆται⟩, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθερμηνέ τε καὶ ἐξῆψεν αὐτόν.
Alexander Aphrod. Quaest. II 12 p. 57, 9 Bruns. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα διὰ σώματος χωρεῖν impugnat Stoicorum κρᾶσιν δι’ ὅλου. Cf. inprimis p. 57, 22 εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δι’ ἀλλήλων ἐγίνετο φθορά τις καὶ [ἡ] μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσως ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον γὰρ αὐτῶν δοκεῖ σῴζειν τὴν ἑαυτοῦ φύσιν) πῶς ἂν ἐνδέχοιτο τοῦτο γίνεσθαι. ἔτι ἔνια μιγνύμενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγκου καὶ τόπον κατέχειν πλείονα.
Alexander Aphrod. de anima libri mant. p. 139, 30 Bruns. Τὸ σῶμα διὰ
σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων — — ἄλλος ὁ λόγος — — εἰ δὲ μὴ
διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ οἷς τοῦτο ἀρέσκει) ἀλλὰ μεστόν τι
ὂν αὑτοῦ σῶμα ἄλλο δεξάμενον αὑτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὑτῷ οὐδὲν
ηὐξήθη, ἀλλ’ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὑτῷ
ἄλλο σῶμα, τόδε δὲ οὔ etc. 140, 10. ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα
τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον
καθέξει. 140, 20. εἰ δὲ ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε ἐξ ὧν τὸ
Plotinus Ennead. II lib. VII 1 (Vol. I p. 127 Mü.). οἱ δ’ αὖ (scil. οἱ τὴν δι’ ὅλων κρᾶσιν εἰσάγοντες) τέμνεσθαι μὲν καὶ μὴ εἰς τομὰς ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο, καὶ δι’ ὅλων τῆς κράσεως γιγνομένης· ἐπεὶ καὶ τοὺς ἱδρῶτας οὐ τοῦ σώματος τομὰς ποιεῖν οὐδ’ αὖ κατατετρῆσθαι φήσονσι. καὶ γὰρ εἴ τις λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι τοῦ διέναι τοὺς ἱδρῶτας χάριν, ἀλλ’ ἐπὶ τῶν τεχνητῶν, ὅταν λεπτὰ ᾖ καὶ συνεχῆ, ὁρᾶσθαι τὸ ὑγρὸν δι’ ὅλου δεῦον[τα] αὐτὰ καὶ διαῤῥεῖν ἐπὶ θάτερα τὸ ὑγρόν. ἀλλὰ σωμάτων ὄντων πῶς οἷόν τε τοῦτο γίγνεσθαι, ὡς διϊέναι μὴ τέμνοντα, ἐπινοῆσαι οὐ ῥᾴδιον· τέμνοντα δὲ κατὰ πᾶν ἀναιρήσει ἄλληλα δηλονότι. τὰς δὲ αὔξας ὅταν λέγωσι μὴ γίγνεσθαι πολλαχοῦ, διδόασι τοῖς ἑτέροις ἀέρων ἐξόδους αἰτιᾶσθαι. πρός τε τὴν τῶν τόπων αὔξησιν χαλεπῶς μέν, ὅμως δὲ τί κωλύει λέγειν, συνεισφερομένου ἑκατέρου σώματος καὶ τὸ μέγεθος μετὰ τῶν ἄλλων ποιοτήτων, ἐξ ἀνάγκης τὴν αὔξην γίγνεσθαι· μὴ γὰρ μηδὲ τοῦτο ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰς ἄλλας ποιότητας· καὶ ὥσπερ ἐκεῖ ποιότητος ἄλλο εἶδος μικτὸν ἐξ ἀμφοῖν, οὕτω καὶ μέγεθος ἄλλο [οὖ] δὴ τὸ μῖγμα ποιεῖ, τὸ ἐξ ἀμφοῖν μέγεθος. — — τὸ δὲ ἔλαττον διὰ παντὸς τοῦ μείζονος καὶ ⟨διὰ⟩ μεγίστου τὸ μικρότατον [καὶ] ἐφ’ ὧν φανερὸν ὅτι κίρναται (ἐπὶ γὰρ τῶν ἀδήλων ἔξεστι λέγειν, μὴ εἰς πᾶν φθάνειν) ἀλλ’ ἐφ’ ὧν γε φανερῶς συμβαίνει, λέγοιεν ἂν ἐκτάσεις τῶν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοντες, εἰς τοσοῦτον τὸν σμικρότατον ὄγκον ἐκτείνοντες. οὐδὲ γὰρ μεταβάλλοντες τὸ σῶμα μέγεθος αὐτῷ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατος ἀὴρ γίγνοιτο. τοῦτο δὲ αὐτὸ ἐφ’ αὑτοῦ ζητητέον, τί συμβαίνει ὅταν ὅσπερ ἦν ὄγκος ὕδατος ἀὴρ γίγνηται ⟨καὶ⟩ πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ.
Diogenes Laërt. VII 151. Καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι, καθά φησιν ὁ Χρύσιππος ἐν τῇ τρίτῃ τῶν φυσικῶν, καὶ μὴ κατὰ περιγραφὴν καὶ παράθεσιν· καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται.
Plutarchus de comm. not. cp. 37 p. 1078e. Καὶ ταῦτα προσδέχεται
Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὐδὲν ἀπέχειν φάμενος, οἴνου
σταλαγμὸν ἕνα κεράσαι
καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, εἰς ὅλον, φησί, τὸν κόσμον διατενεῖν τῇ κράσει
τὸν σταλαγμόν.
Alexander Aphrod. de mixtione p. 213, 2 Bruns. πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναι καθ’ αὑτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος, ὡς ὂν ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. Cf. p. 220, 37. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων τὰ κεκραμένα μέμικται καὶ μηδέτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι.
Stobaeus Eclogae I 142, 2 W. Χρύσιππος ἔφασκε τὰ σώματα εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώμασι προσεοικότα, οἷον ἐπιφάνειαν, γραμμήν, τόπον, κενόν, χρόνον· εἰς ἄπειρόν τε τούτων τεμνομένων οὔτε σῶμα ἐξ ἀπείρων σωμάτων συνέστηκεν οὔτ’ ἐπιφάνεια οὔτε γραμμὴ οὔτε τόπος ⟨οὔτε κενὸν οὔτε χρόνος⟩ (Diels Aëtii Placita I 16, 4). Diogenes Laërt. VII 150. καὶ παθητὴ δέ ἐστιν (scil. ἡ οὐσία) ὡς ὁ αὐτός φησιν (scil. Apollodorus ἐν τῇ φυσικῇ). εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἔνθεν κἀκ⟨ολουθ⟩εῖν ὡς ἥ τε τομὴ εἰς ἄπειρόν ἐστιν (ἣν ἄπειρον, ⟨οὐκ εἰς ἄπειρόν⟩ φησιν ὁ Χρύσιππος· οὐ γάρ ἐστί τι ἄπειρον, εἰς ὃ γίνεται ἡ τομή. ἀλλ’ ἀκατάληκτός ἐστι) καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι etc.
Plutarchus de comm. not. cp. 38 p. 1079b. Λέγει γὰρ ὁ Χρύσιππος ἐρωτωμένους
ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ
χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν
συγκείμεθα· τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον· ἐὰν δ’ ἐπὶ τὰ ἔσχατα μέρη
τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν, φησί, τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον, οὔτ’ ἔκ
τινων συνεστάναι, καὶ ὁμοίως, οὔτ’ ἐξ ὁπόσων, εἴτ’ ἀπείρων, εἴτε πεπερασμένων.
Plutarchus de comm. not. cp. 38 p. 1079a. γενόμενοι δὲ Στωϊκοὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος, οὐδ’ ὁ κόσμος ἢ ὁ ἄνθρωπος (ἐπ’ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δ’ ἀπείρων οὐδέν ἐστι πλέον οὐδ’ ἔλαττον) οὐδ’ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτιοῦν.
Plutarchus de comm. not. cp. 38 p. 1078e. Καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτ’ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτ’ ἔσχατον 〈μέρος εἶναι〉 μηδέν, είς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλ’ ἀεί⟨τι⟩ τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον. p. 1079a οἱ σῶμα μηδὲν εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπ’ ἄπειρον ἐξάγοντες.
Plutarchus de comm. not. cp. 40 p. 1080d. καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν· οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα, μηδενὶ δ’ ἅπτεσθαι· τοῦτο δ’ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλ’ ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις.
Plutarchus de comm. not. cp. 40 p. 1080e. Ὃ γοῦν αὐτοὶ μάλιστα
προφέρουσι τοῖς τῶν ἀμερῶν προισταμένοις τοῦτό ἐστι τὸ μήτε ὅλοις ὅλων ἁφὴν
εἶναι, μήτε μέρεσι μερῶν· τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δ’ οὐκ εἶναι
δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων.
Πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν
μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι, νὴ Δία ψαύειν κατὰ πέρας τὰ
σώματα ⟨οὐχ⟩ ὅλα ὅλων, οὐ⟨δὲ⟩ κατὰ μέρος
λέγουσι· τὸ δὲ πέρας σῶμα οὐκ ἔστιν.
Proclus in Euclid. def. I p. 89 Friedlein. ὅτι δὲ οὐ δεῖ νομίζειν κατ’ ἐπίνοιαν ψιλὴν ὑφεστάναι τὰ τοιαῦτα πέρατα, λέγω τῶν σωμάτων, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον, ἀλλ’ εἶναί τινας φύσεις ἐν τοῖς οὖσι τοιάσδε καὶ λόγους αὐτῶν προεστάναι δημιουργικούς, ἀναμνησθείημεν ἂν εἰς τὸν ὅλον κόσμον ἀποβλέψαντες etc.
Plutarchus de comm. not. cp. 39 p. 1079d. Ἐπὶ δὲ τούτοις
ἐπινεανιευόμενος φησὶ τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης. τὰς πλευρὰς ⟨τὰς⟩
κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχειν δέ, ἧ μείζονές εἰσι.
p. 1079e. Ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ, διαποροῦντι φυσικῶς καὶ
ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τὰς
μὲν ἐπιφανείας, φησί, μήτ’ ψἴσας εἶναι μήτ’ ἀνίσους· ἄνισα δὲ τὰ σώματα, τῷ μήτ’
ἴσας εἶναι μήτ’ ἀνίσους τὰς ἐπιφανείας.
Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 911a 28). ὅταν δὲ λέγωσι (scil. Pythagorei) μονάδα εἶναι εἰδῶν εἶδος τὴν ἀρχηγικὴν αὐτῶν αἰτίαν ἐνδείκνυνται τὴν πάντων ἐν ἑαυτῇ τὰ εἴδη τῶν ἀριθμῶν προειληφυῖαν, ἣν καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἓν πλῆθος οὐκ ὤκνουν καλεῖν.
Sextus adv. math. X 123. τάξει δὲ ἀπὸ τῆς πρώτης στάσεως ποιώμεθα τὴν ἐπιχείρησιν, καθ’ ἣν πάντα εἰς ἄπειρον τέμνεται. καὶ δὴ οἱ προεστῶτες αὐτῆς φασὶ τὸ κινούμενον σῶμα ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν μεριστὸν ἀνύειν διάστημα, καὶ οὐ τὸ πρῶτον τοῦ διαστήματος πρῶτον ἐπιλαμβάνειν τῷ πρώτῳ αὑτοῦ μέρει καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον, ἀλλ’ ὑφ’ ἓν τὸ ὅλον μεριστὸν διάστημα καὶ ἀθρόως διέρχεσθαι. cf. ibid. 142. πρὸς μὲν οὖν τοὺς εἰς ἄπειρον τέμνεσθαι λέγοντας τά τε σώματα καὶ τοὺς τόπους καὶ τοὺς χρόνους (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Στοᾶς) ταῦθ’ ἥρμοζε λέγειν.
Stobaeus Eclogae I p. 165, 1. Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. Καὶ ἄλλως· κίνησιν μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα· φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. Πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. Τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας (Diels Arii Didymi Epit. phys. fragm. 22). Sextus adv. math. X 52. καί φασιν ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν.
Sextus adv. math. X 45. καὶ εἶναι μὲν (scil. κίνησιν) - οἱ πλείους τῶν
φυσικῶν — — οἷς καὶ οἱ ἀπὸ τοῦ περιπάτου, ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς
συναπεγράψαντο.
Galenus methodi med. I 6 Vol. X p. 46K. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν ἢ ὑπάλλαξιν ἢ ἀλλαγὴν ἢ μεταβολὴν τοῦ προϋπάρχοντος τόπου — — ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ τὸ ποιὸν ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος etc.
Galenus de nat. facult. I 2. Vol. II p. 4Κ. εἰ μὲν γὰρ οὐκ ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει τε καὶ μετὰ τοῦτον Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν.
Simplicius in Aristot. phys. p. 1320, 19 Diels. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κατὰ πᾶσαν κίνησιν ἔλεγον ὑπεῖναι τὴν τοπικὴν ἢ κατὰ μεγάλα διαστήματα ἢ κατὰ λόγῳ θεωρητὰ ὑφισταμένην.
Simplicius in Aristot. categ. f. 78A. Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωϊκῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι τὰς κινήσεις.
Simplicius in Aristot. categ. f. 78B. ed. Bas. καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωϊκοὶ ἐπιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι, οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια (ἔστι γὰρ πάντως, φασίν, ἐνέργεια) ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστι γὰρ ἤδη) ἀλλ’ ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ’ αὐτήν. ταῦτα μὲν οὖν οἱ Στωϊκοὶ λέγουσι.
Simplicius in Aristot. categ. f. 78B. ed. Bas. Καὶ γὰρ ὅταν οἱ Στωϊκοὶ διαφορὰς γενῶν λέγωσι τὸ ἐξ αὑτῶν κινεῖσθαι ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται) τὸ δὲ δι’ ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπληροῖ τοὺς οἰκείους λόγους καὶ ἐπισπᾶται τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν αὐτῷ λόγους) ἀλλὰ μὴν καὶ τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, ὃ καὶ πλάττειν καλεῖται· τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατ’ ἀρετὴν ἐνεργεῖν.
Simplicius in Aristot. categ. f 210B. ed. Bas. οἱ μέντοι Στωϊκοὶ
διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ
ἀκινητίζειν· μένειν γὰρ ἂν ῥηθῆναι ⟨οὐ⟩ πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ
μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον. τὸ γὰρ
κατεσχηκὸς μενενηκέναι λέγομεν. χρώμεθα δέ, φασι, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν,
ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ
κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἡρεμεῖν καὶ ἡσυχάζειν,
φησί, μήποτε ζῴων εἰσὶ συμπτώματα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ
ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται, ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ
κινεῖσθαι δὲ λέγεται.
Sextus adv. math. X 7. εἴπερ οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος· μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστὶ τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος. οὐ μὴν ἀλλ’ εἰ ὅπου ἦν Σωκράτης, νῦν ἐστὶν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ’ ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος. καὶ ἄλλως εἰ ἔστι τι σῶμα, καὶ τόπος ἐστίν· ⟨σῶμα γάρ ἐστι τὸ κατέχον τόπον⟩· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. πρὸς τούτοις εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τὸ γέ τοι πῦρ, φύσει κοῦφον καθεστώς, ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ, φύσει βαρὺ τυγχάνον, κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ἄττει. ἔστιν ἄρα ἴδιος τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος. ὥσπερ τε εἰ τὸ ἐξ οὗ γίγνεται ἔστι, καὶ τὸ ὑφ’ οὗ τι γίγνεται καὶ τὸ δι’ ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται· ἔστι δὲ τὸ ἐξ οὗ τι γίγνεται, οἷον ὕλη, καὶ τὸ ὑφ’ οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι’ ὅ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος. οἱʹ τε παλαοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν· (Theog. 116 sq.) ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.
Galenus de qualitatibus incorporeis 1 Vol. XIX 464 K. ὅτι δὲ κοινόν ἐστι τοῦτο [δῆλον] (λέγω δὲ τὸ τριχῇ διαστατόν) σώματός τε καὶ κενοῦ καὶ τόπου, Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθ’ ὑπάρχειν μὴ λέγωσι. Cf. ibid. 4 p. 474. ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί.
Stobaeus Eclogae I p. 161, 8 W. Χρυσίππου. Τόπον δ’ εἶναι ὁ Χρύσιππος
ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν ⟨τε⟩ κατέχεσθαι ὑπὸ ὄντος καὶ
δι’ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς ⟨εἴτε⟩ ὑπὸ τινῶν. Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι
ὑπὸ ὄντος
Aëtius Plac. I 20, 1. Οἱ Στωϊκοὶ . . . . διαφέρειν κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης.
Sextus adv. math. X 3. καὶ οἱ Στωϊκοὶ δὲ κενὸν μὲν εἶναί φασι τὸ οἷόντε ὑπὸ ὄντος κατέχεσθαι, μὴ κατεχόμενον δέ, ἤ διάστημα ἔρημον σώματος ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ τὸν ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, καθὼς καὶ ἐκ τῆς μεταλήψεως τῶν ὀνομάτων ἐστὶ συμφανές. χώραν δὲ φασιν εἶναι διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον. Cf. Pyrrh. Hyport. III 124. idem adv. math. X 4. ἔνιοι δὲ (scil. Chrysippus cf. 503) χώραν ἕλεξαν ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ’ ἀξιόλογον ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος.
Themistius paraphr. ad Arist. Phys. IV 4 p. 268 Sp. λείπεται τοίνυν ἡμῖν ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστὶν ἀποδεῖξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθησεν δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον.
Simplicius in Aristot. categ. f. 91Δ ed. Bas. ὁ Ἰάμβλιχος ζητεῖ πρῶτον,
πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὄντα ἀφορίζει τὸν τόπον περὶ αὐτὰ ἢ σὺν αὐτοῖς, ἢ ὁ
τόπος ἀφορίζει τὰ πράγματα, ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων, καὶ φησὶν ὅτι εἰ μέν, ὡς
οἱ Στωϊκοὶ λέγουσι, παρυφίσταται
Simplicius in Aristot. Phys. p. 571, 22. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ τὴν ὕλην αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (ὅ τινες καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωϊκοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν) ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. — — τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωϊκοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι.
Stobaeus Eclogae I. p. 106, 5 W. (Arii Did. fr. 26 Diels). Χρυσίππου· Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὅ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος· ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει, καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἡ θάλαττα καὶ τὸ κενόν, τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. Ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. Ἐμφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐδεὶς ὅλως ἐνίσταται χρόνος. Ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ’ ἀπαρτισμὸν ἐνεστάναι χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. Μόνον δ’ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς φησιν, ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει . . . . . . . . . . . . (lacunam signif. Meineke). Ad definitionem temporis initio prolatam cf. Phil. de incorrupt. mund. p. 238, 5 B. ὥστ’ εὐθυβόλως ἀποδεδόσθαι πρὸς τῶν εἰωθότων τὰ πράγματα ὁρίζεσθαι χρόνον διάστημα τῆς τοῦ κόσμου κινήσεως ibid. 11. διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ibid. 13. τάχα τις εὑρησιλογῶν Στωϊκὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νῦν διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου.
Simplicius in Aristot. categ. f. 88Z. ed. Bas. τῶν δὲ Στωϊκῶν Ζήνων μὲν
πάσης ἀπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπε·
Philo de mundi opificio § 26 Vol. I p. 8, 7 Wendl. χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν. Ἐπεῖ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεως ἐστιν ὁ χρόνος, προτέρα ⟨δὲ⟩ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου.
Philo quod deus sit immut. § 31 Vol. II p. 63, 3 Wendl. δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατήρ· πατὴρ δὲ χρόνου κόσμος, τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου.
Sextus adv. math. X 170. καὶ δὴ τινές φασι χρόνον εἶναι διάστημα τῆς τοῦ κόσμου κινήσεως.
Aëtius Plac. I 22, 7. Οἱ πλείους τῶν Στωϊκῶν (χρόνου οὐσίαν) αὐτὴν τὴν κίνησιν.
Plutarchus quaest. Plat. 8, 4 p. 1007a. ῥητέον οὖν τοὺς ὑπὸ τούτων
ταραττομένους δι’ ἄγνοιαν οἴεσθαι τὸν χρόνον μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν
κατὰ τὸ πρότερον καὶ ὕστερον
ὡς Ἀριστοτέλης εἶπεν, ἢ τὸ ἐν κινήσει ποσόν
ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως
ἄλλο δ’ οὐδέν, ὡς ἔνιοι τῶν Στωϊκῶν ἀπὸ
συμβεβηκότος ὁριζόμενοι, τὴν δ’ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες.
Simplicius in Aristot. phys. p. 700, 16 Diels. ἄδηλον οὖν καὶ τὸ τί ἐστιν (scil. ὁ χρόνος), εἴπερ οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον εἶναί φασιν, — — οἱ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ, ὡς τοὺς Πυθαγορείους ἱστοροῦσι λέγειν οἱ παρακούσαντες ἴσως τοῦ Ἀρχύτου λέγοντος καθόλου τὸν χρόνον διάστημα τῆς τοῦ παντὸς φύσεως, ἢ ὥς τινες τῶν Στωϊκῶν ἔλεγον· οἱ δὲ τὴν κίνησιν ἀπλῶς.
Plutarchus de comm. not. cp. 41 p. 1081f. Ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ
καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι, τὸ
δὲ παρεληλυθός.
Plutarchus de comm. not. cp. 41 p. 1081f. Χρύσιππος δὲ βουλόμενος
φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν, ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ τὸ μὲν
παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλ’ ὑφεστηκέναι φησί, μόνον δὲ
ὑπάρχειν τὸ ἐνεστηκός.
Plutarchus de comm. not. cp. 41 p. 1081c. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωϊκοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλ’ ὅ,τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον, τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν.
Diogenes Laërt. VII 140 (postquam de inani incorporeo locutus
Proclus in Platonis Timaeum p. 271D. ἔτι δὲ κἀκεῖνο ληπτέον ἀπὸ τῶν
προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων οἷον οἱ ἀπὸ τῆς
Στοᾶς ὑπέλαβον ἢ τῶν ἐκ τοῦ Περιπάτου πολλοί, οἱ μὲν κατ’ ἐπίνοιαν ψιλὴν αὐτὸν
συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος· ἓν γὰρ ἦν τῶν παρ’ αὐτοῖς ἀσωμάτων ὁ
χρόνος, ἃ δὴ καταπεφρόνηται παρ’ αὐτοῖς ὡς ἀδρανῆ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις
ὑφιστάμενα ψιλαῖς· οἱ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγοντες.
Aëtius Plac. II 1, 7. Οἱ Στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον.
Achilles Isagoge 5 p. 129 Petav. Uranol. τὸ δὲ πᾶν τοῦ ὅλου παρὰ τοῖς Στωϊκοῖς διαφέρει. ὅλον μὲν γὰρ λέγουσι τὸν κόσμον· πᾶν δὲ μετὰ τοῦ κενοῦ.
Sextus adv. math. IX 332. καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶναι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεν κενόν, καὶ διὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι, πεπέρασται γὰρ ὁ κόσμος, τὸ δὲ πᾶν ἄπειρον, τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν. [336. οἱ δὲ Στωϊκοὶ οὔτε ἕτερον τοῦ ὅλου τὸ μέρος οὔτε τὸ αὐτό φασιν ὑπάρχειν· ἡ γὰρ χεὶρ οὔτε ἡ αὐτὴ τῷ ἀνθρώπῳ ἐστίν, οὐ γάρ ἐστιν ἄνθρωπος, οὔτε ἑτέρα παρὰ τὸν ἄνθρωπον· σὺν αὐτῇ γὰρ ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος.]
Plutarchus de comm. not. cp. 30 p. 1073d. καθόλου μὲν ἄτοπον καὶ παρὰ
τὴν ἔννοιάν ἐστιν εἶναι μέν τι, μὴ ὂν δ’ εἶναι· καὶ ⟨ἄλλα δʼ⟩ εἶναι μέν, οὐκ ὄντα δὲ
εἶναι λεγόντων, ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν
τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτ’ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ
μὴ ὂν εἶναι τὸ πᾶν· ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ
πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. p.
1074a. ὥστ’ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον
ibid. 6. τὸ πᾶν ὁμολογοῦντες μήτ’ ἔμψυχον εἶναι μήτ’ ἄψυχον ibid. οὔτοι δὲ τέλειον οὔ
φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπ’ ἀπειρίας ἀόριστον·
οὐκοῦν ἔστι τι κατ’ αὐτούς, ὃ μήτ’ ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος
ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔθ’ ὅλον, ὡς αὐτοὶ λέγουσι. τεταγμένου γὰρ τὸ
ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν δι’ ἀπειρίαν καὶ
Diogenes Laërt. VII 137. λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ αὑτοῦ γεννῶν. 138. καὶ αὐτὴν δὲ τὴν διακόσμησιν [τῶν ἀστέρων] κόσμον εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν.
Stobaeus Eclogae l. p. 184, 8 W. Χρυσίππου. Κόσμον δ’ εἷναί φησιν ὁ
Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· ἢ τὸ ἐκ θεῶν καὶ
ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. Λέγεται δ’ ἐτέρως κόσμος ὁ θεός,
καθ’ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται. Τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου
κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ’ ὑπομένον· περιφερόμενον μὲν
τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ’ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. Τὸ γὰρ τῆς πάσης
οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζώῳ τὰ ὀστέα,
τοῦτο δὲ καλεῖσθαι γῆν. Περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν
ἰσχὺν διειληχός. Τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους διὰ τοῦ ὕδατος εἰς ὕψος
ἀνηκούσας, ταύτας δὴ νήσους καλεῖσθαι· τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους
προσηγορεῦσθαι ὑπ’ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις. Ἀπὸ δὲ τοῦ
ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξατμισθέντα, καὶ περικεχύσθαι σφαιρικῶς· ἐκ δὲ
τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. Τὸν μὲν οὖν κατὰ τὴν
διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεκρίσθαι τὰς φύσεις· τὸ δὲ περιφερόμενον
αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται, τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα,
θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. Τῶν μὲν οὖν ἀπλανῶν
ἀστέρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι, πάντα δὲ
τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. Τετάχθαι δὲ τὰ μὲν ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας,
ὡς καὶ ὁρᾶται. τὰ
Arius Didymus apud Eusebium praep. evang. XV 15 p. 817, 6. Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀΐδιον καὶ θεόν. ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι ⟨θεόν, οὐ⟩ τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην διάταξιν ἔχον. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γενητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας. καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀΐδιον εἶναι καὶ θεόν. λέγεσθαι δὲ κόσμον ⟨καὶ⟩ σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων ⟨καὶ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων⟩ καὶ τῶν ἕνεκα τούτων γενομένων σύστημα. ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα, οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δ’ ἀνθρώπων ὑποτεταγμένων. κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεόν, εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς. διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστι. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀϊδίου, προσονομάζεσθαι εἱμαρμένην· Ἀδράστειαν δὲ ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· πρόνοιαν δ’ ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα (frgm. 29 Arii Did. epit. p. 464, 9 Diels).
Cleomedes Circul. doctr. I cp 1 p. 1 Dake. Τοῦ κόσμου πολλαχῶς
λεγομένου ὁ νῦν ἡμῖν λόγος ἐνεστηκὼς περὶ τοῦ κατὰ τὴν διακόσμησίν ἐστιν· ὃν
ὁρίζονται οὕτω. Κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων.
Οὗτος δὲ πάντα μὲν τὰ σώματα ἐμπεριέχει, οὐδενὸς ἁπλῶς ἐκτὸς αὐτοῦ ὑπάρχοντος, ὡς ἐν
ἑτέροις δείκνυται.
Aëtius Plac. I 5, 1 G. 32 E. XV 33. Οἰ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν.
Diogenes Laërt. VII 143. ὅτι τε εἷς ἐστι (scil. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος.
Philo de migrat. Abrah. § 180 Vol. II p. 303, 18 Wendl. (Moses). ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι. γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν (In antecedentibus Chaldaeorum disciplina enarratur: τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων· οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν, εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες etc.).
Proclus in Platonis Timaeum p. 138 E, (ὁ Πλάτων ἀπέφηνε) ὅτι εἷς ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως. καὶ ἔτι τοὺς ὑλικοὺς παρῃτήσατο τρόπους τῆς ἐπιχειρήσεως. οὔτε γὰρ ἀπὸ τῆς ὕλης ὅτι μία, ὡς Ἀριστοτέλης, ἀπέδειξεν, ἢ ἀπὸ τοῦ ὡρίσθαι τοὺς κατὰ φύσιν τόπους, οὔτε ἀπὸ τοῦ ἡνῶσθαι τὴν οὐσίαν, τουτέστι τὴν ὕλην σῶμα οὖσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς.
Cleomedes Circul. doctr. I cp. 1 p. 1 Bake. Οὐ μὴν ἄπειρός γε, ἀλλὰ πεπερασμένος ἐστίν (ὁ κόσμος), ὡς τοῦτο δῆλον ἐκ τοῦ ὑπὸ φύσεως αὐτὸν διοικεῖσθαι. Ἀπείρου μὲν γὰρ οὐδενὸς φύσιν εἶναι δυνατόν· δεῖ γὰρ κατακρατεῖν τὴν φύσιν οὗτινός ἐστιν. Ὅτι δὲ φύσιν ἔχει τὴν διοικοῦσαν αὐτόν, γνώριμον, πρῶτον μὲν ἐκ τῆς τάξεως τῶν ἐν αὐτῷ μερῶν· ἔπειτα ἐκ τῆς τῶν γινομένων τάξεως· τρίτον ἐκ τῆς συμπαθείας τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα· τέταρτον ἐκ τοῦ ἕκαστα πρός τι πεποιῆσθαι· καὶ λοιπὸν ἐκ τοῦ πάντα μεγαλωφελεστάτας παρέχεσθαι τὰς χρείας· ἅπερ ἴδια καὶ τῶν ἐπὶ μέρους φύσεών ἐστιν· ὥστε φύσιν ἔχων τὴν διοικοῦσαν, αὐτὸς μὲν πεπέρασται ἀναγκαίως.
Simplicius in Aristot. de caelo p. 1286 Karsten. p. 284, 28 Heibg. οἱ
δὲ ἀπὸ τῆς Στοᾶς ἔξω τοῦ οὐρανοῦ κενὸν εἶναι βουλόμενοι διὰ τοιαύτης αὐτὸ
κατασκευάζουσιν ὑποθέσεως. ἔστω, φασίν, ἐν τῷ ἐσχάτῳ τῆς ἀπλανοῦς ἑστῶτά τινα
ἐκτείνειν πρὸς τὸ ἄνω τὴν χεῖρα· καὶ εἰ μὲν ἐκτείνει, λαμβάνουσιν ὅτι ἔστι τι ἐκτὸς
τοῦ οὐρανοῦ εἰς ὃ ἐξέτεινεν, εἰ δὲ μὴ δύναιτο
Alexander Aphrod. Quest. III 12 p. 101, 10 Bruns. ὁ λόγος ⟨ὁ⟩ δεικνύναι θέλων ἄπειρον τὸ ὂν διὰ τοῦ τὸν ὑποτεθέντα εἶναι ἐν τῷ τοῦ κόσμου πέρατι ἤτοι ἐκτενεῖν ἐπέκεινα τοῦ κόσμου τὴν χεῖρα ἢ δι’ ὁτιδὴ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι ἐκτὸς τοῦ κόσμου· ἢ γὰρ τὸ κωλῦον ἐκτός ἐστιν, ἢ ἐν ᾧ ἔσται τὸ ἐκτεινόμενον, τὴν πιθανότητα ἔχει παρὰ τῆς φαντασίας τε καὶ αἰσθήσεως, ὥσπερ καὶ ὁ λέγων πᾶν τὸ πεπερασμένον παρά τι περαίνειν. ibid. p. 106, 10. οἱ δὲ τὸ κενὸν εἶναι τιθέμενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης, ὃ λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἀλλ’ ἢ διάστημα διαστήματός φασιν εἶναι δεκτικόν.
Cleomedes Circul. doctr. I cp. 1 p. 2 sq. Ὅτι δὲ ἔστι κενὸν διὰ βραχέων ὑπομνήσομεν (Dein plura argumenta profert, quorum maxime notandum hoc p. 4:) Εἰ δὲ καὶ εἰς πῦρ ἀναλύεται ἡ πᾶσα οὐσία, ὡς τοῖς χαριεστάτοις τῶν φυσικῶν δοκεῖ, ἀνάγκη πλέον ἢ μυριοπλασίονα τόπον αὐτὴν καταλαμβάνειν, ὥσπερ καὶ τὰ εἰς ἀτμὸν ἀναθυμιώμενα τῶν στερεῶν σωμάτων. Ὁ τοίνυν ἐν τῇ ἐκπυρώσει ὑπὸ τῆς οὐσίας ἐκχεομένης καταλαμβανόμενος τόπος, νῦν κενός ἐστιν, οὐδενός γε σώματος αὐτὸν πεπληρωκότος.
Cleomedes Circul. doctr. I cp. 1 p. 9 sq. Bake probare studet: ὅτι τὸ ἐκτὸς τοῦ κόσμου κενὸν ἀπὸ παντὸς μέρους αὐτοῦ εἰς ἄπειρον διήκειν ἀναγκαῖόν ἐστιν.
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054b. Ὅτι τοῦ κόσμου κενὸν ἐκτὸς ἄπειρόν ἐστι, τὸ δ’ ἄπειρον οὔτ’ ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει, πολλάκις (in libris physicis) ὑπ’ αὐτοῦ λέγεται. Καὶ τούτῳ μάλιστα τὴν λεγομένην ὑπ’ Ἐπικούρου τῆς ἀτόμου κάτω φορὰν ἐξ αὑτῆς ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθ’ ἣν τὸ μὲν ἄνω, τὸ δὲ κάτω νοεῖται γινόμενον.
Cleomedes Circul. doctr. 1 cp. 1 p. 7 Bake. Λέγεται κἀκεῖνο ὑπ’ αὐτῶν
(scil. a Peripateticis) ὡς εἰ ἦν ἔξω τοῦ κόσμου κενόν, χεομένη δι’ αὐτοῦ ἡ οὐσία, ἐπ’
ἄπειρον διεσκεδάσθη ἂν καὶ διεσκορπίσθη Ἀλλά,
Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Ἀναγκαῖον τοίνυν εἶναί τινα ὑπόστασιν κενοῦ. Ἔστι δὲ ἁπλουστάτη ἡ αὐτοῦ ἐπίνοια, ἀσωμάτου τε καὶ ἀναφοῦς ὄντος, καὶ οὔτε σχῆμα ἔχοντος οὔτε σχηματιζομένου, καὶ οὔτε τι πάσχοντος οὔτε ποιοῦντος, ἀπλῶς δὲ σῶμα δέχεσθαι οἵου τε ὄντος.
Galenus de animi peccatis dignoscendis 7. Vol. V p. 101 K. ὁ δὲ Στωϊκὸς οὐκ ἔνδον τι κενὸν εἶναι, ἔξωθεν τοῦ κόσμου ὑπάρχειν αὐτό. — — οὐ γὰρ ἕνα ὁμολογεῖ κόσμον εἶναι τόνδε (scil. Epicureus), καθάπερ ὁ Στωϊκὸς οἴεται, κατά γε τοῦτο τοῖς Περιπατητικοῖς ὁμόδοξος.
Diogenes Laërt. VII 140. ἔξωθεν δὲ αὐτοῦ (scil. τοῦ κόσμου) περικεχυμένον εἶναι τὸ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. ἀσώματον δὲ τὸ οἷόντε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον. ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ τοῦ Κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν Τεχνῶν etc.
Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν ed. Bas. I p. 346 K. 785. δυοῖν οὐσῶν αἱρέσεων ἐν φιλοσοφίᾳ κατὰ τὴν πρώτην τομήν, ἔνιοι μὲν γὰρ (scil. Stoici) ἡνῶσθαι τὴν κατὰ τὸν κόσμον οὐσίαν ἅπασαν, ἔνιοι δὲ διῃρῆσθαί φασι κενοῦ παραπλοκῇ etc.
Galenus comm. 4 in Hippocr. epid. 6 ed. Bas. V 497K. XVII B. 162. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχεῖν ἀκόλουθόν ἐστιν· τῇ δ’ Ἀριστοτέλους τε καὶ ⟨τῶν⟩ Στωϊκῶν ἐναντίον, οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί· περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντελῶς ὑπάρχειν αὐτό.
Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Τοιοῦτον δὲ ὑπάρχον τὸ
κενόν, ἐν μὲν τῷ κόσμῳ οὐδὲ ὅλως ἔστι. Δῆλον δὲ ἐκ τῶν φαινομένων. Εἰ γὰρ μὴ δι’ ὅλου
συμφυὴς ὑπῆρχεν ἡ τῶν ὅλων οὐσία, οὔτ’ ἂν ὑπὸ φύσεως οἷόντ’ ἦν συνέχεσθαι καὶ
διοικεῖσθαι τὸν κόσμον, οὔτε τῶν μερῶν αὐτοῦ συμπάθειά τις ἂν ἦν πρὸς ἄλληλα· οὔτε μὴ
ὑφ’ ἑνὸς τόνου συνεχομένου αὐτοῦ καὶ τοῦ πνεύματος μὴ δι’ ὅλου ὄντος συμφυοῦς, οἷόντ’
ἂν ἦν ἡμῖν ὁρᾶν ἢ ἀκούειν. Μεταξὺ γὰρ ὄντων κενωμάτων ἐνεποδίζοντο ἂν ὑπ’ αὐτῶν αἱ
αἰσθήσεις.
Aëtius Plac. II 2, 1. Οἱ μὲν Στωϊκοὶ σφαιροειδῆ τὸν κόσμον.
Philo quaest. et solut. in Exodum II 90 (p. 528 Aucher). Vides quod terra et aqua, quippe quae in medio sunt totius aëris ignisque, caelo circumlato, firmatae sunt non aliunde unquam, sed sese invicem tenendo mutuis vinculis secundum ligantem eos divinum sermonem sapientissimo artificio perfectissimaque harmonia?
Cicero de nat. deor. II 115. ita stabilis est mundus atque ita cohaeret ad permanendum, ut nihil ne excogitari quidem possit aptius. Omnes enim partes eius undique medium locum capessentes nituntur aequaliter. Maxime autem corpora inter se iuncta permanent, cum quasi quodam vinculo circumdato colligantur; quod facit ea natura, quae per omnem mundum, omnia mente et ratione conficiens, funditur et ad medium rapit et convertit extrema.
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054e. Ταῦτα δ’ οὐκ ἂν ἑφοβεῖτο
(mundum deletum iri, partibus in medium infiniti spatii confluentibus) μὴ φύσει τὰ
σώματα φέρεψθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς
περιεχούσης τὴν οὐσίαν χώρας· περὶ οὖ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ
παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ
δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως, ἐπὶ
τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν.
Ἀρκεῖ δ’ εἰς
τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. Ὑπειπὼν γὰρ ὅτι τέλεον
μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη, τῷ πρὸς τὸ ὅλον πως
ἔχειν, καὶ μὴ καθ’ αὑτὰ εἶναι,
καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ
τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος,
οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν,
ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τοῦ ὅλου
τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου, καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ
τῆς τοῦ σώματος φύσεως, πιθάνον πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύκίνησιν
σιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ
μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν.
p. 1055 bc. Καίτοι τοῖς προειρημένοις ταυτὶ
συνάπτεις, ὥσπερ αὐτὸς σεαντὸν ἐξελέγξαι φιλοτιμούμενος· Ὃν τρόπον δὲ κινεῖται
ἕκαστον τῶν μορίων, συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον οὕτω καὶ καθ’ αὑτὸ κινεῖσθαι, καὶ εἰ
λόγου χάριν νοήσαιμεν. αὐτὸ
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054c. Ἀλλ' ἔν γε τῷ τετάρτῳ
περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος, ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν
κόσμον· ἔστι δ’ ἡ λέξις αὕτη· Διὸ καὶ ἐπὶ τοῦ κὁσμου εἰ ῥητέον αὐτὸν
φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. Οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως
ἔχειν. Οἱονεὶ δ’ εἰς τὴν ὥσπερ, ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας
κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεὶ εἰ ἀλλαχῇ νοηθείη ὤν, καὶ παντελῶς ἂν
αὐτῷ συνάπτοι ἡ φθορά.
Καὶ μετὰ μικρὸν αὖθις· Οὕτω γάρ πως καὶ ἡ οὐσία
συντέτευχεν ἀϊδίως τὸν μέσον κατειληφυῖα τόπον, εὑθὺς τοιάδε τις οὖσα, ὥστε * καθ’
ἕτερον τρόπον, ἀλλὰ * καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, ⟨καὶ⟩
κατὰ τοῦτ' ιὐτὸ εἶναι ἀΐδιον.
p. 1054d. δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς
οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο. idem de defectu
oraculorum cp. 28. διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δὲ ὅλως διαπορεῖν ὅ τι δὴ
παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ, τὸν μέσον τόπον ἀϊδίως
κατειληφυῖαν, οὐχ ἤκιστα τοῦτον συνείργεσθαι πρὸς τὴν διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν.
ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς
ὀνειρώττων, ἀτοπώτερόν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν
ὑποθεὶς καὶ ταῦτα πολλάκις εἰρηκὼς ἐν ἑτέροις ὅτι
ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς μέσου διοικεῖται καὶ
συνέχεται κινήσεσι.
Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 671, 4. (λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι) δυνατὸν τούτῳ τῷ ἐπιχειρήματι καὶ πρὸς τοὺς Στωϊκοὺς χρήσασθαι ἄπειρον κενὸν λέγοντας ἐκτὸς περιέχειν τὸν κόσμον. διὰ τὶ γὰρ ἀπείρου ὄντος τοῦ κενοῦ ἐνταῦθα οὗ ἐστι μένει ὁ κόσμος καὶ οὐ φέρεται; ἢ εἰ φέρεται, τί μᾶλλον ἐνταῦθα ἢ ἀλλαχοῦ; τὸ γὰρ κενὸν ἀδιάφορον καὶ ὁμοίως ὑπεῖκον πανταχῇ· εἰ δὲ λέγουσιν, ὅτι τῆς ἕξεως τῆς αὐτῆς αὐτὸν συνεχούσης μένει, πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει.
Themistius paraphr. in Aristot. Phys. IV 8 p. 294 Sp. τοῦτο
Achilles Isagoge 9 p. 131 in Petav. Uranol. Δόγμα ἐστὶ τῶν Στωϊκῶν καὶ μαθηματικῶν, μένειν τὸν κόσμον. τὸ μέντοι δόγμα διὰ τοιούτων κατασκευάζεται. εἰ ὁ κόσμος κενῷ ἐν ἀπείρῳ ὑπάρχων κάτω ἐφέρετο, οὐκ ἂν ὄμβροι κατελάμβανον τὴν γῆν· καταλαμβάνουσι δέ· οὐκ ἄρα φέρεται ὁ κόσμος, ἀλλὰ ἕστηκε. - καὶ πάλιν οἱ ἄνεμοι ἄλλοι μὲν ἀπὸ τῆς γῆς εἰς ἀέρα, ἄλλοι δὲ ἐπὶ τὰ κάτω εἰσὶ καταβαλλόμενοι· εἰ δὲ οὐ **** οὐκ ἄρα φέρεται ὁ κόσμος. - φασὶ δὲ μένειν τὸν κόσμον ἐν ἀπείρῳ κενῷ διὰ τὴν ἐπὶ τὸ μέσον φοράν· ἐπεὶ πάντα αὐτοῦ τὰ μέρη ἐπὶ τὸ μέσον νένευκε. μέρη δέ ἐστιν αὐτοῦ γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἃ πάντα νεύει ἐπὶ τὸ μέσον· διὰ τοῦτο οὖν οὐδαμοῦ ῥέπει ὁ κόσμος.
Achilles Isagoge 4 (in Petavii Uranologio p. 126). Καλῶς ἂν ἔχοι
πείθεσθαι τῷ Χρυσίππῳ φήσαντι ἐκ τῶν τεσσάρων στοιχείων τὴν σύστασιν τῶν ὅλων
γεγονέναι, αἶτιον δὲ τῆς μονῆς τούτων τὸ ἰσοβαρές. δύο γὰρ ὑποκειμένων βαρέων, γῆς
καὶ ὕδατος, δύο δὲ κούφων, πυρὸς καὶ ἀέρος, τὴν τούτων σύγκρασιν αἰτίαν εἶναι τῆς τοῦ
παντὸς τάξεως. ὥσπερ γὰρ εἰ ἦν ὁ κόσμος βαρὺς κάτω ἂν ἐφέρετο, οὕτως, εἰ καὶ κοῦφος,
ἄνω. μένει δὲ τῷ ἴσον ἔχειν τὸ βαρὺ τῷ κούφῳ. τὸν δὲ αἰλθέρα καὶ οὐρανὸν (εἴτε ὁ
αὐτός, εἴτε διάφορος) ἔξωθεν εἶναι, σφαιρικὸν σχῆμα ἔχοντα. μετὰ δὲ τοῦτον ἐντὸς
αὐτοῦ τὸν ἀέρα εἶναι, καὶ αὐτὸν σφαιρικῶς περικείμενον ἔξωθεν τῇ γῇ. ἐνδοτέρω δὲ
αὐτοῦ τρίτην εἶναι σφαῖραν, τὴν τοῦ ὕδατος, περὶ αὐτὴν τὴν γῆν μεταξὺ τοῦ ἀέρος καὶ
τῆς γῆς. ἐν δὲ τῷ μεσαιτάτῳ τὴν γῆν εἶναι, κέντρου τάξιν καὶ μέγεθος ἐπέχουσαν, ὡς ἐν
σφαίρᾳ· καὶ τὰς μὲν ἄλλας τρεῖς σφαίρας ἢ τέσσαρας περιδινεῖσθαι· τὴν δὲ τῆς γῆς
μόνην ἑστάναι. ibidem paulo post: τεσσάρων οὖν ὄντων τῶν στοιχείων, συμβέβηκε τὸ πῦρ
καὶ τὸν ἀέρα, κουφότατα ὄντα, ἐπὶ τὴν ἄνω φορὰν ἔχειν τὴν ὁρμὴν καὶ περιδινεῖσθαι
(sequuntur exempla) p. 127. ὅτι δὲ ἡ γῆ καὶ τὸ ὕδωρ βαρέα καὶ κατωφερῆ, οὐ δεῖ λόγου,
τῆς πείρας διδασκούσης. ibidem paulo post: ὅτι δὲ καὶ ἕστηκεν ἡ γῆ, παραδείγματι
χρῶνται τούτῳ. εἴ τις (φασὶν) εἰς φύσκαν κέγχρον βάλοι ἢ κόκκον φακοῦ, καὶ φυσήσειε
καὶ ἐμπλήσειεν αὐτὴν ἀέρος, συμβήσεται μετεωρισθέντα τὸν κόκκον ἐν μέσῳ τῆς κύστεως
στῆναι. καὶ τὴν γῆν δέ, πανταχόθεν ὑπὸ τοῦ ἀέρος ὠθουμένην ἰσοῤῥόπως, ἐν τῷ μέσῳ
εἶναι καὶ ἑστάναι. ἢ πάλιν ὥσπερ εἴ τις λαβὼν σῶμα δήσειε πανταχόθεν σχοινίοις καὶ
Simplicius in Aristot. categ. f. 36 B. ed. Bas. ἀλλ’ οἱ μὲν οὐδὲ εἶναι φύσει τὸ ἄνω καὶ τὸ κάτω νομίζουσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν θεωρεῖσθαι — — οἱ δὲ (scil. Stoici) τὸ ἄνω καὶ τὸ κάτω οὐ κατὰ σχέσιν, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς διάστασιν λαμβάνουσι, τήν τε ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα καὶ τὴν ἀπὸ τῶν περάτων πρὸς τὸ μέσον· φύσει γὰρ διάφορα ταῦτα.
Cleomedes Circul. doctr. I cp. 1 p. 11 Bake. (τὸ κενὸν–ἀσώματον ὂν οὔτε ἄνω τι ἂν ἔχοι οὔτε κάτω οὔτε ἔμπροσθεν οὔτε ὄπισθεν, οὔτε ἐκ δεξιῶν οὔτε ἐξ εὐωνύμων, οὔτε μέσον) p. 12. Αὐτὸς δὲ ὁ κόσμος, σῶμα ὤν, ἔχει τι καὶ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς σχέσεις ἀναγκαίως. Ἐμπρόσθια μὲν οὖν τὰ πρὸς τῇ δύσει φασὶν εἶναι αὐτοῦ, ἐπειδὴ ὡς ἐπὶ δύσιν ἔχει τὴν ὁρμήν. ὀπίσθια δὲ τὰ πρὸς τῇ ἀνατολῇ· ἀπὸ τούτων γὰρ ἐπὶ τὰ ἔμπροσθεν πρόεισιν. Ὅθεν δεξιὰ μὲν αὐτοῦ τὰ πρὸς ἄρκτον, εὐώνυμα δὲ τὰ πρὸς μεσημβρίαν γενήσεται. Καὶ αὗται μὲν αἱ σχέσεις αὐτοῦ οὐδὲν ἔχουσιν ἀσαφές. Αἱ δὲ λοιπαὶ σχέσεις πολλὴν παρέσχον ταραχὴν τοῖς παλαιοτέροις τῶν φυσικῶν καὶ πλεῖστα γέγονε κατὰ τὸν τόπον διαπτώματα, οὐ δυνηθέντων ἐπιστῆσαι, ὅτι ἐν τῷ κόσμῳ, σφαιρικῷ τὸ σχῆμα ὄντι, κάτω μὲν ἀπὸ παντὸς αὐτοῦ τὸ μεσαίτατον εἶναι ἀναγκαῖον· ἄνω δὲ τὸ ἀπὸ παντὸς τοῦ μέσου ἐπὶ τὰ πέρατα καὶ τὴν ἐπιφάνειαν αὐτὴν τῆς σφαίρας διῆκον, συμπιπτουσῶν τῶν δύο σχέσεων ἐν ταὐτῷ καὶ τοῦ αὐτοῦ μέσου τε καὶ κάτω ὑπάρχοντος.
Diogenes Laërt. VII 155. ἀρέσκει δὲ αὐτοῖς καὶ τὴν διακόσμησιν ὧδε ἔχειν· μέσην τὴν γῆν κέντρου λόγον ἐπέχουσαν, μεθ’ ἣν τὸ ὕδωρ σφαιροειδές, ἔχον τὸ αὐτὸ κέντρον τῇ γῇ, ὥστε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα ἐσφαιρωμένον.
Servius ad Aeneid. I 381. secundum physicos qui dicant terram inferiorem esse, quia omne quod continet supra illud est quod continetur.
Philo de confusione linguarum § 5 Vol. II p. 230, 21 Wendl. Commemorantur οἱ ζητητικοὶ τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον εἶναι τὴν γῆν ὡμολόγησαν.
Philo quaest. et solut. in Exodum II 81 (p. 523 Aucher). Unum est
caelum et nemini alii simile secundum figuram viresque. Namque quattuor elementa
cognationem habent inter se tam substantia quam circumactione; substantia, cum mutuo
commutantur; circumactione vero, quoniam rectum motum continent: de centro superius
ignis et aër, subque centro aqua et terra; caelum vero non directe, sed circuitu
circumfertur, figuram habens undique aequalem perfectissimam. ibidem II 88 (p. 527
Aucher). Quamvis terra ab aqua distincta sit et aqua ab aëre aërque ab igne et ignis
ab istis singulis, nihilo minus
Philo quaest. et solut. in Genesin II 85 (p. 526 Aucher). Subniger est aër, nullam habens luminis in se speciem, ideoque ab alio lumine illuminatur.
Scholia Hesiod. Theogon. 119. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα καὶ τὸ περὶ αὐτήν. εἶναι δὲ εἰκός, τοῦτον ἐξ ἐλάσσονος ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενον καὶ ἀτμιζόμενον τεταράχθαι, μέχρι ἂν λάβῃ τὸν ἥλιον. τότε γὰρ τῷ ἡλίῳ συμπαρεκτείνεται, ὥσπερ τῷ πυρακτωθέντι σιδήρῳ τὸ πῦρ. ἄλλως. Τάρταρα τὸν ἀέρα ἀπὸ τοῦ ταράττεσθαι, ἐπειδή, ὥς φασιν, ἕως ὧδε εἶπε τὰ δʹ στοιχεῖα.
Scholia Hesiod. Theogon. v. 116. οἱ δὲ εἰρῆσθαί φασι χάος παρὰ τὸ
χεῖσθαι, ὅ ἐστι χέεσθαι· οἱ δέ φασιν ἀπὸ τοῦ χαδεῖν, ὅ ἐστι χωρεῖν· Ἥρη δ’ οὐκ
ἔχαδε χόλον.
ἡ οὖν εἰς τὰ στοιχεῖα διάκρισις καὶ διαχώρησις χάος. οἱ δὲ τὸ ὕδωρ
λέγουσιν, ἐκ τοῦ οὐρανίου ὕδατος ἀναδιδόμενον, ὥσπερ ἀὴρ σκοτεινός, ἄλλοι δὲ τὸν
ἀέρα, ἤγουν τὸν κεχυμένον ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ.
Scholia Hesiod. Theogon. v. 115. τρία πρῶτον ἐγένοντο· Χάος, Γῆ, Ἔρως οὐράνιος, ὃς καὶ θεός· ὁ γὰρ ἐξ Ἀφροδίτης νεώτερός ἐστι. ἐκ δὲ τοῦ ὕδατος ἐγένοντο τὰ στοιχεῖα· γῆ κατὰ συνίζησιν, ἀὴρ κατὰ ἀνάδοσιν, τὸ δὲ λεπτομερὲς τοῦ ἀέρος γέγονε πῦρ, ἡ δὲ θάλασσα κατὰ ἐκμύζησιν, τὰ δὲ ὄρη κατὰ ἐξοστρακισμὸν τῆς γῆς.
Philo quaest. et solut. in Genesin IV 5 (p. 248 Aucher). Manifestatur et aliquid huiusmodi a praesenti scriptura, quod homines per aquam lavati mundantur, aqua vero ipsa per divinum pedem. Symbolice autem pes ultimum et infimum corporis est; ultima vero divinorum sortitus est aër, animans creaturas cougregatas. Nam si aër non tangat moveatque aquam, emoritur ista; vivifica autem magis comperitur non aliunde nisi aëre in eam intermixto.
Philo quaest. et solut. in Genesin I 64 (p. 44 Aucher). Per ordinem autem universus mundus et huius partes factae sunt. Quoniam et mundi conditor, cum indomitam inordinatamque et patibilem essentiam ordinare coepit, sectione usus est et divisione. Nam gravia et deorsum prona. ex natura, terram et aquam in medio universi posuit, aëra vero et ignem sursum, ob levitatem sublevatos.
Philo de provid. II § 62 (p. 87 Aucher). Perpende, quod dicis, gravioribus sursum agi leviora, quoniam non omne - corpus pondere gaudet, ita ut quaedam omnino non gravia dici apud physicum expediat, velut opposita gravibus, magnam enim vim habet contrariorum compositio, ex quibus mundus est factus. — — Sufficiet - dicere, quod aër et ignis, naturaliter habentes motum in sursum absque gravitate, nec a terra neque ab aqua sursum premuntur.
Dio Chrysost. Or. XXXVI § 42sq. mundi gubernationem describit sub
imagine currus quattuor equis vecti i. e. quattuor elementis.
Plutarchus de facie lunae cp. 5 p. 922d. (Lucius Pharnaci Stoico dicit, de aëre locutus) πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, δι’ ὅλου τρεπόμενος ἐκφωτίζεται.
