Ὁμίλαι Clemens Romanus Albert Schwegler Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Proofreading Mount Allison University Madeline McIntire CTS conversion Mount Allison University Bruce Robertson Open Greek and Latin tlg1271.tlg006.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg1271.tlg006.1st1K-grc1 Clemens Romanus Clementis Romani quae feruntur homiliae Albert Schwegler Stuttgart A. Becheri 1847 HathiTrust

Lace v. 0.6.17 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts book and section.

This pointer pattern extracts chapter.

Greek review of encoding initial markup of new file.

Ἐγὼ Κλήμης, Ρωμαίων πολίτης ὥν, καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου οὐκ παιδὸς ἀποσχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών, περὶ θανάτου πυκνὰς ποιέμενος ὑπομνήσεις, ὅτι ἄρα θανὼν ἐκ εἰμὶ καὶ ἐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος, ἔσομαι δὲ ἐκ ὤν, ἐκ ὄντας εἰδώς, οὐ γνώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς , οὐ γινόμενος καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη ; καὶ τάχα ἔσται τι, ὅ νῦν νοῆσαι οὐ δυνατόν.

Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια ἐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἰχον λύπην τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, ἐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθῆς αἰτίαν μοι γενομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ Θεῷ πάντων δεσπότῃ ἠυχαρίστησα. ὑπὸ γὰρ τῆς κατ᾽ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον οὕς τὴν ἀρχὴν δι᾽ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.

Ἐκ παιδὸς οὖν ἡλικίας ὤν ἐν τοιούτοις λογισμοῖς, χάριν τοῦ ματι θεῖν βέβαιον, εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς καὶ ὀθὲν ἕτερον ἑώρων, ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καὶ ὁτὲ μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχή, ὁτὲ δὲ ὅτι θνητή. εἴ ποτε οὖν ἐπεκράτει λόγος ὅτι ἀθάνατος, ἔχαιρον· ὁπότε δὲ [ὅτι θνητή, ἠνιώμην· πλέον δὲ πάλιν ἠθύμεν,] ὅτι ἔδ’ ὁπότερον εἰς τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδυνάμην. πλὴν συνενόεν ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφέρονται, ἔτι μᾶλλον ἰλιγγίων ἐν τοῖς πράγμασιν. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον· οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἐδυνάμην, καί περ βουλόμενος, ὡς φθάσας εἶπον· ὅτι ἐμαυτῷ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντος, οὐκ οἶδά πως λανθανόντως μεθ᾽ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.

Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος ὅτι εἰ μὲν θανὼν ἐκ εἰμί, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε ἐκ ὤν οὐ λυπηθήσομαι. εἰ δ᾽ ἄρα εἰμί, τί νῦν ἐκ περισσοῦμοι πρόςεστιν τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ, εἰ μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ᾽ ἐνίων φιλοσόφων λόγες Πυριφλεγέθοντι καὶ Ταρτάρῳ ὡς Σίσυφος ἢ Τίτυος ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος. πάλιν τε ἀνθυπέφερον λέγων, ἀλλ᾽ οὐκ ἔστι ταῦτα. καὶ πάλιν ἔλεγον, εἰ δὲ ἔστιν; οὐ δήλου οὖν ὄντος τοῦ πράγματος, ἔλεγον, ἀκινδυνότερόν ἐστιν μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πῶς δυνήσομαι τοῦ δικαίου χάριν, εἰς ἄδηλον ἐλπίδα ἀφορῶν , τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ᾽ οὐδὲ τί ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον Θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρίσκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.

Τι᾽ οὖν χρὴ ποιεῖν; ἢ τοῦτο, εἰς Αἴγυπτον πορεύσομαι, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπήν, τὴν λεγομένην νεκρομαντείαν ποιήση, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου· ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ᾽ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν ἔχω, ἐκ τοῦ μόνον φανῆναι, ὅτι ἔστιν· καὶ ἐκ ἔτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδία τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὅς συνεβέλευέν μοι, τῦτο μὴ τολμᾶν, κατὰ πολλοὺς τρόπες. εἴτε γὰρ ἐκ εἰσακέσεται, φησὶν, ἡ ψυχὴ τῷ μάγῳ , σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύεσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις εἰ δὲ ἐπακέσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν, οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν καὶ ἐτόλμησας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγεσιν ἐπὶ τοῖς τῇ λύσει θανόντων σωμάτων σκύλλεσιν τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκέσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην, τῆς δὲ ἀπαρχῆς μου ἐκ ἐπαυσάμην βελῆς, ἀλλ᾽ ὡς ἐμποδισθεὶς τὴν ὁρμὴν ἠθύμουν.

Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσομαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα, ἐπὶ τῆς Τιβερίς Καίσαρος βασιλείας, ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνεσα ἤυξανεν ἑκάστοτε καὶ ὡς ἀληθῶς ἀγαθὴ Θεοῦ ἄγγελος διήρχετο τὸν κόσμον, τὸ τοῦ Θεοῦ βούλημα σιγᾶν καὶ στέγειν μὴ δυναμένη. ἑκάστοτε τῶν πλείων καὶ μείζων ἐγένετο, λέγεσα, ὧς τίς ποτε ἐν Ιουδαίᾳ, ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχήν, Ἰουδαίος τὴν τοῦ ἀϊδίου Θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει ἐάν τις αὐτῶν προσκατορθώσει τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα πνέει, πολλὰ θαυμάσια σημεῖά τε καὶ τέρατα διαπράττεται κελεύσει μόνη, ὡς παρὰ Θεοῦ εἰληφὼς τὴν ἐξουσίαν· κωφὲς γὰρ ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλὲς ἀνορθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει ἀλλὰ καὶ λεπροὶ ψωροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐγείρονται , καὶ οὐδέν ἐστιν ὅ ἀδυνατεῖ ποιεῖν· καὶ ὅσφ γε μᾶλλον ὁ χρόνος προέκοπτεν, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημέντων καὶ βεβαιοτέρα ἐγίνετο, ἐκ ἔτι φήμη λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπες ἐγίνετο βουλῆς καὶ σκέψεως, τὸ τίς ἄν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.

Καὶ δήποτέ τις πρὸς αὐτῷ τῷ ἔτει φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ Θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν, ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσιν. διὸ μεταβάλλεσθε τὸν τρόπον, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια γνῶτε ἕνα Θεὸν εἶναι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἐμπροσθὲν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν· ἀλλ᾽ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, αἱ ψυχαὶ ὑμῶν κατὰ τὴν τοῦ σώματος λύσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσονται, ὅπου ἀϊδίως κολαζόμεναι ἀνωφέλητα μετανοήσεσιν. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν, εἰς Ιουδαίαν πορεύσομαι, ἵνα ἴδω εἰ ταῦθ᾽ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς Θεοῦ ἐπιδεδήμηκεν τῇ Ιουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν, τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων· καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, ἐκ ἔστιν μικρόν ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφθείσας τὸν αἰῶνα κολασθήσεσθαι.

Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι, ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ᾽ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον. καὶ δὴ οὕτως βουλευσαμένε μου πολὺς ὁ τῆς παρολκῆς ἐγενήθη χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὧδέ ποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλέκων τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε εἰσεκλάπην χρόνον ἐλπίσιν δονούμενος, καὶ ὅτι οὕτως ἀσχολέμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς πόντον ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις ἀντὶ τοῦ εἰς Ἰουδαίαν εἰς Ἀλεξάνδρειαν ἠνέχθην· καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης καὶ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγες. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ Θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, καὶ παρὰ πολλῶν τῶν κᾀκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.

Ἐμοῦ δὲ εἰπόντος, ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτόν, εὐθὺς ἦγόν με λέγοντες, ἔστι τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας αὐτὸν ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ Ἑβραῖος, ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν, σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων, καὶ συνενόεν τἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλ᾽ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον ἅ τε ἤκουσεν καὶ ἑώρακεν τὸν τοῦ Θεοῦ φανούντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι· πολλοὺς δὲ μάρτυρας τῶν ὑπ᾽ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων, καὶ ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου, παρεῖχεν.

Ἐπειδὴ δὲ πρὸς τὰ ἀπανέργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλ᾽ ἀκαταπλήκτως ὧν ἔλεγεν οὐκ ἀφίστατο. καὶ ποτέ τις αὐτοῦ ἐπύθετο, διὰ τί κώνωψ ἐγένετο, καὶ βραχύτατον ὄν, ἕξ πόδας ἔχον, ἔχει καὶ πτερά, ἐλέφας δέ, τὸ μέγιστον τῶν ζώων, ἄπτερος ὤν τέσσαρας μόνους ἔχει πόδας. ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος, τὸν αὑτῷ ἀπ᾽ ἀρχῆς προκείμενον ἀνελάμβανεν λόγον τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ᾽ ἑκάστην ἐγκοπήν ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίες πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολήν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλοὺς, ὧν ἐγὼ εἴδη μέμνημαι, ὡς ἐμψύχους εἰκόνας ἱκανὰς μαρτυρίας. λοιπὸν ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαληθῶς ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν ἐκ ἔστιν εὔκαιρον τοῖς τῶν ὅλων ἀγνοοῦσι Θεόν.

Ταῦτα αὐτοῦ λέγοντος, ὡς ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθείς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παῤῥησίας ἐβόων λέγων· εὐλόγως ὁ Θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο, ἀναξίους προιδών, ὡς ἐκ τῶν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλ᾽ ἁπλοῖς καὶ ἀπανούργοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεως τινος φθονερᾶς, παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης πάρεστε ὑμεῖς, πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον, ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε, διὰ τὰς ἀσελγείας ὑμῶν, καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰ καὶ φιλόλογοί ἐστε, καὶ οὐ φιλαλήθεῖς φιλόσοφοι μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε , οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει; διὰ τί, ὦ θεέ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε· ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου εἰδὼς προαιρέσεις, ἰδίως ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα· τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει, βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ ἐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἱ καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι θελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων. ὢ μεγάλης ἀδικίας, μέχρι φθόνου κινδυνεύουσιν κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.

Τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ᾽ ἀρχῆς ἄν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ᾽ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τιμῆς ἄξιον λόγον ἀπ᾽ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἐβηλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ᾽ ἀρχῆς ἀξίων, οἷς καὶ μετέδωκα, ἀλλ᾽ ἀπὸ τούτων καὶ τῶν τοιούτων, ὡς ὁρᾶτε, ἀναξίων, τῶν ἐμὲ μισούντων καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων. καὶ νῦν γε παρέντες γελᾷν τὸν ἄνδρα τοῦτον ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένων ὁ βουλόμενος ἀποκρινάσθω. καὶ ὡς ἀσελγεῖς κύνες ὑλάκτετε, ψόφῳ ἀτάκτῳ μύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς, ἄδικοι καὶ θεοστυγεῖς, καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀποσχολοῦντες. πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θεότητα τοῦ Θεοῦ ἐπαγγελλόμενον ὑμῖν εἰπεῖν ὑβρίζοντες, καὶ ταῦτα ἄνθρωπον ὅν ἐχρῆν, εἰ καὶ μηδὲν ἀληθεύοντα, διὰ τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;

Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγίνετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνήραντό μοι οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ᾽ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα, βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμερῶν ὀλίγων διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγου βραχέα κατηχήσας με ὀλίγον, ὡς ἐν ὀλίγαις ἡμέραις σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς κατὰ τὴν θρησκείαν ἑορτῆς χάριν, καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοεθνέσιν συνεῖναι θέλων.

Φανερὸς δ᾽ ἦν μοι ἀποναρκήσας. ἐμοῦ γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος ἀνδρὸς οὕς ἥκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ Θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς βίον· ὁ δὲ ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξ αὐτῆς μοι σύμπλευσον· ἐπεί γε τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος· καὶ μαθὼν παρ᾽ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξ αὐτῆς ἄν σοι συνέπλεον· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπών, παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

Ἡμερῶν δὲ διατρίψας, καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθείς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος, ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου, ἔμαθον ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ εἰσφανέντος ἀνδρὸς τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος ὁ δοκιμώτατος ὑπάρχων μαθητής, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν καὶ ὁμῶς ἔμαθον καὶ τῷ πυλῶνι ἐπέστην. οἱ δ᾽ ἀντέβαλλον τίς τε ὥν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἄμα τῷ ἰδεῖν περιεπλάκη μοι, πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος, λέγων μοι, οὗτός ἐστιν Πέτρος, ὅν μέγιστον ἐπὶ τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως σε ἀντέβαλλον. ὡς εἴσιθι ἐκ ταυτομάτου, ὅτι τὰ κατά σε καλὰ ὄντα ἀψευδῶς ἀντέβαλλον, ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπών, προσενέγκας ἔφη, οὗτός ἐστι Κλήμης, Πέτρε.

Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν, καὶ καθισθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν, εἰς τιμὴν τοῦ ὄντος Θεοῦ, μεγαλοφρόνως, ἐκ αἰδεσθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγων, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ᾽ ἡμέραν τὴν ἀγαθὴν ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ τὸ προκείμενον ἐρῶ, εἰ μὴ σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τὸν τῆς ἀληθείας λόγον, ὅν κατὰ πόλιν ποιεῖσθαι μέλλω, μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει λέγε.

Ἐγὼ ἐξεθέμην τὴν ἐξ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ὡς ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἔλεγον δέ· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ᾽ ὅπως χαίρων θέλω· πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ψυχὴ θνητὴ τυγχάνει, εἰ ἀθάνατός ἐστιν, καὶ ἀΐδιος οὐσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἰ, τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον Θεῷ· καὶ εἰ γέγονε κόσμος, καὶ διὰ τί γέγονε· καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, ταῦτα καὶ τὰ τούτοις οὑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον.

Ἡ τοῦ Θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονε κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγὴ κακὴ , συντροφία πονηρὰ, συνήθεια δεινὴ, ὁμιλία οὐ καλὴ, πρόληψις οὐκ ὀρθὴ, διὰ ταῦτα πλάνη· εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπεθόλωσαν τὰς ὁράσεις , καὶ οὐκ εἴασαν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργὸν συγκατανοῆσαι Θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι, φιλαληθεῖ λογισμῷ, ἵνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ, προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὣν ἐκβληθῆναι καπνός. XIX.

Τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὅς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥτ᾽ ἄν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι ἡμᾶς ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σὺ μικρῷ τάχιον εἰπών, ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται, καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται· ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὅ εἰσιν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου εἵνεκεν προφήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρῇ τὰ ὄντα ὥς ἐςιν, καὶ ὡς δεῖ περὶ πάντων πιςεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν, καὶ μηκέτι τὸ καθ᾽ ἓν ἕκαστον τῶν ὑπ᾽ αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει· ἀποδείξει γὰρ μιᾷ τῇ ἀπαρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεἶναι ἀνθρώποις ἀδύνατον.

Καὶ ὁμῶς ἀνέπαυσέν με, ἐκθέμενός μοι τίς ἐστιν καὶ πῶς εὑρίσκεται, καὶ ἀληθῶς εὑρετόν μοι παρασχὼν αὐτόν, τῶν παρὰ ὀφθαλμοῖς ὁρωμένων ἐμφανεστέραν τῇ τοῦ προφήτου ὁμιλίᾳ τοῖς ὠσὶν δείξας τὴν ἀλήθειαν, ὡς ἐκπλαγέντα με θαυμάζειν, πῶς τῶν πᾶσι ζητουμένων ἔμπροσθεν κειμένων ἐδεὶς ἐνορᾷ. πλὴν γράψας τὸν περὶ προφήτου λόγον, αὐτοῦ κελεύσαντος, ἀπὸ τῆς Καισαρείας Στράτωνος διαπεμφθῆναί σοι ἐποίησεν τὸν τόμον, παρά σου ἐντολὴν ἔχειν εἰπὼν, τὰς καθ᾽ ἕκαστον ἐνιαυτὸν ὁμιλίας τε καὶ πράξεις γράφοντα διαπέμπειν σοι. ὅμως ἐν μιᾷ τῇ πρώτῃ ἡμέρᾳ ἀρχὴν ἤδη μόνον ποιούμενος περὶ τοῦ τῆς ἀληθείας προφήτου, περὶ πάντων με ἐπληροφόρησεν. καὶ εἶθ’ οὕτως ἔφη ἐνόρα τοῦ λοιποῦ τὰς ἐξ ἐμοῦ πρὸς τοὺς ἐξ ἐναντίας γινομένας ζητήσεις καὶ εἰ τὸ ἧττον ἀπενέγκωμαι, οὐ δέδια μή πως σὺ περὶ τῆς παραδοθείσης σοι ἀληθείας διακριθῇς, εὖ εἰδὼς ὅτι ἐγὼ ἡττᾶσθαι ἔδοξα, οὐχὶ ἡ ὑπόθεσις ἡ διὰ τοῦ προφήτου παραδοθεῖσα ἡμῖν. πλὴν ἐλπίζω μηδὲ ἐν τῷ ἐξεταστικῷ λόγῳ τὸ ἧττον ἀπενέγκασθαι πρὸς τοὺς νοῦν ἔχοντας, φιλαληθεῖς λέγω, οἵτινες δύνανται γνωρίζειν τῶν λόγων τίνες εἰσὶ πιθανοί, ἔντεχνοί τε καὶ ἐπιτερπεῖς, τίνες τε λιτοὶ καὶ ἁπλοῖ, μόνῃ τῇ δι᾽ αὐτῶν ἀληθείᾳ πεποιθότες.

Ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· ἥδη εὐχαριστῶ τῷ Θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι, ὅτι οὐ πώποτε ἐνδοιάσω, τοσοῦτον, ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφητικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδύνατον ἠδυνήσῃ, τοσοῦτον οἶδα ὅ παρείληφα. καὶ μή τοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι, τοῦτο αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ· ἀλλ᾽ οὔτ᾽ αὐτὸς ἐγὼ, οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται περὶ τῆς ἀληθοῦς ὑποθέσεως, πρότερον ἐπακούσας καὶ νοήσας, τίς ἐστιν προφητικῆς ἐπαγγελίας ἀλήθεια. διὸ θάῤῥει τῷ θεοβουλήτῳ δόγματι πᾶσα γὰρ τέχνη κακίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λόγων, οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή· ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγεται, καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπεται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν. αἰσθομένῳ γὰρ χάριτος ἐδώρησας, καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἕν ἐστιν ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι, διὰ τὸ τάχος, ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς.

Ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη χάριν ὁμολογῶ τῷ Θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. ἀληθῶς γὰρ ἥδομαι εἰδὼς ὅτι ἐπέγνως τί ποτ᾽ ἔστιν προφητείας μέγεθος. ἐπεὶ οὖν, ὡς ἔφης, οὐδ᾽ ἄν αὐτὸς ἐγὼ θελήσω ποτέ, ὅπερ ἀπείη, εἰς ἕτερόν σε μεταστῆσαι δόγμα, οὐχ ἱκανὸς ἔσομαι πεῖσαί σε, ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα μάγον. καὶ ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν ἰδίᾳ κᾀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας, μετὰ τὸ κορεσθῆναι καὶ αὐτοῦ τούτου τὸν λόγον μοι ἀποδοὺς ἐπήγαγεν λέγων· δῴη σοι ὁ Θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντα τῆς αὐτῆς μοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν. ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.

Τῇ μὲν οὖν ἐπιούσῃ ἡμέρᾳ ἐγὼ Κλήμης, ἔτι τῆς νυκτὸς οὔσης διυπνισθεὶς, καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον· οἵ ἦσαν δέκα ἕξ, ὧν καὶ τὰ ὀνόματα, ὡς ἕκαστον ἑξῆς χρόνου μαθὼν, ἐκθεῖναι ἐβουλευσάμην, ὅπως ἐπιγνῶς καὶ τίνες ἦσαν· ὧν πρῶτος Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, ἀλλὰ καὶ Ἀινείας καὶ Λάζαρος οἱ ἱερεῖς, προσέτι μήν τε καὶ Ἐλισσαῖος, Βενιαμίν τε καὶ ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ρούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαῖος οἱ Ἰαμμηνοὶ, ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι· πλὴν ἐπεισιὼν καὶ προσαγορεύσας ἐκαθέσθην, αὐτοῦ κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει τίνος ἕνεκεν οὐκ ἐξύπνισέν με, ὅπως τῶν λόγων ἐπακούσω, αἰτίαν τιθέμενος τὸν ἐκ τοῦ πλοῦ σκυλμόν· ἐκεῖνον πεφθῆναί μοι θέλων ἡσυχάζειν εἴασεν. ὁπότ᾽ ἂν ἡ ψυχὴ περὶ τὸ λεῖπον τῷ σώματι ἀσχολεῖται, τὰ προσφερόμενα μαθήματα οὐ κατ᾽ ἀξίαν προσίεται. τούτου ἕνεκα διαλέγεσθαι οὐ βούλομαι, οὔτε πάνυ διά τινα συμφορὰν λυπουμένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ πρὸς λύσσαν ἔρωτος ἐκτετραμμένοις, ἢ ὑπὸ βιωτικῶν φροντίδων περιωθουμένοις, ἢ ἄλλοις τισὶ πάθεσιν ὀχλουμένοις, οἷς ἡ ψυχή, ὡς ἔφην, ὑποπίπτουσα, καὶ τῷ σώματι πάσχοντι συναλγοῦσα, καὶ τὴν αὑτῆς φρόνησιν ἀσχολεῖ.

Καὶ μὴ λεγέτω τις· οὐ χρὴ οὖν παραμυθίας καὶ νουθεσίας προσφέρειν τοῖς φαῦλόν τι πράττουσιν. φημί, εἰ μὲν ἀνύει τις, προσφερέτω· εἰ δὲ μή, τῷ καιρῷ εἰξάτω. ἐγὼ γὰρ οἶδα ὅτι πάντα καιρὸν ἴδιον ἔχει. διὸ χρὴ τοῖς ἀνθρώποις τοὺς τὴν ψυχὴν ῥωννύντας λόγους πρὸ τῆς κακώσεως ἐπιδιδόναι, ἵνα εἴ ποτε ἐπέλθοι τι φαῦλον, ὁ νοῦς προωπλισμένος ὀρθῷ τῷ λογισμῷ τὸ ἐπενεχθὲν ὑποστῆναι δυνηθῇ. τότε γὰρ καὶ τῷ διὰ γνώμης ἀγαθῆς βοηθήσαντι παρὰ τὴν ἀκμὴν τοῦ πολέμου οἶδεν ὁ νοῦς συντρέχειν.

Πλὴν ἔμαθον, ὦ Κλήμης, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ ὁ Βαρνάβας τὸν περὶ προφητείας λόγον τελείως σοι ἐξέθετο· ἢ γὰρ οὔ; κᾀγὼ ἀπεκρινάμην· ναί, καὶ πάνυ καλῶς. καὶ ὁ Πέτρος· οὐκοῦν ἐκ ἀναγκαῖον, τὸν νῦν χρόνον δυνάμενον ἡμῖν ὑπηρετεῖν εἰς ἑτέρους λόγους οὕς οὐκ ἐπίστασαι, εἰς οὕς ἐπίστασαι ποιεῖσθαι τὴν ἀσχολίαν. ἐγὼ ἔφην· ὀρθῶς ἔφης Πέτρε. ἐμοὶ δὲ τοῦτο χαρίζου πάντοτέ σοι συνεῖναι κρίναντι, τὸν περὶ προφήτου λόγον ἡδέως ἀκούοντι συνεχῶς ὑφηγεῖσθαι· ἄνευ γὰρ αὐτοῦ, ὡς ἔμαθον παρὰ Βαρνάβα, τὴν ἀλήθειαν μαθεῖν ἀδύνατον.

Ὁ δὲ Πέτρος ἐπὶ τούτῳ μεγάλως ἡσθεὶς ἀπεκρίνατο· ἤδη μὲν ἡ πρὸς σὲ διόρθωσις τέλος εἴληφεν, ἐπεγνωκότα τῆς ἀπταίστου προφητείας τὸ μέγεθος, ἧς ἄνευ λαβεῖν τινὶ τὸ ἐν ὑπεροχῇ συμφέρον ἀδύνατον. πολλῶν γὰρ καὶ διαφόρων ἀγαθῶν ὄντων ἐν τοῖς οὖσιν ἢ ἔσεσθαι δυναμένοις, τὸ πάντων μακαριώτατον, εἴτε ἀΐδιός ἐστιν ζωή, ἢ παράμονος ὑγεία, ἢ τέλειος νοῦς, ἢ φῶς, ἢ χαρά, ἢ ἀφθαρσία, ἢ καὶ ἄλλο τι ὅ ἐν τῇ τῶν ὄντων φύσει ὑπερέχον ὑπάρχει καλὸν ἢ ὑπάρξαι δύναται τοῦτο — ἐκ ἄλλως ἔστιν αὐτὸ κτήσασθαι, μὴ πρότερον γνόντα τὰ ὄντα ὡς ἔστιν· τῆς δὲ γνώσεως οὐκ ἄλλως τυχεῖν ἔστιν, ἐὰν μὴ πρότερόν τις τὸν τῆς ἀληθείας προφήτην ἐπιγνῶ.

Προφήτης δὲ ἀληθείας ἐστὶν ὁ πάντοτε πάντα εἰδώς, τὰ μὲν γεγονότα ὡς ἐγένετο, τὰ δὲ γινόμενα ὡς γίνεται, τὰ δὲ ἐσόμενα ὡς ἔσται, ἀναμάρτητος, ἐλεήμων, μόνος τὴν ἀλήθειαν ὑφηγεῖσθαι πεπιστευμένος. ἀναγίνωσκε, καὶ εὑρήσεις τοὺς ἀφ᾽ ἑαυτῶν τὴν ἀλήθειαν εὑρεῖν νομίσαντας. τοῦτο γὰρ προφήτου ἴδιον, τὸ τὴν ἀλήθειαν μηνύειν, ὥσπερ ἡλίου ἴδιον τὸ τὴν ἡμέραν φέρειν. διὰ τοῦτο ὅσοι ποτὲ ἀλήθειαν γνῶναι ἐπεθύμησαν, παρὰ δὲ τούτου μαθεῖν αὐτὴν οὐκ εὐτύχησαν, μὴ εὑρόντες, ζητοῦντες ἐτελεύτησαν. ὁ γὰρ τὴν ἀλήθειαν ζητῶν παρὰ τῆς ἑαυτοῦ ἀγνοίας λαβεῖν πῶς ἄν δύναιτο; κᾄν γὰρ εὕροι, οὐκ εἰδὼς αὐτὴν ὡς οὐκ οὖσαν παρέρχεται. οὔτ’ αὖ παρ᾽ ἑτέρου, τοῦ ὁμοίως ὡς ἐξ ἀγνωσίας ἔχειν ἐπαγγελλομένου, ἀληθείας κρατεῖν δυνατὸς ἔσται· πλὴν πολιτείας μόνης, καὶ ταῦτα ἐκείνης τῆς διὰ τὸ εὔλογον γνωρισθῆναι δυναμένης, ἥτις ἑκάστῳ ἐκ τοῦ μὴ θέλειν ἀδικεῖσθαι, τοῦ μὴ δεῖν ἄλλον ἀδικεῖν τὴν γνῶσιν παρίστησιν.

Πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθές, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες, ἐνηδρεύθησαν. τοῦτο ὅπερ πεπόνθασιν καὶ οἱ τῶν Ἐλλήνων φιλόσοφοι, καὶ βαρβάρων οἱ σπουδαιότεροι. ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο, τὸ ὅπως ποτὲ παραστὰν αὐτοῖς, τοῦτο ἀληθὲς εἶναι νομίσαντες. ὡς γὰρ εἰδότες ἀλήθειαν, οἱ ἀλήθειαν ἔτι ζητοῦντες, τῶν παρισταμένων αὐτοῖς ὑπολήψεων ἃ μὲν ἀποδοκιμάζουσιν, ἅ δὲ κρατύνουσιν, ὥσπερ εἰδότες, μὴ εἰδότες ποῖα μέν ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ δογματίζουσιν περὶ ἀληθείας, οἱ ἀλήθειαν ἐπιζητοῦντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν παρὰ τῆς αὑτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται. οὔτε γὰρ, ὡς ἔφην, παρεστηκυῖαν αὐτὴν ἐπιγνῶναι δύναται, ἤν ἀγνοεῖ.

Πείθει δὲ ἕκαστον ἀφ᾽ ἑαυτοῦ ζητοῦντα μαθεῖν οὐ πάντως τὸ ἀληθές, ἀλλὰ τὸ τέρπον. ἐπεὶ οὖν ἄλλον ἄλλο τέρπει, ἄλλου ἄλλο κρατεῖ ὡς ἀληθές. τὸ δὲ ἀληθές ἐστιν τὸ δοκοῦν τῷ προφήτη, οὐ τὸ ἑκάστῳ ἡδύ. πολλὰ γὰρ ἄν ἦν τὸ ἕν, εἰ τὸ τέρπον ἀληθὲς ἦν, ὅπερ ἐστὶν ἀδύνατον. διὰ τοῦτο καὶ οἱ τῶν Ἑλλήνων φιλόλογοι, οὐ φιλόσοφοι, διὰ στοχασμῶν τοῖς πράγμασιν ἐπιβάντες, πολλὰ καὶ διάφορα ἐδογμάτισαν, τὴν οἰκείαν τῶν ὑποθέσεων ἀκολουθίαν ἀλήθειαν εἶναι νομίσαντες, οὐκ εἰδότες ὅτι αὐτῶν ψευδεῖς ἀρχὰς ἑαυτοῖς ὁρισαμένων, τῇ μὲν ἀρχῇ αὐτῶν τὸ τέλος συμφωνίαν εἴληφεν.

Ὅθεν δεῖ πάντα παρελόμενον μόνῳ τῆς ἀληθείας πιστεύειν ἑαυτὸν προφήτῃ, ὅν πάντες κρῖναι δυνάμεθα, εἰ προφήτης ἐστίν, κἄν πάνυ ἀμαθεῖς ὦμεν, καὶ σοφισμῶν ἰδιῶται, καὶ γεωμετρίας ἄπειροι, καὶ μουσικῆς ἀμύητοι. εὐκολωτέραν γὰρ τὴν περὶ αὐτοῦ εὕρεσιν ὁ Θεὸς τέθεικεν πᾶσιν, ὡς πάντων κηδεμών· ἵνα μήτε βάρβαροι ἐξασθενῶσιν αὐτὸν, μήτε Ἕλληνες ἀδυνατῶσιν εὑρεῖν. ῥᾳδία μὲν οὖν περὶ αὐτοῦ εὕρεσις ὑπάρχει· ἔστιν δὲ ἥδε.

Εἰ προφήτης ἐστὶν, καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ γινόμενα, καὶ τὰ εἰς τέλος ἐσόμενα· ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς, ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ τῶν ἤδη γεγενημένων καὶ τὰ ἐσόμενα ἔσεσθαι πιστεύομεν, οὐ μόνον ὡς γινώσκοντι, ἀλλὰ καὶ προγινώσκοντι. τίνι οὖν, κᾂν βραχὺν νοῦν ἔχοντι, οὐ φαίνεται, ὡς χρὴ τούτῳ παρὰ πάντας πιστεύειν τὰ τῷ Θεῷ δόξαντα, ὃς μόνος παρὰ πάντας ἀνθρώπους καὶ μὴ μαθὼν ἐπίσταται; διό, ἂν τῷ τοιούτῳ, λέγω δὲ τῷ πρόγνωσιν ἔχοντι διὰ τὴν ἐν αὐτῷ τοῦ πνεύματος θειότητα, τὸ ἀληθὲς εἰδέναι μὴ διδόναι τις θέλοι, τινὶ ἑτέρῳ δοὺς εἰδέναι, ἐκ ἐνδεὴς ὑπάρχει φρενῶν, ἀποδεδωκὼς τῷ μὴ προφήτῃ, ἃ προφήτῃ εἰδέναι δοῦναι οὐκ ἐβουλήθη;

Ὅθεν πρὸ πάντων πάσῃ κρίσει διὰ τῆς προφητικῆς ἐπαγγελίας τὸν προφήτην ζητεῖν δεῖ, καὶ γνόντα, τοῖς λοιποῖς τῆς διδασκαλίας αὐτοῦ λόγοις ἀνενδοιάστως ἕπεσθαι, καὶ θαῤῥοῦντα περὶ τῶν ἐλπιζομένων, πολιτεύεσθαι τῇ πρώτῃ κρίσει, γνόντα ὅτι ὁ ταῦτα εἰπὼν πρὸς τὸ ψεύσασθαι φύσιν οὐκ ἔχει. διὸ ἐάν τι τοῦ λοιποῦ τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων δοκῇ ἡμῖν οὐ καλῶς εἰρῆσθαι, εἰδέναι χρὴ ὅτι οὐκ αὐτὸ εἵρηται κακῶς, ἀλλ᾽ αὐτὸ ἡμεῖς καλῶς ἔχον οὐκ ἐνοήσαμεν. ἄγνοια γὰρ γνῶσιν οὐκ ὀρθῶς κρίνει, ἅτε δὴ οὔτε γνῶσις πρόγνωσιν ἀληθῶς κρίνειν πέφυκεν. ἀλλ᾽ ἡ πρόγνωσις τοῖς ἀγνοοῦσιν παρέχει τὴν γνῶσιν.

Ὅθεν, ὦ φίλε Κλήμης, εἴγε τὰ τῷ Θεῷ διαφέροντα γνῶναι θέλῃς, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν τὴν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει. ἔστι δὲ αὐτοῦ τό τε βούλημα καὶ ἀληθὲς κήρυγμα, ὅτι εἶς Θεὸς, οὗ κόσμος ἔργον, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ.

Ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν Θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιώσαντες κακουχηθέντες ἐνίοτε βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πάνυ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν. ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ Θεὸς ἀγαθὸς ὢν καὶ δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μὲν ὁ κακὸς ἐν ᾅδῃ γενόμενος, ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δι καίων, ἀγαθῶν κληρονόμος καταστῇ· ὅτι τοίνυν ὁ Θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν ὅτι καὶ κρίσις γίνεται καὶ ψυχαὶ ἀθάνατοι τυγχάνεσιν.

Εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ Σίμωνι δοκεῖ, τὸ δικαίῳ εἶναι Θεῷ μὴ θέλοι δοῦναι, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται, ἢ καὶ τὸ γενέσθαι δύνασθαι; τῆς γὰρ ῥίζης τῶν ὅλων τοῦτο οὐκ ἐχούσης, ἀνάγκη πᾶσα νοεῖν, ὅτι τῇ τῶν ἀνθρώπων φύσει ὡς ἐν καρποῖς εὑρεῖν ἀδύνατον. ἔστιν εὑρεῖν ἐν ἀνθρώποις, πόσῳ μᾶλλον ἐν Θεῷ; εἰ δὲ οὐδαμοῦ, οὔτε παρὰ Θεῷ, οὔτε παρ᾽ ἀνθρώποις ἔστιν εὑρεῖν τὸ δίκαιον, πάντως οὐδὲ τὸ ἄδικον. ἀλλ᾽ ἔστιν τὸ δίκαιον. δικαιοσύνης γὰρ οὔσης τὸ ἄδικον λέγεται· ὥσπερ παραβαλλομένης τῆς δικαιοσύνης αὐτῇ καὶ ἐναντίως ἔχειν εὑρισκομένης ἀδικία λέγεται.

Ἔνθεν γοῦν ὁ Θεὸς διδασκαλῶν τοὺς ἀνθρώπους πρὸς τὴν τῶν ὄντων ἀλήθειαν , εἷς ὢν αὐτὸς διχῶς καὶ ἐναντίως διεῖλεν πάντα τὰ τῶν ἄκρων, ἀπαρχῆς αὐτὸς εἷς ὢν καὶ μόνος Θεός, ποιήσας οὐρανὸν καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον εἷς καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυγιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα. ἀλλ᾽ ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀΐδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγέμονας διέταξεν. ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆλύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ ἐσόμενος αἰὼν ἄῤῥην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα· διὰ τοῦτο ἐν τῷ κόσμῳ τούτῳ προφῆται ἑπομένως, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, ἀνθρώπων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θρυλλῶν, πλάνης καὶ ἀπάτης ἐστὶν συνεργός. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει.

Ὡς ἐν ἀρχῇ ὁ Θεὸς εἷς ὤν, ὥσπερ δεξιὰ καὶ ἀριστερά, πρῶτον ἐποίησεν τὸν ἐρανὸν, εἶτα τὴν γῆν, καὶ οὕτως κατὰ τὸ ἑξῆς πάσας τὰς συζυγίας συνεστήσατο ἐπὶ μέντοι ἀνθρώπων οὐκ ἔτι οὕτως, ἀλλὰ πάσας ἐναλλάσσει τὰς συζυγίας. ὡς γὰρ ἀπ᾽ αὐτοῦ τὰ πρῶτα κρείττονα, τὰ δεύτερα ἥττονα, ἐπ᾽ ἀνθρώπων τὸ ἐναντίον εὑρίσκομεν, τὰ πρῶτα χείρονα, τὰ δεύτερα κρείττονα. αὐτίκα γοῦν ἀπὸ Ἀδὰμ τοῦ κατ᾽ εἰκόνα Θεοῦ γενομένου ἐγένετό τις πρῶτος ἄδικος Καΐν, δεύτερος δίκαιος Ἀβέλ. πάλιν δὲ ἀπὸ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Δευκαλίωνος πνευμάτων εἰκόνες δύο ἀπεστάλησαν, ἀκαθάρτου λέγω καὶ καθαροῦ, ὅ τε κόραξ ὁ μέλας, καὶ ἡ λευκὴ περιστερὰ δευτέρα. καὶ ἀπὸ μὲν τοῦ ἀρχηγέτου τοῦ ἔθνους ἡμῶν Ἀβραὰμ δύο πρῶτοι γεγόνασιν, πρῶτος Ἰσμαήλ, εἶτα Ἰσαὰκ ὁ ὑπὸ τοῦ Θεοῦ εὐλογημένος. ἀπὸ δὲ αὐτοῦ Ἰσαὰκ ὁμοίως πάλιν δύο, Ἠσαῦ ὁ ἀσεβής, καὶ Ἰακὼβ ὁ εὐσεβής. οὕτως τῇ τέξει πρῶτος, ὡς προτότοκος τῷ κόσμῳ, ὁ ἀρχιερεὺς, εἶτα ὁ νομοθέτης.

Ὁμοίως ἡ γὰρ πρὸς τὸν Ἡλίαν συζυγία ὀφείλουσα ἐλθεῖν ἑκοῦσα ἀπελείφθη εἰς ἕτερον καιρόν , ἄλλοτε εὐκαίρως αὐτὴν ἀπολαύειν βουλευσαμένη. διὸ καὶ ἐν γεννητοῖς γυναικῶν πρῶτος ἦλθεν, εἶτα ὁ ἐν υἱοῖς ἀνθρώπων δεύτερος ἐπῆλθεν. ταύτῃ τῇ τέξει ἀκολουθοῦντα δυνατὸν ᾖ νοεῖν τίνος ἐστὶν Σίμων, ὁ πρὸ ἐμοῦ εἰς τὰ ἔθνη πρῶτος ἐλθών, καὶ τίνος ὢν τυγχάνω, ὁ μετ᾽ ἐκεῖνον ἐληλυθώς, καὶ ἐπελθὼν ὡς σκότῳ φῶς, ὡς ἀγνοίᾳ γνῶσις, ὡς νόσῳ ἴασις. οὕτως δή, ὡς ἀληθὴς ἡμῖν προφήτης εἴρηκεν, πρῶτον ψευδὲς δεῖ ἐλθεῖν εὐαγγέλιον ὑπὸ πλάνου τινός, καὶ εἶθ᾽ οὕτως μετὰ καθαίρεσιν τοῦ ἁγίου τόπου εὐαγγέλιον ἀληθὲς κρύφα διαπεμφθῆναι εἰς ἐπανόρθωσιν τῶν ἐσομένων αἱρέσεων καὶ μετὰ ταῦτα πρὸς τῷ τελει πάλιν πρῶτον Ἀντίχριστον ἐλθεῖν δεῖ, καὶ τότε τὸν ὄντως Χριστὸν ἡμῶν Ἰησοῦν ἀναφανῆναι, καὶ μετὰ τοῦτο αἰωνίου φωτὸς ἀνατείλαντος πάντα τὰ τοῦ σκότους ἀφανῆ γενέσθαι.

Ἐπεὶ οὖν, ὡς ἔφην, τὸν κανόνα τῆς συζυγίας ἀγνοοῦσί τινες, ἔνθεν οὐκ ἐπίστανται τίς τυγχάνει ὁ ἐμοῦ προοδεύσας Σίμων. εἰ γὰρ ἐγινώσκετο, οὐκ ἂν ἐπιστεύετο. νῦν δὲ ᾀγνοούμενος οὐκ ὀρθῶς πεπίστευται. καὶ ὁ τὰ μισούντων ποιῶν ἠγάπηται, καὶ ὁ ἐχθρὸς ὡς φίλος ἀποδέδεκται, καὶ θάνατος ὥν ὡς σώζων πεπόθηται, καὶ πῦρ ὤν φῶς νενόμισται, καὶ πλάνος ὤν ὡς ἀληθεύων ἀκούεται· ταῦτα ἀκούσας ἐγὼ Κλήμης· τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὁ τοσοῦτος ὤν ἀπατεών, μαθεῖν ἤθελον. καὶ ὁ Πέτρος ἔφη· εἰ θέλεις μαθεῖν, πάρεστίν σοι τὸ γνῶναι, παρ᾽ ὧν κᾀγὼ τὰ κατ᾽ αὐτὸν πάντα ἠκρίβωκα.

Ἰούστα τις ἐν ἡμῖν ἐστιν Συροφοινικίσσα, τὸ γένος Χανανῖτις, ἧς τὸ θυγάτριον ὑπὸ χαλεπῆς νόσου συνείχετο, ἥ καὶ τῷ κυρίῳ ἡμῶν προσῆλθεν βοῶσα καὶ ἱκετεύουσα, ὅπως αὐτῆς τὸ θυγάτριον θεραπεύσῃ. ὁ δὲ καὶ ὑφ᾽ ἡμῶν ἀξιωθεὶς εἶπεν· οὐκ ἔξεστιν ἰᾶσθαι τὰ ἔθνη, ἐοικότα κυσίν, διὰ τὸ διαφόροις χρῆσθαι τροφαῖς καὶ πράξεσιν, ἀποδεδομένης τῆς κατὰ τὴν βασιλείαν τραπέζης τοῖς υἱοῖς Ἰσραήλ. ἡ δὲ τοῦτο ἀκούσασα, καὶ τῆς αὐτῆς τραπέζης, ὡς κύων, ψιχίων ἀποπιπτόντων συμμεταλαμβάνειν, μεταθεμένη ὅπερ ἦν, τῷ ὁμοίως διαιτᾶσθαι τοῖς τῆς βασιλείας υἱοῖς τῆς εἰς τὴν θυγατέρα, ὡς ἠξίωσεν, ἔτυχεν ἰάσεως. οὐ γὰρ ἄν ἐθνικὴν οὖσαν καὶ ἐπὶ τῇ αὐτῇ πολιτείᾳ μένουσαν, ὁ τὴν ἀρχὴν διὰ τὸ μὴ ἐξεῖναι θεραπεύειν ὡς ἐθνικήν, ἐθνικὴν μείνασαν ἐθεράπευεν.

Ἀὐτὴ οὖν τὴν νόμιμον ἀναδεξαμένη πολιτείαν ὑπὸ τοῦ ἰδίου ἀνδρὸς ἐναντία φρονοῦντος ἡμῖν μετὰ τῆς ἰαθείσης θυγατρὸς ἰδίων οἴκων ἐκβέβληται. ἡ δὲ εὐγνωμονοῦσα πρὸς τὰς συνθήκας, καὶ ἐν περιουσίᾳ βίου ὑπάρχουσα, αὐτὴ μὲν χήρα ἔμεινεν, τὸ δὲ θυγάτριον αὑτῆς ἀνδρί τινι εὐγνωμονοῦντι πρὸς τὴν ἀληθῆ πίστιν καὶ πένητι ὄντι συνηρμόσατο· ἡ δὲ καὶ τῆς θυγατρὸς προφάσει γάμου στερηθεῖσα, δύο παῖδας ὠνησαμένη καὶ παιδεύσασα, εἰς υἱῶν ἔσχεν τόπον. ἅτινα τῷ μάγῳ Σίμωνι ἐκ παίδων συμπαιδευθέντα, πάντα τὰ κατ᾽ αὐτὸν ἐκμεμαθήκασιν. τοσαύτη γὰρ αὐτῶν ἦν φιλία, ὡς καὶ συσπεῦσαι αὐτῷ ἐν πᾶσιν οἷς βούλοιτο αὐτοῖς ἑνοῦν.

Οὗτοι τῷ ἐνταῦθα ἐπιδημήσαντι Ζακχαίῳ συντυχόντες, καὶ τοῦ τῆς ἀληθείας δι᾽ αὐτοῦ μεταλαβόντες λόγου, ἐπὶ τοῖς πρώτοις νεωτερισμοῖς μεταμεληθέντες, ταχέως τοῦ Σίμωνος καταγνόντες, πάντα αὐτῷ συνειδότες, ἅμα τῷ ἐπιδημῆσαί με ἐνταῦθα, μετὰ τῆς ἀναθρεψαμένης αὐτοὺς προσελθόντες μοι, ὑπ᾽ αὐτοῦ συσταθέντες μοι, καὶ ἔκτοτε πάντοτε σύνεισίν μοι, τῶν τῆς ἀληθείας ἀπολαύοντες μαθημάτων. ταῦτα εἰπὼν ὁ Πέτρος, μεταπεμψάμενος, ἐκέλευσεν αὐτοῖς πάντα μοι κατὰ τὸν Σίμωνα ἀκριβῶς ἐκτίθεσθαι. οἱ δὲ τὸν Θεὸν μαρτυράμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο.

Ὡς πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως. ἄκουσον, ὦ φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει, καὶ πῶς καὶ διὰ τί. Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ γένος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ· ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεί, καὶ αἰτίαν φθορᾶς, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε Θεόν, τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὔτε νεκροὺς ἐγηγέρθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ. οὐ γὰρ ἂν ὑπὸ Θεοῦ κριθήσεσθαι πεπεισμένος, μέχρι αὐτοῦ τοῦ Θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες, ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπ᾽ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγομένην ἔσεσθαι, ὡς πιστῶς πιστεύοντες ἀπόλλυνται.

Τὸ δὲ παρεισελθεῖν αὐτὸν τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος· καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἆρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην.

Ἀποδημοῦντος γὰρ αὐτοῦ εἰς Αἴγυπτον ἐπὶ τὴν τῆς μαγείας ἐπάσκησιν, τοῦ Ἰωάννου ἀναιρεθέντος, Δωσίθεός τε τῆς ἀρχῆς ὀρεγόμενος, θάνατον αὐτοῦ ψευδῆ καταγγείλας, διαδέχεται τὴν αἵρεσιν. ὁ δὲ Σίμων μετ᾽ οὐ πολὺ ἐπελθὼν καὶ τοῦ τόπου ὡς ἰδίου μεγάλως ἀντεχόμενος, τῷ Δωσιθέῳ συντυχὼν τὸν μὲν τόπον οὐκ ἀπῄτει, εἰδὼς ὅτι ὁ φθάσας τῆς ἀρχῆς παρὰ προαίρεσιν οὐ καθαιρεῖται. διὸ μετὰ προσποιητοῦ φιλίας ἐπ᾽ ὀλίγον μὲν εἰς τὸν δεύτερον τοῦ Δωσιθέου τόπον δίδωσιν ἑαυτόν. ταγεὶς δὲ μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς τριάκοντα συμμαθηταῖς, ὑποδιαβάλλειν ἤρξατο τὸν Δωσίθεον, ὡς μὴ παραδιδόντα γνησίως τὰ μαθήματα. καὶ τοῦτο ποιεῖν ἔλεγεν αὐτὸν οὐχ ὡς φθονοῦντα, ἀλλ᾽ ἀγνοοῦντα. καί ποτε ὁ Δωσίθεος, ὑπαισθόμενος τὴν τοῦ Σίμωνος ἔντεχνον διαβολὴν, λύουσαν αὐτοῦ τὴν πρὸς τοὺς πολλοὺς ὑπόνοιαν, τοῦ μὴ αὐτὸν εἶναι νομίζειν τὸν ἑστῶτα, θυμῷ ἐπὶ τὴν συνήθη παραγενόμενος διατριβὴν ῥάβδῳ παίει εὑρὼν τὸν Σίμωνα, ἡ δὲ ὥσπερ καπνοῦ τοῦ Σίμωνος διελθεῖν ἔδοξε σῶμα. ἐπὶ τούτῳ καταπλαγεὶς ὁ Δωσίθεος λέγει αὐτῷ, εἰ σὺ εἶ ὁ ἑστώς, καὶ προσκυνῶ σε. τοῦ Σίμωνος εἰπόντος, ἐγὼ εἰμί, ὁ Δωσίθεος ἑαυτὸν γνοὺς οὐκ ὄντα τὸν ἑστῶτα, πεσὼν προσεκύνησεν, καὶ τοῖς εἰκοσιεννέα ἐξάρχοις συγκαταβαλὼν ἑαυτὸν εἰς τὸν ἑαυτοῦ τῆς ὑπονοίας τόπον ἔστησε τὸν Σίμωνα, καὶ οὕτως μετ᾽ οὐ πολλὰς ἡμέρας ὁ Δωσίθεος, ἐκείνου στάντος, αὐτὸς πεσὼν ἐτελεύτησεν.

Ὁ δὲ Σίμων τὴν Ἑλένην παραλαβὼν περιέρχεται, καὶ μέχρι τοῦ δεῦρο, ὡς ὁρᾷς, ἀναστατεῖ τοὺς ὄχλους. αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνοχέναι λέγει τῷ κόσμῳ, κυρίαν οὖσαν, ὡς παμμήτορα οὐσίαν καὶ σοφίαν, ἧς ἕνεκεν, φησίν, Ἑλληνές τε καὶ βάρβαροι ἐμαχέσαντο, εἰκόνα φαντασθέντες ἀληθείας, ἡ γὰρ ὄντως οὖσα τότε παρὰ τῷ πρωτίστῳ ὑπῆρχεν Θεῷ. πλὴν τοιαῦτά τινα ἑλληνικοῖς μύθοις συμπεπλασμένα πιθανῶς ἀλληγορῶν ἀπατᾷ πολλούς, ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ᾔδειμεν ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. ἀλλ᾽ ἐπειδὴ συνεργοὶ αὐτοῦ ἦμεν τὸ καταρχὰς, ὅτε τὰ τοιαῦτα ποιῶν τὸ τῆς θεοσεβείας οὐκ ἠδίκει μέρος, νῦν ὅτε πολυμανὴς τοὺς ἐν θεοσεβείᾳ ἀπατῶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν αὐτοῦ.

Καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφηνεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν δὲ παῖδα διαγράψας ἐπ᾽ εἰκόνος, ἐνδοτέρῳ οἴκῳ ὅπου αὐτὸς ὑπνοῖ ἀνατεθειμένην ἔχει, φάσκων, ποτὲ τοῦτον ἐξ ἀέρος πλάσας θείαις τροπαῖς καὶ τὸ εἶδος ἀναγράψας ἀποδεδωκέναι λέγει πάλιν τῷ ἀέρι. τὴν δὲ πρᾶξιν ἐρμηνεύει οὕτως πεποιηκέναι. πρῶτον τοῦ ἀνθρώπου πνεῦμα λέγει τραπὲν εἰς θερμοῦ φύσιν τὸν περικείμενον αὐτῷ σικύας δίκην ἐπισπασάμενον συμπιεῖν ἀέρα, εἶτα ἔνδοθεν τῆς τοῦ πνεύματος εἰδέας γενόμενον αὐτὸν τρέψαι εἰς ὕδωρ. ὑπὸ δὲ συνεχείας τοῦ πνεύματος χυθῆναι μὴ δυνάμενον, εἰς αἵματος φύσιν μετατρέπειν ἔφασκεν τὸν ἐν αὐτῷ ἀέρα, τὸ δὲ αἶμα πῆξαν τὰς σάρκας ποιῆσαι· εἶθ’ οὕτως τῆς σαρκὸς παγείσης ἄνθρωπον οὐκ ἀπὸ γῆς, ἀλλ᾽ ἐξ ἀέρος ἀναδεῖξαι. καὶ οὕτως ἑαυτὸν πείσας καινὸν ἄνθρωπον δύνασθαι ποιῆσαι, τὰς τροπὰς ἀναλύων πάλιν ἀποδεδωκέναι ἔλεγεν τῷ ἀέρι. καὶ ταῦτα μὲν ἄλλοις λέγων ἐπιστεύετο, ὑφ᾽ ἡμῶν δὲ τῶν ἐπὶ τελετῇ συμπαρόντων εὐσεβῶς ἠπιστεῖτο. διὸ ἀσεβείας καταγνόντες ἀπέστημεν ἀπ᾽ αὐτοῦ.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη· Ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμης, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ Θεὸς ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβές, ἀλλ᾽ ὅτι αὐτοῦ πράσσοντος ἱστορήκαμεν· καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, καὶ ἐτερπόμεθα, ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θεότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκ ἔτι αὐτοῦ ἠνεσχόμεθα καίτοι πολλὰ ἐπαγγελλομένου ἡμῖν, πρῶτον μὲν ναῶν ἀνδριάντας ἡμῶν καταξιωθῆναι καὶ θεοὺς νομισθῆναι καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι.

Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ, καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν, λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι στέργοντές τε τὰ συμφέροντα συμβουλεύομεν· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι: φοβήθητι τὸν ὄντως Θεόν, γνῶθι ὅτι ἄνθρωπος εἶ καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἄν μέγα πλουτῇς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σου μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα, αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν Θεὸν συμβουλεύομεν, ὑφ᾽ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἕπραξεν ἐνταῦθα.

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων, τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾶς; ἔφη, γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν τοῦ ἀνθρώπου ψυχήν. κᾀγὼ ἔφην, οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἀπατᾶν ἡμᾶς ἐπιχειρεῖς, ἀλλ᾽ ἐκπεπλήγμεθα τίνι λόγῳ καὶ ἑαυτὸν ἀπατᾷς· λέγε μοι ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ᾽ οὖν γε σὺ καὶ ἡμεῖς, σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας, ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγήν ἀκούσαντες καὶ τὸ κελευσθὲν ἐναργῶς ἱστορήσαντες. Σίμων ἔφη, ἐγὼ μὲν οἶδα τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε περὶ τίνων διαλέγεσθε. καὶ ὁ Νικήτης ἔφη, ἐπεὶ οἶδας, λέγε, εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μή, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἐν ἡμῖν ὑποψίαν τοῦ νομίζειν σού τι τῶν ἀποῤῥήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας, ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ὁ Νικήτης ἔφη, πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχή, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ᾽ ἡμῶν ποτε, διὰ τί ἐνίοτε καὶ παύονται αἱ παρεδρίαι, ἔφης ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὅν ἤμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾅδην πορεύεται προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαί, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

Ταῦτα του Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη· κόλασιν γὰρ παρακέσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰοῦν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὡς ἄν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας φῇς, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ᾽ οἶς ἔδρασας, ἐπεὶ μήπω κρίσις ἐστίν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα σιωπῶμεν.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τίνα ἄρα ἐστὶν ἅ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν , καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται· καὶ ἐκ λίθων ἄρτους ποιεῖ· ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν εἰδεῶν παρίστησιν· τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ πολλοὶ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

Τούτων οὕτως ῥηθέντων ὁ καλὸς Πέτρος καὶ αὐτὸς τοῦ λέγειν ἤρξατο· συνορᾶν ὑμᾶς δεῖ, ἀδελφοί, τοῦ τῆς συζυγίας κανόνος τὴν ἀλήθειαν , οὑ μὴ ἀφιστάμενός τις οὐκ ἔχει πλανηθῆναι. ἐπεὶ γάρ, ὡς ἔφαμεν, δυϊκῶς καὶ ἐναντίως πάντα ἔχοντα ὁρῶμεν, καὶ ὡς πρώτη νύξ, εἶτα ἡμέρα, καὶ πρῶτον ἄγνοια, εἶτα γνῶσις, πρῶτον νόσος, εἶτα ἴασις, οὕτως πρῶτα τὰ τῆς πλάνης τῷ βίῳ ἔρχεται, εἶθ’ οὕτως τὸ ἀληθὲς ἐπέρχεται, ὡς τῇ νόσῳ ὁ ἰατρός. αὐτίκα γοῦν τοῦ θεοφιλοῦς ἡμῶν ἔθνους ἀπὸ τῆς τῶν Αἰγυπτίων κακουχίας μέλλοντος λυτροῦσθαι, πρῶτον διὰ τῆς ὀφιωθείσης ῥάβδου, ἥτις τῷ Ἀαρὼν ἐδόθη, αἱ νόσοι ἐγίνοντο, καὶ εἶθ᾽ οὕτως εὐχαῖς Μωυσέως αἱ ἰάσεις ἐπεφέροντο. καὶ νῦν δὲ τῶν ἐθνῶν μελλόντων ἀπὸ τῆς μετὰ τὰ εἴδωλα λυτροῦσθαι θρησκείας, ἡ κακία πάλιν, ὡς αὐτὴ βασιλεύουσα, προλαβοῦσα πρῶτον τὸν ἑαυτῆς ὥσπερ ὄφιν ἔπεμψε σύμμαχον, ὅν ὁρᾶτου Σίμωνα, ποιοῦντα θαυμάσια πρὸς κατάπληξιν καὶ ἀπάτην, οὐ σημεῖα ἰατικὰ πρὸς ἐπιστροφὴν καὶ σωτηρίαν. διὸ καὶ ὑμᾶς ἀπὸ τῶν γινομένων τεράτων τοὺς ποιοῦντας νοεῖν δεῖ, τίς τίνος ἐστὶν ἐργάτης. ἐὰν ἀνωφελῆ ποιῇ τέρατα, κακίας ἐστὶν ὑπουργός· ἐὰν δὲ ἐπωφελῆ πράττῃ, τοῦ ἀγαθοῦ ἐστιν ἡγεμών.

Τὰ μὲν οὖν ἀνωφελῆ ἐστιν σημεῖα, ὅσα αὐτοὶ Σίμωνα εἰρήκατε πεποιηκέναι. λέγω δὲ τὸ ἀνδριάντας αὐτὸν ποιεῖν περιπατεῖν, καὶ τὸ ἐπ᾽ ἀνθράκων αὐτὸν πεπυρωμένων κυλίεσθαι, καὶ δράκοντα γίνεσθαι, εἰς αἶγα μεταμορφωθῆναι, εἰς ἀέρα πτῆναι, καὶ ὅσα τοιαῦτά τινα, εἰς ἴασιν ἀνθρώπων μὴ γινόμενα, πρὸς ἀπατᾶν φύσιν ἔχει πολλούς. τὰ δὲ τῆς οἰκτίρμονος ἀληθείας σημεῖά ἐστιν φιλάνθρωπα, ἅ τινα ἠκούσατε τὸν κύριον πεποιηκότα, κᾀμὲ μετ᾽ ἐκεῖνον εὐχαῖς κατορθοῦντα· ὧν οἱ πλεῖστοι παρεστήκατε, οἱ μὲν νόσων παντοίων ἀπαλλαγέντες, οἱ δὲ δαιμόνων, οἱ δὲ ὀρθωθέντες χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀπολαβόντες, οἱ δὲ τὰς ἀκοὰς καὶ ἄλλα ὅσα ἄνθρωπος ποιεῖν δύναται, φιλανθρώπου πνεύματος γενόμενος.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὑπὸ τὸν ὄρθρον ἐπεισιὼν ἡμῖν Ζακχαῖος προσαγορεύσας ἔφη Πέτρῳ· ἀνατίθεται Σίμων τὴν ζήτησιν εἰς τὴν αὔριον ἡμέραν ἡ γὰρ σήμερον τὸ δι᾽ ἕνδεκα ἡμερῶν αὐτοῦ τυγχάνει σάββατον. καὶ πρὸς τοῦτον ὁ Πέτρος ἀπεκρίνατο· λέγε Σίμωνι· ἐπεὶ τελείως θέλεις, μετὰ τοῦ γινώσκειν, ὅτι σοι ἡμεῖς, ὅτε βούλει, θεοφιλεῖ προνοίᾳ ἀπαντᾶν ἑτοίμως ἔχομεν. καὶ ὁ μὲν Ζακχαῖος ταῦτα ἀκούσας ἀντιβάλλειν ἐξῄει τὴν ἀπόκρισιν.

Ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ᾽ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν, ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς, ἔφη· ἀγαθῇ Θεοῦ προνοίᾳ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσι πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει· ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προςπίπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω· ἴσως γὰρ ἐκ τῆς τοῦ Θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν.

Τῶν ἡμετέρων τινὲς ἑταῖροι τῷ Σίμωνι προσποιητῶς σύνεισιν, ὡς πεισθέντες τῇ ἀθεωτάτῃ αὐτοῦ πλάνῃ, ὅπως μανθάνοντες αὐτοῦ τὰς βουλὰς ἐκφαίνωσιν ἡμῖν, πρὸς τὸ δύνασθαι δεινῷ ἀνδρὶ οἰκείως συναρμόσασθαι. καὶ νῦν παρ᾽ αὐτῶν ἔμαθον, ἧς μέλλει ζητήσεως ποιεῖσθαι τοὺς λόγους· καὶ γνοὺς ἐπὶ τούτῳ τῷ μὲν Θεῷ ἠυχαρίστησα, σὲ δὲ ἐμακάρισα ἐπὶ τῇ τῆς ζητήσεως ὑπερθέσει· τῶν γὰρ μελλόντων λόγων ὑπ᾽ αὐτοῦ πρὸς διάκρισιν τῶν ἀγνοούντων λέγεσθαι σὺ πρὸ τῆς ζητήσεως ἐφοδιασθεὶς ὑπ᾽ ἐμοῦ ἄπτωτος ἀκροατὴς γενέσθαι δυνήσῃ.

Πολλὰ γὰρ ψευδῆ κατὰ τοῦ Θεοῦ προσέλαβον αἱ γραφαὶ λόγῳ τούτῳ. τοῦ προφήτου Μωυσέως γνώμῃ τοῦ Θεοῦ ἐκλεκτοῖς τισιν ἑβδομήκοντα τὸν νόμον σὺν ταῖς ἐπιλύσεσιν παραδεδωκότος, πρὸς τὸ καὶ αὐτοὺς ἐφοδιάζειν τοῦ λαοῦ τοὺς βουλομένους, μετ᾽ οὐ πολὺ γραφεὶς ὁ νόμος προσέλαβέν τινα καὶ ψευδῆ κατὰ τοῦ νόμου Θεοῦ τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς δημιουργήσαντος, τοῦτο τοῦ πονηροῦ δικαίῳ τινὶ λόγῳ ἐνεργῆσαι τετολμηκότος. καὶ τοῦτο γέγονεν λόγῳ καὶ κρίσει, ὅπως ἐλεγχθῶσι, τίνες τολμῶσιν τὰ κατὰ τοῦ Θεοῦ γραφέντα φιληκόως ἔχειν, τίνες τε στοργῇ τῇ πρὸς αὐτὸν τὰ κατ᾽ αὐτοῦ λεγόμενα μὴ μόνον ἀπιστεῖν , ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἀκούειν ἀνέχεσθαι, κἄν ἀληθῆ τυγχάνῃ, πολλῷ κρίναντες ἀσφαλέστερον περὶ εὐφήμου πίστεως κινδυνεύειν, ἢ ἐπὶ βλασφήμοις λόγοις δυσσυνειδήτως βιοῦν.

οὖν Σίμων τὰς κατὰ τοῦ Θεοῦ ἐν ταῖς γραφαῖς πειρασμοῦ χάριν προσκειμένας περικοπὰς αὐτάς, ὡς μανθάνω, βούλεται ἐλθὼν εἰς μέσον λέγειν, ὅπως τῆς πρὸς τὸν Θεὸν στοργῆς ὅσους δύναται ταλαιπώρους ἀποστῆσαι δυνηθῇ. δημοσίᾳ γὰρ αὐτὰς λέγειν προσκεῖσθαι ταῖς βίβλοις οὐ βουλόμεθα, ἐπεὶ πτύραντες ἀμαθεῖς ὄχλους αὐτοῦ τοῦ πονηροῦ Σίμωνος τὸ θέλημα ποιοῦμεν. μήπως γὰρ τὸ διακριτικὸν ἔχοντες φεύξονται ἡμᾶς ὡς ἀσεβοῦντας· ἢ ὡς οὐ μόνον τῶν βλασφήμων περικοπῶν ψευδῶν οὐσῶν, ἀλλ᾽ ἀποστήσονται λόγου. διὸ ἀνάγκην ἔχομεν συγκατατιθέμενοι ταῖς ψευδέσι περικοπαῖς, περὶ αὐτῶν ἀντιπυνθανόμενοι, εἰς ἀπορίαν αὐτὸν μὲν φέρειν, τοῖς δὲ εὐγνωμονοῦσιν τῶν κατὰ τοῦ Θεοῦ ῥηθεισῶν περικοπῶν, μετὰ πείραν πίστεως, ἰδίᾳ παρέχειν τὴν ἐπίλυσιν, ἥτις μίαν καὶ σύντομον ἔχει τὴν ὁδόν. ἔστιν δὲ ἥδε.

Πᾶν λεχθὲν ἢ γραφὲν κατὰ τοῦ Θεοῦ ψεῦδός ἐστιν. ὅτι δὲ ἀληθῶς τοῦτο οὐ μόνον εὐφημίας ἕνεκεν λέγομεν, ἀλλὰ καὶ ἄληθείας, μετὰ βραχὺ προϊόντος τοῦ λόγου πληροφορήσω. ὅθεν σύ, φίλτατέ μοι Κλήμης, ἐπὶ τῷ τὸν Σίμωνα πρὸς τὴν ζήτησιν μίαν τήν ἐνεστῶσαν ὑπερθέσθαι ἡμέραν οὐκ ὀφείλεις λυπεῖσθαι. σήμερον γὰρ πρὸ τῆς ζητήσεως προεφοδιαζόμενος περὶ τῶν ἐν ταῖς γραφαῖς προσκειμένων περικοπῶν, ἐπὶ τῆς ζητήσεως περὶ τοῦ μόνου καὶ ἀγαθοῦ, τοῦ καὶ τὸν κόσμον πεποιηκότος, διακριθῆναι οὐκ ὀφείλεις· ἀλλὰ καὶ θαυμάσεις ἐπὶ τῆς ζητήσεως, πῶς οἱ ἀσεβεῖς τὰ πλήθη τῶν ὑπὲρ Θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλείποντες, τὰ κατ᾽ αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν· καὶ οὕτως οἱ ἀκροαταὶ ἀγνοίας αἰτίᾳ, τὰ κατὰ τοῦ Θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀποβλητοὶ γίνονται. διὸ σὺ προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς Θεὸν μὴ ἁμαρτάνειν, ἀπαραβλήτως χαρήσῃ.

Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς χαίρω καὶ χάριν ὁμολογῶ τῷ κατὰ πάντα εὐεργέτῃ Θεῷ· πλὴν αὐτὸς οἶδεν ὅτι ἄλλο τι φρονεῖν οὐ δυνήσομαι, ἢ τὰ πάντα ὑπὲρ Θεοῦ φρονεῖν. ὅθεν μή μου ὑπολάβῃς ὡς ἀμφιβάλλοντα τοῖς ὑπὸ Θεοῦ ῥήμασιν ἤ καὶ ῥηθησομένοις πυνθάνεσθαι, ἀλλ᾽ ἵνα μαθὼν καὶ αὐτὸς ἄλλον εὐγνωμόνως μαθεῖν θέλοντα διδάξαι δυνηθῶ. διὸ λέγε μοι, τίνα ἐστὶν τὰ προκείμενα ψευδῆ ταῖς γραφαῖς καὶ πῶς, ὅτι ὄντως ψευδῆ τυγχάνει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· καὶ εἰ μή μου ἐπύθου, ἐγὼ τῇ τάξει ἐξιὼν τῶν λόγων παρεῖχον τὴν ἀπόδειξιν, ἥν ὑπεσχόμην. πλὴν ἄκουσον, πῶς αὐτοῦ πολλὰ καταψεύδονται αἱ γραφαί, ὡς εἴσῃ ἐντυγχάνων αὐταῖς.

Παραδείγματος δὲ ἕνεκεν τὰ ῥηθησόμενα αὐτάρκως ἕξει. οὐκ οἶμαι δέ, ὦ φίλε Κλήμης, εἰ δυνήσεταί τις, κἄν βραχεῖάν τινα πρὸς Θεὸν στοργὴν καὶ εὐγνωμοσύνην ἀποσώζων, παραδέξασθαι ἤ κιἄν ἀκοῦσαι τὰ κατ᾽ αὐτοῦ λεγόμενα. πῶς δὲ ἔστιν αὐτόν τινα μοναρχικὴν ψυχὴν ἔχειν καὶ ὅσιον γενέσθαι, προειληφότα ὅτι πολλοί εἰσιν θεοὶ καὶ οὐχ εἷς; εἰ δὲ καὶ εἷς, ἐν πολλοῖς ἀτοπήμασιν εὑρίσκων αὐτόν, τίς ὅσιος σπουδάσει γενέσθαι, τὴν τῶν ὅλων ἀρχὴν διὰ τὰ ἴδια τῆς φύσεως ἀτοπήματα ἐλπίσας μὴ ἐπέρχεσθαι τὰ ἄλλων ἀδικήματος.

Διὸ ἀπείη πιστεύειν, ὅτι ὁ τῶν ὅλων δεσπότης, ὅς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς , ἑτέροις συνάρχει, ἢ ὅτι ψεύδεται· εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει; ἢ ὅτι πειράζει ὡς ἀγνοῶν, καὶ τίς προγινώσκει; εἰ δὲ ἐνθυμεῖται καὶ μεταμελεῖται, καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ ζηλοῖ, καὶ τίς ἀσύγκριτος; εἰ δὲ σκληρύνει καρδίας, καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ ἐμπαίζει, καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ κακὰ κτίζει, καὶ τίς ἀγαθὰ πράξει; εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;

Εἰ δὲ τὸ πῖον ὄρος ἐπιθυμεῖ, καὶ τίνος τὰ πάντα; εἰ ψεύδεται, καὶ τίς ἀληθεύει; εἰ ἐν σκηνῇ οἰκεῖ, καὶ τίς ἀχώρητος; εἰ δὲ ὀρέγεται κνίσσης καὶ θυσιῶν καὶ θυμάτων καὶ προχύσεων, καὶ τίς ἀπροσδεὴς καὶ τίς ἅγιος καὶ τίς καθαρὸς καὶ τίς τέλειος; εἰ λύχνοις καὶ λυχνίαις τέρπεται, καὶ τίς τοὺς φωστῆρας ἔταξεν ἐν οὐρανῷ; εἰ ἐν γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ καπνῷ σύνεστιν, καὶ τίς φῶς ὤν φωτίζει τὸν μέγιστον αἰῶνα; εἰ διὰ σαλπίγγων καὶ ὀλολυγμῶν καὶ βολίδων καὶ τοξευμάτων προσέρχεται, καὶ τίς ἡ τῶν ὅλων προσδόκιμος γαλήνη; εἰ πολέμους αὐτὸς ἀγαπᾷ, καὶ τίς εἰρήνην θέλει; εἰ τὰ κακὰ αὐτὸς κτίζει, καὶ τίς ἀγαθὰ δημιουργεῖ; εἰ ἄστοργος αὐτός, καὶ τίς φιλάνθρωπος; εἰ αὐτὸς πιστὸς οὐκ ἔστιν περὶ ὧν ὑπισχνεῖται, καὶ τίς πιστευθήσεται; εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται δίκαιος κριτής; εἰ αὐτὸς μεταμελεῖται, καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται;

Διό, ὦ τέκνον Κλήμης, ἔπεχε, μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ Θεοῦ, ἢ ὅτι αὐτὸς μόνος ἐστὶν Θεὸς καὶ κύριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τροφεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς γῇ βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας, ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει πνεύματι βουλῆς ἀσφαλὴς ἀσφαλισάμενος.

Οὗτος ἡμῶν δικαστής, εἰς ὅν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἅ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής.

Ταῦτα ἐγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς τοῦτο θεοσέβεια, τοῦτο ἀληθῶς εὐσέβεια. πάλιν τε ἔφην· ἤθελον μαθεῖν οὖν, διὰ τί οὕτως ἐγράφησαν αἱ βίβλοι. μέμνημαι γὰρ ὡς ἔφης, ὅτι εἰς ἔλεγχον τᾶν μελλόντων τολμᾶν πιστεύειν τι λεγόμενον κατὰ τοῦ Θεοῦ. πλὴν ἐπεὶ χαρίζῃ ἡμῖν, πυνθάνεσθαι τολμῶμεν, σοῦ κελεύσαντος, εἴ τις βουληθείη, φίλτατε Πέτρε, λέγειν ἡμῖν· ἀληθῆ ἐστιν τὰ γεγραμμένα, κἄν σοι ψευδῆ δοκῇ τὰ κατὰ τοῦ Θεοῦ ῥηθέντα· πῶς ἀποκριθῶμεν αὐτῷ;

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εὗ εἶπας πυθόμενος, εἰς γὰρ σὴν ἀσφάλειαν ἔσται· πλὴν ἄκουσον. ἐπειδὴ πολλά ἐστιν τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα κατὰ τοῦ Θεοῦ, πρὸς τὸ ἐπεῖγον τῆς ὥρας διὰ τὴν ἑσπέραν, ἕνα ὅν βούλῃ λόγον πύθου καὶ ἐπιλύσομαι, δείξας αὐτὸν ψευδῆ· οὐχ ὅτι μόνον κατὰ τοῦ Θεοῦ εἴρηται, ἀλλ᾽ ὅτι ὄντως ψευδής ἐστιν. κᾀγὼ ἀπεκρινάμην· μαθεῖν θέλω πῶς τῶν γραφῶν ἀγνοεῖν λεγουσῶν τὸν Θεὸν σὺ γινώσκοντα αὐτὸν ἀποδεῖξαι δύνασαι.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εὐκόπως ἐλεγχθῆναι δυνάμενον προέτεινας ἡμῖν· πλὴν ἄκουσον, πῶς οὐδὲν ἀγνοεῖ Θεὸς, ἀλλὰ καὶ προγινώσκει. ὅ δὲ πυνθάνομαί σου, πρῶτον ἀπόκριναί μοι ὁ τὰς βίβλους γράψας καὶ εἰπὼν πῶς ὁ κόσμος ἐκτίσθη καὶ ὅτι οὐ προγινώσκει ὁ Θεός, ἄνθρωπος ἦν, ἢ οὔ; κᾀγὼ ἔφην· ἄνθρωπος. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀνθρώπῳ οὖν ὄντι, πόθεν δυνατὸν ἦν εἰδέναι ἀψευδῶς, πῶς ὁ κόσμος ἐκτίσθη, καὶ ὅτι ὁ Θεὸς οὐ προγινώσκει;

Κᾀγὼ αἰσθόμενος ἤδη τὴν ἐπίλυσιν ὑπομειδιῶν ἔφην· ὅτι προφήτης ἦν. καὶ ὁ Πέτρος ἔφη· εἰ οὖν ὁ προφήτης, ἄνθρωπος ὤν, οὐδὲν ἠγνόει, διὰ τὸ ἀπὸ Θεοῦ εἰληφέναι τὴν πρόγνωσιν, πῶς οὖν αὐτὸς ὁ δεδωκὼς ἀνθρώπῳ τὸ προγινώσκειν, Θεὸς ὥν, ἠγνόει; κᾀγὼ ἔφην· ὀρθῶς ἔφης. καὶ ὁ Πέτρος· ἔτι οὖν, ἔφη, εἰς αὐτὸ συνδιαπόρησόν μοι. ὡμολογημένου ἡμῖν ὅτι ὁ Θεὸς πάντα προγινώσκει, ἀνάγκη πᾶσα, τὰς λέγουσας αὐτὸν γραφὰς ἀγνοεῖν ψεύδεσθαι, τὰς δὲ γινώσκειν αὐτὸν λεγούσας ἀληθεύειν. κᾀγὼ ἔφην· ἀνάγκη οὕτως ἔχειν.

Καὶ ὁ Πέτρος ἔφη· εἰ οὖν τῶν γραφῶν ἅ μέν ἐστιν ἀληθῆ, ἅ δὲ ψευδῆ, εὐλόγως ὁ διδάσκαλος ἡμῶν ἔλεγεν· γίνεσθε τραπεζῖται δόκιμοι· ὡς τῶν ἐν ταῖς γραφαῖς τινῶν μὲν δοκίμων ὄντων λόγων, τινῶν δὲ κιβδήλων. καὶ τοῖς ἀπὸ τῶν ψευδῶν γραφῶν πλανωμένοις οἰκείως τῆς πλάνης ἐξέφηνε τὴν αἰτίαν λέγων· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν· οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. κᾀγὼ ἔφην· πάνυ καλῶς.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· οὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ Θεοῦ πιστεύω, οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμβάνων ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ Θεοῦ χειρῶν κυοφορηθείς· οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς· οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς· οὔτε Ἰακὼβ τετράσιν ἐκοινώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὅς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν· οὐ Μωυσῆς φονεὺς ἦν, καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ Θεοῦ νόμον προφητεύσας, καὶ δι᾽ ὀρθὴν φρόνησιν πιστὸς οἰκονόμος μαρτυρηθείς.

Πλὴν καὶ τούτων σοι τὴν ἐπίλυσιν μετὰ τῶν ὁμοίων ἐπὶ καιροῦ παρέξω. τοῦ δὲ λοιποῦ, ὡς ὁρᾷς, ἐπειδὴ ἑσπέρα κατείληφεν, τὰ σήμερον ῥηθέντα αὐταρκῶς ἐχέτω. ἀλλ᾽ ὅτε δὲ βούλει, περὶ ὧν θέλεις, θαῤῥῶν ἡμῖν πυνθάνου, καὶ ἡμεῖς χαίροντες ἀόκνως ἐπιλύσομεν. καὶ ταῦτα εἰπὼν ἐγήγερται. καὶ οὕτως τροφῆς μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν. κατειλήφει γὰρ ἡ νύξ.

Δύο μὲν οὖν θιελθουσῶν ἡμερῶν, ἐπιφωσκούσης δὲ τρίτης, πρὸς τὸ διαλεχθῆναι τῷ Σίμωνι ἐξυπνισθεὶς ἐγὼ Κλήμης καὶ οἱ συνόντες ἕτεροι ὑπὸ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνάς, εὕρομεν τὸν μὲν λύχνον ἔτι φαίνοντα, τὸν δὲ Πέτρον γονυκλινῆ προσευχόμενον. συντελέσας οὖν τὴν δέησιν, ἐπιστραφεὶς καὶ ἰδὼν ἡμᾶς πρὸς τὸ ἀκοῦσαι ἑτοίμως ἔχοντας, ἔφη.

Γινώσκειν ὑμᾶς θέλω, ὅτι οἱ καθ᾽ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον , καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν, μὴ τοῦτον εἶναι Θεὸν ἀνώτατον, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα ἐν αὐτοῖς, ἀλλ᾽ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον, ὡς ἐν ἀποῤῥήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ᾽ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς. καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν Θεόν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν, τὴν ὀρθὴν προσεκλύσει πίστιν.

Ταῦτα ἀκούσας πῶς οὐκ ἂν ἠθύμησα; διὸ καὶ ὑμᾶς τοὺς συνόντας μοι ἀδελφοὺς εἰδέναι ἠθέλησα, ὡς οὐ μετρίως τὴν ψυχὴν ἀλγῶ, ἐνορῶν τὸν μὲν πονηρὸν πρὸς δοκιμὴν ἀνθρώπων ἐγρηγορότα, τοὺς δὲ ἀνθρώπους τῆς ἑαυτῶν σωτηρίας πάνυ ἀμελοῦντας. ἐμηχανήσατο γὰρ τοῖς ἀπὸ ἐθνῶν μέλλουσιν περὶ τῶν ἐπιγείων ξοάνων πείθεσθαι ὅτι ἐκ εἰσὶν θεοί, ἑτέρων πολλῶν θεῶν δόξας εἰσενεγκεῖν, ὅπως ἐὰν παύσωνται τῆς πολυθεομανίας, ἑτέρως ἢ καὶ χεῖρον κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας λέγειν ἀπατηθήσονται· ἵνα μηδέποτε τὰ τῆς μοναρχίας προτιμήσαντες οὐπώποτε ἐλέους τυχεῖν δυνηθῶσιν. ταύτης δὲ τῆς τόλμης ἕνεκα ὁ Σίμων ταῖς ψευδέσιν τῶν γραφῶν περικοπᾳῖς ὡπλισμένος πολεμεῖν ἡμῖν προσέρχεται. καὶ τὸ δεινότερον, ὅτι ἀφ᾽ ὧν οὐ πεπίστευκε προφητῶν τοιαῦτα δογματίζειν κατὰ τοῦ ὄντως Θεοῦ οὐ πεφόβηται.

Καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν Θεὸν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχεσιν, καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται· οὐ μόνον αὐτός, ἀλλ᾽ εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ Θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμημένον ὑφηγήσεται μῦθον, πιστευθήσεται, τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι᾽ εὐγνωμοσύνην οὐ θελήσεσι κατὰ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον· οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω, ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἔχοντα τυγχάνει.

Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· πῶς λέγεις, κύριε, καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἀνθρώπων ἔχειν; ὁ δὲ ἀπεκρίνατο· τὰ ψευδῆ τῶν γραφῶν αἰτήματι κακίας δικαίῳ τινὶ λόγῳ γραφῆναι συνεχωρήθη. εὐλόγως δὲ λέγω οὕτως. ἐν ταῖς θεολογίαις ὁ πονηρὸς τοῦ ἀγαθοῦ τὸν Θεὸν ἐκ ἔλαττον ἀγαπῶν ἑνὶ μόνῳ ἀπολείπεται τοῦ ἀγαθοῦ, ὅτι καὶ τῶν ἀγνοίας αἰτίᾳ ἀσεβούντων οὐ συγγινώσκων, στοργῇ τῇ πρὸς τὸ ἀσεβούμενον, τῶν ἀσεβούντων ἐπιθυμεῖ τὸν ὄλεθρον, ὁ δὲ τὴν ἴασιν αὐτοῖς προσφέρειν. ὁ γὰρ ἀγαθὸς ἰᾶσθαι πάντας θέλει ταῖς μεταμελείαις, σώζει δὲ μόνους τοὺς ἐγνωκότας τὸν Θεόν. τοὺς δὲ ἀγνοοῦντας οὐκ ἰᾶται, οὐχ ὅτι οὐ θέλει, ἀλλ᾽ ὅτι οὐκ ἔξεστιν τὰ ἡτοιμασμένα τοῖς υἱοῖς τῆς βασιλείας ἀγαθὰ τοῖς διὰ τὸ ἀδιάκριτον ἀλόγοις ζώοις παρεικασθεῖσι παρασχεῖν.

Τοῦ ἑνὸς καὶ μόνου Θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς ἤδη ποτὲ ἐντὸς ὅρῳ θεοσεβείας ὄντος, καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ᾽ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν κολασθεῖσαν σώζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσηται, ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσῃ, ἕπειτα μετανοήσῃ, κολασθήσεται μὲν ἐφ᾽ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ ἡ τῆς εὐσεβείας ὑπερβολὴ καὶ τῆς ἱκεσίας ἢ καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ᾽ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκ ἔτι δύνανται οἱ εἰς τὸν ἀεὶ μόνον ἀσεβήσαντες Θεόν.

Ἡ δὲ εἰς αὐτὸν ἀσέβειά ἐστιν τὸ ἐν τῷ τῆς θεοσεβείας λόγῳ ὄντα τελευτᾶν λέγοντα ἄλλον εἶναι Θεόν, ἢ ὡς κρείττονα, ἢ ὡς ἥττονα, ἢ ὁπώσποτε λέγοντα παρὰ τὸν ὄντως ὄντα. ὁ γὰρ ὄντως ὢν οὗτός ἐστιν, οὗ τὴν μορφὴν τὸ ἀνθρώπου βαστάζει σῶμα, οὗ εἵνεκεν ὁ οὐρανὸς καὶ πάντες οἱ ἀστέρες ὑπέμειναν δουλεύειν, κατ᾽ οὐσίαν κρείττονες ὄντες, τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. τοσοῦτον ὁ θεὸς ὑπὲρ πάντας εὐεργέτηκεν τὸν ἄνθρωπον, ἵνα εἰς τὸ πλῆθος τῶν εὐεργεσιῶν τὸν εὐεργέτην ἀγαπήσας ὑπ᾽ αὐτῆς ἀγάπης καὶ εἰς δεύτερον αἰῶνα διασωθῆναι δυνυθῇ.

Αὐτάρκης οὖν εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπων στοργή. ὁ εἰδὼς ὁ πονηρός, ἡμῶν σπευδόντων τοῖς ἀπὸ ἐθνῶν πιστεύειν μέλλουσιν ἑνὸς καὶ μόνου Θεοῦ ἐν ψυχαῖς σπείρειν τὴν ἀθανατοποιὸν πρὸς αὐτὸν στοργήν, αὐτὸς ὁ πονηρὸς κατὰ τῶν ἀγνοούντων ἱκανὸν ὅπλον ἔχων πρὸς ὄλεθρον σπουδάζει πολλῶν θεῶν ἢ καὶ ἑνὸς ὡς κρείττονος σπεῖραι τὴν ὑπόληψιν, ἵνα συλλαβόντες καὶ συμπεισθέντες ἁ μὴ θέμις, ἀποθανόντες ὡς ἐπὶ μοιχείας ἐγκλήματι, τῆς αὐτοῦ βασιλείας ἀποβληθῶσιν.

Ἄξιος οὖν τῆς ἀποβολῆς πᾶς κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας αὐτὸ μόνον κἂν ἀκοῦσαί τι τοιοῦτον θελήσας, εἰ δὲ ὡς γραφαῖς τεθαῤῥηκὼς κατὰ τοῦ Θεοῦ τολμᾷ τις κἂν ἀκούειν, πρῶτον ἐκεῖνό μοι συνενθυμείτω, ὅτι, ἄν τις εὔλογον ἑαυτῷ δόγμα ὡς βούλεται ἀναπλάσῃ, ἔπειτα αὐταῖς ἐγκύψῃ, δυνατὸς ἔσται πολλὰς ὑπὲρ οὗ ἐπλάσατο δόγματος ἀπ᾽ αὐτῶν μαρτυρίας φέρειν· πῶς οὖν ἐπὶ ταύταις κατὰ τοῦ Θεοῦ θαρρεῖν ἔστιν, ἐν αἷς ἡ πάντων βουλὴ εἰσευρίσκεται;

Αὐτίκα γοῦν Σίμων αὔριον ἡμῖν συνζητεῖν μέλλων δημοσίᾳ κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας τολμᾷ, θέλων πολλὰς ἐξ αὐτῶν τῶν γραφῶν φωνὰς ἐνεγκεῖν, ὅτι πολλοί εἰσιν θεοί, εἷς δέ τις οὐχ ὁ τὸν κόσμον κτίσας, ἀλλὰ τούτου ἀνώτερος καὶ ὁμῶς τὰς ἀποδείξεις ἐγγράφους ἔχει παρασχεῖν. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν πολλὰς περικοπὰς δεῖξαι σαφῶς ἔχομεν, ὅτι εἷς ἐστιν Θεὸς οὗτος ὁ τὸν κόσμον κτίσας, καὶ ἄλλος οὐκ ἔστιν πλὴν αὐτοῦ. ἀλλὰ καὶ εἴ τις ἄλλως πως εἰπεῖν θελήσει, ἔξει καὶ αὐτὸς ἐξ αὐτῶν ὡς βούλεται περὶ ὥν βούλεται τὰς ἀποδείξεις παρασχεῖν. πάντα γὰρ αἱ γραφαὶ λέγουσιν, ἵνα μηδεὶς τῶν ἀγνωμόνως ζητούτων τὸ ἀληθὲς εὕροι, ἀλλ᾽ ὅ βούλεται, τοῦ ἀληθοῦς τοῖς εὐγνώμοσιν τετηρημένου. εὐγνωμοσύνη δέ ἐστιν, τὴν πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργήν.

Ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει, ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἄν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ Θεοῦ κρίσεως πεπληροφορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ᾽ εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν, καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν.

Εἰ δὲ βουληθείη τις λέγειν, τὴν διὰ τῶν τοιούτων προῤῥήσεων τῇ ὄντως ἐμφύτῳ προγνώσει ὁμοίαν εἶναι, πολὺ ἠπάτηται. τὰ γὰρ τοιαῦτα παρόντα μηνύει μόνον, καὶ ταῦτα εἰ ἀληθεύει ἄλλως δέ μοι καὶ αὐτὰ εὐχρηστεῖ, πρόγνωσιν γὰρ εἶναι συνίστησιν· ἡ τὲ τοῦ μόνου καὶ ἀληθοῦς πρόγνωσις οὐ μόνον τὰ παρόντα ἐπίσταται, ἀλλὰ καὶ μέχρις αὐτοῦ μέλλοντος αἰῶνος ἀπέραντον ἐκτείνει τὴν προφητείαν, καὶ οὐδενὸς δεῖται πρὸς ἐπίγνωσιν, μὴ προφητεύων ἀμαυρὰ καὶ ἀμφίβολα, ἵνα ἄλλου προφήτου χρείαν ἔχῃ τὰ λεγόμενα πρὸς ἐπίγνωσιν, ἀλλὰ ῥητὰ καὶ ἁπλᾶ, ὥσπερ ὁ διδάσκαλος ἡμῶν καὶ προφήτης ὢν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἠπίστατο.

Διὸ τεθαῤῥηκότως ἐξετίθετο περὶ τῶν μελλόντων ἔσεσθαι, λέγω δὲ πάθη, τόπους, ὅρους. προφήτης γὰρ ὤν ἄπταιστος, ἀπείρῳ ψυχῆς ὀφθαλμῷ πάντα κατοπτεύων ἐπίσταται λανθάνων. εἰ δὲ παραδεξώμεθα καὶ ἡμεῖς, ὡς οἱ πολλοί, ὅτι καὶ ὁ ἀληθὴς προφήτης οὐ πάντοτε, ἀλλ᾽ ἐνίοτε, ὅτε ἔχει τὸ πνεῦμα, καὶ διὰ τοῦτο προγινώσκει, ὁπότε δὲ οὐκ ἔχει, ἀγνοεῖ, — ἐὰν οὕτως ὑπολάβωμεν, καὶ ἑαυτοὺς ἀπατῶμεν καὶ ἄλλους ἐνεδρεύσομεν. τὸ γὰρ τοιοῦτον μανικῶς ἐνθουσιώντων ἐστὶν ὑπὸ πνεύματος ἀταξίας, τῶν παρὰ βωμοῖς μεθυόντων καὶ κνίσσης ἐμφορουμένων.

Τινὶ γὰρ προφητείαν ἐπαγγέλλεσθαι θέλοντι ἐὰν συγχωρηθῇ πιστεύεσθαι ἐν οἷς ψεύστης φωρᾶται, ὅτι τότε τὸ τῆς προγνώσεως ἅγιον οὐκ εἶχεν πνεῦμα, οὐκ εὐέλεγκτος ἔσται ψεύστης ὑπάρχων προφήτης· ἐν οἷς γὰρ ὡς πολλὰ λέγων ὀλίγα ἐπιτυγχάνει, τότου τὸ πνεῦμα ἔχειν πιστεύεται, ὅτε τὰ πρῶτα ἔσχατα λέγει, τὰ ἔσχατα πρῶτα, τὰ γενόμενα ὡς ἐσόμενα, τὰ ἐσόμενα ὡς ἤδη γεγονότα, ἀλλὰ καὶ ἀνακόλουθα, ἢ καὶ ἐξ ἄλλων ὑφῃρημένα καὶ μεταμεμορφωμένα, ἅ δὲ μεμειωμένα, ἀνείδεα, ἀνόητα, ἀμφίβολα, ἄδοξα, ἄδηλα, πάσης κεκραγότα δυσσυνειδησίας.

Ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο προεφητεύσατο, ἀλλ᾽, ὡς φθάσας εἶπον, προφήτης ὤν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαῤῥηκὼς ἐξετίθετο, ὡς προέλεγον, σαφῶς, πάθη, τόπους, ἐμπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὅς οὐ μὴ καθαιρεθῇ· καὶ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα, καὶ περιχαρακώσουσι, καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν. ὅμως καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ, ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ᾽ ὧν ὁ λόγος ἐῤῥέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.

Πλὴν πολλοί εἰσιν τῆς πλάνης κήρυκες, ἕνα τὸν τῆς κακίας ἡγεμόνα ἔχοντες· ᾧ λόγῳ τῆς ἀληθείας εἷς ὤν καὶ αὐτὸς τῆς εὐσεβείας ἡγεμὼν ἐν ἰδίοις καιροῖς τοὺς πάντας καθαροὺς εὑρεθέντας ἕξει προφήτας. ἡ δὲ πολλὴ τῶν πεπλανημένων τὸ μὴ πρότερον νοῆσαι τὸν τῆς συζυγίας λόγον, αἰτία γέγονεν αὕτη· ὅν ἰδίᾳ ὑμῖν ἑκάστοτε οὐ παύσομαι ἐκτιθέμενος κεφαλαιωδῶς· πολὺ γὰρ τὸ κατ᾽ εἶδος λέγειν. ὑμεῖς οὖν τῶν λεγομένων γένεσθέ μοι φιλαληθεῖς κριταί.

Τοῦ δὲ λέγειν ἄρξομαι ἤδη. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δῴη τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέμων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἄν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη ὁ γὰρ εἰκόνα, καὶ ταῦτα αἰωνίου βασιλέως ὑβρίσας, τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ᾽ ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά, φησίν, ἁμαρτήσαντα κατέλειπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν· καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται· καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἄν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἄν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχῃ.

Μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότου καὶ ὁ δημοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐγκλήματι διὰ τοὺς ἀναξίους σκέπων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ᾽ αὐτὸν ἀναπέμπει λέγων ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσί σοι. τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι. ἀλλ᾽ οὐκ ἐζήτησας, τίνος ἐστὶν ὁ τῆς βασιλείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν· ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθησαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγωσιν ὑμῖν, ἀκούετε αὐτῶν. αὐτῶν δέ, εἶπεν, ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥ τις ἐστὶν γνῶσις, ἥ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι᾽ ἧς μόνης εἰς τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί, φησίν, κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν.

Διὰ τοῦτο, φημί, αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπ᾽ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς παντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐμπρόθεσμος παρειληφότα νόμῳ τὴν βασιλείαν. καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶ τοῦτο, ὅτι ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ᾽ αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦτας, καὶ ἐκλαίει τοὺς ἀπειθοῦντας, καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοὺς αὐτοῦ μαθητάς, ὡς πρὸς ἀδελφοὺς ἔχοντας, τὰ ὅμοια ποιεῖν ἐδίδασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι· ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰωνία εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται.

Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐφόρα μοι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν Θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβῇ, ἐὰν ἑτέρῳ μὲν μὴ δῴη ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγοι, ὃς ἀπ᾽ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει, μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους Θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄῤῥητον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.

Οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης ἑκάστῳ ζώῳ κατ᾽ ἀξίαν τῆς φύσεως, καθὼς ὁ πεποιηκὼς αὐτόν, οἰκείως τέθεικεν τὰ ὀνόματα. εἴ τι γὰρ ἐπωνόμασεν, τοῦτο ἦν καὶ ἐκ τοῦ πεποιηκότος ὄνομα τῷ γεγενημένῳ. διὸ πῶς ἔτι φυτοῦ χρείαν εἶχε προσλαβεῖν, ἵνα τί ποτέ ἐστιν ἴδῃ καλὸν ἢ κακόν; ἐνετέλλετο. ἀλλὰ ταῦτα πιστεύουσιν οἱ ἄκριτοι, οἱ ἄλογον θηρίον Θεοῦ κτίσαντος αὐτούς τε καὶ τὰ πάντα ἐνεργητικώτερον γεγενῆσθαι οἰηθέντες.

Πλὴν τούτῳ σύζυγος συνεκτίσθη θήλεια φύσις, πολὺ ἀποδέουσα αὐτοῦ, ὡς οὐσία μετουσίας, ὡς ἡλίου σελήνη, ὡς φωτὸς τὸ πῦρ. αὕτη τοῦ νῦν κόσμου ὡς θήλεια ὁμοίου ἄρχουσα πρώτη προφῆτις εἶναι πεπίστευται, μετὰ πάντων τῶν ἐν γεννητοῖς γυναικῶν προφητείαν ἐπαγγελλομένη. ὁ δὲ ἕτερος, ὡς υἱὸς ἀνθρώπου ἄρσην ὤν, καὶ τὰ διαφέροντα ὡς ἄρσενι τῷ μέλλοντι αἰῶνι πρωτεύει.

Δύο οὖν ἡμῖν γενικαὶ ἔστωσαν προφητείαι· ἡ μὲν ἀῤῥενική· καὶ διωρίσθω, ὅτι ἡ μὲν πρώτη ἄρσην οὖσα δευτέρα τοῦ λοιποῦ τέτακται κατὰ τὸν τῆς προόδου λόγον, ἡ δὲ δευτέρα θῆλυς οὖσα πρώτη ὡρίσθη ἔρχεσθαι ἐν τῇ τῶν συζυγιῶν προελεύσει. ἡ μὲν οὖν ἐν γεννητοῖς γυναικῶν οὖσα, ὡς θήλεια τοῦ νῦν κόσμου ἐπαγγελλομένη, ἀῤῥενικὴ εἶναι πιστεύεσθαι θέλει. διὸ κλέπτουσα τὰ τοῦ ἄρσενος σπέρματα, καὶ τοῖς ἰδίοις τῆς σαρκὸς σπέρμασιν ἐπισκέπεσα, ὡς ὅλα ἴδια συνεκφέρει τὰ γεννήματα, τοῦτ᾽ ἔστιν τὰ ῥήματα. καὶ τὸν παρόντα ἐπίγειον πλοῦτον ὡς προῖκα δώσειν ἐπαγγέλλεται, τῷ ταχεῖ τὸ βραδύ, τὸ βραχὺ τῷ μείζονι ὑπαλλάξαι θέλουσα.

Πολλοὺς μέντοι θεοὺς λέγειν καὶ ἀκούειν οὐ μόνον τολμῶσα, ἀλλὰ καὶ αὐτὴ γενέσθαι πιστεύουσα, καὶ ἐλπίδι τοῦ γενέσθαι, ὃ μὴ ἔχει φύσιν, καὶ ὃ ἔχει προσαπολλύουσα, καὶ ὡς θήλεια ἐν μηνίοις γινομένη προφάσει θυσιῶν αἱμάσσεται, καὶ οὕτως τοὺς ψαύοντας αὐτῆς μολύνει. ἐπὰν δὲ συλλαβοῦσα τοὺς προσκαίρους τίκτῃ βασιλεῖς, τοὺς αἷμα πολὺ χέοντας ἐγείρει πολέμους. τοὺς δὲ παρ᾽ αὐτῆς μαθεῖν ἀλήθειαν ὀρεγομένους τῷ τὰ πάντα λέγειν τὰ ἐναντία καὶ πολλὰς καὶ διαφόρους παρέχειν ὑπουργίας ζητοῦντας αἰεὶ καὶ μηδὲν εὑρίσκοντας μέχρις αὐτοῦ θανάτου καθίστησιν. ἀπ᾽ ἀρχῆς γὰρ ἀνθρώποις τυφλοῖς θανάτου κεῖται πρόφασις· πλάνα γὰρ καὶ ἀμφίβολα καὶ λοξὰ προφητεύουσα τοὺς πιστεύοντας ἀπατᾷ.

Δἰ ὅ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Καΐν· ὅ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν. ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὴν στοργήν. εἰ δὲ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ κτῆμα λέγεσθαι καλῶς ἐπιτέτευκται. αὐτὸν γὰρ πρῶτον ἐκτήσατο, ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν. φονεὺς γὰρ ἦν καὶ ψεύστης καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο· καὶ ψαλτήρια καὶ κιθάραι καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. δι᾽ ὃ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.