Aëtius Plac. I 12, 4. Οἱ Στωϊκοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. κοῦφον γὰρ ὑπάρχει φύσει ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. καὶ τὸ μὲν περίγειον φῶς κατ’ εὐθεῖαν, τὸ δ’ αἰθέριον περιφερῶς κινεῖται.
Cleomedes Circul. doctr. I cp. 11 p. 75 Bake. Οὐ χρὴ δὲ ἀπορεῖν ἐνταῦθα
πῶς ἡ γῆ, στιγμιαία οὖσα πρὸς τὸ μέγεθος τοῦ κόσμου, ἀναπέμπει τροφὴν τῷ τε οὐρανῷ
καὶ τοῖς ἐμπεριεχομένοις ἐν αὐτῷ ἄστροις, τοσούτοις καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος
οὖσι. Τῷ μὲν γὰρ ὄγκῳ βραχεῖά ἐστιν ἡ γῆ, τῇ δὲ δυνάμει μεγίστη, σχεδὸν αὐτὴ τὸ
πλεῖστον τῆς οὐσίας ὑπάρχουσα. Εἰ γοῦν ἐπινοήσαιμεν αὐτὴν ἢ εἰς καπνὸν ἢ εἰς ἀέρα
πᾶσαν ἀναλυομένην, κατὰ πολὺ ἂν μείζων γένοιτο τῆς τοῦ κόσμου περιοχῆς. Καὶ οὐ μόνον
γε εἰ καπνὸς ἢ ἀὴρ ἢ πῦρ γένοιτο, ἀλλὰ καὶ εἰς κονιορτὸν ἀναλυθεῖσα. Πάρεστι γοῦν
ὁρᾶν ὅτι καὶ τὰ εἰς καπνὸν ἀναλυόμενα τῶν ξύλων σχεδὸν ἐπ’ ἄπειρον χεῖται, καὶ ὁ
ἐκθυμιώμενος λιβανωτός, καὶ ὁπόσα ἕτερα τῶν στερεῶν σωμάτων εἰς ἀτμὸν ἀναλύεται. Καὶ
εἰ τὸν οὐρανὸν δὲ σὺν τῷ ἀέρι καὶ τοῖς ἄστροις ἐπινοήσαιμεν συναγόμενον εἰς τὸ τῆς
γῆς πύκνωμα, εἰς ἐλάττονα ὄγκον αὐτῆς συσταλείη ἄν. Ὥστε τῷ μὲν ὄγκῳ ἡ γῆ στιγμιαία
ὡς πρὸς τὸν κόσμον οὖσα, ἀφάτῳ δὲ τῇ δυνάμει κεχρημένη καὶ σχεδὸν ἐπ’ ἄπειρον χεῖσθαι
φύσιν ἔχουσα, οὐκ ἔστιν ἀδύνατος ἀναπέμπειν τροφὴν τῷ οὐρανῷ καὶ τοῖς ἐν τῷ οὐρανῷ.
Οὐδ’ ἂν ἐξαναλωθείη τούτου ἕνεκα, ἐν μέρει καὶ αὐτὴ ἀντιλαμβάνουσά τινα ἔκ τε ἀέρος
καὶ ἐξ οὐρανοῦ. Ὁδὸς γὰρ ἄνω κάτω, φησὶν ὁ Ἡράκλειτος, δι’ ὅλης ⟨τῆς⟩ οὐσίας
τρέπεσθαι καὶ μεταβάλλειν πεφυκυίας, εἰς πᾶν ⟨δὲ⟩ τῷ δημιουργῷ ὑπεικούσης εἰς τὴν τῶν
ὅλων διοίκησιν καὶ διαμονήν.
Scholia Hesiod. Theog. v. 397. ἧλθε δ’ ἄρα πρώτη Στὺξ ἄφθιτος
Οὕλυμπόνδε.
πρῶτον γὰρ ἐχωρίσθη τὸ ὕδωρ τὴν γῆν ἐπικαλύπτον καὶ πρὸς τὸν ἀέρα
ἀνέδραμεν· ὑπὸ τούτῳ γὰρ κεῖται τὸ ὕδωρ.
Clemens Al. Stromat. V 14 p. 701 Pott. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον.
Aëtius Plac. II 4, 1. Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον.
Simplicius in Aristot Phys. p. 1121, 12 Diels. γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς. καὶ δῆλον ὅτι καὶ περὶ κινήσεως οὗτοι τὴν αὐτὴν ἔχουσι δόξαν· ὅτε γὰρ κόσμος ἦν, τότε κίνησιν ἀναγκαῖον εἶναι.
Philo de provid. I § 9 (p. 5 Auch.). Porro mundi partes, ut essent, accepisse initium fatemur. Atqui partes, si initium ut essent habuerunt, omnino necesse est totum quoque ut esset initium habuisse. Et si pars corruptioni obnoxia est, corruptioni obnoxium et totum sit oportet. Cf. § 88 ubi eadem iterantur.
Philo de provid. I § 10 (p. 6 Aucher). Nonne apud omnes in confesso est, quod pars mundi est talis homo, quo homine humanitas exstitit? nusquam enim humanitas erit, nisi prius homo aliquis. Atqui homo ille initium habet generationis et est pars humanitatis; neque enim datur humanitas sine aliquo homine, et sublato ipso homine quodam, simul tollitur etiam humanitas. Si ergo homo quidam humanae generationis initium sumpsit, omnino necesse est et humaniatem subiacere creationi.
Plutarchus de Stoic. repugn. cp. 41 p. 1053a. ἔμψυχον ἡγεῖται τὸν
ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ μεταβαλούσης. Λέγει
γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως Ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· δι’ ἀέρος
εἰς ὕδωρ πρέπεται· κἀκ τούτου γῆς ὑφισταμένης ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ
ἀέρος, ὁ αἰθὴρ περιχεῖται κύκλῳ· οἱ δ’ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου
ἀνάπτονται.
Diogenes Laert. VII 135. ἕν τε εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ
Δία· πολλαῖς τε ἑτέραις ὀνομασίαις προσονομάζεσθαι. 136. κατ’ ἀρχὰς μὲν οὖν καθ’
αὑτὸν ὄντα τρέπειν τὴν πᾶσαν οὐσίαν
Diogenes Laërt. VII 142. Γίνεσθαι δὲ τὸν κόσμον, ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι’ ἀέρος εἰς ὑγρότητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ γῆ, τὸ δὲ λεπτομερὲς ἐξαραιωθῇ, καὶ τοῦτ’ ἐπὶ πλέον λεπτυνθὲν πῦρ ἀπογεννήσῃ. εἶτα κατὰ μῖξιν ἐκ τούτων φυτά τε καὶ ζῷα καὶ τὰ ἄλλα γένη. Περὶ δὴ οὖν τῆς γενέσεως καὶ [τῆς] φθορᾶς τοῦ κόσμου φησὶ Ζήνων μὲν ἐν τῷ περὶ ὅλου, Χρύσιππος δὲ ἐν τῇ πρώτῃ τῶν φυσικῶν etc.
Aëtius Plac. II 6, 1. οἱ Στωϊκοὶ ἀπὸ γῆς ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
Achilles Isagoge 7 p. 131 in Petav. Uranol. Οἱ Στωϊκοὶ φασὶν ἐκ τῆς γῆς τὴν ἔξωθεν γίνεσθαι πρῶτον περιφοράν. ἐπεὶ γὰρ ἡ γῆ κέντρου τάξιν ἐπέχει, ὥσπερ ἀπὸ κέντρου κύκλος γίνεται, οὕτω καὶ ἀπὸ τῆς γῆς εἰκὸς ἔξω περιφέρειαν γεγονέναι.
Philo quaest. et solut. in Exodum I 1 (p. 445 Aucher). Tempus autem
mundi conditi, siquis opportuno examinis consilio utens inquirere velit veritatem,
vernum tempus est; hoc enim tempore omnia universim florescunt ac germinantur et suos
terra perfectos generat fructus. Nihil autem imperfectum erat, ut dixi, in prima
procreatione universorum. Nam opera data constitutum erat, ut gens ista optime
conversaretur in mundo, sortita propriam partem meliorem pro honore pietatis, magnam
hanc urbem, mundum inquam, et urbanitatem.
Aëtius Plac. II 4, 7. οἱ Στωϊκοὶ φθαρτὸν τὸν κόσμον, κατ’ ἐκπύρωσιν δέ.
Commenta Lucani Lib. VII 1 p. 220 Us. Quam lex aeterna: potest secundum Platonem intellegi qui natum quidem tradit esse mundum, sed non interiturum. diverse Stoici et Epicurei, qui et natum esse et periturum adfirmant.
Commenta Lucani Lib. VIII 459 p. 274 Us. quod Stoici dicunt: utique si non fuit, potest et non esse. initium enim habere non potest, quod non habet finem.
Laetantius instit. div. II 10. Aristoteles autem labore se ac molestia liberavit, dicens semper mundum fuisse: itaque et humanum genus et cetera quae in eo sunt initium non habere, sed fuisse semper ac semper fore. Sed cum videamus singula quaeque animalia quae ante non fuerant incipere esse et esse desinere: necesse est totum genus aliquando esse coepisse et aliquando desiturum esse quia coeperit. Omnia enim tribus temporibus contineri necesse est, praeterito, praesenti, futuro. Praeteriti est origo, praesentis substantia, futuri dissolutio. Quae omnia in singulis hominibus apparent: et incipimus enim cum nascimur, et sumus cum vivimus, et desinimus cum interimus. Unde etiam tres Parcas esse voluerunt: unam quae vitam hominis ordiatur, alteram quae contexat, tertiam quae rumpat ac finiat. In toto autem genere hominum quia solum praesens tempus apparet, ex eo tamen et praeteritum, id est origo colligitur et futurum, id est dissolutio. Nam quoniam est, apparet aliquando coepisse (esse enim nulla res sine exordio potest) et quia coepit, apparet quandoque desiturum. nec enim potest id totum esse immortale, quod ex mortalibus constat. Nam sicut universi per singulos interimus, fieri potest ut aliquo casu omnes simul, vel sterilitate terrarum, quae accidere particulatim solet; vel pestilentia ubique diffusa, quae singulas urbes atque regiones plerumque populatur; vel incendio in orbem misso, quale iam fuisse sub Phaëtonte dicitur; vel diluvio aquarum quale sub Deucalione traditur, cum praeter unum hominem genus omne deletum est. Quod [diluvium] si casu accidit, profecto potuit accidere, ut et unus ille qui superfuit interiret: si autem divinae providentiae nutu, quod negari non potest, ad reparandos homines reservatus est, apparet in dei potestate esse vel vitam vel interitum generis humani. Quodsi potest occidere in totum, quia per partes occidit, apparet aliquanudo esse ortum, et ut fragilitas initium sic declarat et terminum. Quae si vera sunt, non potuit defendere Aristoteles, quominus habuerit et mundus ipse principium. Quod si Aristoteli Plato et Epicurus extorquent, et Platoni et Aristoteli, qi semper fore mundum putaverunt, licet sint eloquentes, ingratis tamen idem Epicurus eripiet, quia sequitur, ut habeat et finem.
Diogenes Laërt. VII 141. ἀρέσκει δὲ αὐτοῖς καὶ φθαρτὸν εἶναι
Clemens Al. Stromat. V 14 p. 711 Pott. Σαφέστατα Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης· τὸν μέν τινα κόσμον ἀΐδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πῶς ἔχοντος· ἀλλ’ ὅτι μὲν ἀΐδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως· (sequitur Heracliti frgm. 20 Byw.) ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζεν μηνύει τὰ ἐπιφερόμενα (sq. Heracl. frgm. 21 Byw.) δυνάμει γὰρ λέγει ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως· ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίγνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. Ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται σαφῶς διὰ τούτων δηλοῖ (sq. Heracl. frgm. 23 Byw.). ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά. Παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς.
Philo de provid. I § 13 (p. 7 Aucher). Corruptio particularum alicuius partis et iterum corruptio minimae partis huius particulae, si ex ipsa natura atque essentia corporis oriatur, praesignat corruptionem quoque futuram corporis totius. Quid enim est corruptio in aliquam corporis partem primum obrepens, nisi differentia quaedam parti vel particulae inducta, qua fit ut differant ab iis corporibus, ex quibus sunt sublatae? Siquidem quod unius eiusdemque erat naturae, dissolutionem subiit corruptionis, expectantibus aliis quoque corporibus parem sortiri dissolutionem ac corruponem; ita ut universa corpora mors in unum finem concludat. 14. Qui ergo naturali usus ratione videt condicionem animantium animaliumque ratione praeditorum et universim omnium rerum, quae n mundo sunt ac fuere, quod nempe in fluxu sint, nonne universum quoque mundum ad normam partium suarum habiturum esse corruptionem fatebitur?
Philo de provid. I § 15 (p. 8 Aucher). Terrae itaque et aëris natura
examinata atque perpensa nullam in istis invenias differentiam a ceteris mundi
partibus, nisi quod unius eiusdemque naturae est totum in genere: et tamen utriusque
terminus generatio est ac corruptio. Cum enim ista subiecta sunt mutationi,
variationi et conversionibus, finem etiam habent, et permutationem naturae suae ab
igne. Ita ut, consumpta longo opere ac deficiente tota naturali fertilitate,
germinationem non ulterius terra prae se ferat; quae sane semper ita habere
voluisset, sed non potuit, ab igne impedita, ne germina producat, vel corruptione
aquarum caenosa reddita, et aliter etiam aliis variationibus permutata. Quomodo illam
itaque immortalem dicere praesumant, qui sapientiae vestigiis institerunt? § 18. agam
— — de terra atque aëre, non minus ipsam aëris
Cicero de nat. deor. II 118. Sunt autem stellae natura flammeae; quocirca terrae, maris, aquarum vaporibus aluntur iis, qui a sole ex agris tepefactis et ex aquis excitantur, quibus altae renovataeque stellae atque omnis aether refundunt eadem et rursum trahunt indidem, nihil ut fere intereat aut admodum paululum, quod astrorum ignis et aetheris flamma consumit. Ex quo eventurum nostri putant - ut ad extremum omnis mundus ignesceret, cum umore consumpto neque terra ali posset nec remearet aër, cuius ortus aqua omni exhausta esse non posset, ita relinqui nihil praeter ignem, a quo rursum animante ac deo renovatio mundi fieret atque idem ornatus oreretur.
Alexander in Aristot. Meteorol. f. 90a ed. Ven. Ὅθεν τοὺς ἐπὶ μικρὸν βλέποντας φησὶ καὶ ἀπὸ τῶν μικρῶν περὶ τῶν ὅλων πειρωμένους λέγειν τῆς τοιαύτης κατὰ τὴν γῆν μεταβολῆς, καθ’ ἣν τὰ μὲν ἑλώδη τε καὶ ὑγρὰ οἰκήσιμά τε καὶ σύμμετρα γίνεται διὰ ξηρότητα, τὰ δὲ πρότερον συμμέτρως ἔχοντα ἀοίκητα διὰ τὴν τῆς ξηρότητος ἐπίτασιν, αἰτίαν λέγειν εἶναι τὴν τοῦ ὅλου μεταβολήν τε καὶ φθοράν. ἡγοῦνται γὰρ σημείοις τούτοις χρώμενοι ἐκπύρωσιν γίνεσθαι τοῦ ὅλου, ὡς Ἡράκλειτος μὲν πρὸ αὐτοῦ καὶ οἱ τῆς ἐκείνου δόξης, οἱ δὲ ἀπὸ τῆς Στοᾶς μετ’ αὐτόν. καὶ ἐκ τούτου λέγουσιν, ὡς ὄντος γενητοῦ τε καὶ φθαρτοῦ τοῦ παντός, ὡς τοῦ τῆς γῆς τὰ μὲν ξηραίνεσθαι τὰ δὲ πάλιν ἐξυγραίνεσθαι αἰτίαν χρὴ τὴν τοῦ κόσμου γένεσιν ἡγεῖσθαι. ἄτοπον δὲ διὰ βραχείας μεταβολὰς κινεῖν τὸ πᾶν καὶ γενητόν τε καὶ φθαρτὸν ποιεῖν. τὸ γὰρ τῆς γῆς μέγεθος οὐδέν ἐστιν ὡς πρὸς ὅλον τὸν οὐρανὸν παραβαλλόμενον· κέντρου γοῦν φασιν αὐτὴν λόγον ἔχειν ὡς πρὸς τὸ πᾶν.
Minucius Fel. Octav. cp. 34, 2. Quis enim sapientium dubitat, quis ignorat, omnia quae orta sunt occidere, quae facta sunt interire? Caelum quoque cum omnibus, quae caelo continentur, ita ut coepit, si desierit fontium dulcis aqua maria nutrire, in vim ignis abiturum, Stoicis constans opinio est, quod consumpto umore mundus hic omnis ignescat.
Stobaeus Eclogae l p. 171, 2 W. Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυσίππῳ
ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην
ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα πρότερον ἦν (Diels Arii Didymi Epit. phys. frgm.
36).
Aëtius Plac. II 4, 13. οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί φασι χρόνους, καθ’ οὓς κατὰ ταὐτὰ καὶ ὡςαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν. ⟨οἱ Στωϊκοὶ⟩ μήτε αὔξεσθαι μήτε μειοῦσθαι τὸν κόσμον, τοῖς δὲ μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς πλέονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι.
Hippolytus Philos. 21 (DDG p. 571, 20) Stoici, Chrysippus et Zeno: προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου οἱ μὲν παντός, οἱ δὲ μέρους· καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν.
Arius Didymus epit. phys. fr. 37 Diels (DG. p. 469, 12. Euseb. praep.
evang. XV 19, 1) ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος καὶ ⟨ἡ⟩ κοινὴ φύσις μείζων
καὶ πλείων γενομένη, τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα ἐν τῇ πάσῃ
οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην
τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ
ἀποκατάστασις. ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας διακοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ
λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων
ἀκαταπαύστως. οὔτε γὰρ τῆς οὐσίας ἀρχὴν κἀνάπαυσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ
διοικοῦντος αὐτήν. οὐσίαν τε γὰρ τοῖς γινομένοις
Origenes contra Celsum VIII 72 Vol. II p. 288, 21 Kö. (p. 795 Del.). οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἐπικρατήσαντος ὡς οἷόν τε τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου τὴν ἐκπύρωσιν ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων.
Dio Chrysost. Or. XL § 37 (Vol. I p. 56, 5 Arn.). ἡ μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν ᾧ τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως, ὃν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. ἡ δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.
Dio Chrysostomus Or. XXXVI § 51 (V. II p. 14, 13 Arn.). postquam gubernationem mundi sub imagine currus descripsit quattuor equis i. e. elementis vecti, etiam ἐκπύρωσιν quomodo fiat enarrat: ἐν ἀλλήλοις μεταβαλλομένων καὶ διαλλαττόντων τὰ εἴδη, μέχρις ἂν εἰς μίαν ἅπαντα συνέλθῃ φύσιν, ἡττηθέντα τοῦ κρείττονος. — — οἷον εἴ τις θαυματοποιὸς ἐκ κηροῦ πλάσας ἵππους, ἔπειτα ἀφαιρῶν καὶ περιξύων ἀφ’ ἑκάστου προστιθείη ἄλλοτε ἄλλῳ, τέλος δὲ ἅπαντας εἰς ἕνα τῶν τεττάρων ἀναλώσας μίαν μορφὴν ἐξ ἀπάσης τῆς ὕλης ἐργάζοιτο. εἶναί γε μὴν τὸ τοιοῦτο μὴ καθάπερ ἀψύχων πλασμάτων ἔξωθεν τοῦ δημιουργοῦ πραγματευομένου καὶ μεθιστάντος τὴν ὕλην, αὐτῶν δὲ ἐκείνων γίγνεσθαι τὸ πάθος, ὥσπερ ἐν ἀγῶνι μεγάλῳ τε καὶ ἀληθινῷ περὶ νίκης ἐριζόντων. Postremo autem Iovis ecum § 53 ἅτε πάντων ἀλκιμώτατον καὶ φύσει διάπυρον, ταχὺ ἀναλώσαντα τοὺς ἄλλους, καθάπερ οἶμαι τῷ ὄντι κηρίνους, ἐν οὐ πολλῷ τινι χρόνῳ, δοκοῦντι δὲ ἡμῖν ἀπείρῳ — — καὶ τὴν οὐσίαν πάντων πᾶσαν εἰς αὑτὸν ἀναλαβόντα πολὺ κρείττω καὶ λαμπρότερον ὀφθῆναι τοῦ πρότερον — — τόπον τε ὡς πλεῖστον καταλαβεῖν καὶ μείζονος χώρας δεηθῆναι τότε — — § 54 εἶναι - αὐτὸν ἤδη τηνικάδε ἁπλῶς τὴν τοῦ ἡνιόχου καὶ δεσπότου ψυχήν, μᾶλλον δὲ αὐτὸ τὸ φρονοῦν καὶ τὸ ἡγούμενον αὐτῆς. Sequitur παλιγγενεσίας descriptio fr. 622.
Simplicius in Aristot. Phys. p. 480, 27 Diels. ἔλεγε γὰρ Ἡράκλειτος ἐκ πυρὸς πεπερασμένου πάντα εἶναι καὶ εἰς τοῦτο πάντα ἀναλύεσθαι. εἶεν δ’ ἂν καὶ οἱ Στωϊκοὶ ταύτης τῆς δόξης. ἡ γὰρ ἐκπύρωσις τοιοῦτόν τι αἰνίττεται, καὶ πᾶν σῶμα πεπερασμένον εἶναι λέγουσιν.
Plutarchus de Stoic. repugn. 39 p. 1052c. Ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας
τὸν Δία φησὶν αὔξεσθαι, μέχρις ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσιῃ. Ἐπεὶ γὰρ ὁ θάνατος
μέν ἐστι χωρισμὸς
p. 1052d. σαφῶς γὰρ αὐτὸς
ἐν τῷ αὐτῷ γέγραφεν· Αὐτάρκης δ’ εἶναι λέγεται μόνος ὁ κόσμος,
διὰ τὸ μόνος ἐν αὑτῷ πάντα ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν
ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων.
Plutarchus de Stoic. repugn. c. 41 p. 1053b. Καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον εἶναί φησι ⟨τὸν κόσμον⟩, σβεννύμενον δ’ αὖθις καὶ παχυνόμενον, εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. Λέγει δ’ ἐν τῷ πρώτῳ περὶ Προνοίας· Διόλου μὲν γὰρ ὢν ὁ κόσμος πυρώδης, εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν· ὅτε δέ, μεταβαλὼν εἰς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖαν ψυχήν, τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν, ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγον. (τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές).
Plutarchus de comm. not. cp. 17 p. 1067 a. ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδ’ ὁτιοῦν ἀπολείπεται, τὸ δ’ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν.
Porphyrius in Aristot. categ. p. 119, 34 Busse. ἀλλὰ μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς ἐν τῇ ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται.
Commenta Lucani Lib. VII 813 p. 252 Us. Uret cum terris: ἐκπύρωσις quam secuturam κατακλυσμοὺς adserunt Stoici.
Aëtius Plac. II 9, 2. Οἱ Στωϊκοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος ἄπειρον ὄν.
Achilles Isagoge 8 p. 131 Petav. Uranol. Οἱ δὲ Στωϊκοὶ ἐκπύρωσιν λέγοντες κόσμου κατά τινας ὡρισμένους χρόνους εἶναι, κενὸν μέν, οὐ μὴν ἄπειρόν φασιν· ἀλλὰ τοσοῦτον ὅσον χωρῆσαι λυθὲν τὸ πᾶν.
Philo de incorr. mundi p. 254, 7 (p. 28, 23 Cumont). μεταβάλλειν δὲ
(sc. τὸν κόσμον) ἢ εἰς φλόγα ἢ εἰς αὐγὴν ἀναγκαῖον· εἰς μὲν φλόγα ὡς ᾤετο Κλεάνθης,
εἰς δ’ αὐγὴν ὡς ὁ Χρύσιππος. ibidem p. 250, 9 (p. 26, 9 Cumont). ἀλλ’ ἀμήχανον τοῦτό
γε· (sc. mundum deleri ἀναιρέσει παντελεῖ τῆς ποιότητος) μένει γὰρ κατὰ τοὺς τἀναντία
αἱρουμένους ἡ τῆς διακοσμήσεως ποιότης ἐπ’ ἐλάττονος οὐσίας τῆς τοῦ Διὼς σταλεῖσα
κατὰ τὴν ἐκπύρωσιν.
Stoicus quidam apud Philonem περὶ ἀφθαρσίας κόσμου p. 252, 5. πυρὸς τριττὸν εἶδος· τὸ μὲν ἄνθραξ, τὸ δὲ φλόξ, τὸ δὲ αὐγή. ἄνθραξ μὲν οὖν ἐστι πῦρ ἐν οὐσίᾳ γεώδει, ὃ τρόπον ἕξεως πνευματικῆς πεφώλευκε καὶ ἐλλοχᾷ δι’ ὅλης ἄχρι περάτων τεταμένον. φλὸξ δέ ἐστιν ὅπερ ἐκ τροφῆς αἴρεται μετεωριζόμενον, αὐγὴ δὲ τὸ ἀποστελλόμενον ἐκ φλογός, συνεργὸν ὀφθαλμοῖς εἰς τὴν τῶν ὁρατῶν ἀντίληψιν.
Philo de incorrupt. mund. 235, 13 B. (p. 15, 4 Cumont). καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι . . . . . . ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ - ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου - φθορὰν ἐπιφέροντες, ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσιν (sequitur locus Chrysippi περὶ Αὐξανομένου n. 397).
Iustinus Apol. I 20. Οἱ λεγόμενοι δὲ Στωϊκοὶ φιλόσοφοι καὶ αὐτὸν τὸν θεὸν εἰς πῦρ ἀναλύεσθαι δογματίζουσι καὶ αὖ πάλιν κατὰ μεταβολὴν τὸν κόσμον γενέσθαι λέγουσιν. ibid. τῷ γὰρ λέγειν ἡμᾶς ὑπὸ θεοῦ πάντα κεκοσμῆσθαι καὶ γεγενῆσθαι, Πλάτωνος δόξομεν λέγειν δόγμα· τῷ δὲ ἐκπύρωσιν γενέσθαι Στωϊκῶν. idem II 7. οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσιν φαμὲν γενήσεσθαι, ἀλλ’ οὐχ ὡς οἱ Στωϊκοὶ κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων μεταβολῆς λόγον.
Athanasius Or. IV c. Arianos c. 13 p. 626. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιουμένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι.
Philo de anim. sacrif. idon. Vol. II Mang. p. 242. Ἡ δὲ εἰς μέλη τοῦ ζῴου διανομὴ δηλοῖ, ἤτοι ὡς ἓν τὰ πάντα ἢ ὅτι ἐξ ἑνός τε καὶ εἰς ἕν· ὅπερ οἱ μὲν κόρον καὶ χρησμοσύνην ἐκάλεσαν, οἱ δ’ ἐκπύρωσιν καὶ διακόσμησιν· ἐκπύρωσιν μὲν κατὰ τὴν τοῦ θεοῦ δυναστείαν τῶν ἄλλων ἐπικρατήσαντος, διακόσμησιν δὲ κατὰ τὴν τῶν τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις.
Simplicius in Aristot. de caelo p. 132b Karsten p. 294, 4 Heibg. καὶ
Ἡράκλειτος δὲ ποτὲ μὲν ἐκπυροῦσθαι λέγει τὸν κόσμον, ποτὲ δὲ ἐκ τοῦ πυρὸς συνίστασθαι
πάλιν αὐτὸν κατά τινας χρόνων περιόδους, ἐν οἷς φησί· μέτρα
ἁπτόμενος καὶ μέτρα σβεννύμενος.
ταύτης δὲ τῆς δόξης ὕστερον ἐγένοντο καὶ οἱ
Στωϊκοί. Cf. ibid. p. 307, 15. μεταβέβηκεν ἐπὶ τοὺς γενητὸν μὲν καὶ αὐτούς,
φθειρόμενον δὲ καὶ πάλιν γινόμενον ἐναλλὰξ λέγοντας καὶ τοῦτο διηνεκῶς, ὡς Ἐμπεδοκλῆς
καὶ Ἡράκλειτος ἐδόκουν λέγειν καὶ ὕστερον τῶν Στωϊκῶν τινες.
Plutarchus de comm. not. cp. 35 p. 1077b). Ἀλλὰ τοῦ [τε] κόσμου πάλιν
τὸ [πῦρ, ὃ] σπέρμα λέγουσιν εἶναι ⟨μεῖζον⟩ καὶ μετὰ τὴν ἐκπύρωσιν, ⟨ὅτε⟩ εἰς σπέρμα
μετέβαλε, τὸν κόσμον, ἐκ
Stoicus apud Philonem de incorr. mundi p. 257, 12 B. (p. 31, 9 Cumont) postquam dixit omnem rem semine suo esse maiorem: ἐπὶ δὲ τοῦ παντὸς γενήσεται τοὐναντίον. τὸ μὲν γὰρ σπέρμα καὶ μεῖζον ἔσται καὶ πλείονα τόπον ἐφέξει, τὸ δ’ ἀποτέλεσμα βραχύτερον καὶ ἐν ἐλάττονι φανεῖται τόπῳ, καὶ ὁ κόσμος ἐκ σπέρματος συνιστάμενος οὐκ ἐκ τοῦ κατ’ ὀλίγον ἐπιδώσει πρὸς αὔξησιν, ἀλλ’ ἔμπαλιν ἐξ ὄγκου μείζονος εἰς ἐλάττονα συναιρεθήσεται. τὸ δὲ λεγόμενον ῥᾴδιον συνιδεῖν· ἅπαν σῶμα ἀναλυόμενον εἰς πῦρ διαλύεταί τε καὶ χεῖται, σβεννυμένης δὲ τῆς ἐν αὐτῷ φλογὸς στέλλεται καὶ συνάγεται· πίστεων δὲ τοῖς οὕτως ἐμφανέσι πρὸς μαρτυρίαν ὡς ἀδηλουμένοις οὐδεμία χρεία. καὶ μὴν ὁ κόσμος ὁ πυρωθεὶς γενήσεται μείζων, ἅτε συμπάσης τῆς οὐσίας εἰς τὸν λεπτότατον ἀναλυθείσης αἰθέρα· ὅ μοι δοκοῦσι καὶ οἱ Στωϊκοὶ προϊδόμενοι κενὸν ἄπειρον ἐκτὸς τοῦ κόσμου τῷ λόγῳ καταλιπεῖν, ἵν’ ἐπειδὴ χύσιν ἀπέραντόν τινα ἔμελλε λήψεσθαι μὴ ἀπορῇ τοῦ δεξομένου χωρίου τὴν ἀνάχυσιν. ὅτε μὲν οὖν εἰς τοσοῦτον ἐπιδέδωκε καὶ συνηύξηται ὡς μονονουχὶ τῇ ἀορίστῳ τοῦ κενοῦ φύσει τῷ τῆς ἐλάσεως ἀπειρομεγέθει συνδραμεῖν, σπέρματος ἔχει καὶ τοῦτο λόγον, ὅτε δὲ κατὰ τὴν πα λιγγενεσίαν ἐκ τελείων τῶν μερῶν τῆς συμπάσης οὐσίας . . . . . . . . . . . , στελλομένου μὲν κατὰ τὴν σβέσιν τοῦ πυρὸς εἰς παχὺν ἀέρα, στελλομένου δὲ ἀέρος εἰς ὕδωρ καὶ συνίζοντος, παχυνομένου δ’ ἔτι μᾶλλον ὕδατος κατὰ τὴν εἰς γῆν, τὸ πυκνότατον τῶν στοιχείων, μεταβολήν. ἔστι δὲ ταῦτα παρὰ τὰς κοινὰς ἐννοίας τῶν δυναμένων ἀκολουθίαν πράγματος ἐκλογίζεσθαι.
Philo de incorrupt. mund. p. 222, 2 B. (p. 4, 3 Cumont). Δημόκριτος μὲν
οὖν καὶ Ἐπίκουρος καὶ ὁ πολὺς ὅμιλος τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων γένεσιν καὶ φθορὰν
ἀπολείπουσι τοῦ κόσμου, πλὴν οὐχ ὁμοίως· οἱ μὲν γὰρ πολλοὺς κόσμους ὑπογράφουσιν etc.
— — οἱ δὲ Στωϊκοὶ κόσμον μὲν ἕνα, γενέσεως δὲ αὐτοῦ θεὸν αἴτιον, φθορᾶς δὲ μηκέτι
θεόν, ἀλλὰ τὴν ὑπάρχουσαν ἐν τοῖς οὖσι πυρὸς ἀκαμάτου δύναμιν, χρόνων μακραῖς
περιόδοις ἀναλύουσαν τὰ πάντα εἰς ἑαυτήν, ἐξ ἧς πάλιν αὖ ἀναγέννησιν κόσμου
συνίστασθαι προμηθείᾳ τοῦ τεχνίτου. δύναται δὲ κατὰ τούτους ὁ μέν τις κόσμος ἀίδιος,
ὁ δέ τις φθαρτὸς λέγεσθαι, φθαρτὸς μὲν ὁ κατὰ τὴν
Philo de incorrupt. mund. p. 220, 9 B. varias definitiones τοῦ κόσμου
enumerans: κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωϊκοῖς διήκουσα ἄχρι τῆς
ἐκπυρώσεως οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος,
οὗ τῆς κινήσεώς φασιν
εἶναι τὸν χρόνον διάστημα.
Dio Chrysost. Or. XXXVI § 55 (II p. 15, 8 Arn.). λειφθεὶς δὴ μόνος ὁ νοῦς καὶ τόπον ἀμήχανον ἐμπλήσας αὑτοῦ ἅτ’ ἐπ’ ἴσης πανταχῇ κεχυμένος, οὐδενὸς ἐν αὐτῷ πυκνοῦ λειφθέντος, ἀλλὰ πάσης ἐπικρατούσης μανότητος, ὅτε κάλλιστος γίγνεται, τὴν καθαρωτάτην λαβὼν αὐγῆς ἀκηράτου φύσιν, εὐθὺς ἐπόθησε τὸν ἐξ ἀρχῆς βίον. ἔρωτα δὲ λαβών — — ὥρμησεν ἐπὶ τὸ γεννᾶν καὶ διανέμειν ἕκαστα καὶ δημιουργεῖν τὸν ὄντα νῦν κόσμον ἐξ ἀρχῆς πολὺ κρείττω καὶ λαμπρότερον ἅτε νεώτερον. ἀστράψας δὲ ὅλος οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν — — ἀλλὰ καθαρὰν καὶ ἀμιγῆ παντὸς σκοτεινοῦ, μετέβαλε ῥᾳδίως ἅμα τῇ νοήσει. μνησθεὶς δὲ Ἀφροδίτης καὶ γενέσεως ἐπράϋνε καὶ ἀνῆκεν αὑτόν, καὶ πολὺ τοῦ φωτὸς ἀποσβέσας εἰς ἀέρα πυρώδη τρέπεται πυρὸς ἠπίου. μιχθεὶς δὲ τότε Ἥρᾳ καὶ μεταλαβὼν τοῦ τελειοτάτου λέχους, ἀναπαυσάμενος ἀφίησι τὴν πᾶσαν αὖ τοῦ παντὸς γονήν. τοῦτον ὑμνοῦσι παῖδες σοφῶν ἐν ἀῤῥήτοις τελεταῖς Ἥρας καὶ Διὸς εὐδαίμονα γάμον. ὑγρὰν δὲ ποιήσας τὴν ὅλην οὐσίαν, ἓν σπέρμα τοῦ παντός, αὐτὸς ἐν τούτῳ διαθέων, καθάπερ ἐν γονῇ πνεῦμα τὸ πλάττον καὶ δημιουργοῦν, τότε δὴ μάλιστα προσεοικὼς τῇ τῶν ἄλλων συστάσει ζῴων, καθ’ ὅσον ἐκ ψυχῆς καὶ σώματος συνεστάναι λέγοιτ’ ἂν οὐκ ἄπο τρόπου, τὰ λοιπὰ ἤδη ῥᾳδίως πλάττει καὶ τυποῖ, λείαν καὶ μαλακὴν αὑτῷ περιχέας τὴν οὐσίαν καὶ πᾶσαν εἴκουσαν εὐπετῶς. ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἷος ὁρᾶται νῦν etc.
Lactantius div. instit. VII 23. Melius Chrysippus quem Cicero ait fulcire porticum Stoicorum, qui in libris quos de providentia scripsit, cum de innovatione mundi loqueretur, haec intulit: τούτου δ’ οὕτως ἔχοντος, δῆλον ὡς οὐδὲν ἀδύνατον, καὶ ἡμᾶς μετὰ τὸ τελευτήσαι πάλιν περιόδων τινῶν εἰλημμένων χρόνου εἰς ὃ νῦν ἐσμεν καταστήσεσθαι σχῆμα.
Alexander Aphrod. comm. in Aristot. Analyt. pr. p. 180, 31 Wallies.
ἀληθὲς δὲ δύναταί ποτε γενέσθαι κατ’ αὐτοὺς μετὰ τὸν θάνατον τὸν Δίωνος τό τούτου
κεχώρισται ἡ ψυχὴ καὶ τὸ σῶμα
δεικνυμένου Δίωνος· ἀρέσκει γὰρ αὐτοῖς τὸ μετὰ τὴν
ἐκπύρωσιν πάλιν πάντα ταὐτὰ ἐν τῷ κόσμῳ γίνεσθαι κατ’ ἀριθμόν, ὡς καὶ τὸν ἰδίως ποιὸν
πάλιν τὸν αὐτὸν τῷ πρόσθεν εἶναί τε καὶ γίνεσθαι ἐν ἐκείνῳ τῷ κόσμῳ, ὡς ἐν τοῖς περὶ
κόσμου Χρύσιππος λέγει. p. 181, 13. εἰ δὲ λέγοιεν — — μηκέτι τὴν αὐτὴν ψυχήν τε καὶ
Nemesius de nat. hom. cp. 38 p. 277. οἱ δὲ Στωϊκοί φασιν ἀποκαθισταμένους τοὺς πλάνητας εἰς τὸ αὐτὸ σημεῖον κατά τε μῆκος καὶ πλάτος, ἔνθα τὴν ἀρχὴν ἕκαστος ἦν, ὅτε τὸ πρῶτον ὁ κόσμος συνέστη, ἐν ῥηταῖς χρόνων περιόδοις ἐκπύρωσιν καὶ φθορὰν τῶν ὄντων ἀπεργάζεσθαι· καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ αὐτὸ τὸν κόσμον ἀποκαθίστασθαι· τῶν ἀστέρων ὁμοίως πάλιν φερομένων, ἕκαστον ἐν τῇ προτέρᾳ περιόδῳ γινόμενον ἀπαραλλάκτως ἀποτελεῖσθαι. ἔσεσθαι γὰρ πάλιν Σωκράτη καὶ Πλάτωνα καὶ ἕκαστον τῶν ἀνθρώπων σὺν τοῖς αὐτοῖς καὶ φίλοις καὶ πολίταις· καὶ τὰ αὐτὰ πείσεσθαι καὶ τὰ αὐτὰ μεταχειριεῖσθαι, καὶ πᾶσαν πόλιν καὶ κώμην καὶ ἀγρὸν ὁμοίως ἀποκαθίστασθαι· γίνεσθαι δὲ τὴν ἀποκατάστασιν τοῦ παντὸς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· μᾶλλον δὲ εἰς ἄπειρον καὶ ἀτελεύτητον τὰ αὐτὰ ἀποκαθίστασθαι. τοὺς δὲ θεοὺς τοὺς μὴ ὑποκειμένους τῇ φθορᾷ, ταύτῃ παρακολουθήσαντας μιᾷ περιόδῳ, γινώσκειν ἐκ ταύτης πάντα τὰ μέλλοντα ἔσεσθαι ἐν ταῖς ἑξῆς περιόδοις. οὐδὲν γὰρ ξένον ἔσεσθαι παρὰ τὰ γενόμενα πρότερον, ἀλλὰ πάντα ὡςαύτως ἀπαραλλάκτως ἄχρι καὶ τῶν ἐλαχίστων.
Origenes contra Celsum IV 68 Vol. I p. 338, 3 Kö. (p. 555 Delarue). τῶν δὲ Στωϊκῶν οἱ πλείους οὐ μόνον τὴν τῶν θνητῶν περίοδον τοιαύτην εἶναί φασιν ἀλλὰ καὶ τὴν τῶν ἀθανάτων καὶ τῶν κατ’ αὐτοὺς θεῶν· μετὰ γὰρ τὴν τοῦ παντὸς ἐκπύρωσιν, ἀπειράκις γενομένην καὶ ἀπειράκις ἐσομένην, ἡ αὐτὴ τάξις ἀπ’ ἀρχῆς μέχρι τέλους πάντων γέγονέ τε καὶ ἔσται. Πειρώμενοι μέντοι θεραπεύειν πως τὰς ἀπεμφάσεις οἱ ἀπὸ τῆς Στοᾶς οὐκ οἶδ’ ὅπως ἀπαραλλάκτους φασὶν ἔσεσθαι κατὰ περίοδον τοῖς ἀπὸ τῶν προτέρων περιόδων πάντας· ἵνα μὴ Σωκράτης πάλιν γένηται, ἀλλ’ ἀπαράλλακτός τις τῷ Σωκράτει, γαμήσων ἀπαράλλακτόν τινα Ξανθίππῃ, καὶ κατηγορηθησόμενος ὑπὸ ἀπαραλλάκτων Ἀνύτῳ καὶ Μελήτῳ. Οὐκ οἶδα δὲ πῶς ὁ μὲν κόσμος ἀεὶ ὁ αὐτός ἐστι καὶ οὐκ ἀπαράλλακτος ἕτερος ἑτέρῳ· τὰ δ’ ἐν αὐτῷ οὐ τὰ αὐτά, ἀλλ’ ἀπαράλλακτα. Cf. ibid. V 20 Vol. II p. 21, 23 Kö. (p. 592 Del.). φασὶ δὴ οἱ ἀπὸ τῆς Στοᾶς κατὰ περίοδον ἐκπύρωσιν τοῦ παντὸς γίγνεσθαι καὶ ἑξῆς αὐτῇ διακόσμησιν πάντ’ ἀπαράλλακτα ἔχουσαν, ὡς πρὸς τὴν προτέραν διακόσμησιν ὅσοι δ’ αὐτῶν ᾐδέσθησαν τὸ δόγμα, ὀλίγην εἰρήκασι παραλλαγὴν καὶ σφόδρα βραχεῖαν γίγνεσθαι κατὰ περίοδον τοῖς ἐπὶ τῆς πρὸ αὐτῆς περιόδου. (add. ibid. 23 Vol. II p. 24, 10 Kö. (p. 595 Del.) verba: διαλεκτικαῖς ὡς οἴονται ἀνάγκαις ταῦτα παριστάντες.)
Simplicius in Aristot. Phys. p. 886, 11 Diels. τοῦτο δὲ τὸ ζήτημα
Origenes contra Celsum IV 12 Vol. I p. 282, 9 Kö. (p. 508 Delarue). ὅτι ἀρχαιότατοι ἄνδρες γενόμενοι Μωυσῆς καί τινες τῶν προφητῶν οὐ παρ’ ἑτέρων εἰλήφασι τὰ περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως, ἀλλ’ (εἰ χρὴ ἐπιστήσαντα τοῖς χρόνοις εἰπεῖν) μᾶλλον τούτων ἕτεροι παρακούσαντες καὶ μὴ ἀκριβώσαντες τὰ ὑπὸ τούτων λεγόμενα ἀνέπλασαν κατὰ περιόδους ταυτότητας καὶ ἀπαραλλάκτους τοῖς ἰδίως ποιοῖς καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ⟨κόσμους⟩· ἡμεῖς δὲ οὔτε τὸν κατακλυσμὸν οὔτε τὴν ἐκπύρωσιν κύκλοις καὶ ἀστέρων περιόδοις ἀνατίθεμεν.
Origenes de principiis (interpr. Rufino) II cp. 3 p. 81 ed. Delarue. Iam vero qui indissimiles sibi mundos ac per omnia pares aliquando evenire confirmant, nescio quibus id possint asserere documentis. (Hanc sententiam cum liberi arbitrii doctrina pugnare Origenes contendit). Non enim cursu aliquo in eosdem se circulos post multa saecula. revolvente aguntur animae, ut hoc aut illud vel agant vel capiant etc.
Clemens Al. Stromat. V 1 p. 649 Pott. οἶδεν γὰρ καὶ οὗτος (scil. Heraclitus) τὴν διὰ πυρὸς κάθαρσιν — — ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωϊκοί. καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι.
Hieronymus ep. 96 (ex Theophilo latine reddita). Nec quisquam hominum crebrius moritur, quod Origenes ausus est scribere, Stoicorum impiissimum dogma diinarum cupiens scripturarum auctoritate firmare.
Plutarchus de defectu oraculorum cp. 29. Καὶ μὴν τά γε ἄλλα τῶν Στωϊκῶν
τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μένει καὶ πρόνοια, καὶ
οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται πλειόνων ὄντων κόσμων;
πρῶτον μὲν γὰρ εἰ τὸ
πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα·
καὶ γὰρ Ἡλίους καὶ Σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις
κόσμων περιόδοις ἀπείρους ποιοῦσιν.
Diogenes Laërt. VII 142, 143. ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ
ἔμφυχον καὶ νοερὸν καὶ Χρύσιππός φησιν ἐν πρώτῳ περὶ Προνοίας καὶ Ἀπολλόδωρός φησιν
ἐν τῇ φυσικῇ καὶ Ποσειδώνιος· ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν. τὸ γὰρ
ζῷον τοῦ μὴ ζῴου κρεῖττον· οὐδὲν δὲ τοῦ κόσμου κρεῖττον. ζῷον ἄρα ὁ κόσμος. ἔμψυχον
δέ, ὡς δῆλον ἐκ τῆς ἡμετέρας ψυχῆς ἐκεῖθεν οὕσης ἀποσπάσματος.
Diogenes Laërt. VII 138. τὸν δὴ κόσμον οἰκεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, καθά φησι Χρύσιππος ἐν τοῖς περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῇ ιγʹ περὶ θεῶν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος τοῦ νοῦ, καθάπερ ἐφ’ ἡμῶν τῆς ψυχῆς· ἀλλ’ ἤδη δι’ ὧν μὲν μᾶλλον δι’ ὧν δὲ ἧττον. δι’ ὧν μὲν γὰρ ὡς ἕξις κεχώρηκεν, ὡς διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων, δι’ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ ἡγεμονικοῦ. οὕτω δὴ καὶ τὸν ὅλον κόσμον, ζῷον ὄντα καὶ ἔμψυχον καὶ λογικόν, ἔχειν ἡγεμονικὸν μὲν τὸν αἰθέρα — — - ὃν καὶ πρῶτον θεὸν λέγουσιν, †† αἰσθητικῶς ὥσπερ κεχωρηκέναι διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἀπάντων καὶ φυτῶν· διὰ δὲ τῆς γῆς αὐτῆς καθ’ ἕξιν.
Philo quaest. et solut. in Genesin IV 188 (p. 397 Aucher). Itidem universum caelum et mundus (scil. non mixtam tristitiae aeternam habet laetitiam), quoniam animal est et rationale et animans virtute praeditus et natura philosophus; atque eandem ob causam tristitia et timore carens plenusque gaudii. Immo dicitur, quod et ipse pater et creator universorum perpetuo in vita sua exsultat et ludit, gaudens condecenti divinum iocum iucunditate, nec opus habens ullius nec ullo modo indigens, sed ipse in se ipso laetiicatus atque in suis virtutibus mundisque a se conditis.
Philodemus de pietate c. 14 (DDG p. 548b, 13). τὰ παραπλήσια δὲ κἀν τοῖς περὶ Φύσεως γράφει, μεθ’ ὧν εἴπαμεν? καὶ τοῖς Ἡρακλείτου συνοικειῶν. καὶ δὴ? κἀν τῷ πρώτῳ τὴν νύκτα θεάν φησιν εἶναι πρωτίστην. ἐν δὲ τῷ τρίτῳ τὸν κόσμον ἕνα τῶν φρονίμων, συνπολειτευόμενον θεοῖς καὶ ἀνθρώποις, καὶ τὸν πόλεμον καὶ τὸν Δία τὸν αὐτὸν εἶναι, καθάπερ καὶ τὸν Ἡράκλειτον λέγειν· ἐν δὲ τῷ πέμπτῳ καὶ λόγους ἐρωτᾷ περὶ τοῦ τὸν κόσμον ζῷον εἶναι καὶ λογικὸν καὶ φρονοῦν καὶ θεόν. Philo de incorrupt. mund. 246, 10 B. ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν.
Seneca cp. 92, 30. Quid est autem, cur non existimas in eo divini aliquid existere, qui dei pars est? totum hoc, quo continemur, et unum est et deus: et socii sumus eius et membra.
[Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 1 Vol. XIX p. 160 K. ἴδωμεν οὖν εἰ
ζῷόν ἐστιν ὁ κόσμος καί, εἴ γε τὴν ἀρχὴν ⟨μὴ⟩ ἐγένετο, εἶτ’ αὗ πάλιν τὴν ὁλόκληρον
ἐπέσχε φύσιν. κόσμος τοίνυν ἐστὶν σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ φύσεων.
***** καὶ ὕδατος καὶ ἀέρος καὶ τὸ διῆκον ἔχον διὰ πάντων αὐτῶν ἀρχηγὸν καὶ πρωτόγονον
πνεῦμα, ὅπερ καλοῦσι παῖδες φιλοσόφων ἢ ψυχὴν ἢ μονάδα [ἢ ἄτομον] ἢ πῦρ ἢ ὁμωνύμως
VH² VIII 27, 5. ἢ τί μᾶλλον ἀν | θρώπων χάριν ἢ τῶν (ἀ | λόγων ζωίων ἔστιν ε(ἰ | πεῖν γεγεννηκέναι | το . . τω 19. τοιοῦ|τος δ’ ὢν οὐκ ἐπαισθα|νόμενος νοηθήσε|ται· τὴν γὰρ ἰσχὺν οὐ|τὴν πυρὸς οὐδὲ τὴν ἀ|έρος) in fine col. ἀλ|λὰ δὴ καὶ παρ’ ἡμῖν | τῶν μὲν φύσει τῶν | δὲ προαιρ(έσ)ει γινομέ|νων ἐπιβλέψ(αι πρό|χειρον ὅτι τῶν (προ|αιρετικῶν οὐδ(ενὶ | προσέοικεν ὁ κόσμος etc.
VH² VIII 29. τοῦ κόσμου ν . . αλ . . | τι παρακοπο . . . . . . . . | μήτε γινωσκομένου | μήθ’ ὅλως ὄντος μήτε | χάριτος ἐπιδεκτικοῦ | διὰ τὴν ἀψυχίαν τὴν | ἐναργέστατα θεωρου|μένην.
Cicero de natura deorum II 14, 38. Bene igitur idem Chrysippus, qui
similitudines adiungens omnia in perfectis et maturis docet esse meliora, ut in equo
quam in eculeo, in cane quam in catulo, in viro quam in puero; item quod in omni
mundo optimum sit, id in perfecto aliquo atque absoluto esse debere. 39. Est autem
mundo nihil perfectius, nihil virtute melius: igitur mundi est propia virtus. Nec
Arius Didymus epit. phys. fr. 29 Diels (DG p. 46). τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον ἅτε πάντων εὐκινητότατον ὄντα καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.
Philo quaest. et solut. in Genesin IV 215 (p. 416 Aucher). In homine mens similis est caelo, quoniam rationales sunt partes utriusque, una mundi, altera animae.
Diogenes Laërt. VII 139. Χρύσιππος δὲ ἐν τῷ πρώτῳ περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ αἰθέρος ἐν ταὐτῷ.
Plutarchus de comm. not. cp. 34 p. 1076f. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι
πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ
βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδ’ ⟨εἰ⟩ μὴ τοὺς
ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.
Plutarchus de facie in orbe lunae cp. 6 p. 923e. γῆν δὲ φατὲ ὑμεῖς (scil. Stoici) ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν, εἶπεν ὁ Φαρνάκης, τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον ἔχουσαν, ὅσπερ αὐτῇ, τὸν μέσον· οὗτος γάρ ἐστι περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα, καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δὲ ἄνω χώρα πᾶσα κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναῤῥιφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δὲ ἀφίησιν ᾗ πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον. cp. 8 in. ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν Σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γε εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει, καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς· ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ἔσται ⟨τὸ πάθος⟩ τῶν ῥεπόντων, οὐ τῇ ⟨γῇ⟩ τῆς μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυίας τοῖς ἀποσπωμένοις αὐτῆς, εἶτα πάλιν καταφερομένοις. cp. 9. ὁρᾶτε ὅτι γελοῖόν ἐστιν εἰ γῆν οὐ φήσομεν εἶναι τὴν Σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν etc.
Aëtius Plac. III 9, 3. Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.
Aëtius Plac. III 10, 1. Θαλῆς καὶ οἱ Στωϊκοὶ καὶ οἱ ἀπ’ αὐτῶν σφαιροειδῆ τὴν γῆν.
Diogenes Laërt. VII 156. ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος. δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.
Diogenes Laërt. VII 144. τῶν δὲ ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ
ὅλῳ οὐρανῷ, τὰ δὲ πλανώμενα κατ’ ἰδίας κινήσεις
Diogenes Laërt. VII 155. κύκλους δὲ εἶναι ἐν τῷ οὐρανῷ πέντε, ὧν πρῶτον ἀρκτικὸν ἀεὶ φαινόμενον, δεύτερον τροπικὸν θερινόν, τρίτον ἰσημερινόν, τέταρτον χειμερινὸν τροπικόν, πέμπτον ἀνταρκτικὸν ἀφανῆ. λέγονται δὲ παράλληλοι. καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ ζῳδιακὸς λοξός ἐστιν ὡς ἐπιὼν τοὺς παραλλήλους.
Stobaeus I p. 214, 1 W. Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι (Diels Arii Didymi epitom. phys. fragm. 33).
Achilles Isagoge 14 p. 139 in Petav. Uranol. σχῆμα δὲ αὐτοῦ (scil. τοῦ ἡλίου) οἱ μὲν δισκοειδές, Ἡράκλειτος δὲ σκαφοειδές. Στωϊκοὶ δὲ σφαιροειδὲς εἶναι λέγουσι.
Aëtius Plac. II 22, 3. Οἱ Στωϊκοὶ σφαιροειδῆ (τὸν ἥλιον) ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.
Aëtius Plac. II 20, 4. Οἱ Στωϊκοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης τὸν ἥλιον. Cf. ibid 16 Hecataeum (Milesium).
Scholia in Dionys. Thrac. p. 668 Bekker Anecd. Gr. II. Ἔτι δεῖ τὸν ὅρον καὶ τοῖς μὴ πάνυ λογίοις δηλοῦν, τίνος ἐστὶν ὁ ὅρος, οὐχ ὥσπερ οἱ Στωϊκοὶ ὁριζόμενοι τὸν ἥλιον λέγουσιν ὅτι ἥλιός ἐστιν ἄναμμα νοερὸν θαλασσίων ὑδάτων.
Servius ad Verg. Georg. I 249. Redit a nobis: i. e. ad illos. et hoc secundum Stoicos qui dicunt Solem vicissim per utrumque emisphaerium ire et alternis noctem facere.
Aëtius Plac. II 23, 5. Οἱ Στωϊκοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης
τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δέ ἐστιν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.
Servius ad Verg. Aeneid. I 607. pasci
autem aquis marinis
sidera, id est ignes caelestes, physici docent. — — quidam radios solis pasci
asserunt humore terreno.
Commenta Lucani Lib. VII 15 p. 220 Us. Non pabula flammis: ut Stoici colligunt, ex nubibus flagrantia solis accenditur.
Alexander Aphrod. in Aristot. Meteorol. f. 92b ed. Ven. διὸ καὶ γελοῖοι πάντες ὅσοι τῶν πρότερον ὑπέλαβον τὸν ἥλιον τρέφεσθαι τῷ ὑγρῷ. καὶ διὰ τοῦτ’ ἔνιοι καί φασι ποιεῖσθαι τὰς τροπὰς αὐτόν. οὐ γὰρ ἀεὶ τοὺς αὐτοὺς δύνασθαι τόπους παρασκευάζειν αὐτῷ τροφήν. ἀναγκαῖον δ’ εἶναι τοῦτο συμβαίνειν περὶ αὐτὸν ἢ φθείρεσθαι. καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν. τὸ δ’ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι μόνον, ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τὴν ἄνοδον τοιαύτην οὖσαν, οἵανπερ τῇ γινομένῃ φλογί. δι’ ἧς τὸ εἰκὸς λαβόντες οὕτω καὶ περὶ τοῦ ἡλίου ὑπέλαβον. Cf. ibid. f. 93a.
Scholia Hesiod. Theog. v. 276. Σθεινώ τ’ Εὐρυάλη τε.
τὸ δυνατὸν
καὶ κατάμηκες πέλαγός φησι, Μέδουσαν δὲ τὴν λεπτοτάτην οὐσίαν. Περσέα δὲ τὸν ἥλιον
καλεῖ τὸν πρὸς ἑαυτὸν ἕλκοντα τὴν ἰκμάδα ὡς ἀποτέμνοντα αὐτήν, παρὰ τὸ περισσῶς
σεύειν τουτέστιν ὁρμᾶν· καί φησιν ὅτι ὁ ἥλιος κινούμενος τῇ οὐρανίῳ φορᾷ τὴν μὲν
Σθείνω καὶ τὴν Εὐρυάλην ἤγουν τὸ δυνατὸν καὶ κατάμηκες πέλαγος τῆς θαλάσσης οὐκ
ἀναιρεῖ ἤγουν οὐκ ἀνιμᾶται, τὴν δὲ Μέδουσαν ὡς θνητὴν ἀναιρεῖ ἤγουν τὸ βασιλικώτατον
καὶ λεπτό⟨τατο⟩ν τῇ κινήσει τῇ ἑαυτοῦ ἀνιμᾶται. ὁρμᾷ δὲ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ὁ
Πήγασος. ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος τὸ κεφαλαιῶδες καὶ ἀτμῶδες, συμβαίνει
τὸ βαρύτατον ἀναφερόμενον καταπηγάζειν καὶ χέεσθαι.
Plutarchus de Iside et Osiride cp. 41 p. 367 e. οἱ δὲ Στωϊκοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.
Philo de confus. linguarum § 156 Vol. II p. 259, 2. ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον. Μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς, ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστώς, ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων, αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα, τῇ μὲν ἀλεαίνει τῇ δὲ καταφλέγει. Τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ.
Plutarchus de comm. not. cp. 45 p. 1084c. Καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ
ταῦτ’ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες, ἐν τῷ πρώτῳ τῶν Φυσικῶν
Ζητημάτων οὕτω προσάγοντος· Οὐχ ἡ μὲν νύξ σῶμά ἐστιν, ἡ δὲ ἐσπέρα καὶ ὁ ὄρθρος καὶ
τὸ μέσον τῆς νυκτὸς σώματα οὐκ ἔστιν· οὐδὲ ἡ μὲν ἡμέρα σῶμά ἐστιν, οὐχὶ δὲ καὶ ἡ
νουμηνία σῶμα, καὶ ἡ δεκάτη καὶ
Aëtius Plac II 26, 1. οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται (τὴν σελ.) ὡς καὶ τὸν ἥλιον.
Aëtius Plac. II 27, 1. οἱ Στωϊκοὶ σφαροειδῆ εἶναι (τὴν σελ.) ὡς τὸν ἥλιον. σχηματίζεσθαι δ’ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γιγνομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ.
Plutarchus de facie lunae cp. 15 p. 928c. λέγουσι δὲ (scil. Stoici) τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον.
Aëtius Plac. II 30, 5. Οἱ Στωϊκοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς (sc. τῆς σελήνης) ἀκήρατον τὸ σύγκριμα.
Aëtius Plac. II 28, 3. Οἱ Στωϊκοὶ ἀμαυροφανὲς (sc. τὸ φῶς τῆς σελ.), ὠεροειδὲς γάρ.
Aëtius Plac. II 25, 5. Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωϊκῶν μικτὴν ἐκ πυρὸς καὶ ἀέρος (τὴν σελήνην).
Plutarchus de facie in orbe lunae cp. 21 p. 933f. ὁ Φαρνάκης (Stoicus Plutarchi) εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν Σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυρὰν ἥτις ἴδιός ἐστιν αὐτῆς.
Plutarchus de facie in orbe lunae cp. 5 p. 921f. Ἀλλὰ μὴ δόξωμεν, ἔφη,
κομιδῆ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες,
εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν
Σελήνην, εἶτα οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος
ἔμφασιν γίνεσθαι μορφοειδῆ ⟨προσώπου⟩. paullo infra vituperat Stoicos. ὁμοῦ μὲν
Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ
καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδὲ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα
τυφόμενον ἀεὶ καὶ πυρίκαυστον· ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν
ποιητῶν προσαγορευομένους. p. 922c. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι πάγον ἀέρος
χαλαζώδη ποιοῦντι τὴν Σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον· αὐοὶ δὲ τὴν
Σελήνην σφαῖραν οὖσαν πυρός, ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα
μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες
ἀπολείπουσιν, ἀλλὰ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον.
Philo do somniis lib. I § 145. Λέγεται γοῦν, ὅτι δελήνη πίλημα μὲν ἄπρατον αἰθέρος ο῎θκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσψπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμιένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται.
Plutarchus de facie lunae cp. 23 p. 936b. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφ’ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄφις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τήν τ’ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφ’ οὗ τὸ φῶς τῷ ὕδατι προσπῖπτον ἀνακέκλασται. τούτων δ’ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθ’ ἡμέραν, ὅταν ἀνάκλασις ἀκ' αὐτοῦ γένται· μὴ φαινομένο δὲ τούτου, κατ' ἄλλον οἶονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσδθαι τὸν φωτισμόν. εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. (Hanc argumentationem esse Stoicorum ex conexm apparet).
Aetius Plac. II 29, 6. Θαλῆς Ἀναξαγόρας Πλάτων οἱ Στωϊκοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δὲ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης.
Plutarchus de facie lunae cp. 25 p. 940c. καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τούς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν (Stoicos dici, conexus docet). Stobaeus ed. I p. 219, 24 W. (de luna). Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. σφαιροειδῆ δὲ εἶναι. μῆνα δὲ παλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. μεὶς δ’ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς ἢ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς.
Stobaeus I p. 221 23W Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ
ἐπιπροσθούσης καὶ εἰς σκιὰν αὐτῆς ἐμπιπτουσαν (DDG p. 360b 27
Aët. Plac. II 29, 8). Diogenes Laërt. VII 146. τὴν δὲ σελήνην (ἐκλείπειν) ἐμπίπτουσσν
εἰς τὸ τῆς γῆς σκίασμα· ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόναις καίπερ κατὰ
διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὄτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη
παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς
κατὰ τὸν ἡλιαπὸν καὶ τὸν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότε ἐπλείπει.
γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τὸν διὰ μέσων ἐν χηλαῖς καὶ σκορπίῳ καὶ πριῳ καὶ
ταύρῳ (Poidonis).
Plutarchus de facie lunae cp. 25 p. 940a. ὠκεανοῦ τε πλημμύρας, ὡς λέγουσιν οὗτοι (scil. Stoici), καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος.
Philo de provid. II § 77 (p. 96 Aucher). Lunae phasibus speciatim fructus nocte quodam modo maturescere videntur; debiles namque et magis femineos emittens splendores nec non serenos (aut rore praeditos) optime lactat enutriendo et adaugendo; quandoquidem nimius violentusque calor exsiccando arescere facit; qui vero absque exustione est, leniter ac paulatim calefaciendo solet perficere.
Aëtius Plac. II 14, 1. Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.
Achilles Isagoge 11 p. 133 in Petav. Uranol. οἱ Στωϊκοὶ δὲ ἐκ πυρὸς λέγουσιν αὐτούς· πυρὸς δὲ τοῦ θείου καὶ ἀϊδίου καὶ οὐ παραπλησίου τῷ παρ’ ἡμῖν· τοῦτο γὰρ φθαρτικόν, καὶ οὐ παμφαές. idem 12. Περὶ σχήματος ἀστέρων. Κλεάνθης αὐτοὺς κωνοειδὲς ἔχειν σχῆμά φησι. τινὲς δὲ πετάλοις ἐοικέναι ἐκ πυρός, βάθος οὐκ ἔχοντας, ἀλλ’ ὥσπερ γραφὰς εἶναι. Οἱ δὲ Στωϊκοὶ σφαιρικὸν ἔχειν σχῆμα λέγουσι, καθάπερ τὸν ἥλιον καὶ τὸν περιέχοντα οὐρανόν.
Stobaeus ecl. I p. 206, 25 W. Χρυσίππου· Ἀνατολὴν δ’ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. Πίγνεσθαι δ’ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. Ἐπιτολὴν δὲ ⟨τὴν⟩ ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. Διχῶς γὰρ λέγεσθαι δύσιν, τὴν μὲν κατὰ τὴν ἀνατολήν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν. Κυνὸς δ’ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. Τὸν δ’ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος (Diels Arii Didymi epit. phys. fragm. 32).
Cicero de natura deorum II 15, 39. Atque hac mundi divinitate perspecta tribuenda est sideribus eadem divinitas, quae ex nobilissima purissimaque aetheris parte gignuntur, neque ulla praeterea est admixta natura, totaque sunt calida atque perlucida, ut ea quoque rectissime et animantia esse et sentire atque intelligere dicantur.
Origenes contra Celsum V 10. Vol. II p. 11, 13 Kö. p. 585 Delarue. εἴπερ καὶ οἱ ἐν οὐρανῷ ἀστέρες ζῷά εἰσι λογικὰ καὶ σπουδαῖα.
Achilles Isagoge 13 p. 134 in Petav. Uranol. ὅτι δὲ οἱ ἀστέρες ζῷα,
χρῶνται πρὸς ἀπόδειξιν οἱ Στωϊκοὶ τούτοις· πάντα τὰ ἐν τῷ οὐρανῷ πυρώδη, καὶ κατὰ
φύσιν καὶ πολυχρονίως κινεῖται καὶ κυκλικῶς. οὐκοῦν
Achilles Isagoge 13 p. 133 in Petav. Uranol. τοὺς ἀστέρας δὲ ζῷα εἶναι, οὕτε Ἀναξαγόρᾳ οὔτε Δημοκρίτῳ δοκεῖ οὔτε Ἐπικούρῳ ἐν τῇ πρὸς Ἡρόδοτον ἐπιτομῇ, Πλάτωνι δὲ δοκεῖ ἐν Τιμαίῳ καὶ Ἀριστοτέλει ἐν δευτέρῳ περὶ οὐρανοῦ καὶ Χρυσίππῳ ἐν τῷ περὶ προνοίας καὶ θεῶν. οἱ δὲ Ἐπικούρειοί φασι μὴ εἶναι ζῴδια, ἐπεὶ ὑπὸ σωμάτων συνέχεται, οἱ δὲ Στωϊκοὶ τὸ ἀνάπαλιν.
Philo de provid. II § 74 (p. 94 Aucher). Item sine labore ac defatigatione est eorum (scil. stellarum fixarum) circumactio, primum utique ob proximitatem ad divinam naturam; ac deinde etiam propter ignis virtutem, quae nequit debilitari, eo quod optima esca instructa sit, neque tempore lassari.
Aëtius Plac. II 15, 2 (περὶ τάξεως ἀστέρων) οἱ δὲ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους (sc. ἀστέρας) ἐν ὕψει καὶ βάθει.
Aëtius Plac. II 17, 4. Ἡράκλειτος καὶ οἱ Στωϊκαὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
Servius ad Verg. Aeneid. X 272. cometae autem latine crinitae appellantur. et Stoici dicunt has stellas esse ultra XXXII.
Diogenes Laërt. VII 152. ἶριν δὲ εἶναι αὐγὰς ἀφ’ ὑγρῶν νεφῶν ἀνακεκλασμένας (additur accuratior Posidonii explicatio). κομήτας τε καὶ πωγωνίας καὶ λαμπαδίας πυρὰ εἶναι ὑφεστῶτα πάχους ἀέρος εἰς τὸν αἰθερώδη τόπον ἀνενεχθέντος σέλας δὲ πυρὸς ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος.
Diogenes Laërt. VII 151. τῶν δὲ ἐν ἀέρι γινομένων χειμῶνα μὲν εἶναί
φασι τὸν ὑπὲρ γῆς ἀέρα κατεψυγμένον διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον· ἔαρ δὲ τὴν
εὐκρασίαν τοῦ ἀέρος κατὰ τὴν πρὸς ἡμᾶς πορείαν. θέρος δὲ τὸν ὑπὲρ γῆς ἀέρα
καταθαλπόμενον τῇ τοῦ ἡλίου πρὸς ἄρκτον πορείᾳ, μετόπωρον δὲ τῇ παλινδρομίᾳ τοῦ ἡλίου
ἀφ’ ἡμῶν γίνεσθαι. Stobaeus ed. I p. 106, 24 W. Χρυσίππου (cf. n. 509). — — Ἔαρ δὲ
ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρχομένου· ἢ τὴν μετὰ
χειμῶνα ὥραν πρὸ θέρους. Θέρος δὲ ὥραν ἔτους τὴν μάλισθ’ ὑφ’ ἠλίου διακεκαυμένην.
Μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μέν, πρὸ χειμῶνος δὲ κεκραμένην. Χειμῶνα δὲ
ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. γίνεσθαι δὲ
ἰσημερίας δύο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τροπὰς δύο·
Philo de provid. II § 78 (p. 96 Aucher). Dierum autem noctiumque inaequalitatem Sol producit, inaequaliter ac varia lege circumactus et per accessum secessumque aestates, hiemes et aequinoctia peragens, quae sunt tempora annua nascendi, crescendi, perfectionis omnium sub caelo causa.
Philo de animal. sacrif. idon. Vol. II. Mang. p. 243. ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν. Χειμὼν γὰρ καὶ θέρος ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν, ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου.
Aëtius Plac. III 8, 1. Ἐμπεδοκλῆς καὶ οἱ Στωϊκοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται.
Aëtius Plac. III 7, 2. Οἱ Στωϊκοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν ⟨δὲ⟩ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δὲ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δὲ ἀπὸ τῶν νοτίων λίβα.
Diogenes Laërt. VII 152. ⟨τοὺς δὲ ἀνέμους ἀέρος εἶναι ῥύσεῖς· παραλλαττούσας δὲ τὰς ἐπωνυμίας γίνεσθαι⟩ παρὰ τοὺς τόπους, ἀφ’ ὧν ῥέουσι. τῆς δὲ γενέσεως αὐτῶν αἴτιον γίνεσθαι τὸν ἥλιον ἐξατμίζοντα τὰ νέφη.
Cicero de divin. II 44. Placet enim Stoicis eos anhelitus terrae, qui frigidi sint, cum fluere coeperint, ventos esse; cum autem se in nubem induerint eiusque tenuissimam quamque partem coeperint dividere atque disrumpere idque crebrius facere et vehementius, tum et fulgores et tonitrua existere: si autem nubium conflictu ardor expressus se emiserit, id esse fulmen.
Scholia Hesiod. Theog. v. 148. Κόττος τε Βριάρεώς τε Γύγης θ'.
—
— οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι· εἰσὶ δὲ ἁρπακτικοὶ πάντες. διὰ τοῦτο καὶ
ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς
καιροί εἰσιν· Κόττος ἡ ὀργὴ τοῦ καύματος ἤγουν ὁ θερινός· Βριάρεως τὸ ἔαρ, παρὰ τὸ
βρύειν καὶ αὔξεσθαι τὰ φυτά. Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ
διὰ τὸ πολλὰς ἐνεργείας ἔχειν.
Stobaeus ecl. I p. 245, 23 W. Χρυσίππου. Χρύσιππος ἔφησε τὴν ὁμίχλην
νέφος διακεχυμένον, ἢ ἀέρα πάχος ἔχοντα· δρόσον δὲ ἐξ
Diogenes Laërt. VII 153. ὑετὸν δὲ ἐκ νέφους μεταβολὴν εἰς ὕδωρ, ἐπειδὰν ἢ ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ τυγχάνῃ κατεργασίας. καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. χάλαζαν δὲ νέφος πεπηγός, ὑπὸ πνεύματος διαθρυφθέν. χιόνα δὲ ὑγρὸν ἐκ νέφους πεπηγότος (Posidonius).
Stobaeus ecl. I p. 233 9 W. Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δ’ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν· ὅταν δ’ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι, ὅταν δ’ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίγνεσθαι, ὅταν δ’ ἔτι ἧττον ᾖ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα (DDG p. 369b, 34 Aët. Plac. III 3, 13).
Diogenes Laërt. VII 153. ἀστραπὴν δὲ ἔξαψιν νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεως ἢ ῥήξεως· κεραυνὸν δὲ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων· οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐῤῥωγότος νέφους· πρηστῆρα νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος.
Aëtius Plac. III 3, 12. Οἱ Στωϊκοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δὲ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν.
Ioannes Laurentius Lydus de ostentis 7 p. 12 ed. Wachsmuth. ὥστε πολλὴ κοινωνία ταῖς διοσημείαις πρὸς τὰ γήϊνα, κἂν τοῖς ἀπὸ τῆς Στοᾶς μὴ δοκῇ.
Aëtius Plac. III 15, 2. Οἱ δὲ Στωϊκοί φασι· σεισμός ἐστι τὸ ἐν τῇ γῇ
ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον.
Aëtius Plac. V 26, 3. Οἱ Στωϊκοὶ δὲ καὶ Ἐπικούρειοι οὐκ ἔμψυχα (τὰ φυτὰ scil.). τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κινεῖσθαι, οὐ διὰ ψυχῆς. Cf. Theodoret V, 25 p. 73, 39
Themistius paraphr. in Aristot. de anima II, 2 p. 83 Sp. μέσος τοίνυν Πλάτωνος καὶ τῶν ἀπὸ τῆς Στοᾶς Ἀριστοτέλης, ἔμψυχα μὲν τὰ φυτὰ λέγων, ζῷα δὲ μή· ἐκείνων δὲ ὁ μὲν ἄμφω, οἱ δὲ οὐδέτερον.
Galenus de Hipp. et Plat. plac. VI (509 M. 561 K.). οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν.
Alexander Aphrod. de anima libri mant. p. 118, 12 Bruns. ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐκ, ὥς τινές φασιν, φύσις δείξομεν.
Galenus de foetuum formatione 3. K. IV p. 665. καὶ μέντοι καὶ περὶ τῆς τῶν φυτῶν γενέσεως ἐσκέφθαι τι χρὴ πρότερον· ἐκ γὰρ τῶν εἰς ταῦτα ἀναγκαίων ἕν ἐστι καὶ τὸ γιγνώσκειν, ὁποίων τε καὶ ὁπόσων δεῖται τὸ κύημα, μέχρις ἂν ὑπὸ μιᾶς διοικῆται ψυχῆς, ὡς τὰ φυτά. Καλοῦμεν δὲ τὴν ψυχὴν ταύτην, ὅταν μὴ περὶ τούτου προκείμενον ᾖ σκοπεῖν, τῷ κοινῷ πάσης οὐσίας προσρήματι φύσιν ὀνομάζοντες, ὃ κἀν ταῖς ἀκριβέσι σκέψεσιν οἱ περὶ Χρύσιππον ἐφύλαξαν etc.
Philo de mundi opificio § 43 Vol. I p. 13, 21 Wendl. Ἀλλ’ οὐ μόνον ἦσαν
οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς
σπερματικὰς οὐσίας περιέχουσαι, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί,
δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις.
Clemens Al. Stromat. II p. 487 Pott. Τῶν γὰρ κινουμένων ἃ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα· τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα· κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασὶν εἰς αὔξησιν, εἰ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. Ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυοῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα· ἡ λογικὴ δὲ δύναμις ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.
Galenus comm. 5 in Hippocr. epid. 6 ed. Bas. V 510 K. XVII B. 250. τοῖς Στωϊκοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα· τὴν ⟨δʼ⟩ οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τὴς φύσεως εἶναι, δεῖσθαι δ’ ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος.
[Galenus] introductio s. medicus 9 ed. Bas. IV 375. K. XIV 697. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο ἐστί, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον εἰσάγουσι τὸ ἑκτικόν, ὃ καλοῦσιν ἕξιν. ibid. p. 726. τοῦ δὲ ἐμφύτου πνεύματος διπτὸν εἶδος, τὸ μὲν φυσικόν, τὸ δὲ ψυχικόν· εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν· ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα τὸ συνέχον τοὺς λίθους, φυσικὸν δὲ τὸ τρέφον τὰ ζῷα καὶ τὰ φυτά, ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῷα καὶ κινούμενα πᾶσαν κίνησιν.
Proclus in Plat. Parmen. Vol. V p. 135 ed. Cousin. ἵνα δὲ μένῃ τὰ μετέχοντα τῆς ἰδέας ἀεὶ καὶ μηδέποτε ἐκλείπῃ, δεῖ τινος ἄλλης αἰτίας, οὐκ ἐν αὐτοῖς οὔσης ἢ κινουμένης, ἀλλ’ ἐφ’ ἑαυτῆς ἱδρυμένης, πρὸ τῶν κινουμένων ἀκινήτου καὶ διὰ τὴν οἰκείαν σταθερότητα προξενούσης καὶ τοῖς κινουμένοις τὴν ἀνέκλειπτον μετοχήν· ταύτης γὰρ ἐφιέμενοι πάντες τῆς αἰτίας, οἱ μὲν τοὺς σπερματικοὺς λόγους εἶναι τούτους οἰηθέντες, ἀφθάρτους αὐτοὺς ἐποίησαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οἱ δὲ etc.
Galenus adv. Iulianum 5. Vol. XVIII A p. 266 K. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεως τε ἅμα καὶ ψυχῆς· εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ ἐξ ἑαυτῆς κινήσεως ψυχήν.
Philo de fuga et inventione § 112 Vol. III p. 133, 26 Wendl. Ὅ τε γὰρ τοῦ Ὄντος λόγος, δεσμὸς ὢν τῶν ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει, κωλύων αὐτὰ διαλύεσθαι καὶ διαρτᾶσθαι. Ἥ τ’ ἐπὶ μέρους ψυχή, καθ’ ὅσον δυνάμεως μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα etc.
lamblichus de anima apud Stobaeum ecl. I p. 375, 20 W. κατὰ δ’ αὖ τοὺς
Στωϊκοὺς ἀτελέστερα ἀεὶ ἀπομερίζεται τὰ τοιαῦτα τῆς ζωῆς
Clemens Al. Stromat. VII 6 p. 850 Pott. ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα· τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασὶ τοῦτον τὸν ἀέρα, ἀλλ’ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις· ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.
Philo de mundi opificio § 66 Vol. I p. 21, 21 Wendl. Διὸ τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας, πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ ῥᾳδίως φθείροιντο.
Cicero de finibus V 38. ut non inscite illud dictum videatur in sue, animum illi pecudi datum pro sale, ne putisceret. Cf. Varro de r. r. II 4, 10. Plut. quaest. conv. V 10, 3. Clemens Alex. Strom. II 20, 105 p. 484 P.
Plutarchus de Stoic. repugn. cp. 12 p. 1038b. ἐν δὲ τῷ πρώτῳ περὶ
Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ χρεῖᾳ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς
αὐτά, πλὴν τῶν ἰχθύων· αὐτὰ γὰρ τὰ κυήματα τρέφεται δι’ αὑτῶν.
- ἡ γὰρ
οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.
Origenes contra Celsum IV 87. Vol. I p. 357, 25 Kö. (p. 567 Del.). Ἔστω δὲ καὶ ἄλλα ὑπὸ τῶν ζῴων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλὰ λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζῴοις; εἰ μὲν γὰρ λόγος ἦν ὁ εὑρίσκων, οὐκ ἂν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὕτως ἐν τοῖς λοιποῖς ζῴοις· ἀλλὰ τοσαῦτα ἂν ὅσα καὶ ἐν ἀνθρώποις· νυνὶ δὲ φανερὸν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζῴου νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἐστὶν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζῴων κατασκευή, ὑπὸ τοῦ λόγου γεγενημένη.
Philo de animalibus adv. Alexandrum p. 147 Aucher. Canis cum
persequebatur feram, perveniens ad fossam profundam, iuxta quam duae erant semitae,
una ad dextram, altera in sinistram, paululum se sistens, quo ire oporteat,
meditabatur. Currens autem ad dexteram et nullum inveniens vestigium, reversus per
alteram ibat. Quando vero neque in ista aperte appareret aliquod signum, transiliens
fossam curiose indagat, praeter odoratum cursum accelerans; satis declarans non
obiter haec facere, sed potius vera inquisitione consilii. Consilium autem talis
cogitationis dialectici appellant demonstrativum evidens quinti modi: Quoniam vel
ad dextram fera fugit vel ad sinistram aut demum
transsiliit, ⟨atqui neque ad dextram fugit neque ad sinistram; ergo transsiliit⟩.
Sextus adv. math. VIII 270. καίτοι τί περὶ ἀνθρώπων λέγομεν, ὅτε καὶ τοῖς ἀλόγοις ζῴοις τινὲς αὐτῶν (Stoicorum, scil. Chrysippus) μεταδεδώκασι τῆς τοῦ σημείου νοήσεως; καὶ γὰρ ὁ κύων, ὅτε ἐκ τοῦ ἴχνους στιβεύει τὸ θηρίον, σημειοῦται - καὶ ὁ ἵππος κατὰ τὴν τοῦ μύωπος προσβολὴν ἢ τὴν τῆς μάστιγος ἐπανάτασιν ἐξάλλεται - καὶ ὀρούει πρὸς δρόμον.
Philo de animalibus adv. Alexandrum p. 155 Aucher. Ecce enim quaedam animantia praeter iam dictas virtutes iustitiam etiam prae se tulerunt, natantia, terrestria et aërea. Quandoquidem iam in marinis pinae et satellitis eius aequitas in societate manifesta est; contubernium enim commune cibi habent et aequaliter eum distribuunt. Idem facere et trochilum ac pompilum in confesso est apud omnes, qui minores iis comperiuntur in vita communi. Inter volucres autem vel ipsam supremam iustitiam ciconia demonstrat, parentes nutriens, et statim ut alata fuerit, nullum aliud opus sibi proponens, antequam gratias retribuat et benefacientibus sibi vices reddat. Verum hoc pariter et terrestrium aliqua agere persuasum est. — — Aequum est quidem non nonnullis, sed universis partibus mundum compositum esse; verum partem eam, in quam cadit iustitia et iniustitia, illam omnino praeditam etiam ratione; utraque enim ad rationem pertinet.
Cicero de nat. deor. II 123. Pina vero - duabus grandibus patula conchis cum parva squilla quasi societatem coit comparandi cibi, itaque cum pisciculi parvi in concham hiantem innataverunt, tum admonita squillae morsu pina comprimit conchas. Sic dissimillimis bestiolis communiter cibus quaeritur. 124 In quo admirandum est, congressune aliquo inter se an iam inde ab ortu natura ipsa congregatae sint.
Athenaeus Deipnosoph. III p. 89d. Χρύσιππος δ’ ὁ Σολεὺς ἐν τῷ πέμπτῳ
περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς ἡ πίννη, φησί, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’
ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος
μικρός. καὶ ἡ πίννη διαστήσατα τὸ ὄστρακον
Plutarchus πότερα τῶν ζῴων φρονιμώτερα cp. 30 p. 980a. ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ’ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον (sc. ζῴων). ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι.
Philo de animalibus adv. Alexandrum p. 169 Aucher. Quae vero dicuntur de pina et satellite eius, communem societatem demonstrant. — — Quisquis autem haesitat, discat ex arboribus plantisque. — — Hae enim etsi nullam habeant animae partem, tamen familiaritatis abalienationisque non minorem praeferunt manifestationem. Moventur et crescunt atque tamquam osculo dilectionis salutando amplectuntur se invicem, ut olivam hedera et ulmum vitis; aliquas tamen non solum aversatur (vitis), verum etiam evitat. — — - Sed neminem arbitror adeo insanire, ut audeat dicere, haec ex fidelis amicitiae aut hostilitatis animo oriri, sed supremae naturae ratione quaedam in unum adducuntur, alia disiunguntur, haud sibi invicem convenientia. Hoc itaque tenore existimo falsum esse animalia mortalia quaeque praeter hominem contrarietatem societatemque et quae ad istas referuntur rationali cum harmonia prae se ferre. Haec enim omnia ratione et mente solent conciliari; similitudines vero et tamquam imagines in animalibus delineari contigit; et speciem contemptus vel honoris, studii, gratiarum actionis et consimilium rerum exhibent aliqua subobscura delineamenta impressa, quae non pertinent ad veritatem; quandoquidem propriae, certae et solidae formae in animis sunt hominum.
Philo de animalibus adv. Alexandrum p. 163 Aucher. Considera — — utrum apes et araneae, puta quod textrices istae sint, illae favum mellis creabunt, iuxta artisne industriam ingeniosam (id faciant), aut absque ratione per actionem naturalem. Siquidem horum omnino, si oportet verum fateri, admirabilis habenda diligentia, quae tamen non a disciplina deducta est. Ad quid enim disciplina, quam non praecedet comprehensio scientiae, quae oportet esse artium principium? quoniam ars est collectio concordantium conceptorum.
Philo de animalibus adv. Alexandrum p. 163 Aucher. Volucres solent per
aërem volare, aquatilia natare et gradi terrestria. An id per studium doctrinae?
Minime; sed suapte natura singula memorata haec agunt. Similiter et apes sine
doctrina naturaliter favum peragunt, et
Philo de animalibus adv. Alexandrum p. 168 Aucher. Quodsi censeas alia
(scil. bruta animalia) praedita esse oeconomica quadam prudentia, ut formica et apis,
cum nemo istarum tamen politica gaudeat, concedas oportet posse falsum esse in
specie, quod verum sit in genere sub quo cadit. Ut puto, non ignoras, quod eorum est
oeconomia, quorum et politice; unius enim utraque virtutis proles, etsi sub specie
pares, impares tamen magnitudine, ut domus et civitas. Atqui deest iis politice,
neque ergo dispensatio dicenda est de illis. At quid quis dicere
potest, inquies, cum antea collectione facta condit in thesauros formica et horrea
sibi prius parat? His utilius in opus exit apis et collectis floribus alvearique
pulchre constructo mirifice mel facit.
Ita quidem ego etiam dico. Dico tamen haec
providentiae, non animalium ratione carentium, sed eius qui universam moderatur
naturam esse tribuenda. Illud enim (animal) nihil agit intellectu. Isti vero (deo)
cura est variis de rebus; ut nimirum, sicut Creator, impetum singularum creaturarum
constringit ac corroborat ad id, propter quod factae sunt, sive ad eam quae singulis
convenit perfectionem.
Philo de animalibus adv. Alexandrum p. 171 Aucher. Hactenus satis
locuti de ratione existente in intellectu, locutionem nunc examinemus. Siquidem
merulae et corvi et psittaci et consimiles, etsi varie vocem proferant, articulatum
tamen numquam et nullo modo vocabulum pronuntiare queunt. Sed puto quod quemadmodum
in instrumentis musicis \foramina quamvis habeant portionem veritatis constantis, non
tamen rationales sonitus sunt constantes, sed forma carentes et consequenter nihil
manifeste exponere possunt, ita et praedictorum animantium voces sunt significatione
Alexander Aphrod. de mixtione p. 233, 14 Bruns. ἐπεὶ δὲ πρὸς κατασκευὴν τοῦ σῶμα διὰ σώματος χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς αὐξήσεσιν - ἡ γὰρ αὔξησις τῇ προσθήκῃ τῆς τροφῆς ⟨γίνεται· ὥστε εἰ⟩ πάντῃ [καὶ] αὔξεται τὰ αὐξανόμενα, πάντῃ ἂν ἡ τροφὴ προσκρίνοιτο τῷ προυπάρχοντι σώματι. οὐχ οἷόν τε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντός τε καὶ πρὸς πᾶν ἐνεχθεῖσαν· ἀλλ’ εἰ διὰ παντὸς ἡ τροφὴ τοῦ σώματος φέρεται, σῶμα οὖσα, ἀναγκαῖον εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴγε μόνως οὕτως οἷόν τε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι - ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαί τε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται) φέρε ⟨παραστήσω⟩ ἐκθέμενος τὴν Ἀριστοτέλους δόξαν τὴν περὶ αὐξήσεως τε καὶ τροφῆς. p. 234, 23. εἴτε σώματι λέγοιτο ἡ αὔξησις γίνεσθαι προστιθεμένῳ, ἔσται σῶμά τε διὰ σώματος χωροῦν καὶ γινόμενον σώματι, εἴγε καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην λαμβάνει· κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται· ὥστε κατὰ πᾶν καὶ προσθήκην λήψεται. ἀλλ’ εἰ σῶμα ὂν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην λαμβάνει, δεήσει διὰ παντὸς αὐτοῦ χωροῦν τὸ προστιθέμενον αὐτῷ (τοῦτο δέ ἐστιν ἡ τροφή) τὴν αὔξησιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει τις διά τινων κενῶν γενέσθαι τὴν δίοδον τῆς τροφῆς, ἀνάγκη τούτῳ λέγειν πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κενόν, εἰ καθὸ μὲν ἡ πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο· κατὰ πάντα δ’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται.
Galenus de symptomatum causis III 4. Vol. VII p. 227K. ὅσοι δ’ οὐ συγχωροῦσιν ὑπὸ τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα (κρατουμένου γάρ, οὐ κρατοῦντος ὄνομα ὑπάρχειν τὴν τροφήν), οὔτε περὶ τῆς κατὰ τὰ ζῷα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ δύνανται λέγειν ὑγιὲς μηδέν etc. ibid. 228. ὅσοι φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου τὴν τροφὴν ὑπάρχειν ὄνομα etc. ibid. τὸ μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου, τὸ δ’ ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς.
Plinius Not. Hist. XXX 103. Chrysippus philosophus tradidit phryganion adalligatum remedio esse quartanis. quod esset animal neque ille descripsit nec nos invenimus qui novisset. demonstrandum tamen fuit a tam gravi auctore dictum, si cuius cura efficacior esset inquirendi.
Cicero de legibus I 8, 24. Nam cum de natura hominis quaeritur,
disputari solet — — perpetuis cursibus conversionibus⟨que⟩
Origenes contra Celsum I 37 Vol. I p. 89, 1 Kö. (p. 355 Delarue). καὶ κατ’ αὐτοὺς δὲ τοὺς Ἕλληνας οὐ πάντες ἄνθρωποι ἐξ ἀνδρὸς καὶ γυναικὸς ἐγένοντο· εἰ γὰρ γενητός ἐστιν ὁ κόσμος, ὡς καὶ πολλοῖς Ἑλλήνων ἤρεσεν, ἀνάγκη τοὺς πρώτους μὴ ἐκ συνουσίας γεγονέναι, ἀλλ’ ἀπὸ γῆς, σπερματικῶν λόγων συστάντων ἐν τῇ γῇ.
Philo quaest. et solut. in Genesin III 48 (p. 222 Aucher). Porro magis naturalius instruit eos, qui se causam generationis existimant, vix animum referentes ad videndum genitorem universorum. lpse enin est verus ac verax pater, nos autem, qui genitores dicimur, instrumenta sumus ad serviendum generationi. Quoniam sicut in mira similitudine omnia, quae vident, inanimata sunt, quod vero nervos corroborat, invisibile quidem est, ipsum tamen causa exsistit virtutis motusque visus, simili modo ex sempiterno invisibilique spatio extendit virtutes conditor universorum, nos autem tamquam miracula nervis corroboramur ad id, quod ad nos attinet, semen et generationem; nisi velimus etiam fistulam putare per se flatam esse, non vero ab artifice distributam ad harmoniae productionem, qua instrumentum in servitium ac opus necessarium fuit constructum.
Diogenes Laërt. VII 158. σπέρμα δὲ λέγουσιν εἶναι τὸ οἷόν τε γεννᾶν τοιαῦτα ἀφ’ οἵου καὶ αὐτὸ ἀπεκρίθη. ἀνθρώπου δὲ σπέρμα, ὃ μεθίησιν ὁ ἄνθρωπος μεθ’ ὑγροῦ, συγκιρνᾶσθαι τοῖς τῆς ψυχῆς μέρεσι κατὰ μιγμὸν τοῦ τῶν προγόνων λόγου. εἶναι δὲ αὐτὸ Χρύσιππός φησιν ἐν τῇ δευτέρᾳ τῶν φυσικῶν πνεῦμα κατὰ τὴν οὐσίαν, ὡς δῆλον ἐκ τῶν εἰς τὴν γῆν καταβαλλομένων σπερμάτων, ἃ παλαιωθέντα οὐκέτι φύεται, ὡς δῆλον διαπεπνευκυίας αὐτοῖς τῆς δυνάμεως.
Galenus defin. medicae 94 Vol. XIX p. 370 K. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾶν οἷον ἀφ’ οὗ καὶ ἀφείθη. — — ὁ δὲ Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο· σπέρμα ἐστὶν ἀνθρώπου ὃ μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. ibid. 439. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῷον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος.
Galenus de foet. format. 6. K. IV 699 ed. Bas. I 221. μάλιστα δ’ ἄν τις
θαυμάσειε τὴν πρὸς τοὺς γεννήσαντας ὁμοιότητα τῶν ἐκγόνων, ὅπως γίγνεται· φαίνεται
γὰρ πάλιν ἡ διαπλάττουσα τὸ σῶμα ψυχὴ παρὰ τῶν γονέων εἰς τὸ κυούμενον ἥκειν, ὡς ἐν
τῷ σπέρματι περιεχομένη. — — Καὶ πού τινες αὐτῶν οὐχ ὕλην ἀλλ’ ὄργανον ὑπάρχειν
αὐτῆς τὸ σπέρμα φασίν, ὕλην γὰρ εἶναι τὸ τῆς μητρὸς αἷμα, λεγόντων ἑτέρων (scil. τῶν
Plutarchus de comm. not. cp. 35 p. 1077b. ᾗ καί φασιν (scil. Stoici) τὸ μὲν σπέρμα ⟨διὰ⟩ τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ 'σπείρασιν’ ὠνομάσθαι, τὴν δὲ 'φύσιν’ ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπ’ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν.
Philo de mundi opificio § 67 Vol. I p. 22, 13 Wendl. Τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε. Τοῦτο ὡς ἔστι φαυλότατον, ἐοικὸς ἀφρῷ θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν ἐνστηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται. Φύσις δὲ βελτίων σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς. Ἡ δὲ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις, τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν.
Origenes in evang. Ioannis XX 2. Καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα [τινὰς] ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ, ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν παρακειμένην αὐτῷ ὕλην, ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται.
Origenes in evang. Ioannis XX 5. Ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν ἑαυτῷ προγονικούς τε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος ἢ τοῦ πατρὸς τοῦ σπείραντος ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ’ ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε. Ἔστι δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων ἕως ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.
Scholia in Hom. Iliad. Φ 483. ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ σκοτομηνίας δύστοκοι ἄγαν. Scholia Genevensia I p. 210 Nicole. Χρύσιππος ἐν τῷ περὶ ἀρχαίας φυσικῆς δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τόκους δὲ εἰς αὐτὴν ⟨ἀναφέρων, λέγει ἐν⟩ ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ γίγνεσθαι ⟨ῥᾳδίως τὰ ζῷα⟩ πάντα.
Aëtius Plac. V 11, 3. Οἱ Στωϊκοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς
φέρεσθαι τὸ σπέρμα καὶ τῆς ὁμοιότητος ἀναπλάττεσθαι ἐκ τῶν
Aëtius Plac. V 10, 4 (Πῶς δίδυμα καὶ τρίδυμα γίνεται G 114). Οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους, ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
Aëtius Plac. V 9, 2 (Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει) G. 113. Οἱ δὲ Στωϊκοὶ κατὰ λοξότητα τοῦ καυλοῦ μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων, ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.
Aëtius Plac. V 13, 3 (Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες). Οἱ Στωϊκοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας, οἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ’ ἀλλήλων, συνελθεῖν δὲ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖαι.
Aëtius Plac. V 12, 3 (Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν). Οἱ Στωϊκοὶ συμπαθείᾳ τῆς διανοίας.
Aëtius Plac. V 16, 2 (Πῶς τρέφεται τὰ ἔμβρυα G. 120). Οἱ Στωϊκοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ. ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.
Aëtius Plac. V 17, 1. Οἱ Στωϊκοὶ ἅμα ὅλον γίγνεσθαι (scil. τὸ ἔμβρυον).
Aëtius Plac. V 15, 2. Οἱ Στωϊκοὶ μέρος εἶναι αὐτὸ (scil. τὸ ἔμβρυον) τῆς γαστρός, οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀποῤῥεῖν, οὕτω καὶ τὸ ἔμβρυον.
Galenus defin. medicae 445 Vol. XIX p. 452 K. οἱ δὲ μὴ εἶναι ζῷον λέγοντες (scil. τὸ ἔμβρυον) τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσπερ καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσπερ τὰ ζῷα.
[Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 2 Vol. XIX p. 165 K. μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου ζῴου τοῦ κόσμου μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον συγκρίσεως ἐπέχει λόγον, διακριθὲν δὲ καὶ γενόμενον ἔξω τούτου τοῦ βάθους οἷον χάους ἀσπάζεται τὴν ὁμόφυλον καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας πράξεσιν· κινεῖσθαι γὰρ ταῖς ἐξ αὐτοῦ κινήσεσιν ἄρχεται.
Philo de fortitudine p. 398 Vol. II. Mang. Εἰ γὰρ τὰ φυτῶν τρόπον ἐμπεριαυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυούντων, νῦν μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας - φυλάττεται etc.
Philo de fuga et inventione § 13 Vol. III p. 112, 15 Wendl. Τὸ γὰρ
γενόμενον ζῷον ἀτελὲς μέν ἐστι τῷ ποσῷ· μάρτυρες δ’ αἱ καθ’ ἡλικίαν ἑκάστην
παραυξήσεις· τέλειον δὲ τῷ ποιῷ· μένει γὰρ ἡ αὐτὴ ποιότης, ἅτε ἀπὸ μένοντος ἐκμαγεῖσα
καὶ μηδαμῆ τρεπομένου θείου λόγου.
Galenus de foet. format. 4 K. IV 674. ed Bas. I 217. Τί ποτ’ οὖν ἔδοξε Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς φιλοσόφοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἀποφήνασθαι περὶ καρδίας, ὡς πρώτη τε φύεται τῶν τοῦ ζώου μορίων, ὑπ’ αὐτῆς τε τἄλλα γίγνοιτο, καὶ ὡς τῷ πρώτως διαπλασθέντι καὶ φλεβῶν καὶ νεύρων ἀναγκαῖον ὑπάρχειν ἀρχήν; ibid. K. 677 οἱ δέ γε ἀποφηνάμενοι τὴν καρδίαν πρώτην διαπεπλάσθαι, μήτε φαινόμενον ἐξ ἀνατομῆς ἔχοντες εἰπεῖν, ἐξ οὗ τὴν ἀρχὴν τῆς εὑρέσεως ἐποιήσαντο, μήτε λογικήν τινα ἀπόδειξιν ἄλλην, ἑτέραν ἀφ’ ἑτέρας συνάπτουσιν ἄγνοιαν, ὑπὸ τῆς καρδίας τἄλλα γεγονέναι φάσκοντες, εἶναί τε ταύτην, ὥσπερ τῆς γενέσεως αὐτῶν, οὕτω καὶ τῆς διοικήσεως ἡγεμόνα. ibid. 6. K. 698. ed. Bas. I 221. πρώτην - ὑπόθεσιν — — ὑποτίθενται, τὴν καρδίαν ἁπάντων πρώτην γίγνεσθαι λέγοντες· δευτέραν δ’ ἐπὶ τῇδε, τἄλλα μόρια διαπλάττειν ἐκείνην, ὡς ἀπολλυμένου τοῦ διαπλάσαντος αὐτὴν καὶ μηκέτ’ ὄντος· εἶτ’ ἐφεξῆς ὡς ἀκόλουθον ἐπιφέροντες, ὅτι καὶ τὸ βουλευόμενον ἡμῶν μέρος τῆς ψυχῆς ἐν ταύτῃ καθέστηκεν· εἰ δὲ τὸ βουλευόμενον καὶ ⟨τὸ⟩ τῶν σιτίων, ὥς φασιν, καὶ πομάτων καὶ ἀφροδισίων καὶ χρημάτων ἐπιθυμοῦν, καὶ δηλαδὴ καὶ τὸ θυμούμενον καὶ φιλονεικοῦν etc.
Plutarchus de comm. not. cp. 44 p. 1083a. Ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπὸ Ἐπιχάρμου· τῶν δ’ ἐν Ἀκαδημείᾳ οἰομένων, μὴ πάνυ ῥᾴδιον μηδ’ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν — — κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων. — — p. 1083c. Οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων (praecedit Academicorum sententia περὶ αὐξήσεως) τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; Ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν — — δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ⟨τὸν αὐτόν, καὶ ταῦθʼ⟩ ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον — — ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία, τὸ δὲ ⟨ποιότης⟩· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτ’ αὐξόμενον μήτε μειούμενον, μήτε ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον, καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι.
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047b. Ἐν δὲ ταῖς Φυσικαῖς
Θέσεσι περὶ τῶν ἐμπειρίας. καὶ ἱστορίας δεομένων ἵνα, φησί, μήτε Πλάτωνι
παραπλησίως ὑπονοήσωμεν, τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι, τὴν δὲ
ξηρὰν εἰς τὴν κοιλίαν, μήτε ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα.
Aëtius Plac. V 23, 1. Ἡράκλειτος καὶ οἱ Στωϊκοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀῤῥός. καὶ γὰρ τὰ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ σπέρματα, ἀτελῆ δέ ἐστιν ἄωρα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος· περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.
Galenus de usu respirationis toto libro probare studet, ὅτι ἡ ἀναπνοὴ γίνεται διὰ ψύξιν τινὰ τῆς ἐμφύτου θερμασίας.
Diogenes Laërt. VII 158. τὸν δὲ ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. αἰτίας δὲ τῶν παθῶν ἀπολείπουσι τὰς περὶ τὸ πνεῦμα τροπάς.
Aëtius Plac. V 24, 4. Πλάτων οἱ Στωϊκοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, οὐ κατὰ ἀναχαλασμὸν καθάπερ † ἐπὶ τῆς γῆς, φερομένου δὲ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον· ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γίγνεσθαι θάνατον.
Tertullianus de anima cp. 43. Stoici somnum resolutionem sensualis vigoris affirmant etc. ibid. — — si forte cum Stoicis resolutionem sensualis vigoris somnum determinemus.
Aëtius Plac. V 30, 5. Οἱ Στωϊκοὶ συμφώνως (scil. τῷ Παρμενίδῃ) τὸ γῆρας γίγνεσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν. οἱ γὰρ αὐτῶν πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.
Galenus de temperamentis l. I cp. 3 (K. Vol. I p. 523). ἀλλ' εἴπερ ὁ θάνατος, φασὶ (scil. οἱ ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως), τοιοῦτος (scil. ψυχρὸς καὶ ξηρός), ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασι, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο, παντί που δῆλον ὡς εὐκρατοτάην. ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν.
Galenus adv. Iulianum 4 Vol. XVIII A p. 259. οὐδὲν ἂν εὕροις οὔτ’
Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ, περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι,
⟨ἄνευ τοῦ⟩ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ
καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν
Galenus de morborum causis 1 Vol. VII p. 1 K. 'ἐδείχθη κατὰ μὲν τοὺς
ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας ἅπασα
νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα ἢ
τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις.
Nemesius de nat. hom. cp. 2 p. 38. Διαφωνεῖται σχεδὸν ἅπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς ψυχῆς λόγος. Δημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος καὶ πᾶν τὸ τῶν Στωϊκῶν φιλοσόφων σύστημα σῶμα τὴν ψυχὴν ἀποφαίνονται· καὶ αὐτοὶ δὲ οὗτοι οἱ σῶμα τῆν ψυχὴν ἀποφαινόμενοι, διαφέρονται περὶ τῆς οὐσίας αὐτῆς· οἱ μὲν γὰρ Στωϊκοὶ πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον. Tertullianus de anima cp. 5. Sed etiam Stoicos allego, qui spiritum praedicantes animam paene nobiscum, qua proxima inter se flatus et spiritus, tamen corpus animam facile persuadebunt.
Diogenes Laërt. VII 156. δοκεῖ δὲ αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές· τὴν δὲ ψυχὴν αἰσθητικὴν ⟨φύσιν⟩. ταύτην δὲ εἶναι τὸ συμφυὲς ἡμῖν πνεῦμα· διὸ καὶ σῶμα εἶναι καὶ μετὰ τὸν θάνατον ἐπιμένειν· φθαρτὴν δὲ ὑπάρχειν. τὴν δὲ τῶν ὅλων ἄφθαρτον, ἧς μέρη εἶναι τὰς ἐν τοῖς ζῴοις.
Commenta Lucani Lib. IX 7 p. 290 Us. Quos ignea virtus: animae virtutem significat, non corporis: quoniam Stoici animam ignem dicunt.
Hieronymus epist. 126 (ad Marcellinum et Anapsychiam). Super animae statu memini vestrae quaestiunculae — — utrum lapsa de caelo sit, ut Pythagoras philosophus omnesque Platonici est Origenes putant, an a propria Dei substantia, ut Stoici etc.
Galenus de simpl. medicam. temp. et fac. V 9 ed. Bas. II 58 K. XI 731. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν.
Scholia in Hom. Iliad. II 857. ἐκ τούτου καὶ οἱ Στωϊκοὶ ὁρίζονται τὴν ψυχήν· ψυχή ἐστι πνεῦμα συμφυὲς καὶ ἀναθυμίασις αἰσθητικὴ ἐκ τῶν τοῦ σώματος ὑγρῶν ἀναδιδομένη.
Aëtius Plac. IV 3, 3 Οἱ Στωϊκοὶ πνεῦμα νοερὸν θερμόν (τὴν ψυχήν). Cf.
Theodoret V 18 p. 77, 21.
Galenus defin. medicae 29 Vol. XIX p. 355 K. ψυχή ἐστιν — — κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους.
Galenus de usu partium VI, 17. Vol. III p. 496 K. οὐδὲ γὰρ οὐδ’ οὗτος ὁ λόγος ἀδύνατος, ὡς ἀναθυμίασίς τις, εἰ γε ἐστίν, αἵματος χρηστοῦ τὸ ψυχικὸν πνεῦμα.
Galenus comm. 5 in Hippocr. epid. 6 ed. Bas. V 509 K. XVII B 246. ὅσοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διασῴζεσθαι λέγουσιν αὐτὴν ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἰσω τοῦ σώματος ⟨ἀέρος⟩.
Galenus de usu respirat. cp. 5 (K. Vol. IV p. 502) ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα (scil. τὸ ψυχικὸν) τρέφεσθαι. πόθεν οὖν, φασίν, ἄλλοθεν ἕξει τὴν τροφήν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου; καίτοι κἀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν.
Tertullianus de anima cp. 10. Quid est, oro te, spirare? flatum opinor ex semet ipso agere. Quid est vivere? flatum opinor ex semet ipso non agere? Hoc enim respondere debebo si non idem est spirare, quod vivere. Sed mortui erit non agere flatum: ergo viventis est agere flatum. Sed et spirantis est agere flatum: ergo et spirare viventis est. Utrumque si sine anima decurrere potuisset, non fuisset animae spirare, sed solummodo vivere. At enim vivere spirare est, et spirare vivere est. Ergo totum hoc et spirare et vivere eius est, cuius et vivere, id est animae etc.
Alexander Aphrod. de anima libri mant. p. 115, 6 Bruns. ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἢ πῦρ ἢ πνεῦμα λεπτομερές ἐστι διὰ παντὸς διῆκον τοῦ ἐμψύχου σώματος. εἰ δὲ τοῦτο, δῆλον ὡς οὐκ ἀργὸν οὐδὲ ὡς ἔτυχεν ἔχον ἐροῦσιν αὐτό. οὐ γὰρ πᾶν πῦρ οὐδὲ πᾶν πνεῦμα ταύτην ἔχει τὴν δύναμιν. μετά τινος οὖν ἔσται εἴδους ἰδίου καὶ λόγου καὶ δυνάμεως καί, ὡς αὐτοὶ λέγουσιν, τόνου.
Alexander Aphrod. de anima p. 26, 13 Bruns. μᾶλλον δὲ κατὰ τοὺς τὴν ψυχὴν γεννῶντας ἐκ ποιᾶς μίξεως τε καὶ συνθέσεως τινων εἴη ἂν ἡ ψυχὴ ἤτοι ἁρμονία ἢ σύνθεσις καθ’ ἁρμονίαν τινῶν σωμάτων. ὧν εἰσιν οἵ τε ἀπὸ τῆς Στοᾶς, πνεῦμα αὐτὴν λέγοντες εἶναι συγκείμενόν πως ἔκ τε πυρὸς καὶ ἀέρος, καὶ οἱ περὶ Ἐπίκουρον.
Galenus περὶ ψυχῆς ἠθῶν ed. Bas. I 346. K. IV. 783. Ἐν ταὐτῷ δὲ γένει
τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα· πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι
βούλονται, καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως,
ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν τις οἰκεία τῆς ψυχῆς
ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἤτοι κράσεως ἐν συμμετρίᾳ γιγνομένης τῆς
ἀερώδους τε καὶ πυρώδους οὐσίας· οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν οὔτε
πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐμφανῇ γίγνεσθαι ζῴου σῶμα, μήτε ἄκρως θερμόν, ἀλλὰ μηδὲ
ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχήν, ὅπουγε κἂν βραχεῖ πλέον γένηται τοῦ
συμμέτρου, πυρέττει μὲν τὸ ζῷον ἐν ταῖς τοῦ πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ
καὶ πελιδνοῦται καὶ δυσαίσθητον ἢ
Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν. ed. Bas. I 346, K. IV 786. - ὑφ’ Ἡρακλείτου· καὶ γὰρ οὗτος οὕτως εἶπεν· αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη, τὴν ξηρότητα πάλιν ἀξιῶν εἶναι συνέσεως αἰτίαν· τὸ γὰρ τῆς αὐγῆς ὄνομα τοῦτ’ ἐνδείκνυται, καὶ βελτίονά γε δόξαν ταύτην εἶναι νομιστέον, ἐννοήσαντας καὶ τοὺς ἀστέρας αὐγοειδεῖς τε ἅμα καὶ ξηροὺς ὄντας ἄκραν σύνεσιν ἔχειν· εἰ γὰρ μή τις αὐτοῖς ὑπάρχειν τοῦτο φαίη, δόξει τῆς τῶν θεῶν ὑπεροχῆς ἀναίσθητος εἶναι.
Anonymi scholia in Hermog. ideas Walz. Rh. gr. VII p. 884. οἱ μὲν γὰρ Στωϊκοὶ λέγουσι μὴ εἶναι ψυχήν, ἀλλ’ ἐκ τῆς κράσεως τῶν στοιχείων ἀποτελεῖσθαι τὴν γένεσιν· ὅταν μὲν γὰρ πλεονάσῃ τὸ θερμόν, ποιεῖ τὸν λέοντα, ὅθεν, φησί, καὶ θυμικός ἐστιν· ὅταν δὲ κατὰ λόγον καὶ σχεδὸν ἐξ ἴσου συνέλθῃ, ποιεῖ τὸν ἄνθρωπον· ταύτης τῆς δόξης προστάτης ἐγένετο καὶ Γαληνός.