Ὁ δὲ ἐν υἱοῖς ἀνθρώπων προφητείαν ἔμφυτον ψυχῆς ἰδίαν ἔχων, ῥητῶς ὡς ἄρσην τοῦ μέλλοντος αἰῶνος τὰς ἐλπίδας μηνύων, τὸν αὑτοῦ υἱὸν προσηγόρευσεν Ἀβέλ, ὅ ἄνευ πάσης ἀμφιβολίας πένθος ἑρμηνεύεται. πενθεῖν γὰρ τοῖς αὐτοῦ υἱοῖς παρέχει τοὺς ἐξαπατωμένους ἀδελφοὺς αὐτῶν. ἀψευστεῖ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι τὴν παράκλησιν ὑπισχνούμενος. Θεὸν ἕνα μόνον αἰτεῖν λέγων, θεοὺς οὔτε αὐτὸς λέγει, οὔτε ἄλλῳ λέγοντι πιστεύει. καλὸν ὅ ἔχει τηρεῖ καὶ ἐπὶ πλείονα αὔξει. θυσίας, αἵματα, σπονδὰς μισεῖ· ἁγνοὺς, καθαροὺς, ὁσίους ἀγαπᾷ. πῦρ βωμῶν σβέννυσιν, πολέμους καταργεῖ, εἰρήνην διδάσκει, σωφροσύνην ἐντέλλεται, τὰς ἁμαρτίας καθαίρει, γάμον νομιτεύει, ἐγκράτειαν συγχωρεῖ, εἰς ἁγνείαν πάντας ἄγει, ἐλεημονικοὺς ποιεῖ, δικαιοσύνην νομιτεύει, τοὺς τελείους αὐτῶν σφραγίζει, καὶ τὸν τῆς ἀναπαύσεως λόγον ἐκφαίνει, ῥητὰ προφητεύει, σαφῆ λέγει, πῦρ αἰώνιον κολάσεως πυκνῶς ὑπομιμνήσκει, βασιλείαν Θεοῦ συνεχῶς καταγγέλλει, πλοῦτον οὐράνιον μηνύει, δόξαν ἀναφαίρετον ὑποσχεῖται, τῆς ἁμαρτίας τὴν ἄφεσιν ἔργῳ δείκνυσιν.

Καὶ τί δεῖ λέγειν; ὁ ἄρσην ὅλως ἀλήθεια, ἡ θήλεια ὅλη πλάνη, ὁ δὲ ἐξ ἄρσενος καὶ θηλείας γεγονὼς ἅ μὲν ψεύδεται, ἅ δὲ ἀληθεύει. ἡ γὰρ θήλεια ἰδίῳ αἵματι ὥσπερ ἐρυθρῷ πυρὶ περιβάλλουσα τὸ τοῦ ἄρσενος λευκὸν σπέρμα, ἀλλοτρίοις ἐρείσμασιν ὀστέων τὸ ἀσθενὲς αὐτῆς συνίστησιν, καὶ τῷ τῆς σαρκὸς προσκαίρῳ ἄνθει τέρπουσα, καὶ βραχείαις ἡδοναῖς τοῦ λογισμοῦ τὴν ἰσχὺν ὑποσυλῶσα, τοὺς πλείονας εἰς μοιχείαν ἄγει, καὶ οὕτως τοῦ μέλλοντος καλοῦ στερίσκει νυμφίου. νύμφη γάρ ἐστιν ὁ πᾶς ἄνθρωπος , ὁπότ᾽ ἄν τοῦ ἀληθοῦς προφήτου λευκῷ λόγῳ ἀληθείας σπειρόμενος φωτίζηται τὸν νοῦν.

Δἰ ὅ ἑνὸς μόνου τοῦ τῆς ἀληθείας προφήτου ἀκούειν δεῖ, εἰδότα ὅτι ὁ παρ᾽ ἑτέρου σπαρεὶς λόγος, μοιχείας ἔγκλημα λαβών, ὡς ὑπὸ νυμφίου τῆς βασιλείας αὐτοῦ ἐκβάλλεται. τοῖς δὲ τὸ μυστήριον εἰδόσιν ὑπὸ ψυχικῆς μοιχείας καὶ θάνατος γίνεται. ὁπότ᾽ ἄν ἡ ψυχὴ ὑφ᾽ ἑτέρων σπαρῇ, τότε ὡς πορνεύσασα ἢ μοιχευσαμένη ὑπὸ τοῦ πνεύματος ἐγκαταλείπεται, καὶ οὕτως τὸ ἔμψυχον σῶμα, τοῦ ζωοποιοῦ πνεύματος χωρισθέντος, εἰς γῆν ἀναλύεται, καὶ τοῦ ἁμαρτήματος ἡ κατ᾽ ἀξίαν κόλασις ἐν τῷ τῆς κρίσεως καιρῷ ἀποδίδοται τῇ ψυχῇ μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν· ὥσπερ ἐπ᾽ ἀνθρώπων ἡ ἐπὶ μοιχείᾳ φωραθεῖσα πρῶτον τῶν οἴκων ἐκβάλλεται, εἶθ’ ὕστερον ἐπὶ καταδίκῃ κρίνεται.

Τοῦ Πέτρου τοῦτον αὐτὸν μέλλοντος ἡμῖν τελείως ἐκφαίνειν τὸν μυστικὸν τοῦτον λόγον, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπόν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ᾽ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας ὡς μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ Θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ ταῦτ᾽ εἰπὼν εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐποπτεῦσαι χάριν, τῆς διακρίσεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρους πεποιηκυίας.

Στὰς οὖν, καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως· εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμοις ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ Θεοῦ ἀληθείᾳ, ἥν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὅν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.

Καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατελεῖν· πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ᾽ ἑαυτῶν οὐκ ἐνοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ᾽ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. δι᾽ ὅ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ᾽ ὑμᾶς. δἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τὸ μὴ ἀδικεῖν ἀναδέξασθαι, καὶ τὸ ἀδικεῖσθαι γενναίως φέρειν, ὅπερ ἀνθρώπου φύσις οὐκ ἄν ὑποσταίη, ἐὰν μὴ πρότερον τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν, ὅτι ἀδικουμένους ἐκδικῶν τιμωρεῖ, καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ.

Ὑμεῖς οὖν ὡς Θεοῦ δοῦλοι εὐγνώμονες, ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοοῦντες, τὴν αὐτῷ ἀρέσκουσαν ἀναδέξασθε πολιτείαν, ἵνα οὕτως αὐτὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ᾽ αὐτοῦ εἰς ἀεὶ τὸ συμφέρον ἔχοιτε. αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνατώτατόν ἐστιν, τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν πιλώσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι καὶ τὰ πάντα ἀέρι πληρώσαντι.

Οὗτος μόνος τὴν μίαν καὶ πρώτην μονοειδῆ οὐσίαν τετραχῶς καὶ ἐναντίως ἔτρεψεν εἶτα μίξας μυρίας κράσεις ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι τοῦ ζῆν ἡδονὴν ἐκ τῆς ἀντισυζυγίας ἐργάσωνται. ὁμῶς αὐτὸς μόνος δήμους ἀγγέλων καὶ πνευμάτων βουλῆς νεύματι δημιουργήσας, ἔπλησε τοὺς ἐράνους ὡς καὶ τὸ φαινόμενον στερέωμα ἄστροις ἐκόσμησεν, οἷς καὶ τρίβους ὥρισεν καὶ δρόμον ἔταξεν· γῆν ἐπίλωσεν εἰς καρπῶν αὔξησιν· θάλασσαν δὲ περιώρισεν, ἐν ἀνύδροις οἴκησιν ἀφορίσας τὰ ἐν ιἅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλησεν ἀέρος, ἵνα πάντα τὰ ζῶα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχοι.

Ὥ τῆς μεγάλης Θεοῦ φρονίμου χειρὸς τῆς ἐν πᾶσιν πάντα ποιούσης! μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ᾽ αὐτοῦ γεγένηται, καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον μετὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι ! πόσα δὲ τῆς χέρσου ζῶα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρῶμα, βίους, γνώμας, φύσεις, ὄχλον· ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφορὰς, μύχους φοβεροὺς, πηγὰς, ποταμοὺς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους.

Πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα! τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν λέγω δέ, πῶς οὐρανὸς εἱλεῖται, πῶς ἄστρα φέρεται, καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν, τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι, πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται, καὶ διαφόρους ἔχει τὰς ἐνεργείας, πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαί, καὶ ἀέναοι ποταμοὶ γινόμενοι εἰς θάλασσαν καταντῶσιν, καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται, οὔτε ὅπου ἀπέρχονται πληροῦσιν· μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος· ἐπὶ τίνι ἄρα ἐπεωρεῖται ὁ πάντα περιέχων οὐρανός· πῶς νέφη ἐξ ἀέρος βρύει, καὶ εἰς ἀέρα συμπίνεται· τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὁμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων· καὶ πῶς φυτά, ζῶα πλάσσει· καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελούμενα.

Ὅμως ἐάν τις τὸ πᾶν ἀκριβῶς λογισμῷ συνίδῃ, εὑρήσει δι᾽ ἄνθρωπον τὸν Θεὸν πεποιηκότα. οἱ γὰρ ὄμβροι καρπῶν ἕνεκα γίνονται, ἵνα ἄνθρωπος μεταλάβῃ, καὶ ζῶα τραφῇ, ὅπως ἀνθρώπῳ χρησιμεύῃ. καὶ ἥλιος φαίνει, ἵνα τὸν ἀέρα εἰς τέσσαρασ τροπὰς τρέπῃ, καὶ ἵνα ἕκασος καιρὸς τὰ ἴδια ἀνθρώπῳ παραχῇ. καὶ πηγαὶ βρύουσιν, ἵνα πόμα ἀνθρώποις δοθῇ. ἀλλ᾽ ἔτι μὴν κατὰ τὸ δυνατὸν τίς ἐπὶ τῆς κτίσεως κυριεύει; οὐχὶ ἄνθρωπος, ὅς σοφίαν εἴληφεν, γῆν γεωργεῖν, θάλασσαν πλεῖν, νηκτὰ, πτηνὰ, θηρία ἀγρεύειν, ἄστρων δρόμον λογιστεύειν, γῆν μεταλλεύειν, θάλασσαν σήθειν, πόλεις ἐγείρειν, βασιλεῖς ὁρίζειν, νόμους τάσσειν, δικάζειν, Θεὸν ἀόρατον νοεῖν, ἀγγέλων ὀνόματα γνωρίζειν, δαίμονας ἀπελαύνειν, νόσους φαρμακίαις πειρᾶσθαι παύειν, κατὰ δ᾽ ἰοβόλων ἑρπετῶν ἐπαοιδὰς εὑρίσκειν, ἀντιπαθεῖας ἐπινοεῖν;

Εἰ δὲ εὐγνωμονεῖς, ἄνθρωπε, νενοηκὼς τὸν ἐν πᾶσιν εὐεργετήσαντά σε Θεόν, καὶ ἀθάνατος ἂν ἦς, τῶν διά σε κτισθέντων δι᾽ εὐγνωμοσύνην τὸ διαμένειν ἐχόντων. καὶ νῦν δὲ γενέσθαι δύνασαι ἄφθαρτος, ἐὰν ἐπιγνῷς ὅν ἔλαθες, ἐὰν ἀγαπήσῃς ὅν κατέλειπες, ἐὰν αὐτῷ μόνῳ προσεύχῃ, τὸ σῶμά σου καὶ ψυχὴν κολάσαι καὶ σῶσαι δυναμένῳ. διὸ πρὸ πάντων ἐννοοῦ, ὅτι οὐδεὶς αὐτῷ συνάρχει, οὐδεὶς τῆς αὐτοῦ κοινωνεῖ ὀνομασίας, τοῦτο ὅ δὴ λέγεται Θεός. μόνος γὰρ αὐτὸς καὶ λέγεται καὶ ἔστιν· ἄλλον δὲ οὔτε νομίσαι, οὔτε εἰπεῖν ἔξεστιν· εἰ δέ τις τολμήσειεν, ἀϊδίως τὴν ψυχὴν κολασθῆναι ἔχει.

Τοῦ Πέτρου ταῦτα εἰπόντος, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ᾽ αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νομίζειν καὶ συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης Θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην, καθ᾽ ὅ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν· ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος , ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὅν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.

Αὐτίκα γοῦν ὁ καθ᾽ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται, καὶ παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· δεῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἀγνοοῦντα αὑτὸν δείκνυσιν. τὸ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας τὴν χεῖρα αὑτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσηται εἰς τὸν αἰῶνα· τὸ εἰπεῖν μήπως, ἀγνοεῖ· τὸ δὲ ἐπαγαγεῖν, μή πως φαγὼν ζήσηται εἰς τὸν αἰῶνα, καὶ φθονεῖ. καὶ τὸ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησεν τὸν ἄνθρωπον, καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ ἐνεθυμήθη σκέψις ἐστὶν, ᾗ τις δἰ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστι, καὶ τὸ ἐπὶ κνίσσῃ σαρκῶν ἡσθῆναι, ἐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν, ὡς γέγραπται, καὶ ἐπείρασεν κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.

Ὁμῶς ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν Θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾶ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς ἐφ᾽ οἷς ἁμαρτάνει ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾶ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ Θεός, εἴπερ αὐτοῦ λήματι τὰ κατ᾽ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προσετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ᾽ ἑτέρας δυνάμεως τὸν κατ᾽ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας συνωμολόγησας, μοχθηρὸς οὐκ ἔστιν, εἰ δὲ ὑφ᾽ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέβαλεν.

Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων, ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ Θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος, καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι, πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν τῶν ὅλων ἀνώτερος, κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀντιλέγειν σου τῇ ἀταξίᾳ μὴ θέλων, ζητεῖν, ἀποκρίνομαι· ἐγώ φημι ὅτι εἰ τὰ κατὰ τοῦ Θεοῦ γεγραμμένα ἀληθῇ εἴη, οὔπω τὸν Θεὸν δείκνυσιν μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;

Καὶ ὁ Πέτρος· ὅτι ταῖς αὐτὸν κακῶς λεγούσαις φωναῖς τὰ ἐναντία γέγραπται, τοῦ εἵνεκεν οὐδ᾽ ὁπότερον βεβαιωθῆναι δύναται. καὶ ὁ Σίμων· πῶς οὖν τῶν γραφῶν τῶν μὲν αὐτὸν κακὸν λεγουσῶν, τῶν δὲ ἀγαθόν, τὸ ἀληθὲς ἔστιν ἐπιγνῶναι; καὶ ὁ Πέτρος ὅσαι τῶν γραφῶν φωναὶ συμφωνοῦσιν τῇ ὑπ᾽ αὐτοῦ γενομένῃ κτίσει, ἀληθεῖς εἰσιν, ὅσαι δὲ ἐναντίαι, ψευδεῖς τυγχάνουσιν. καὶ ὁ Σίμων ἔφη πῶς δύνασαι ἐναντιουμένας ἑαυταῖς δεῖξαι τὰς γραφάς; καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσεσθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ συμφώνως τῷ κτίσαντι αὑτὸν οἰκεῖα πᾶσιν τοῖς ζώοις ἐπιθεὶς ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὑτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὑτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γεννηθῆναι, τὰ ὀνόματα ἐπιτέθεικεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὅ ἑρμηνεύεται ζῆλος, ὅς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ τὸν Ἀβὲλ, ὅ ἐρμηνεύεται πένθος· ἐπ᾽ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς.

Εἰ δὲ Ἀδὰμ ἔργον Θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· ἐνεθυμήθη ὁ Θεός, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ εἰ ὑπομένει. καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἄγνοιαν αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλεπὸν, ὑφ᾽ ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτό, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος ᾧ ἄν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὦδε μετὰ ἀποσκευῆς πολλῆς, σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης , τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.

Τί δέ, οὐχὶ καὶ Μωϋσῆς τὰ ἁμαρτήματα τοῦ λαοῦ προσημαίνει, καὶ τὴν διασπορὰν τὴν εἰς τὰ ἔθνη προδηλοῖ; εἰ δὲ Μωϋσεῖ αὐτὸς δέδωκεν προγινώσκειν, πῶς αὐτὸς οὐκ εἶχεν; ἔχει δέ. εἰ δὲ ἔχει, ὥσπερ καὶ ἐδείξαμεν, περισσόν ἐστιν τὸ γεγραμμένον· ἐνεθυμήθη· καὶ μετεμελήθη· καὶ τό, καταβὰς ὄψομαι· καὶ ὅσα τοιαῦτα· ἅ τινα πρὸ τοῦ γενέσθαι, ὡς ἀποβαίνειν ἤμελλεν, προγνωσθέντα, οἰκονομίᾳ σοφῇ ἀμεταμέλητα λαμβάνει τὴν ἔκβασιν.

Τὸ δὲ θυσιῶν αὐτὸν μὴ ὀρεχθῆναι, φαίνεται ἐκ τοῦ τοὺς ἐπιθυμήσαντας κρεῶν ἅμα τῷ γεύσασθαι ἀναιρεθῆναι, καὶ χωσθέντας ἐπὶ τῷ τάφῳ βουνὸν ἐπιθυμιῶν προσαγορευθῆναι. ὁ δὲ τὴν ἀρχὴν ἐπὶ θύσει ζώων χαλεπαίνων, θύεσθαι αὐτὰ μὴ θέλων, θυσίας ὡς ἐπιθυμῶν οὐ προσέτασσεν, καὶ ἀπ᾽ ἀρχῆς οὐκ ἀπῄτει. ἄνευ γὰρ θύσεως ζώων οὔτε θυσίαι τελοῦνται, οὔθ᾽ αἱ ἀπαρχαὶ δοθῆναι δύνανται. πῶς δὲ σκότῳ καὶ γνόφῳ καὶ θυέλλῃ συνεῖναι δυνατὸν (καὶ γὰρ τοῦτο γέγραπται) τῷ καθαρὸν συστήσαντι οὐρανὸν, καὶ φῶς φαίνειν δημιουργήσαντι τὸν ἥλιον πᾶσιν, τοῖς ἀναριθμήτοις ἄστροις ἀμεταμέλητον ὁρίσαντι τῶν δρόμων τὴν τάξιν. οὕτως, ὢ Σίμων, τὸ τοῦ Θεοῦ χειρόγραφον, λέγω δὲ τὸν οὐρανόν, καθαρὰν καὶ βεβαίαν τὴν τοῦ πεποιηκότος δείκνυσιν γνώμην.

Οὕτως αἱ τοῦ τὸν οὐρανὸν κτίσαντος Θεοῦ διάβολοι φωναὶ καὶ ὑπὸ τῶν σὺν αὐταῖς ἐναντίων φωνῶν ἀκυροῦνται, καὶ ὑπὸ τῆς κτίσεως ἐλέγχονται. οὐ γὰρ ὑπὸ χειρὸς προφητικῆς ἐγράφησαν. δι᾽ ὃ καὶ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ χειρὶ ἐναντίαι φαίνονται. καὶ ὁ Σίπων ἔφη πῶς τοῦτο ἀποδεῖξαι δύνῃ;

Καὶ ὁ Πέτρος· ὁ τοῦ Θεοῦ νόμος διὰ Μωϋσέως ἑβδομήκοντα σοφοῖς ἀνδράσιν ἀγράφως ἐδόθη, παραδεδόσθαι, ἵνα τῇ διαδοχῇ πολιτεύεσθαι δύνηται. μετὰ δὲ τὴν Μωϋσέως ἀνάληψιν ἐγράφη ὑπό τινος, οὐ μὴν ὑπὸ Μωϋσέως. ἐν αὐτῷ γὰρ τῷ νόμῳ γέγραπται· καὶ ἀπέθανεν Μωϋσῆς καὶ ἔθαψαν αὐτὸν ἐγγὺς οἴκου Φογόρ, καὶ οὐδεὶς οἶδεν τὴν ταφὴν αὐτοῦ ἕως τῆς δήμουραν. υἱόν τε ἦν ἀποθανόντα Μωϋσῆν γράφειν, ἀπέθανεν Μωϋσῆς; ἐπεὶ ἐν τῷ μετὰ Μωυσέα χρόνῳ, ὥς γε ἔτη που πεντακόσια ἢ καὶ πρός, ἐν τῷ κτισθέντι ναῷ κείμενος εὑρίσκεται, καὶ μεθ᾽ ἕτερά που πεντακόσια ἔτη φέρεται, καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ οὕτως ἐμπρησθεὶς ἀπόλλυται. καὶ ὅμως μετὰ Μωϋσῆν γραφεὶς καὶ πολλάκις ἀπολωλὼς τὴν τοῦ Μωϋσέως πρόγνωσιν καὶ οὗτος ὡμολόγησεν, ὅτι τὸν ἀφανισμὸν αὐτοῦ προειδὼς οὐκ ἔγραψεν· οἱ δὲ γράψαντες τῷ τὸν ἀφανισμὸν μὴ προεγνωκέναι ἐπ᾽ ἀγνωσίας ἐλεγχθέντες, προφῆται οὐκ ἦσαν.

Καὶ ὁ Σίμων· ἐπειδὴ τὰ περὶ Θεοῦ, ὡς ἔφης, ἐκ τῆς πρὸς τὴν κτίσιν παραβολῆς ἔστιν νοῆσαι, πῶς τὰ λοιπὰ ἐν τῷ νόμῳ, ἐκ παραδόσεως Μωϋσέως ὄντα καὶ ἀληθῆ τυγχάνοντα καὶ τοῖς ψευδέσιν μεμιγμένα ἐπιγνῶναί ἐστιν δυνατόν, καὶ ὁ Πέτρος ἔφη· περικοπή τις ἐν τῷ γραφέντι νόμῳ μετὰ τὴν τοῦ Θεοῦ πρόνοιαν ἀπταίστως ἐπεμνημονεύθη, ὥστ᾽ ἄν σαφῶς δεῖξαι τῶν γεγραμμένων ποῖά ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ ὁ Σίμων· τίς ἐστιν αὕτη, μήνυσον ἡμῖν.

Καὶ ὁ Πέτρος ἔφη· αὐτίκα ἐρῶ. γέγραπται ἐν τῷ πρώτῳ τοῦ νόμου βιβλίῳ πρὸς τοῖς τελευταίοις· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ οὗ ἐστιν· καὶ αὐτὸς προσδοκία ἐθνῶν. ἐάν τις οὖν τὸν, μετὰ ἐξ Ἰούδα ἐκλεῖψαι ἄρχοντα καὶ ἡγούμενον, ἐληλυθότα καὶ ὑπὸ ἐθνῶν προσδοκᾶσθαι μέλλοντα νοῆσαι δυνηθῇ, οὗτος τὴν περικοπὴν ἐκ τῶν ἀποτελεσθέντων ἀληθῆ τὸν ἐληλυθότα ἐπιγνῶναι· οὗ τῇ διδασκαλίᾳ πειθόμενος γνώσεται τίνα ἐστὶν τῶν γραφῶν τὰ ἀληθῆ, τίνα δὲ τὰ ψευδῆ. καὶ ὁ Σίμων· συνίημι ὅτι Ἰησοῦν ὑμῶν λέγεις, ὡς αὐτὸν ὑπὸ τῆς γραφῆς προφητευθέντα· δεδόσθω τοιγαροῦν οὕτως ἔχειν. λέγε τοίνυν, πῶς ὑμᾶς διακρίνειν τὰς γραφὰς ἐδίδαξεν;

Καὶ ὁ Πέτρος· ὅτι μέμικται τὰ ἀληθῆ τοῖς ψευδέσιν, μέμνημαί που αὐτὸν αἰτιώμενον τοὺς Σαδδουκαίους εἰπεῖν· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, τοῦ εἵνεκεν ἀγνοεῖτε τὴν δύναμιν τοῦ Θεοῦ. εἰ δὲ τὰ ἀληθῆ τῶν γραφῶν ἀγνοεῖν αὐτοὺς ὑπέβαλεν, δῆλον ὡς ὄντων ψευδῶν. ἀλλὰ καὶ ἐν τῷ φῆναι· γίνεσθε τραπεζῖται δόκιμοι, ὡς δοκίμων καὶ κιβδήλων λόγων ὄντων. καὶ τῷ εἰπεῖν· διὰ τί οὐ νοεῖτε τὸ εὔλογον τῶν γραφῶν; βεβαιότερον τοῦ αὐθαιρέτως εὐγνωμονοῦντος τίθησιν τὸν νοῦν.

Τὸ δὲ καὶ τῶν γραφῶν προκειμένων ἐπὶ γραμματεῖς καὶ διδασκάλους πέμπειν, ὡς τοῦ ὄντος νόμου εἰδότας τὰ ἀληθῆ, δῆλόν ἐστιν. τὸ δὲ καὶ εἰπεῖν αὐτόν· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, καὶ φαίνεσθαι αὐτὸν καταλύοντα, σημαίνοντος ἦν, ὅτι, ἅ κατέλυσεν, οὐκ ἦν τοῦ νόμου. τὸ δὲ καὶ εἰπεῖν· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἕν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου· τὰ πρὸ οὐρανοῦ καὶ γῆς παρερχόμενα ἐσήμανεν μὴ ὄντα τοῦ ὄντως νόμου.

Ἐπεὶ οὖν οὐρανοῦ καὶ γῆς ἔτι συνεστώτων παρῆλθον θυσίαι, βασιλεῖαι, αἱ ἐν γεννητοῖς γυναικῶν προφητεῖαι καὶ τοιαῦτα, ὡς οὐκ ὄντα Θεοῦ προςτάγματα, ἔνθεν γοῦν λέγει· πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται. διὰ τοῦτο αὐτὸς ἀληθὴς ὤν προφήτης ἔλεγεν· ἐγώ εἰμι ἡ πύλη τῆς ζωῆς· ὁ δἰ ἐμοῦ εἰσερχόμενος εἰσέρχεται εἰς τὴν ζωήν· ὡς οὐκ οὔσης ἑτέρας τῆς σώζειν δυναμένης διδασκαλίας. δι᾽ ὅ καὶ ἐβόα λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, τουτέστιν, οἱ τὴν ἀλήθειαν ζητοῦντες καὶ μὴ εὑρίσκοντες αὐτήν. καὶ πάλιν· τὰ ἐμὰ πρόβατα ἀκούει τῆς ἐμῆς φωνῆς. καὶ ἄλλοτε· ζητεῖτε καὶ εὑρίσκετε, ὡς μὴ προδήλως κειμένης τῆς ἀληθείας.

Ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· οὗτός ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητὸς, εἰς ὅν εὐδόκησα, τούτου ἀκούετε. καὶ πρὸς τούτοις ἐπιπλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ᾽ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἅ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον, οὔτε ἤκουσαν. ἔτι μὴν ἔλεγεν ἐγώ εἰμι περὶ οὗ Μωϋσῆς προεφήτευσεν εἰπών· προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὥσπερ καὶ ἐμέ, αὐτοῦ ἀκούετε κατὰ πάντα. ὅς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται.

Ὅθεν ἀδύνατόν ἐστιν ἄνευ τῆς τούτου διδασκαλίας ἀληἐπιστῆναι, κἄν τὸν αἰῶνα τις ζητῇ, ἔνθα τὸ ζητούμενον οὐκ ἔστιν. ἦν δὲ καὶ ἔστιν ἐν τῷ Ἰησοῦ ἡμῶν λόγῳ. πλὴν τἀληθῆ τοῦ νόμου εἰδὼς Σαδδουκαίοις πυνθανομένοις, καθ᾽ ὅν λόγον Μωϋσῆς ἑπτὰ συνεχώρησεν γαμεῖν, ἔφη· Μωϋσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν. ἀπ᾽ ἀρχῆς γὰρ οὕτως οὐκ ἐγένετο. ὁ γὰρ κτίσας ἀπ᾽ ἀρχῆς τὸν ἄνθρωπον ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτόν.

Τοῖς δὲ νομίζουσιν, ὡς αἱ γραφαὶ διδάσκεσιν, ὅτι ὁ θεὸς ὀμνύει, ἔφη· ἔστω ὑμῶν τὸ ναὶ, ναί, τὸ οὓ, οὔ. τὸ γὰρ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. καὶ τοῖς λέγουσιν ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπέθανον, ἔφη· οὐκ ἔστιν Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. τοῖς δὲ οἰομένοις ὅτι ὁ Θεὸς πειράζει, ὡς αἱ γραφαὶ λέγεσιν, ἔφη· ὁ πονηρός ἐστιν ὁ πειράζων, ὁ καὶ αὐτὸν πειράσας. τοῖς ὑπολαμβάνουσιν, ὅτι ὁ Θεὸς οὐ προγινώσκει, ἔφη· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ ἐράνιος ὅτι χρήζετε τούτων ἁπάντων, πρὶν αὐτὸν ἀξιώσητε. τοῖς δὲ πιστεύουσιν , ὡς αἱ γραφαὶ λέγουσιν, ὅτι μὴ πάντα βλέπει, ἐν τῷ κρυπτῷ εὔχεσθε, εἶπε, καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων τὰ κρυπτὰ ἀποδώσει ὑμῖν.

Τοῖς δὲ οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι, ὡς αἱ γραφαὶ λέ γεσιν, ἔφη· τίνα αἰτήσει υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτουμένοις αὐτὸν καὶ τοῖς ποιοῦσιν τὸ θέλημα αὐτοῦ; τοῖς δὲ αὐτὸν διαβεβαιουμένοις ἐν ναῷ εἶναι, ἔφη μὴ ὀμόσητε τὸν οὐρανὸν, ὅτι θρόνος Θεοῦ ἐστιν, μήτε τὴν γῆν, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστιν. τοῖς δὲ προλαβοῦσιν, ὅτι θυσιῶν ὀρέγεται ὁ Θεός, ἔφη· ὁ Θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας, ἐπίγνωσιν αὐτοῦ καὶ οὐχ ὁλοκαυτώματα.

Τοῖς δὲ πειθομένοις κακὸν αὐτὸν εἶναι, ὡς αἱ γραφαὶ λέγουσιν, ἔφη μή με λέγετε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἶς ἐστιν. καὶ πάλιν γίνεσθε ἀγαθοὶ καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπ᾽ ἀγαθοῖς καὶ πονηροῖς, καὶ φέρει τὸν ὑετὸν ἐπὶ δικαίοις καὶ ἀδίκοις. τοῖς δὲ ἠπατημένοις πολλοὺς θεοὺς ὑπονοεῖν, ὡς αἱ γραφαὶ λέγουσιν, ἔφη· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ὑμῶν κύριος εἷς ἐστιν.

Ὅμως ὁ Σίμων, συνιδὼν ὅτι Πέτρος αὐτὸν συνάγει ταῖς γραφαῖς χρῆσθαι ὡς Ἰησοῦς ἐδίδαξεν, εἰς τὴν περὶ Θεοῦ λόγον ἐξέτασιν γενέσθαι οὐκ ἠθέλησεν, καί τοί γε μεταθεμένου τοῦ Πέτρου, ὡς αὐτὸς Σίμων ἠξίωσεν, πρὸς πεῦσιν καὶ ἀπόκρισιν γενέσθαι τὴν ἐξέτασιν. πλὴν ἡ ζήτησις τριῶν ἐπεκράτησεν ἡμερῶν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης νύχιος ὡς ἐπὶ Τύρον τῆς Φοινίκης ἐξώρμησεν καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες τῶν προόδων, Πέτρῳ λέγοντες· Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατεπλήξατο, καί σε πολλαῖς διαβολαῖς μισεῖσθαι ἐποίησεν.

Ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ τῶν ἀκροατῶν τὸν ὄχλον συνελθεῖν ἐποίησεν. ὁμῶς συνελθοῦσιν ἔφη· ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα, κηρῦξαι καὶ διδάξαι ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν σωθῆναι δυνηθῶσιν, προλαβοῦσα ἡ κακία αὐτῷ τῆς συζυγίας νόμῳ προαπέστειλεν Σίμωνα, ἵνα οἱ ἄνθρωποι, ἐὰν τοὺς πολλοὺς θεοὺς λέγειν παύσωνται, καταγνόντες τῶν ἐπὶ γῆς λεγομένων, ἐν οὐρανῷ πολλοὺς θεοὺς εἶναι νομίσουσιν· ἵνα μηδέποτε τὸ τῆς μοναρχίας τιμήσαντες καλὸν εἰς τὸ παντελὲς μετὰ κόλασιν ἀπόλωνται. καὶ τὸ δεινότατον, ἐπεὶ ἀληθὴς λόγος ἀπαράβλητον ἰσχὺν ἔχει, προλαμβάνων ταῖς διαβολαῖς πείθει αὐτοὺς αὐτό, μηδὲ τὴν ἀρχὴν ἀναδέξασθαί μου· μή πως ὁ διαβάλλων αὐτὸς τῷ ὄντι διάβολος ἐλεγχθῇ, καὶ ὁ ἀληθὴς λόγος ἀναδειχθεὶς πιστευθῆναι δυνηθῇ. χρὴ οὖν με ταχέως αὐτὸν ἐπικαταλαβεῖν, ἵνα μὴ ἡ διαβολὴ ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.

Ἐπεὶ οὗν δεῖ τινα ὁρίσαι ἀντ᾽ ἐμοῦ τὸν ἐμὸν ἀναπληροῦντα τόπον, μιᾷ προαιρέσει τοῦ Θεοῦ δεηθῶμεν οἱ πάντες, ὅπως τῶν ὄντων ἐν ἡμῖν κρείττονα αὐτὸς πρόδηλον ποιήσῃ, ἵνα ἐπὶ τῆς Χριστοῦ καθέδρας καθεσθεὶς τὴν αὐτοῦ ἐκκλησίαν εὐσεβῶς οἰκονομῇ. τίς ἄρα ὁρισθήσεται; Θεοῦ γὰρ βουλῇ ἀναδείκνυται μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ, τοῦ διδόναι αὐτοῖς τὰς τροφὰς ἐν καιρῷ αὐτῶν, μὴ ἐννοούμενον καὶ λέγοντα ἐν τῇ καρδίᾳ αὑτοῦ· χρονίζει ὁ κύριός μου ἐλθεῖν· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίων καὶ πίνων μετὰ πόρνων καὶ μεθυόντων· καὶ ἥξει ὁ κύριος τοῦ δούλου ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ἡμέρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ ἀπιστοῦν αὐτοῦ μέρος μετὰ τῶν ὑποκριτῶν θήσει.