Nemesius de nat. hom. cp. 2 p. 46. ἐπειδὴ δὲ καὶ Κλεάνθους τοῦ στωϊκοῦ
καὶ Χρυσίππου φέρονται λόγοι τινὲς οὐκ εὐκαταφρόνητοι, ἐκθετέον καὶ τούτων τὰς λὺσεις
ὡς ἐπέλυσαν οἱ ἀπὸ Πλάτωνος (sequuntur plura Cleanthis argumenta, quibus corpoream
animae naturam probabat eorumque refutationes; dein p. 53) Χρύσιππος δέ φησιν ὅτι ὁ
θάνατός ἐστι ψυχῆς χωρισμὸς ἀπὸ σώματος· οὐδὲν δὲ
ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον, ἡ δὲ ψυχὴ καὶ
ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος, σῶμα ἄρα ἡ ψυχή.
Tertullianus de anima cp. 5. Sed et Chrysippus manum ei (scil. Cleanthi) porrigit, constituens corpralia ab incorporalibus derelinqui ommino non posse, quia nec contingantur ab eis (unde et Lucretius: tangere enim et tangi nisi corpus nulla potest res) derelicto autem corpore ab anima affici morte. Igitur copus anima, quae nisi corporalis corpus non derelinqueret.
Alexander Aphrod. de anima libri mant. p. 117 (argumenta Stoicorum
enumerat, quibus animam corpus esse probabant). 1. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ
ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστιν σῶμα. - 9. ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον
σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν. - 21. οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ
ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε
μὴ εἶναι ἀσώματον. - 28. οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ’ ἀλλήλων,
ὅσα ἅπτεται ἀλλήλων. - 30. ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν, τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ
ψυχῇ
Alexander Aphrod. de anima p. 18, 10 Bruns. τὸ δὲ λέγειν τῶν τοῦ
σώματος μερῶν ἀνάγκην εἶναι καὶ τὰ μέρη σώματα εἶναι, ὥσπερ καὶ τῆς ἐπιφανείας καὶ
τῆς γραμμῆς καὶ τοῦ χρόνου τὰ μέρη τῆς μὲν ἐπιφάνειαι, τῆς δὲ γραμμαί, τοῦ δὲ χρόνοι,
μέρη δὲ τοῦ ζῴου σώματος ὄντος τό τε εἶδος καὶ ἡ ὕλη, ὥστε καὶ σώματα, πεπλανημένων.
idem p. 18, 27. ἀλλ’ οὐδὲ ὁ λέγων λόγος οὗ τὸ μέρος σῶμα καὶ αὐτὸ
σῶμα, τῆς δὲ ψυχῆς ἡ αἴσθησις μέρος οὖσα σῶμά ἐστι, καὶ αὐτὴ ἄρα σῶμα
,
δείκνυσίν τι. - p. 19, 2. καὶ γὰρ εἰ σῶμα ἡ ψυχή, καὶ σῶμα οὐχ ὡς ἡ ὕλη, ἔσται ἐξ
ὕλης καὶ εἴδους, εἴγε πᾶν σῶμα κατ’ αὐτοὺς τὸ παρὰ τὴν ὕλην τοιοῦτον.
Alexander Aphrod. de anima libri mant. p. 113, 31 Bruns. εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων) εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη) οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.
Tertullianus de anima cp. 8. Quid enim, inquit Soranus, si mare negent corpus, quia extra mare immobilis et gravis navis efficitur? Quanto ergo validius corpus animae, quod tanti postea ponderis corpus levissima mobilitate circumfert?
Chalcidius in Timaeum cp. 221. Ergo spiritum animam esse dicentes corpus esse animam plane fatentur. Quodsi ita est, corpus corpori sociatum est. Societas porro vel ex adplicatione fit vel ex permixtione vel ex concretione. Si adplicita sint corpus et anima, quid ex adplicatione compositum horum duum quatenus totum erit vivum? Vita enim secundum ipsos in solo spiritu, qui adplicitus non permanat ad corpus intimum. nihil enim penetrat adplicitum. et totum animal vivere aiunt: non igitur anima et corpus adplicatione sociantur. Si vero permixta sunt, anima unum aliquid non erit sed permixta multa. Stoici spiritum, id est animam, unum quid esse profitentur: non ergo permixta sunt. Superest ut ex concretione manent: ergo et per se invicem transeunt duo corpora, et locus unus quo corpus continetur duobus corporibus praebebit capacitatem, cum vas quod aquam recipit vinum et aquam simul capere non possit. Neque igitur ex adplicatione neque permixtione neque vero concretione corpus et anima sociantur. ex quo confit animam non esse corpus. Est igitur virtus et potentia carens corpore.
Alexander Aphrod. de anima libri mant. p. 115, 32 Bruns. ἀλλ’ οὐδὲ ὡς
ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή. εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα.
ἀλλὰ οὐδὲ κατὰ παράθεσιν. οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα. — — εἰ δὲ ὅλον
δι’ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ. καὶ
γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ’ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ
σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι’ ἀλλήλων διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ.
Alexander Aphrod. in Aristot. Topica II p. 93 Ald. p. 173, 14. ἐπεὶ τῷ λέγοντι τὴν ψυχὴν σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρεῖν καὶ τὸ στοιχεῖον αὐτὴν εἶναι ἢ ἐκ στοιχείων.
Plotinus Ennead. IV lib. VII 10 (Vol. II p. 114 Mü.). ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις· εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ⟨ἐνεργείᾳ⟩ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχή· ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν· οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκράσθαι ὅλον δι’ ὅλου, ὡς ὅπου ἂν ᾗ, καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων, καὶ μηδεμίαν αὔξησιν γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι), διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν [ἐπὶ] σμικρότερον (ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν. — — - οὐ τοίνυν ὅλον δι’ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα· ἡ δὲ ψυχὴ δι’ ὅλων· ἀσώματος ἄρα.
Longinus apud Eusebium praep. evang. XV p. 823 a. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.
Jamblichus de anima apud Stobaeum ed. I p. 371, 22. οὐ μὴν ἔτι γε τούτοις συγχωροῦσιν οἱ σῶμα τὴν ψυχὴν ὑπολαμβάνοντες, οἷον οἱ Στωϊκοὶ καὶ ἄλλοι πλείονες· — — πάντες γὰρ οὗτοι σωματοειδεῖς τὰς κινήσεις αὐτῇ ἀποδιδόασιν.
Philo quaest. et solut. in Genesin II 4 (p. 77 Aucher). Corpus autem nostrum, ex multis compositum, extrinsecus et intrinsecus unitum est atque propria habitudine constat; superior autem habitudo conexionis istorum anima est, quae in medio consistens ubique permeat usque ud superficiem deque superficie in medium vertitur, ut unica natura spiritualis duplici convolvatur ligamine in firmiorem soliditatem unionemque coaptata.
Philo quaest. et solut. in Exod. II 120 (p. 547 Aucher). siquidem a se
ipso est motus amimae, ut convenit dicere maxime secundum ex Stoa philosophos.
Plotinus Ennead. IV lib. VII 11 (Vol. II p. 115 Mü.). τὸ δὲ φύσιν μὲν πρότερον τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίγνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γενομένην, - ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν - ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν· ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος.
Tertullianus de anima cp. 25. — — isti qui praesumunt, non in utero concipi animam, nec cum carnis figulatione compingi atque produci, sed effuso iam partu nondum vivo infanti extrinsecus imprimi. Ceterum semen ex concubitu muliebribus locis sequestratum motuque naturali vegetatum compinguescere in solam substantiam carnis, eam editam et de uteri fornace fumantem et calore solutam, ut ferrum ignium et ibidem frigidae immersum, ita aëris rigore percussam et vim animalem rapere et vocalem sonum reddere. Hoc Stoici cum Aenesidemo etc.
Plutarchus de Stoic. repugn. cp. 41 p. 1052f. Τὸ βρέφος ἐν τῇ γαστρὶ
φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν· ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ
στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίνεσθαι ζῷον· ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν
ὠνομάσθαι παρὰ τὴν ψῦξιν. Αὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως
καὶ λεπτομερέστερον
ἡγεῖται, μαχόμενος αὑτῷ. p. 1053 d. ὁ περὶ ψυχῆς γενέσεως
αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. Γίνεσθαι μὲν γάρ φησι τὴν
ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ πνεύματος
μεταβαλόντος· ἀποδείξει δὲ χρῆται τοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι
μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι. — — - Εἰ
δὲ φήσει τις (Stoicorum sententiam sc. defendens), ὅτι ταῖς κράσεσι τῶν σωμάτων
ἐγγινομένης τῆς ὁμοιότητος, αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον
τοῦ γεγονέναι τὴν ψυχήν· ἐνδέχεται γὰρ οὕτω καὶ ἀγένητον οὖσαν, ὅταν ἐπεισέλθῃ,
μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος. idem de primo frigido cp. 2. Οἱ δὲ Στωϊκοὶ καὶ
τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον
ἐκ φύσεως γίνεσθαι ψυχήν. cf. Porphyrius de anima apud Eusebium praep. evang. XV p.
813c.
Hippolytus Philos. 21 (DDG p. 571, 17) Stoici, Chrysippus et Zeno. τὴν δὲ ψυχὴν λέγουσιν ἀθάνατον εἶναι, σῶμα δέ, καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν· ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν.
Origenes de principiis (interpr. Rufino) II cp. 8 p. 96 ed. Delar. ψυχὴν παρὰ τὴν ψύξιν nominatam esse putat.
Arius Didymus epit. phys. fr. 39 Diels (DG p. 471, 18. Euseb praep. evang. XV 20, 6). τὴν δὲ ψυχὴν γενητήν τε καὶ φθαρτὴν λέγουσιν. οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους. τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτως λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γενόμενοι τοῦ σώματος χωρισθέντες καὶ εἰς ἐλάττω μεταβαλόντες οὐσίαν τὴν τῆς ψυχῆς, τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.
Aëtius Plac. IV 7, 3. οἱ Στωϊκοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων οὔπω φθείρεσθαι· ⟨καὶ⟩ τὴν μὲν ἀσθενεστέραν ἀμαυρὸν σύγκριμα γίνεσθαι (ταύτην δ’ εἶναι ⟨τὴν⟩ τῶν ἀπαιδεύτων). τὴν δὲ ἰσχυροτέραν (οἵα ἐστὶ περὶ τοὺς σοφούς) ζῆν μέχρι τῆς ἐκπυρώσεως. Theodoretus graec. aff. cur. V 23 p. 73, 24. οἱ δὲ Στωϊκοὶ τὰς χωριζομένας τῶν σωμάτων ψυχὰς διαρκεῖν μὲν καὶ καθ’ αὑτὰς ζῆν ἔφασαν, ἀλλὰ τὴν μὲν ἀσθενεστέραν ἐπ’ ὀλίγον, τὴν δέ γε ἰσχυροτέραν μέχρι τῆς τοῦ παντὸς ἐκπυρώσεως.
Diogenes Laërt. VII 157. Κλεάνθης μὲν οὖν πάσας (scil. τὰς ψυχὰς) ἐπιδιαμένειν μέχρι τῆς ἐκπυρώσεως, Χρύσιππος δὲ τὰς τῶν σοφῶν μόνων.
Sextus adv. math. IX 71. ἡ δὲ περὶ θεῶν ὑπόληψις οὐ τοιαύτη τις ἐστὶν
οὐδὲ μάχην ὑπέβαλλεν, ἀλλὰ σύμφωνος τοῖς γιγνομένοις ἐφαίνετο.
[Lactant. div. instit. VII 20. Hic fortasse dixerit quispiam: si est immortalis anima, quomodo patibilis inducitur ac poenae sentiens? — — Huic quaestioni sive argumento a Stoicis ita occurritur: Animas quidem hominum permanere nec interventu mortis in nihilum resolvi, sed eorum, qui iusti fuerunt, puras et impatibiles et beatas ad sedem coelestem, unde illis origo sit, remeare, vel in campos quosdam fortunatos rapi, ubi fruantur miris voluptatibus: impios vero quoniam se malis cupiditatibus inquinaverunt mediam quandam gerere inter immortalem mortalemque naturam et habere aliquid imbecillitatis ex contagione carnis, cuius desideriis ac libidinibus addictae ineluibilem quendam fucum trahant labemque terrenam, quae cum temporis diuturnitate penitus inhaeserit, eius naturae reddi animas, ut si non exstinguibiles in totum (quoniam ex deo sunt) tamen cruciabiles fiant per corporis maculam, quae peccatis inusta sensum doloris attribuit.]
Tertullianus de anima cp. 54. Omnes ferme philosophi, qui immortalitatem animae qualiter qualiter volunt tamen vindicant, ut Pythagoras, ut Empedocles, ut Plato, quique aliquod illi tempus indulgent ab excessu usque in conflagrationem universitatis, ut Stoici, suas solas, id est sapientum animas in supernis mansionibus collocant. ibidem: itaque apud illum (scil. Platonem) in aetherem sublimantur animae sapientes, apud Arium in aërem, apud Stoicos sub lunam. ibidem: reliquas animas ad inferos deiciunt. cp. 55. Sed in aethere dormitio nostra — — aut circa lunam cum Endymionibus Stoicorum.
Scholia in Hom. Iliad. Ψ 65. ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος. ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι, Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενέσθαι δογματίζει.
Hieronymus ep. 108, 23 (ad Eustochium). Ossa audis et carnem et pedes et manus; et globos mihi Stoicorum atque aëria quaedam deliramenta confingis.
Commenta Lucani Lib. IX 1 p. 289 Us. alii existimant animas statim
elisas corpore solvi ac dissipari in principia sua, inter quos
Commenta Lucani Lib. VII 816 p. 252 Us. Non altius ibis in auras: quamdiu vivimus, habemus discretionem: mortui unum sumus ommes. sectas hic tangit Epicureorum et Stoicorum.
Origenes contra Celsum I Vol. I p. 66, 2 Kö. (p. 331 ed. Delarue). ὡς εἰ λέγοιμεν καὶ τὸν Πλατωνικόν, πιστεύοντα τῇ ἀθανασίᾳ τῆς ψυχῆς καὶ τοῖς περὶ αὐτῆς λεγομένοις περὶ μετενσωματώσεως, μωρίαν ἀνειληφέναι ὡς πρὸς τοὺς Στωϊκούς, διασύροντας τὴν τούτων συγκατάθεσιν.
Seneca ep. 57. Nunc me putas de Stoicis dicere, qui existimant animam hominis magno pondere extriti permanere non posse et statim spargi, quia non fuerit illi exitus liber.
Arius Didymus epit. phys. fr. 39 Diels (DG p. 471, 11). εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα καὶ ἀέρα, κύκλῳ περι⟨έχουσαν⟩ γῆν καὶ θάλασσαν καὶ ἐκ τούτων ἀναθυμιαθεῖσ⟨αν⟩· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ ἐκεῖ τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.
Cicero Tuscul. disp. I 77. Stoici autem usuram nobis largiuntur tamquam cornicibus; diu mansuros aiunt animos, semper negant.
Alexander Aphrod. de anima libri mant. p. 118, 6 Brunσ. Ὅτι μὴ μία
ἡ τῆς ψυχῆς δύναμις, ὡς τὴν αὐτήν πως ἔχουσαν ποτὲ μὲν διανοεῖσθαι, ποτὲ δὲ
ὀργίζεσθαι, ποτὲ δ’ ἐπιθυμεῖν παρὰ μέρος
δεικτέον.
Themistius paraphr. in Arist. de anima I 1 p. 5 Sp. οἱ μὲν πολυδύναμον ἀξιοῦσιν εἶναι τὴν ψυχὴν ἐφ’ ἑνὸς οὖσαν ὑποκειμένου, οἱ δὲ πολυμερῆ, διορίζοντες καὶ τοῖς τόποις τὰ μέρη, ὥσπερ οἱ Στωϊκοί.
Jamblichus de anima apud Stobaeum ecl. I p. 373, 15 W. ἐπὶ δὴ τούτοις δεῖ νοεῖν ὡς οἱ μὲν Στωϊκοὶ πάσας τῆς ὁποιασοῦν ψυχῆς τὰς ἐνεργείας συμμιγνύουσιν τοῖς διοικουμένοις καὶ ἀψύχοις, οἱ δ’ ἀπὸ Πλάτωνος οὐ πάσας.
Jamblichus de anima apud Stobaeum ecl. I p. 367, 17 W. ἀλλὰ μὴν οἵ γε
ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν
δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν
προϋποκειμένην ταῖς
Aëtius Plac. IV 4, 4. Οἱ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι (τὴν ψυχήν), πέντε μὲν τῶν αἰσθητικῶν ὁρατικοῦ ἀκουστικοῦ ὀσφραντικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Cf. Theodoret V 20 p. 72, 44.
Diogenes Laërt. VII 110. φασὶ δὲ τὴν ψυχὴν εἶναι ὀκταμερῆ· μέρη γὰρ αὐτῆς τά τε πέντε αἰσθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ διανοητικόν, ὅπερ ἐστὶν αὐτὴ ἡ διάνοια, καὶ τὸ γεννητικόν. 157. μέρη δὲ ψυχῆς λέγουσιν ὀκτώ, τὰς πέντε αἰσθήσεις καὶ τοὺς ἐν ἡμῖν σπερματικοὺς λόγους καὶ τὸ φωνητικὸν καὶ τὸ λογιστικόν.
Origenes contra Celsum V 47 Vol. II p. 51, 19 Kö. (p. 614 Delarue). ἄλλη μὲν ἡ κατ’ Ἐπίκουρον δικαιοσύνη, ἄλλη δὲ ἡ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀρνουμένους τὸ τριμερὲς τῆς ψυχῆς.
Porphyrius de anima apud Stobaeum ecl. I p. 350, 13. αὐτίκα οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὀκταμερῆ τὴν ψυχὴν θέντες καὶ πέντε μὲν μέρη τὰ αἰσθητικὰ λαβόντες, ἕκτον δὲ τὸ φωνητικὸν καὶ ἕβδομον τὸ σπερματικόν, τὸ λοιπὸν τὸ ἡγεμονικὸν ὡς ἂν ἄρχοντος χώραν ἔχειν ὑπετίθεντο, τὰ δὲ ἄλλα μέρη ἐν ὑπηρέτου τάξει ἀπεδίδοσαν, ὥστε τὸ αὐτὸ ἐξ ἄρχοντος καὶ ἀρχομένων συνεστάναι.
Jamblichus de anima apud Stobaeum ecl. I p. 369, 5. οἱ ἀπὸ Ζήνωνος ὀκταμερῆ τὴν ψυχὴν [δια]δοξάζουσι, περὶ ⟨ἣν⟩ τὰς δυνάμεις εἶναι πλείονας, ὥσπερ ἐν τῷ ἡγεμονικῷ ἐνυπαρχουσῶν φαντασίας, συγκαταθέσεως, ὁρμῆς, λόγου.
Philo quaest. et solut. in Genesin I 75 (p. 49 Aucher). Cum octo
partibus anima nostra constet, ex rationali individua et irrationali
Philo octo partes animae commemorat: leg. alleg. I § 11 Vol. I p. 63, 22 Wendl., de mundi opificio § 117 Vol. I p. 41, 14 Wendl., de agricultura § 30 Vol. II p. 101, 3 Wendl., quis rer. divin. heres § 232 Vol. II p. 52, 13 Wendl., quod det. potiori insid. soleat § 168 Vol. I p. 296, 6 Wendl., et saepius.
Philo de animalibus adv. Alexandrum p. 170 Aucher. Non vides quod parvulum infantem nemo de ullo opere facto accusat unquam, eo quod prudentis aetatis nondum particeps fuerit? At puer, quamvis imperfectus comperitur, quia tamen homo est rationalis natura, paulo ante acceptis sapientiae seminibus, quamvis nondum formare rem potest, paulo tamen post oriri faciet; etenim aura recepta seminales vires ad modum scintillae in silva iuxta tempora cum illo crescentes vigere ac adhaerere debent. Aliorum vero (animalium) animae non habentes fontem mentis progressu deliberationis carent.
Jamblichus de anima apud Stobaeum ecl. I p. 317, 21 W. πάλιν τοίνυν περὶ τοῦ νοῦ καὶ πασῶν τῶν κρειττόνων δυνάμεων τῆς ψυχῆς οἱ μὲν Στωϊκοὶ λέγουσι μὴ εὐθὺς ἐμφύεσθαι τὸν λόγον, ὕστερον δὲ συναθροίζεσθαι ἀπὸ τῶν αἰσθήσεων καὶ φαντασιῶν περὶ δεκατέσσαρα ἔτη.
Aëtius Plac. IV 21. Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ
ἡγεμονικόν. G. 102. Οἱ Στωϊκοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικόν, τὸ
ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν
καλοῦσιν. - Ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα
εἰς τὸ σῶμα καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δὲ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε
μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή. - Ὧν ἡ μὲν ὅρασις ἐστὶ
πνεῦμα διατεῖνον ἀπὸ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ
ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι
μυκτήρων [λεπτῦνον], γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι γλώττης, ἁφὴ
δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν
προσπιπτόντων. - Τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι
διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνᾶεν
ὑπὸ τοῦ
Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἔστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ
μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν
κόσμῳ ⟨ἥλιος⟩ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ. Seneca epist. 113, 23. inter
Cleanthem et discipulum eius Chrysippum non convenit, quid sit ambulatio. Cleanthes
ait spiritum esse a principali usque in pedes permissum, Chrsippus ipsum principale.
Diogenes Laërt. VII 159. ἡγεμονικὸν δὲ εἶναι τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται· ὅπερ εἶναι ἐν καρδίᾳ.
Aëtius Plac. IV 5, 6. 0ἱ Στωϊκοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι (sc. εἶναι τὸ ἡγεμονικόν). cf. Theodoret V 22 p. 73, 14.
Alexander Aphrod. de anima p. 97, 8 Bruns. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ (scil. ψυχὴ) ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστίν — — ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι — — ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρμαί τε καὶ ὀρέξεις. p. 98, 24. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ etc. (secuntur argumenta).
Stobaeus Florileg. 3, 66. Χρυσίππου· Χρύσιππος ὁ Στωϊκὸς ἔφη, τὴν διάνοιαν εἶναι λόγου πηγήν.
Galenus de Hipp. et Plat. plac. V 3 (160) p. 421 M. In libro qui
inscriptus erat περὶ παθῶν θεραπευτικὸς Chrysippus dixerat: Ἔστι δέ γε τῆς ψυχῆς
μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν. G. ex aliis Chr. libris enucleare studet,
quas dixerit Chr. animi partes: ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου
γεγραμμένων, ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα.
ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς,
ἁμαρτάνεις διττά. πρώτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν, ἀλλὰ λόγου ταῦτ’ εἶναι μόρια
φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ. οὐ γὰρ δήπου ταὐτόν ἐστι
ψυχὴ καὶ λόγος· ἄλλως τε καὶ διὰ τῆς προγεγραμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ
συνισταμένων ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν. οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ
συντιστάμενον. ἔπειτα — — τάς γ’ ἐννοίας καὶ προλήψεις οὐ μόρια τῆς ψυχῆς εἶναι
λεκτέον. — — - αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι ⟨μόρια δὲ⟩ τῆς ψυχῆς,
ὡς αὐτὸς σύ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα καὶ τὸ ὀπτικὸν ἔτι τε
πρὸς τοὑτοις φωνητικόν τε καὶ γεννητικόν, καὶ πρὸ πάντων αὐτῶν τὸ ἡγεμονικόν, ἐν ᾦ
καὶ τὸν λόγον ἔφης συνίστασθαι etc. — — τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά
τε καὶ στοιχεῖα καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν,
εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τνῶ οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε
καὶ πῦρ· οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων, ἐν οἷς διαιτᾶται.
Philo de sacrif. Abel et Cain § 137 Vol. I p. 256, 22 Wendl. ὅτι τὸ
ἡγεμονικὸν κατὰ ἀμερῆ χρόνων διαστήματα ⟨πολλὰς⟩ πρὸς ἑκάτερον
Philo Leg. Alleg. I § 59 Vol. I p. 75, 25 Wendl. Οἰ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν ἐστι, καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. - § 61. τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους, καλούς τε καὶ αἰσχροὺς δεχομένῳ.
Philo Leg. Alleg. I § 30 Vol. I p. 68 Wendl. Τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως· ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν· ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.
Tertullianus de carne Christi cp. 12. Opinor sensualis est animae natura. Adeo nihil animale sine sensu, nihil sensuale sine anima. — — Igitur cum omnibus anima sentire praestet, et ipsa sentiat omnium etiam sensus, nedum qualitates, cui veri simile est, ut ipsa. sensum sui ab initio sortita non sit? Unde illi scire quod interdum sibi sit necessarium ex naturalium necessitate, si non scit suam qualitatem, cui quid necessarium est? Hoc quidem in omni anima recognoscere est, notitiam sui dico, sine qua notitia sui nulla anima se ministrare potuisset. Puto autem magis hominem, animal solum rationale, computes et animam esse sortitum, quae illum faciat animal rationale, ipsa in primis rationalis. Porro quomodo rationalis quae efficit hominem rationale animal, si ipsa rationem suam nescit, ignorans semet ipsam.
Plutarchus apud Olympiodorum in Plat. Phaedon. p. 124, 20 ed. Finckh. Ὅτι οὐχ ἡ ψυχὴ τρέπει ἑαυτὴν εἰς τὴν τῶν πραγμάτων κατάληψιν καὶ ἀπάτην κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς· πῶς γὰρ αἰτία ἑαυτῇ γνώσεως ἡ ψυχὴ καὶ ἀγνοίας, μήπω αὐτὰς ἔχουσα ἀρχήν.
Plutarchus de comm. not. cp. 47 p. 1084f. φαντασία γάρ τις ἡ ἔννοιά
ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ· ψυχῆς δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν
ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον· ἥ τε γὰρ τροφὴ καὶ ἡ
γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν· ἥ τε πρὸς τὸν
ἀέρα ⟨διὰ⟩ τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ
τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος. p. 1085a. ἀλλ’ οὕτω
παρακούουσιν ἑαυτῶν, ὥστε τὰς ἐννοίας ἀποκειμένας τινὰς ὁριζόμενοι νοήσεις, μνήμας δὲ
μονίμους καὶ σχετικὰς τυπώσεις, τὰς δ’ ἐπιστήμας καὶ παντάπασι πηγνύντες ὡς τὸ
ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν - οὐσίας - φερομένης
ἀεὶ καὶ ῥεούσης.
Plutarchus de comm. not. cp. 45 p. 1084a. ἄτοπον γὰρ εὖ μάλα τὰς ἀρετὰς καὶ τὰς κακίας, πρὸς δὲ ταύταις τὰς τέχνας καὶ τὰς μνήμας πάσας, ἔτι δὲ φαντασίας καὶ πάθη καὶ ὁρμὰς καὶ συγκαταθέσεις σώματα ποιουμένους, ἐν μηδενὶ φάναι κεῖσθαι μηδ’ ὑπάρχειν τόπον τούτοις, ἕνα ⟨δὲ⟩ τὸν ἐν τῇ καρδίᾳ πόρον στιγμιαῖον ἀπολιπεῖν, ὅπου τὸ ἡγεμονικὸν συστέλλουσι τῆς ψυχῆς, ὑπὸ τοσούτων σωμάτων κατεχόμενον, ὅσων τοὺς πάνυ δοκοῦντας ἀφορίζειν καὶ ἀποκρίνειν ἕτερον ἑτέρου πολὺ πλῆθος διαπέφευγε. τὸ δὲ μὴ μόνον σώματα ταῦτα ποιεῖν, ἀλλὰ καὶ ζῷα λογικὰ - ὑπερβολή τίς ἐστιν - παρανομίας εἰς τὴν - συνήθειαν. p. 1084c. ἀλλὰ πρὸς τούτοις ἔτι καὶ τὰς ἐνεργείας σώματα καὶ ζῷα ποιοῦσι etc.
Sextus adv. math. VII 307. ναί φασιν (scil. dogmatici i. e. Stoici) ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν διάνοια, κατ’ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ’ ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὡς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι’ αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ’ ἄλλο μέν ἐστι νοῦς κατ’ ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως. ibid. 359. ἀλλ’ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, λέγοντες μὴ κεχωρίσθαι ταῦτα τὰ διαφέροντα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ’ ὡς τὸ μέλι ὅλον δι’ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος· καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευήν, εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική.
Aëtius Plac. IV 8, 1. Οἱ Στωϊκοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· αἴσθησίς ἐστιν ἀντίληψις δι’ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια· καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι’ αἰσθητηρίου γίνεται κατ’ αὐτὸ τὸ ἡγεμονικόν. ἀφ’ οὗ πάλιν αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
Aëtius Plac. IV 8, 8. Οἱ Στωϊκοὶ σωμάτων τὰς αἰσθήσεις.
Aëtius Plac. IV 8, 7. Οἱ Στωϊκοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθ’ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα.
Aëtius Plac. IV 10, 1. Οἱ Στωϊκοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν
ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν.
Aëtius Plac. IV 23, 1. Οἱ Στωϊκοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δὲ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ.
Galenus de symptomatum causis I 8 Vol. VII p. 139 K. καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων ἀπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων ἤδη μοι δοκῶ πέρας ἔχειν τὸν λόγον. ἐπ’ αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπιπέμπον τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶτον αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργάνοις ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ’ ἐγκεφάλου κατιοῦσαν εἰς αὐτὸ διὰ τοῦ νεύρου δύναμιν.
Galenus de locis affectis I 7 Vol. VIII p. 66 K. καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴ γε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῥεῖν ὁμοίως ἡλιακῷ φωτί. — — 67. οἱ δὲ μύες — — ὅτι οὐκ ἔχουσι σύμφυτον αἰσθήσεως τε καὶ κινήσεως ἀρχήν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρήζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. ibid. IV 1. Vol. VIII p. 218 K. opticam facultatem dicit perire, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς.
Galenus de locis afectis II 5 Vol. VIII p. 127. κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο (scil. τὸ τῆς ψυχῆς ἡγεμονικόν) καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι’ ὀφθαλμῶν μὲν βλέπειν, δι’ ὤτων δ’ ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι μήτ’ ὀφθαλμοῖς ἔτι μήτ’ ὠσὶ μήτε γλώττῃ μήτ’ ἄλλῳ τινὶ προσχρώμενον.
Potinus Ennead. IV lib. VII 7 (Vol. II p. 111, 10 Mü.). ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται· ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους τοῦ πνεύματος, τὸ ἡγεμονοῦν αἰσθάνεται καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχκοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο.
Galenus de instrum. odoratus 3. Vol. II 862 K. φωτοειδέστατον μὲν οὖν ἐποίησεν (scil. ἡ φύσις) τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ [καὶ πυρὸς] τὸ τῆς ὀσφρήσεως ἐστιν αἰσθητόν, οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀήρ, οὔθ’ οὕτω παχυμερές, ὡς τὸ ὑγρόν. ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ’ ἐστὶ τῶν ὀσφρητῶν ἡ οὐσία.
Galenus de usu partium VIII 6 Vol. III p. 639. τεττάρων οὖν ὄντων κατὰ
τὴν κεφαλὴν αἰσθητικῶν ὀργάνων, ὀφθαλμῶν καὶ ὤτων καὶ
Philo de fuga et inventione § 182 Vol. III p. 149, 31. Ποτίζεται οὖν, ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δ’ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα, καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.
Philo de posteritate Caini § 126 Vol. II p. 27, 26 Wendl. οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν etc.
Chalcidius ad Timaeum cp. 237. Stoici vero videndi causam in nativi
spiritus intentione constituunt, cuius effigiem coni similem volunt. Hoc quippe
progresso ex oculorum penetrali, quod appellatur pupula, et ab exordio tenui, quo
magis porrigitur, in soliditatem opimato exordio, penes id quod videtur locatam fundi
omnifariam dilatarique visus inlustrationem. Quodque omnis natura modo mensuraque
moveatur, spatii quoque magnitudinisque coni modum fore, eaque re neque valde
adplicata visui nec nimium distantia visibilia clare videri. certe conum ipsum pro
modo mensuraque intentionis augeri, et prout basis eius vel directa vel inflexa erit
incidetque in contemplabilem speciem, ita adparebunt quae videntur. Oneraria quippe
navis eminus visa perexigua apparet deficiente contemplationis vigore nec se per
omnia navis membra fundente spiritu. turris item quadrata rotunditatem simulat
cylindri, atque etiam ex obliquo visa porticus in exile deficit oculorum
depravatione. Sic etiam stellarum ignis
Alexander Aphrod. de anima libri mant. p. 130, 14 Bruns. Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι. νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον· τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ, διὰ βακτηρίας. 26. ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι’ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως; ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς ἁφῆς, καθ’ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων· οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται· ἔδει δέ γε· τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ’ αὐτούς. εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω· καίτοι γε οὔ φασιν.
Galenus de Hipp. et Plat. plac. VII (642 M. K.). μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν.
Aëtius Plac. IV 15, 3 (DDG p. 406, 4). Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ (Stob. ὀπτικοῦ) πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὀμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.
Diogenes Laërt. VII 157 ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ
ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς, καθά φησι Χρύσιππος ἐν δευτέρᾳ τῶν φυσικῶν
καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν
πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι.
Alexander Aphrod. de anima libri mant. p. 131, 30 Bruns. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν, τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ κεχαλάσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;
Aëtius Plac. IV 15, 2. Οἱ Στωϊκοὶ ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις· βλέπεται γὰρ ταῖς ἀληθείαις ὅτι ἐστὶ σκότος.
Galenus de symptomatum causis I 2 Vol. VII p. 98 K. (de oculorum morbis locutus:) οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκιβῶς ἐστι καθαρόν, οἷός περ ὁ αἰθήρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται. ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δέ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόρρωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ.
Gellius Noct. Att. V 16, 2. Stoici causas esse videndi dicunt radiorum ex oculis in ea, quae videri queunt, emissionem aërisque simul intentionem.
Diogenes Laërt. VII 158. ἀκούειν δὲ ⟨ἡμᾶς⟩ τοῦ μεταξὺ τοῦ [τε] φωνοῦντος καὶ τοῦ ἀκούοντος ἀέρος πληττομένου σφαιροειδῶς, εἶτα κυματουμένου καὶ ταῖς ἀκοαῖς προσπίπτοντος, ὡς κυματοῦται τὸ ἐν τῇ δεξαμενῇ ὕδωρ κατὰ κύκλους ὑπὸ τοῦ ἐμβληθέντος λίθου.
Alexander Aphrod. de anima libri mant. p. 118, 25 Bruns. ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασίν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν.
Philo de incorr. mundi p. 256, 7. καὶ γὰρ εὔηθες, ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ. θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος (Sunt verba Stoici cuiusdam, fortasse Panaetii, contra Chrysippum disputantis). cf. Tertullian. de anima c. 14.
Galenus de causis pulsuum IV 3 Vol. IX p. 159 K. διαχεῖται γὰρ τὸ
θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς
λυπουμένοις ἡ ἐντός.
Galenus de locis affectis V 1 Vol. VIII p. 301 K, καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον ἐπὶ — — ἀλγήμασίν τε σφοδροῖς καὶ φόβοις ἰσχυροῖς ἡδοναῖς τε μεγίσταις ἀποθνήσκουσί τινες. ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως, ὥσπερ ἐν τοῖς προειρημένοις. ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσεν. ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.
Galenus de locis affectis IV 3 Vol. VIII p. 233 K. ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου.
Galenus de sanitate tuenda II 9 Vol. VI p. 138 K. ὁ μέν γε θυμὸς οὐδ’ ἀπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. Cf. de morborum causis 2 Vol. VII p. 4 K.
Chalcidius ad Timaeum cp. 220. Stoici vero cor quidem sedem esse
principalis animae partis consentiunt, nec tamem sanguinem, qui cum corpore nascitur.
Spiritum quippe animam esse Zenon quaerit hactenus· quo recedente a corpore moritur
animal, hoc certe anima est. naturali porro spiritu recedente moritur animal:
naturalis igitur spiritus anima est. Item Chrysippus: una et eadem, inquit, certe re
spiramus et vivimus. spiramus autem naturali spiritu: ergo etiam vivimus eodem
spiritu. vivimus autem anima naturalis igitur spiritus anima esse invenitur. Haec
igitur, inquit, octo in partes divisa invenitur. constat enim e principali et quinque
sensibus, etiam vocali substantia et serendi procreandique potentia. Porro animae
partes velut ex capite fontis cordis sede manantes per universum corpus porriguntur
omniaque membra usque quaque vitali spiritu complent reguntque et moderantur
innumerabilibus diversisque virtutibus nutriendo, adolendo, movendo, motibus
localibus instruendo, sensibus compellendo ad operandum, totaque anima sensus, qui
sunt eius officia, velut ramos ex principali parte illa tamquam trabe pandit, futuros
eorum quae sentiunt nuntios, ipsa de iis quae nuntiaverint iudicat ut rex. Ea porro
quae sentiuntur composita sunt, utpote corpora, singulique item sensus unum quiddam
sentiunt. hic colores, sonus alius, ast ille sucorum sapores discernit, hic vapores Sicut aranea in medietate cassis
omnia filorum tenet pedibus exordia, ut, cum quid ex bestiolis plagas incurrerit
ex quacunque parte, de proximo sentiat, sic animae principale, positum in media
sede cordis, sensuum exordia retinere, ut cum quid nuntiabunt de proximo
recognoscat.
Vocem quoque dicunt e penetrali pectoris, id est corde mitti,
gremio cordis niente spiritu, qua nervis obsitus limes interiectus cor a pulmone
secernit utroque et vitalibus ceteris, quo faucium angustias arietante formanteque
lingua et ceteris vocalibus organis articulatos edi sonos, sermonis elementa: quo
quidem interpretis mentis arcani motus aperiantur. id porro principale animae vocat.
Tertullianus de anima cp. 15 (postquam pluribus evicit principale animae in corde esse). Etiam Protagoras, etiam Apollodorus et Chrysippus haec sapiunt.
Galenus de Hipp. et Plat. plac. V 1 (155) p. 404 Mü. Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν· ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστάμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες, ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν, ἐν τῇ καρδίᾳα τὸ λογιστικὸν ὑπάρχειν.
Galenus de Hipp. et Plat. plac. II 5 (99. 100) p. 208 Mü. καὶ τοῦτο
βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ
προσπεσόντος ἔξωθεν ἐγγινομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’
αἴσθηται τὸ ζῷον.
Galenus de Hipp. et Plat. plac. II 2 p. 170 Mü. τὰ γὰρ ἰδιώτικά τε καὶ
ῥητορικὰ λήμματα αἰδοῦνται (sc. οἱ περὶ Ἀριστοτέλην) παραλαμβάνειν εἰς ἀποδείξεις
ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα
μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δ’ ὅτε ποιητάς, ἢ τὴν βελτίστην ἐτυμολογίαν, ἤ
τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν
χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ
συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς
ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις
μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον etc. — — ἐν ἑτέρᾳ πραγματεία δέδεικταί μοι
τῇ περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ
φωνῆς ἐπέδειξα τὸν Χρύσιππον
ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι;
Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις ἐνίοτε καὶ
πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δ’ ἄν τις
αὐτὸ τῶν χρόνου φειδομένων.
Galenus de Hipp. et Plat. III 5 (123) p. 293 Mü. ἀφέμενος οὖν ἤδη τῶν
προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς
τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν
ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου
τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί
τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς
φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ibi enim graviores
Chrysippi voces se refutavisse, plane futilibus omissis. δόξαν δὲ τοῖς ἑταίροις
ἄμεινον εἶναι μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ μηδὲ ταῦθ’ ὑπερβῆναι
παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, — — διὰ τοῦτο προσέθηκα πάντα
ταῦτα. — — περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν — — ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ
περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι
δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς
δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ
φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν,
ἔχειν τι φάσκων αὐτὴν δεικτικὸν ἐκ τοῦ φαινομένου, διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ
συλλαβήν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. — — p. 295.
ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας
ὀνόματος, ἑξῆς τῶν ἀκάρδιος
ἐξηγεῖται προσηγορίαν. — — p. 298. ἥ τε γὰρ ἐν τοῖς
φόβοις πάλσις τῆς καρδίας. — — p. 303. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον. —
— p. 308. ἡψάμην σου τῆς καρδίας. — — p. 309. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν
ἑτέρα τις ἐφεξῆς ἐστιν ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον
ἐξηγεῖται. — — p. 309. κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον
— — sequuntur quatuor alia fragmenta huic cohaerentia, p. 314. 15. ἐφεξῆς δὲ τοῖσδε
πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ
δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ
Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς
παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. — — p. 315. ὁ δὲ ποιητὴς πλεονάζων - ὅτι δὲ καὶ
τὸ ἐπιθυμητικὸν ἐνταῦθα - ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι. — — p. 316. τὰ δ’
ὑπόλοιπα κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμών, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν
ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου
καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ
βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν,
ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα. — — p. 317. Νυνὶ μέντοι - ἑξῆς προσθήσω τὸν
περὶ τῆς Ἀθηνᾶς λόγον.
Galenus de Hipp. et Plat. Plac. III 1 (112) p. 251 Mü. λέγω δὴ ὅτι ὁ
Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ
μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ
περιέχεσθαι, οὑτωσί λέγει. Ἡ ψυχὴ μνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντί τῷ
σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν
ἑκάστῳ διατεταγμένων μορίῳ, τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνήν ⟨φαμεν⟩
εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’
εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὄλην
αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ
πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος. αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας
ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως
ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν
μὲν οὖν ἀρχὴν τοῦ λόγου δίακαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν
εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρθσίππῳ — — - p. 254. τὰ δ’
ἐφεξῆς οὐκέθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὐπὸ τίνων
πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτά,
κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, etc.
Galenus de Hipp. et Plat. plac. III 1 (113) p. 254 Mü. ἄρχεται δὲ
ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, ὃ κατὰ μαρτύρων δόξαν ἤ πλήθους, οὐ κατὰ τὴν
τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὦδέ πως
ἔχουσαν· Περὶ ὦν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῶς κοινῆς ὁρμώμενοι φορᾶς
καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων.
κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε
τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν· εἶτ’ ἐπιφέρων φησί· Καὶ ἐπὶ τούτων ἱκανῶς
φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ.
εἶτ’
ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὦδέ πως γράφει κατὰ λέξιν· Κοινῇ δέ μοι δοκοῦσιν οἱ
πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ
τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον
μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ.
⟨ὡσανεὶ γὰρ τοῦ θυμοῦ⟩ ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπὶ τινα
καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις.
(Dein probat
Galenus, his verbis Chrysippum Platonis decretum demonstravisse: τὸν θυμὸν ἐν τοῖς
κατὰ τὸν θώρακα τόποις ὑπάρειν).
Galenus de Hipp. et Plat. plac. II 7 (106) p. 230, 16 Mü. εὑρίσκω δὲ
οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ
τῆς ψυχῆς ἡγεμομονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπών, ὡς τὰ μὲν ἄλλα μέρη τῆς
ψυχῆς ἐν οἶς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου
ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι
τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ
ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. Οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε
αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συνέτευχεν, οὔτε τῶν τεκμηρίων,
δι’ ὦν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν [οὐδʼ] ἐπὶ τοσοῦτον ἀντιλογίας
προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις.
Ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς
ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατὰ τε τὸν θώρακα καὶ τὴν
καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· Κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι
ἐπί τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν
γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτα κται τόπον, οἷον μάλιστα ἐπὶ τῶν
φόβων καὶ τῶν λυπῶν [λέγω] καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ.
Κατὰ
τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς
εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι
γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ
ὡσανεὶ
περιελὼν οὑτωσὶ γράφει· Ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ
καθ’ ἕκαστον
εἶτ' ἐφεξῆς τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα,
εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι.
καὶ πὰλιν ἐν τοῖς ἑξῆς τοῦ
συγγράμματος, καὶ τὰ τῶν ὀργιξομένων πάθη, φησί, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα,
καὶ τὰ τῶν ἐρωντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τών παθῶν διαλεγόμενος, ὡς ἔν τε
τῷ θώρακαι καὶ περὶ τὴν καρδίαν μάλιστα σθνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω
τἀνδρὸς ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φηίν, οὐτ’
αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχπης μέρος, οὔτε τεκμήριον·
οὐ γὰρ ⟨ἂν⟩ ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.
Galenus de Hipp. et Plat. plac. II 7 (107) p. 235 Mü. ἀλλ' οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὕτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει.
Galenus de Hipp. et Plat. plac. II 8 (109) p. 243 Mü. μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζῴοις ὑπείληπται. Λέγουσι γάρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχή, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ibidem (110) p. 245 M. οὐ μὴν οὐδ’ ὅταν εἴπωσιν, ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικόν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. (Dein dubitat Galenus, utrum τὸ ψυχικὸν an τὸ ζωτικὸν an τὸ προσαγορευόμενον ὑλικὸν πνεῦμα dicere voluerint).
Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 258 Mü. Οὐ μὴν τοῦτό γ’
ἦν σοι τὸ ἀμφισβητούενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ
λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’
ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὦν ἐφεξῆς γράφεις ὡδί (Il. Σ 109) Ὅς γε πολὺ
γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. Καὶ πάλιν·
(frg. trag. adesp. 142 N.) Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρ’ ἄνω. καὶ πάλιν· (frg. trag.
adesp. 143 N.) Πηδῶν δ' ὁ θυμὸς ἔνδοθεν μαντεύεται. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον
τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο
δεικνύειν ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι
τοῦτο, Τῆς μὲν ὀργῆς
γιγνομένης ἑνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας
ἐνταῦθ’ εἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις
ἐστὶ παραπλήσιον.
(Dicit Galenus Chrysippum hanc sententiam a Zenone acceptam
nusquam demonstrasse).
Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 287 Mü. Ἀποχωρήσαντες
οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας. οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις
ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παραλθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν
ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε· Τῆς μὲν οὖν ὀργῆς γιγνομένης
ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη καὶ
τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ
τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα, ἐχόμενοι τῆς ῥηθείσης φορᾶς·
πρῶτον μὲν γάρ, ἵνα πάντες ἐντεῦθεν ἄρξυμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν
θυμόν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς
σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτη φορὰν λέγομεν. οὕτω δὲ λέγεται καὶ
μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν, ὅ τε Ζήνων πρὸς
τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρει ἔφησεν,
ἀλλ' οὐ
πάντα καταπίνεται
, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς
καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα
πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως
καταβαίνειν, ἀναβαίνειν [δʼ] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομέων καὶ οὐ καταβαίνειν,
τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθσεως καταφερομένης περὶ τὴν διάνοιαν,
ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλήν,
ἀλλοτριώτερον.μὴ καταβαίνειν ἑαυτοῖς τὰ
εἰρημένα
λέγοντας τοὺς πολλούς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν
λεγομένων, ⟨ἀλλ'⟩ ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον
πάθος ἐκκαλεσόμεα, μὴ φροντίζῃ δὲ αὐτῆν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος.
Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 290 Mü. αὕτη μὲν οὖν ἡ
ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ' ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. Αἱ
δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει
αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν
τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα.
Haec nihil facere ad probandam
Chrys. sententiam, dicit G: οὐδὲ γὰρ αὖγαι λέγουσιν οὕτως, οὐδ’ ὀρχοῦνται ταῖς
χερσίν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ
ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ ὅλως ἀγανακτεῖν.
ὅπερ οὐδ’ αὐτόν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ
μετ’ ὀλίγον ὡδί πως γράφει. Ἀφ' ἧς τε φοπᾶς
λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλἂς εἴτε λοιδορίας, ὥστε καθικέσθαι
καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ
βαθεῖς τινάς φαμεν εἶναι, διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεὶσθαι καταβῆναι αὐτῶν.
p. 292. — — ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει, μεταξὺ δὲ ταύτης, τῆς
τε νῦν γεγραμμένης λέξεως καὶ ἦς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα
ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηφὲν ὅλως ὑπερβαίνειν δοκεῖεν· ἔχει δὲ ὦδε. Τούτοις
δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι
τὸν βαθύν, λεγομένων πολλῶν ποιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γὰρ
ὅμοιον εἰμεῖν, ὅτι ἡμέρα ἐστί, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν
ἐκεῖνο λέγοντες ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’
ἀνοικείως ἀνεμεῖν λέγονται.
Τοῦτο τὸ ἀνεμεῖν
· ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος
λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀποῤῥῖψαι καὶ ἀποθέσθαι
λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῶναι μοχθηρῶν etc.
Galenus de Hipp. et Plat. plac. II 4 (96) p. 196, 97 M. εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο, κἄπειθ’ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν etc. ibidem (97). οὐδ’ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἀπασῶν εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν.
Galenus de Hipp. et Plat. plac. II 5 (98) p. 203 M. βούλομαι δέ, πρὶν
ἐλέγχειν αὐτούς, ἔτι καὶ τὸν τοῦ Χρυσίππου (sc. λόγον) παραυέσθαι, τόνδε τὸν τρόπον
ἔχοντα· Εὔλογον δέ, εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι, καὶ ὲξ οὗ ⟨ὁ⟩
λόγος, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν [ἡ] πηγὴ λόγου
ἐστίν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγή, ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον
ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέροσ.
- τοιούτοις
δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν πηγὴν εἶναι λόγου. - Τὸ
γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς
διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν
καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου
ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ
σημαίνεσθαι ἐκεῖθεν, καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προιρεημένον
τρόπον.
ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ
τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μήκος ἐκπεσεῖται τὸ
γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρμένων ἐμνημόνευσα λόγων,
ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Στωϊκῶν ἐγεγόνει
μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ
ῥήματος, ὅπερ ἔλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ
γράψας ὡδί· φωνὴ διὰ φάρυγγος χωρεῖ. τὸ γὰρ χωρεῖ
τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν
ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται ἢ ἐκπέμεται. ὁ δὲ τούτων μὲν μηδέτερον ἔφη σημαίνεσθαι
πρὸς αὐτοῦ. καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν
ἄλλων Στωϊκῶν παραναγιγνώσκειν βιβλία, μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται ἢ
εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθ’ οὓς οὐκ
ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγάφειν ῥήσεις etc. p. 101, p. 214 M. Gal. de
verbo ἐκεῖσε
1haec disputat: δῆλον γὰρ δή, ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ
Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον
Galenus de Hipp. et Plat. plac. II 2 p. 172 Mü. ἃ δ' οὖν ὑπὲρ τῆς ,
ἐγὼ
φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ
διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἔνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν κατὰ
τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ † ἀποφαίνεσθαι † τὴν διάνοιαν εἶναι, τῆς δείξεως
φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης. καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης
δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λὲγομεν, ευθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης,
καὶ κατὰ τὴν ὲξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεσθα κατὰ
τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ
τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στήθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἐξῆς συλλαβὴ
παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε.
(Agitur de sede τοῦ ἡγεμονικοῦ). p. 175 Mü.: διὰ τί δὲ ἐν
ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ
τὴν ἀρχὴν τῆς ψυχῆς ὐπάρχειν ἐνδεικνύμεθα
μάλλον, καὶ οὐκ αὐτῷ τῷ κινουμένῳ.
Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 295 Mü. ὅμοια δὲ — — τὰ
κατὰ τὴν ἑτυμολογίαν τοῦ τῆς καρίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου
γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς ὦδέ πως ἔχοντα. Τούτοις πᾶσι
συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ
τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη.
— — - ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει· Ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ
συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα.
— — Ταυτὶ μὲν
οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων,
οὕτως ταχέως ὁ Χρύσιπποσς παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ μηκύνει
περιττῶς.
Galenus de Hippocr. et Plat. plac. I 5 (78) p. 138 Mü. εἰ τρώσαις αὐτὴν (sc. τὴν καρδίαν) εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κἄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ibidem 6. (79) p. 141. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασίν εἶναι τὴν κοιλίαν ταύτην (sc. τὴν ἀριστερὰν τῆς καρδίας). ibidem 6. (80) p. 143 M. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, [ὡς] μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατόμων. ibidem 7 (81) p. 145 M. Ἐγὼ δέ, ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρός, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. ibidem 10 (86) p. 163 M. οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ (sc. ὁ Ἀριστοτέλης), οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν.
Galenus de Hipp. et Plat. plac. II 5 (102) p. 215 M. κατὰ μὲν γὰρ ἄλλην
τινὰ (sc. ῥῆσιν) μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι.
ἀναγκασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ,
κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέψον καὶ καθ’ ἑαυτοῦ,
συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. — — - παραγράψω δὲ καὶ τὴν
ῥῆσιν αὐτήν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος
ἀποδεικτικός. ἔστι δὲ τοιάδε· Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μήποθ’ εἰ
καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ
εἰρημένα μέρη, ἐπιζητήσομεν. σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ
τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς
γιγνοένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδιᾳ μὲν τοῦ
ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ
ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχρήσειέ τις, ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ
πάντως ἐν αὐτῇ συγχωρήσει τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ
τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας
τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς
ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων. ibidem (104)
p. 224 M. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ
μᾶλλον μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως
ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων ἢ
ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. — — αὐτὸς δὲ ὥσπερ οὐ κατ'
ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθές, ἀπεχώρησέ τε τῆς ζητήσεως καὶ ποιητὰς
ἐπάγεται μάρτυρας. Galen. de H. et Plat. dogm. II 7 (106) p. 230 M. μέμφομαι δὲ αὐτῳ
καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος
ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδειτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ
τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.
Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 297 M. καὶ μετὰ ταῦτα
τὴν ἀκάρδιος
ἐξηγεῖται προσηγορίαν — — τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’
αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ὧδε· Κατὰ
τοῦτο καὶ εὐκάρδιοι λέγονταί που εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν
οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος
γιγνομένης.
— — οὕτω δὲ κἀπειδὰν ἐπιφέρων εἴτῃ· Τὸ γὰρ ὅλον, καθάπερ ἐν
ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος
γιγνόμεναι
μαρτυρεῖ κἀνταῦθα τῷ τοῦ Πλάτωνος λόγω. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν
παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται
τῆς ψυχῆς. Ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο
τῆς ὅλης ψυχῆς συνδρομή, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις
ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὃ καὶ συνιζάνουσιν εἰς αὑτούς,
— — ἀλλὰ τοῦτο μὲν καὶ παρ’
αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεανθης
καὶ Ζὴνων ἑτοίμως αὐτὰ τιθέασιν.
Galenus de Hipp. et Plat. plac. III 7 (126) p. 302 M. Χρύσιππος ἐν τῇ
μετὰ τὰς πρεγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς
δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ
προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ, τόνδε τὸν τρόπον ἐχούσης· Ἀτόπως
οὖν αὐτὸ κατὰ ταῦτ . . . θησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην
καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ
ἡγεμονικῷ· τὰ δὲ αὐτὰ καὶ ἐπί τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει
περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γάρ, ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν,
περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν
λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος,
οὔτε ἐν ἑτέπῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης.
p 305 M.: ὁ δὲ
Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι
δυνάμει θυμοῦσυαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι.
Galenus de Hipp. et Plat. plac. III 7 (127) p. 307 M. ἐπεὶ δ’ ἐν τῷ νῦν
ἐνεστῳτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ
ψυχῆς ⟨ὑπὲρ⟩ ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς
εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς
ἐστι. Καθ' ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· 'ἡψάμην σου τῆς καραδίας',
ὥσπερ τῆς ψυχῆς καὶ 'ἅπτομαι τῆς καρδίας' λέγομεν, οὐκ ὡς ἀντιπαρέλθοιεν ⟨ἄν⟩ τινες
ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπάγχνων λέγοντες καὶ τοῦ ἥτατος, ἀλλὰ τοῖς
προειρμένοις παραπλησίως· ἐκεῖνα γάρ μοι
Galenus de Hipp. et Plat. plac. III 4 (118) p. 276 Mü. Καὶ γὰρ οὖν ὅταν
εἴπῃ (sc. Chrysippus) διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες
ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τάνδρὸς
etc. — — ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον ᾖ τινι διανοίᾳ
λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ὧδε. Παραβάλλουσι
δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον
τοὺς ἀσπλάχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς
ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν
μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἕχειν ἔνδον συναλγοῦν κατὰ τὰ
ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου
λαμβανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ
κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν.
Ἡ μὲν ῥῆσις αὕτη· χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ
τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω
γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ τὸ λαβὲ
μηδὲν καὶ κράτει καλῶς.
Affirmat porro G. summam cum nimia brevitate obscuritatem
his verbis inesse. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν,
ἀλλ’ οὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ
κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς
ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον — — τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’
αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ
δογμάτων — — - ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα καὶ μὴ παρεληλυθέναι
τελέως αὐτό, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως
μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ῇ τὸ ἄσπλαγχον καὶ τὸ μὴ
ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ἀσπλάγχνους
μὲν καλοῦσιν
ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν
ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον.
οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν,
Galenus de Hipp. et Plat. plac. III 7 (128) p. 309 Mü. μετὰ δὲ ταῦτα
τοιάνδε τινὰ γράφει ῥῆσιν· Κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάιστα φορὰν καὶ οἱ
τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν
ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται.
ibidem p. 311 M.
ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγμμένων, ἐν οἶς φησι· Καὶ τὰ τῶν ὀργιζομένων
δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν
ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους.
ibidem p. 312 M. ἐφεξῆς δὲ
τούτων τάδε γράφει· Εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν
αὑτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα
συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ
λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο.
ibidem (129) p. 313 M. ἐμοὶ μὲν δὴ
δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν
ἐπειφερομένων· Ἀπὸ γὰρ τῆς διανοίας, φησί, δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ
φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς
ἐκπέμπειν.
ὁμολογούμενον γάρ λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ
ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτὸ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν
ἔχει περαινόμενον, ἐν τῇ καρδλιᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. — — - ἐπισκεψώμεθα οὖν
ἤδη τὸν ἑξῆς. Οἰκείως δὲ
τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται.
Galenus de Hipp. et Plat. plac. III 7 (129) p. 315 M. τὰ δὲ μεταξὺ τῶν
ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία Χρσίππου πρὸς
ἑαυτὸν — — - ἐν δὲ τῷ παρόντι τῶν ῥῆσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον ἐχουσῶν ὧδε· Ὁ
δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ
λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά,
καθάπερ καὶ δεῖ ποιῆσαι.
— — καὶ διὰ τῶν ἑξῆς δὲ προειπών, ἐν οἷς ὁ ποιητὴς ἐν
τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· Ὅτι δὲ
καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει· (Ξ 315) Οὐ γὰρ πώποτέ μ’ ὧδε
θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνί στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν.
εἶτ'
ἐφεξῆς· Ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·
(Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ· (Σ 168) Χόλος, ὅστ’
ἐφέηκε πολύφρονά περ χαλεπῆναι.
Galenus de Hipp. et Plat. plac. IV 1 (134) p. 331 M. εἰ μὲν οὖν ἀεὶ τὰ
αὐτὰ περὶ τῶν αὐτων ὁ Χρύσιππος ἔγραφε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις
δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ’
ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν αὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην
ἑρμηνεῦσαι τἀνδρός, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι· περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς
δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπών, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν
λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν
περὶ τὸν ὀμφαλόν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶταο τὰ τρία συνάγειν.
ἔχουσι δὲ αἱ ῥήσεις ὧδε· Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις
διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν
τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, καθάπερ καὶ ἔδει ποιῆσαι.
εἶτα
ἐπιφέρων φησί· Ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·
εἶτ' ἐφεξῆς ἔπη
παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ
τούτων ἐμφαίνει· (Il. Ξ 315) Οὐ γὰρ πώποτ’ ἔμ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν
ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.
καὶ μετ’ ὀλίγα πάλιν· Ὅτι δὲ καὶ τὸ
θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· (Il. Δ 24) Ἥρῃ δ’
οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ ππροσηύδα. καὶ ἔτι· (Il. Σ 108) Καὶ χόλον, ὅστ’
ἐφέηκε πολύφρονά περ χαλεπῆναι· Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν
ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.
Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 260 M. κάλλιον οὖν ἦν -
τὸν Χρύσιππον - πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι (sc. ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς
ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν) καὶ μὴ πλήθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων
τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος
καὶ θάρος καὶ καρτερίαν, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς αἶναι τὰ δὲ
παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;
(Od. υ 13) Κραδίη δέ οἱ ἔνδον ὑλάκτει καὶ· (ibid. 17. 18) Στῆθος δὲ πλήξας κραδίην
ἠνίπαπε μύθῳ· Τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης καὶ· (Il. Κ 9. 10 cf.
I 433) Ὥς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε
νηυσὶν Ἀχαιῶν. καὶ· (Il. Ι 646) Αλλά μοι οἰδάνεται κραδίη χόλῳ. (Il. Δ 24) Ἥρῃ δ’ οὐκ
ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. (Il. Α 82) Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα
τελέσσῃ Ἐν στήθεσσιν ἑοῖσιν. Ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν ἀλλὰ τὸ θυμοειδὲς
ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κἀν τοῖσδε (Il. Σ 107) καὶ χόλος,
ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπήναι.
Galenus de Hipp. et Plat. plac. III 4 (120) p. 281 M. ἐμπλήσας ὁ
Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσισδεῖων καὶ Στησιχορείων, Ἐμπεδοκλείων
τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων
ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης
ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα) ταῦτα κατὰ λέξιν
ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη,
τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ
διανόημα τάξαι.
ibidem (121) p. 285 M. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ ‹τῆς› τοῦ Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. Nequq enim interesse, quid poetae dixerint, sed quid verum sit atque probari possit.
Galenus de Hipp. et Plat. plac. III 8 (130) p. 317 M. ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον, ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει (παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα τώς ἐστιν.)
Ἀκούω δὲ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς
ψυχῆς μέρος· τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς
γενέσθαι τοῦ Διὸς σύνβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως
ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί·
πιθανοῦ μέν τονις ἐχόμενοι, διαμαρτάνοντες δ᾽, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ
περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι
ζητήμασι. φασὶ δ᾽οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ
προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν παῖς
[θεογονίαις] πινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν
Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως
γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ γεννήσειεν
ἡ μὲν Ἥρα δι᾽ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος
καταποθείσης ὑπ᾽ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ
Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ᾽ ἀμφοτέρους τοὺς λὀγους ἐστίν. διαφέρουσι δ᾽ ἐν τῷ πῶς
ταῦτα συνετελέσθη πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν
αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα· λέγεται δ᾽ ἐν μὲν τῇ θεογονίᾳ
οὕτω· (Hes. Theog. 886—90. 900)
Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
Μῆτιν,
Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
Ἀλλ᾽ ὅτε δή ρ᾽ ἤμελλε
θεὰν γλαυκῶπιν Ἀθήνην
Τέξεσθαι, τότ᾽ ἔπαιτα δόλῳ φρένας ἐξαπατήσας
Αἱμυλίοισι λόγοισιν ἑὴν
ἐγκάτθετο νηδύν·
Ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
εἶτα προελθών φησιν οὕτως· (ibid. 924-26)
Αὐτὸς δ’ ἐκ κεφαλῆς
γλαυκώπιδα γείνατ’ Ἀθήνην,
Δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,
Πότνιαν,
ᾗ κέλαδοί τε ἅδον, πόλεμοί τε μάχαι τε.
στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως
φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος
αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα·
Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον
τέχνησιν ἄνευ Διὸς αἰγιόχοιο,
Ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.
Αὐτὰρ
ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο
Κούρην νόσφ’ Ἥρης παρεδέξατο καλλιπαρῄου
Ἐξαπαφὼν
Μῆτιν, καίπερ πολὺ δινεύουσαν·
Συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,
Δείσας,
μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι
ναίων
Κάππιεν ἐξαπίνης· ἡ δ' αὐτίκα Παλλάδ' Ἀθήνην
Κύσατο· τὴν μὲν
ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσιν ποταμοῖο.
Μῆτις
δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
Ἧστο Ἀθηναίης μήτηρ τέκταινα δικαίων,
Πλεῖστα
θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.
Ἔνθα θεὰ παρέλεκτο † Θέμις παλάμαις περὶ
πάντων
Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἔχουσιν
Αἰγίδα ποιήσασα
φοβέστρατον ἐντὸς Ἀθὴνῃ,
Σὺν τῇ ἐγείνατό μιν, πολεμήϊα τεύχε’ ἔχουσαν.
Galenus de Hipp. et Plat. plac. III 8 (131) p. 321 M. ταῦτα προειπὼν ὁ
Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράγει· Τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα
τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μήτις λέγεται
ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη· ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι
καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν· διὰ δὲ τὴν
κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα
τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς
αὕτη μὲν ἡ τοῦ
Χρυσίππου ῥῆσις.
Philodemus de pietate c. 16 (DDG p. 549, 9). τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κεφαλῇ· φρόνησιν γὰρ εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στήθει τὸ ἡγεμονικὸν εἶναι κἀκεῖ τὴν Ἀθηνᾶν γεγονέναι φρόνησιν οὖσαν, τῷ δὲ τὴν φωνὴν ἐκ τῆς κεφαλῆς ἐκκρίνεσθαι, λέγειν ἐκ τῆς κεφαλῆς, ὑπὸ δὲ Ἡφαίστου διότι τέχνῃ γίνεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν οἷον Ἀθρηνᾶν εἰρῆσθαι, Τριτωνίδα δὲ καὶ Τριτογένειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶν φυσικῶν καὶ τῶν ἠθικῶν καὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτῆς προσηγορίας καὶ τὰ φορή[ι]ματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ. Cf. Origenes contra Celsum VIII 67 p. 792. ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ etc.
Chrysippi de anima lib. I pars altera. (Orationes a Galeno servatas hic
in unum atque continuum contextum coniungere conatus sum). Ἡ ψυχὴ πνεῦμά ἐστι
σύμφυτον ἡμῖν, συνεχές, παντὶ τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ
σώματι· ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ τὸ διῆκον αὐτῆς εἰς τὴν
τραχεῖαν ἀρτηρίαν φωνήν φαμεν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν,
τὸ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν καὶ
τὸ εἰς ὄρχεις, ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον, σπερματικόν· εἰς ὃ δὲ συμβαίνει πάντα
ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ μηδὲν αὐτοῖς τούτων καταβαίνειν
καὶ ὅτι καταπιὼν
τὸ ῥηθὲν ἀπῆλθεν
, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι πάντα τὰ ζητούμενα
εἰς τὸ στόμα φέρει[ν], ἔφησεν ἀλλ’ οὐ πάντα καταπίνεται
, οὔτε τῆς καταπόσεως
ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν
θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος
αὐτοῦ, γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν ἂν οἶμαι οἰκειότερον
αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν, τὸν ⟨δὲ⟩ προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν
αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις
ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν ἀλλοτριώτερον. Αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων
ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι
ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδὲ τὰ εἰρημένα. Τούτοις δ’
ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομέν⟨ων⟩
πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα
ἐστί, καὶ ἐγὼ·
λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ ⟨λέγειν, εἰς τὸ ἐκεῖ⟩
ἀποφαίνεσθαι τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης·
καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ
λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ
φωνῆς τοιαύτης οὔσης καὶ κατὰ τὴν ἑξῆς
ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ
προφερόμεθα, κατὰ τὴν πρώτην
συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου
κινήσει καὶ ἐπὶ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν
ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος
συντέτευχε. (⟨καὶ γὰρ⟩ ἐν
ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν
ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα). Τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’
ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον
καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. Ὁρμῶμέν ⟨τε γὰρ⟩ κατὰ τοῦτο τὸ
μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα . . . . .
. . Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ⟨ἀντειπεῖν⟩ ἐπὶ πᾶσι, μήποτ’ εἰ καὶ τοῦτο δοθείη
(καθάπερ ἐπιπορεύονται) ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη,
ἐπιζητήσομεν. σχεδὸν γὰρ οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους
φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’
ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ
τῆς κεφαλῆς οὔσης . . . . . . Κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί που εἶναί τινες,
καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς
κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. Τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’
ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι. ἥ τε γὰρ ἐν τοῖς
φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ἡψάμην
σου τῆς καρδίας
ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας
λέγομεν, οὐχ,
ὡς ἀντιπαρέλθοιεν ἄν τινες ἡμᾶς, ⟨ὡς⟩ ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες
καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι,
ὡς ἄν τις ἔφη τῶν ἑντός σου ἅπτομαι
διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον.
τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. Καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον . .
. . . Παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς
ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον ἢ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες
λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων
τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς
καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ
αὐτά, ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις
ὁμοίαν. Κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας
φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ
τῶν σπλάγχνων ὁμοειδῶς φέρονται . . . . Καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν
θώρακα φαίνεται γιγνόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα
γίγνεσθαι περὶ τούτους τοὺς τόπους . . . . Εὗ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς
ἔφην, καὶ αἱ ἐν αὑτοῖς γιγνόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ
ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον
γίγνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο· ἀπὸ γὰρ τῆς διανοίας δεῖ
λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν
διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν. Οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται .
. . . Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν
καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν,
καθάπερ καὶ ἔδει ποιῆσαι. Ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων
ἐμφαίνεται·
Ἄλλο δ’ ἐνὶ στήθεσσι
νόος καὶ μῆτις ἀμύμων.
Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
(plures
versus allatos fuisse testatur Galenus) . . . . . . . . . . .
Ὅτι δὲ καὶ τὸ
ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει·
Οὐ γὰρ πώποτ’ ἔμ’ ὧδε θεᾶς ἔρος οὐδὲ
γυναικὸς
Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε.
Ὅτι δὲ καὶ τὸ
θυμοειδὲς ἐνταῦθά πού ἐστι τὰ τοιαῦτα ἐμφαίνει πλεί-
ονα ὄντα·
Ἥρῃ
δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
καὶ ἔτι·
Καὶ χόλον, ὅστ’ ἐφέηκε
πολύφρονά περ χαλεπῆναι.
Ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
Ἀνδρῶν
ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.
(sequebatur infinita fere versuum copia ex
Homero, Hesiodo, Stesichoro, Empedocle, Orphicis, Tyrtaeo, tragoediae denique
poëtis). Ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων
διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. Ἀκούω δέ
τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς
μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ
Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ
γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί, πιθανοῦ μέν τινος
ἐχόμενοι, διαμαρτάνοντες δ’ ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦντες τὰ περὶ τούτων
ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’
οἱ μὲν οὕτως ἀπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ
πῶς ἢ κατὰ τίνα λόγον· ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἔν τισι, τινῶν μὲν ἐν τῇ θεογονίᾳ
γραφόντων τὴν γένεσιν αὐτῆς ⟨ὡς⟩ πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ
Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης
ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν
Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς
Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν.
διαφέρουσι δ’ ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος
τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα·
λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω· (sequuntur Hesiodi theog. vv. 886-90 v. 900) εἶτα
προελθών φησιν οὕτως· (sequuntur vv. 924-26) στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι
ἀπέθετο τὴν Mῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ
ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα (sequuntur undeviginti versus
Hesiodei). Τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου
ποιοῦντ’
[Plutarchus] de fato cp. 11 p. 574d. capita Chrysippeae de fato disputationis enumerat κατὰ δὲ τὸν ἐναντίον (scil. λόγον) μάλιστα μὲν [καὶ] πρῶτον εἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι, ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον, σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δὲ [τὰ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι] μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς ⟨σὺν⟩ θεῷ ὑπάρχουσα, ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα [δευτέρα] τρίτον (immo τέταρτον) δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.
Stobaeus eclog. I 79, 1 W. Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς
εἱμαρμένης, τάξει τοῦ παντὸς διοικτικήν. Τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ Κόσμου. Ἐν
δὲ τῷ δευτέρῳ Περὶ Ὅρων καὶ ἐν τοῖς Περὶ Τῆς Εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην
πολυτρόπως ἀποφαίνεται λέγων· Εἱμαρμέη ἐστὶν ὁ τοῦ κόσμου λόγος
ἢ λόγος
τῶν ἐν τῶ κόσμῳ προνοίᾳ διοικουμένων
ἢ λόγος καθ’ ὃν τὰ μὲν γεγονότα
γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται.
Μεταλαμβάνει δ’
ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην, προστιθεὶς καὶ
ἑτέρας ὀνομασίας, ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθ’ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς.
Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατ’ αὐτὰς διαμερισμοῦ, Κλωθώ καὶ Λάχεσιν καὶ Ἄτροπον.
Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δὲ
ὅτι ἀμετάθετος καὶ ἀμετάβλητός ἐστιν ὁ καθ’ ἕκαστα διορισμὸς ἐξ ἀϊδίων χρόνων· Κλωθὼ
δὲ ὅ ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς
Diogenianus apud Eusebium praep. ev. VI p. 263 c. Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δήποτε αἰτίας. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. Theodoret. VI 11 p. 86, 51.
Diogenes Laërt. VII 149. καθ’ εἱμαρμένην δέ φασι τὰ πάντα γίνεσθαι Χρύσιππος ἐν τοῖς περὶ εἱμαρμένης καὶ Ποσειδώνιος ἐν δευτέρῳ περὶ εἱμαρμένης καὶ Ζήνων, Βόηθος δὲ ἐν πρώτῳ περὶ εἱμαρμένης. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὄντων εἰρομένη ἢ λόγος καθ’ ὃν ὁ κόσμος διεξάγεται.
Theodoretus VI 14. Καὶ Χρύσιππος δὲ ὁ Στωϊκὸς μηδὲν διαφέρειν εἶπε τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, εἶναι δὲ τὴν εἱμαρμένην κίνησιν ἀΐδιον συνεχῆ καὶ τεταγμένην. Cf. Stobaeus I 78, 4 (Aëtii plac. I 27, 2 p. 322 D). ⟨Χρύσιππος⟩ μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον *** κατ’ ἐπιπλοκὴν τῶν μερῶν συνηρτημένην
Aëtius Plac. I 28, 4. Οἱ Στωϊκοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον (sc. τὴν εἱμαρμένην). Cf. Suidas s. v. εἱμαρμένη.
Nemesius de nat. hom. cp. 37 p. 299. εἰ δὲ ἡ εἱμαρμένη
Servius ad Verg. Aen. III 376. definitio fati secundum Tullium, qui ait: Fatum est conexio rerum per aeternitatem se invicem tenens, quae suo ordine et lege variatur, ita tamen, ut ipsa varietas habeat aeternitatem.
Alexander de anima libri mantissa p. 185, 1 Bruns. ἀλλὰ μὴν ὁμολογεῖται πάντα τὰ καθ’ εἱμαρμένην γιγνόμενα κατὰ τάξιν καὶ ἀκολουθίαν γίγνεσθαί τινα καί τι ἐφεξῆς ἔχειν ἐν αὑτοῖς. — — εἱρμὸν γοῦν αἰτίων αὐτήν φασιν εἶναι.
Cicero de divinatione I 55, 125. Fatum autem id appello, quod Graeci εἱμαρμένην, id est ordinem seriemque causarum, cum causa causae nexa rem ex se gignat. Ea est ex omni aeternitate fluens veritas sempiterna. Quod quum ita sit, nihil est factum, quod non futurum fuerit: eodemque modo nihil est futurum, cuius non causas id ipsum efficientes natura contineat. 126. Ex quo intelligitur ut fatum sit non id quod superstitiose, sed id quod physice dicitur, causa aeterna rerum, cur et ea quae praeterierunt facta sint, et quae instant fiant, et quae sequentur futura sint.
Cicero de nat. deor. III 14. praesertim cum vos iidem fato fieri dicatis omnia, quod autem semper ex omni aeternitate verum fuerit, id esse fatum.
Servius ad Verg. Aeneid. I 257. et simul per transitum Stoicorum dogma ostendit, nulla ratione posse fata mutari. Cf. ad II. 689. Secundum Stoicos locutus est, qui fati adserunt necessitatem.
Commenta Lucani Lib. II 306 p. 69 Us. et hoc secundum Stoicos qui omnia dicunt fato regi et semel constituta nec a numinibus posse mutari.
Diogenianus apud Eusebium praep. evang. VI p. 261c. [πρῶτα δὴ οὖν σοι
παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ
ἀντειρημένα·] Ἄξιον δὲ ἐπὶ τούτοις πᾶσι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωϊκῷ
περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος
δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι
μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις·
(Il. Ψ 78. 79) ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ. καὶ· (Il.
Υ 127. 128) ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν
τέκε μήτηρ·
Iustinus apol. II 7. οἱ Στωϊκοὶ καθ’ εἱμαρμένης ἀνάγκην πάντα γίνεσθαι ἀπεφήναντο. ibidem paulo post: γεννητοῦ δὲ παντὸς ἥδε ἡ φύσις, κακίας καὶ ἀρετῆς δεκτικὸν εἶναι· οὐ γὰρ ἂν ἦν ἐπαινετὸν οὐδὲν αὐτῶν, εἰ οὐκ ἂν ἐπ’ ἀμφότερα τρέπεσθαι καὶ δύναμιν εἶχε. Δεικνύουσι δὲ τοῦτο καὶ οἱ πανταχοῦ κατὰ λόγον τὸν ὀρθὸν νομοθετήσαντες καὶ φιλοσοφήσαντες ἄνθρωποι ἐκ τοῦ ὑπαγορεύειν τάδε μὲν πράττειν, τῶνδε δὲ ἀπέχεσθαι. Καὶ οἱ Στωϊκοὶ φιλόσοφοι ἐν τῷ περὶ ἠθῶν λόγῳ τὰ αὐτὰ τιμῶσι καρτερῶς, ὡς δηλοῦσθαι ἐν τῷ περὶ ἀρχῶν καὶ ἀσωμάτων λόγῳ οὐκ εὐοδοῦν αὐτούς. Εἴτε γὰρ καθ’ εἱμαρμένην φήσουσι τὰ γινόμενα πρὸς ἀνθρώπων γίγνεσθαι ἢ μηδὲν εἶναι θεὸν παρὰ τρεπόμενα καὶ ἀλλοιούμενα καὶ ἀναλυόμενα εἰς τὰ αὐτὰ ἀεί, καὶ φθαρτῶν μόνων φανήσονται κατάληψιν ἐσχηκέναι καὶ αὐτὸν τὸν θεὸν διά τε τῶν μερῶν καὶ διὰ τοῦ ὅλου ἐν πάσῃ κακίᾳ γινόμενον, ἢ μηδὲν εἶναι κακίαν μηδ’ ἀρετήν, ὅπερ καὶ παρὰ πᾶσαν σώφρονα ἔννοιαν καὶ λόγον καὶ νοῦν ἐστί.
Fulgentius Mytholog. prooem. in fine: tamem nequaquam apud humanos sensus nisi fortuitis compulsationibus moti nascuntur errores, ut etiam Chrysippus de fato scribens ait: Compulsationibus lubricis volvuntur incursas.
Alexander Aphrod. de fato cp. 31. πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσί τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοιαῦτα περὶ αὐτῆς λέγειν.
Proclus in Hesiod. Op. et Dies v. 105. οὐ δυνατόν ἐστι τὸν τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι.
Scholia Hesiod. Theog. v. 411. Ἑκάτην τέκε.
— — οὕτω δὲ λέγεται
διὰ τὸ ἑκάστου προνοεῖσθαι. τῶν γὰρ ἐν γῇ καὶ ἐν θαλάσσῃ πάντων ἔχει τὴν ἐξουσίαν ἡ
εἱμαρμένη. ὡς γὰρ θεᾷ πάντες εὔχονται τῇ Μοίρᾳ.
Scholia in Hom. Iliad. Θ 69. Οἱ Στωϊκοὶ δέ φασιν ὡς ταὐAugustinus τὸν εἱμαρμένη καὶ Ζεύς.
de civ. dei V 8. Qui vero non astrorum
Chalcidius in Timaeum cp. l44. Itaque nonnulli putant, praesumi differentiam providentiae fatique cum reapse una sit. quippe providentiam dei fore voluntatem. voluntatem porro eius seriem esse causarum. et ex eo quidem, quia voluntas, providentia est, porro quia eadem eries causarum est, fatum cognominatam. Ex quo fieri, ut quae secumdum fatum sunt etiam ex providentia sint. eodemque modo quae secundum providentiam ex fato, ut putat Chrysippus. alii vero, quae quidem ex providentiae auctoritate, fataliter quoque provenire, nec tamen quae fataliter ex providentia, ut Cleanthes
Plotinus Ennead. III lib. I 4 (Vol. I p. 164 Mü.). ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα, ἑκάστου ταύτῃ κινουμένου, ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει; φερομένων δὲ ἐκεῖθεν τῶν αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν [του] τῶν ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν ⟨καὶ⟩ εἱμαρμένην· οἷον εἰ, φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος, τὴν ἐντεῦθεν ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη ποίησίν τε καὶ πεῖσιν καὶ πρὸς ἄλληλα συμπλοκὴν διοίκησιν μίαν καὶ οἷον εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι.
Plutarchus de Stoic. repugn. cp. 47 p. 1056d. Οὐδὲ γὰρ ἅπαξ ἢ δίς, ἀλλὰ πανταχοῦ, μᾶλλον δ’ ἐν πᾶσι τοῖς Φυσικοῖς γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν (quae stulta esse Plutarchus evincere studet).
Alexander Aphrod. de fato cp. 9 p. 175, 7 Bruns. Καίτοι πῶς οὐκ ἄτοπα
καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτου τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε
κινηθῆναί τινα δύνασθαι κίνησίν τινα, μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ
μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν
δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἤ τι τῶν τοιούτων προηγουμέναις τισὶν
αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε etc.
Plutarchus de Stoic. repugn. cp. 34 p. 1049f. Πρῶτον γὰρ ἐν τῷ πρώτῳ
περὶ Φύσεως τὸ ἀΐδιον τῆς κινσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ
ταράσσοντι τῶν γινομένων, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας
προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ’ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν
τὴν ἰδίαν νοσοῦντες, εἴτε πεπηρωμένοι, εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί.
Καὶ πάλιν μετ’ ὀλίγον· Κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλάσια ἐροῦμεν καὶ περὶ
τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας, καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς
ἔφην.
Καὶ μετ’ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφιβολίαν· Ούθὲν γὰρ ἔστιν ἄλλως τῶν
κατὰ μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον, ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης
λόγον.
Ὅτι δ’ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια
καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ’ αὐτῶν·
καὶ τὸ (Α 5) Διὸς δ’ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν
εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ’ ἣν πάντα διοικεῖται. p. 1050 c. ὁ
δὲ Χρύσιππος ἀναπεπταμένην παῤῥησίαν αὐτῇ (scil. τῇ κακίᾳ) δίδωσιν, ὡς οὐ μόνον ἐξ
ἀνάγκης οὐδὲ καθ’ εἱμαρμένην, ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν
ἀρίστην. Ἔτι δὲ καὶ ταῦτα ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· Τῆς
γὰρ κοινῆς φύσεως εἰς πὰντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ
ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ’ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς
ἀκωλύτως· διὰ τὸ μήτ’ ἔξωεἶναι θεν τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ, μήτε τῶν μερῶν
μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ⟨ἢ⟩ κατὰ τὴν κοινὴν φύσιν.
(Τίνες
οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ
νοσήματα, φιλαργυρίαι, φιληδονίαι, φιλοδοξίαι, δειλίαι, ἀδικίαι· κινήσεις δὲ
μοιχεῖαι, κλοπαί, προδοσίαι, ἀνδροφονίαι, πατροκτονίαι. Τούτων οἴεται Χρύσιππος οὔτε
μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν
etc.). Plut. de comm. not. cp. 34 p. 1076 e. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ
τοὐλάχιστόν ἐστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλ’ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν
μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖπέφυκεν, σθαι ὡς ἐκεῖνος ἄγει κἀκεῖνος
ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν etc. Plut. de Stoic. repugn. cp. 47 p. 1056c.
τέλος δέ φησι μηδὲν
Servius ad Verg. Aeneid. III 90. Visa repente: Stoicos et Academicos secutus est, qui dicunt ea quae contra naturam sunt non fieri, sed fieri videri: unde magica ars omnis exclusa est, sicut Plinius Secundus docet in Naturali Historia.
Diogenianus apud Eusebium praep. evang. IV 3 p. 136. [ἐξαρκεῖν ἔμοιγε
ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ
τῆς τῶν μαντείων προῤῥήσεως κατασκευασθέντα. γράφει δ’ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς
ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην etc.] Φέρει δὲ καὶ
ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ (scil. Chrysippus περὶ εἱμαρμένης) τοιαύτην
τινά· μὴ γὰρ ἂν τὰς τῶν μάντεων προῤῥήσεις ἀληθεῖς εἶναί
φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο.
- ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ
πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προῤῥήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος
τούτου συγχωρηθέντος τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην — — οὕτω τὴν ἀπόδειξιν ἡμῖν
Χρύσιππος κεκόμικε, δι’ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ’
εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν
ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ’ εἱμαρμένην. p. 138.
ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἀπάντων εἶναι
θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν
οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα
δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν — — εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς
μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι
πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην, ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ
φυλάξασθαι [quae ipsa quoque Chrysippi sententiam spectare videntur]. εἰ γὰρ καὶ
τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱρμαρμένην, πάλιν
τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ
φυλαξόμεθα, δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον
προαγορεύωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου
Alexander Aphrod. de fato cp. 30 p. 200, 12 Bruns. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσόμενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον.
Alexander Aphrod. de fato cp. 31 p. 201, 32. οἱ δὲ ὑμνοῦντες τὴν
μαντικὴν καὶ κατὰ τὸν αὑτῶν λόγον μόνον σῴζεσθαι λέγοντες αὐτὴν καὶ ταύτῃ ⟨τῇ⟩ πίστει
τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι - ἄτοπά τινα - τολμῶσι λέγειν. -
ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται,
αἱ παρὰ τῶν θεῶν μαντεῖαι [μὲν] γίγνονται συμβουλαῖς ἐοικυῖαι, ὡς δυναμένων δι’ ὃ
ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσαι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα
χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν
παιδοποιεῖσθαι· (Eur. Phoen. 19) εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ
φύς καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος,
φασίν, ὡς κηρύττει τὰ συγγράμματα
αὐτῶν, ⟨οὐχ⟩ οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον
ᾔδει), ἀλλ' ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν
περιπέτειαν τὴν περὶ τὸν Λάϊόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν
ἐξέθηκεν ὁ Λάϊος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ
τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχὼν
τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς
υἱὸς ἔνδον παρ’ αὐτοῖς τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι,
τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης
δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λαΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ
λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς
διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο.
Proclus de prov. et fato cp. 49 (ed. Cousin I 71). Alii autem determinatam cognitionem attribuentes deo, admiserunt necessitatem in omnibus quae fiunt. Peripateticorum et Stoicorum haeresium sunt haec dogmata.
Chalcidius ad Timaeum cp. 160. Aiunt ergo (sc. Stoici Chrysippum
secuti) si deus cuncta ex initio scit, antequam fiant, nec sola caelstia, quae felici
necessitate perpetuae beatitudins quasi quodam fato
Cicero de divinatione I 56, 127. Praeterea cum fato omnia fiunt — — si quis mortalis possit esse, qui colligationem causarum omnium perspiciat animo, nihil eum profecto fallat. Qui enim teneat causas rerum futurarum, idem necesse est omnia teneat quae futura sint. Quod cum nemo facere nisi deus possit, relinquendum est homini ut signis quibusdam consequentia declarantibus futura praesentiat. Non enim illa, quae futura sunt, subito exsistunt; sed est quasi rudentis explicatio, sic traductio temporis, nihil novi efficientis et primum replicantis.
Alexander Aphrod. de fato cp. 22 p. 191, 30 Bruns. φασὶν δὴ τὸν κόσμον
τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον
ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν
Plotinus Ennead. III lib. I 2 (Vol. I p. 162 Mü.). οἱ δὲ ἐπὶ τὴν τοῦ
παντὸς ἀρχὴν ἐλθόντες ἀπ’ αὐτῆς κατάγουσι πάντα, διὰ πάντων φοιτήσασαν αἰτίαν καὶ
ταύτην οὐ μόνον κινοῦσαν ἀλλὰ καὶ ποιοῦσαν ἕκαστα λέγοντες, εἱμαρμένην ταύτην καὶ
κυριωτάτην αἰτίαν θέμενοι, αὐτὴν ποιοῦσαν τὰ πάντα, οὐ μόνον τὰ ἄλλα ὅσα γίγνεται,
ἀλλὰ καὶ τὰς ἡμετέρας διανοήσεις ἐκ τῶν ἐκείνης ἰέναι κινημάτων, οἷον ζῴου μορίων
κινουμένων ἑκάστων οὐκ ἐξ αὑτῶν, ἐκ δὲ τοῦ ἡγεμονοῦντος ἐν ἑκάστῳ τῶν ζῷων· ἄλλοι δὲ
— — - καὶ μὴν καὶ τὴν τῶν αἰτίων ἐπιπλοκὴν πρὸς ἄλληλα καὶ τὸν ἄνωθεν εἱρμὸν καὶ τὸ
ἕπεσθαι τοῖς προτέροις ἀεὶ τὰ ὕστερα καὶ ταῦτα ἐπ’ ἐκεῖνα ἀνιέναι, δι’ αὐτῶν γενόμενα
καὶ ἄνευ ἐκείνων οὐκ ἂν γενόμενα, δουλεύειν τε τοῖς πρὸ αὐτῶν τὰ ὕστερα, ταῦτα εἴ τις
Alexander Aphrod. de fato cp. 23 p. 193, 25 (πολλὰ γὰρ τῶν γινομένων - οὐδενὸς ἔφθη γενόμενα κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. Τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατα;). τὸ δ’ ὁμόσε χωροῦντας ⟨αἴτια⟩ μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναι, τίνος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις μηχανωμένων.
Alexander Aphrod. de fato cp. 25 p. 194, 25 Bruns. πῶς γὰρ οὐ φανερῶς ψεῦδος τὸ λέγειν πᾶν τὸ ἑπόμενόν τινι ἐξ ἐκείνου τὴν αἰτίαν τοῦ εἶναι ἔχειν καὶ πᾶν τὸ προηγούμενόν τινος αἴτιον ὑπάρχειν ἐκείνῳ; p. 195, 1. ὅθεν καὶ θαυμάσειεν ἄν τις αὐτοὺς τὴν τῶν αἰτίων ἀπόδοσιν τοῦτον ποιουμένους τὸν τρόπον ὡς αἰεὶ τὸ πρῶτον γεγονὸς αἰτιᾶσθαι τοῦ μετὰ τοῦτο καὶ ποιεῖν ἐπισύνδεσίν τινα καὶ συνέχειαν τῶν αἰτίων, καὶ ταύτην τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέρεσθαι τὴν αἰτίαν. 13. ⟨οὐ μὴν⟩ ὅτι μὴ ⟨ἡ⟩ νὺξ τῆς ἡμέρας αἰτία ἢ ὁ χειμὼν τοῦ θέρους μηδὲ ἐμπέπλεκται ταῦτα ἀλλήλοις ἁλύσεως δίκην, ἀναιτίως ταῦτα γίνεται, ἢ εἰ μὴ οὕτως γίνοιτο, διασπασθήσεται ἡ τοῦ κόσμου τε καὶ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων ἕνωσις. — — ὥστ’ οὐχ ὁ τῶν αἰτίων εἱρμὸς ὑπ’ αὐτῶν λεγόμενος εὐλόγως ἂν τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέροιτο τὴν αἰτίαν.
Alexander Aphrod. de fato cp. 25 p. 196, 1 Bruns. πῶς γὰρ οὐκ ἄτοπον τὸ λέγειν ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια καὶ τὸν εἱρμὸν αὐτῶν καὶ τὴν ἐπισύνδεσιν ὡς μήτε πρῶτόν τι εἶναι μήτε ἔσχατον; - ἀναιροῖτο δ’ ἂν καὶ ἐπιστήμη κατὰ τὸν λόγον τοῦτον, εἴ γε ἐπιστήμη μέν ἐστι κυρίως ἡ τῶν πρώτων αἰτίων γνῶσις, οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἐν τοῖς αἰτίοις τὸ πρῶτον. οὐ πᾶσά τε τάξεως παράβασις ἀναιρετικὴ τῶν ἐν οἷς γίνεται - οὐδὲ εἴ τι τοιοῦτον ἐν τῷ κόσμῳ γίνοιτο, πάντως ἤδη τοῦτο λύει τὴν εὐδαιμονίαν τοῦ κόσμου, καθάπερ οὐδὲ τὴν τοῦ οἴκου καὶ τὴν τοῦ δεσπότου ἡ τυχοῦσα τῶν οἰκετῶν ῥᾳδιουργία.
Cicero de fato 7. ad Chrysippi laqueos revertamur. Cui quidem primum de
ipsa contagione rerum respondeamus -. Inter locorum naturas quantum intersit videmus;
alios esse salubris, alios pestilentis, in aliis esse pituitosos et quasi
redundantis, in aliis exsiccatos atque aridos; multauque sunt alia, quae inter locum
et locum plurimum differant. Athenis tenue caelum, ex quo etiam acutiores putantur
Attici, crassum Thebis, itaque pingues Thebani et valentes. Tamen neque illud tenue
caelum efficiet, ut aut Zenonem quis aut Arcesilam aut Theoprastum audiat, neque
crassum, ut Nemea potuis quam Isthmo victoriam petat. 8. Diiunge longius. Quid enim
loci natura adferre
Cicero de fato 8. At enim, quoniam in naturis hominum
dissimilitudines sunt, ut alios dulcia, alios subamara delectet, alii libidinosi,
alii iracundi aut crudcles aut superbi sint, alii ⟨a⟩ talibus vitiis abhorreant -
quoniam igitur, inquit, tantum natura a natura distat, quid mirum est has
dissimilitudines ex differentibus causis esse factas?
9. Haec disserens, qua de
re agatur, et in quo causa consistat, non videt. Non enim, si alii ad alia
propensiores sunt propter causas naturalis et antecedentis, idcirco etiam nostrarum
voluntatum atque adpetitionum sunt causae naturales et antecedentes. Nam nihil esset
in nostra potestate, si ita se res haberet. Nunc vero fatemur, acuti hebetesne,
valentes imbecilline simus, non esse id in nobis. Qui autem ex eo cogi putat, ne ut
sedeamus quidem aut ambulemus voluntatis esse, is non videt, quae quamque rem res
consequatur. Ut enim et ingeniosi et tardi ita nascantur antecedentibus causis
itemque valentes et imbecilli, non sequitur tamen, ut etiam sedere eos et ambulare et
rem agere aliquam principalibus causis definitum et constitutum sit.
Cicero de fato 20. Concludit enim Chrysippus hoc modo: Si est
motus sine causa, non omnis enuntiatio, quod ἀξίωμα dialectici appellant, aut vera
aut falsa erit; causas enim efficientis quod non habebit, id nec verum nec falsum
erit. Omnis autem enuntiatio aut vera aut falsa est. Motus ergo sine causa nullus
est. 21. Quod si ita est, omnia, quae fiunt, causis fiunt antegressis. Id si ita
est, fato omnia fiunt. Efficitur igitur fato fieri, quaecunque fiant.
— — -
Itaque contendit omnis nervos Chrysippus ut persuadeat omne ἀξίωμα aut verum esse aut
falsum. Ut enim Epicurus veretur, ne, si hoc concesserit, concedendum sit fato fieri,
quaecunque fiant — — sic Chrysippus metuit, ne, si non obtinuerit omne, quod
enuntietur, aut verum esse aut falsum, non teneat ommia fato fieri et ex causis
aeternis rerum futurarum. 38. ⟨si⟩ tenebitur id, quod a Chrysippo defenditur, omnen
enuntiationem aut veram aut falsam esse.
Cicero de fato 28 (Carneades contra Chrysippum disputans:) Nec si omne
enuntiatum aut verum aut falsum est, sequitur ilico esse causas immutabilis easque
aeternas, quae prohibeant quicquam secus cadere atque casurum sit; fortuitae sunt
causae, quae efficiant, ut vere dicantur, quae ita dicentur veniet
in senatum Cato,
non inclusae in rerum natura atque mundo; et tamen tam est
immutabile venturum, cum est verum, quam venisse, nec ob eam causam fatum au
necessitas extimescenda est. Etenim erit confiteri necesse: Si hoc enuntiatum:
'veniet in Tusculanum Hortensius’ verum non est, sequitur ut falsum sit.
Quorum
isti neutrum volunt, quod fieri non potest.
Cicero de fato 11 (ex naturalibus causis vitia nasci possunt, extirpari
autem et funditus tolli - non est id positum in naturalibus causis, sed in voluntate,
studio, disciplina). Quae tolluntur omnia, si vis et natura fati ex divinationis
ratione firmabitur. Etenim si est divinatio, qualibusnam a perceptis artis
proficiscitur? (percepta appello, quae dicuntur Graece θεωρήματα). Non enim credo
nullo percepto aut ceteros artifices versari in suo munere, aut eos, qui divinatione
utuntur futura praedicere. 12. Sint igitur astrologorum percepta huius modi: Si
quis (verbi causa) oriente Canicula natus est, is in mari non
morietur.
Vigila, Chrysippe, ne tuam causam, in qua tibi cum Diodoro, valente
dialectico, magna luctatio est, deseras. Si enim est verum quod ita conectitur: Si
quis oriente Canicula natus est, in mari non morietur,
illud quoque verum est Si
Fabius oriente Canicula natus est, Fabius in mari non morietur.
— — et quoniam
certum in Fabio ponitur, natum esse eum Canicula oriente — — illud morietur
in mari Fabius
ex eo genere est, quod fieri non potest. Omne ergo, quod falsum
dicitur in futuro, id fieri non potest. 13. At hoc, Chrysippe, minime vis, maximeque
tibi de hoc ipso cum Diodoro certamen est. Ille enim id solum fieri posse dicit, quod
aut sit verum aut futurum sit verum et, quicquid futurum sit, id dicit fieri necesse
esse, et quicquid non sit futurum, id negat fieri posse. Tu et quae non sint futura,
posse fieri dicis, ut frangi hanc gemmam, etiamsi id numquam futurum sit, neque
necesse fuisse Cypselum regnare Corinthi, quamquam id millensimo ante anno Apollinis
oraculo editum esset. At si ista comprobabis divina praedicta, et quae falsa in
futuris dicentur, in iis habebis, ut ea fieri non possint. — — et si vere dicatur de
futuro idque ita futurum sit, dicas esse necessarium; quae est tota Diodori vobis
inimica sententia. 14. Etenim si illud vere conectitur: Si oriente Canicula natus
es, in mari non moriere,
primunque quod est in conexo natus es oriente
Canicula
necessarium est - omnia enim vera in praeteritis necessaria sunt, ut
Chrysippo placet dissentienti a magistro Cleanthe, quia sunt immutabilia nec in
falsum e vero praeterita possunt convertere — — fit etiam, quod consequitur
necessarium. Quamquam hoc Chrysippo non videtur valere in omnibus; sed tamen si
naturalis est causa, cur in mari Fabius non moriatur, in mari Fabius Si
quis natus est oriente Canicula, is in mari non morietur,
sed potius ita
dicant: Non et natus est quis oriente Canicula, et is in mari morietur.
O
licentiam iocularem! ne ipse incidat in Diodorum, docet Chaldaeos. quo pacto eos
exponere percepta oporteat. Quaero enim, si Chaldaei ita loquantur, ut negationes
infinitarum coniunctionum potius quam infinita conexa ponant, cur idem medici, cur
geometrae, cur reliqui facere non possint. 16. Quid est quod non possit isto modo ex
conexo transferri ad coniunctionum negationuem? Et quidem aliis modis easdem res
efferre possumus. — — Multa genera sunt enuntiandi nec ullum distortius quam hoc,
quo Chrysippus sperat Chaldaeos contentos Stoicorum causa fore. (Sequentibus
explicata Diodori sententia demonstratur, si vera sit, non sequi omnia fato fieri:)
non enim aeternis causis ⟨e⟩ naturae necessitate manantibus verum est id, quod ita
enuntiatur: descendit in Academiam Carneades
nec tamen sine causis, sed
interest inter causas fortuito antegressas et inter causas cohibentis in se
efficientiam naturalem. 20. Nec ii qui dicunt immutabilia esse, quae futura sint, nec
posse verum futurum convertere in falsum (i. e. Diodorus), fati necessitatem
confirmant, sed verborum vim interpretantur. At qui introducunt causarum seriem
sempiternam (i. e. Chrysippus), ii mentem hominis voluntate libera spoliatam
necessitate fati devinciunt.
Cicero de fato 33 (Negat Carneades) de Oedipode potuisse Apollinem praedicere, nullis in rerum natura causis praepositis, cur ab eo patrem interfici necesse esset — — Quocirca si Stoicis, qui omnia fato fieri dicunt, consentaneum est huius modi oracla ceteraque, quae a divinatione ducuntur, comprobare, iis autem, qui, quae futura sunt, ea vera esse ex aeternitate dicunt, non idem dicendum est, vide, ne non eadem sit illorum causa et Stoicorum; hi enim urguentur angustius, illorum ratio soluta ac libera est.
Cicero de fato 30 (postquam ἀργὸν λόγον explicavit). Haec ratio a
Chrysippo reprehenditur. Quaedam enim sunt, inquit, in rebus simplicia, quaedam
copulata. Simplex est: Morietur illo die Socrates
; huic, sive quid fecerit
sive non fecerit, finitus est moriendi dies. At si ita fatum sit: Nascetur
Oedipus Laio
, non poterit dici sive fuerit Laius cum muliere sive non
fuerit
; copulata enim res est et confatalis. Sic enim appellat, quia ita fatum
sit, et concubiturum cum uxore Laium et ex ea Oedipum proceaturum; ut, si esset
dictum: Luctabitur Olympiis Milo
Ergo sive abuerit adversarium sive non habuerit, luctabitur
,
erraret; est enim copulatum luctabitur
, quia sine adversario nulla luctatio
est. Omnes igitur istius generis captiones eodem modo refelluntur. Sive tu
adhibueris medicum sive non adhibueris, convalescas
captiosum; tam enim est
fatale medicum adhibere quam convalescere. Haec, ut dixi, confatalia ille appellat.
Origenes contra Celsum II 20 Vol. I p. 149, 22 Kö. (p. 406 Del.). καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον — — λέγεται τοίνυν πρὸς αὐτὸν ὑπὸ τοῦ προεγνωκότος δὴ τὰ ἐσόμενα· (Eur. Phoen. 18-20) Μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ· Εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σ’ ὁ φύς Καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος. Καὶ ἐν τούτῳ τοίνυν δηλοῦται, ὅτι δυνατὸν μὲν ἦν τῷ Λαΐῳ, μὴ σπείρειν τέκνων ἄλοκα· οὐκ ἂν γὰρ τὸ μὴ δυνατὸν προσέταξεν αὐτῷ ὁ χρησμός· δυνατὸν δὲ ἦν καὶ τὸ σπείρειν καὶ οὐδέτερον αὐτῶν κατηνάγκαστο. Ἠκολούθησε δὲ τῷ μὴ φυλαξαμένῳ σπεῖραι παίδων ἄλοκα παθεῖν ἐκ τοῦ ἐσπαρκέναι τὰ τῆς κατὰ Οἰδίποδα καὶ Ἰοκάστην καὶ τοὺς υἱοὺς τραγῳδίας. Ἀλλὰ καὶ ὁ ἀργὸς καλούμενος λόγος, σόφισμα ὤν, τοιοῦτός ἐστι, λεγόμενος ἐπὶ ὑποθέσεως πρὸς τὸν νοσοῦντα, καὶ ὡς σόφισμα ἀποτρέπων αὐτὸν χρῆσθαι τῷ ἰατρῷ πρὸς ὑγίειαν, καὶ ἔχει γε οὕτως ὁ λόγος· εἰ εἵμαρταί σοι ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, ἀναστήσῃ· ἀλλὰ καὶ εἰ εἵμαρταί σοι μὴ ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, οὐκ ἀναστήσῃ· ἤτοι δὲ εἵμαρταί σοι ἀναστῆναι ἐκ τῆς νόσου ἢ εἵμαρταί σοι μὴ ἀναστῆναι· μάτην ἄρα εἰσάγεις τὸν ἰατρόν. Ἀλλὰ χαριέντως τούτῳ τῷ λόγῳ τοιοῦτόν τι παραβάλλεται· εἰ εἵμαρταί σοι τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἐάν τε μὴ συνέλθῃς, τεκνοποιήσεις, ἀλλὰ καὶ εἰ εἵμαρταί σοι μὴ τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἢ μὴ συνέλθῃς, οὐ τεκνοποιήσεις· ἤτοι δὲ εἵμαρταί σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. - Ὡς γὰρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνοποιῆσαι τὸν μὴ συνελθόντα γυναικί, οὐ μάτην παραλαμβάνεται τὸ συνελθεῖν γυναικί, οὕτως εἰ τὸ ἀναστῆναι ἐκ τῆς νόσου ὁδῷ τῇ ἀπὸ ἰατρικῆς γίνεται, ἀναγκαίως παραλαμβάνεται ὁ ἰατρὸς καὶ ψεῦδος τὸ 'μάτην εἰσάγεις τὸν ἰατρόν.’ Ὅλα δὲ ταῦτα παρειλήφαμεν δι’ ἃ παρέθετο ὁ σοφώτατος Κέλσος εἰπών· θεὸς ὢν προεῖπε καὶ πάντως ἐχρῆν γενέσθαι τὸ προειρημένον. Εἰ γὰρ τὸ πάντως ἀκούει ἀντὶ τοῦ κατηναγκασμένως, οὐ δώσομεν αὐτῷ· δυνατὸν γὰρ ἦν καὶ μὴ γενέσθαι· εἰ δὲ τὸ πάντως λέγει ἀντὶ τοῦ ἔσται, ὅπερ οὐ κωλύεται εἶναι ἀληθές, κἂν δυνατὸν ᾖ τὸ μὴ γενέσθαι, οὐδὲν λυπεῖ τὸν λόγον etc.
Servius ad Verg. Aeneid. IV 696 (codd. TF). nam si fato vivimus, quid
agunt merita? si pensamur meritis, quae vis fati? quomodo hic et fatum admittit et
meritum? deinde cum dixerit stat sua cuique dies
quomodo hic dicit ante
diem?
harum rerum ratio sic redditur: Pompeius ter triumphaturus est
: hoc illi
fata decernunt, ut ubicunque terrarum fuerit ter triumphet, nec potest aliter
evenire: et ideo fatum, quod hoc denuntiat, denuntiativum vocatur. condicionale vero
huius modi est Pompeius si post Pharsalicum bellum Aegypti litus
attigerit, ferro peribit
: hic non omni modo necesse erat ut videret Aegyptum,
sed si casus eum ad aliam forte regionem duxisset, evaseret etc. Cf. ad X 467.
Alexander Aphrod. de fato cp. 10 p. 176, 14 Bruns. τὸ δὲ λέγειν μὴ
ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ δυνατόν τε καὶ τὸ ἐνδεχόμενον, τῷ
δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι κἂν μὴ γένηται, τῶν
δὲ καθ’ εἱμαρμένην γινομένων οὐ κεκώλυται τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ
γινόμενα ὅμως ἐστὶ δυνατά
καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ
ἡμῖν τὰ κωλύοντα αὐτὰ ἄγνωστα εἶναι, πάντως μέν τινα ὄντα· ἃ γάρ ἐστιν αἴτια τοῦ
γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις
αἴτια, εἴ γε, ὥς φασιν, ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’
ὅτι μὴ ἡμῖν ἐστι γνώριμα, τίνα ἐστί, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ γίνεσθαι λέγουσιν -
τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστίν;
Alexander Aphrod. de fato cp. 10 p. 177, 2. σῴζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν, διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμένην, καίτοι ἀπαραβάτως γιγνόμενα, ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν ⟨ὂν⟩ οὕτως ὡς προείρηται.
Alexander Aphrod. de fato cp. 10 p. 177, 7 Bruns. ὅμοιον δὲ τούτῳ καὶ
τὸ λέγειν, τὸ ἀξίωμα τὸ ἔσται αὔριον ναυμαχία
ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ
μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει,
ἐπειδὰν ἡ ναυμαχία γένηται. εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον
ἐξ ἀνάγκης τὸ ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μέν, οὐκ ἐξ ἀνάγκης δὲ (ἀληθοῦς ὄντος
τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ) ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως,
οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γίνεσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην.
Alexander Aphrod. quaestiones I 4 p. 10, 8. ἕποιτ’ ἂν τοῖς πάντα
γίνεσθαι καθ’ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ ἐξ ἀνάγκης, τοῦ ἐξ
ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ
Stephanus in Aristot. Rhetor. p. 263, 23 Rabe (Comment. graec. XXI, 2). οἱ Στωϊκοὶ - τὸ ἐπὶ τὸ πολὺ ἐταύτιζον τῷ ἀναγκαίῳ· πάντα γὰρ κατὰ τὸ ἀναγκαῖον γινόμενα δογματίζοντες ἀνήρουν τὸ ἐνδεχόμενον ἤγουν τὸ ὁπότερ’ ἔτυχε, τὸ ἐπ’ ἴσης ἐνδεχόμενον. λέγεται οὖν ὧδε, ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενόν ἐστι (διακόπτεται γάρ ποτε), οὐχ ἁπλῶς δὲ ἤγουν ἀεὶ καὶ ἀναγκαίως γινόμενον, ὡς οἱ Στωϊκοὶ ἴσως ὡρίζοντο.
Origenes commentaria in Genesin Tom. II p. 11 Delarue. εἰ μὲν γὰρ τὸ πάντως
ἔσται
οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον (scil. ὑπὸ
τοῦ θεοῦ), οὐ διδόαμεν αὐτῷ. — — εἰ δέ τις διηγήσεται τὸ πάντως ἔσται
κατὰ τὸ
σημαίνειν αὐτὸ λέγων ὅτι ἔσται μὲν τάδε τινά, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο
ὡς ἀληθὲς συγχωροῦμεν, τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ
τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ
γενέσθαι. — — Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν
τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε
ποιήσει.
οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἄν· οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν
ἄνθρωπον πτῆναι
, οὕτω χρησμόν, φέρε εἰπεῖν, περὶ τινὸς διδοὺς ἐρεῖ ὅτι οὐκ
ἐνδέχεται τόνδε σωφρονῆσαι
. δύναμις μὲν γὰρ οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ
ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι· ὧν ἀμφοτέρων δυνάμεων
ὑπαρχουσῶν ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ
χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατ’ αὐτό· οὐ
ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν,
αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ.
Simplicius in Aristot. Phys. p. 333, 1 Diels. τινὲς δὲ καὶ αὐτόθεν
ὁμολογοῦσιν εἶναι τὴν τύχην καὶ αἰτίαν αὐτὴν εἶναι λέγουσι· τί δέ
Plac. I 29, 7. Ἀναξαγόρας καὶ οἱ Στωϊκοὶ (τὴν τύχην) ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατ’ ἀνάγκην, ἃ δὲ καθ’ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον.