Εἰ δέ τις τῶν παρεστώτων, διοικεῖν δυνάμενος τὴν ἀγνωμοσύνην τῶν ἀνθρώπων, ὑποστέλλεται, τῆς αὑτοῦ ἀναπαύσεως φροντίζων μόνης, καὶ αὐτὸς προσδοκάτω ἀκοῦσαι· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου προβαλεῖν ἐπὶ τῶν τραπεζιτῶν, καὶ ἐγὼ ἂν ἐλθὼν ἔπραξα τὸ ἐμόν· ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον. καὶ εὐλόγως. σοῦ γάρ, φησίν, ἄνθρωπου, τοὺς λόγους μου ὡς ἀργύριον ἐπὶ τραπεζιτῶν καὶ ὡς χρήματα δοκιμάσαι. τὸ οὖν πλῆθος τῶν πιστῶν δεῖ ἑνί τινι πείθεσθαι, ἵνα οὕτως ἐν ὁμονοίᾳ διατελεῖν δυνηθῇ. τὸ γὰρ εἰς ἀρχὴν μιᾶς λῆγον ἐξουσίας, μοναρχίας εἰκόνι, τοὺς ὑπείκοντας αἰτίᾳ εὐταξίας εἰρήνης ἀπολαύειν τίθησιν· τὸ δὲ πάντας φιλαρχοῦντας ἑνὶ μόνῳ ὑπεῖξαι μὴ θέλειν, καὶ αἰτίᾳ διαιρέσεως πάντως καὶ πεσεῖν ἔχουσιν.

Ἀλλ᾽ ἔτι μὴν πειθέτω τὰ παρ᾽ ὀφθαλμοῖς γινόμενα, LXII. πῶς νῦν πολλῶν κατὰ πᾶσαν τὴν γῆν ὄντων βασιλέων συνεχῶς πόλεμοι γίνονται. ἔχει γὰρ ἕκαστος πρόφασιν εἰς πόλεμον τὴν ἑτέρου ἀρχήν. ἐὰν δὲ εἷς ᾖ τοῦ παντὸς ἡγεμών, οὗ εἵνεκεν πολεμεῖ οὐκ ἔχων ἀίδιον τὴν εἰρήνην ἔχει. πέρας γοῦν ὁ Θεὸς τοῖς καταξιουμένοις αἰωνίου ζωῆς ἕνα ἐν τῷ τότε αἰῶνι βασιλέα τοῦ παντὸς καθίστησιν, ἵνα αἰτίᾳ μοναρχίας ἅπτωτος εἰρήνη γεγένηται. χρὴ οὖν ἑνί τινι ὡς ὁδηγῷ τοὺς πάντας ἕπεσθαι, ὡς εἰκόνα Θεοῦ προτιμῶντας, τὸν δὲ ὁδηγὸν εἶναι τῆς εἰς τὴν ἁγίαν πόλιν εἰσιούσης εἰσόδου ἐπιστήμονα.

Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων, ἢ Ζακχαῖον, πρὸς ὅν καὶ ὁ κύριος εἰσιὼν ἀνεπαύσατο, τοῦ σώζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτο εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προςπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν, ὅτι ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω , μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει.

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο εὐλαβῇ, ἄρχων μὲν μὴ καλοῦ, ἀλλ᾽ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι, τῷ εἰπεῖν· μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ. εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοικήσεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας, ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι ἐξουσίαν ἕκαστος πείθεται, ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δὲ οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις, ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ᾽ ὡς δοῦλος, αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ ἀδικουμένοις, ὡς ἰατρὸς ἐπισκεπτόμενος, ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐτῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με, οἵους καμάτους ἀναδέξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμήχανον; Θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ Θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας.

Καὶ τὸ ἕτερον δὲ λόγισαι, ὅτι, ὥσπερ κάματον καὶ κίνδυνον ἔχει τὸ τὴν Χριστοῦ ἐκκλησίαν οἰκονομεῖν, τοσούτῳ μείζων ὁ μισθός· ἀλλ᾽ ἔτι μὴν καὶ ἡ κόλασις μείζων τῷ δυναμένῳ καὶ ἀπειθήσαντι. βούλομαι οὖν, πολυμαθέστερον εἰδώς σε τῶν παρεστώτων, δανείζειν καλὰς γνώμας, ἅς παρὰ τοῦ κυρίου πεπίστευσαι. ἵνα, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἀκούσῃς, καὶ ὥσπερ ὁ τὸ ἕν ἀποκρύψας τάλαντον, ἔγκλημα λαβὼν κολάσει ὑπεύθυνος ἀναφανῇς. εἰ δὲ μὴ βούλει ἀγαθὸς φύλαξ καταστῆναι τῆς ἐκκλησίας, ἕτερον ἀντί σου μήνυσον, σοῦ πολυμαθέστερον καὶ πιστότερον. ἀλλ᾽ οὐ δώσεις. σὺ γὰρ καὶ τῷ κυρίῳ συνῆς, καὶ τὰς θαυμασίους πράξεις ἱστόρησας, καὶ διοίκησιν ἐκκλησίας μεμάθηκας.

Καὶ σοῦ μὲν ἔργον ἐστὶν κελεύειν ἅ δεῖ, τῶν ἀδελφῶν, ὑπείκειν καὶ μὴ ἀπειθεῖν. ὑπείξαντες μὲν οὖν σωθήσονται, ἀπειθήσαντες δὲ ὑπὸ τοῦ κυρίου κολασθήσονται, ὅτι ὁ προκαθεζόμενος Χριστοῦ τόπον πεπίστευται. διὸ ἤτοι τιμὴ ἢ ὕβρις τοῦ προκαθεζομένου εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ τοῦ Χριστοῦ εἰς τὸν Θεὸν ἀναφέρεται. τοῦτο δὲ εἴρηκα, ἵνα καὶ αὐτοὶ οἱ ἀδελφοὶ τῆς πρός σε ἀπειθείας τὸν κίνδυνον αὐτῶν μὴ ἀγνοῶσιν, ὅτι ὅς ἄν σοι κελεύσαντι ἀπειθήσῃ, Χριστῷ ἀπειθεῖ, Χριστῷ δὲ ἀπειθήσας Θεὸν παροργίζει.

Χρὴ οὖν τὴν ἐκκλησίαν, ὡς πόλιν ἐν ὕψει ᾠκοδομημένην, φιλόθεον ἔχειν τάξιν καὶ διοίκησιν καλήν. πρὸ πάντων ὁ ἐπίσκοπος ὡς ἄρχων περὶ ὧν λέγει ἀκουέσθω. οἱ πρεσβύτεροι τὰ κελευόμενα γινέσθαι σπουδαζέτωσαν. οἱ διάκονοι ἐκπεριερχόμενοι τῶν ἀδελφῶν τὰ σώματα καὶ τὰς ψυχὰς ἐπισκεπτέσθωσαν, καὶ τῷ ἐπισκόπῳ ἀντιβαλλέτωσαν. οἱ λοιποὶ πάντες ἀδελφοὶ τὸ ἀδικεῖσθαι ἀναδεχέσθωσαν· εἰ δὲ κρίνεσθαι θέλουσιν περὶ ὧν ἀδικοῦνται, ἐπὶ τῶν πρεσβυτέρων συμβιβαζέσθωσαν· τὸν δὲ συμβιβασμὸν οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ προσαναφερέτωσαν.

Νέων δὲ μὴ μόνον κατεπειγέτωσαν τοὺς γάμους, ἀλλὰ καὶ τῶν προβεβηκότων, μή πως ζέουσα ἡ ὄρεξις προφάσει πορνείας ἢ μοιχείας λοιμὸν προσενέγκοι τῇ ἐκκλησίᾳ. ὑπὲρ πᾶσαν γὰρ ἁμαρτίαν ἡ τῆς μοιχείας ἀσέβεια Θεῷ ἐστύγηται, ὅτι οὐ μόνον αὐτὸν τὸν ἁμαρτήσαντα ἀναιρεῖ, ἀλλὰ καὶ τοὺς συνεστιωμένους καὶ συναμιλλωμένους λύσσῃ γὰρ ἔοικεν, ὅτι τῆς ἰδίας μανίας μεταδιδόναι φύσιν ἔχει. σωφροσύνης οὖν χάριν σπευδέτωσαν τοὺς γάμους ἐπιτελεῖν μὴ μόνον οἱ πρεσβύτεροι, ἀλλὰ καὶ οἱ πάντες. ἡ γὰρ τοῦ μοιχησαμένου ἁμαρτία ἐπὶ τοὺς πάντας ἐλθεῖν βιάζεται. τοῦ οὖν σπεύδειν σωφρονεῖν τοὺς ἀδελφούς, τοῦτο πρώτη ἐλεημοσύνη· ψυχῆς γάρ ἐστιν θεραπεία ἡ γὰρ τροφὴ τοῦ σώματος ἀνάπαυσίς ἐστιν.

Ὁμῶς ἐὰν ἀγαπήσητε τοὺς ἀδελφοὺς ὑμῶν, οὐδὲν αὐτῶν ἀφαιρήσεσθε, ὧν δὲ ἔχετε μεταδώσητε· πεινῶντας γὰρ θρέψητε, διψῶσιν ποτὸν παρέχετε, γυμνοὺς ἐνδύσητε, νοσοῦντας ἐπισκέψησθε, τοῖς ἐν εἱρκταῖς ὡς δυνατὸν βοηθήσητε, ξένους εἰς τὰ ἑαυτῶν σκηνώματα προθύμως ἀποδέξασθε, μηδένα μισήσητε. ὡς δὲ δεῖ εὐσεβεῖν, εὐγνωμονοῦντας ὑμᾶς ὁ ὑμέτερος διδάξει νοῦς. πρὸ δὲ πάντων, εἰ καὶ δεῖ ὑμῖν λέγειν , συνεχέστερον συνέρχεσθε, εἴθε καθ᾽ ὥραν, ἐπεί γε ἐν ταῖς νενομισμέναις τῆς συνόδου ἡμέραις. ἐὰν γὰρ τοῦτο ποιῆτε, ἐντὸς τειχῶν ἀσυλίας ἐστέ· ἀρχὴ γὰρ ἀπωλείας ἀποταξία. μήτε οὖν προφάσει μικροψυχίας τῆς πρὸς ἀδελφὸν ἀπολειπέσθω τις τοῦ συνεδρεύειν. ἐὰν γάρ τις ὑμῶν ἀπολειφθῇ τοῦ συνάγεσθαι, τῶν σκορπιζόντων τὴν Χριστοῦ ἐκκλησίαν λογισθήσεται, μετὰ μοιχῶν ἀποβληθήσεται. ὡς γὰρ μοιχὸς ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος προφάσει τινὸς ἑαυτὸν ἀφώρισεν, καὶ τῷ πονηρῷ κατ᾽ αὐτοῦ χώραν ἔδωκεν πρόβατον ἁρπάσει, ὡς μανδρῶν ἔξω εὑρεθέντα.

Πλὴν τοῦ ἐπισκόπου ὑμῶν ἀκούετε, καὶ τιμὴν πᾶσαν αὐτῷ ἀπονέμοντες μὴ κάμητε, εἰδότες ὅτι προφάσει τῇ πρὸς αὐτὸν εἰς Χριστὸν φέρετε, ἀπὸ δὲ Χριστοῦ εἰς Θεὸν ἀναφέρετε· καὶ τῷ προσενέγκαντι πολυπλασίως ἀνταποδίδοτε. θρόνον οὖν Χριστοῦ τιμήσατε· ὅτι καὶ Μωυσέως καθέδραν τιμᾶν ἐκελεύσθητε, κἄν οἱ προκαθεζόμενοι ἁμαρτωλοὶ νομίζωνται. καὶ ταῦτα μὲν ὑμῖν αὐτάρκως εἴρηται· αὐτῷ δὲ, πῶς ἀμέμπτως βιοῦν, περιττὸν ἡγοῦμαι λέγειν, ὁπότε τοῦ κἀμὲ διδάξαντος δόκιμος ὑπάρχῃ μαθητής.

Πλὴν ἀδελφοί, ἔνια οὐ χρὴ ἀναμένειν ἀκούειν, ἀλλὰ καὶ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν. Ζακχαῖος μόνος ὑμῖν ὅλος ἑαυτὸν ἀσχολεῖν ἀποδεδωκὼς, κοιλίαν ἔχων καὶ ἑαυτῷ μὴ εὐσχολῶν, πῶς δύναται τὴν ἀναγκαίαν πορίζειν τροφήν; οὐχὶ δὲ εὔλογόν ἐστιν πάντας ὑμᾶς τοῦ ζῆν αὐτοῦ πρόνοιαν ποιεῖν, οὐκ ἀναμένοντας αὐτὸν ὑμᾶς αἰτεῖν, τοῦτο γὰρ προσαιτοῦντός ἐστιν· μᾶλλον δὲ τεθνήξεται λιμῷ, ἢ τοῦτο ποιεῖν ὑποσταίη. πῶς δὴ καὶ ὑμεῖς οὐ δίκην ὑφέξετε, μὴ λογισάμενοι ὅτι ἄξιός ἐστιν ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ; καὶ μὴ λεγέτω τις οὐκοῦν ὁ δωρεὰν παρασχεθεὶς λόγος πολεῖται; μὴ γένοιτο. εἴ τις γὰρ ἔχων, πόθεν ζῆν, λάβοι, οὗτος πωλεῖ τὸν λόγον, εἰ δὲ μὴ ἔχων τοῦ ζῆν χάριν λαμβάνει τροφήν, ὡς καὶ ὁ κύριος ἔλαβεν ἔν τε δείπνοις καὶ φίλοις, ἐδὲν ἔχων, ὁ εἷς αὖθις πάντα ἔχων, οὐχ ἁμαρτάνει. ἀκολούθως οὖν τιμᾶτε πρεσβυτέρους, κατηχητάς, διακόνους χρησίμους, χήρας εὖ βεβιωκυίας, ὀρφανοὺς ὡς ἐκκλησίας τέκνα· ἀλλὰ καὶ ὁπότε χρεία τινὸς πόρου πρὸς ἀναγκαῖον γένοιτο, ἅμα οἱ πάντες συμβάλλεσθου. εἰς ἀλλήλους εὐσεβεῖτε, μὴ ὀκνοῦντες πᾶν ὁτιοῦν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ὑπομένειν.

Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ Θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, σὺ ὁ βοηθὸς, ὁ ἰατρὸς, ὁ σωτὴρ, τὸ τεῖχος, ἡ ζωὴ, ἡ ἐλπὶς, ἡ καταφυγὴ, ἡ χαρὰ, ἡ προσδοκία, ἡ ἀνάπαυσις· συνελὼν ἐρῶ· σὺ ἡμῖν τὰ πάντα· πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων, καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξεσίαν τῷ προκαθεζομένῳ, λύειν ἃ δεῖ λύειν, καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν. σὺ σόφισον· σὺ ὡς δι᾽ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας. Ἀμήν.

Καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε, καὶ καθ᾽ ἡμέραν χειροθετεῖσθε, καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη· μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰέστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας, παρ᾽ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.

Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσέβαλλον, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης· ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παῤῥησιαζομένη ἐφιλοφρονεῖτο, καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, ὀρθῶς μέν, ἔφην, ποιεῖς, ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν Θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν.

Πυνθανόμεθα γὰρ ὅτι Σίμων ὁ μάγος, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθείς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. πᾶσι γὰρ τοῖς ὑπεναντίοις παρὰ τὴν ἀλήθειαν λοιδορῶν τὸν Πέτρον τὰς τῶν πολλῶν συναρπάζει ψυχάς. μάγος γὰρ αὐτὸς ὤν μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος αὐτὸς ὤν πλάνον ἐκεῖνον ἀποκηρύσσει, καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων τὸ ἧττον ἀπενεγκάμενος καὶ φυγὼν αὐτὸς φάσκει νενικηκέναι, καὶ τοῦ Πέτρου μὴ δεῖν ἀκούειν πυκνότερον ἐντέλλεται, ὡς δῆθεν κηδόμενος, ἵνα μὴ ὑπὸ δεινοῦ καταγοητευθῶσιν μάγου.

Ταῦτα οὖν μαθὼν ὁ κύριος ἡμῶν Πέτρος προαπέστειλεν ἡμᾶς ἐξεταστὰς τῶν λεχθέντων αὐτῷ ἐσομένους ἵνα εἰ οὕτως ἔχοι, γραψάντων ἡμῶν αὐτὸς μάθῃ, καὶ ἐπελθὼν ἐξελέγξῃ αὐτὸν ἐκεῖνον ἄντικρυς ἐφ᾽ ὧν αὐτὸν διέβαλλεν. ἐπεὶ οὖν ὑπὲρ πολλῶν ψυχῶν ὁ κίνδυνος ἡμῖν πρόκειται, τούτου ἕνεκεν, τῆς τοῦ σώματος ἡμῶν ἀναπαύσεως πρὸς βραχὺ ἀμελήσαντες, παρά σου τῆς ἐνταῦθα διαιτωμένης βουλόμεθα ἀψευδῶς μαθεῖν, εἰ ἅπερ ἠκούσαμεν ἀληθῆ τυγχάνει· καὶ λέγοις ἄν ἤδη ἡμῖν ἕκαστα.

Ἡ Βερνίκη δὲ ἀξιωθεῖσα, ταῦτα μὲν οὕτως, ἔφη, ἔχει ὡς ἠκούσατε, τὰ δὲ ἄλλα τὰ κατ᾽ αὐτὸν τὸν Σίμωνα, ἅπερ ἴσως ἀγνοεῖτε, ἀκούσατε· φαντάσματά τε γὰρ καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ φαίνεσθαι ποιῶν δι᾽ ἡμέρας πᾶσαν ἐκπλήττει τὴν πόλιν, καὶ προϊόντος αὐτοῦ ἀνδριάντες κινοῦνται, καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὸς ψυχὰς τῶν τεθνηκότων εἶναι λέγει. πολλοὺς δὲ γόητα αὐτὸν ἐλέγχειν πειρωμέμους διαλλάξας πρὸς ἑαυτὸν εὐθύστερον προφάσει εὐωχίας, βοῦν θύσας καὶ ἐστιάσας αὐτούς, διαφόροις νόσοις περιέβαλεν καὶ δαίμοσιν ὑπέβαλεν καὶ ἵνα μὴ πολλὰ λέγω, πολλοὺς κακώσας θεὸς εἶναι ὑποληφθεὶς, πρὸς τῷ φοβερὸν εἶναι καὶ προτετίμηται.

Ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. οὐδὲ γὰρ ἐνδοιάζει τις περὶ ὧν ἐκεῖνος ἐπαγγέλλεται, ἀλλὰ τοῦτο οὕτως ἔχειν διαβεβαιοῦται ἕκαστος. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχειρῆσαι πρὸς αὐτόν, πρὶν ἄν Πέτρος ἔλθῃ, ὅς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν , τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητής, ἀνταγωνίσασθαι. τοσοῦτον γὰρ πεφόβημαι τὸν ἄνδρα, ὡς εἰ μὴ καὶ ἄλλοτε πρὸς τὸν κύριόν μου Πέτρον διαλεχθεὶς τὸ ἧττον ἀπηνέγκατο, συνεβούλευσα ἄν ὑμῖν καὶ αὐτὸν πείθειν τὸν Πέτρον, μὴ πειρᾶσθαι ἀντεξετάζεσθαι τῷ Σίμωνι.

Κᾀγὼ ἔφην· ὁ κύριος ἡμῶν Πέτρος εἰ ἠγνόει ὅτι αὐτὸς μόνος κατισχύει τῆς ἐκείνου δυναστείας, οὐκ ἄν ἡμᾶς προπέμπων ἐνετέλλετο, λανθανόντως τὰ κατὰ Σίμωνα διαμανθάνοντας αὐτῷ γράφειν. ὅμως ἐπεὶ ἑσπέρα κατειλήφει, ἁλῶν μεταλαβόντες ὑπνώσαμεν. ἕωθεν δέ τις τῇ Βερνίκῃ συνήθης ἐλθὼν ἔφη, τὸν Σίμωνα εἰς τὴν Σιδῶνα ἐκπεπλευκέναι, τῶν δὲ αὐτοῦ μαθητῶν καταλελοιπέναι Ἀππίωνα τὸν πλειστονίκην, ἄνδρα Ἀλεξανδρέα, γραμματικὸν τὴν ἐπιστήμην, ὅν πρὸς πατρός μοι φίλον ὄντα ἐπέγνων, καὶ Ἀννουβιῶνα τὸν Διοςπολίτην τινὰ ἀστρολόγον, καὶ Ἀθηνόδωρον τὸν Ἀθηναῖον τῷ Ἐπικούρου ἀρεσκόμενον λόγῳ. ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα μαθόντες, ἕωθεν πάντα γράψαντες καὶ Πέτρῳ διαπέμψαντες, εἰς περίπατον ἀπετραπόμεθα.

Καὶ Ἀππίων ἀπηντήσατο ἡμῖν, οὐ μόνον μετὰ τῶν προειρημένων ἑταίρων τῶν δύο, ἀλλὰ καὶ μεθ᾽ ἑτέρων ἀνδρῶν ὡς τριάκοντα. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροτροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς, τὴν προσηγορίαν Πέτρου, τὰ Ἰουδαίων ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθαί μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ᾽ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ, καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα.

Ἐγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθή, ὅτι, ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κᾀγὼ σεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν ἀπεκρινάμην· τὸν εὐδεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ. ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα, εὐσεβεῖν βουλόμενον, μὴ θέλειν τῷ τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ μὲν Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα ἔφης κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακροῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων. τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσιν καὶ κακοῖς ἐπίστευε μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς καὶ κακοὶ μῦθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἥν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχώτερον ὑποχωρήσωμεν ἤδη τόπον· ἐνταῦθα ὑμῖν διαλεχθήσομαι. τοῦ δὲ ἰδιολογεῖσθαί με βούλεσθαι αἰτία γέγονεν αὕτη, ἐπειδὴ οὐχ οἱ πολλοὶ οὐδὲ οἱ φιλοσοφοῦντες αὐτοὶ ἅπαντες γνησίως προσέρχονται τῇ τῶν ὄντων κρίσει. ἴσμεν γὰρ πολλοὺς καὶ τῶν ἐπὶ φιλοσοφίᾳ μεγαλοφρονούντων κενοδοξοῦντας, ἢ χρηματισμοῦ χάριν περιβεβλημένους τὸν τρίβωνα καὶ οὐκ αὐτῆς ἀρετῆς ἕνεκεν, οἵπερ ἐὰν μὴ εὕρωσιν δἰ ὅ φιλοσοφοῦσιν, ἐπὶ τὸ χλευάζειν τρέπονται. διὰ δὴ τοὺς τοιύτους ἐπιτήδειόν τινα πρὸς τὸ ἰδιάζειν τόπον ἐπιλεξώμεθα.

Καί τις ἐν αὐτοῖς πλούσιος ἀνὴρ, καὶ διὰ παντὸς χῶρόν τινα περὶ ἑαυτὸν κεκτημένος παμμήνων φύλλων, ἔφη· ἐπειδὴ σφόδρα καῦμα ἐπιφλέγει, βραχὺ τῆς πόλεως εἰς ἐμοὺς κήπους ὑποχωρήσωμεν. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη. ἔνθα ἐγὼ ἀσμένως ἐκαθεζόμην καὶ οἱ λοιποὶ περὶ ἐμέ, καὶ ἡσυχάζοντες, ἀντὶ τῆς μελλούσης ἀξιοῦν με φωνῆς, διὰ τοῦ ἀτενίζειν εἰς ἐμὲ δῆλοι ἦσαν τῆς ὑποθέσεως τὴν ἀπόδειξιν ἀπαιτοῦντες. καὶ δὴ οὕτως λέγειν ἠρξάμην.

Πολλή τις, ὦ ἄνδρες, Ἕλληνες, ἡ διαφορὰ τυγχάνει ἀληκαὶ συνηθείας. ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη εὑρίσκεται, τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθῇ, εἴτε ἀληθὲς εἴτε ψευδὲς, ἀκρίτως ὑφ᾽ ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν, οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκεν, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ᾽ ἀδήλῳ τύχῃ τὴν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστιν ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολήν, κἄν πάνυ αὐτῷ δείκνυηται μωρὰ καὶ καταγέλαστος οὖσα.

Αἰτίκα γοῦν ἐγὼ τὴν πᾶσαν Ἑλλήνων παιδείαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο, καὶ τούτους κακοὺς καὶ παντοπαθεῖς· ἵνα ὁ τὰ ὅμοια πράττειν θέλων μηδὲ αἰδῆται, ὅπερ ἐστὶν ἀνθρώπου ἴδιον, παράδειγμα ἔχων τῶν μυθολογουμένων θεῶν τοὺς κακοὺς καὶ ἀσέμνους βίους. τῷ δὲ μηδὲ αἰδεῖσθαι οὐδὲ ἐλπίδα μετανοίας ὁ τοιοῦτος ἐμφαίνει. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ᾽ ἥν μηδὲν πάσχειν τις ἢ ποιεῖν δύναται. ὁμοίως οὖν καὶ τοῦτο τῷ πρώτῳ τἀυτόν ἐστιν. νομίσας γάρ τις ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται, καὶ ἁμαρτὼν οὐ μεταμελεῖται ἐφ᾽ οἷς ἠσέβηκεν, ἀπολογίαν φέρων ὅτι ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηναγκάζετο· καὶ ὡς τὴν γένεσιν κατορθῶσαι μὴ δυνάμενος, ἐφ᾽ οἷς ἐξαμαρτάνει οὐδὲ τὸ αἰδεῖσθαι ἔχει.

Ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων, οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν, ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνουμένου καὶ ἑκάστῳ τὸ κατ᾽ ἀξίαν ἀπονέμοντος, πᾶν ὅτι δύνανται διὰ τὴν ἀφοβίαν εὐκόλως δρῶσιν. Ὅθεν οὐ ῥᾳδίως, ἢ τάχα οὐδὲ ὅλως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται τὸν γὰρ ἐπιστρέφοντα κίνδυνον οὐ προορῶνται. ὁ δὲ τῶν, ὡς ὑμεῖς φατέ, βαρβάρων Ἰουδαίων λόγος εὐσεβέστατός ἐστιν, ἕνα πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰςηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα, δίκαιον δὲ, ὡς ἑκάστῳ μετὰ τὴν μετάνοιαν κατ᾽ ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα.

Οὗτος ὁ λόγος, εἰ καὶ μῦθος ὤν τυγχάνει, εὐσεβής γε ὤν οὐκ ἀσύμφορος ἄν εἴη τῷ βίῳ. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου Θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει. εἰ δὲ καὶ ἀληθὴς εἴη ὁ λόγος , ἀπήλλαξε μὲν τὸν σωφρόνως βεβιωκότα τῆς αἰωνίου κολάσεως, προσευεργέτηκεν δὲ τοῖς ὑπὸ τοῦ Θεοῦ ἀϊδίοις τε καὶ ἀποῤῥήτοις γιγνομένοις ἀγαθοῖς.

Πλὴν ἐπάνειμι ἐπὶ τὴν πρωτίστην τῶν Ἑλλήνων δόξαν, τὴν πολλοὺς καὶ παντοπαθεῖς θεοὺς εἶναι μυθολογοῦσαν. καὶ ἵνα μὴ εἰς τὰ ἀσφαλῆ πολὺν ἀναλίσκω χρόνον, ἑκάστου τῶν λεγομένων θεῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, πάντας μὲν οὐκ ἄν εἴποιμι αὐτῶν τοὺς ἔρωτας, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους καὶ τῶν καθ᾽ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὕς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε.

Ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι, οὑ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγετε, καταπιών, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας καθεῖρξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν· ἦν δὲ ἡ Μήτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνελθὼν, Ἥρᾳ καὶ Δήμητρι καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα γε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ·

Ἰδιώταις ἔχοις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον. τοῖς δὲ ἐκ παιδείας ὁρμωμένοις τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις θεῶν ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι, ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται.

Διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ᾽ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι᾽ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῇ οὔσῃ τῇ ψυχῇ τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὑτῶν συμφύουσι νοῦν. ὅθεν ἐπαυξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἔστι τὰ ἐνεῤῥιζωμένα ἀσεβήματα, ὁπότ᾽ ἂν ἀνδρωθεῖσιν αὐτοῖς χαλεπὰ εἶναι νοῆται. ἐν οἷς γὰρ ἕκαστος ἐκ παίδων ἐθίζεται, τούτοις ἐμμένειν ἥδεται, καὶ οὕτως, τῆς συνηθείας οὐ πολὺ ἔλαττον πρὸς τὴν φύσιν δυναμένης, δυσμετάβλητοι γίνονται πρὸς τὰ μὴ ἀπ᾽ ἀρχῆς αὐτοῖς καταβληθέντα τῇ ψυχῇ καλά.

Διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν, καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς Ἑλλήνων ἐπακούειν μυθολογίας. πολὺ γὰρ ἀμαθίας χείρονά ἐστιν τὰ παρ᾽ αὐτοῖς μαθήματα, ὡς ἐκ τῶν κατ᾽ ἀγρὸν οἰκούντων, διὰ τὸ μὴ παιδευθῆναι τὰ παρ᾽ Ἕλλησιν ἔλαττον ἁμαρτανόντων, ἀπεδείξαμεν. φευκτέον δὴ τοὺς τοιούτους μύθους αὐτῶν καὶ τὰ θέατρα καὶ τὰ βιβλία· εἴθε δυνατὸν ἦν, καὶ τὰς πόλεις. κακῶν γὰρ μαθημάτων γέμοντες καὶ πνέοντες τοῖς συναμιλλωμένοις ὥσπερ λύσσαν τοῖς πλησίον μεταδιδοῦσιν ὧν πεπόνθασιν αὐτοί. τὸ δὲ χαλεπώτατον, ὅστις παρ᾽ αὐτοῖς πλεῖον πεπαίδευται, πολλῷ τοῦ κατὰ φύσιν οὗτος φρονεῖν ἐκτέτραπται.

Τινὲς δὲ τῶν παρ᾽ αὐτοῖς καὶ φιλοσόφοι εἶναι ἀξιοῦντες τὰ τοιαῦτα ἁμαρτήματα ἀδιάφορα τίθενται, καὶ τοὺς ἐπὶ ταῖς τοιαύταις πράξεσιν χαλεπαίνοντας ἀνοήτους λέγουσιν. οὐ γάρ ἐστιν, φασί, τὰ τοιαῦτα τῇ φύσει ἁμαρτήματα, ὅσα θετοῖς ἀπηγόρευται νόμοις ὑπὸ τῶν κατ᾽ ἀρχὰς γενομένων σοφῶν, διὰ τὸ εἰδέναι, ὅτι οἱ ἄνθρωποι εὐριπίστῳ ψυχῇ ἐπὶ τοῖς τοιούτοις μεγάλως ἀχθόμενοι πρὸς ἀλλήλους πόλεμον αἴρονται. ὧν ἕνεκα νόμον θέντες οἱ σοφοὶ τὰ τοιαῦτα ὡς ἁμαρτήματα ἀπηγόρευσαν. γελοῖον δὲ οὕτως ὑπολαμβάνειν. πῶς γὰρ οὐχ ἁμαρτήματά εἰσιν τὰ θορύβων καὶ φόνων καὶ πάσης ταραχῆς αἴτια; ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ καὶ ἄλλα πλείω κακά;

Ἀλλὰ διὰ τί, φησίν, ὁ ἀνὴρ ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζηλοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλ᾽ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι, ὅτι κἄν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν· καὶ ἀποδημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ, διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον, τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι, καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συμφθαρῆναι· εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ, καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ ὧνπερ ἄν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἄν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται.

Ἀλλὰ τοῦτο μὲν νῦν ἡμῖν παραλελείφθω. ἐκεῖνο δὲ ἅπαντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τούτῳ τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους ἐπὶ τούτῳ ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μυρία. διὰ τοῦτο ἐγὼ τῷ ἁγίῳ τῷ Ἰουδαίων Θεῷ καὶ νόμῳ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ Θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν ὁπουδήποτε ἀπολαμβάνει.

Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ, οὐχὶ καὶ οἱ Ἑλλήνων, ἔφη, νόμοι τὰ φαῦλα ἀπαγορεύουσιν, καὶ τοὺς μοιχοὺς κολάζουσιν; κᾀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ καὶ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι, ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοί, ἀλλ᾽ οἱ δικασταὶ εἰς οὕς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κᾀγὼ ἔφην· οὐκ ἐθ᾽ ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν, ὁ δὲ Θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.

Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κᾀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀππίων ἔφη· σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν· διό σοι πρώτῳ εἰπεῖν συνεχωρήσαμεν. αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοιχοὶ ὄντες τυγχάνουσιν, οὔτε φονεῖς, οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες· ἀλλ᾽ οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν. Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον, καὶ Ῥέαν τὴν ἀεὶ ῥέουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ᾽ ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλήθειαν ἐκφανῶ. κᾀγὼ πρὸς ταῦτα ἔφην· αὔριον, ὡς ὑπέσχου , οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτά, ἃ μέλλεις λέγειν, ἄκουσον.

Αἱ τῶν θεῶν πράξεις εἰ μὲν ἀγαθαὶ οὖσαι κακοῖς μύθοις προεκαλύφθησαν , πολλὴ τοῦ σκεπάσαντος δείκνυται κακία, ὅτι τὰ σεμνὰ ἀπέκρυψεν κακοῖς διηγήμασιν, ἵνα μήτις αὐτῶν ζηλωτὴς γένηται. εἰ δὲ ἀληθῶς ἀσεβῆ διεπράξαντο, ἐχρῆν τοὐναντίον ἀγαθοῖς αὐτὰ ἐπισκέπειν, ἵνα μὴ οἱ ἄνθρωποι, ὡς εἰς κρείττονας ἀφορῶντες, ἁμαρτάνειν ἐπιχειρῶσιν ἐκείνοις παραπλήσια. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς πρὸς τοὺς ὑπ᾽ ἐμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντες πάντως με τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν.

Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ, καθὰ συνεταξάμεθα, εἰς τὸν ἡσύχιον τόπον ἐλθὼν, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσαγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακὼς , ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη, δυσαῤῥώστως αὐτὸν ἀπ᾽ αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος, εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέψασθαι αὐτὸν , σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ’ οὕτως κᾀκεῖνον ἐπισκέψασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώμης γενομένης, λέγειν ἠρξάμην.

Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν, καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα, καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους, καὶ μηθὲν τέλειον εὑρεῖν δύναμενος, ὑπὸ τῆς ἀνοίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ρώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοί, καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται, ὡς ἰατρικῆς οὐκ ἀμύητος, καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι᾽ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ᾽ αὐτῶν ἀναγεγραφέναι· καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὴν εἰς φιλίαν προσιέμενον· ἀλλ᾽ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοϊουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσοικειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ᾽ αὐτοῦ μανθάνειν.

Ταῦτα ἐγὼ προϊδὼν περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τις σου τῆς ψυχῆς ἡ νόσος. ἐμοῦ δὲ προςποιητῶς πάλιν ἀναστενάξαντος, ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν, περὶ οὗ ἤθελον ἐνδείκνυσθαι, παρεῖχον τὴν ὑπόνοιαν· ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· οὐδέν ἐστιν ἐν τῷ βίῳ, βοηθείας τυχεῖν μὴ δυνάμενον. καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτὴν τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ᾽ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὅ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρός με φιλοτιμέμενος καὶ τὴν ἐπαοιδὴν, δι᾽ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνησεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως, πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ, καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος.

Ὅθεν εἰ καὶ σὺ τοιοῦτόν τι πέπονθας ἀνθρωπίνως, θάρσησον ἡμῖν πρὸς τὸ ἀμέριμνον ἐντὸς γὰρ ἡμερῶν ἑπτὰ πάντως αὐτῆς ἐπιτυχεῖν σε ποιήσω. ταῦτα ἀκούσας ἐγώ, εἰς τὸν ἐμοῦ σκοπὸν ἀποβλέπων ἔφην· σύγγνωθί μοι μὴ πάνυ πιστεύοντι μαγείαν ὑφεστᾶναι· πολλῶν γὰρ πολλὰ ἐπαγγελλομένων καὶ διαψευσαμένων ἤδη πεπείραμαι. πλὴν δυσωπεῖ με καὶ εἰς ἐλπίδας ἄγει ἡ σὴ ὑπόσχεσις. δέδοικα δὲ ἐνθυμούμενος, μὴ ἄρα οἱ δαίμονες τοῖς μάγοις ἐνίοτε πρὸς τὰ κελευόμενα οὐχ ὑπείκουσιν.

Καὶ ὁ Ἀππίων ἔφη· ταῦτα ἐμοί σου μᾶλλον συγχώρει εἰδέναι. πλὴν ἵνα μὴ δοκῇς, πρὸς ὅ ἔφης, μηδὲν ἀκηκοέναι παρ᾽ ἐμοῦ, μάθε πῶς ἀνάγκην ἔχουσιν οἱ δαίμονες τοῖς μάγοις ὑπείκειν περὶ ὧν κελεύονται. ὡς γὰρ ἀδύνατόν ἐστιν στρατιώτην ἀντειπεῖν τῷ ἡγουμένῳ, αὐτοῖς τε τοῖς ἡγουμένοις οὐχ οἷόν τε παρακοῦσαι βασιλέως· εἰ γάρ τις ἀντερεῖ τοῖς ἐφεστηκόσιν, πάντως τιμωρίας ἀξιοῦται· οὕτως ἀδύνατόν ἐστιν τοὺς δαίμονας μὴ ὑπουργεῖν τοῖς αὐτῶν ἡγουμένοις ἀγγέλοις, καθ᾽ ὧν ὁρκιζόμενοι φρίττοντες εἴκουσιν, εὖ εἰδότες ὅτι ἀπειθήσαντες πάντως κολάζονται. ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι κατὰ τοῦ κρείττονος ὑπὸ μάγων ὁρκιζόμενοι ὑπείκουσιν, μήπως ἀπειθείας κριθέντες ἀπόλωνται. εἰ γὰρ μὴ πάντα ἔμψυχα ὄντα καὶ λογισμένα προεώρα τὴν ἐκ τοῦ κρείττονος δίκην, σύγχυσις ἄν ἐγεγόνει, τῶν πάντων στασιαζόντων πρὸς ἄλληλα.

Κᾀγὼ ἔφην· οὐκοῦν ὀρθῶς ἔχει τὰ ὑπὸ ποιητῶν καὶ φιλοσόφων λεγόμενα, ὡς ἐν ιἅδου αἱ ψυχαὶ τῶν ἀσεβῶν κριθεῖσαι ἐφ᾽ οἷς ἐτόλμησαν κολάζονται, οἷον Ἰξίωνος καὶ Ταντάλου Τιτυοῦ τε καὶ Σισύφου καὶ τῶν Δαναοῦ θυγατέρων καὶ ὅσοι ποτὲ ἄλλοι ἐνταῦθα ἠσέβησαν; καὶ πῶς, εἴγε ταῦθ᾽ οὕτως μὴ ἔχῃ, δυνατὸν ἂν μαγείαν ὑφεστάναι; τοῦ δὲ εἰπόντος, οὕτω τὰ ἐν ιἅδου ἔχειν, ἐγὼ ἐπυθόμην· διὰ τί δὴ καὶ αὐτοὶ μαγείαν οὐ πεφοβήμεθα, ἐπὶ μοιχείας πεπεισμένοι τὴν ἐν ᾅδου δίκην; μοιχείᾳ γὰρ βιάσασθαι τὴν μὴ θέλουσαν οὐ συντίθεμαι εἶναι δίκαιον. εἰ δέ τις αὐτὴν πείθειν ἐπαγγέλλεται, πρὸς τοῦτο, μετὰ τοῦ καὶ χάριν ὁμολογεῖν, ἑτοίμως ἔχω.

Καὶ ὁ Ἀππίων ἔφη· οὐ δοκεῖ σοι τἀυτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτυχών, εἴτε παίσας λόγοις; κᾀγὼ ἔφην· οὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας, ὡς ἐπιβουλεύσας σώφρονι, χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας, καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν, οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασαμένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον, ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκάσαι.

Καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· τί με χρὴ πρός σε λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον, καὶ οἴει πείσας μὲν ὡς ἀναμάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ᾽ ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται, ὅτι γέγονεν , οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐδήπου μαγείᾳ μὲν δυνηθείς, ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοιχείαν ἁμαρτίας ἀπολυθήσῃ; κᾀγὼ ἔφην· διὰ τὸ ἐρᾷν πάντως μοι προκειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρήσομαι δὲ οἷόν τε κολακεῦσαι μᾶλλον, ἢ μαγεῦσαι. ἀλλ᾽ οὐδὲ κολακείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος.

Καὶ ὁ Ἀππίων ἔφη· ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείθειν αὐτὴν δυνήσεσθαι, ὡς αὐτὸς θέλεις, εἴ περ γε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κᾀγὼ ἀπεκρινάμην· ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κᾀγὼ ἔφην· δυνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη· ἔτι τῇ νυκτὶ ταύτῃ συγγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ᾽ ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα, καὶ εὔκαιρος ἔχειν αὐτὸ ὑπεμνήσθην, σὺν ἄλλοις βιβλίοις οἷς μετ᾽ ἐμαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον, καὶ βουλομένοις ἐπακούσαι ἀνέγνων, καὶ δὴ ἀναγνοὺς ἔφην· αὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον.

Ο ΕΡΩΝ ΤΗ ΕΡΩΜΕΝΗ

Ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους. ἐπιταγαῖς Ἕρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χάριν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν, καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες, ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν, τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πραξίν τινες ὑπειλήφασιν εἶναι κακὴν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν. εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος. ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζώων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μῖξις ἢ γέννησις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς ὁ δι᾽ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν ἐστι νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ᾽ ὅταν ὑπ᾽ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ᾽ ἐκείνου βουλῇ ἐπιθυμοῦντες, χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσωμεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσωμεν;

Ἀλλὰ πᾶσαι μὲν ἀνεῴχθησαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέσθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵ τινες ὑπὸ ἀνοίας κρατούμενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομένους μοιχοὺς ὑφορώμενοι, ὑπ᾽ αὐτοῦ τοῦ Διὸς διά γε τοῦ Μίνω καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις. Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πάθος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνήλυθεν γυναιξίν, καὶ ὑπ᾽ ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιΐαν, ἐνίοτε τὴν αὐτοῦ μῖξιν ἀνθρώποις δωρούμενος. παρ᾽ οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο, ἀγνοούμενος μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ, μήτε τοῖς ὑπ᾽ αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν, καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολογουμένους κρείττονας ὧν αἱ μίξεις μυρίαι γεγόνασιν.

Καὶ ὑπὲρ τοῦ μὴ τὸν χρόνον παραναλίσκειν μάτην εἰς τὰς ἀποδείξεις τὰς πλείονας, ἀπ᾽ αὐτοῦ τοῦ Διὸς, τοῦ πατρὸς θεῶν τε καὶ ἀνθρώπων, ἄρξομαι τὰς ἐνίων μηνύειν κοινωνίας· πασῶν γὰρ ὑπομνησθῆναι διὰ τὸ πλῆθος ἀδύνατον. ἄκουε τοίνυν αὐτοῦ τοῦ μεγάλου Διὸς, διὰ τὴν τῶν ἀνοήτων ἀνδρῶν ζηλοτυπίαν, τὰς διὰ τῆς μεταμορφώσεως λανθανούσας κοινωνίας. ἐν πρώτοις γὰρ τῆς μοιχείας ἁμαρτίαν σοφοῖς λῦσαι θέλων, ὁπότε ἔμελλεν γαμεῖν καὶ ὡς ἐπὶ πρώτῃ εὐνῇ κατὰ τοὺς πολλοὺς μοιχοὺς εἰδὼς, οὗ γινόμενος, διὰ τῆς δοκούσης, ὡς ἔφην, ἁμαρτίας τὸν ἀναμάρτητον γάμον ἐπορίσατο. ἀδελφὴν γὰρ αὑτοῦ Ἥραν οὖσαν γαμεῖ, ὁμοιωθεὶς κόκκυγος πτερῷ, ἐξ ἧς Ἥβη τε καὶ Ἰλιθῆα ἐγένετο. τὴν Μῆτιν γὰρ χωρὶς τῆς πρός τινα μίξεως ἀποκυίσκει, ὡς καὶ Ἥρα τὸν Ἥφαιστον.

Ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Θὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, Ἔρως καὶ Κύπρις, ἥν καὶ Δωδώνην λέγουσιν· μίγνυται δὲ καὶ Ἀντιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν. Ἀλκμήνῃ τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι τᾷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Αἰγίνῃ τῇ Ἀσκληπιοῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Αἰακὸς τίκτεται. Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ Δανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπεῤῥύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα. Ἐυρώπῃ τῇ Φοίνικος διὰ ταύρου συνῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Εὐρυμεδούσῃ τῇ Ἀχελῴου, μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ, γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ πάλαι σοφοί. Εἴμᾳ τῇ γηγενεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Παργαῖος, Κρόνιος, Κῦτος. καὶ Ὁσπίαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ· Νεμούσει τῇ Θεστίου, τῇ καὶ Λήδᾳ νομισθείσῃ, κύκνος ἢ χὴν γενόμενος Ἐλένην ἐτεκνώσατο, καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. Λαμίᾳ ἐπεμορφώθη ἔποψ.

Μνημοσύνην, αὐτὸς εἰκασθεὶς ποιμένι, Μουσῶν ἀποφαίνει μητέρα· Σεμέλην τὴν Κάδμου πυρσεύων γαμεῖ, ἐξ ἧς Διόνυσον τελεῖ. Περσεφόνην αὐτὸς ἐκνυμφεύει τὴν θυγατέρα, αὐτὸς ὁμοιωθεὶς δράκοντι, καὶ τῇ γυναικὶ τοῦ ἀδελφοῦ αὑτοῦ Πλούτωνος εἶναι νομισθείσῃ. καὶ ἄλλαις πολλαῖς καὶ δίχα μεταμορφώσεως μίγνυται, ζῆλον τῶν ἀνδρῶν οὐκ ἐχόντων ὡς ἐφ᾽ ἁμαρτίᾳ, ἀλλ᾽ εὖ εἰδότων ὅτι ἀφθόνως ταῖς γυναιξὶν αὐτῶν κοινωνῶν γεννᾷ, χαριζόμενος αὐτοῖς Ἑρμεῖς, Ἀπόλλωνας, Διονύσους, Ἐνδυμίωνας καὶ ὅσους ἄλλους εἰρήκαμεν, ἐκ μίξεως αὐτοῦ κάλλει διαπρεπεστάτους.

Καὶ ἵνα μὴ εἰς ἄπειρον ἐξήγησιν τὸν χρόνον δαπανῶ, πάντων μετὰ Διὸς θεῶν ἀφθόνους εὑρήσεις κοινωνίας· οἱ ἀνόητοι δὲ μοιχείας λέγουσιν τῶν θεῶν, μηδὲ τῶν ἀῤῥένων τὰς μίξεις φυλασσομένων ὡς αἰσχράς, ἀλλὰ ἐπιτηδευόντων καὶ τοῦτο ὡς εὐπρεπές. αὐτίκα γοῦν αὐτὸς ὁ Ζεὺς, Γανυμήδους ἐρᾷ· Ποσειδῶν Πέλοπος· Ἀπόλλων Κινύρου, Ζακύνθου, Ὑακίνθου, Φόρβαντος, Ὕλα, Ἀδμήτου, Κυπαρίσσου, Ἀμύκλα, Τρωίλου, Βράγχου Τυμνίου, Πάρου Ποτνιέως, Ὀρφέως· Διόνυσος δὲ Λαόνιδος, Ἀμπέλου, Ὑμεναίου, Ἑρμαφροδίτου, Ἀχιλλέως· ὁ δὲ Ἀσκληπιὸς Ἱππολύτου· καὶ Ἥφαιστος Πηλέως· Πὰν δὲ Δαφνίδος· ὁ δὲ Ἑρμῆς Περσέως, Χρύσου, Θέρσου, Ὀδρύσου· Ἡρακλῆς δὲ Ἀβδήρου, Δρύοπος, Ἰοκάστου, Φιλοκτήτου, Ὕλα, Πολυφήμου, Αἴμονος, Χώνου, Εὐρυσθέως.

Πάντων οὖν σοι τῶν ἐπισημοτέρων θεῶν ἐκ μέρους τοὺς ἔρωτας παρεθέμην, φιλτάτη, ἵνα εἰδῇς, ὅτι μόνοις ἀνθρώποις τοῖς ἀνοήτοις περὶ τούτου γίνεται ζηλοτυπία. διὸ καὶ θνητοὶ τυγχάνουσιν, καὶ λυπηρῶς τὸν βίον διατελοῦσιν, ὅτι τὰ δόξαντα τοῖς θεοῖς καλὰ αὐτοὶ διὰ τὸν αὐτῶν ζῆλον κακὰ εἶναι ἀπεφήναντο. μακαρία οὖν ἔσῃ τοῦ λοιποῦ, μιμουμένη θεοὺς καὶ οὐκ ἀνθρώπους. ἄνθρωποι γὰρ τὴν νομιζομένην σωφροσύνην ἰδόντες σε διαφυλάσσουσαν, διὰ τὸ ἴδιον πάθος ἐπαινοῦσιν μέν, οὐκ ὠφελοῦσιν δέ· θεοὶ δὲ ἐξομοιουμένην σε ἑαυτοῖς ὁρῶντες καὶ ἐπαινέσουσιν καὶ ὠφελήσουσιν.

Λόγισαι γάρ μοι, πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύεσίν τινες. Ποσειδῶν Δελφῖνα διὰ τὴν Ἀμφιτρίτην ἐνέταξεν τῷ οὐρανῷ. καὶ Ὠρίωνα, τὸν Εὐρυάλης τῆς Μίνω , δι᾽ Εὐρυάλην τὴν μητέρα τῶν ἄστρων κατηξίωσεν. Διόνυσος τὸν Ἀριάδνης στέφανον. Ζεὺς τὸν ἀετὸν συνεργήσαντα ἐπὶ τῇ Γανυμήδους ἁρπαγῇ, καὶ αὐτὸν τὸν Γανυμήδην ἐν Ὑδροχόου τιμῇ ἔταξεν· καὶ ταῦρον δι᾽ Εὐρώπην ἐτίμησεν. ἀλλὰ καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην Λήδᾳ χαριζόμενος ἐποίησεν ἀστέρας· καὶ Περσέα διὰ Δανάην καὶ Ἀρκάδα διὰ Καλλιστώ· παρθένον τὴν καὶ Δίκην διὰ Θέμιν· Ἡρακλέα διὰ Ἀλκμήνην. καὶ ἐκέτι μηκύνω πλέον· μακρὸν δὲ τὸ κατ᾽ εἶδος λέγειν, ὅσους ἄλλους διὰ πολλὰς ἐρωμένας εὐεργετήκασιν οἱ θεοὶ ταῖς πρὸς ἀνθρώπους κοινωνίαις, ἃς οἱ ἀνόητοι ὡς κακὰς πράξεις ἀπαγορεύουσιν, οὐκ εἰδότες ὅτι ἡδονή ἐστιν ἡ μεγάλη ἐν ἀνθρώποις ἀπόλαυσις.

Τί δὲ καὶ τῶν σοφῶν οἱ περιβόητοι οὐχ ἡδονὴν προκρίνουσιν, καὶ αἷς ἐβουλήθησαν ἐμίγησαν; ὧν πρῶτος ὁ τῆς Ἑλλάδος διδάσκαλος, περὶ οὗ αὐτὸς ὁ Φοῖβος ἔφη· ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος· οὐκ ἐν τῇ εὐνομωτάτῃ πόλει τῇ Λακεδαίμονι κοινὰς προτίθησι τὰς γυναῖκας, καὶ ὑπὸ τῷ τρίβωνι τὸν καλὸν Ἀλκιβιάδην καλύπτει; καὶ ὁ Σωκρατικὸς δὲ Ἀντισθένης περὶ τοῦ δεῖν τὴν λεγομένην μοιχείαν μὴ ἀποσείεσθαι γράφει. ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Διογένης Λαΐδι οὐκ ἐπί τῷ μισθῷ τοῦ φέρειν αὐτὴν ἐπ᾽ ὤμων δημοσίᾳ κοινωνεῖ μετὰ παῤῥησίας; οὐκ Ἐπίκουρος ἡδονὴν προκρίνει; οὐκ Ἀρίστιππος μυρισθεὶς ὅλον αὑτὸν Ἀφροδίτῃ χαρίζεται; οὐ Ζήνων ἀδιαφορεῖν αἰνισσόμενος διὰ πάντων τὸ θεῖον εἶναι λέγει, ἵνα γνώριμον τοῖς συνετοῖς γένηται, ἵνα ᾧ ἄν τις μιγῇ, ὡς ἑαυτῷ μίγνυται, καὶ περισσὸν τὸ ἀπαγορεύειν τὰς λεγομένας μοιχείας, ἢ μίξεις μητρὸς ἢ θυγατρὸς ἢ ἀδελφῆς ἢ παίδων; Χρύσιππος δὲ ἐν ταῖς ἐρωτικαῖς ἐπιστολαῖς καὶ τῆς ἐν Ἀργεῖ εἰκόνος μέμνηται, πρὸς τῷ τοῦ Διὸς αἰδοίῳ φέρων τῆς Ἥρας τὸ πρόσωπον.

Οἶδα ὅτι ταῦτα τῆς ἀληθείας ἀμυήτοις φοβερὰ καὶ αἴσχιστα καταφαίνεται, ἀλλ᾽ οὐ τοῖς Ἑλλήνων θεοῖς καὶ φιλοσόφοις, οὐ τοῖς Διονύσου καὶ Δημήτρας μυστηρίοις. ἀλλ᾽ ἐφ᾽ ἅπασιν τούτοις, ἵνα μὴ πάντων θεῶν καὶ φιλοσόσφων τοὺς βίους λέγων παραναλίσκω τοὺς χρόνους, δύο ἔστωσάν σοι μέγιστοι σκοποί, θεῶν μὲν Ζεύς, ἀνδρῶν δὲ φιλοσόφων Σωκράτης. τὰ δὲ λοιπά, ἐξ ὧν σοι γράψας ὑπέμνησα, συνεῖσα ἔπεχε, μήποτε ἐραστήν σου λυπήσῃς· ἐπεὶ ὡς θεοῖς καὶ ἥρωσιν τὰ ἐναντία πράξασα, ἀσεβὴς κριθεῖσα τὴν προσήκουσαν ὑφέξεις τιμωρίαν. · ἐὰν δὲ παντὶ ἐραστῇ ἑαυτὴν παρασχῃς, ὡς θεοὺς μιμουμένη τῆς παρ᾽ αὐτῶν τεύξῃ εὐεργεσίας. τὰ δὲ λοιπὰ, φιλτάτη, μεμνημένη περὶ ὧν σοι ἐξέφηνα μυστηρίων, διὰ γραμμάτων μοι τὴν σὴν δεῖξον προαίρεσιν. ἔῤῥωσό μοι.

Ἐγὼ τοίνυν λαβὼν τὸ βιβλίον τοῦτο παρὰ τοῦ Ἀππίωνος, ὡς ὄντως διαπέμψων αὐτὸ τῇ ἐρωμένῃ, ἐπλασάμην ὡς ἐκείνης πρὸς ταῦτα ἀντιγραψάσης, καὶ τῇ ὑστεραίᾳ ἐλθόντι αὐτῷ ἀπέδωκα τῷ Ἀππίωνι ὡς δῆθεν τὴν παρ᾽ ἐκείνης ἀντιγραφήν, οὕτως ἔχουσαν. ΑΝΤΙΓΡΑΦΟΝ ΕΠΙΣΤΟΛΗΣ, πρὸς Ἀππίωνα ὡς παρὰ τῆς ἐρωμένης.

Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον, ὡς ἔφης, ἐπιθεὶς πάντων θεῶν καὶ ἀνθρώπων, βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν, καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης, ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἄν εἴη ὁ πάσχων ἑκών· εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως, καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς, ὥσπερ δἰ ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾷν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει· καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερομένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται· καὶ εἰς ἀπέραντον ἐπαναφορὰν τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων, οὔτε ὁ φερόμενος, ἀλλ᾽ αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον.

Οἱ δὲ κρατεῖν αἰσχρᾶς ἐπιθυμίας μὴ βουλόμενοι τῶν θεῶν καταψεύδονται, ἵνα περὶ ὧν πράττουσιν, τοὺς θεοὺς ὡς προτέρους δράσαντας ὑποδεικνύντες ἀπαλλάσσωνται τῆς μέμψεως. εἰ γὰρ παιδοποιΐας ἕνεκεν, καὶ οὐκ ἀσελγείας, οἱ λεγόμενοι θεοὶ τὰς μοιχείας ἐπετέλουν, τί καὶ τοῖς ἄρσεσιν ἐμίγνυντο, ἀλλὰ χαριζόμενοι, φησίν, ταῖς ἐρωμέναις κατηστήριζον αὐτάς. οὐκοῦν πρὸ τούτου οὐκ ἦσαν ἀστέρες, μέχρις ὅτε ἀσελγείας προφάσει ὑπὸ μοιχῶν ὁ οὐρανὸς ἄστροις ἐκοσμήθη; πῶς δὲ καὶ οἱ τῶν κατεστηρισμένων ἔκγονοι ἐν ᾅδου κολάζονται, ὅ τε Ἄτλας βαρούμενος, καὶ ὁ Τάνταλος δίψῃ ἀνιώμενος, καὶ ὁ Σίσυφος ἐρείδων πέτραν, Τιτυὸς τὰ σπλάγχνα διορυττόμενος, Ἰξίων περὶ τροχὸν ἀπαύστως κυλινδούμενος; πῶς δὲ καὶ οἱ ἐρασταὶ θεοὶ ὄντες, οὓς ἐμίαναν, κατεστήριζον, ἑαυτοῖς τοῦτο μὴ χαρισάμενοι;

Οὐκ ἄρα ἦσαν θεοὶ, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν, οὐκ ἐν οὐρανῷ, ἀλλ᾽ ἐν γῇ τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς Διὸς, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος· καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος· Ἡλίου δὲ ἐν Ἄστροις καὶ Σελήνης ἐν Καρκοῖς Ἑρμοῦ δὲ ἐν Ἑρμουπόλει· Ἄρεως ἐν Θρᾴκῃ· Ἀφροδίτης ἐν Κύπρῳ· Διονύσου ἐν Θήβαις· καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέντων θεῶν οἱ τάφοι. ἄνθρωποι γὰρ ἦσαν, καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν, Ζεὺς λέγω ὁ μυθικὸς καὶ Διόνυσος, εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐτοὶ ἤθελον.

Εἰ δὲ τούτων δεῖ ζηλοῦν τοὺς βίους, μὴ μόνον τὰς μοιχείας, ἀλλὰ καὶ τὰς τραπέζας αὐτῶν μιμώμεθα. ὁ γὰρ Κρόνος τὰ αὑτοῦ τέκνα κατέπιεν, καὶ Ζεὺς ὁμοίως τὴν αὑτοῦ θυγατέρα. καὶ τί δεῖ λέγειν; Πέλοψ πάντων θεῶν δεῖπνον ἐγένετο. ὅθεν καὶ ἡμεῖς πρὸ τῶν ἀθεμίτων γάμων ὅμοιον δεῖπνον τοῖς θεοῖς ἐπιτελέσωμεν. οὕτω γὰρ ἄν εἴη τὸ δεῖπνον τῶν γάμων ἄξιον. ἀλλὰ τοῦτο οὐκ ἄν ὑποστῇ ποτε, ὡς οὐδὲ ἐγὼ τὸ μοιχήσασθαι. πρὸς τούτοις δέ μοι ἔρωτος ὡς δυνατοῦ θεοῦ ἀπειλεῖς χόλον. ἔρως θεὸς οὐκ ἔστιν, οἷος δοκεῖ, ἀλλ᾽ ἐκ τῆς τοῦ ζώου κράσεως πρὸς διαδοχὴν τοῦ βίου, κατὰ πρόνοιαν τοῦ τὰ πάντα ἐνεργήσαντος, συμβαίνουσα ἐπιθυμία, ἵνα τὸ πᾶν γένος μηδεπώποτε ἐπιλείπῃ, ἀλλὰ προφάσει ἡδονῆς ἐκ τῆς τοῦ μέλλοντος τελευτᾶν οὐσίας πάλιν ἄλλος γένηται, νομίμῳ προεκπεφυκὼς γάμῳ, ὅπως πρὸς τὸ γηροτροφεῖν τὸν αὑτοῦ πατέρα γνώσῃ· ὅπερ ποιεῖν οἱ ἐκ μοιχείας γεγονότες οὐκ ἂν ἐδύναντο, φύσιν στοργῆς πρὸς τοὺς γεννήσαντας οὐκ ἔχοντες.

Ἐπεὶ οὖν διαδοχῆς ἕνεκεν γνησίας ἐπαυξήσεως, ὡς ἔφην, ἡ ἐπιθυμία συμβαίνει ἡ ἐρωτική, χρὴ τοὺς γονεῖς, σωφροσύνης προνοουμένους, τοὺς αὑτῶν παῖδας πρὸ τῆς ἐπιθυμίας διὰ τῶν σωφρονιζόντων βιβλίων προπαιδεύειν, καὶ τοῖς κρείττοσιν αὐτοὺς προεθίζειν λόγοις ὅτι δευτέρα φύσις ἡ συνήθεια πρὸς τούτοις δὲ πυκνῶς αὐτοὺς τὰς κολάσεις ὑπομιμνήσκειν τὰς ἐκ τῶν νόμων, ἵνα ὥσπερ χαλινῷ τῷ φόβῳ χρώμενοι ταῖς ἀτόποις μὴ συντρέχωσιν ἡδοναῖς. προςήκει δὲ καὶ πρὸ τοῦ τὴν ἐπιθυμίαν ἐπακμάσαι γάμῳ τὸ φυσικὸν τῆς ἡλικίας πληροφορεῖν πάθος, πρότερον πείσαντας εἰς εἶδος ἑτέρας γυναικὸς μὴ ἀτενίζειν.

Ὁ γὰρ νοῦς ἡμῶν ὁπότ᾽ ἂν τὰ πρῶτα τῇ τέρψει τὸ εἶδος τῆς ἐρωμένης ἀπομάξηται, ὥσπερ ἐν κατόπτρῳ ἐνορῶν ἀεὶ τὴν μορφὴν, διὰ τῆς μνήμης βασανίζεται καὶ μὴ τυγχάνων μὲν τῆς ἐπιθυμίας, τῆς ἐπιτυχίας μελετᾷ τὰς ὁδούς, ἐπιτυχὼν δὲ μᾶλλον αὔξεται, ὥσπερ τὸ πῦρ τῆς ὕλης εὐποροῦν, καὶ μάλισθ᾽ ὅτ᾽ ἂν τῇ ψυχῇ τοῦ ἐρῶντος πρὸ τοῦ πάθους προσεντετυπωμένος μὴ προϋπάρξῃ φόβος. ὡς γὰρ ὕδωρ πῦρ κατασβέννυσιν, οὕτως καὶ φόβος τῆς ἀλόγου ἐπιθυμίας ἐστὶ σβεστήριος. ὅθεν ἐγὼ ἔκ τινος Ἰουδαίου τὰ Θεῷ πρέποντα νοεῖν καὶ ποιεῖν ἐκμαθοῦσα, εὐάλωτος πρὸς μοιχείαν ὑπὸ ψευδῶν μύθων οὐ γίνομαι. θέλοντι δέ σοι καὶ σπουδάζοντι σωφρονεῖν, φλεγμαινέσῃ ψυχῇ πρὸς ἔρωτα, βοηθοίη Θεὸς καὶ τὴν ἴασιν παρασχοίη.

Ἐπακούσας δὲ ὁ Ἀππίων τῆς ὑποκριτοῦ ἀντιγραφῆς ἔφη μή τι ἀλόγως Ἰουδαίους μισῶ, νῦν γοῦν ταύτην τίς ποτε συντυχὼν Ἰουδαῖος καὶ εἰς τὴν θρησκείαν μεταγαγὼν ἀνέπεισε σωφρονεῖν, καὶ ἀδύνατόν ἐστιν τοῦ λοιποῦ αὐτὴν εἰς κοινωνίαν ἑτέρου τινὸς συνελθεῖν, ὅτι οἱ τοιοῦτοι τὸν Θεὸν ὡς παντεπόπτην τῶν πράξεων προθέμενοι σφόδρα σωφρονεῖν ἐγκαρτεροῦσιν, ὡς λαθεῖν μὴ δυνάμενοι.

Ταῦτα ἀκούσας ἔφην τῷ Ἀππίωνι· νῦν σοι τὰ ἀληθῆ ὁμολογήσω. ἐγὼ γυναικὸς ἐκ ἠράσθην ἐδὲ ἄλλου τινός, πάνυ μου τῆς ψυχῆς δεδαπανημένης πρὸς ἄλλας ἐπιθυμίας καὶ πρὸς τῶν ἀληθῶν δογμάτων εὕρεσιν. καὶ μέχρι τοῦ νῦν πολλὰς γνώμας φιλοσόφων διασκοπήσας πρὸς οὐδένα αὐτῶν ἔνευσα, ἢ πρὸς τὸ Ἰουδαίων μόνον, ἐμπόρου τινὸς αὐτῶν ὀθόνας πιπράσκοντος ἐνταῦθα τῇ Ῥώμῃ ἐπιδεδημηκότος, καὶ ἔκ τινος συντυχίας ἀγαθῆς ἁπλούστερόν μοι τὸ μοναρχικὸν φρόνημα παραθεμένου.

Ἀκούσας δέ μου τῆς ἀληθείας ὁ Ἀππίων, ὁ ἀλόγως μισῶν τὸ Ἰουδαίων, καὶ τί ποτέ ἐστιν αὐτῶν τὸ πιστὸν οὔτε εἰδὼς οὔτε εἰδέναι θέλων, ἀκρίτως ὀργισθεὶς τῇ σιωπῇ ἐξ αὐτῆς ἤδη τῆς Ῥώμης ἀπηλλάσσετο· καὶ ἔκτοτε νῦν πρῶτον αὐτῷ συντετυχηκὼς τὸν ἐξ ἐκείνου τοῦ χρόνου θυμὸν ὑποπτεύω εἰκότως. πλὴν ἐφ᾽ ὑμῶν αὐτοῦ πεύσομαι, τί ἂν ἔχοι λέγειν περὶ τῶν λεγομένων θεῶν, ὧν οἱ βίοι παντοπαθεῖς εἶναι μυθολογούμενοι, πρὸς τὴν τοῦ ὁμοίου μίμησιν ἐπιτηδὲς ᾅδονται δημοσίᾳ, ὧν πρὸς τοῖς ἀνθρωπίνοις πάθεσιν, ὡς ἔφην, καὶ οἱ κατὰ τόπον δείκνυνται τάφοι.

Ταῦτα οἱ ἕτεροι προακούσαντες ἐμοῦ καὶ μαθεῖν τὰ ἑξῆς ποθοῦντες συνῆλθόν μοι, ὡς ἐπισκεψόμενοι Ἀππίωνα. καὶ δὴ λελουμένον αὐτὸν ἤδη κατελαμβάνομεν ἐφ᾽ ἑτοίμῳ τραπέζῃ. δἰ ὅπερ ὀλίγα ἠκριβολογησάμεθα εἰς τὸν περὶ θεῶν λόγον. ὁ δὲ οἶμαι συνεὶς ἡμῶν τὴν προαίρεσιν, εἰς τὴν ἐπιοῦσαν ἔχειν τι εἰπεῖν ὑπέσχετο περὶ θεῶν, καὶ τὸν αὐτὸν προεδήλωσεν ἡμῖν τόπον, ὡς ἐκεῖ διαλεξόμενος. ἡμεῖς δὲ σὺν τῇ ὑποσχέσει, χάριν ὁμολογήσαντες αὐτῷ, οἴκαδε ἕκαστος ἀπεχωρήσαμεν.