Alexander de anima libri mantissa p. 179, 6 Bruns. τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων. ibid. 14. εἰ γὰρ λέγοιεν μὴ τὴν τισὶν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.
Alexander Aphrod. de fato cp. 8 p. 173, 13. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν — — πῶς ἂν σῴζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται, ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὗ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι; τὸ ⟨δὲ⟩ μηδὲν μὲν σῴζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα, τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστίν — — οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν ἀπὸ τύχης.
Alexander Aphrod. de fato cp. 7 p. 172, 12 Bruns. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, ἂν ἀνελών τις τὴν τῶν οὕτως γινομένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην.
Alexander Aphrod. de fato cp. 8 p. 174, 1 Bruns. τί γὰρ ἄλλο ποιοῦσιν
οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ
λογισμῷ
ἢ τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ
εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ
αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος.
Theodoretus graec. affect. cur. p. 87, 41. καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.
Servius ad Verg. Aeneid. VIII 334. fortuna omnipotens et
ineluctabile fatum
. secundum Stoicos locutus est, qui nasci et mori fatis
dant, media omnia fortunae: nam vitae humanae incerta sunt omnia. unde et miscuit, ut
quasi plenum ostenderet dogma: nam nihil tam contrarium est fato, quam casus; sed
secundum Stoicos dixit.
Plutarchus de Stoic. repugn. cp. 23 p. 1045 b. Τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν ⟨θέλοντες⟩ ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τᾷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων μάλιστα γινομένην ἔκδηλον· ὅταν γὰρ δυοῖν ῖσὸν δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον ᾖ λαβεῖν ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. Πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι τὸν ἀστράγαλον καὶ τὸν ζυγόν, καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτε ἄλλας λαμβάνειν πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως ἢ περὶ τὰ ἔξωθεν γινομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον· ἐν δὲ ταῖς πλαττομέναις ὑπ’ ἐνίων καὶ λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν, καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας. Ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμοτάτοις ἐστὶ τῶν ὑπ’ αὐτοῦ πολλάκις εἰρημένων.
Cicero de fato 39. Ac mihi quidem videtur, cum duae sententiae fuissent
veterum philosophorum, una eorum, qui censerent omnia ita fato fieri, ut id fatum vim
necessitatis adferret — — altera eorum, quibus viderentur sine ullo fato esse
animorum motus voluntarii, Chrysippus tamquam arbiter honorarius medium ferire
voluisse, sed adplicat se ad eos potius, qui necessitate motus animorum liberatos
volunt; dum autem verbis utitur suis, delabitur in eas difficultates, ut necessitatem
fati confirmet invitus. 40. Atque hoc, si placet, quale sit videamus in adsensionibus
-. Eas enim veteres illi, quibus omnia fato fieri videbantur, vi effici et
necessitate dicebant. Qui autem ab iis dissentiebant, fato adsensiones liberabant
negabantque fato adsensionibus adhibito necessitatem ab his posse removeri iique ita
disserebant: (sequitur Arcesilai, ni fallor, contra Zenonem et Cleantem disputatio.
41. Chrysippus autem cum et necessitatem improbaret et nihil vellet sine praepositis
causis evenire, causarum genera distinguit, ut et necessitatem effugiat et retineat
fatum. Causarum enim, inquit, aliae sunt
ltaque illi rationi, qaum paulo
ante conclusi, sic occurrit: si omnia fato fiant, sequi illud quidem, ut
onmia causis fiant antepositis, verum non principalibus causis et perfectis, sed
adiuvantibus et proximis. Quae si ipsae non sunt in nostra potestate, non
sequitur, ut ne adpetitus quidem sit in nostra potestate. At hoc sequeretur, si
omnia perfectis et principalibus causis fieri diceremus, ut cum eae causae non
essent in nostra potestate, ne ille quidem esset in nostra potestate. 42. Quam ob
rem qui ita fatum introducunt, ut necessitatem adiungant, in eos valebit illa
conclusio; qui autem causas antecedentis non dicent perfectas neque principalis,
in eos nihil valebit.
Quod enim dicantur adsensiones fieri causis antepositis,
id quale sit, facile a se explicari putat. Nam quamquam adsensio non possit fieri
nisi commota viso, tamen, cum id visum proximam causam habeat, non principalem, hanc
habet rationem, ut Chrysippus vult, quam dudum diximus, non ut illa quidem fieri
possit nulla vi extrinsecus excitata (necesse est enim adsensionem viso commoveri),
sed revertitur ad cylindrum et ad turbinem suum, quae moveri incipere nisi pulsa non
possunt. ld autem cum accidit, suapte natura, quod supetest, et cylindrum volvi et
versari turbinem putat. 43. Ut igitur, inquit, qui protrusit
cylindrum, dedit ei principium motionis, volubilitatem autem non dedit, sic visum
obiectum imprimet illud quidem et quasi signabit in animo suam speciem, sed
adsensio nostra erit in potestate, eaque quem ad modum in cylindro dictum est,
extrinsecus pulsa, quod reliquum est, suapte vi et natura movebitur. Quodsi aliqua
res efficeretur sine causa antecedente, falsum esset omnia fato fieri, sin
omnibus, quaecunque fiunt, verisimile est causam antecedere, quid adferri poterit,
cur non omnia fato fieri fatendum sit? modo intellegatur, quae sit causarum
distinctio ac dissimilitudo.
— — 44. Neque enim Chrysippus, concedens
adsensionis proximam et continentem causam esse in viso positam, [neque] eam causam
esse ad adsentiendum necessariam concedet, ut, si omnia fato fiant, omnia causis
fiant antecedentibus et necessariis.
Hippolytus Philos. 21 (DDG p. 571, 11). καὶ αὐτοὶ δὲ (scil. Chrysippus et Zeno) τὸ καθ’ εἱμαρμένην εἶναι πάντα διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται, ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης [οἷον τῆς εἱμαρμένης]· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται· τὸ αὐτὸ δήπου καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον εἰσελθεῖν.
Aëtius Plac. I 27, 3. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. οἱ Στωϊκοὶ Πλάτωνι ἐμφερῶς· καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δὲ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν ᾗ συμπλοκῇ καὶ τὸ παρ’ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ ἀνειμάρθαι.
Gellius noct. Att. VII 2, 15. Itaque M. Cicero in libro quem de fato conscripsit, cum quaestionem istam diceret obscurissimam esse et implicatissimam, Chrysippum quoque philosophum non expedisse se in ea ait his verbis: Chrysippus aestuans laboransque, quonam ⟨pacto⟩ explicet et fato omnia fieri et esse aliquid in nobis, intricatur hoc modo.
Oenomaus apud Eusebium praep. evang. VI p. 255b. ἀπόλωλε γάρ, τό γ’ ἐπὶ
τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε
κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἢν ἡμεῖς μὲν αὐτοκράτορα τῶν
ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν
δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι (Theodoret VI 8
p. 86, 22). cf. p. 257b. μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων etc. p. 258b.
ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς
ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν
οἱ σοφώτατοι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι
τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι
ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην
παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. (p. 261a. ἀλλὰ καὶ τὸν Ἐπίκουρον,
ὃν σὺ πολλά, ὁ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων· τί
γὰρ πάθῃ ὅς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;)
Alexander Aphrod. de fato cp. 13 p. 181, 13 Bruns. ἀναιροῦντες γὰρ τὸ
ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’
ἡμῖν εἶναι τὸ γινόμενον ⟨καθ’ ὁρμὴν⟩ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ
γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν
ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἁπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων
διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου
γινόμενα κατὰ τὴν οἰκειίαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς
κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν
ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’
αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι
τὸ πεφυκὸς οὕτως, ὄντων τῶν περιεστώτων τοιούτων ⟨ἃ⟩ ἀδύνατον αὐτῷ μὴ περιεστάναι,
τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη
τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος· τῷ ⟨γὰρ⟩ βαρύτητα μὲν ἔχειν
αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι τῆς τοιαύτης κινήσεως κατὰ φύσιν ⟨αἰτίαν⟩, ὅταν καὶ τὰ
ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν
λίθον ὡς πέφυκεν φέρεσθαι, (πάντως δ’ αὐτῷ καὶ ἐξ ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια,
δι’ ἃ κινεῖται τότε), οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων παρόντων, ἀλλὰ καὶ ἐξ
ἀνάγκης κινεῖσθαι τότε καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ
λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων ἔχει, οὕτως δὲ καὶ
ἐπὶ τῶν ζῴων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’
εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι ⟨τὴν⟩ καθ’ ὁρμὴν
κίνησιν, ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων καὶ γινομένων
ὑπὸ τῆς εἱμαρμένης κινήσεων τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν μὲν διὰ γῆς, ἂν οὕτω
τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων
καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς
εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως μὲν ὡς πρὸς τὸ ἀναγκαῖον
τοῖς ἄλλοις γινομένας ἅπασιν, τῷ δεῖν καὶ τὰ ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι
τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν,
ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν
Alexander Aphrod. de fato cp. 14 p. 183, 5 Bruns. ἐπεὶ γὰρ οὐκ ἄλλως ⟨ἂν⟩ γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα ἢ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴῳ φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες.
Alexander Aphrod. de fato cp. 14 p. 183, 21 Bruns. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσι τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν. p. 184, 11. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται (ut putat Alex.), οἱ δὲ (scil. Chrys.) ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσι ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες etc. p. 184, 20. ἐοίκασι δέ, παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσι λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν etc.
Alexander Aphrod. de fato cp. 15 p. 185, 7 Bruns. τὸ δ’ ἐποχουμένους τῷ εἰ
δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις,
ἀναίτιον κίνησιν εἰσάγεσθαι
διὰ τοῦτο λέγειν μὴ δύνασθαι οὗ πράξει τις πρᾶξαι
τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν - παρορωμένων.
Alexander Aphrod. de fato cp. 15 p. 186, 3 Bruns. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι καὶ διὰ τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές.
Alexander Aphrod. de fato cp. 26 p. 196, 13 Bruns. ἅ δὲ ἀποροῦσιν πρὸς
τὸ εἶναι τοιοῦτον τὸ ἐφ' ἡμῖν, ὁποῖον ἡ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν,
ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις -
συναγωνίζεσθαι τοῖς ἀπορουμέοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; 21. οὐ χεῖρον
δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑφ' αὐτῶν, οἷς μάλιστα θαῤῥοῦσιν, ταῦτα
προχειρισαμένους ἐξετάσαι. - ἔστι δή τι τῶν ἀπορουμένων ὑπ' αὐτῶν καὶ τοιοῦτον· Εἰ,
φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα
Alexander Aphrod. de fato cp. 32 p. 204, 12 Bruns. ἐπὶ δὲ τοῖς θεοῖς οὐκέτ’ ἂν ⟨εἴη⟩ τὸ εἶναι τοιούτοις (scil. φρονίμοις), ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις, ὅτι πάρεστιν αὐτῶν ἐν τῇ φύσει ⟨τὸ⟩ τοιοῦτον· οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ
Plotinus Ennead. III lib. I 7 (Vol. I p. 168 Mü.). λοιπὸν δὲ ἰδεῖν τὴν ἐπιπλέκουσαν καὶ οἷον συνείρουσαν ἀλλήλοις πάντα καὶ τό πως ἐφ’ ἑκάστου ἐπιφέρουσαν, ἀρχὴν τιθεμένην μίαν, ἀφ’ ἧς πάντα κατὰ λόγους σπερματικοὺς περαίνεται. ἔστι μὲν οὖν καὶ αὕτη ἡ δόξα ἐγγὺς ἐκείνης τῆς πᾶσαν καὶ σχέσιν καὶ κίνησιν ἡμετέραν τε καὶ πᾶσαν ἐκ τῆς τῶν ὅλων ψυχῆς ἥκειν λεγούσης, εἰ καὶ βούλεταί τι ἡμῖν καὶ ἑκάστοις χαρίζεσθαι εἰς τὸ παρ’ ἡμῶν ποιεῖν τι. ἔχει μὲν οὖν τὴν πάντως πάντων ἀνάγκην· καὶ πάντων εἰλημμένων τῶν αἰτίων οὐκ ἔστιν ἕκαστον μὴ οὐ γίγνεσθαι· οὐδὲν γὰρ ἔτι τὸ κωλῦσον ἢ ἄλλως γενέσθαι ποιῆσον, εἰ πάντα εἴληπται ἐν τῇ εἱμαρμένῃ. τοιαῦτα δὲ ὄντα, ὡς ἀπὸ μιᾶς ἀρχῆς ὡρμημένα, ἡμῖν οὐδὲν καταλείψει ἢ φέρεσθαι, ὅπῃ ἂν ἐκεῖνα ὠθῇ· αἵ τε γὰρ φαντασίαι τοῖς προηγησαμένοις, αἵ τε ὁρμαὶ κατὰ ταύτας ἔσονται· ὄνομά τε μόνον τὸ ἐφ’ ἡμῖν ἔσται. οὐ γὰρ ὅτι [μόνον] ὁρμῶμεν ἡμεῖς, ταύτῃ τι πλέον ἔσται, τῆς ὁρμῆς κατ’ ἐκεῖνα γεννωμένης etc.
Cicero de fato 36. Interesse autem aiunt, utrum eius modi quid sit, sine quo effici aliquid non possit, an eius modi, cum quo effici aliquid necesse sit. Nulla igitur earum est causa, quoniam nulla eam rem sua vi efficit, cuius causa dicitur; nec id, sine quo quippiam non fit, causa est, sed id, quod cum accessit, id, cuius est causa, efficit necessario.
Origenes de principiis lib. III p. 108 ed. Delarue. Τῶν κινουμένων τὰ
μέν τινα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται.
ἔξωθεν οὖν μόνον κινεῖται τὰ φορητά, οἷον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης
συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων,
ἐπεὶ μὴ χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει τὴν αἰτίαν τοῦ κινεῖσθαι
ζῷα καὶ φυτὰ καὶ ἁπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὧν φασιν εἶναι καὶ
τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ
ἐν ἑαυτοῖς τοῦ κινεῖσθαι τὴν αἰτίαν ἐχόντων τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι τὰ δὲ
ἀφ’ ἑαυτῶν, ἐξ ἑαυτῶν μὲν τὰ ἄψυχα, ἀφ’
Origenes de oratione 6 Vol. II p. 311, 16 Kö. (p. 206 ed. Delarue). Τῶν
κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει, ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης
συνεχόμενα· καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα οὐχ ᾗ τοιαῦτα ἔσθ’ ὅτε κινούμενα,
ἀλλ’ ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις. Λίθοι γὰρ καὶ ξύλα τὰ ἐκκοπέντα τοῦ
μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα, τὸ κινοῦν ἔξωθεν ἔχει.
ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων ὑπό τινος μετατιθέμενα,
οὐχ ἡ ζῷα καὶ φυτὰ μετατίθεται, ἀλλ’ ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν
ἀπολωλεκόσι· κἂν φθίνῃ δὲ καθ’ αὑτά, τῷ ῥευστὰ εἶναι πάντα τὰ σώματα φθίνοντα
παρακολουθητικὴν ἔχει τὴν ἐν τῷ φθίνειν κίνησιν. -
Origenes de principiis lib. III p. 110 ed. Delarue. Τὸ δὲ τούτων οὕτως
ἡμῖν γινομένων ⟨τὰ⟩ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολύειν ἐγκλήματος, ὁμοίους ἑαυτοὺς
ἀποφαινομένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ
ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ
αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἂν ὅτι εἰ
μηδὲν τῶν ἔξωθεν ἀπήντα, ἐμοῦ τόδε τι προθεμένου,
τὸ ἐπὶ τὸ ἐναντίον προκαλούμενον.
- πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν
αἰτιᾶσθαι, παρὰ τὸ ἐναργές ἐστι, λόγου παιδευτικοῦ τοὺς ἀκρατεστέρους καὶ τοὺς
ἀγριωτάτους παραλαμβάνοντος, εἰ τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος, ὥστε
παρὰ πολὺ γεγονέναι τὴν τροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, πολλάκις τῶν
ἀκολαστοτάτων βελτιόνων γενομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι
τοιούτους, καὶ τῶν ἀγριωτάτων εἰς τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ
πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος
ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς
χείρους διατριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς, ὥστε εἰς ἀκολασίαν αὐτοὺς
μεταβαλεῖν, πολλάκις ἀρχομένης τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας, καὶ ἐμπίπτοντας
εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος ὅσον ἐπὶ τῇ φύσει ἄστατον. οὐκοῦν ὁ
λόγος δείκνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ οὕτως ἢ ἐναντίως χρήσασθαι
αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν
ἔξωθεν ἀπαντῆσαι, ἔργον ἐστὶ ἡμέτερον.
Nemesius de nat. hom. c. 35 p. 258. οἱ δὲ λέγοντες ὅτι καὶ τὸ ἐφ’ ἡμῖν
καὶ τὸ καθ’ εἱμαρμένην σῴζεται (ἑκάστῳ γὰρ τῶν γινομένων δεδόσθαι τι καθ’ εἱμαρμένην,
ὡς τῷ ὕδατι τὸ ψύχειν καὶ ἑκάστῳ τῶν φυτῶν τὸ τοιόνδε καρπὸν φέρειν, καὶ τῷ λίθῳ τὸ
κατωφερὲς καὶ τῷ πυρὶ τὸ ἀνωφερές, οὕτω καὶ τῷ ζῴῳ τὸ συγκατατίθεσθαι καὶ ὁρμᾶν· ὅταν
δὲ ταύτῃ τῇ ὁρμῇ μηδὲν ἀντιπέσῃ τῶν ἔξωθεν καὶ καθ’ εἱμαρμένην, τότε τὸ περιπατεῖν
τέλεον ἐφ’ ἡμῖν εἶναι καὶ πάντως περιπατήσομεν) οἱ ταῦτα λέγοντες - εἰσὶ δὲ τῶν
Στωϊκῶν Χρύσιππός τε καὶ Φιλοπάτωρ καὶ ἄλλοι πολλοὶ καὶ λαμπροί, οὐδὲν ἕτερον
ἀποδεικνύουσιν ἢ πάντα καθ’ εἱμαρμένην γίνεσθαι. εἰ γὰρ καὶ τὰς ὁρμὰς παρὰ τῆς
εἱμαρμένης φασὶν ἡμῖν δεδόσθαι, καὶ ταύτας ποτὲ μὲν ὑπὸ τῆς εἱμαρμένης ἐμποδίζεσθαι,
ποτὲ δὲ μή, δῆλον ὡς πάντα καθ’ εἱμαρμένην γίνεται καὶ τὰ δοκοῦντα ἐφ’ ἡμῖν εἶναι. —
— εἰ γὰρ τῶν αὐτῶν αἰτίων περιεστηκότων, ὥς φασιν αὐτοί, πᾶσα ἀνάγκη τὰ αὐτὰ
γίνεσθαι καὶ οὐχ οἷοντε ποτὲ μὲν οὕτως ποτὲ δ’ ἄλλως γενέσθαι, διὰ τὸ ἐξ αἰῶνος
ἀποκεκληρῶσθαι ταῦτα, ἀνάγκη καὶ τὴν ὁρμὴν τὴν τοῦ ζῴου πάντη τε καὶ πάντως τῶν αὐτῶν
αἰτίων περιεστηκότων οὕτως γενέσθαι. et paullo infra: εἰ γὰρ τὴν ὁρμὴν ἐφ’ ἡμῖν
τάττουσιν, ὅτι φύσει ταύτην ἔχομεν, τί κωλύει καὶ ἐπὶ τῷ πυρὶ λέγειν εἶναι τὸ καίειν,
ἐπειδὴ φύσει καίει τὸ πῦρ; ὥς που καὶ παρεμφαίνειν ἔοικεν ὁ Φιλοπάτωρ ἐν τῷ περὶ
εἱμαρμένης.
Clemens Al. Stromat. II p. 458 Pott. τὰς δὲ συγαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος ἀλλὰ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐφ’ ἡμῖν εἶναι λέγουσιν· πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις — — συγκατάθεσίς ἐστιν.
Plutarchus de Stoic. repugn. cp. 47 p. 1056e. Ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίνονται καθ’ εἱμαρμένην, ⟨πῶς αἰτία⟩ τῶν συγκαταθέσεων· εἰ δ’ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ’ εἱμαρμένην αἱ συγκαταθέσεις γίνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν; ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας, ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι προπίπτοντας, ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας. Καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον, ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον, ἢ μηδὲ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον· οὐκ οἶδα γάρ, ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ’ ἀντιβαίνειν, ἀλλ’ ἕπεσθαι καὶ εἴκειν, ἔγκλητόν ἐστι.
Plutarchus de Stoic. repugn. 47 p. 1055f. Ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν
φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. Τὴν γὰρ φαντασίαν
βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι βλάψουσιν
οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς
συγκαταθέσεις· πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ
φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως· ἐπεὶ καὶ τῆς
ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.
Augustinus de civ. dei V 10. Unde nec illa necessitas formidanda est, quam formidando Stoici laboraverunt causas rerum ita distinguere, ut quasdam subtraherent necessitati, quasdam subderent, atque in his, quas esse sub necessitate noluerunt, posuerunt etiam nostras voluntates, ne videlicet non essent liberae, si subderentur necessitati.
Origenes comment. in Genesin Tom. II p. 13 Delarue. ὅτι μέντοι γε
πολλῶν τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ
γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἐπράττετο·
πράττεται δὲ τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ’ ἡμῖν,
ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν. εἰ
δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς ὥστε μὴ διὰ τάδε τινὰ
συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος
ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος.
Plutarchus de Stoic. repugn. cp. 47 p. 1056b. Ὁ δὲ λέγων ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν (sc. τοῦ κατορθοῦν καὶ φρονεῖν) ἀλλὰ προκαταρτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρὸν ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα (Ο 109) Τῷ ἔχεθ’ ὅττι κεν ὔμμι κακὸν πέμπησιν ἑκάστῳ ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην (Suppl. 734) Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγοιμ’ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, δρῶμέν τε τοιάδʼ, ἃ σύ ⟨γε⟩ τυγχάνεις φρονῶν. αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον· ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. Ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς, καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ’ ἄλλων ἐξανισταμένων· τὴν δ’ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων, αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην, ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. (dein Plutarchus probare studet, si talis exstet fatalis necessitas, qualem fingit Chrysippus, liberum hominum arbitrium tolli, τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖσθαι).
Diogenianus apud Eusebium praep. evang. VI p. 265d. Ἐν μὲν οὖν τῷ πρώτῳ
Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν
πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ
καὶ ἡμεῖς κατ’ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι’ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν
προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ’ ὅσα παρὰ τὴν ἡμετέραν
αἰτίαν γινόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ
ἡμῶν πολλὰ γίνεσθαι δήλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν
ὅλων διοικήσει.
κέχρηταί τε παραδείγμασι τοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖσθαι,
φησί, θοιμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν
πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι
παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. ὥσπερ γὰρ, φησίν, λέγοντός τινος
Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγώνος πάντως ἄπληκτον, ἀτόπως ἄν τις ἠξίου
καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν,
τοῦ τήν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώμου πρὸς τὸ μὴ πλήττεσθαι
φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι
χωρὶς τοῦ καὶ ἡμᾶς
p. 266d. ἀλλὰ παρ’ ἡμᾶς μὲν ἔσται, φησί,
περιειλημμένου μέντοι τοῦ παρ' ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης.
p. 267a. καὶ ἐξ αὐτῆς
δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δήλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης
τὴν παρ’ ἡμᾶς αἰτίαν. καθείμαρται γὰρ, φησί, σωθῆναι θοιμάτιον, εἰ φυλάττοις αὐτό,
καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ
τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα
etc.
Diogenianus apud Eusebium Praep. evang. VI p. 262c. [οὐ θεωρῶν ὅτι τὰ
ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται] οἷς καὶ αὐτὸς (sc.
Chrysippus) ἐν τῷ δευτέρῳ βιβλίῳ (sc. περὶ εἱμαρμένης) χρήται, βουλόμενος συνιστᾶν τὸ
καὶ παρ’ ἡμᾶς πολλὰ γίνεσθαι
οἷον τὸ (Od. α 7) αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν
ὄλοντο. καὶ τὸ (ibid. 32-34) ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμῶν γὰρ
φασι κάκ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι.
Gellius N. A. VII 2. Fatum, quod εἱμαρμένην Graeci vocant ad hanc ferme
sententiam Chrysippus, Stoicae princeps philosophiae, definit: Fatum est
,
inquit, sempiterna quaedam et indeclinabilis series rerum et catena, volvens
semetipsa sese et implicans per aeternos consequentiae ordines, xe quibus apta
nexaque est
. Ipsa autem verba Chrysippi, quantum valui memoria, ascripsi, ut,
sicui meum istud interpretamentum videbitur esse obscurius, ad ipsius verba
animadvertat. In libro περὶ προνοίας quarto εἱμαρμένην esse dicit φυσικήν τινα
σύνταξιν τῶν ὅλων ἐξ ἀϊδίου τῶν ἑτέρων τοῖς ἑτέροις ἑπακολουθούντων καὶ
μεταπολουμένων ἀπαραβάτου οὔσης τῆς τοιαύτης ἐπιπλοκῆς. Aliarum autem opinionum
disciplinarumque auctores huic definitioni ita obstrepunt: Si Chrysippus
,
inquiunt, fato putat omnia moveri et regi nec declinari transcendique posse
agmina fati et volumina, peccata quoque hominum et delicta non suscensenda neque
inducenda sunt ipsis volunatatibusque eorum, sed necessitati cuidam et instantiae,
quae oritur ex fato, omnium quae sit rerum domina et arbitra, per quam necesse sit
fieri, quicquid futurum est; et propterea nocentium poenas legibus inique
constitutas, si homines ad maleficia non sponte veniunt, sed fato trahuntur.
Quamquam ita sit
, inquit, ut ratione quadam necessaria et principali
coacta atque conexa sint fato omnia, ingenia tamem ipsa mentium nostrarum proinde
sunt fato obnoxia, ut proprietas eorum est ipsa et qualitas. Nam si sunt per naturam
primitus salubriter utiliterque ficta, omnem illam vim quae de fato extrinsecus
ingruit, inoffensius tractabiliusque transmittunt. Sin vero sunt aspera et inscita et
rudia nullisque artium bonarum adminiculis fulta, etiamsi parvo sive nullo fatalis
incommodi conflictu urgeantur, sua tamen scaevitate et voluntario impetu in assidua
delicta et in errores se ruunt. Idque ipsum ut ea ratione fiat, naturalis illa et
necessaria rerum consequentia efficit, quae
. Huius deinde fere rei exemplo non
hercle nimis alieno neque inlepido utitur.
fatum
vocatur. Est enim genere ipso quasi fatale et consquens, ut mala
ingenia peccatis et erroribus non vacentSicut
inquit lapidem cylindrum
si
per spatia terrae prona atque derupta iacias, causa quidem ei et initium
praecipitantiae fueris, mox tamen ille praeceps volvitur, non quia tu id iam
facis, sed quoniam ita sese modus eius et formae volubilitas habet: sic ordo et
ratio et necessitas fati genera ipsa et principia causqrum movet, impetus vero
consiliorum mentiumque nostrarum actionesque ipsas voluntas cuiusque propria et
animorum ingenia moderantur.
Infert deinde verba haec, his, quae dixi,
congruentia: Διὸ καὶ ὑπὸ τῶν Πυθαγορείων εἴρηται· Γνώσει δ’ ἀνθρώπους αὐθαίρετα
πήματ’ ἔχοντας, ὡς τῶν βλαβῶν ἑκάστοις παρ’ αὐτοῖς γινομένων καὶ καθ’ ὁρμὴν αὐτῶν
ἁμαρτανόντων τε καὶ βλαπτομένων καὶ κατὰ τὴν αὐτῶν διάνοιαν καὶ θέσιν. Propterea
negat oportere ferri audirique homines aut nequam aut ignauos et nocentes et audaces,
qui, cum in culpa et in maleficio revicti sunt, perfugiunt ad fati necessitatem,
tamquam in aliquod fani asylum et, quae pessime fecerunt, ea non suae temeritati, sed
fato esse attribuenda dicunt. Primus autem hoc sapientissimus ille et antiquissimus
poetarum dixit hisce versibus:· (Od. α 32-34) Ὤ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ
αἰτιόωνται. Ἐξ ἡμέων γὰρ φασι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ
μόρον ἄλγε’ ἔχουσιν.
Alexander Aphrod. de fato cp. 33 p. 205, 1 Bruns. τὸ δὲ
Alexander Aphrod. de fato cp. 34 p. 205, 24 Bruns. λαβόντες γὰρ τὸ
ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἷναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ
ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ Οὐκοῦν κατὰ
τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει
μόνον, τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει· ταῦτα γὰρ
τούτοις κατὰ φύσιν. μενόντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων
φύσεων καὶ ποιοτήτων μὴ ἀναιρουμένων, καὶ ἔπαινοι μένουσι καὶ ψόγοι καὶ κολάσεις
καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως.
Alexander Aprod. de fato cp. 35 p. 207, 4 Bruns. μηδὲ ἐκεῖνον δὲ
παραλίπωμεν τὸν λόγον, ᾧ θαῤῥοῦσιν, ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι.
λέγουσιν γάρ. Οὐ γὰρ ἔστι μὲν τοιαὐτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη· ⟨οὐδὲ ἔστι
μὲν πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἶσα· οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις· οὐδὲ ἔστι
μὲν νέμεσισ, οὐκ ἔστι δὲ νόμος· οὐδ’ ἔστι μὲν νόμος, οὐκ ἔστι δὲ λόγος ὀρθὸς
προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν
τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ
εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἀμαρτήματα καὶ
κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν
Alexander Aphrod. de fato cp. 36 p. 210, 3 Bruns. οὐδὲν ἄρα μένει τῶν
ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένων, ἀκολουθήσει τε αὐτοῖς
ἀρξαμένοις κάτωθεν ⟨ἡ⟩ ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ
ἐφ’ ἡμῖν ⟨τι⟩ εἶναι, ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτό, ⟨τὸ⟩ διὰ τοῦ πρώ⟨του⟩
λαβόντας ἄλλο ἐπιφέρειν αὖ τὰ τούτῳ δοκοῦντα ἕπεσθαι ἄτοπα καὶ ⟨τού⟩τοις διαβάλλειν
⟨τὸ⟩ ἡγούμενον. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι· εἰ δὲ μὴ
ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ
Alexander Aphrod. de fato cp. 37 p. 210, 14 Bruns. ἴδωμεν δὲ καὶ ⟨τὸν⟩
ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· Οὐ
πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμόδιστος ἡ τοῦ
κόσμου διοίκσις· οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος· οὐδὲ ἔστι μὲν κόσμος,
οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί. ἀλλ’ εἰ τοῦτο, ἔστιν
ἀρετή. ἀλλ’ εἱ ἔστιν ἀρετή, ἔστι φρόνησις. ἀλλ’ εἰ τοῦτο, ἔστιν [ἡ] ἐπιστήμη
ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ
τὰ ἁμαρμήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ
κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά· καὶ τὰ μὲν καλὰ
ἐπαινετά, τὰ δὲ αἰσχρὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ
ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι. ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν,
τιμῶμεν, ἃ δὲ ψέγομεν, κολάζομεν· καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων
ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ
ἐπανορθοῦν.
καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὢν δῆλον ὡς διὰ τῶν
αὐτῶν ἂν ψευδὴς ὢν ἐλέγχοιτο. p. 212, 1. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς
σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον, [καὶ] μέχρι ῥημάτων τὴν
κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται σωμφωνίας τὴν
πίστιν λαμβάνοντες.
Alexander Aphrod. de fato cp. 38. ὅτι δὲ μηδὲ οἱ ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς ζώοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην (scil. λόγοι) σῴζουσι τὸ ἐφ’ ἡμῖν, εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ἀπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν — — φθάνει διὰ τῶν πρώτων - δεδεῖχθαι.
Alexander Aphrod. quaestiones II 4 p. 50, 30 Bruns. εἰ ἐφ’ ἡμῖν ἐστι
τοῦτο, οὗ τὸ ἀντείμενον ἐφ' ἡμῖν, τὸ οὗ τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’
ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν· τῷ γὰρ ἐφ’ ἡμῖν τὸ οὐκ ἐφ’ ἡμῖν
ἀντικείμενον. οὐδὲ τὸ ἐφ’ ἡμῖν ἄρα ἐφ’ ἡμῖν. εἰ δὲ τὸ
ibidem II 5 p. 51, 20. τῷ ἐφ' ἡμῖν τι εἶναι
ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ' ἡμῖν. ⟨τὸ δὲ μηδὲν εἶναι ἐφ’ ἡμῖν⟩ ἀδύνατον. τὸ οὖν
τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον,
τοῦτο καθ’ εἱμαρμένην, εἴ γε ταῦτα καθ’ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα
ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ' ἡμῖν τι εἶναι καθ’ εἱμαρμένην. τῷ δὲ
ἐφ' ἡμῖν τι εἶναι καθ' εἱμαρμένην, σῴζοιτο ἂν τὸ ἐφ' ἡμῖν τι εἶναι κατὰ τοὺς
ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην λέγοντας.
Etymologicum Magn. s. v. τελετή p. 750, 16. Χρύσιππος δέ φησι, τοὺς περὶ τῶν θείων λόγους εἰκότως καλεῖσθαι τελετάς· χρῆναι γὰρ τούτους τελευταίους καὶ ἐπὶ πᾶσι διδάσκεσθαι, τῆς ψυχῆς ἐχούσης ἕρμα καὶ κεκρατημένης καὶ πρὸς τοὺς ἀμυήτους σιωπᾶν δυναμένης· μέγα γὰρ εἶναι τὸ ἆθλον ὑπὲρ θεῶν ἀκοῦσαί τε ὀρθὰ καὶ ἐγκρατεῖς γενέσθαι αὐτῶν.
Aëtius Plac. I 6 Πόθεν ἔννοιαν ἔσχον θεῶν ἄνθρωποι G 34. Ορίζονται δὲ
τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωϊκοὶ οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν,
μεταβάλλον δ’ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δὲ ἔννοιαν τούτου
πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες. οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ
καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δὲ ὁ κόσμος· δῆλον
δὲ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν
ἀστέρων ποικιλίας. σφαιροειδὴς γὰρ ὁ κόσμος, ὃ πάντων σχημάτων πρωτεύει. μόνον γὰρ
τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δὲ ὢν ἔχει τὰ μέρη περιφερῆ· διὰ τοῦτο
γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε, νοῦς. Καὶ τὸ χρῶμα δὲ
καλόν. κυανώδει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον, στίλβουσαν δὲ ἔχει τὴν
ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος
ἀπόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. Καὶ ἐκ τοῦ μεγέθους καλός. πάντων γὰρ
τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ
ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται.
τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δ’ αὐτόν παρθένος ἠδ’ ἐπί οἱ χηλαὶ καὶ
σκορπίος αὐτός τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ’ αἰγοκερῆϊ ὑδροχόος· δύο δ’ αὐτὸν ἐπ’
ἰχθύες ἀστερόεντες. τοὺς δὲ μετὰ κριός, ταῦρος δ’ ἐπὶ τῷ δίδυμοί τε.
Philo de monarchia I p. 216 M. Πόθεν τοῦ εἶναι θεὸν λαμβάνομεν ἔννοιαν.
— — Δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτα ἐπαπορεῖ ἡ διάνοια τοῦ
φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα,
κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἔστι κατὰ τὴν οὐσίαν. Τὸ μὲν οὖν πρότερον οὐ
πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἴσως ἀδύνατον,
ἐπισκεπτέον δ’ ἑκάτερα.
Cicero de nat. deor. III 10, 25. Et Chrysippus tibi acute dicere
videbatur, homo sine dubio versutus et callidus (versutos eos appello, quorum
celeriter mens versatur, callidos autem, quorum, tamquam manus opere, sic animus usu
concalluit) is igitur: Si aliquid est, inquit, quod homo efficere non
possit, qui id efficit, melior est homine. Homo autem haec, quae in mundo sunt,
efficere non potest: qui potuit igitur, is praestat homini. Homini autem praestare
quis possit, nisi deus? Est igitur deus.
ibidem 26. Idemque si dei non sint,
negat esse in omni natura quicquam homine melius; id autem putare quemquam hominem,
nihil homine esse melius, summae arrogantiae censet esse. — — Et si domus pulchra
sit, intelligamus eam dominis, inquit, aedificatam esse, non muribus: sic igitur
mundum deorum domum existimare debemus.
Cicero de natura deorum II 6, 16. Chrysippus quidem, quamquam est
acerrimo ingenio, tamen ea dicit, ut ab ipsa natura didicisse, non ut ipse repperisse
videatur. Si enim,
inquit, est aliquid in rerum natura, quod hominis mens,
quod ratio, quod vis, quod potestas humana efficere non possit: est certe id, quod
illud efficit, homine melius. Atqui res caelestes omnesque eae, quarum est ordo
sempiternus, ab homine confici non
Cf. Lactantius de ira cp. 10. Si quid est, inquit
Chrysippus, quod efficiat ea, quae homo, licet ratione sit praeditus, facere non
possit, id profecto est maius et fortius et sapientius homine. Cic. ibid. § 17. An
vero, si domum magnam pulchramque videris, non possis adduci, ut, etiamsi dominum non
videas, muribus illam et mustelis aedificatam putes: tantum ergo ornatum mundi,
tantam varietatem pulcritudinemque rerum caelestium, tantam vim et magnitudinem maris
atque terrarum, si tuum ac non deorum immortalium domicilium putes, nonne plane
desipere videare?
Sextus adv. math. IX 78. τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα, τὰ δὲ ἐκ
συναπτομένων, τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστὶ τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα,
καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἕν τι
κεφάλαιον νευόντων συνεστῶτα ὡς ἀλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ
διεζευγμένων καὶ [ἐκ] κεχωρισμένων καὶ καθ’ αὑτὰ ὑποκειμένων συγκείμενα, ὡς στρατιαὶ
καὶ ποῖμναι καὶ χοροί. ἐπεὶ οὖν καὶ ὁ κόσμος σῶμά ἐστιν, ἤτοι ἡνωμένον ἐστὶ σῶμα ἢ ἐκ
συναπτομένων ἢ ἐκ διεστώτων. οὔτε δὲ ἐκ συναπτομένων οὔτε ἐκ διεστώτων, ὡς δείκνυμεν
ἐκ τῶν περὶ αὐτὸν συμπαθειῶν. κατὰ γὰρ τὰς τῆς σελήνης αὐξήσεις καὶ φθίσεις πολλὰ τῶν
τε ἐπιγείων ζῴων καὶ θαλασσίων φθίνει τε καὶ αὔξεται, ἀμπώτεις τε καὶ πλημμυρίδες
περί τινα μέρη τῆς θαλάσσης γίνονται. ὡσαύτως δὲ καὶ κατά τινας τῶν ἀστέρων ἐπιτολὰς
καὶ δύσεις μεταβολαὶ τοῦ περιέχοντος καὶ παμποίκιλοι περὶ τὸν ἀέρα τροπαὶ
συμβαίνουσιν, ὁτὲ μὲν ἐπὶ τὸ κρεῖττον, ὁτὲ δὲ λοιμικῶς. ἐξ ὧν συμφανὲς ὅτι ἡνωμένον
τι σῶμα καθέστηκεν ὁ κόσμος. ἐπὶ μὲν γὰρ τῶν ἐκ συναπτομένων ἢ διεστώτων οὐ συμπάσχει
τὰ μέρη ἀλλήλοις, εἴ γε ἐν στρατιᾷ πάντων, εἰ τύχοι, διαφθαρέντων τῶν στρατιωτῶν
οὐδὲν κατὰ διάδοσιν πάσχειν φαίνεται ὁ περισωθείς· ἐπὶ δὲ τῶν ἡνωμένων συμπάθειά τίς
ἐστιν, εἴ γε δακτύλου τεμνομένου τὸ ὅλον συνδιατίθεται σῶμα. ἡνωμένον τοίνυν ἐστὶ
σῶμα καὶ ὁ κόσμος. ἀλλ’ ἐπεὶ τῶν ἡνωμένων σωμάτων τὰ μὲν ὑπὸ ψιλῆς ἕξεως συνέχεται,
τὰ δὲ ὑπὸ φύσεως, τὰ δὲ ὑπὸ ψυχῆς, καὶ ἕξεως μὲν ὡς λίθοι καὶ ξύλα, φύσεως δὲ καθάπερ
τὰ φυτά, ψυχῆς δὲ τὰ ζῷα, πάντως δὴ καὶ ὁ κόσμος ὑπό τινος τούτων διακρατεῖται. καὶ
ὑπὸ μὲν ψιλῆς ἕξεως οὐκ ἂν συνέχοιτο. τὰ γὰρ ὑπὸ ἕξεως κρατούμενα οὐδεμίαν ἀξιόλογον
μεταβολήν τε καὶ τροπὴν ἀναδέχεται, καθάπερ ξύλα καὶ λίθοι, ἀλλὰ μόνον ἐξ αὑτῶν
πάσχει τὴν κατὰ ἄνεσιν καὶ τὴν κατὰ συμπιεσμὸν διάθεσιν· ὁ δὲ κόσμος ἀξιολόγους
ἀναδέχεται μεταβολάς, ὁτὲ μὲν κρυμαλέου τοῦ περιέχοντος γιγνομένου ὁτὲ δὲ ἀλεεινοῦ,
καὶ ὁτὲ μὲν αὐχμώδους ὁτὲ δὲ νοτεροῦ, ὁτὲ δὲ ἄλλως πως κατὰ τὰς
Sextus adv. math. IX 86. εἴπερ τε ἐν γῇ καὶ θαλάσσῃ, πολλῆς οὔσης
παχυμερείας, ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως,
πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἕχοντι παρὰ τὴν
γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς
Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν
καὶ τὸ· (Hes.
Op. et D. 252) τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ἀθάνατοι Ζηνὸς φύλακες
μερόπων ἀνθρώπων. ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα, πάντως εὔλογον καὶ ἐν τῷ
αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν
σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων καὶ κατὰ πολὺ τῶν ἐπιγείων ὑπερφέρειν δοκούντων τῷ
ἄφθαρτα εἶναι καὶ ἀγέννητα, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας.
Sextus adv. math. IX 95 (antecedit locus Xenoph. Mem. I 4, 8). τοιοῦτος
μὲν οὖν ὁ τοῦ Ξενοφῶντός ἐστι λόγος, δύναμίν γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην· γῆς
πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ
ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν
μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός.
(enarrantur deinde §
96 97 quae alii philosophi huic argumentationi obiecerant et refutantur). 98. ἔνεστι
δὲ καὶ οὕτως τὸν αὐτὸν συνερωτᾶν λόγον. εἰ μὴ ἦν τι γεῶδες ἐν τῷ κόσμῳ,
οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ’ ἂν ἐν σοὶ ἦν τι
ὑγρόν· καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός· τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ’
ἂν ἐν σοί τις ἧν νοῦς· ἔστι δέ γε ἐν σοί τις νοῦς· ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ διὰ
τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθέστηκεν.
τῆς δὲ αὐτῆς
δυνάμεως ἐστι καὶ ὁ τοῦτον τὸν τρόπον ἔχων λόγος· ἆρά γε ἄγαλμα εὖ δεδημιουργημένον
θεασάμενος διστάσειας ἄν, εἰ τεχνίτης νοῦς τοῦτο ἐποίησεν; ἢ οὔτ’ ἂν ἀπόσχοις τοῦ
ὑπονοεῖν τι τοιοῦτον, ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν
τέχνην; ἆρ’ οὖν ἐπὶ μὲν τούτων τὸν ἔξωθεν θεωρῶν τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι
καὶ φὴς εἶναί τινα τὸν δημιουργόν, τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ
διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γεννητὸν ὄντα νομίζεις ἀπὸ τύχης
γεγονέναι, οὐχὶ δὲ ὑπό τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος;
ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν
τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός. εἰσὶν ἄρα θεοί.
Sextus adv. math. IX 111. πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ
Sextus adv. math. IX 123. σκοπῶμεν δὲ ἑξῆς καὶ τὸν τρόπον τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον. εἰ γὰρ μὴ εἰσὶ θεοί, οὐκ ἔστιν εὐσέβεια, μόνον τῶν αἱρετῶν ὑπάρχουσα. ἔστι γὰρ εὐσέβεια ἐπιστήμη θεῶν θεραπείας· τῶν δ’ ἀνυπάρκτων οὐ δύναταί τις εἶναι θεραπεία, ὅθεν οὐδὲ ἐπιστήμη τις περὶ ταύτην γενήσεται. - ὥστε εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ εὐσέβεια. ὑπάρχει δὲ εὐσέβεια· τοίνυν ῥητέον εἶναι θεούς. καὶ πάλιν εἰ μὴ εἰσὶ θεοί, ἀνύπαρκτός ἐστιν ἡ ὁσιότης, δικαιοσύνη τις οὖσα πρὸς θεούς· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας καὶ προλήψεις πάντων ἀνθρώπων ὁσιότης, καθό τι καὶ ὅσιόν ἐστιν. καὶ ⟨τὸ⟩ θεῖον ἄρα ἔστιν. εἴ γε μὴν μὴ εἰσὶ θεοί, ἀναιρεῖται σοφία, ἐπιστήμη οὖσα θείων τε καὶ ἀνθρωπείων πραγμάτων, — — οὐδὲ ἐπιστήμη τις ἔσται θείων καὶ ἀνθρωπείων πραγμάτων, ἀνθρώπων ⟨μὲν⟩ ὑπαρχόντων θεῶν δὲ μὴ ὑφεστώτων· ἄτοπον δέ γε λέγειν μὴ εἶναι σοφίαν· ἄτοπον ἄρα καὶ τὸ τοὺς θεοὺς ἀξιοῦν ἀνυπάρκτους. καὶ μὴν εἴπερ καὶ ἡ δικαιοσύνη κατὰ τὴν ἐπιπλοκὴν τῶν ἀνθρώπων πρός τε ἀλλήλους καὶ πρὸς θεοὺς εἰσῆκται, εἰ μὴ εἰσὶ θεοί, οὐδὲ δικαιοσύνη συστήσεται· ὅπερ ἄτοπον. - ῥητέον ἄρα καὶ θεοὺς ὑπάρχειν.
Sextus adv. math. IX 132. πρός τούτοις εἰ μὴ εἰσὶ θεοί, οὐδὲ μαντικὴ ὑπάρχει, ἐπιστήμη οὖσα θεωρητικὴ καὶ ἐξηγητικὴ τῶν ὑπὸ θεῶν ἀνθρώποις διδομένων σημείων, οὐδὲ μὴν θεοληπτικὴ καὶ ἀστρομαντική, οὐ λογική, οὐχ ἡ δι’ ὀνείρων πρόῤῥησις. ἄτοπον δέ γε τοσοῦτο πλῆθος πραγμάτων ἀναιρεῖν πεπιστευμένων ἤδη παρὰ πᾶσιν ἀνθρώποις· εἰσὶν ἄρα θεοί.
Themistius Paraphr. in Anal. poster. p. 79, 1 Spengel. τὸ εἶναι
πολλαχῶς ἐν ταῖς ἀποδείξεσι μέτιμεν· ἐνίοτε μὲν γὰρ ἀπὸ συμβεβηκότος καὶ πόῤῥω τῆς
οὐσίας τοῦ πράγματος, ἐνιότε δὲ ἀπὸ τοῦ πράγματος καὶ τοῦ ἐκείνου τι ἔχειν, οἷον ὅτι
εἰσὶ θεοὶ
ἀπὸ συμβεβηκότος μέν, ὅτι εἰσὶ βωμοὶ ὡς Χρύσιππός φησιν, ἀπὸ δὲ τοῦ
πράγματος ὅτι θεραπεύουσιν, ὅτι προλέγουσιν, ὅτι κινοῦνται τὸν ἄπειρον χρόνον
ποικίλας κινήσεις. Cf. idem ad Arist. de anima I 1 p. 8 Sp. ὥσπερ εἴ τις θεὸν
Sextus adv. math. IX 77. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον. ἡ δέ γε προειρημένη δύναμις (scil. ἡ τὴν τῶν ὄντων οὐσίαν κινοῦσα καὶ σχηματίζουσα) ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοὶ.
Diogenes Laërt. VII 147. Θεὸν δὲ εἶναι ζῷον ἀθάνατον λογικὸν τέλειον ἢ νοερὸν ἐν εὐδαιμονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον. εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων, κοινῶς τε καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων, ὃ πολλαῖς προσηγορίαις προσονομάζεται κατὰ τὰς δυνάμεις. Δία μὲν γάρ φασι δι’ ὃν τὰ πάντα, Ζῆνα δὲ καλοῦσι παρ’ ὅσον τοῦ ζῆν αἴτιός ἐστιν ἢ διὰ τοῦ ζῆν κεχώρηκεν, Ἀθηνᾶν δὲ κατὰ τὴν εἰς αἰθέρα διάτασιν τοῦ ἡγεμονικοῦ αὐτοῦ, Ἥραν δὲ κατὰ τὴν εἰς ἀέρα καὶ Ἥφαιστον κατὰ τὴν εἰς τὸ τεχνικὸν πῦρ καὶ Ποσειδῶνα κατὰ τὴν εἰς τὸ ὑγρὸν καὶ Δήμητραν κατὰ τὴν εἰς γῆν. ὁμοίως δὲ καὶ τὰς ἄλλας προσηγορίας ἐχόμενοί τινος οἰκειότητος ἀπέδοσαν.
Diogenes Laërt. VII 148. Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ θεῶν.
Philodemus de pietate c. 15 (DDG p. 548, 4). κὰν τοῖς περὶ Προνοίας μέντοι τὰς αὐτὰς ἐκτίθησιν συνοικειώσεις τῇ ψυχῇ τοῦ παντὸς καὶ τὰ τῶν θεῶν ὀνόματα ἐφαρμόττει τῆς δρειμύτητος ἀπολαύων ἀκοπιάτως.
Seneca de beneficiis IV 7. Natura,
inquit, haec mihi
praestat.
Non intellegis te, cum hoc dicis, mutare nomen deo? quid enim aliud
est natura quam deus et divina ratio toti mundo partibusque eius inserta. Quotiens
voles, tibi licet aliter hunc auctorem rerum nostrarum compellare: et Iovem illum
optimum ac maximum rite dices et Tonantem et Statorem. — — Hunc eundem et fatum si
dixeris, non mentieris. nam cum fatum nihil aliud sit quam series inplexa causarum,
ille est
Lactantius div. instit. I 5. Chrysippus naturalem vim divina ratione praeditam, interdum divinam necessiatem deum nuncupat.
Ioannes Damascenus de haeresibus 7. Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ αἰσθητὸν τοῦτον τὸν κόσμον θεὸν νομίζοντες. Τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο. Καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι, ὡς καὶ ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς. σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. τὴν δὲ σάρκα ἀπόλλυσθαι καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σωμάτων εἰς σώματα.
Aëtius Plac. I 7, 33. Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἕκαστα καθ’ εἱμαρμένην γίνεται· καὶ πνεῦμα μὲν διῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον κατὰ τὰς τῆς ὕλης, δι’ ἧς κεχώρηκε, παραλλάξεις. θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ’ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι (ἐναιθέριον εἶναι θεόν Stob.). cf. Athenag. c. 6. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κἂν ταῖς προσηγορίαις κατὰ τὰς παραλλάξεις τῆς ὕλης, δι’ ἧς φασι τὸ πνεῦμα χωρεῖν τοῦ θεοῦ, πληθύνωσι τὸ θεῖον τοῖς ὀνόμασι, τῷ γοῦν ἔργῳ ἕνα νομίζουσι τὸν θεόν. εἰ γὰρ ὁ μὲν θεὸς πῦρ τεχνικὸν etc.
Theodoretus graec. affect. cur. p. 37, 33. φεύξεται δὲ καὶ τῶν Στωϊκῶν τὴν ἀπρεπῆ περὶ τοῦ θείου δόξαν. σωματοειδῆ γὰρ οὗτοι τὸν θεὸν ἔφασαν εἶναι.
Hippolytus Philos. 21 (DDG 571, 7). Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὅροις περιέλαβον ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἲ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ.
Olympiodorus ad Plat. Phaedon. p. 28 ed. Finckh. διὸ καὶ ὁ φιλόσοφος
χορὸς ὁ τῶν Στωϊκῶν διὰ τὸ κατὰ φαντασίαν ἐνεργεῖν σῶμα τὸν θεὸν ὑπέλαβον· αὕτη γὰρ
τοῖς ἀσωμάτοις σώματα περιτίθησι.
Servius in Verg. Aeneid. VI 727. aut certe secundum eos locutus est, qui dicunt deum corporalem esse et eum ita definiunt: πῦρ νοερόν, id est ignem sensualem. quod si verum est, corpus est.
Eusebius Praep. evang. III 9, 9. κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου, καὶ τὸν θεὸν εἶναι σῶμα καὶ τὸν δημιουργὸν αὐτόν, οὐδ’ ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως.
Theophilus ad Autolycum I 4. ἄλλοι δ' αὖ τὸ δι’ ὅλου κεχωρηκὸς πνεῦμα θεὸν δογματίζουσιν.
Tertullianus Apologeticum cp. 47. Alii incorporalem (deum scil.) adseverant, alii corporalem, ut tam Platonici quam Stoici. ibidem: positum vero extra mundum Stoici, qui figuli modo extrinsecus torqueat molem hanc. cf. ad nationes II 2.
Clemens Al. Stromat. V 14 p. 699. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ’ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. paulo post: ἀλλ’ οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεὸν φασίν.
Tertullianus adv. Hermog. cp. 44. Stoici enim volunt deum sic per materiam decucurrisse quomodo mel per favos.
Sextus Pyrrh. Hypot. III 218. ὡς Ἀριστοτέλης μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωϊκοὶ δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν.
Alexander Aphr. de anima libri mantissa p. 113, 12 Bruns. ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι, θεῖον ὄντα, ὡς καὶ τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν.
Clemens Al. Coh. ad. gent. p. 58 Pott. Οὐδὲ μὴν τοὺς ἀπὸ τῆς Στοᾶς παρελεύσομαι, διὰ πάσης ὕλης καὶ διὰ τῆς ἀτιμοτάτης τὸ θεῖον διήκειν λέγοντας. Cf. Tatian p. 4, 3 Schw.
Clemens Al. Stromat. I p. 346 Pott. ἀλλὰ καὶ οἱ Στωϊκοὶ — — - σῶμα ὄντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν. Cf. Protr. p. 58 Pott.
Lactantius div. instit. VII 3. Stoici naturam in duas partes dividunt: unam quae efficiat, alteram quae se ad faciendum tractabilem praebeat. in illa prima esse vim sentiendi, in hac materiam; nec alterum sine altero posse. Quomodo potest idem esse quod tractat et quod tractatur? Siquis dicat idem esse figulum, quod lutum, aut lutum idem esse quod figulum, nonne aperte insanire videatur? At isti uno naturae nomine duas res diversissimas comprehendunt, deum et mundum, artificem et opus, dicuntque alterum sine altero nihil posse, tanquam natura sit deus mundo permixtus. Nam interdum sic confundunt, ut sit deus ipse mens mundi et mundus sit corpus dei. Quasi vero simul esse coeperint mundus et deus ac non ipse mundum fecerit. Quod et ipsi fatentur alias, cum hominum causa praedicant esse fabricatum. Cf. cp. 4. quamquam in hoc non mediocriter peccant, quod non hominis causa dicunt, sed hominum (scil. mundum fabricatum esse).