Τρίτῃ δὲ ἡμέρᾳ εἰς τὸ προωρισμένον τῆς Τύρου χωρίον· σὺν τοῖς οἰκειοτάτοις ἐλθὼν ἐγώ γε εὑρίσκω τὸν Ἀππίωνα, Ἀνουβίωνός τε καὶ Ἀθηνοδώρου καθεζόμενον μέσον, καὶ μετὰ πολλῶν ἄλλων τῶν ἐκ παιδείας ἀνδρῶν ἡμᾶς ἀναμενόντων. καὶ ὅμως οὐδὲν καταπλαγείς, προσαγορεύσας ἀντικαθέζομαι τῷ Ἀππίωνι, ὅς μετ᾽ οὐ πολὺ λέγειν ἤρξατο· βούλομαι πρῶτος ἀρξάμενος ἐντεῦθεν ἤδη ταχέως ἐλθεῖν ἐπὶ τὸ ζητούμενον. πρὸ τοῦ σε, τέκνον Κλήμης, ἡμῖν παρεῖναι, Ἀνουβίων οὗτος καὶ Ἀθηνόδωρος, οἱ χθὲς ἅμα τοῖς ἄλλοις ἐπακούσαντές σου διαλεγομένου, ἀφηγήσαιτό μοι, πῶς ἐν τῇ Ῥώμῃ, συνεργέμενός σοι ὡς ἐρῶντι, πολλὰ τῶν θεῶν κατεψευσάμην, εἰπὼν αὐτοὺς παιδεράστας, ἀσελγεῖς, μιγνυμένους μητράσιν, ἀδελφαῖς, θυγατράσιν, καὶ μυρίαις μοιχείαις ἀνεχομένους. ἀλλ᾽ ἐχρῆν σε, ὦ τέκνον, εἰδέναι, ὅτι μὴ τοιαῦτα περὶ θεῶν φρονῶν ἔγραφον, ἀλλὰ στοργῇ τῇ πρός σε τὰ ἀληθῆ λέγειν ἀπεκρυπτόμην, ἅπερ εἰ νῦν ἐθέλεις, παρ᾽ ἐμοῦ ἄκουσον.

Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτων μεμαθηκότες, τὲς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ᾽ Οὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ· ἄῤῥενες μὲν Ὠκεανὸς, Κοῖος, Κρῖος, Υπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεὰ, Θέμις, Μνημοσύνη, Δημήτηρ, Τηθὺς, Ῥέα. οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐκτεμών, ὥς φατε, εἰς βυθὸν ἀπέῤῥιψεν· ἀλλ᾽ οὐδ’ ἐκ τῆς ἀποτομῆς τοῦ Οὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο. οὐδ’ αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν δεδιώς, μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος, γενναιότερον αὐτοῦ γενόμενον, ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Ποσειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν Δία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ καταπιεῖν ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξέωσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ᾽ αὐτῷ Ποσειδῶνα, καὶ τρίτον τὸν Δία. οὐδέ γε, ὥς φασιν, μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς, καὶ εἰς οὐρανὸν ἀναβὰς, τὸν πατέρα τῆς βασιλείας καθεῖλεν. οὐ πατέρος ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξὶν, οὐ παισὶν αἰχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ᾽ ἐγκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν Διόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐκ αὐτὴ ἡ Ἔρις, ἀτιμασθεῖσα, μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν, δῶρον τῆ καλῇ. ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον, καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν Δία· αἷς αὐτὸς μὲν ἐκ ἔκρινεν, δι᾽ Ἑρμοῦ δὲ πρὸς τὸν ποιμένα Πάριν κριθησομένας περὶ κάλλους ἐξέπεμψεν. ἀλλ᾽ οὔτε ἐκρίθησαν θεαί, οὔτε ὁ Πάρις τῇ Ἀφροδίτῃ τὸ μῆλον ἀπέδωκεν. οὐκ Ἀφροδίτη τιμηθεῖσα τῷ τῆς Ἑλένης αὐτὸν ἀντετίμησεν γάμῳ. οὐ γὰρ ἂν ἡ τῆς θεᾶς τιμὴ πρόφασις ἐγίνετο παμφύλου πολέμου, καὶ ταῦτα ἐπ᾽ ὀλέθρῳ τοῦ τὴν τιμὴν ἀπειληφότος καὶ ἀγχιστεύοντος τῷ τῆς Ἀφροδίτης γένει. ἀλλ᾽ ὡς ἔφην, ὦ τέκνον, ἔχει τινὰ λόγον τὰ τοιαῦτα οἰκεῖον καὶ φιλόσοφον, ἀλληγορίᾳ φρασθῆναι δυνάμενον· ὥστε σε ἀκούσαντα θαυμάσαι: κἀγὼ ἔφην· δέομαι μή με ἀναβαλλόμενος βασανίσῃς. καὶ ὅς ἔφη· μηδὲν φοβηθῇς, οὐ γὰρ ὑπερθήσομαι, ἀλλ᾽ ἄρξομαι ἤδη λέγειν.

Ἦν ποτε ὅτε οὐδὲν πλὴν χάος καὶ στοιχείων ἀτάκτων ἔτι συμπεφορημένων μῖξις ἀδιάκριτος, τοῦτο καὶ τῆς φύσεως ὁμολογούσης, καὶ τῶν μεγάλων ἀνδρῶν οὕτως ἔχειν νενοηκότων. καὶ μάρτυρα τῶν μεγάλων ἐν σοφίᾳ τὸν μέγιστον Ὅμηρον αὐτόν σοι παρέξομαι, εἰπόντα περὶ τῆς ἀνέκαθεν συγχύσεως Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. ὡς ἐκεῖθεν ἁπάντων τὴν γένεσιν ἐσχηκότων, καὶ μετ᾽ ἀνάλυσιν τῆς ὑγρᾶς καὶ γηίνης οὐσίας εἰς τὴν πρώτην πάλιν ἀποκαθισταμένων φύσιν, ὅ ἐστιν χάος. Ἡσίοδος δὲ ἐν τῇ Θεογονίᾳ λέγει Ἥτοι μὲν πρώτιστα χάος ἐγένετο. τὸ δὲ ἐγένετο δῆλον ὅτι γεγενῆσθαι ὡς γενητὰ σημαίνει, οὐ τὸ ἀεὶ εἶναι ὡς ἀγένητα. καὶ Ὀρφεὺς δὲ τὸ χάος ὠῷ παρεικάζει, ἐν ᾧ τῶν πρώτων στοιχείων ἦν ἡ σύγχυσις. τοῦτο Ἡσίοδος χάος ὑποτίθεται, ὅπερ Ὀρφεὺς ὠὸν λέγει γενητόν, ἐξ ἀπείρου τῆς ὕλης προβεβλημένον, γεγονὸς δὲ οὕτως.

Τῆς τετραγενοῦς ὕλης ἐμψύχου οὔσης, καὶ ὅλου ἀπείρου τινὸς βυθοῦ ἀεὶ ῥέοντος καὶ ἀκρίτως φερομένου, καὶ μυρίας ἀτελεῖς κράσεις εἰς ἄλλοτε ἄλλως ἐπαναχέοντος, καὶ διὰ τοῦτο αὐτὰς ἀναλύοντος τῇ ἀταξίᾳ, καὶ κεχηνότος ὡς εἰς γέννησιν ζώου δεθῆναι μὴ δυναμένου, συνέβη ποτὲ αὐτοῦ τοῦ ἀπείρου πελάγους, ὑπὸ ἰδίας φύσεως περιωθουμένου κινήσει φυσικῇ, εὐτάκτως ῥυῆναι ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, ὥσπερ ἴλιγγα, καὶ μῖξαι τὰς οὐσίας, καὶ οὕτως ἐξ ἀκουστοῦ πάντων τὸ νοστιμώτατον, ὅπερ πρὸς γέννησιν ζώου ἐπιτηδειότατον ἦν, ὥσπερ ἐν χώνῃ κατὰ μέσου ῥυῆναι τοῦ παντός, καὶ ὑπὸ τῆς πάντα φερούσης ἴλιγγος χωρῆσαι βά θος, καὶ τὸ περικείμενον πνεῦμα ἐπισπάσασθαι, καὶ ὡς εἰς γονιμώτατον συλληφθὲν ποιεῖν κριτικὴν σύστασιν. ὥσπερ γὰρ ἐν ὑγρῷ φιλεῖ γίνεσθαι πομφόλυξ, οὕτως σφαιροειδὲς πανταχόθεν συνελήφθη κύτος. ἔπειτα αὐτὸ ἐν ἑαυτῷ κυηθέν, ὑπὸ τοῦ παρειληφότος θειώδους πνεύματος ἀναφερόμενον, προέκυψεν εἰς φῶς μέγιστόν τι τοῦτο ἀποκύημα, ὡς ἄν ἐκ παντὸς τοῦ ἀπείρου βυθοῦ ἀποκεκυημένον ἔμψυχον δημιούργημα, καὶ τῇ περιφερείᾳ τῶν ὠῶν προσεοικὸς, καὶ τῷ τάχει τῆς πτήσεως.

Κρόνον οὖν τὸν χρόνον μοι νόει, τὴν δὲ Ῥέαν τὸ ῥέον τῆς ὑγρᾶς οὐσίας· ὅτι χρόνῳ φερομένη ἡ ὕλη ἅπασα ὥσπερ ὠὸν τὸν πάντα περιέχοντα σφαιροειδῆ ἀπεκύησεν οὐρανόν· ὅπερ κατ᾽ ἀρχὰς τοῦ γονίμου μυελοῦ πλῆρες ἥνωσαν στοιχεῖα, καὶ χρώματα παντοδαπὰ ἐκτεκεῖν δυνάμενον, καὶ ὅμως παντοδαπὴν ἐκ μιᾶς οὐσίας τε καὶ χρώματος ἑνὸς ἔφερε τὴν φαντασίαν. ὥσπερ γὰρ ἐν τῷ τοῦ ταὼ γεννήματι ἕν μὲν τοῦ ὠοῦ χρῶμα δοκεῖ, δυνάμει δὲ μυρία ἔχει ἐν ἑαυτῷ τοῦ μέλλοντος τελεσφορεῖσθαι χρώματα, οὕτως καὶ τὸ ἐξ ἀπείρου ὕλης ἀποκυηθὲν ἔμψυχον ὠὸν, ἐκ τῆς ὑποκειμένης καὶ ἀεὶ ῥεούσης ὕλης κινούμενον, παντοδαπὰς ἐκφαίνει τροπάς. ἔνδοθεν γὰρ τῆς περιφερείας ζῶόν τι ἀῤῥενόθηλυ εἰδοποιεῖται προνοίᾳ τοῦ ἐνόντος ἐν αὐτῷ θείου πνεύματος, ὅν Φάνητα Ὀρφεὺς καλεῖ, ὅτι αὐτοῦ φανέντος τὸ πᾶν ἐξ αὐτοῦ ἔλαμψεν, τῷ φέγγει τοῦ διαπρεπεστάτου τῶν στοιχείων πυρὸς ἐν τῷ ὑγρῷ τελεσφορουμένου. καὶ οὐκ ἄπιστον, ὅτι καὶ ἐπὶ λαμπυρίδων, δείγματος ἕνεκα, ἡ φύσις ἡμῖν ὁρᾷν ὁγρὸν φῶς ἐδωρήσατο.

Τὸ μὲν οὖν πρωτοσύστατον ὠὸν ὑποθερμανθὲν ὑπὸ τοῦ ἔσωθεν ζώου ῥήγνυται, ἔπειτα δὲ μορφωθὲν προέρχεται ὁποῖόν τι καὶ Ὀρφεὺς λέγει, — κραμαίου σχισθέντος πολυχανδέος ὠοῦ. καὶ οὕτω μεγάλῃ δυνάμει αὐτοῦ τοῦ προεληλυθότος φανέντος, τὸ μὲν κύτος τὴν ἁρμονίαν λαμβάνει καὶ τὴν διακόσμησιν ἴσχει, αὐτὸς δὲ ὥσπερ ἐπ᾽ ἀκρωρείας οὐρανοῦ προκαθέζεται, καὶ ἐν ἀποῤῥήτοις τὸν ἄπειρον περιλάμπων αἰῶνα. ἡ δὲ τοῦ κύτους ἔνδοθεν γόνιμος ὑπολειφθεῖσα ὕλη, ὡς ἐν πολλῷ τῷ χρόνῳ ὑποκειμένης ἕως φυσικῆς ἱποζέουσα ἡ θερμότης, τὰς πάντων διέκρινεν οὐσίας. τὸ μὲν γὰρ κατώτερον αὐτῆς πρῶτον ὥσπερ ὑποστάθμη ὑπὸ τοῦ βάρους εἰς τὰ κάτω ὑπεχώρησεν, ὅ διὰ τὴν ὁλκότητα καὶ διὰ τὸ ἐμβριθὲς καὶ πολὺ τῆς ὑποκειμένης οὐσίας πλῆθος Πλούτωνα προσηγόρευσαν, ᾅδου τε καὶ νεκρῶν βασιλέα εἶναι ἀποφηνάμενοι.

Ταύτην μὲν οὖν τὴν πρώτην καὶ πολλὴν, ῥυπαρὰν καὶ τραχεῖαν οὐσίαν ὑπὸ Κρόνου τοῦ χρόνου καταποθῆναι λέγουσιν φυσικῶς, διὰ τὴν κάτω ὑπονόστησιν αὐτῆς. μετὰ δὲ τὴν πρώτην ὑποστάθμην τὸ συῤῥυὲν ὕδωρ καὶ πρώτῃ ἐπιπολάσαν ὑποστάσει Ποσειδῶνα προσηγόρευσαν. τὸ δὲ λοιπὸν τρίτον τὸ καθαρώτατον καὶ κορυφαιότατον ἅτε διαυγὲς ὄν πῦρ Ζῆνα ὠνόμασαν, διὰ τὴν ἐν αὐτῷ ζέουσαν φύσιν· ἀνωφερὲς γὰρ ὄν τὸ πῦρ πρὸς μὲν τὰ κάτω ὑπὸ χρόνου τοῦ Κρόνου οὐ κατεπόθη, ἀλλ᾽ ὡς ἔφην, ἡ πυρώδης οὐσία ζωτική τε καὶ ἀνωφερὴς οὖσα εἰς αὐτὸν ἀνέπτη τὸν ἀέρα, ὅς καὶ φρονιμώτατός ἐστι διὰ τὴν καθαρότητα. τῇ οὖν ἰδίᾳ θερμότητι ὁ Ζεὺς, τουτέστιν ἡ ζέουσα οὐσία, τὸ καταλειφθὲν ἐν τῷ ὑποκειμένῳ ὑγρῷ, τὸ ἰσχνότατον καὶ θεῖον ἀνιμᾶται πνεῦμα, ὅπερ Μῆτιν ἐκάλεσαν.

Κατὰ κορυφῆς δὲ αὐτοῦ ἐλθὸν τοῦ αἰθέρος καὶ συμποθὲν ὑπ᾽ αὐτοῦ, ὥσπερ ὑγρὸν θερμῷ μιγέν, τὸν ἀεικίνητον παλμὸν ἐμποιῆσαν, γεννᾷ τὴν σύνεσιν, ἥν καὶ Παλλάδα ἐπονομάζουσιν διὰ τὸ πάλλεσθαι, τεχνικωτάτην οὖσαν φρόνησιν, ᾗ χρώμενος τὸν πάντα ἐτεχνήσατο κόσμον ὁ αἰθέριος τεχνίτης. ἀπ᾽ αὐτοῦ δὲ τοῦ διήκοντος Διὸς, τοῦ θερμοτάτου αἰθέρος, ὁ ἀὴρ μέχρι τῶν ἐνταῦθα διικνεῖται τόπων, ἥν ἐπονομάζουσιν ̓Ἥραν. καὶ διὸ δὴ τῆς τοῦ αἰθέρος καθαρωτάτης οὐσίας ὑποβεβηκυῖα, ὡς θήλεια τὴν καθαρότητα, πρὸς σύγκρισιν τοῦ κρείττονος ἀδελφὴ Διὸς κατὰ τὸ εἰκὸς ἐνομίσθη, ὡς ἐκ τῆς αὐτῆς οὐσίας γεγενημένη γαμετὴ δὲ διὰ τὸ ὡς γυναῖκα ὑποκεῖσθαι.

Παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρος εὐκρασίαν, δἰ ὅ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἥν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνομίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἥν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι᾽ ἀκρότητα κρύους ἄγονον οὖσαν ὁμοίως παρθένον ἐκάλεσαν. Διόνυσον δὲ ὡς φρενῶν θολοτικὸν ὀνομάζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν τὴν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἕν ὂν τῇ φύσει, καὶ διὰ πάντων τῶν χερσαίων πόρων διεῖρον, καὶ εἰς πολλὰ διαιρούμενον, ὥσπερ συγκοπτόμενον, Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραίους καιρούς, Ἀφροδίτην εἰς μῖξιν καὶ γένεσιν, Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα, καὶ Διόνυσόν τινες εἰς ἄμπελον.

Καὶ πάντα τὰ τοιαῦτα ὁμοίως τοιαύτην τινὰ ἀλληγορίαν ἔχοντα νόει μοι· Ἀπόλλωνα δὲ ἥλιον τὸν περιπολοῦντα εἶναι νόμιζε, γονὴν ὄντα τοῦ Διὸς, ὅν καὶ Μίθραν ἐκάλεσαν, ἐνιαυτοῦ συμπληροῦντα περίοδον. αὐταὶ δὲ αἱ μεταμορφώσεις τοῦ πανταχῇ διήκοντος Διὸς αἱ πολλαὶ νοείσθωσάν σοι τροπαί, τὰς δὲ μυρίας αὐτοῦ γυναῖκας ἐνιαυτοὺς ἢ γενεὰς ἐπινόει. ἀπ᾽ αὐτοῦ γὰρ τοῦ αἰθέρος ἡ διηνουμένη τὸν ἀέρα δύναμις, ἑκάστῳ ἐνιαυτῷ καὶ γενεᾷ συνουσιάζουσα, διαφόρως αὐτὸν τρέπει, καὶ οὕτως γεννᾷ ἢ φθείρει τὰ ὡραῖα. καὶ παῖδες μὲν λέγονται οἱ ὡραῖοι καρποί, αἱ δὲ πρὸς τοὺς ἄφρονας δείξεις αἱ κατ᾽ ἐνίους καιροὺς ἀκαρπίαι.

Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὤν ἐγὼ ἔδοξα τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν. δἰ ὅ τὸν λόγον ἐγκόψας ἔφη μοι εἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κᾀγὼ ἀπεκρινάμην μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπό σου λεγομένων. πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπό σου λεγόμενα, τὰ μέν σοι ῥηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατ᾽ ἀκολουθίαν, ὡς παρ᾽ ἑτέρων ἤκουσα, ἀποπληρώσω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· ποίησον οὕτως ὡς λέγεις.

Κᾀγὼ ἀπεκρινάμην· παρίημι νῦν ἐπ᾽ ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατ᾽ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ῥαγέντος κατά τινας ἀῤῥενόθηλυς ἐξέθορεν Φανής. καὶ πάντ᾽ ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ῥαγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης καὶ τὸν λόγον τῶν ὑπ᾽ αὐτῆς ἔνδοθεν γενομένων ἐπικεφαλαιῶν μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ, ὡς λέγεις, ἐκ Κρόνου καὶ Ῥέας, ὑπό τε χρόνου καὶ ὕλης, τὰ μὲν πρῶτα Πλούτων, ὡς κάτω παραχωρήσασα ὑποστάθμη δεύτερα δὲ Ποσειδῶν, ἥτις ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει. ἡ δὲ τρίτη ἀνωτάτη τε καὶ αἰθὴρ οὖσα, ὥσπερ ἐστὶν Ζεὺς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν, ὥσπερ ὑπό τινος ῥιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα.

Δεσμὰ δὲ τὰ Κρόνου ἐστὶν ἡ σύμπηξις οὐρανοῦ καὶ γῆς, ὡς καὶ ἄλλων ἀλληγορούντων ἀκήκοα, ἡ δὲ ἀποκοπὴ τῶν μορίων ὁ τῶν στοιχείων χωρισμὸς καὶ διάκρισις, ὅτι πάντα ἐκ τῆς ἰδίας φύσεως ἀπετμήθη καὶ ἀφωρίσθη, καθ᾽ ἑαυτὰ τετάχθαι ἕκαστον· καὶ οὐκ ἔτι γεννᾷ χρόνος, ἀλλὰ τὰ γεννηθέντα δἰ αὐτοῦ νόμῳ φύσεως ποιεῖται τὰς διαδοχάς. ἡ δὲ ἐκ τοῦ βυθοῦ ἀνακύψασα Ἀφροδίτη, ἡ ἐκ τοῦ ὑγροῦ γόνιμος οὐσία, ᾗ τὸ θερμὸν πνεῦμα μιγὲν τὸν τῆς μίξεως ποιεῖται ἔρωτα, καὶ τελεσιουργεῖ τοῦ κόσμου τὸ κάλλος.

Τὸ δὲ συμπόσιον τὸ γαμήλιον, ἔνθα τὸ δεῖπνον ἐτέλει Ζεύς, ὑπέρ τε τῆς Νηρεΐδος Θέτιδος καὶ τοῦ καλοῦ Πηλέως ἀλληγορίαν ἔχει ταύτην, ἵνα γνῷς ὅτι καὶ ἄνευ σου, Ἀππίον, τὰ τοιαῦτα ἠκούσαμεν. τὸ μὲν δὴ συμπόσιον ὁ κόσμος· οἱ δὲ δώδεκα, οὐράνια τῶν μοιρῶν περιστηρίγματα, ἅ τινα ζώδια καλοῦσιν· Προμηθεὺς ἡ προμήθεια, ὑφ᾽ ἧς τὰ πάντα ἐγένετο· Πηλεὺς πηλὸς ὁ ἀπὸ γῆς εἰς ἀνθρώπου γένεσιν περινοηθεὶς καὶ μιγεὶς τῇ Νηρεΐδι, τουτέστιν ὕδατι. ἐκ δὲ τῆς τῶν δύο μίξεως, ὕδατός τε καὶ γῆς, ὁ πρῶτος, οὐ γεννηθεὶς, ἀλλὰ πλασθεὶς τέλειος διὰ τὸ μαζοῖς χείλη μὴ προσενεγκεῖν Ἀχιλλεὺς προσηγορεύθη· ἔστι δὲ αὐτὸς καὶ ἀκμήν, ἥτις ἐὰν ἐπιθυμίαν Πολυξένην ὡς ἀληθείας ἀλλοτρίαν οὖσαν καὶ ξένην, ἰῷ ὄφεως ἀναιρεῖται, βέλει κατὰ πτέρναν καὶ κατὰ ἴχνος ἐνέρποντος τοῦ θανάτου.

Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης· Ἀθηνᾶ ἡ ἀνδρεία· Ἀφροδίτη αἱ ἡδοναί. Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος· ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος, καὶ παραλιπὼν τὰ συμφέροντα, ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος, μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ᾽ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ᾽ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἄν εἴη, ὅς ἐνίοτε καὶ τοὺς σώφρονας, ὥσπερ τὴν Ἥραν, πρὸς ῥᾳθυμίαν ἐφίσταται, καὶ τοὺς ἀνδρείους, ὥσπερ τὴν Ἀθηνᾶν, εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται, καὶ ψυχῆς κάλλος, ὥσπερ Ἀφροδίτην, προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.

Ὁ δὲ τὸν τοῦ πλούτου ἡγεμόνα καὶ φύλακα ὄφιν ἀνελὼν Ἡρακλῆς ὁ γνήσιος καὶ φιλόσοφός ἐστι νοῦς, ὅς πάσης κακίας γυμνὸς ὤν ἐκπερινοστεῖ τὸν κόσμον, ἐπιδημῶν ταῖς ψυχαῖς καὶ σωφρονίζων τοὺς ἐντυγχάνοντας, λέγω δὲ ἀνθρώπους ἐοικότας λέουσιν τολμηροῖς ἢ ἐλάφοις δειλοῖς ἢ κάπροις ἀγρίοις ἢ ὕδραις πολυτρόποις. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ὅσα ἀθλῆσαι λέγεται Ἡρακλῆς, νοερᾶς ἀρετῆς ἐστιν αἰνίγματα. αὐτάρκως νῦν ἐχέτω τὰ εἰρημένα εἰς γὰρ ἕκαστον εἰπεῖν οὐδὲ ὁ σύμπας χρόνος ἀρκέσει.

Πλὴν θαυμάζω, πῶς ταῦτα σαφῶς καὶ εὐσεβῶς καὶ ὠφελίμως ἀκαλύπτῳ τῇ εὐθείᾳ δηλοῦσθαι δυνάμενα, οἱ πλαγίοις ἀποκρύψαντες αἰνίγμασιν καὶ μύθοις αὐτὰ προκαλύψαντες κακοῖς ὑπό σου ἔμφρονες καὶ σοφοὶ εἶναι λέγονται, οἵτινες ὥσπερ ὑπὸ κακοῦ προαχθέντες δαίμονος σχεδὸν τοὺς πάντας ἐνήδρευσαν ἀνθρώπους. ἢ γὰρ οὐκ ἔστιν ταῦτα αἰνίγματα, ἀλλ᾽ ἀληθῆ τῶν θεῶν ἁμαρτήματα, καὶ ἐλέγχειν αὐτοὺς οὐκ ἔδει, οὐδὲ τὴν ἀρχὴν αὐτὰ τοῖς ἀνθρώποις εἰς μίμησιν προτιθέναι· ἢ αἰνιγματωδῶς ἐλέγχθη τὰ ὑπὸ τῶν θεῶν ψευδῶς πεπραγμένα, καὶ ἥμαρτον, ὦ Ἀππίον, ὅτι οἱ ὑπό σου ὀνομαζόμενοι σοφοὶ τὰ σεμνὰ ἀσέμνοις μύθοις καλύψαντες ἁμαρτεῖν τοὺς ἀνθρώπους προετρέψαντο, καὶ ταῦτα ὑβρίσαντες οὓς καὶ θεοὺς εἶναι ἐνόμισαν.

Δἰ ὅπερ μὴ σοφοὺς δαίμονας τοὺς τοιούτους νόμιζε, οἵτινες κακὰς ὑποθέσεις ἔργων καλῶν προεβάλλοντο, ἵνα οἱ θέλοντες μιμηταὶ γενέσθαι τῶν κρειττόνων τὰς τῶν λεγομένων θεῶν ζηλῶσιν πράξεις, ἃς διαλεγόμενος τῇ πρὸ ταύτης ἡμέρᾳ οὐκ ἀπεκρυψάμην, λέγω δὲ πατροφονίας, τεκνοκτονίας, μίξεις ἀσεβεῖς μητέρων, θυγατέρων, ἀδελφῶν, μοιχείας ἀπρεπεῖς καὶ ἀῤῥενομίξεις καὶ μιαρὰς ἀῤῥητουργίας, πρὸς ἄλλαις μυρίαις τοιαύταις ἀθεμίτοις μίξουσιν. ὧν ἀσεβέστεροι οἱ ταῦτα ἀληθῆ δοκεῖν εἶναι θέλοντες, ἵνα τὰ ὅμοια ποιοῦντες μὴ αἰδῶνται. οἵπερ εἴγε εὐσεβεῖν ἐβούλοντο, ἐχρῆν αὐτοὺς, ὅπερ ἀρτίως εἶπον, εἰ καὶ ὄντως οἱ θεοὶ τὰ περὶ αὐτῶν ᾀδόμενα διεπράξαντο κακά, τιμῇ τῇ πρὸς θεοὺς εὐπρεπεστέροις τισὶ μύθοις τὰ μὴ σεμνὰ ἐπισκέπειν, καὶ μὴ τοὐναντίον, ὥς φατε, καλῶν αὐτοῖς πράξεων γεγενημένων κακὰ καὶ ἄσεμνα περιβάλλειν ὀχήματα, ἅ τινα ἀλληγορούμενα καὶ διὰ καμάτων μόγις νοηθῆναι δύναται καὶ ὅταν νοηθῇ τισίν, ἐκείνοις μὲν ἀντὶ τοῦ πολλοῦ μόχθου παρέσχον τὸ μὴ πλανηθῆναι, ἐξὸν δὲ μὴ μοχθῆσαι, τοὺς δὲ πλανηθέντας ἄρδην ἀπώλεσαν. πλὴν τοὺς εἰς τὸ σεμνότερον ἀλληγοροῦντας αὐτοὺς ἀποδέχομαι, ὥσπερ τοὺς ἐκ τῆς Διὸς κεφαλῆς αἰνιξαμένους ἀναπηδῆσαι τὴν φρόνησιν. ἴσως δὲ ἐκεῖνό μοι πιθανώτερον, ὅτι ὑπὸ μοχθηρῶν θεῶν ἀπενεγκαμένων, ἐκεῖναι ἐτολμήθησαν αἱ ὕβρεις.

Ἁπάντων δὲ τῶν θεῶν τὴν ποιητικὴν ἀλληγορίαν οὐκ ἀκόλουθον εὑρίσκομεν. αὐτίκα γοῦν ἐπὶ τῆς διακοσμήσεως τῶν ὅλων ποτὲ μὲν φύσιν λέγουσιν ποιηταί, ποτὲ δὲ νοῦν ἀρχηγὸν γενέσθαι τῆς ὅλης δημιουργίας. ἐκ φύσεως μὲν γὰρ τῶν στοιχείων τὴν πρώτην κίνησιν καὶ σύμμιξιν γεγονέναι, ὑπὸ δὲ τῆς τοῦ νοῦ προνοίας διακεκοσμῆσθαι. καὶ ἀποφηνάμενοι μὲν οἱ μὲν φύσει δεδημιουργῆσθαι τὸ πᾶν, μὴ δυνάμενοι δὲ ἀνεπιλήπτως τοῦτο ἀποδεικνύναι διὰ τὸ τῆς δημιουργίας ἔντεχνον, παρεμπλέκουσιν καὶ τοῦ νοῦ τὴν πρόνοιαν, ὡς συναρπάσαι καὶ τοὺς πάνυ σοφοὺς δυνάμενοι. ἡμεῖς δέ φαμεν πρὸς αὐτούς· εἰ μὲν ἐξ αὐτομάτου φύσεως ὁ κόσμος γένονεν, πῶς ἔτι ἀναλογίαν καὶ τάξιν εἴληφεν, ἅπερ ὑπὸ μόνης ὑπερβαλλούσης φρονήσεως γενέσθαι δυνατόν ἐστιν, καὶ καταληφθῆναι ὑπὸ ἐπιστήμης τῆς μόνης ταῦτα ἀκριβοῦν δυναμένης; εἰ δὲ φρονήσει τὰ πάντα τὴν σύγκρασιν καὶ διακόσμησιν εἴληφεν, ὅπερ ἀνάγκη μὴ ἄλλως ἔχειν, πῶς ἔτι ἐκ τοῦ αὐτομάτου συμβῆναι ταῦτα γενέσθαι δυνατὸν ἦν;

Οἱ τοίνυν τὰ θεῖα ἐπὶ τὸ αἰσχρὸν ἀλληγορῆσαι θελήσαντες, οἷον τὴν Μῆτιν καταποθῆναι ὑπὸ Διός, εἰς ἀπορίαν ἐμπεπτώκασιν, οὐ συνιούντες, ὅτι οἱ πλαγίως φυσιολογήσαντες περὶ θεῶν καὶ τὸ εἶναι θεοὺς αὐτοὺς ἀνῃρήκασιν, τὰ εἴδη αὐτῶν διὰ τῆς ἀλληγορίας εἰς τὰς τοῦ κόσμου οὐσίας διαλύσαντες. πιθανώτερον οὖν λέγειν, ὅτι οἱ ὑπ᾽ αὐτῶν ᾀδόμενοι θεοὶ κακοί τινες γεγόνασιν μάγοι, οἵτινες ἄνθρωποι ὄντες μοχθηροὶ, μαγείᾳ μεταμορφούμενοι γάμους διέλυον, βίους διέφθειρον, τοῖς δὲ πάλαι οὐκ εἰδόσιν τί ποτέ ἐστιν μαγεία, δἰ ὧν ἔπραττον ἐδόκουν εἶναι θεοί· ὧν κατὰ πόλεις καὶ οἱ μόροι καὶ οἱ τάφοι φαίνονται.

Ἀυτίκα γοῦν, ὡς καὶ ἄλλοτε εἶπον, ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτόνου. ὁ δ᾽ ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυνάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους, καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει, καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπιδεικνῦσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Πάτραις· Σελήνη δέ τις ἐν Κάραις· Ἑρμῆς ἐν Αἰγύπτῳ τις ἄνθρωπος· Ἄρης ἐν Θράκῃ· Ἀφροδίτη ἐν Κύπρῳ· Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαίνονται τάφοι.

Οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγενῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συγχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθκεν. καὶ μὴ θαύμαζου, εἰ οἱ κατ᾽ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν, ἢ κατὰ Διόνυσον ἢ κατ᾽ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλλέα ἐν Λευκῇ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὁπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι.

Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι· ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.

Αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται, τὰ ἀπ᾽ ἄλλου γενόμενα· οὐχ ἡ μίξις· οὐχ ἡ κράσις· οὐχ ἡ γένεσις· οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος· οὐδ’ ἡ ἐν τῷ ᾅδῃ συῤῥέουσα ὑποστάθμη· οὐ τὸ ἐπιπολάζον ὕδωρ οὐχ ἡ ζέουσα οὐσία· οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα, εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζώου γένεσιν οὐκ ἐδύνατο, εἴτε ἀεὶ ἀλλήλοις συνῆπτε, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζώου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσώζειν δύνηται, καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ, καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῶν δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζώῳ τῆς ὅλης περιφορᾶς.