Proclus in Plat. Timaeum p. 297 Schneider. πολλοῦ ἄρα δεῖ παραβάλλεσθαι
τῷ κόσμῳ τούτῳ ὁ ὑπὸ Χρυσίππου
Salvianus de gubern. dei I 3. Plato et omnes Platonicorum scholae moderatorem rerum omnium confitentur deum. Stoici eum gubernatoris vice intra id quod regat semper manere testantur.
Alexander Aphrod. de mixtione p. 225, 18 Bruns. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν ἐκ τῆς ὕλης γενομένων οἷόν τε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς ὕλης καὶ ὄντα ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς φύσεως ἀποτελέσματα οὐκ ἐπιπολῆς, ἀλλὰ δι’ ὅλων εἰδοποιεῖταί τε καὶ διαπλάττεται, καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται. τὰ δὲ τῶν τεχνῶν διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει· τὰ γὰρ ἔνδον τούτων ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων φύσει ἐν τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάν τε καὶ γεννῶσαν αὐτά.
Plutarchus de facie lunae cp. 12 p. 926c. αὐτὴ δ’ ἡ ψυχή, πρὸς Διός, εἶπον, οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε (scil. Stoici), καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ’ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον * ὑπὸ βρίθους ἢ πάχους * οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦν τε καὶ διϊπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. Ὁ δὲ Ζεὺς ἡμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ’ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῆμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς;
Sophonias de anima paraphrasis (Comm. graec. Vol. XXIII) ed. Hayd. p. 36, 9. ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλκοι καὶ τοὺς Στωϊκοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις.
Alexander Aphrod. de mixtione p. 226, 10 Bruns. ἐοίκασι δέ, δι’ ὧν
λέγουσιν, εἶδος τῆς ὕλης λέγειν τὸν θεόν· εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ, κατ’
αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεός (φασὶ
γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει) εἶδος ⟨οὕτ⟩ως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς
τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο, πῶς ἂν ἔτι ἡ ὕλη
ἀνείδεος εἴη κατὰ τὸν αὑτῆς λόγον; εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς
οὔσης ἐν αὐτῇ δυνάμεως. μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς
ὕλης εἶδος ὤν, εἴγε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς
Alexander Aphrod. de mixtione p. 226, 24 Bruns. πῶς δ’ οὐκ ἀνάξια τῆς θείας προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ ὁποία ποτ’ ἂν ᾖ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτεχνῶς ὥσπερ κοροπλάθον τινὰ τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα.
Plutarchus de Stoic. repugn. cp. 38 p. 1051f. Post relatam Antipatri
sententiam: universos Stoicos arbitratos esse, deos interitu vacare: Οὐδεὶς οὖν ἐστι
τῶν πάντων ὁ Χρύσιππος κατ’ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον
εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. Ταῦτα δὲ
πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπ’ αὐτοῦ λέγεται. Παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ
Θεῶν· Καθ’ ἕτερον λόγον οἱ μὲν [γὰρ] γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται οἱ
δ’ ἀγένητοι· καὶ ταῦτ’ ἀπ’ ἀρχῆς ὑποδείκυσθαι φυσικώτερον. Ἥλιος μὲν γὰρ καὶ
σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον, γενητοί εἰσιν· ὁ δὲ Ζεὺς
ἀΐδιός ἐστιν.
Καὶ πάλιν προελθών· Ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ
τοῦ γενέσθαι ῥηθήσεται, περὶ τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί
εἰσι, τοῦ δὲ τὰ μέρη ἄφθαρτα.
idem de comm. not. cp. 31 p. 1075a. Ἀλλὰ Χρύσιππος
καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν etc.
οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδ’ ἀΐδιον ἀπολελοίπασι πλὴν μόνου τοῦ Διός, εἰς ὃν
πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ
φθείρεσθαι μὴ ἐπιεικέστερον. — — - Ταῦτα δὲ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων
συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλ’ αὐτοὶ μέγα
βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας, Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι, διαῤῥήδην
λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός,
τηκτοὺς κατ’ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ibid. 1075c. ἂν γὰρ αὖ τὸ
σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεόν,
ἀλλὰ φθαρτόν etc.
Porphyrius de anima apud Eusebium praep. evang. XV p. 818c. (contra Stoicos disputans): Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀΐδιον καταλείπειν, καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε τῷ Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου. ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀΐδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι;
Origenes contra Celsum VI 7 Vol. II p. 141, 6 Kö. (p. 686 Del.). οἰόμενος ἡμᾶς λέγοντας πνεῦμα εἶναι τὸν θεὸν μηδὲν ἐν τούτῳ διαφέρειν τῶν παρ’ Ἕλλησι Στωϊκῶν, φασκόντων ὅτι ὁ θεὸς πνεῦμά ἐστι διὰ πάντων διεληλυθὸς καὶ πάντ’ ἐν ἑαυτῷ περιέχον. - καὶ πάντα μὲν περιέχει τὰ προνοούμενα ἡ πρόνοια καὶ περιείληφεν αὐτά. — — paulo post: κατὰ μὲν οὖν τοὺς ἀπὸ τῆς Στοᾶς σωματικὰς λέγοντας εἶναι τὰς ἀρχὰς καὶ διὰ τοῦτο πάντα φθείροντας, κινδυνεύοντας δὲ καὶ αὐτὸν φθεῖραι τὸν ἐπὶ πᾶσι θεόν, εἰ μὴ πάνυ ἀπεμφαῖνον τοῦτ’ αὐτοῖς ἐδόκει τυγχάνειν, καὶ ὁ λόγος τοῦ θεοῦ, ὁ μέχρι ἀνθρώπων καὶ τῶν ἐλαχίστων καταβαίνων, οὐδὲν ἄλλο ἐστὶν ἢ πνεῦμα σωματικόν. Cf. id. VIII 49 Vol. II p. 265, 4 Kö. (p. 778 Del.). οὐδὲ γὰρ καθ’ ἡμᾶς σῶμα ὁ θεός· ἵνα μὴ περιπέσωμεν οἷς περιπίπτουσιν ἀτόποις οἱ τὰ Ζήνωνος καὶ Χρυσίππου φιλοσοφοῦντες.
Origenes contra Celsum IV 14 Vol. I p. 284, 23 Kö. (p. 510 Delarue). ἀλλὰ καὶ ὁ τῶν Στωϊκῶν θεός, ἅτε σῶμα τυγχάνων, ὁτὲ μὲν ἡγεμονικὸν ἔχει τὴν ὅλην οὐσίαν, ὅταν ἡ ἐκπύρωσις ἦ, ὁτὲ δὲ ἐπὶ μέρους γίνεται αὐτῆς, ὅταν ᾖ διακόσμησις· οὐδὲ γὰρ δεδύνηνται οὗτοι τρανῶσαι τὴν φυσικὴν τοῦ θεοῦ ἔννοιαν, ὡς πάντῃ ἀφθάρτου καὶ ἁπλοῦ καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου.
Origenes contra Celsum I Vol. I p. 72, 11 Kö. (p. 339 Del.). εἴθε - καὶ
οἱ σῶμα εἰπόντες τὸν θεὸν Στωϊκοὶ τοῦ λόγου τούτου ἤκουσαν, ἵνα μὴ πληρωθῇ ὁ κόσμος
λόγου - ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικήν, καθ’ ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι
σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι’ ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ
ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχοι τὸν φθείροντα· εὐτυχοῦντα δὲ μὴ φθαρῆναι, παρὰ
τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν. Cf. III 75 (p. 496 Del.). Στωϊκῶν θεὸν φθαρτὸν
εἰσαγόντων καὶ τὴν οὐσίαν αὐτοῦ λεγόντων σῶμα τρεπτὸν δι’ ὅλων καὶ ἀλλοιωτὸν καὶ
μεταβλητόν, καί ποτε πάντα φθειρόντων καὶ μόνον τὸν θεὸν καταλειπόντων.
Origenes in evang. Ioannis XIII 21. ὀλίγοι γὰρ διειλήφασι περὶ τῆς τῶν σωμάτων φύσεως καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων· καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ λόγῳ, τέλειον ὅμως καὶ ἀλλοῖον τοῦ προνοουμένου. Παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν ⟨τοῖς⟩ ἐκ λόγου ἐναργῶς παρισταμένοις. Ταῦτα δέ φημι καθ’ ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα. Εἰ δὲ πᾶν σῶμα ὑλικὴν ἔχει φύσιν, τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνον, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι’ ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἂν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν. Καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν, ὅτι καὶ φθαρτός ἐστι σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ φθείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.
Plutarchus de defectu oraculorum cp. 29. οὗτοι (scil. Stoici) τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων, καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι, συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακαίουσιν, οὐκ ἀπολύτους οὐδ’ ἐλευθέρους, οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας· ἀλλ’ ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλεισμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἀπάσης καὶ μεταβολῆς.
Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 479 K. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἔχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας φύσεις αὑτὸν μετεποίει καὶ μετεμόρφου, καὶ ταύτας οὐκ ἀπρεπεῖς (Od. δ 456-58) ⟨ὃς⟩ ῥ’ ἤτοι πρώτιστα λέων γένετ’ ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς, γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον, ὁ δὲ οὐκ ἔστιν ὅ, τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται — — -. εἰ δ’ αὑτὸν μὲν οὔποτε, τὴν ⟨δʼ⟩ ὕλην μεταλλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν.
Lactantius de ira cp. 18. Omitto de figura dei dicere, quia Stoici negant habere ullam formam deum.
Clemens Al. Stromat. VII 7 p. 852 Pott. οὐκ οὖν ἀνθρωποειδὴς ὁ θεὸς
τοῦδ’ ἕνεκα [καὶ] ἵνα ἀκούσῃ· οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ,
Seneca Apocolocyntosis 8. modo dic nobis, qualem deum istum fieri
velis. Ἐπικούρειος θεὸς non potest esse: οὔτε αὐτὸς πρᾶγμα ἔχει οὔτε ἄλλοις παρέχει;
Stoicus? quomodo potest rotundus
esse, ut ait Varro, sine capite sine
praeputio? Est aliquid in illo Stoici dei, iam video: nec cor nec caput habet.
V.H.¹ VI 2 p. 31 (vulgo Metrodorus περὶ αἰσθήσεων) col. XVI cf. Scott.
Frgm. Herc. p. 250. κόσμου θεὸν οὐδ’ ὴ|έλιον τ’ ἀκάμαντα σε|λήνην τε
πλήθουσαν
(Il. XVIII 484) | Στωϊκῷ δὲ καὶ Περι|πατητικῷ τοῦτ’ ἔξεσ|τιν λέγειν
. . πῶς (γ)ὰρ ἰδί|αν ἔχει μορφὴν τὸ σφαι|ροειδές; ἄλλως θ’ οἱ τοῦ|το λέγοντες οὐ
βλέπου|σιν, διότι τῆς φύσεως | . . . . διον των ον.
Servius ad Aeneid. X 18. O pater, o hominum divumque aeterna
potestas.
hunc locum Probus quaerit; sed dicit unam rem secundum physicos,
alteram secundum mathematicos. nam divum potestas est, quia ipse est aether, qui
elementorum possidet principatum; hominum vero ideo, quia bona Iovis inradiatio
honores hominibus tribuit.
Stobaeus Eclogae I p. 31, 11 W. Χρυσίππου. Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ δι’ αὐτὸν πάντα. (Diels Arii Did. Epitom. phys. frgm. 30). Cf. Plutarchus quom. adul. poët. aud. p. 31 E. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ’ εὑρησιλογῶν ἀπιθάνως καὶ παραβιαζόμενος 'εὐρυόπα Κρονίδην’ εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. Cf. Vol. II n. 101.
Ioannes Laurentius Lydus de mensibus IV 48 n. 224 ed. Röther. Κράτης δὲ ἀπὸ τοῦ διαίνειν, τουτέστι πιαίνειν τὴν Γῆν βούλεται ὀνομασθῆναι τὸν Δία, τὸν εἰς πάντα διήκοντα· Ποσειδώνιος τὸν Δία τὸν πάντα διοικοῦντα· Χρύσιππος δὲ διὰ τὸ δι’ αὐτὸν εἶναι τὰ πάντα.
Plutarchus de comm. not. cp. 36 p. 1077 e. Λέγει γοῦν Χρύσιππος ἐοικέναι
τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον, τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἐκπύρωσις
γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν, ἀναχωρεῖν ἐπὶ τὴν πρόνοιαν, εἶτα
ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους.
Seneca epist. ad Lucil. 9, 16. Qualis tamen futura est vita sapientis, si sine amicis relinquatur — — in desertum litus eiectus? qualis et Iovis, cum resoluto mundo et dis in unum confusis paulisper cessante natura adquiescit sibi cogitationibus suis traditus. tale quiddam sapiens facit, in se reconditur, secum est.
Servius ad Verg. Aeneid. I 47. Physici Iovem aetherem id est ignem volunt intellegi, Iunuonem vero aërem, et quoniam tenuitate haec elementa paria sunt, dixerunt esse germana. sed quoniam luno, hoc est aër subiectus est igni, id est Iovi, iure superposito elemento mariti traditum nomen est.
Cicero de nat. deor. II 24, 63. Alia quoque ex ratione et quidem physica magna fluxit multitudo deorum, qui induti specie humana fabulas poëtis suppediaverunt, hominum autem vitam supersitione omni referserunt. Atque hic locus a Zenone tractatus post a Cleanthe et Chrysippo pluribus verbis explicatus est. Nam ⟨cum⟩ vetus haec opinio Graeciam opplevisset, exsectum Caelum a filio Saturno, vinctum autem Saturnum ipsum a filio Iove, physica ratio non inelgans inclusa est in inpias fabulas; caelestem enim altissimam aeteriamque naturam, id est igneam, quae per sese omnia gigneret, vacare voluerunt ea parte corporis, quae coniunctione alterius egeret ad procreandum.
Plutarchus de Stoic. repugn. cp. 39 p. 1052b. Καὶ μὴν ἐν τῷ τρίτῳ περὶ
θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει· Τροφῇ τε
οἱ μὲν ἄλλοι θεοὶ χρῶνται παραπλησίως, συνεχόμενοι δι’ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ
κόσμος καθ’ ἕτερον τρόπον * ἀναλισκομένων καὶ ἐκ πυρὸς γινομένων.
Cicero de nat. deor. III 24, 63. Magnam molestiam suscepit et minime necessariam primus Zeno, post Cleanthes, deinde Chrysippus, commenticiarum fabularum reddere rationem, vocabulorum, cur quidque ita appellatum sit, causas explicare. Quod cum facitis, illud profecto confitemini, longe aliter se rem habere, atque hominum opinio sit; eos enim, qui di appellantur, rerum naturas esse, non figuras deorum.
Servius ad Verg. Aeneid. IV 638. et sciendum Stoicos dicere unum esse
deum, cui nomina variantur pro actibus et officiis. unde etiam duplicis sexus numina
esse dicuntur, ut cum in actu sunt mares sint, feminae cum patiendi habent naturam:
unde est: conjugis in gremium laetae descendit (Georg. II 326) cf. ad Georgica I 5.
Stoici dicunt non esse nisi unum deum et unam eandemque potestatem, quae pro ratione
officiorum [nostrorum] variis hominibus appellatur. Unde eundem Solem, eundem
Apollinem, eundem Liberum vocant. Item Lunam eandem Dianam, eandem Cererem, eandem
lunonem, eandem Proserpinam dicunt etc.
Diogenes Laërt. VII 187. Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀῤῥήτως ἀναγεγραφότος. Ἐν μὲν γὰρ τῷ περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν. αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τε καὶ παρὰ τοῖς περὶ πινάκων γράψασιν ⟨οὐ⟩ κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρ’ Ὑψικράτει, ἀλλὰ μηδὲ παρ’ Ἀντιγόνῳ εἶναι, ὑπ’ αὐτοῦ δὲ πεπλάσθαι.
Clemens Rom. homil. V 18. οὐ Ζήνων ἀδιαφορεῖν αἰνισσόμενος διὰ πάντων τὸ θεῖον εἶναι λέγει, ἵνα γνώριμον τοῖς συνετοῖς γένηται, ὅτι ᾧ ἄν τις μιγῇ ὡς ἑαυτῷ μίγνυται καὶ περισσὸν τὸ ἀπαγορεύειν τὰς λεγομένας μοιχείας ἢ μίξεις μητρὸς ἢ θυγατρὸς ἢ ἀδελφῆς ἢ παίδων; Χρύσιππος δὲ ἐν ταῖς ἐρωτικαῖς ἐπιστολαῖς καὶ τῆς ἐν Ἄργει εἰκόνος μέμνηται, πρὸς τῷ τοῦ Διὸς αἰδοίῳ φύρων τῆς Ἥρας τὸ πρόσωπον.
Theophilus ad Autolycum III 8. Χρύσιππος δὲ ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνειν τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ.
Origenes contra Celsum IV 48 Vol. I p. 321, 3 Kö. (p. 540 Delarue). Καὶ τί με δεῖ καταλέγειν τὰς περὶ θεῶν ἀτόπους Ἑλλήνων ἱστορίας, αἰσχύνης αὐτόθεν ἀξίας καὶ ἀλληγορουμένας, ὅπου γε ὁ Σολεὺς Χρύσιππος, ὁ τὴν Στοὰν τῶν φιλοσόφων πολλοῖς συγγράμμασι συνετοῖς κεκοσμηκέναι νομιζόμενος, παρερμηνεύει γραφὴν τὴν ἐν Σάμῳ, ἐν ᾗ ἀῤῥητοποιοῦσα ἡ Ἥρα τὸν Δία ἐγέγραπτο. Λέγει γὰρ ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν ὁ σεμνὸς φιλόσοφος, ὅτι τοὺς σπερματικοὺς λόγους τοῦ θεοῦ ἡ ὕλη παραδεξαμένη ἔχει ἐν ἑαυτῇ εἰς κατακόσμησιν τῶν ὅλων· ὕλη γὰρ ἡ ἐν τῇ κατὰ τὴν Σάμον γραφῇ ἡ Ἥρα καὶ ὁ θεὸς ὁ Ζεύς.
Cicero de nat. deorum II 66. Aër autem, ut Stoici disputant,
interiectus inter nare et caelum Iunonis nomine consecratur, quae est soror et
coniunx lovis, quod ei similitudo est aetheris et cum eo summa coniunctio.
Effeminarunt autem eum lunonique tribuerunt, quod nihil est eo mollius.
Philodemus de pietate c. 11 (DDG 545b 12). ἀλλὰ μὴν
καὶ Χρύσ(ι)ππος . . . . . ἐν μὲ)ν τῷ πρώτ(ῳ περὶ θεῶ)ν Δία φη(σὶν εἶναι τὸ)ν ἅπαντ(α
διοικοῦ)ντα λόγον κ(αὶ τὴν) τοῦ ὅλου ψυχὴ(ν κα)ὶ τῇ τούτου μ(ετοχ)ῇ πάντα (ζῆν)? . .
. . . καὶ τοὺς λίθους, (δ)ιὸ καὶ Ζῆνα καλε(ῖσ)θαι, Δία δ’ (ὅ)τι (πάν)των αἴτ(ι)ος
(καὶ κύ)ριος· τόν τε κόσμον ἔμψ(υ)χον εἶναι καὶ θεό(ν, κ)αὶ τὸ ἡ(γεμονι)κὸν (κ)αὶ τὴν
ὅ(λην ψ)υχ(ή)ν· καὶ . . . . . ιαν ὀν(ομάζεσ)θαι τὸν Δία καὶ τὴν κοινὴν πάντων φύσιν
καὶ εἱμαρμ(έ)νην καὶ ἀνά(γ)κην. καὶ τὴν αὐτὴν εἶναι καὶ εὐνομίαν καὶ δίκην (κ)αὶ
ὁμόνοιαν κα(ὶ ε)ἰρήνην καὶ τὸ παρ(α)πλήσιον πᾶν. καὶ μὴ εἶναι θεοὺς ἄῤῥενας μηδὲ
θηλείας, ὡς μηδ(ὲ) πόλεις μηδ’ ἀρ(ε)τάς, (ὀ)νομάζεσθαι δὲ μόνον ἀῤῥενικῶς καὶ
θη(λ)υ(κ)ῶς ταὐτὰ ὄντα, καθάπερ σελήνην κα(ὶ μῆ)να. καὶ τὸν Ἄρη (κατὰ τ)οῦ πο(λ)έμου
τε(τάχθ)αι καὶ τῆς τά(ξεως) καὶ ἀν(τ)ιτάξ(εως. Ἥ)φαιστον δὲ πῦ(ρ εἶν)αι, καὶ Κρόνον
(μὲν τὸ)ν τοῦ ῥεύ(μ)ατος ῥ(όο)ν, Ῥέαν δὲ τὴν γῆν, Δία δὲ τὸν αἰθέρα· τοὺς δὲ τὸν
Ἀπόλλω[ι] κα(ὶ) τὴν Δήμητρα γ(ῆ)ν ἢ τὸ ἐν αὐτῇ πνεῦμα. καὶ παιδαριωδῶς λέγεσθαι καὶ
γράφεσθαι κα[ε]ὶ πλάτ(τ)εσθαι (θεοὺ)ς ἀνθρ(ωποειδεῖς) ὃν τρόπον καὶ πόλεις καὶ
ποταμοὺς καὶ τόπους καὶ πάθ(η. Κ)αὶ Δία μὲ(ν εἶ)να(ι τὸν πε)ρὶ τὴν (γῆ)ν ἀέρα,
(τ)ὸ(ν) δὲ σκο(τει)νὸν Λἵδ(ην), τὸν δὲ διὰ τῆς γῆ(ς κ)αὶ θαλάτ(τ)ης Ποσ(ειδῶ). Καὶ
το(ὺς) ἄλλου(ς δ)ὲ θεοὺς ἀψύχοις ὡς καὶ τούτους συνοικειοῖ· καὶ τὸν ἥλ(ι)όν(τε) καὶ
τὴ(ν) σελήνην καὶ τοὺς ἄλλους ἀστέ(ρ)ας θεοὺς οἴεται καὶ τὸν νόμον. Κα(ὶ ἀν)θρώπους
εἰς θεο(ύ)ς φησι με(τ)αβαλεῖ(ν).
Cicero de nat. deor. I 15, 39. Iam vero Chrysippus, qui Stoicorum
somniorum vaferrumus habetur interpres, magnam turbam congregat ignotorum deorum,
atque ita ignotorum, ut eos ne coniectura quidem informare posimus, cum mens nostra
quidvis videatur cogitatione posse depingere; ait enim vim divinam in ratione esse
positam et in universae naturae animo atque mente, ipsumque mundum deum dicit esse et
eius animi fusionem universam, tum eius ipsius principatum, qui in mente et ratione
versetur, communeque rerum naturam unversitatemque omnia continentem, tum fatalem
orbem et necessitatem rerum a Aëtius I 7, 30. de Xenocrate: τούτων δὲ τὴν μὲν . . . .
. ἀειδῆ προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον
Δήμητρα ταῦτα δὲ χορηγήσας τοῖς Στωϊκοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν.
Philodemus de pietate c. 13 (DDG p. 547b 16) ἐν δὲ
τῷ δευτέρῳ (scil. περὶ θεῶν) τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερόμενα καὶ τὰ παρ’
Ὁμήρῳ καὶ Ἡσιόδῳ καὶ Εὐριπίδῃ κ[ι]αὶ ποιηταῖς ἄλλοις, ὡς καὶ Κλεάνθης, πειρᾶται
συνοικειοῦν ταῖς δόξαις αὐτῶν. ἅπαντά τ’ ἐστὶν αἰθήρ, ὁ αὐτὸς ὢν καὶ πατὴρ καὶ υἱός,
ὡς κἀν τῷ πρώτῳ μὴ μάχεσθαι τὸ τὴν Ῥέαν καὶ μητέρα τοῦ Διὸς εἶναι καὶ θυγατέρα.
Philo de provid. II § 41 (p. 76 Aucher). Si quae de Vulcano fabulose referuntur, reducas in ignem, et quod de Iunone, ad aëris naturam, quod autem de Mercurio ad rationem, sicut etiam cetera, quae cuique propria sunt, ad ordinem iuxta vestigium theologiae, tunc profecto poëtarum a te paulo ante accusatorum (i. e. Homeri et Hesiodi) laudator eris, utpote qui vere decenterque laudibus celebrarint divinitatem.
Cicero de nat. deor. II 71. Sed tamen his fabulis spretis ac repudiatis deus pertinens per naturam cuiusque rei, per terras Ceres, per maria Neptunus, alii per alia, poterunt intellegi qui qualesque sint, quoque eos nomine consuetudo nuncupaverit, hoc eos et venerari et colere debemus.
Philodemus de pietate c. 14 (DDG p. 547b 3). τὰς δ’
αὐ τὰς ποιε(ῖ)ται σ(υ)νοικει(ώσε)ις κἀν τῷ περὶ (Χ)αρίτων, (ἐν ᾧ τ)ὸν Δία νόμον φησὶν
εἶναι καὶ τὰς Χάριτας τὰς ἡμετέ(ρ)ας καταρχὰς κα(ὶ) τὰς ἀνταπ(ο)δόσεις τῶν
εὐε(ργ)εσιῶ(ν).
Seneca de beneficiis I 3. Quorum quae vis quaeue proprietas sit dicam,
si prius illa, quae ad rem nom pertinent, transsilire mihi permiseris: quare tres
Gratiae et quare sorores sint et quare manibus inplexis et quare ridentes [et iuvenes
add. Gerts] et virgines solutaque
Ad totam Senecae disputationem cf. Cornutus cp. 15 atque maxime haec verba: οἱ δ’ ἐξ Εὐρυνόμης, καὶ τούτου παριστάντος ὅτι χαριστικώτεροί πώς εἰσιν ἢ ὀφείλουσιν εἶναι οἱ μεγάλους κλήρους νεμόμενοι.
Etymologicum Magn. s. v. Ῥέα p. 701, 24. Χρύσιππος δὲ λέγει τὴν γῆν Ῥέαν κεκλῆσθαι, ἐπειδὴ ἀπ’ αὐτῆς ῥεῖ τὰ ὕδατα.
Scholia Hesiod. Theogon. v. 135. Ῥεία ἡ ἐξ ὄμβρων χύσις ἐστί, κατὰ δὲ τὸν Χρύσιππον ἡ γῆ Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντες τῶν ἐν αὐτῇ διαῤῥέουσι. Θέμιν γὰρ τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον, Μνημοσύνην δὲ τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων. Ibid. v. 136. Φοίβην· τὸ καθαρὸν τοῦ ἀέρος, διὰ τοῦτο καὶ χρυσοστέφανον· καθαρὸς γὰρ ὁ χρυσός. Τηθύν τ’ ἐρατεινήν· τὴν τροφὸν ἢ τὴν πλευστὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν.
Scholia Hesiod. Theogon. v. 134. ἀλληγοροῦσι δὲ ἄλλως τὸν μὲν Κοῖον εἶναι τὴν ποιότητα καὶ Κρεῖον τὴν κρίσιν· Ὑπερίονα δὲ τὸν οὐρανόν, τὸν ὑπεράνω ἡμῶν ἰόντα, καὶ Ἰαπετὸν τὴν κίνησιν αὐτοῦ, παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι. ὁ γὰρ οὐρανὸς ἀεικίνητός ἐστι. ἄλλως· Ἰαπετὸν λέγει τὴν τοῦ λογισμοῦ κίνησιν παρὰ τὸ πάντα ἀνερευνᾶν καὶ ζητεῖν περὶ πάντων. Cf. Cornutus c. 17. Κοῖος δὲ (scil. ὠνομάσθη ὁ λόγος), καθ’ ὃν ποιά τινα τὰ ὄντα ἐστί· τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π ἐχρῶντο. — — Ὑπερίων δέ, καθ’ ὃν ὑπεράνω τινὰ ἑτέρων περιπορεύεται.
Scholia Hesiod. Theog. v. 459. νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ Γῆς (scil. ὁ Κρόνος) ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἄστρων ὁ χρόνος γίνεται. διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται, τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. Cf. Cornutus c. 6 (de Crono) καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί ἐστι· δαπανᾶται γὰρ ὑπ’ αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ.
Scholia Hesiod. Theog. v. 459. ἡ δὲ ἐκτομὴ αὐτοῦ (scil. τοῦ κρόνου)
οὕτως ἀναλύεται· ὅτι τοῦ Οὐρανοῦ καὶ τῆς γῆς μίξεως γενομένης ἐζῳογονεῖτο πολλά· εἶτα
τοῦ χρόνου ἕκαστα διακρίναντος καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως
ζῳογονοῦντος ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἴρηται.
Etymologicum Magn. s. v. Κρόνος. Τὸν Κρόνον φασὶν ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μίξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος δέ φησιν [ὅτι] καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι.
Scholia Hesiod. Theog. v. 459 (p. 256 Flach). Κρόνος εἴρηται ἀπὸ τοῦ κερᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μῖξαι τὸ θῆλυ τῷ ἄῤῥενι. Χρύσιππος δέ φησι, καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν τούτων ἔκκρισιν Κρόνον ὠνομάσθαι. Cf. ibid. v. 137. Κρόνον τὴν ἀπόκρισιν τῶν στοιχείων, ἢν ἀπ’ ἀλλήλων ποιησάμενα ἄνευ τάξεως λοιπὸν διέμειναν et ad v. 459 paulo infra: ἄλλοι δέ φασι Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε.
Cicero de nat. deor. II 64. Saturnum autem eum esse voluerunt, qui cursum et conversionem spatiorum ac temporum contineret, qui deus Graece id ipsum nomen habet; Κρόνος enim dicitur, qui est idem χρόνος, id est spatium temporis. — — ex se enim natos comesse fingitur solitus, quia consumit aetas temporum spatia — — vinctus autem a Iove, ne immoderatos cursus haberet, atque ut eum siderum vinclis alligaret.
Scholia Hesiod. Theog. v. 211. τρεῖς δέ φασιν εἶναι τὰς Μοίρας, τὴν μὲν Κλωθώ, ὡς ἐπικλώθουσαν ἑνὶ ἑκάστῳ τῶν ὑπὸ γένεσιν τὸ εἱμαρμένον, τὴν δὲ Λάχεσιν ἀπὸ τοῦ λαγχάνειν, ὡς ἐπικληροῦσαν τῷ μὲν ἀγαθόν, τῷ δὲ ἐναντίον, τὴν δὲ Ἄτροπον, ὡς ποιοῦσαν τὸ ἀποκληρωθὲν ἀμετάτρεπτον. Cf. Cornutus cp. 13.
Plutarchus de Iside et Osiride cp. 40 p. 367c. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωϊκῶν θεολογουμένοις ἐστί. καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάσσης. Cf. cp. 56 apud eundem.
Plutarchus in Amatorio cp. 13 p. 757 b. ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ (scil. Martis) κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν.
Macrobius Saturn. I 17, 7. Plato solem Ἀπόλλωνα scribit cognominatum
ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας id est a iactu radiorum, Chrysippus Apollinem ὡς οὐχὶ
τῶν πολλῶν καὶ φαύλων
Iustinus Apol. I 64. Καὶ τὴν Ἀθηνᾶν δὲ ὁμοίως πονηρευόμενοι θυγατέρα τοῦ Διὸς ἔφασαν οὐκ ἀπὸ μίξεως, ἀλλ’ ἐπειδὴ ἐννοηθέντα τὸν θεὸν διὰ λόγου τὸν κόσμον ποιῆσαι ἔγνωσαν, ὡς τὴν πρώτην ἔννοιαν ἔφασαν τὴν Ἀθηνᾶν.
Sextus adv. math. IX 40. τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν, οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην.
Ioannes Laurentius Lydus de mensibus IV 44 p. 212 ed. Röther. Ὁ δὲ Χρύσιππος οὐ Διώνην ἀλλὰ Διδόνην αὐτὴν ὀνομάζεσθαι ἀξιοῖ παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν παρέχειν, καὶ Κυθερείην ὁμοίως παρὰ τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις τὸ κύειν ἐπιδιδόναι.
Plutarchus Quaest. Conviv. IX 14. Herodes rhetor dicit: ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆς Τερψιχόρης· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον.
Scholia in Aratum v. 1. μετέβη ἐπὶ τὸν κατ’ ἐπωνυμίαν Δία, τὸν φυσικόν,
ὅς ἐστιν ἀήρ. καὶ γὰρ τὸν ἀέρα Δία λέγουσιν· οὗτος γάρ ἐστι κατὰ τοὺς Στωϊκοὺς ὁ διὰ
πάντων διήκων. ἔνιοι γοῦν φασὶ τὸν Πρωτέα τοῦτον εἶναι τὸν ἀέρα. αἰνίττεται γὰρ καὶ
Ὅμηρος λέγων γίγνετο δ’ ὑγρὸν ὕδωρ, καὶ δένδρον ὑψιπέτηλον
καὶ πῦρ.
οὗτος γάρ ἐστι πηγὴ πάντων.
Aëtius Plac. I 8, 2. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωϊκοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας.
Diogenes Laërt. VII 151. φασὶ δὲ εἶναι καί τινας δαίμονας ἀνθρώπων συμπάθειαν ἔχοντας, ἐπόπτας τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἥρωας τὰς ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς.
Plutarchus de Isides et Osiride cp. 25 p. 360e. Βέλτιον οὖν οἱ τὰ περὶ
τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτ’ ἀνθρώπων, ἀλλὰ
δαιμόνων μεγάλων εἶναι νομί ζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ
Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐῤῥωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι
λέγουσι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας
Plutarchus de oraculorum defectu cp. 17. Ἀλλὰ φαύλους μέν, ἔφη, δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἔτι δὲ Δημόκριτος.
Sextus adv. math. IX 71. καὶ γὰρ οὐδὲ τὰς ψυχὰς ἔνεστιν ὑπονοῆσαι κάτω
φερομένας (scil. εἰς Ἅιδου). λεπτομερεῖς γὰρ οὖσαι καὶ οὐχ ἧττον πυρώδεις ἢ
πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους κουφοφοροῦσιν. καὶ καθ’ αὑτὰς δὲ διαμένουσι
καὶ οὐχ, ὡς ἔλεγεν Ἐπίκουρος, ἀπολυθεῖσαι τῶν σωμάτων καπνοῦ δίκην σκίδνανται. οὐδὲ
γὰρ πρότερον τὸ σῶμα διακρατητικὸν ἦν αὐτῶν, ἀλλ’ αὐταὶ τῷ σώματι συμμονῆς ἦσαν
αἴτιαι, πολὺ δὲ πρότερον καὶ ἑαυταῖς. ἔκσκηνοι γοῦν ἡλίου γενόμεναι τὸν ὑπὸ σελήνην
οἰκοῦσι τόπον, ἐνθάδε τε διὰ τὴν εἰλικρίνειαν τοῦ ἀέρος πλείονα πρὸς διαμονὴν
λαμβάνουσι χρόνον, τροφῇ τε χρῶνται οἰκείᾳ τῇ ἀπὸ γῆς ἀναθυμιάσει ὡς καὶ τὰ λοιπὰ
ἄστρα, τὸ διαλῦόν τε αὐτὰς ἐν ἐκείνοις τοῖς τόποις οὐκ ἔχουσιν. εἰ οὖν διαμένουσιν αἱ
ψυχαί, δαίμοσιν αἱ αὐταὶ γίνονται.
Ad totam de providentia doctrinam conferenda est Ciceronis in altero de
natura deorum
disputatio, quam exscribere nolui.
Cicero de nat. deor. III 92. vos enim ipsi dicere soletis nihil esse, quod deus efficere non possit, et quidem sine labore ullo; ut enim hominum membra nulla contentione mente ipsa ac voluntate moveantur, sic numine deorum omnia fingi moveri mutarique posse. Neque id dicitis superstitiose atque aniliter, sed physica constantique ratione; materiam enim rerum ex qua et in qua omnia sint, totam esse flexibilem et commutabilem, ut nihil sit, quod non ex ea quamvis subito fingi convertique possit, eius autem universae fictricem et moderatricem divinam esse providentiam; hanc igitur, quocunque se moveat, efficere posse quicquid velit.
Plutarchus de Iside et Osiride cp. 45 p. 369a. οὔτε γὰρ ἐν ἀψύχοις σώμασιν τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτε ἀποίου δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωϊκοί, περιγιγνομένην ἀπάντων καὶ κρατοῦσαν.
Lactantius div. instit. I 2. quos tamen et ceteri philosophi ac maxime Stoici acerrime retuderunt, docentes nec fieri mundum sine divina ratione potuisse, nec constare nisi summa ratione regeretur.
Commenta Lucani Lib. II 9 p. 48 Us. Hoc secundum Stoicos dicit qui adfirmant mundum prudentia ac lege firmatum, ipsumque deum esse sibi legem.
Philo de provid. I § 25 (p. 13 Aucher). Providet - et homo filiis et
armentarius pecoribus et agaso equis et gregi pastor, nauclerus navi et infirmis
medicus: ipsa quoque apis sapiens et formica provida est. Haec autem partes sunt et
particulae partium universorum, partes tamen sapientes et provide curam habentes.
Cuius itaque pars sapiens est ac provida, nonne et totum sapiens erit? Atqui haec
omnia, quae recensuimus, habent principium creationis. Quod vero habet principium,
incepit; et quod incepit, a quodam initio sumpto incepit. Ab alio ergo principium
duxit ille, qui incipiendo factus
Philo de provid. I § 29 (p. 14 Aucher). In viventis natura profecto datur cogitatio prudens, omnia exornans sapientesque motus efficiens. Quare iis qui corpora intuentur, manifeste patet in iis, quae sensibiliter operantur, motum dari spiritus praemoventis et praevidentis invisibile consilium animae, ut opus instrumentorum operi ipsi inservientium perfectius reddatur. Non alio modo profecto accipiendi sunt et motus illi in orbem terrarum diffusi a providentia; ita ut videamus iuxta providentiae incognitam voluntatem iam evidenter totum peractum. Etenim fieri nequit, ut haec omnia putentur a nullo aut animo aut voluntate profecta esse, cum et ipsae partes minutissimae consilio et instinctu providentiae cuncta exequantur.
Philo de provid. I § 32 (p. 15 Aucher). Neque enim decet — — partes universi prudentes esse ac providas existimare, eam vero, quae ab initio inest universis, providentiam inter entia creata otiosam ac incuriosam esse, cum ex una universali harmonia ac compositione sint omnia. Quae enim a se invicem pendent, non sine utriusque motu actum sortiuntur. Itaque partes sapientes per acta perfecta, quae oriuntur ex ipsarum symphonia, argumentum praebent et declarationem universae providentiae invisibiliter omnia moventis.
Philo de provid. I § 40 (p. 19 Aucher). Si nec providentia est nec universalis motor, nihil omnino in mundo moveri poterit. Quis enim dicere potest, totius mundi compositio inanimata cum sit, animatos motus fieri posse in natura perfectae creaturae? Quod si non constat, argumenti loco sit civis huius mundi homo ipse, qui tamquam parvus mundus in magno mundo factus est, cum sine anima nequeat corpus actiones suas perficere, nisi prius consilio eius optimo velut amici cuiusdam utatur: quandoquidem postquam praevaluerunt in animo deliberationes invisibiles, visibiliter sequitur sensibilium membrorum officium.
Plutarchus de Stoic. repugm. c. 38 p. 1051e. Πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς τοὺς ἀναιροῦντας τὴν πρόνοιαν, ἀπὸ τῶν ἐννοιῶν ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. Καὶ τούτων πολλαχοῦ γραφομένων καὶ λεγομένων παρ’ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι.
Clemens Al. Paedag. I 8 p. 136 Pott. τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος
πάντως ἄν που κρεῖττον εἴη. τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἔν. ὠφελεῖ ἄρα τὸ ἀγαθόν.
Ἀγαθὸς δὲ ὁ θεὸς ὁμολογεῖται· ὠφελεῖ ἄρα ὁ θεός. Τὸ δὲ ἀγαθὸν ᾗ ἀγαθόν ἐστιν οὐδὲν
ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ· πάντα ἄρα ὠφελεῖ ὁ θεός. Καὶ οὐ δήπου ὠφελεῖ μέν τι τὸν
ἄνθρωπον, οὐχὶ δὲ κήδεται αὐτοῦ, οὐδὲ κήδεται μέν, οὐχὶ δὲ καὶ ἐπιμελεῖται αὐτοῦ·
κρεῖττον μὲν γὰρ τὸ κατὰ γνώμην ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος κατὰ γνώμην· τοῦ δὲ θεοῦ
κρεῖττον οὐδέν· καὶ οὐκ ἄλλο τι ἐστὶ τὸ κατὰ γνώμην ὠφελεῖν, εἰ μὴ ἐπιμελεῖσθαι [τοῦ
ἀνθρώπου]. κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου
Seneca ep. 95, 47. (quomodo sint di colend?) — — deum colit, qui novit. — — nunquam satis profectum erit, nisi qualem debet deum mente conceperit, omnia habentem, omnia tribuentem gratis. Quae causa est dis benefaciendi? natura. errat, siquis illos putat nocere nolle: non possunt. nec accipere iniuriam queunt nec facere.
Alexander Aphrod. Quaest. II 21 p. 68, 19 Bruns. τὸ γὰρ — — τοὺς θεοὺς
λέγειν διὰ τὴν τῶν θνητῶν σωτηρίαν τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν παντελῶς ἀλλότριον
θεῶν· παραπλήσιον γὰρ τοῦτο τῷ λέγοντι τοὺς ἐλευθέρους καὶ τοὺς δεσπότας τῶν οἰκετῶν
εἶναι χάριν etc. ibid. 28. καίτοι γε ἐπὶ μὲν τῶν δούλων καὶ τῶν δεσποτῶν ἔστιν εἰπεῖν
ἀντίδοσιν αὐτοῖς τινα γίγνεσθαι παρ' ἀλλήλων — — τὸ δὲ τὴν τῶν θεῶν σωτηρίαν δεῖσθαι
λέγειν τῆς τῶν θνητῶν ἐνεργείας ἄτοπον ἂν εἶναι δόξειε παντάπασιν. Πῶς γὰρ οὔ; Ἄτοπον
δὲ τούτῳ παραπλησίως καὶ τὸ τέλος καὶ τἀγαθὸν τῶν θεῶν εἶναι λέγειν ἐν τῇ τῶν θνητῶν
τάξει τε καὶ προνοίᾳ. — — ἀλλ’ εἰ τὰς οἰκείας τὸ θεῖον ἐνεργήσει ἐνεργείας τῆς τῶν
θνητῶν σωτηρίας, οὐχ αὑτοῦ χάριν, παντάπασιν ἂν δόξειε τῶν θνητῶν εἶναι χάριν.
Ποιήσιε δὲ (scil. ὁ θεὸς) τοῦτο κατὰ τοὺς ἐν τῷ προνοεῖν τὴν οὐσίαν αὐτοῦ τιθεμένους.
Τί γὰρ ἄλλο τὸ θεῖον ἔσται κατὰ τὸν γράφοντα· Επεὶ τί τὸ καταλειπόμενον ἢ τῆς
χιόνος, ἂν ἀφέλῃ τὸ λευκὸν καὶ
ψυχρόν; τί δὲ πυρός, ἂν τὸ θερμὸν σβέσῃς, μέλιτος δὲ τὸ γλυκύ καὶ ψυχῆς τὸ
κινεῖσθαι καὶ τοῦ θεοῦ τὸ προνοεῖν;
Εἰ γὰρ ἐν τῷ προνοεῖν τὸ εἶναι θεῷ κατὰ τὸν
οὕτω λέγοντά τε καὶ γράφοντα etc. (impium esse hoc Stoicorum placitum Al. evincit).
ibid. p. 70, 2. ἄτοπον δ’ ἂν ἕποιτο τοῖς ἀνατιθεῖσι μὲν πάντα τῇ προνοίᾳ, λέγουσι δὲ
καὶ μόνον τὸ καλὸν ἀγαθὸν καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι τιθεμένοις· τινὸς ἀγαθοῦ τοῖς
ἀνθρώποις κατ’ αὐτοὺς οὐχ οἷόν τε γίνεσθαι τὴν θείαν πρόνοιαν, ἐν ᾗ τὸ εἶναι τοῖς
θεοῖς φασιν εἶναι. Cf. Olympiodorum ad Platonis Phaedon. p. 72 Finckh. πῶς δεσπόται
ἡμῶν οἱ θεοί, εἴπερ ὁ δεσπότης οὐ τὸ τοῦ δούλου σκοπεῖ ἀγαθόν, ἀλλὰ τὸ ἑαυτοῦ; ταύτῃ
γὰρ διαφέρει τοῦ ἄρχοντος. τί δὲ ἂν γένοιτο θεῷ ἀγαθὸν δι’ ἀνθρώπου; ἢ ἐκείνοις
ἑκάτερον τῷ ἑτέρῳ σύνδρομον, φροντίζει δὲ καὶ ὁ τῇδε δεσπότης τοῦ δούλου. ἀλλὰ δι’
ἑαυτόν, φασὶν οἱ Στωϊκοί, ὥστε οὕτω γε καὶ οἱ θεοί· πάντα γὰρ ποιοῦσι δι’ ἑαυτοὺς
προηγουμένως. — — - ἄρχουσι δὲ κατά τινα σύνταξιν τὴν πρὸς ἡμᾶς, καὶ μᾶλλον οἱ
δουλεύοντες ἢ
Seneca de beneficiis IV 25. Propositum est nobis secundum rerum naturam vivere et deorum exemplum sequi: di autem, quodcunque faciunt, in eo quid praeter ipsam faciendi rationem sequuntur? nisi forte illos existimas fructum operum suorum ex fumo extorum et turis odore percipere.
Lactantius de ira dei cp. 5. Existimantur Stoici et alii nonnulli aliquanto melius de divinitate sensisse, qui aiunt, gratiam in Deo esse, iram non esse. Favorabilis admodum ac popularis oratio, non cadere in deum hanc animi pusillanimitatem, ut ab ullo se laesum putet, qui laedi non potest; ut quieta illa et sancta maiestas concitetur, perturbetur, insaniat: quod est terrenae fragilitatis. Iram enim commotionem mentis esse ac perturbationem, quae sit a deo aliena. Quod si hominem quoque, qui modo sit sapiens et gravis, ira non deceat, siquidem cum in animum cuiusquam incidit velut saeva tempestas, tantos excitet fluctus ut statum mentis immutet, ardescant oculi, os tremat, lingua titubet, dentes concrepent, alternis vultum maculet nunc suffusus rubor, nunc pallor albescens, quanto magis deum non deceat tam foeda mutatio? Et si homo qui habeat imperium ac potestatem late noceat per iram, sanguinem fundat, urbes subvertat, populos deleat, provincias ad solitudinem redigat: quanto magis deum, qui habeat totius generis humani et ipsius mundi potestatem perditurum fuisse universa credibile sit, si irasceretur? Abesse igitur ab eo tam magnum, tam perniciosum malum oportere, et si absit ab eo ira et concitatio, quia et deformis et noxia est, nec cuiquam male faciat: nihil aliud superesse, nisi ut sit lenis, tranquillus, propitius, beneficus, conservator. Ita enim demum et communis omnium pater et optimus maximus dici poterit: quod expetit divina caelestisque natura. Nam si inter homines laudabile videtur, prodesse potius quam nocere, vivificare quam occidere, salvare quam perdere (nec immerito innocentia inter virtutes numeratur) et qui haec fecerit diligitur, praefertur, ornatur benedictis omnibus votisque celebratur, denique ob merita et beneficia Dei simillimus iudicatur: quanto magis ipsum deum par est divinis perfectisque virtutibus praecellentem atque ab omni terrena labe submotum divinis et caelestibus beneficiis omne genus hominum promereri.
Seneca de beneficiis lib. II cp. 29. Quicquid nobis (scil. a dis) negatum est, dari non potuit. — — circumeas licet cuncta et, qui nihil totum invenies quod esse te malles, ex omnibus singula excerpas, quae tibi dari velles: bene aestimata naturae indulgentia confitearis necesse est, in deliciis te illi fuisse. Ita est: carissimos nos habuerunt di immortales habentque, et qui maximus tribui honos potuit, ab ipsis proximos conlocaverunt: magnus accepimus, maiora non cepimus.
Origenes contra Celsum IV 79 Vol. I p. 349, 21 Kö. (p. 562 Delarue).
εἴπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις, ἀναγκαῖον ἦν
τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα γεγονέναι φρουρὰν τὴν ἀπὸ
κρειττόνων, ὥστε κατ’ ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους,
ἅπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς ἐννοῶν εἶπε·
Clemens Al. Paed. c. 3 p. 102 Pott. ὁ ἄνθρωπος ἄρα ὃν πεποίηκεν ὁ θεὸς δι’ αὑτὸ αἱρετόν ἐστιν· τὸ δὲ δι’ αὑτὸ αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳπερ ἂν ᾖ δι’ αὑτὸ αἱρετόν· τοῦτο δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν· ἀλλ’ οὐχὶ φιλητὸν μὲν τί ἐστιν, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ’ αὐτοῦ. φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται· φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ ἄνθρωπος.
Philodemus de deorum vita beata. col. I (Scott. Fragm. Hercul. p. 140) ο)ὐ μὴν ἅπαντα(ς) ε . . . ων οἰητέον (φίλ)ους ᾗ κατὰ τὸ σύν(ηθ)ές γε φίλοι καλοῦνται· τοὺς γὰ(ρ) ἀπείρους (ο)ὐ δυνατὸν ἀλλήλο(ις) εἰ)ς γνῶσιν ἀφικνεῖσθαι· δι’ ὅπερ οὐ(δʼ) α(ὐτῶν ε . ιη . (τῶν σο)φῶν φ(ί)λους ἄν τις εἴποι το)ὺ(ς θεοὺς) 14 . . τοῖς θεοῖς, καὶ θαυμάζει τὴν φύσιν κα)ὶ τὴν διάθεσιν καὶ πειρᾶται συνεγγίζει)ν αὐτῇ καὶ καθαπερεὶ γλίχεται θιγε(ῖ)ν καὶ συ)νεῖναι, καλείτω καὶ τοὺς σοφοὺς τῶν θεῶ)ν φίλους καὶ τοὺς θεοὺς τῶν σοφῶν. (ἀλλ’ ο)ὐκ ἐοίκαμε(ν πρὸς) τὰ τοιαῦτα τὴν φι(λίαν) ἐρεῖν, ὥστε βέλτε(ι)ον αὐτὰ τὰ πράγματα (σκοπ)εῖν, τα . δρ . . . . . . ηστως μὴ παραβιάζεσθαι. καὶ χαρίζεσθαι τοιγαροῦν ἀλλήλοις τοὺς θεοὺς τῆι μέν, ὡς ἐνλείπουσι μετάδοσίν τινων οἰκείων ποιουμένους, οὐ ῥητέον· ἅπαντε(ς γ)ὰ(ρ δὴ) αὐταρκῶς ἑαυτοῖς παρασκευαστικοὶ τῆς τελειοτάτης ἡδο(νῆ)ς εἰ(σιν.
Plutarchus de Stoic. repugn. cp. 33 p. 1049e. Καίτοι λέγει γ’ αὐτὸς ἐν
τῷ περὶ τοῦ Δικάζειν, καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν, ὡς τῶν αἰσχρῶν τὸ
θεῖον παραίτιον γίνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ
παρανομεῖν παραίτιος γένοιτο ἄν, οὔτε οἱ θεοὶ τοῦ ἀσεβεῖν· οὕτως εὔλογον, μηδ’
αἰσχροῦ μηδενὸς εἶναι παραιτίους.
Ἀλλὰ νὴ Δία, φήσει τις, ἐπαινεῖν πάλιν τοῦ
Εὐριπίδου λέγοντος Εἰ θεοί τι δρῶσιν αἰσχρὸν οὐκ εἰσὶν θεοί. (Nauck fr. trag. p. 447)
καὶ τὸ ῥᾷστον εἶπας αἰτιάσασθαι θεούς. (ibidem p. 434).
Plutarchus de comm. not. cp. 32 p. 1075e. καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν γραμμάτων 'ἰού ἰού φεῦ φεῦ' βοῶντες, ὡς συγχέοντα τὴν τῶν θῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας. οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν.
Cicero de nat. deor. II 78. Atqui necesse est, cum sint di - animantis esse, nec solum animantis, sed etiam rationis compotes inter seque quasi civili conciliatione et societate coniunctos, unum mundum ut communem rem publicam atque urbem aliquam regentis. 79. Sequitur ut eadem sit in iis, quae humano in genere, ratio, eadem veritas utrobique sit eademque lex, quae est recti praeceptio pravique depulsio. - Cumque sint in nobis consilium, ratio, prudentia, necesse est deos haec ipsa habere maiora, nec habere solum, sed etiam iis uti in maxumis et optumis rebus; 80. nihil autem nec maius nec melius mundo; necesse est ergo eum deorum consilio et providentia administrari.
Jamblichus de anima apud Stobaeum ecl. I p. 372, 7 W. ὡς μὲν οἱ Στωϊκοὶ λέγουσιν, εἷς τέ ἐστιν ὁ λόγος καὶ ἡ αὐτὴ πάντως διανόησις καὶ τὰ κατορθώματα ἶσα καὶ αἱ αὐταὶ ἀρεταὶ τῶν τε μεριστῶν καὶ τῶν ὅλων.
Dio Chrysost. Or. XXXVI § 37 (V. II p. 11, 2 Arn.). οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν οὐδὲ βασιλεύεσθαι φήσαντες οὐκ ἂν πολιτεύεσθαι φαῖεν οὐδ’ εἶναι πολιτείαν [βασιλικὴν] τοῦ παντός. πολιτείαν δ’ αὖ συγχωροῦντες, πόλιν οὐκ ἂν ἀποτρέποιντο ὁμολογεῖν ἤ τι τούτῳ παραπλήσιον τὸ πολιτευόμενον. ὅδε μὲν οὖν ὁ τῶν φιλοσόφων λόγος, ἀγαθὴν καὶ φιλάνθρωπον ἀποδεικνὺς κοινωνίαν δαιμόνων καὶ ἀνθρώπων, μεταδιδοὺς νόμου καὶ πολιτείας οὐ τοῖς τυχοῦσι τῶν ζῴων, ἀλλ’ ὅσοις μέτεστι λόγου καὶ φρονήσεως.
Dio Chrysost. Or. XXXVI § 29 (V. II p. 9, 1 Arn.). τὸ μὲν δὴ τῆς πόλεως
οὕτως, ἔφην, δεῖ ἀκούειν, ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων
πόλιν· ἐναντίον γὰρ ⟨ἂν⟩ ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ⟨ἣν⟩, ὥσπερ οὖν
εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως
εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις· τὸ γὰρ αὐτὸ πόλιν τε καὶ
ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα
διήρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ
ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι
τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι διὰ τὸ
πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν
εὐκοσμίαν τῆς διοικήσεως. ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ
ἀνθρώπειον γένος
Cicero de nat. deor. II 133. Quorum igitur causa quis dixerit effectum esse mundum? Eorum scilicet animantium, quae ratione utuntur. Hi sunt di et homines, quibus profecto nihil est melius; ratio est enim, quae praestet omnibus. Ita fit credibile, deorum et hominum causa factum esse mundum quaeque in eo sint omnia. 154. Principio ipse mundus deorum hominumque causa factus est, quaeque in eo sunt, ea parata ad fructum hominum et inventa sunt. Est enim mundus quas communis deorum atque hominum domus aut urbs utrorumque. Soli enim ratione utentes iure ac lege vivunt.
Diogenes Laërt. VII 148. φύσιν δὲ ποτὲ μὲν ἀποφαίνονται τὴν συνέχουσαν τὸν κόσμον, ποτὲ δὲ τὴν φύουσαν τὰ ἐπὶ γῆς. ἔστι δὲ φύσις ἕξις ἐξ αὑτῆς κινουμένη κατὰ σπερματικοὺς λόγους, ἀποτελοῦσά τε καὶ συνέχουσα τὰ ἐξ αὐτῆς ἐν ὡρισμένοις χρόνοις καὶ τοιαῦτα δρῶσα ἀφ’ οἵων ἀπεκρίθη. ταύτην δὲ καὶ τοῦ συμφέροντος στοχάζεσθαι καὶ ἡδονῆς, ὡς δῆλον ἐκ τῆς τοῦ ἀνθρώπου δημιουργίας.
Galenus defin. medicae 95 Vol. XIX p. 371 K. φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. — — ἑτέρως· φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. Secuntur complures definitiones huius valde similes. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις, φύσις καὶ ἡ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ ζῷον δύναμις λέγεται.
Clemens Al. Stromat. V 14 p. 708 Pott. πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί.
Galenus de usu partium l. XVII cp. 1 (vol. IV p. 350 K). ἐπεὶ δ’
ἔφθασαν ἔνιοι στοιχεῖα τῶν σωμάτων ὑποθέσθαι τὰ τοιαῦτα ταῖς οὐσίαις, ὡς συναφθῆναι
μὴ δύνασθαι τέχνῃ φύσεως, ἠναγκάσθησαν αὐτῇ πολεμεῖν. ὅτι δ’ οὐ δύναται συναφθῆναι,
μαθεῖν ἔστιν ἐνθένδε. Τὸ διαπλάττειν μέλλον ὁτιοῦν τεχνικῶς ἤτοι γ’ ἔξωθεν αὐτοῦ
ψαύειν ἢ δι’ ὅλου τοῦ διαπλαττομένου διεληλυθέναι χρή. Ἀλλ’ οὔτ’ ἔξωθέν τι ψαῦον τῶν
ἀτόμων ἢ ἀμερίστων σωμάτων, ἅπερ ἔνιοι τίθενται στοιχεῖα, διαπλάττειν αὐτὰ πεφυκέναι
φασὶν οὐδ’ αὐτοὶ ⟨δήπου⟩ οὔτε δι’ ὅλου ἐκτετάσθαι. Λείπεται οὖν ὡς ἔτυχεν ἀλλήλοις
περιπλεκόμενα τὴν τῶν αἰσθητῶν σωμάτων ἐργάσασθαι σύστασιν. Ὡς ἔτυχε δὲ
περιπλεκόμενα, σπανίως μέν ποτε χρήσιμον ἐργάζεται τὸ δημιούργημα, πολλάκις δ’
ἄχρηστόν τε καὶ μάταιον. Αὕτη τοιγαροῦν αἰτία τοῦ μὴ βούλεσθαι τὴν φύσιν εἶναι
τεχνικὴν ἐκείνους τοὺς ἄνδρας, ὅσοι τὰ πρῶτα σώματα τοιαῦτα εἶναί φασιν, οἷάπερ οἱ
τὰς ἀτόμους εἰσάγοντες λέγουσιν. Ὁρωμένων γὰρ ἐναργῶς ἀπάντων τῶν ζῴων εὐθὺς ἔξωθεν
οὐδὲν
Galenus de usu partium V 4 Vol. III p. 354 K. ἡμεῖς μὲν γὰρ ἀπερισκεπτότερον αἱρούμεθα τὸ λυσιτελοῦν, εἰ καὶ τύχοι ποτὲ μειζόνως εἰς ἕτερα βλάπτειν πεφυκὸς ἢ ὠφελεῖν εἰς ἃ χρῄζομεν. ἡ φύσις δ’ οὐ καθ’ ἓν τῶν αὑτῆς ἔργων ἀπερισκέπτως οὐδ’ ὑπὸ ῥᾳθυμίας ἐνίοτε μεγάλα κακὰ αἱρουμένη δι’ ἔλαττον ἀγαθόν, ἀλλ’ ἀκριβεῖ μέτρῳ τὸ ποσὸν ἐν ἑκάστῳ κρίνουσα, πολλαπλάσιον ἀεὶ τὸ χρηστὸν ἀποτελεῖ τοῦ μοχθηροῦ. μάλιστα μὲν γάρ, εἴπερ οἷόν τ’ ἦν, ἄνευ παντὸς κακοῦ κατεσκευάσατ’ ἂν ἅπαντα ταῦτα· νυνὶ δέ, οὐ γὰρ ἐνδέχεται τῆς ὕλης φυγεῖν τὴν μοχθηρίαν οὐδεμίαν τῶν τεχνῶν, οὐδ’ ἀδαμάντινόν τε καὶ πάμπαν ἀπαθὲς ἐργάσασθαι τὸ δημιούργημα, καταλείπεται κοσμεῖν αὐτὸ τὸν ἐνδεχόμενον κόσμον. ἐνδέχεται δὲ ἄλλον ἄλλη τῶν ὑλῶν· οὐ γὰρ ἐκ τῆς αὐτῆς δήπουθεν οὐσίας τά τε ἄστρα γέγονε καὶ ἡμεῖς. οὔκουν οὐδὲ τὴν ἀπάθειαν τὴν αὐτὴν ἐπιζητεῖν χρὴ καὶ μέμφεσθαι τῇ φύσει, σμικρὸν εἴ πού τι βλαβερὸν ἴδοιμεν ἐπὶ μυρίοις χρηστοῖς. p. 402. οὐδὲν οὐδαμοῦ τῇ φύσει κατ’ οὐδένα τρόπον ἠμέληται, προγινωσκούσῃ καὶ προορωμένῃ τὰ κατ’ ἀνάγκην ἀκολουθήσοντα τοῖς ἕνεκά του γινομένοις καὶ φθανούσῃ πάντων ἐπανορθώματα παρασκευάζεσθαι.
Galenus de usu partium 1. XVII cp. 1 (vol. IV p. 355 K.). σύ δʼ, ὦ γενναιότατε κατήγορε τῶν ἔργων τῆς φύσεως, οὐδὲν μὲν τούτων βλέπεις, ὅτι δ’ ἐν μυρίοις μυριάκις ἀνθρώποις ἅπαξ πού τινα ἐποίησεν ἓξ δακτύλους ἔχοντα τοῦτο μόνον ὁρᾷς.
Galenus de nat. facult. I 12 Vol. II p. 27 Κ. καὶ δύο αὗται γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ — — - τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωμένην τε ἅμα καὶ ἀλλοιοῦσθαι δυναμένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως· ἀμετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετμημένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς μεταξὺ χώραις διειλημμένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ μὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νομίζουσιν οὐσίαν ἢ δύναμιν ὑπάρχειν, ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων σωμάτων ἐκείνων καὶ ἀπαθῶν τῶν ἁπλῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρημένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωμάτων ἡ φύσις, ἀλλὰ πολλῷ προτέρα τε καὶ πρεσβυτέρα· καὶ τοίνυν κατὰ μὲν τούτους αὕτη τὰ σώματα τῶν ζῴων καὶ τῶν φυτῶν συνίστησι, δυνάμεις τινὰς ἔχουσα, τὰς μὲν ἑλκτικάς τε ἅμα καὶ ὁμοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι, στοργικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν etc.
Galenus de usu partium 1. XIV cp. 1 (vol. IV p. 142 K.). Μάλιστα μὲν
οὖν ἀθάνατον ἡ φύσις, εἴπερ οἷόν τ’ ἦν, ἐσπούδασε τὸ ἑαυτῆς ἀπεργάσασθαι δημιούργημα·
μὴ συγχωρούσης δὲ τῆς ὕλης — — τὴν ἐνδεχομένην αὐτῷ βοήθειαν εἰς ἀθανασίαν
ἐμηχανήσατο δίκην ἀγαθοῦ πόλεως οἰκιστοῦ, μὴ τῆς ἐν τῷ παραχρῆμα συνοικήσεως μόνον
φροντίσαντος ἀλλ’ ὅπως ἐπὶ τὸ πᾶν ἢ τὸ πλεῖστόν γε ἡ πόλις αὐτοῦ διαφυλάττοιτο,
προνοησαμένου. ibid. cp. 4 (p. 151). προνοουμένη γὰρ ἡ φύσις, ὅπως ἂν μὴ ζῴου τι
γένος ἀφανισθείη μηδενός, ὅσα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἤτοι βραχυχρόνια τελέως ἢ
βορὰ τοῖς ἰσχυροτέροις ἔμελλε γενήσεσθαι, τούτοις ἅπασιν ἴαμα τῆς συνεχοῦς φθορᾶς
ἐξεῦρε τὴν πολυγονίαν.
Alexander Aphrod. de fato cp. 11 p. 179, 24 Bruns. προστεθέντος τοῦ αὐτοῖς γε τούτοις (scil. Chrysippo) καὶ κοινῶς πᾶσι σχεδὸν τοῖς φιλοσοφοῦσι δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίνεσθαι μάτην.
Philo de provid. II § 55 (p. 84 Aucher). Similiter et deus, quin novum quidpiam elaborasset, de novo magnam istam urbem mundum creavit ac una cum eo locum etiam oriri fecit. Quoniam plenitudine corporis data, spatii — — nulla pars erit, quae non sit locus. (I. e. οὕτω καὶ ὁ θεός, οὐ γεννήσας τὸ κενόν, ἐν τῷ κενῷ τὴν μεγάλην πόλιν ἔκτισε τὸν κόσμον· συνέκτισε δὲ τούτῳ καὶ τὸν τόπον. ἐκπληρωθὲν γὰρ ὑπὸ σώματος οὐδὲν μέρος τῆς χώρας ὅπερ οὐκ ἔσται τόπος.).
Philo de provid. II 57 (p. 84 Aucher). Infinitum incorporeumque tempus deus minime creavit, sed dies mensesque annosque, sole et luna usus in hac mensura, atque reliquorum planetarum periodis, propter animalia generationemque fructuum, quae nequeunt sine annuis tempestatibus consistere. Ad hoc dirigi cumulatim ortus et occasus solis consueverunt.
Philo de provid. II § 56 (p. 84 Aucher). Figura autem mundi, sicut et mundus ipse, - per providentiam globi in formam facta fuit; primum quia omni figura velocius mobilis est et deinde magis necessaria, ne forte remissus (mundus) deorsum ferretur ad immensam vacuitatem, cunctis partibus in suum medium inclinantibus. Sic enim solummodo consistentiam habiturus erat, erga se invicem ad medium tendente aequali orbe. Cf. n. 547sq. (Phys. cap. II § 5).
Philo de provid. II § 62 (p. 87 Aucher). Terra occupavit medium, primum quidem, ne abrepta aliquatenus a centro dimoveatur; nam eius nisus ac statio in centrum tendit. Iterum autem, ut ita circumcirca habitetur; in quantum enim perstat, recte omnia super eam stant, cum et ipsa in centrum ferantur. Quo probatur et figuram eius per providentium factam fuisse globosam, quia iam dictam circumhabitationem non patitur alia figura, quod patet ex iis, quae philosophice considerantur de figuris habitationibusque.
Philo de provid. II § 64 (p. 89 Aucher). Dicunt extensum mare hominum
deorumque commodo. Diis enim ita fere adornari dicunt:
Philo de Provid. II § 67 (p. 90 Aucher). At ex terra vapores ad quid utiles? O mirabilis vir, ex aëre distincta compositio an non est salutifera non animalibus tantum, verum etiam plantis? Immo si oporteat adhuc procedendo asserere, iis quoque qui solida natura secum invicem commixta sunt, causa est ut stent. Animantium inprimis esca est et ciborum omnium potuumque frequentissima. — — Nam quae in corpus recipiuntur, eorum tum ob nauseam tum ob dissolutionem cupiditatum - innumeris fastidium et fatigatio subit. Quod autem per aërem alimentum est, tam vigilem quam dormientem sequitur donum naturae, continuo a iuventute usque ad senium perpetuo conexum; quapropter, si aliquantisper corrumpatur, pestilentiam efficit. Cf. Dio Chrysost. or. XII § 30. 31.
Philo de provid. II § 73 (p. 93 Aucher). Fixae (scil. stellae) in causa sunt etiam temperantiae aëris, quia natura sunt frigida compositae, de se liquefacta diffundunt; et iste (aër) dilatatus causa efficitur animalibus generationis faciendae, sicut etiam iam factis respirationis causa comperitur. Ad subtilitatem enim cooperatur multitudo; at ad illud, quod non ex parte, sed totus dilatetur aër, circumlatio periodica.
Philo de provid. II 76 (p. 95 Aucher). In primis - mensium periodos luna apposite coaptavit, quae totidem sunt mensurae cursus solaris. Deinde, per incrementum et deminutionem, variationes commutationesque pro emolumento universi facit. Fidem faciunt certam, quae in aëre sunt condiciones, status, serenitates, ventorum cessationes, nubes, violentiae ventorum et his similia, praeterea vastissimi maris refluxus; nunc enim deorsum absorbetur, nunc iterum fluctibus resilit. Maxime vero animalium quorundam variationes adimpletorum evacuatorumque, sicut testaceorum, ratio habet, et reliqua etc.
Philo de provid. II § 84 (p. 98 Aucher). An tu putas nos propter mundum
et non potius mundum propter nos factum fuisse? nam minime id considerans ruminasti,
quod rite disposita sit sectio terrae pro habitatione hominum proque spatio ad usum
deorum res– pectu sensibilium. Nobis enim per distributionem concesse partes
Philo de provid. II § 74 (p. 94 Aucher). Numerus autem planetarum prodest universo; verum hominum est otio praeditorum dinumerare singulorum utilitatem. Haec autem nota sunt non solum ratione, verum etiam sensu, ita movente providentia, quae, ut dicit Chrysippus et Cleanthes, nihil praetermisit pertinentium ad certiorem utilioremque dispensationem. quod si aliter melius esset dispensari res mundi, eo modo sumpsisset compositionem, quatenus nihil occurreret ad impediendum deum.
Galenus de usu partium 1. XVII cp. 1 (vol. IV p. 358 K.). τίς δ’ οὐκ ἂν εὐθὺς ἐνεθυμήθη νοῦν τινα, δύναμιν ἔχοντα θαυμαστήν, ἐπιβάντα τῆς γῆς ἐκτετάσθαι κατὰ πάντα τὰ μόρια; πανταχόθεν γοῦν ὁρᾶται γινόμενα ζῷα θαυμαστὴν ἅπαντα κατασκευὴν ἔχοντα. καίτοι τί ἂν εἴη τῶν τοῦ κόσμου μορίων ἀτιμότερον τῶν περὶ τὴν γῆν; ἀλλ’ ὅμως ἐνταῦθα φαίνεται νοῦς τις ἀφικνούμενος ἐκ τῶν ἄνω σωμάτων, ἃ καὶ θεασαμένῳ τινὶ παραχρῆμα θαυμάζειν ἐπέρχεται τὸ κάλλος τῆς οὐσίας, ἡλίου πρῶτον καὶ μάλιστα, μετ’ αὐτὸν δὲ σελήνης, εἶτα τῶν ἀστέρων, ἐν οἷς εἰκός, ὅσῳ πέρ ἐστι καὶ ἡ τοῦ σώματος οὐσία καθαρωτέρα, τοσούτῳ καὶ τὸν νοῦν ἐνοικεῖν πολὺ τοῦ κατὰ τὰ γήϊνα σώματα βελτίω τε καὶ ἀκριβέστερον. — — Ἐμοὶ μὲν γὰρ ταῦτα ἐννοοῦντι καὶ δι’ αὐτοῦ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγος τις ἐκτετάσθαι δοκεῖ νοῦς. οὐ γὰρ δὴ αὐτὸς τῆς μὲν αὐγῆς τῆς ἡλιακῆς μεταλαμβάνειν πέφυκεν, οὐχὶ δὲ καὶ τῆς δυνάμεως αὐτῆς.
Porphyrius de abstin. III 20. Ἀλλ’ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμᾶς αὑτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύνας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέονtiae? τας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστι τῶν χαρίτων τὸ ἥδιστον, οὐ δι’ ἄλλο τι πλὴν θύεσθαι ἐγεγόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἅλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζωμοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεα τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλ’ ὡς αὑτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυμίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον.
Cicero de nat. deor. II 14, 37. Scite enim Chrysippus,
Cicero de nat. deor. II 64, 160. Sus vero quid habet praeter escam? cui quidem ne putesceret animam ipsam pro sale datam dicit esse Chrysippus. qua pecude quod erat ad vescendum hominibus apta, nihil genuit natura fecundius.
Origenes contra Celsum IV 54 Vol. I p. 326, 31 Kö. (p. 545 Delarue). τοιαῦτα γὰρ ἐχρῆν αὐτὸν (scil. τὸν Κέλσον) ἀποφαινόμενον καὶ ἐναντία λέγειν οὐ μόνον ἡμῖν προθέμενον, ἀλλὰ καὶ οὐκ ἀγεννεῖ φιλοσόφων αἱρέσει, τῶν ἀπὸ τοῦ Κιτιέως Ζήνωνος, κατασκευάσαι ὅτι τὰ τῶν ζῴων σώματα οὐκ ἔστιν ἔργα τοῦ θεοῦ· καὶ ὅτι ἡ τοσαύτη περὶ αὐτὰ τέχνη οὐκ ἀπὸ τοῦ πρώτου ἐλήλυθε νοῦ· ἔδει δ’ αὐτὸν καὶ περὶ τῶν τοσούτων καὶ ὑπ’ ἐνυπαρχούσης ἀφαντάστου φύσεως διοικουμένων παντοδαπῶν φυτῶν καὶ πρὸς χρείαν γεγονότων οὐκ εὐκαταφρόνητον ἐν τῷ παντὶ ἀνθρώπων καὶ τῶν ἀνθρώποις διακονουμένων ζῴων, ὅπως ποτὲ ἄλλως ὄντων, μὴ ἀποφήνασθαι μόνον ἀλλὰ καὶ διδάξαι, ὅτι μὴ τέλειός τις νοῦς τὰς τοσαύτας ἐνεποίησε ποιότητας τῇ ὕλῃ τῶν φυτῶν.
Ex Origene Selecta in Psalmos II p. 532 Delarue. ἃ μὲν γὰρ προηγουμένως γίνεται, ἃ δὲ κατ’ ἐπακολούθησιν διὰ τὰ προηγούμενα. προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῷον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα.
Origenes contra Celsum IV 74 Vol. I p. 343, 23 Kö. (p. 559 Del.). ὁ Κέλσος . . . . . . οὐχ ἑώρακεν ὅτι καὶ τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων κατηγορεἰ, οὐ κακῶς προταττόντων τὸν ἄνθρωπον καὶ ἁπαξαπλῶς τὴν λογικὴν φύσιν πάντων τῶν ἀλόγων καὶ διὰ ταύτην λεγόντων προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι. καὶ λόγον μὲν ἔχει τὰ λογικά, ἅπερ ἐστὶ προηγούμενα, παίδων γεννωμένων· τὰ δ’ ἄλογα καὶ τὰ ἄψυχα χορίου συγκτιζομένου τῷ παιδίῳ. Καὶ ἡγοῦμαί γε ὅτι ὥσπερ ἐν ταῖς πόλεσιν οἱ προνοούμενοι τῶν ὠνίων καὶ τῆς ἀγορᾶς δι’ οὐδὲν ἄλλο προνοοῦνται ἢ διὰ τοὺς ἀνθρώπους, παραπολαύουσι δὲ τῆς δαψιλείας καὶ κύνες καὶ ἄλλα τῶν ἀλόγων· οὕτως ἡ πρόνοια τῶν μὲν λογικῶν προηγουμένως προνοεῖ, ἐπηκολούθησε δὲ τὸ καὶ τὰ ἄλογα ἀπολαύειν τῶν δι’ ἀνθρώπους γιγνομένων.
Plutarchus Quaest. Platon. II 1 p. 1000f. οὐδὲ γὰρ χορίου φησὶ Χρύσιππος πατέρα καλεῖσθαι τὸν παρασχόντα τὸ σπέρμα, καίπερ ἐκ τοῦ σπέρματος γεγονότος.
Alexander Aphrod. de fato cp. 23 p. 193, 16 Bruns. εἰ δ’ ὁ μὲν φλοιὸς
ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ
ἀρδεύεται μὲν ἵνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ etc.
Plutarchus de Stoic. repugn. cp. 21 p. 1044e. Chrysippus ὁ τὴν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον παρασκευάσασαν.
Cicero Acad. Pr. II 120. non mihi necesse -, quod tibi est, ⟨dicere⟩, cur deus, omnia nostra causa cum faceret (sic enim vultis) tantam vim natricum viperarumque fecerit — —. negatis haec tam polite tamque subtiliter effici potuisse sine divina aliqua sollertia; cuius quidem vos maiestatem deducitis usque ad apium formicarumque perfectionem, ut etiam inter deos Myrmecides aliqui minutorum opusculorum fabricator fuisse videatur.
Cicero de legibus I 8, 25. Itaque ad hominum commoditates et usus tantam rerum ubertatem natura largita est, ut ea, quae gignuntur, donata consulto nobis, non fortuito nata videantur: nec solum ea, quae frugibus atque bacis terrae fetu profunduntur, sed etiam pecudes: quod perspicuum sit partim esse ad usum hominum, partim ad fructum, partim ad vescendum procreatas. 26. Artes vero innumerabiles repertae sunt, docente natura. Quam imitata ratio res ad vitam necessarias sollerter consecuta est.
Plutarchus de Stoic. repugn. cp. 2l p. 1044c. Γράψας τοίνυν ἐν τοῖς
περὶ Φύσεως, ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ
χαίρουσα τῇ ποικιλίᾳ
καὶ λόγον ἐπειπν παραλογώτατον ὡς ὁ ταὼς ἕνεκα τῆς
οὐρᾶς γέγονε, διὰ τὸ κάλλος αὐτῆς.
p. 1044d. Ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ φύσεως,
εἰπὼν ὅτι οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς, καὶ οἱ μύες ἐπιστρέφουσιν ἡμᾶς
μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι
ταῦτα κατὰ λέξιν εἴρηκε· Γένοιτο δ’ ἂν μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου
τοῦ ταώ.
ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ
ἀνάπαλιν τῷ δ’ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια συνη κολούθηκεν.
Galenus de usu partium XI 14 Vol. III p. 899 K. τὸ δ’ ἐξ ἐπιμέτρου ποτὲ
καὶ τῆς εὐμορφίας στοχάζεσθαι, ἀναγκαῖον ὑπάρχον καὶ αὐτὸ δὴ γινώσκεσθαι τοῖς περὶ
φύσιν [ἔχουσιν], οὐδαμοῦ διὰ τῶν ἔμπροσθεν λόγων εἰρηκώς, νῦν ᾠήθην μάλιστα προσήκειν
εἰπεῖν. καὶ γὰρ οὖν καὶ αἱ κατὰ τὰ γένεια τρίχες οὐ μόνον σκέπουσι τὰς γενύας, ἀλλὰ
καὶ πρὸς κόσμον συντελοῦσι. σεμνότερον γὰρ τὸ ἄῤῥεν φαίνεται, καὶ μάλιστα ἐν τῷ
προϊέναι κατὰ τὴν ἡλικίαν, εἰ πανταχόθεν αὐτῷ καλῶς αὗται περικέοιντο. καὶ διὰ τοῦτο
τά τε μῆλα καλούμενα καὶ τὴν ῥῖνα ψιλὰ καὶ γυμνὰ τριχῶν ἡ φύσις ἀπέλιπεν· ἄγριον γὰρ
ἂν οὕτω καὶ θηριῶδες ὅλον ἐγένετο τὸ πρόσωπον, οὐδαμῶς οἰκεῖον ἡμέρῳ καὶ πολιτικῷ
ζῴῳ.
Cicero de nat. deor. I 47. Vos quidem, Lucili, soletis — — cum artificium effingitis fabricamque divinam, quam sint omnia in hominis figura non modo ad usum, verum etiam ad venustatem apta describere.
Cicero de finibus III 18. Iam membrorum, id est partium corporis, alia videntur propter eorum usum a natura esse donata, ut manus, crura, pedes, ut ea, quae sunt intus in corpore, quorum utilitas quanta sit, a medicis etiam disputatur, alia autem nullam ob utilitatem quasi ad quendam ornatum, ut cauda pavoni, plumae versicolores columbis, viris mammae atque barba.
Lactantius instit. div. II 10. Sed etiam illud explanare tentavit (scil. Hermes) quam subtili ratione singula quaeque in corpore hominis membra formaverit (scil. deus) cum eorum nihil sit, quod non tantundem ad usus necessitatem, quantum ad pulchritudinem valeat. Id vero etiam Stoici cum de providentia disserunt facere conantur et secutus eos Cicero compluribus locis etc. (cf. Lactant. de opificio dei). ibid. nam Stoici animantium fabricam divinae sollertiae tribuunt.
Plutarchus de comm. not. cp. 34 p. 1076c. Οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς (Kock III fr. 724) ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν τὰ λίαν ἀγαθά δυσκολαίνουσι· τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν· αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. οὐ γὰρ ἥ γ’ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς παρέσχηκεν· ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος ἔσχε. κινεῖ δ’ αὐτὴν ὁ λόγος ἐνυπάρχων καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν.
Gellius N. A. VII 1. Quibus non videtur mundus dei et hominum causa
institutus nque res humanas providentia gubernari, gravi se argumento uti putant, cum
ita dicunt: si esset providentia, nulla essent mala.
Nihil enim minus aiunt
providentiae congruere, quam in eo mundo, quem propter homines fecisse dicatur,
tantam vim esse aerumnarum et malorum. Adversus ea Chrysippus cum in libro περὶ
προνοίας quarto dissereret nihil est prorsus istis
, inquit, insubidius, qui
opinantur bona esse potuisse, si non essent ibidem mala. Nam cum bona malis contraria
sint, utraque necessum est opposita inter sese et quasi mutuo adversoque fulta nisu
consistere; nullum adeo contrarium est sine contrario altero. Quo enim pacto
iustitiae sensus esse posset, nisi essent iniuriae? aut quid aliud iustitia est quam
iniustitiae privatio? quid item fortitudo intellegi posset, nisi ex ignaviae
adpositione? quid continentia, nisi ex intemperantiae? quo item modo prudentia esset,
nisi foret contra
,
inquit, homines stulti cur non hoc etiam desiderant,
ut veritas sit et non sit mendacium? Namque itidem sunt bona et mala, felicitas et
importunitas, dolor et voluptas. Alterum enim ex altero, sicuti Plato ait,
verticibus inter se contrariis deligatum est; si tuleris unum, abstuleris
utrumque.
Gellius N. A. VII 1, 7. Idem Chrysippus in eodem libro (i. e. quarto
περὶ προνοίας tractat consideratque dignumque esse id quaeri putat, εἰ αἱ τῶν
ἀνθρώπων νόσοι κατὰ φύσιν γίνονται id est, [si] natura ipsa rerum vel providentia,
quae compagem hanc mundi et genus hominum fecit, morbos quoque et debilitates et
aegritudines corporum, quas patiuntur homines, fecerit. Existimat autem non fuisse
hoc pincipale naturae consilium, ut faceret homines morbis obnoxios, nunquam enim hoc
convenisse naturae auctori parentique omnium rerum bonarum. Sed cum multa
,
inquit, atque magna gigneret pareretque aptissima et utilissima, alia quoque
simul adgnata sunt incommoda his ipsis quae faciebat cohaerentia
, eaque
[neque] per naturam, sed per sequellas quasdam necessarias facta dicit, quod ipse
appellat κατὰ παρακολούθησιν.
Sicut
, inquit, cum corpora hominum
natura fingeret, ratio subtilior et utilitas ipsa operis postulavit, ut
tenuissimis minutisque ossiculis caput compingeret. Sed hanc utilitatem rei
maiorem alia qaedam incommoditas extrinsecus consecuta est, ut fieret caput
tenuiter munitum et ictibus offensionibusque parvis fragile. Proinde morbi quoque
et aegritudines partae sunt, dum salus paritur. Sicut hercle
, inquit, dum
virtus hominibus per consilium naturae gignitur, vitia ibidem per adfinitatem
contrariam nata sunt.
Philo de fortitudine Vol. II Mang. p. 413 Καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε σωμάτων μέρη ἀφαιρεῖ, στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται, προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως, οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι, τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον, καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον, ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται.
Lactantius de ira cp. 13. Sed Academici, contra Stoicos disserentes,
solent quaerere, cur si deus omnia hominum causa fecerit etiam multa contraria et
inimica et pestifera nobis reperiantur tam in mari
Origenes contra Celsum IV 75 Vol. I p. 345, 19 Kö. (p. 560 Delarue). εἰ δὲ καὶ τοῖς ἀγριωτάτοις τῶν ζῴων τροφὰς κατεσκεύασεν, οὐδὲν θαυμαστόν· καὶ ταῦτα γὰρ τὰ ζῷα καὶ ἄλλοι τῶν φιλοσοφησάντων εἰρήκασι γυμνασίου ἕνεκα γεγονέναι τῷ λογικῷ ζῴῳ. ibid. 78 Vol. I p. 348, 23 Kö. (p. 562 Del.). οὕτως εἰς γυμνάσιον τῶν τῆς ἀνδρείας ἐν ἡμῖν σπερμάτων δεδόσθαι ἡμῖν λέγεται τὸ λεόντων καὶ ἄρκτων παρδάλεων τε καὶ συῶν καὶ τῶν τοιούτων γένος.
Origenes contra Celsum IV 64 Vol. I p. 334, 33 Kö. (p. 552 Delarue). (antecessit Chrysippi fragmentum ἐκ τῆς περὶ ἀγαθῶν καὶ κακῶν εἰσαγωγῆς, unde sequentia indidem esse desumpta probabile): εἰ γὰρ καὶ μία τῶν ὅλων φύσις καὶ ἡ αὐτή, οὐ πάντως καὶ ἡ τῶν κακῶν γένεσις ἀεὶ ἡ αὐτή. ὡς γὰρ μιᾶς καὶ τῆς αὐτῆς οὔσης τῆς τοῦδέ τινος ἀνθρώπου φύσεως, οὐκ ἀεὶ τὰ αὐτά ἐστι περὶ τὸ ἡγεμονικὸν αὐτοῦ καὶ τὸν λόγον αὐτοῦ καὶ τὰς πράξεις, ὁτὲ μὲν οὐδὲ λόγον ἀνειληφότος ὁτὲ δὲ μετὰ τοῦ λόγου κακίαν καὶ ταύτην ἤτοι ἐπὶ πλεῖον ἢ ἐπ’ ἔλαττον χεομένην, καὶ ἔστιν ὅτε προτραπέντος ἐπ’ ἀρετὴν καὶ προκόπτοντος ἐπὶ πλεῖον ἢ ἐπ’ ἔλαττον, καὶ ἐνίοτε φθάνοντος καὶ ἐπ’ αὐτὴν τὴν ἀρετὴν ἐν πλείοσι θεωρίαις γινομένην ἢ ἐν ἐλάττοσιν· οὕτως ἔστιν εἰπεῖν μᾶλλον καὶ ἐπὶ τῆς τῶν ὅλων φύσεως, ὅτι εἰ καὶ μία ἐστὶ καὶ ἡ αὐτὴ τῷ γένει, ἀλλ’ οὐ τὰ αὐτὰ ἀεὶ οὐδ’ ὁμογενῆ συμβαίνει ἐν τοῖς ὅλοις· οὔτε γὰρ εὐφορίαι ἀεὶ οὔτ’ ἀφορίαι, ἀλλ’ οὐδὲ ἐπομβρίαι οὐδὲ αὐχμοί, οὕτω δὲ οὐδὲ ψυχῶν κρειττόνων εὐφορίαι τεταγμέναι ἢ ἀφορίαι καὶ χειρόνων ἐπὶ πλεῖον χύσις ἢ ἐπ’ ἔλαττον. Καὶ ἀναγκαῖόν γε τοῖς ἀκριβοῦν πάντα κατὰ τὸ δυνατὸν βουλομένοις ὁ περὶ τῶν κακῶν λόγος οὐ μενόντων ἀεὶ ἐν ταὐτῷ διὰ τὴν ἤτοι τηροῦσαν τὰ ἐπὶ γῆς πρόνοιαν ἢ κατακλυσμοῖς καὶ ἐκπυρώσεσι καθαίρουσαν· καὶ τάχα οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν ὅλῳ τῷ κόσμῳ, δεομένῳ καθαρσίου ὅταν πολλὴ ἡ κακία γένηται ἐν αὐτῷ
Plutarchus de Stoic. repugn. cp. 15 p. 1040c. Καὶ ὁμοίως ἐν τῷ πρώτῳ
περὶ Δικαιοσύνης τὰ Ἡσιόδεια ταυτὶ προενεγκάμενος· Τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήλασε
πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀφοφθινύθουσι δὲ λαοί· (Hesiod. Op. et D. 242) ταῦτά
φησι τοὺς θεοὺς ποιεῖν, ὅπως κολαζομένων τῶν πονηρῶν οἱ λοιποὶ
παραδείγμασι τούτοις χρώμενοι ἧττον ἐπιχειρῶσι τοιοῦτόν τι ποιεῖν.
Plutarchus de Stoic. repugn. cp. 35 p. 1050a. Ἀλλ' μὴν τὸν θεὸν
κολάζειν φησὶ τὴν κακίαν καὶ πολλὰ ποιεῖν ἐπὶ κολάσει τῶν πονηρῶν, ὥσπερ ἐν τῷ
δευτέρῳ περὶ Θεῶν ποτὲ μὲν τὰ δύσχρηστα συμβαίνειν φησὶ τοῖς ἀγαθοῖς οὐχ ὥσπερ
τοῖς φαύλοις κολάσεως χάριν, ἀλλὰ κατ’ ἄλλην οἰκονομίαν, ὥσπερ ἐν ταῖς πόλεσι.
καὶ πάλιν ἐν τούοις· Πρῶτον δὲ τῶν κακῶν παραπλησίως ἐστὶν ἀκουστέον τοῖς
προειρμένοις· εἶτα ὅτι ταῦτα ἀπονέμεται κατὰ τὸν τοῦ Διὸς λόγον, ἤται ἐπὶ κολάσει
ἢ κατ’ ἄλλην ἔχουσάν πως πρὸς τὰ ὅλα οἰκονομίαν.
Plutarchus de Stoic. repugn. cp. 32 p. 1049a. Ὁ δὲ οὕτω καταγελᾷ τῶν
ἐπὶ τούτοις ἐγκαλούντων, ὥστε περὶ τοῦ Διός, τοῦ σωτῆρος καὶ γενέτορος καὶ πατρὸς
Δίκης καὶ Εὐνομίας καὶ Εἰρήνης ταῦτα γράφειν ἐν τῷ τρίτῳ περὶ Θεῶν· Ὡς δὲ αἱ
πόλεις πλεονάσαι εἰς ἀποικίας ἀπαίρουσι τὰ πλήθη καὶ πολέμους ἐνίστανται πρός
τινας, οὕτως ὁ θεὸς φθορᾶς ἀρχὰς δίδωσι.
καὶ τὸν Εὐριπίδην μάρτυρα καὶ τοὺς
ἄλλους προσάγεται τοὺς λέγοντας ὡς ὁ Τρωϊκὸς πόλεμος ὑπὸ τῶν θεῶν ἀπαντλήσεως χάριν
τοῦ πλήθους τῶν ἀνθρώπων γένοιτο. p. 1049b. σκόπει δέ, ὅτι τῷ θεῷ καλὰς μὲν
ἐπικλήσεις ἀεὶ καὶ φιλανθρώπους, ἄγρια δ’ ἔργα καὶ βάρβαρα καὶ Γαλατικὰ προστίθησιν.
Cf. cp. 30 p. 1048c. ὁ δὲ Ζεὺς γελοῖος εἰ Κτήσιος χαίρει καὶ Ἐπικάρπιος καὶ Χαριδότης
προσαγορευόμενος etc.
Plutarchus de Stoic. repugn. cp. 37 p. 1051b. Ἔτι περὶ τοῦ μηδὲν
ἐγκλητὸν εἶναι μηδὲ μεμπτὸν κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων,
πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα
ἀπολείπει. Ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας, μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς καὶ
ἀγαθοῖς τοιαῦτα Πότερον, φησίν, ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις
μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων·
ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων διαμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίνονται καὶ
ἐγκλητέαι ἀμέλειαι;
φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχαι. Τὸ μὲν οὖν τὰ
τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ
Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ
Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύποις παραπίπτουσιν
Cicero de nat. deor. III 86. At enim minora di neglegunt neque agellos singulorum nec viticulas persequuntur nec si uredo aut grando quippiam nocuit, id Iovi animadvertendum fuit; ne in regnis quidem reges omnia minima curant; sic enim dicitis.
Cicero de nat. deor. III 90. Non animadvertunt, inquit, omnia di, ne reges quidem. Quid est simile? Reges enim si scientes praetermittunt, magna culpa est; at deo ne excusatio quidem est inscientiae. Quem vos praeclare defenditis, cum dicitis eam vim deorum esse, ut, etiamsi quis morte poenas sceleris effugerit, expetantur eae poenae a liberis, a nepotibus, a posteris.
Plutarchus de Stoic. repugn. cp. 35 p. 1050f. ἑπιτείνει δὲ τὴν
ὑπεναντίωσιν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γράφων τάδε Ἡ δὲ κακία πρὸς τὰ δεινὰ
συμπτώματα ἴδιόν τινα ἔχει λόγον· γίνεται μὲν γὰρ καὶ αὐτή πως κατὰ τὸν τῆς φύσεως
λόγον, καί, ἵν’ οὕτως εἴπω, οὐκ ἀχρήστως γίνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὰ
ἦν.
idem de comm. not. cp. 13 p. 1065b. ἀλλὰ χοροῦ μέν ἐστιν ἐμμέλεια, μηδενὸς
ἀπᾴδοντος ἐν αὐτῷ· καὶ σώματος ὑγίεια, μηδενὸς μορίου νοσοῦντος· ἀρετὴ δ’ ἄνευ κακίας
οὐκ ἔχει γένεσιν, ἀλλ’ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ ὑαίνης
ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους
δικαιοσύνην, καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν· πῶς δ’ ἂν
εὖρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε
καὶ Φάλαριν; — — Τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ
ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν, καὶ πρὸς
τὴν δικαιοσύνην τὴν ἀδικίαν;
idem de comm. not. cp. l4 p. 1065d. Ἢ βούλει τὸ
ἥδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ῾στορῆςαι· Ὥσπερ γὰρ αἱ κωμῳδίαι,
φησίν, ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθ’ αὑτὰ μέν ἐστι φαῦλα, τῷ δὲ ὅλῳ ποιήματι
χάριν τινὰ προστίθησιν· οὕτω ψέξειας ἂν αὐτὴν ἐφ’ ἑαυτῆς τὴν κακίαν· τοῖς δ’
ἄλλοις οὐκ ἄχρηστός ἐστι.
ibidem cp. 16 p. 1066d. Λα. — — ἐπιθυμῶ γὰρ
πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες (Stoici) τὰ κακὰ τῶν ἀγαθῶν, καὶ τὴν κακίαν
Plutarchus de Stoic. repugn. cp. 36 p. 1051a. Πάλιν ἐν τῷ πρώτῳ περὶ
Δικαιοσύνης εἰπὼν περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀσικήμασι, Κακίαν δέ
φησι καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτ’ ἔχει καλῶς ἀρθῆναι.
Philodemus περὶ θεῶν διαγωγῆς col. 7, 28 (Scott. Frgm. Herc. p. 156). — — εἰ καὶ ταῦ(τʼ) ἐ(δύ)νατο, τὴν δύναμιν . . . . . . . . ως καὶ τοῦ πάντ(ας) ποιῆσαι σοφοὺς καὶ μακαρίους καὶ μηδὲν κακόν. τὸ δὲ τοιοῦτον ἀσθένειαν καί τιν’ ἔλλειψιν συνάπτει τῷ κρατίστῳ. πολλάκις δὲ αὐτὸ ἐπ’ ἀνατροπῇ τῆς νοήσεως τοῦ θεοῦ συγχωροῦσι· καθάπερ ὁ (μὲν) Χρύσιππος ἐν τοῖς περὶ μαντικῆς λέγει μὴ δύ(νασθαι) τὸν θεὸν εἰ(δέναι πάντ)α, διὰ τὸ μηδ’ ἔχειν . . . ibid. col. 8 (ibid. p. 157). καὶ κατὰ τὴν (τοῦ θε)οῦ (δια)φορὰ(ν ἰ)διωτικῶς (παν)τὸς αὐτῷ δύναμιν ἀναθέντες, (ὅ)ταν ὑπὸ τῶν ἐλέγχων πιέζωνται, τότε καταφεύγουσιν ἐπὶ τὸ διὰ τοῦτο φάσκειν τὰ συναπτόμενα μὴ ποιεῖν ὅτι οὐ πάντα δύναται.
Clemens Al. Stromat. I p. 369 Pott. Ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνέργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία. Μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἑκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαι· τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν· φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν· ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρὸς τινῶν ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι.
Origenes de princip. III p. 162 ed. Delarue. καὶ γὰρ ἐπὶ τῶν τῆς
ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων τινὰ μὲν ἐναργέστατα φαίνεται ᾗ προνοίας
ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ
τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. Οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ
προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ
οὐχ οὕτω δῆλος
Cicero de nat. deor. III 70 (postquam disputavit deos male consuluisse
hominibus, cum iis rationem largirentur). Huic loco sic soletis occurrere: non
idcirco non optume nobis a dis esse provisum, quod multi eorum beneficio perverse
uterentur; etiam patrimonii multos male uti, nec ob eam causam eos beneficium a
patribus nullum habere.
Cicero de divin. I 3, 6. accessit acerrimo vir ingenio Chrysippus, qui totam de divinatione duobus libris explicavit sententiam, uno praeterea de oraculis, uno de somniis: quem subsequens unum librum Babylonius Diogenes edidit, eius auditor.
Cicero Acad. Pr. II 107. Cum Panaetius - ea de re dubitare se dicat, quam omnes praeter eum Stoici certissimam putant, vera esse haruspicum ⟨responsa⟩, auspicia, oracula, somnia, vaticinationes etc.
Cicero de divin. II 63, 130. Chrysippus quidem divinationem definit his verbis: Vim cognoscentem et videntem et explicantem signa, quae a diis ominibus portendantur: officium autem esse eius praenoscere, dei erga homines mente qua sint quidque significent, quemadmodumque ea procurentur atque expientur. Idemque somniorum coniectionem definit hoc modo: Esse vim cernentem et explanantem, quae a diis ominibus signiticentur in somnis.
Aëtius Plac. V 1, 1. Πλάτων καὶ οἱ Στωϊκοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον ὅπερ ἐστὶν ἐνθεαστικὸν [κατὰ θειότητα τῆς ψυχῆς, ὅπερ εἶπεν ἐνθουσιαστικὸν] καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι (sc. Stoici).
Diogenes Laërt. VII 149. καὶ μὴν καὶ μαντικὴν ὑφεστάναι πᾶσάν φασιν, εἰ καὶ πρόνοιαν εἶναι· καὶ αὐτὴν καὶ τέχνην ἀποφαίνουσι διά τινας ἐκβάσεις, ὥς φησι Ζήνων τε καὶ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ μαντικῆς.
Cicero de divin. I 38, 82. Quam quidem esse re vera hac Stoicorum
ratione concluditur: Si sunt dii, neque ante declarant
Cicero de divin. II 41. Ita enim, cum magis properant, concludere
solent (scil. Stoici): Si di sunt, est divinatio; sunt autem di; est ergo
divinatio.
Cicero de legibus II 32. Si enim deos esse concedimus, eorumque mente mundum regi, et eorum numen hominum consulere generi et posse nobis signa rerum futurarum ostendere, non video, cur esse divinationem negem. 33. sunt autem ea, quae posui; ⟨ex⟩ quibus id, quod volumus, efficitur et cogitur.
Quintilianus Instit. orat. V 7, 35. his adicere siquis volet ea quae divina testimonia vocant, ex responsis, oraculis, ominibus, duplicem sciat esse eorum tractatum: generalem alterum, in quo inter Stoicos et Epicuri sectam secutos pugna perpetua est, regaturne providentia mundus, specialem alterum circa partis divinationis, ut quaeque in quaestionem cadet. aliter enim oraculorum, aliter haruspicum, augurum, coniectorum, mathematicorum fides confirmari aut refelli potest, cum sit rerum ipsarum ratio diversa.
Tertullianus de anima cp. 46. Sed et Stoici deum malunt providentissimum humanuae institutioni inter cetera praesidia divinatricum artium et disciplinarum somnia quoque nobis indidisse, peculiare solacium naturalis oraculi.
Cicero de nat. deor. III 93. Sed quo modo iidem dicitis non
Chalcidius ad Timaeum cp. 251. Heraclitus vero consentientibus Stoicis rationem nostram cum divina ratione connectit regente ac moderante mundana: propter inseparabilem comitatum consciam decreti rationabilis factam quiescentibus animis ope sensuum futura denuntiare. ex quo fieri ut adpareant imagines ignotorum locorum simulacraque hominum tam viventium quam mortuorum. Idemque asserit divinationis usum et praemoneri meritos, instruentibus divinis potestatibus; hi[c] quoque parte abutentes sententiae pro solida perfectaque scientia.
Cicero de divin. I 20, 39. veniamus ad somnia, de quibus disputans Chrysippus multis et minutis somniis colligendis facit idem, quod Antipater, ea conquirens, quae Antiphontis interpretatione explicata declarant illa quidem acumen interpretis: sed exemplis grandioribus decuit uti.
Cicero de divin. I 56. Quid? illa duo somnia, quae creberrume commemorantur a Stoicis - unum de Simonide, qui cum ignotum quendam proiectum mortuum vidisset eumque humavisset haberetque in animo navem conscendere, moneri visus est, ne id faceret, ab eo, quem sepultura adfecerat; si navigavisset, eum naufragio esse periturum; itaque Simonidem redisse, perisse ceteros, qui tum navigassent.
Cicero de divin. II 65, 134. Defert ad coniectorem quidam, somniausse
se, ovum pendere ex fascea lecti sui cubicularis. Est hoc in Chrysippi libro somnium.
Respondet coniector, thesaurum defossum esse sub lecto. Fodit, invenit auri
aliquantum idque circumdatum argento. Misit coniectori quantulum visum est de agento.
Tum ille nihilne, inquit, de vitello?
id enim ei ex ovo videbatur aurum
declarasse, reliquum argentum.
Photius lexicon s. v. νεοττός· — — ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον,
μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ περὶ χρησμῶν· ὄναρ γάρ τινα φασὶν θεασάμενον ἐκ
τῆς κλίνης αὐτοῦ κρέμασθαι ὠὰ προσαναθέσθαι ὀνειροκρίτῃ, τὸν δὲ εἰπεῖν. ὀρύττων
θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον· εὑρόντα δὲ σταμνίον, ἐν ᾧ ἀργύριον ἦν
καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ
νεοττοῦ οὐδέν μοι δίδως;
Apostolius XII 7. νεοττοῦ οὐδέν μοι δίδως. laudatur Chrysippus ἐν τῷ περὶ χρησμῶν. Cf. Suidas, Photius, Arsenius XXXVII 15.
Cicero de divinatione I 27 57. Alterum ita traditum clarum admodum
somnium. Cum duo quidam Arcades familiares iter una facerent et Megaram venissent,
alterum ad coponem devertisse, ad hospitem alterum. Qui ut cenati quiescerent,
concubia nocte visum esse in somnis ei, qui erat in hospitio, illum alterum orare, ut
subveniret,
Suidas s. v. Τιμωροῦντος· — — Λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμίσας τῷ χρυσίῳ εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι καὶ κατὰ ποίας πύλας· ὁ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ διαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὁ μὲν ἐτάφη, ὁ δὲ ἐκολάσθη.
Cicero de divin. II 70, 144. Quid? ipsum interpretum coniecturae nonne
magis ingenia declarant eorum quam vim consensumqae naturae? Cursor ad Olympia
proficisci cogitans visus est in somnis curru quadrigarum vehi. Mane ad coniectorem.
At ille: Vinces
, inquit id enim celeritas significat et vis
equorum.
Post idem ad Antiphontem. Is autem: Vincare, inquit, necesse est.
An non intelligis, quattuor ante te cucurrisse?
- Ecce alius cursor (atque horum
somniorum et talium plenus est Chrysippi liber, plenus Antipatri) sed ad cursorem
redeo. Ad interpretem detulit, aquilam se in somnis visum esse factum. At ille: Vicisti.
Ista enim avi volat nulla vehementius.
Huic eidem Antiphon: Baro,
inquit, victum te esse non vides? lsta enim avis, insectans alias aves et agitans,
semper ipsa postrema est.
- 145. Parere quaedam matrona cupiens dubitans, essetne
praegnas, visa est in quiete obsignatam habere naturam. Rettulit. Negavit eam,
quoniam obsignata fuisset, concipere potuisse. At alter praegnatem esse dixit; nam
inane obsignari nihil solere. Quae est ars coniectoris eludentis ingenio. An ea quae
dixi et innumerabilia, quae conlecta habent
Cicero de divin. I 72 Quae vero aut coniectura explicantur aut eventis animadversa ac notata sunt, ea genera divinandi, ut supra dixi, non naturalia, sed artificiosa dicuntur; in quo haruspices, augures coniectoresque numerantur. Haec improbantur a Peripateticis, a Stoicis defenduntur.
Cicero de divinatione I 49, 109. Quid? si etiam ratio exstat artificiosae praesensionis facilis, divinae autem paulo obscurior? quae enim extis, quae fulgoribus, quae portentis, quae astris praesentiuntur, haec notata sunt observatione diuturna. Affert autem vetustas omnibus in rebus longinqua observatione incredibilem scientiam: quae potest esse etiam sine motu atque impulsu deorum, cum quid ex quoque eveniat et quid quamque rem significet, crebra animadversione perspectum est. Altera divinatio est naturalis ut ante dixi; 110. quae physica disputandi subtilitate referenda est ad naturam deorum, a qua, ut doctissimis sapientissimisque placuit, haustos animos et libatos habemus: cumque omnia completa et referta sint aeterno sensu et mente divina, necesse est contagione divinorum animorum animos humanos commoveri.
Cicero de divinatione I 52, 118. Hoc autem posito atque concesso, esse quandam vim divinam, hominum vitam continentem, non difficile est, quae fieri certe videmus, ea qua ratione fiant, suspicari. Nam et ad hostiam deligendam potest dux esse vis quaedam sentiens, quae est toto confusa mundo: et tum ipsum, cum immolare velis, extorum fieri mutatio potest, ut aut absit aliquid aut supersit: parvis enim momentis multa natura aut affingit aut mutat aut detrahit. Cf. II 35. pudet me non tui quidem - sed Chrysippi, Antipatri, Posidonii, qui idem istuc quidem dicunt, quod est dictum a te, ad hostiam deligendam ducem esse vim quandam sentientem atque divinam, quae toto confusa mundo sit. Illuid vero multo etiam melius, quod et a te usurpatum est et dicitur ab illis: cum immolare quispiam velit, tum fieri extorum mutationem, ut aut absit aliquid aut supersit; deorum enim numini parere omnia.
Cicero de divin. I 118. Nam non placet Stoicis singulis iecorum fissis
aut avium cantibus interesse deum; neque enim decorum est nec dis dignum nec fieri
ullo pacto potest; sed ita a principio inchoatum esse mundum, ut certis rebus certa
signa praecurrerent, alia in extis, alia in avibus, alia in fulgoribus, alia in
ostentis, alia in stellis,
Cicero de divin. II 33. Cum rerum autem natura quam cognationem habent (scil. exta, e quibus haruspices futura praedicunt)? quae ut uno consensu iuncta sit et continens, quod video placuisse physicis eisque maxume, qui omne, quod esset, unum esse dixerunt, quid habere mundus potest cum thesauri inventione coniunctum? Si enim extis pecuniae mihi amplificatio ostenditur idque fit natura, primum exta sunt coniuncta mundo, deinde meum lucrum natura rerum continetur. Nonne pudet physicos haec dicere? Ut enim iam sit aliqua in natura rerum contagio, quam esse concedo - multa enim Stoici colligunt; nam et musculorum iecuscula bruma dicuntur augeri, et puleium aridum florescere brumali ipso die et inflatas rumpi vesiculas et semina malorum, quae in iis mediis inclusa sint, in contrarias partis se vertere, iam nervos in fidibus aliis pulsis resonare alios, ostreisque et conchyliis omnibus contingere, ut cum luna pariter crescant pariterque decrescant, arboresque ut hiemali tempore cum luna simul senescente quia tum exsiccatae sint, tempestive caedi putentur. 34. Quid de fretis aut de marinis aestibus plura dicam? quorum accessus et recessus lunae motu gubernantur. Sescenta licet eiusdem modi proferri, ut distantium rerum cognatio naturalis appareat - demus hoc - qua ex coniunctione naturae et quasi concentu atque consensu, quam συμπάθειαν Graeci appellant, convenire potest aut fissum iecoris cum lucello meo aut meus quaesticulus cum caelo, terra rerumque natura?
Origenes contra Celsum IV 88 Vol. I p. 360, 13 Kö. (p. 569 Del.). πρῶτον μὲν γὰρ ἐζήτηται πότερον ἔστι τις τέχνη οἰωνιστικὴ καὶ ἀπαξαπλῶς ἡ διὰ ζῴων μαντικὴ ἢ οὐκ ἔστι· δεύτερον δὲ παρὰ τοῖς παραδεξαμένοις εἶναι τὴν δι’ ὀρνίθων μαντικὴν οὐ συμπεφώνηται ἡ αἰτία τοῦ τρόπου τῆς μαντείας· ἐπειδήπερ οἱ μὲν ἀπό τινων δαιμόνων ἢ θεῶν μαντικῶν φασι γίγνεσθαι τὰς κινήσεις τοῖς ζῴοις, ὄρνισι μὲν εἰς διαφόρους πτήσεις καὶ εἰς διαφόρους φωνάς, τοῖς δὲ λοιποῖς εἰς τὰς τοιασδὶ κινήσεις ἢ τοιασδί, ἄλλοι δὲ θειοτέρας αὐτῶν καὶ πρὸς τοῦτ’ ἐπιτηδείους εἶναι τὰς ψυχάς· ὅπερ ἐστὶν ἀπιθανώτατον. ibid. 90 Vol. I p. 362, 22 Kö. (p. 570, 71 Del.). Λεκτέον οὖν ὅτι εἴπερ τις θεία φύσις ἦν ἐν αὐτοῖς τῶν μελλόντων προγνωστικὴ καὶ ἐπὶ τοσοῦτον πλουσία, ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα, δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίγνωσκον etc Cf. etiam 91. 94.
Cicero de divinatione I 53, 120. Eademque efficit in avibus divina
mens, ut tum huc tum illuc volent alites: tum in hac tum in illa parte se occultent,
tum a dextra tum a sinistra parte canant oscines. Nam si animal omne, ut vult, ita
utitur motu sui corporis, prono, obliquo, supino, membraque quocunque vult flectit,
contorquet, porrigit,
Cicero de divin. II 56, 115. Sed iam ad te venio, o sancte Apollo — — tuis enim oraclis Chrysippus totum volumem implevit, partim falsis, ut ego opinor, partim casu veris, ut fit in omni oratione saepissime, partim flexiloquis et obscuris, ut interpres egeat interprete et sors ipsa ad sortes referenda sit, partim ambiguis et quae ad dialecticum referenda sint. Cf. ibid. I 19, 37. Collegit innumerabilia oracula Chrysippus nec ullum sine locuplete auctore atque teste.
Cicero de divin. II 117. (contra Chrysippum disputans, qui multa Apollinis oracula collegerat): Sed - cur isto modo iam oracla Delphis non eduntur, non modo nostra aetate, sed iam diu, iam ut nihil possit esse contemptius? Hoc loco cum urguentur, evanuisse aiunt vetustate vim loci eius, unde anhelitus ille terrae fieret, quo Pythia mente incitata oracla ederet.
Lactantius instit. div. I 6. (in Sibyllarum catalogo) tertiam Delphida, de qua Chrysippus loquitur in eo libro, quem de divinatione composuit.