Οὕτως ἀνάγκη τινὰ εἶναι νοεῖν ἀγέννητον τεχνίτην, ὅς τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν, ἢ συνόντα ἀλλήλοις πρὸς ζώου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἕν ἐκ πάντων ἔργον ἀπετέλεσεν. ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅ τινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ᾽ οὐδὲ τὸ ὑφ᾽ ἑτέρου φερόμενόν ἐστιν θεός, οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.

Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετ᾽ Ἀνουβίωνος καὶ Ἀθηνοδώρου μόνον, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ᾽ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ᾽ αὐτοῦ γεγενημένας, καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν, καὶ ὅτι ἐκ τῶν νοσύντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ᾽ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ᾽ αὐτοῦ τετυχηκέναι· καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.

Τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἐν Τύρῳ ἡμῶν ἐπιδημίας, ὑπὸ τὴν ὄρθρον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες, ὁ Θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο.

Θεῷ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὸ σύμπαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων. ὅθεν μηδ᾽ ἐπὶ τοῖς δοκοῦσιν φαύλοις ὑπὸ προπετείας τις αὐτὸν ὡς μὴ φιλάνθρωπον αἰτιάσθω. τῶν γὰρ συμβαινόντων ἀνθρώποις τὰ τέλη ἀνθρώποις μὲν ἄγνωστα, ὡς ἐπὶ κακῷ ὑποπτευόμενα, Θεῷ δὲ ὡς ἀποβησόμενα εὐτυχῶς γνώριμα. αὐτίκα γοῦν Σίμων ἀριστερὰ τοῦ Θεοῦ δύναμις ὤν καὶ τῶν τὸν Θεὸν οὐκ εἰδότων ἐπὶ κακοποιΐᾳ τὴν ἐξουσίαν ἔχων νόσοις ὑμᾶς περιβαλεῖν ἠδυνήθη, αἵτινες διὰ τὴν τοῦ Θεοῦ ἀγαθὴν πρόνοιαν γενέσθαι συγχωρηθεῖσαι ἠνάγκασαν ὑμᾶς, τὸν ἰᾶσθαι δυνάμενον περιβλεψαμένους καὶ εὑρόντας, προφάσει τῆς τοῦ σώματος θεραπείας τὰ Θεῷ δοκοῦντα ἀναδεξαμένους, πεισθῆναι φρονεῖν, ἵνα οὕτως ἅμα τοῖς σώμασι σωθησομένοις καὶ τὰς ψυχὰς σώας ἔχητε.

Μανθάνω οὖν, ὡς βουθυτήσας ἑστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ οὕτως ὑμεῖς οἴνῳ πολλῷ παρενεχθέντες ἅμα τοῖς πονηροῖς δαίμοσιν τὸν ἄρχοντα αὐτῶν ἐφιλοφρονεῖσθε, καὶ οὕτως ὑμῶν οἱ πλεῖστοι ὑπὸ τῶν παθῶν κατελήφθησαν, ἀγνοίας αἰτίᾳ καθ᾽ ἑαυτῶν ἰδίαις χερσὶν ἐπισπασάμενοι τὸ τοῦ ὀλέθρου ξίφος. οὐ γὰρ ἂν τὴν καθ᾽ ὑμῶν ἔσχον ἐξουσίαν οἱ δαίμονες, εἰ μὴ πρότερον τῷ ἄρχοντι αὐτῶν ὁμοδίαιτοι ἐγεγόνειτε. οὕτω γὰρ ἀπαρχῆς ὑπὸ τοῦ πάντα κτίσαντος Θεοῦ δυσὶν ἑκάστοτε ἄρχουσι, δεξιῷ τε καὶ εὐωνύμῳ, ὡρίσθη νόμος, μὴ ἔχειν ἑκάτερον αὐτῶν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τινι ὁμοτράπεζος γένηται, ὅν εὐποιῆσαι ἢ κακῶσαι βούλεται. ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως, ἄν τούτων παυσάμενοι τῷ Θεῷ διὰ τοῦ ἀγαθοῦ καὶ δεξιοῦ ἡγεμόνος προσφύγητε, ἀθύτοις τιμαῖς ποιοῦντες ἅ βούλεται, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε. αὐτὸς γὰρ μόνος διὰ τῆς ἀριστερᾶς ἀναιρῶν διὰ τῆς δεξιᾶς ζωοποιῆσαι δύναται· ὁμοίως δὲ καὶ πατάξαι, καὶ ἀναστῆσαι κείμενον.

Διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, Θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε· δύνασθε δὲ ὁμοίως τὸ δεύτερον, διὰ τῆς μετανοίας, ὡς ἔφην, τὰ Θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναῤῥῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ Θεῷ τὸ αὐτῷ προςεύχεσθαι· αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα τραπέζης δαιμόνων ἀπέχεσθαι· νεκρᾶς μὴ γεύεσθαι σαρκός· μὴ ψαύειν αἵματος· ἐκ παντὸς ἀπολύεσθαι λύματος· τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ, ὅσ᾽ οἱ Θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες, ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες· ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ᾽ ἄν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αἰτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, Θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα, καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες ἐβαπτίσθησαν. ἔπειτα τοῖς λοιποῖς αὐτοῦ θαύμασιν οἱ λοιποὶ πάντες ἐν μέσαις ταῖς ἀγοραῖς πανδημεὶ ἐπὶ σποδοῦ καὶ σάκκου ἐκαθέζοντο, μετανοοῦντες ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις. καὶ οἱ ἐν Σιδῶνι ταῦτα ἀκούσαντες τὰ ὅμοια ἐποίησαν, καὶ ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, ὡς αὐτοὶ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν μὴ δυνάμενοι. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῷ Τύρῳ, καὶ κατηχήσας τοὺς ἐν αὐτῇ ἅπαντας, καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν, ἐκκλησίαν τε συστησάμενος, καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας, ὥρμησεν εἰς Σιδῶνα. ὁ δὲ Σίμων μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετ᾽ Ἀππίωνος καὶ τῶν αὐτοῦ ἑταίρων.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα, πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δἰ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σώζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.

Ταύτας τοίνυν τάς τε ἀγαθὰς καὶ κακὰς πράξεις εἰδὼς προμηνύω ὑμῖν ὡς ὁδοὺς δύο, ὑποδεικνύων διὰ ποίας μὲν βαδίζοντες ἀπόλλυνται, ποίᾳ δὲ ὁδεύοντες ἀποσώζονται, Θεῷ ὁδηγούμενοι. ἡ μὲν οὖν τῶν ἀπολλυμένων ὁδὸς πλατεῖα μὲν καὶ ὁμαλωτάτη, ἀπολλύουσα δὲ ἄνευ τοῦ πόνου, ἡ δὲ τῶν σωζομένων στενὴ μὲν καὶ τραχεῖα, σώζουσα δὲ πρὸς τῷ τέλει τοὺς διαπορευθέντας ἐπιπόνως. τούτων δὲ τῶν δύο ὁδῶν προκαθέζεται ἀπιστία καὶ πίστις καὶ ὁδεύουσιν διὰ μὲν ἀπιστίας οἱ τὰς ἡδονὰς προκρίναντες, δι᾽ ἅς οὐδὲ ζητεῖν τὸ συμφέρον οὐ διεφύλαξαν. ἀγνοοῦσιν μέντοι ὡς οὐκ ἀνθρωπίνοις ὅμοια τὰ Θεοῦ βουλήματα πρῶτον μὲν γὰρ οἶδεν τὰ πάντων διανοήματα, καὶ οὐκ ἐν τῷ ἐγχειρῆσαι μόνον, ἀλλὰ καὶ ἐν τῷ ἐννοῆσαι ἕκαστος εὐθύνεται. πολλῷ δὲ ἧττον ἀσεβοῦσιν οἱ ἐγχειροῦντες καλὰ νοεῖν καὶ ἀποτυγχάνοντες, τῶν μηδὲ ὅλως ἐγχειρούντων τοῖς καλοῖς. ὅτι αὐτῷ τῷ Θεῷ ἔδοξεν, τῶν ἐν γνώσει τῶν καλῶν παραπιπτόντων, κατὰ λόγον τῶν ἀνθρωπίνων παραπτωμάτων, μετρίως κολασθέντας σωθῆναι. οἱ δὲ τὴν ἀρχὴν καὶ τοῦ γνῶναι τὸ κρεῖττον ἐξημεληκότες, κἄν μυρία ἕτερα πράξωσιν καλά, ἐν ᾗ δὲ αὐτὸς ὥρισεν θρησκείᾳ μὴ γένωνται, ἀμελείας ἔγκλημα λαβόντες τῇ μεγίστῃ ἀποσβεσθήσονται κολάσει παντελεῖ.

Ἡ δὲ ὑπ᾽ αὐτοῦ ὁρισθεῖσα θρησκεία ἐστὶν αὕτη· τὸ μόνον αὐτὸν σέβειν, καὶ τῷ τῆς ἀληθείας μόνῳ πιστεύειν προφήτῃ, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισθῆναι, καὶ οὕτως διὰ τῆς ἁγνοτάτης βαφῆς ἀναγεννηθῆναι Θεῷ διὰ τοῦ σώζοντος ὕδατος· τραπέζης δαιμόνων μὴ μεταλαμβάνειν , λέγω δὲ εἰδωλοθύτων, νεκρῶν, πνικτῶν, θηριαλώτων, αἵματος· μὴ ἀκαθάρτως βιοῦν· ἀπὸ κοίτης γυναικὸς λούεσθαι· αὐτὰς μέντοι καὶ ἄφεδρον φυλάσσειν· πάντας δὲ σωφρονεῖν, εὐποιεῖν, μὴ ἀδικεῖν παρὰ τοῦ πάντα δυναμένου Θεοῦ ζωὴν αἰώνιον προσδοκᾶν· εὐχαῖς καὶ δεήσεσιν συνεχέσιν αἰτουμένους αὐτὴν λαβεῖν. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος, ἡμέραις ὀλίγαις πολλῶν κᾀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξῄει τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γάρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ὑμῖν, καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξῃ τε ὡς αὐτὸς ὢν Θεός. καὶ ἄλλα τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῶν παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ· ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν , Θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

Τῶν δὲ ὄχλων φοβηθέντων καὶ ἑτέρως ποιήσειν ἐπαγγειλαμένων, ὅπερ ἂν ὑπ᾽ αὐτοῦ κελεύωνται, μηδεὶς ὑμῶν, ἔφη ὁ Πέτρος, μήτε ὁμιλείτω τούτοις τοῖς γόησιν, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύσματος τοῦ συντόμου ξύλα λαβόντες ἐδίωκον αὐτούς, ἕως αὐτοὺς παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες πρὸς ποσὶν τοῦ Πέτρου ἑαυτοὺς ἐῤῥίπτουν. ὁ δὲ ταῦτα βλέπων καὶ τὴν κατάπληξιν αὐτῶν ἀναλῦσαι θέλων πρὸς αὐτοὺς ἔφη.

Ἐγὼ σεισμοὺς καὶ πᾶν ὅ τι βούλομαι ποιεῖν εἰ ἐδυνάμην, Σίμωνα οὐ λέγω ὅτι μετὰ τῶν αὐτοῦ ἑταίρων ἐξωλόθρευον (οὐ γὰρ ἐπὶ φθορᾷ ἀνθρώπων ἀπέσταλμαι), ἀλλὰ φίλον ἐμαυτῷ αὐτὸν ἂν ἐποιησάμην, ἵνα μή μου τὸ ἀληθὲς διαβάλλων κήρυγμα πολλοῖς ἐμποδίζῃ πρὸς σωτηρίαν. εἰ δέ μοι πιστεύετε, αὐτός ἐστιν μάγος, αὐτὸς διάβολος, αὐτὸς κακίας ὑπηρέτης κατὰ τῶν ἀγνοούντων τὸ ἀληθές· καὶ διὰ τοῦτο ἁμαρτάνουσι νόσους ἐνεργεῖν δύναται, συνεργοὺς ἔχων τοὺς ἁμαρτάνοντας τῆς κατ᾽ αὐτῶν δυνάμεως. ἐγὼ δὲ τοῦ Θεοῦ τοῦ πάντα πεποιηκότος εἰμὶ δοῦλος, τοῦ δεξιοῦ αὐτοῦ προφήτου μαθητής. διὸ ἐκείνου ἀπόστολος ὢν ἀληθεύω. ἀγαθῷ γὰρ ὑπηρετῶν, καὶ νόσες ἀπελαύνω· ἐπέμφθην γὰρ δεύτερος· ἐπεὶ προηγεῖται μὲν νόσος, ἕπεται δὲ ἴασις. δι᾽ ἐκείνου μὲν οὖν τοῦ κακοποιοῦ μάγου τῷ Θεῷ ἀπιστήσαντες ἐνοσήσατε, δἰ ἐμοῦ δέ, ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πείραν λαβόντες, ἐπὶ τὸ εὐποιεῖν τραπόμενοι, καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε.

Ταῦτα αὐτοῦ λέγοντος οἱ πάντες γονυπετεῖς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ Θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγων δὲ ἡμερῶν παραμείνας τοῖς Βηρυτίοις, καὶ πολλοὺς τῇ μοναρχικῇ θρησκείᾳ συνεθίσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας, εἰς τὴν Βίβλον ἐξῄει. καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων οὐδὲ μιᾶς ἡμέρας αὐτοῖς προσέμεινεν, ἀλλ᾽ εὐθέως εἰς Τρίπολιν ὥρμησεν, ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας, καὶ θεραπεύσας οὐκ ὀλίγους, καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας, κατ᾽ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος.

Ἐις δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος, Βηρυτοῦ τε καὶ Βίβλου, καὶ ἐκ τῶν πλησιοχώρων πολλοὶ συνεισῄεσαν. οὐχ ἥκιστα δὲ τῶν ἀπ᾽ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο, ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ἡμῖν ἐν τοῖς προαστείοις οἱ ὑπ᾽ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοί, τά τε ἄλλα τὰ κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα τῷ Σίμωνι ἐξακριβῶσαι, ὅπως ἐλθόντες ὑφηγήσωνται. ἀποδεξάμενοι αὐτὸν ἐπὶ τὴν Μαροόνου ἦγον οἰκίαν.

Ὁ δὲ ἐπ᾽ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονώς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, μετὰ τὴν ἐπιοῦσαν περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ οἱ πρόοδοι τοῖς συνεληλυθόσιν ξενίας ἠυτρέπιζον. οὐκ ἀπελείποντο δὲ οὐδὲ οἱ ἀποδεχόμενοι καὶ ξενίζοντες τῆς τῶν ἀξιούντων προθυμίας. τούτων δὲ οὐδὲν εἰδὼς ὁ Πέτρος, ἀξιωθεὶς ὑφ᾽ ἡμῶν τροφῆς μεταλαβεῖν, ἔφη, μὴ μεταλήψεσθαι πρότερον αὐτός, πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσασθαι. ἀποκριναμένων δὲ ἡμῶν· ὅτι ἔφθη τοῦθ᾽ οὕτως γεγενῆσθαι, προφάσει τῆς πρός σε στοργῆς σπουδῇ πάντας αὐτοὺς ὑποδεξαμένων, ὡς τοὺς μὴ ἐσχηκότας οὕς ξενίσωσιν ὑπερβαλλόντως λελυπῆσθαι· ὁ Πέτρος ἀκούσας καὶ ἡσθεὶς τῆς ὀξείας φιλανθρωπίας εὐλογήσας αὐτοὺς ἐξῆλθεν, καὶ θαλάσσῃ λουσάμενος εἰσελθών, καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας ἐπικαταλαβούσης ὕπνωσεν.

Ὑπὸ δὲ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνὰς διϋπνισθεὶς εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἕξ καὶ δέκα, αὐτὸς ὁ Πέτρος, κᾀγὼ ὁ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσας οὖν ἡμᾶς ἔφη· σήμερον τοῖς ἔξω μὴ σχολάζοντες ἀλλήλοις ἐσμὲν εὔσχολοι. διὸ ἐγὼ μὲν ὑμῖν τὰ μετὰ τὴν ἀπὸ τοῦ Τύρου ἔξοδον γεγενημένα διηγήσομαι, ὑμεῖς δὲ ἐμοὶ τὰ ἐνταῦθα ὑπὸ τοῦ Σίμωνος πεπραγμένα καὶ ἀκριβέστερον ἐξηγήσασθε. ἀμειψαμένων οὖν ἀλλήλους ταῖς ἐν μέρει διηγήσεσιν, εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ· ὅτι Σίμων μαθών σε ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν, οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι, καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπό σου προθεσμίαν μὴ δυνάμενοι, πρὸ τῶν θυρῶν ἑστήκασιν, κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες, ὅτι μετεωρίσας αὐτούς, καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου. οὐκ οἶδα πόθεν φήμη τις ἐπέπεσεν, ὡς μέλλοντός σου σήμερον αὐτοῖς διαλέγεσθαι. ἵνα οὖν μὴ ἐπὶ πολὺ καμόντες ἀλόγως διαλύωνται, τί χρή σε ποιεῖν , αὐτὸς γινώσκεις.

Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοί, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται. μέμνημαι γὰρ αὐτοῦ εἰπόντος πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοί, φησίν, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Τὸ μὲν οὖν ἐλθεῖν αὐτοὺς κληθέντας πεπλήρωται. ἐπεὶ δὲ οὐκ αὐτῶν ἐστιν τὸ ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς Θεοῦ καὶ ἐλθεῖν πεποιηκότος, ἐπὶ τούτῳ μόνῳ μισθὸν οὐκ ἔχουσιν, ὅτι μὴ αὐτῶν ἴδιον, ἀλλὰ τοῦ ἐνεργήσαντος. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ ἐστὶν αὐτῶν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν.

Οὐδὲ γὰρ Ἑβραῖοι Μωυσεῖ πιστεύοντες καὶ τὰ δἰ αὐτοῦ ῥηθέντα μὴ φυλάσσοντες σώζονται, ἐὰν μὴ τὰ ῥηθέντα αὑτοῖς φυλάξωσιν. ὅτι καὶ τῷ Μωυσεῖ πιστεῦσαι αὐτοὺς οὐχὶ τῆς αὐτῶν βουλῆς γέγονεν, ἀλλὰ τοῦ Θεοῦ τοῦ εἰρηκότος Μωυσεῖ· ἰδοὺ παραγίνομαι ἐγὼ πρός σε ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρός σε, καί σοι πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἐπεὶ οὖν Ἑβραίοις τε καὶ τοῖς ἀπ᾽ ἐθνῶν κεκλημένοις τὸ διδασκάλοις ἀληθείας πιστεῦσαι ἐκ Θεοῦ γέγονεν, τῶν καλῶν πράξεων ἰδίᾳ κρίσει ἑκάστῳ ποιεῖν ἀπολελειμμένων, ὁ μισθὸς τοῖς εὖ πράσσουσιν δικαίως ἀποδίδοται. οὔτε γὰρ ἂν Μωυσέως, οὔτε τῆς τοῦ Ἰησοῦ παρουσίας χρεία ἦν, εἴπερ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν ἐβούλοντο, οὐδὲ ἐν τῷ πιστεύειν διδασκάλοις καὶ κυρίους αὐτοὺς λέγειν ἡ σωτηρία γίνεται.

Τούτου γὰρ ἕνεκεν ἀπὸ μὲν Ἑβραίων τὸν Μωυσῆν διδάσκαλον εἰληφότων καλύπτεται ὁ Ἰησοῦς, ὑπὸ δὲ τῶν Ἰησοῦ πεπιστευκότων ὁ Μωυσῆς ἀποκρύπτεται. μιᾶς γὰρ δι᾽ ἀμφοτέρων διδασκαλίας οὕσης τὸν τούτων τινὰ πεπιστευκότα ὁ Θεὸς ἀποδέχεται. ἀλλὰ τὸ πιστεύειν διδασκάλῳ ἕνεκα τοῦ ποιεῖν τὰ ὑπὸ τοῦ Θεοῦ λεγόμενα γίνεται. ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, αὐτὸς ὁ κύριος ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, πάτερ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν πρεσβυτέρων, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. Οὕτως αὐτὸς ὁ Θεὸς τοῖς μὲν ἔκρυψεν διδάσκαλον, ὡς προεγνωκόσιν ἃ δεῖ πράττειν, τοῖς δὲ ἀπεκάλυψεν, ὡς ἀγνοοῦσιν ἃ χρὴ ποιεῖν.

Οὔτε οὖν Ἑβραῖοι περὶ ἀγνοίας Ἰησοῦ καταδικάζονται, διὰ τὸν κρύψαντα, ἐάν γε πράττοντες τὰ διὰ Μωυσέως, ὃν ἠγνόησαν μὴ μισήσωσιν· οὔτ᾽ αὖ οἱ ἀπ᾽ ἐθνῶν ἀγνοήσαντες τὸν Μωυσῆν διὰ τὸν καλύψαντα καταδικάζονται, ἐάν περ καὶ οὗτοι πράσσοντες τὰ διὰ τοῦ Ἰησοῦ ῥηθέντα μὴ μισήσωσιν ὃν ἠγνόησαν. καὶ οὐκ ἐν τῷ τοὺς διδασκάλους κυρίους καλεῖν, τὰ δὲ δούλων μὴ ποιεῖν, ὠφελοῦνταί τινες. τούτου γὰρ ἕνεκεν ὁ Ἰησοῦς ἡμῶν πρός τινα πυκνότερον κύριον αὐτὸν λέγοντα, μηδὲν δὲ ποιοῦντα ὧν αὐτὸς προσέτασσεν, ἔφη· Τί με λέγεις, κύριε, κύριε, καὶ οὐ ποιεῖς ἃ λέγω; Οὐ γὰρ ὠφελήσει τινὰ τὸ λέγειν, ἀλλὰ τὸ ποιεῖν. ἐκ παντὸς οὖν τρόπου καλῶν ἔργων χρεία. πλὴν εἴ τις καταξιωθείη τοὺς ἀμφοτέρους ἐπιγνῶναι ὡς μιᾶς διδασκαλίας ὑπ᾽ αὐτῶν κεκηρυγμένης, οὗτος ἀνὴρ ἐν Θεῷ πλούσιος κατηρίθμηται, τά του ἀρχαῖα νέα τῷ χρόνῳ, καὶ τὰ καινὰ παλαιὰ ὄντα νενοηκώς·

Ταῦτα τοῦ Πέτρου λέγοντος, οἱ ὄχλοι ὥσπερ ὑπό τινος κληθέντες εἰσῄεσαν ἔνθα ὁ Πέτρος ἦν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ῥεῦμα πρᾴως προςρέοντα, ἔφη τῷ Μαροόνῃ· ποῦ σοι τόπος ἐνταῦθα μᾶλλον τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροόνου εἰς τόπον ὕπαιθρον κεκηπευμένον προάγοντος αὐτόν, εἵποντο οἱ ὄχλοι. ὁ δὲ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστάς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, εἰδὼς πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχοντάς τε μετ᾽ οἰμωγῆς καὶ πίπτοντας μεθ᾽ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως.

Ἀρχόμενος τὸν ὑπὲρ θεοσεβείας λόγον ποιεῖσθαι τοῖς παντελῶς ἀγνοοῦσι τὰ πάντα, καὶ ὑπὸ τῶν τοῦ ἀντικειμένου ἡμῖν Σίμωνος διαβολῶν ἐσπιλωμένοις τὸν νοῦν, ἀναγκαῖον ἡγησάμην πρῶτον, ὑπὲρ τοῦ μὴ δεῖν μέμφεσθαι τὸν τὰ πάντα πεποιηκότα Θεὸν τὸν λόγον ποιήσασθαι, οὐκ ἄλλοθεν ἀρχόμενος, ἢ ἀπ᾽ αὐτῆς τῆς κατὰ πρόνοιαν ὑπ᾽ αὐτοῦ εὐκαίρως ὑποβληθείσης προφάσεως· ἵνα γνωσθῇ, ὡς εὐλόγως οἱ πολλοὶ ὑπὸ πολλῶν δαιμόνων συνεσχέθησαν καὶ ὑπ᾽ ἀλλοκότων παθῶν κατελήφθησαν, ὅπως καὶ ἐν τούτῳ τὸ τοῦ Θεοῦ δίκαιον φανῇ. καὶ οἱ δι᾽ ἄγνοιαν μεμφόμενοι αὐτόν, καὶ νῦν μαθόντες ὡς δεῖ φρονεῖν, δι᾽ εὐφημίας τε καὶ εὐποιΐας τοῦ προτέρου ἐγκλήματος ἑαυτοὺς ἀνακαλέσονται, αἰτίαν τοῦ κακοῦ τολμήματος τὴν ἄγνοιαν εἰς τὴν συγγνώμην προθέμενοι.

Ἔχει δὲ οὕτως. τοῦ μόνου ἀγαθοῦ Θεοῦ τὰ πάντα καλῶς πεποιηκότος καὶ παραδεδωκότος τῷ κατ᾽ εἰκόνα αὑτοῦ γενομένῳ ἀνθρώπῳ, ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὤν καὶ εἰδὼς τὰ ὅλα, εἰς τιμὴν τοῦ πάντα αὐτῷ δωρησαμένου πατρὸς καὶ εἰς σωτηρίαν τῶν ἐξ αὐτοῦ γενομένων υἱῶν, ὡς πατὴρ γνήσιος πρὸς τοὺς ὑπ᾽ αὐτοῦ γενομένους παῖδας ἀποσώζων τὸ εὔνουν, βουλόμενος αὐτοὺς πρὸς τὸ συμφέρον αὐτοῖς φιλεῖν Θεὸν καὶ φιλεῖσθαι ὑπ᾽ αὐτοῦ, τὴν πρὸς φιλίαν αὐτοῦ ἄγουσαν ἐξέφηνεν ὁδόν, διδάξας ποίαις ἀνθρώπων πράξεσιν ὁ μόνος καὶ πάντων δεσπότης Θεὸς εὐφραίνεται, καὶ τὰ ἐκείνῳ δοκοῦντα ἐκφήνας νόμον αἰώνιον ὥρισεν ὅλοις, μήθ᾽ ὑπὸ πολεμίων ἐμπρησθῆναι δυνάμενον, μήθ᾽ ὑπὸ ἀσεβοῦς τινὸς ὑπονοθευόμενον, μήθ᾽ ἑνὶ τόπῳ ἀποκεκρυμμένον, ἀλλὰ πᾶσιν ἀναγνωσθῆναι δυνάμενον. ἦν οὖν αὐτοῖς ἐκ τῆς πειθαρχίας τοῦ νόμου πάντα ἄφθονα, τὰ τῶν καρπῶν κάλλιστα, τὰ τῶν ἐτῶν τέλεια καὶ ἄλυπα καὶ ἄνοσα, μετὰ πάσης τῆς τῶν ἀέρων εὐκρασίας ἀδεῶς δεδωρημένα.

Οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράσθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο , ὡς νομίσαι αὐτοὺς μήδ᾽ εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος· ἵνα, ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς κακῆς διαμαρτίας κακωθεῖσιν, ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται Θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν, ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης, δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν γὰρ ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσαντα ἀντεισφέρουσα.

Τῶν γὰρ τὸν οὐρανὸν ἐποικούντων πνευμάτων οἱ τὴν κατωτάτω χώραν κατοικοῦντες ἄγγελοι, ἀχθεσθέντες ἐπὶ τῇ τῶν ἀνθρώπων εἰς Θεὸν ἀχαριστίᾳ, αἰτοῦνται εἰς τὸν ἀνθρώπων ἐλθεῖν βίον, ἵνα ὄντως ἄνθρωποι γενόμενοι, ἐπὶ πολιτείᾳ πλείονι τοὺς εἰς αὐτὸν ἀχαριστήσαντας ἐλέγξαντες αὐτόθι τῇ κατ᾽ ἀξίαν ἕκαστον ὑποβάλωσι τιμωρίᾳ. ὁπότε οὖν αἰτήσαντες ἔλαβον, πρὸς πᾶσαν ἑαυτοὺς μετέβαλον φύσιν, ἅτε θειωδεστέρας ὄντες οὐσίας καὶ ῥᾳδίως πρὸς πάντα μετατρέπεσθαι δυνάμενοι. καὶ ἐγένοντο λίθος τίμιος, καὶ μαργαρίτης περίβλεπτος, πορφύρα τε εἰ τύχοι καλλίστη, καὶ χρυσὸς ἔνδοξος, καὶ πᾶσα πολυτίμιος ὕλη. καὶ τῶν μὲν εἰς χεῖρας, τῶν δὲ εἰς κόλπον ἐνέπιπτον, καὶ ὑπ᾽ αὐτῶν ἑκόντες ἐκλέπτοντο. μετεβάλλοντο δὲ καὶ εἰς τετράποδα καὶ εἰς ἑρπετά, νηκτά τε καὶ πτηνά, καὶ εἰς πᾶν ὅπερ ἤθελον. ἅτινα καὶ οἱ παρ᾽ ὑμῖν ποιηταὶ ἀφοβίας αἰτίαν ὡς ἔτυχεν ᾄδουσιν, ἑνὶ τοίνυν τὰς πάντων πολλὰς καὶ διαφόρους πράξεις ἀπονέμοντες.

Πλὴν ὅτε ταῦτα γενόμενοι τοὺς διαρπάσαντας αὐτοὺς πλεονέκτας ἤλεγξαν, καὶ εἰς τὴν ἀνθρώπων φύσιν ἑαυτοὺς μετέβαλον, ἵνα ὁσίως πολιτευσάμενοι καὶ τὸ δυνατὸν τοῦ πολιτεύεσθαι δείξαντες τοὺς ἀχαρίστους εὐθύναις ὑποβάλωσιν, ἐπειδὴ ὄντως τὰ πάντα ἄνθρωποι ἐγίνοντο καὶ τὴν ἐπιθυμίαν ἔσχον τὴν ἀνθρωπίνην, ὑπὸ ταύτης κρατούμενοι εἰς γυναικῶν μῖξιν ὤλισθον, αἷς συμπλακέντες καὶ μιασμῷ παγέντες καὶ τῆς πρώτης δυνάμεως παντελῶς κενωθέντες, τὰ ἐκ πυρὸς τραπέντα μέλη εἰς τὸ πρῶτον αὐτῶν τῆς ἰδίας φύσεως ἀμίαντον μετασυγκρῖναι οὐκ ἐξίσχυσαν. τῷ γὰρ βάρει τῷ ὑπὸ τῆς ἐπιθυμίας εἰς σάρκα τελευτήσαντος αὐτῶν πυρός, τὴν ἀσεβοῦσαν ὥδευσαν ὁδὸν κάτω· σαρκὸς γὰρ αὐτοὶ δεσμοῖς πεπεδημένοι κατέχονται καὶ ἰσχυρῶς δέδενται, οὗ ἕνεκεν εἰς οὐρανοὺς ἀνελθεῖν οὐκέτι ἐδυνήθησαν.

Μετὰ γὰρ συνουσίαν, ὅ τὸ πρῶτον ἐγίνοντο ἀπαιτηθέντες καὶ παρασχεῖν μηκέτι δυνηθέντες, διὰ τὸ ἄλλο τι μετὰ μιασμὸν αὐτοὺς ποιῆσαι μὴ δύνασθαι, ἀρέσκειν τε ταῖς ἐρωμέναις βουλόμενοι ἀνθ᾽ ἑαυτῶν τοὺς τῆς γῆς μυελοὺς ὑπέδειξαν, λέγω δὲ τὰ ἐκ μετάλλων ἄνθη, χρυσόν, χαλκόν, ἄργυρον, σίδηρον καὶ τὰ ὅμοια, σὺν τοῖς τιμιωτάτοις ἅπασιν λίθοις. σὺν τούτοις δὲ τοῖς μαγευθεῖσιν λίθοις καὶ τὰς τέχνας τῶν πρὸς ἕκαστα πραγμάτων παρέδοσαν, καὶ μαγείας ὑπέδειξαν καὶ ἀστρονομίαν ἐδίδαξαν, δυνάμεις τε ῥιζῶν καὶ ὅσα ποτὲ ὑπ᾽ ἀνθρωπίνης ἐννοίας εὑρεθῆναι ἀδύνατον, ἔτι δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων χύσιν, τάς τε τῶν ἐσθήτων ποικίλας βαφάς. καὶ πάνθ᾽ ἁπλῶς ὅσαπερ πρὸς κόσμου καὶ τέρψεώς ἐστι γυναικῶν, τῶν ἐν σαρκὶ δεθέντων δαιμόνων ἐστὶν εὑρήματα.

Ἐκ δὲ τῆς νόθου μίξεως αὐτῶν ἄνθρωποι ἐγένοντο νόθοι, πολλῷ γε τῶν ἀνθρώπων κατὰ κορυφὴν μείζους, οὕς μετὰ τοῦτο γίγαντας ὠνόμασαν, οὐ δρακοντόποδες ὄντες καὶ πρὸς Θεὸν πόλεμον ἀράμενοι, ὡς οἱ βλάσφημοι τῶν Ἐλλήνων ᾄδουσιν μῦθοι, ἀλλὰ θηριώδεις τὸν τρόπον, καὶ μείζους μὲν ἀνθρώπων τὰ μεγέθη, ἐπείπερ ἐξ ἀγγέλων ἐγένοντο , ἀγγέλων δὲ ἐλάττους, ἐπείπερ ἐκ γυναικῶν γεγένηντο. ὁ οὖν Θεὸς εἰδὼς αὐτοὺς πρὸς τὸ θηριῶδες ἐξηγριωμένους, καὶ πρὸς τὴν ἑαυτῶν πλησμονὴν τὸν κόσμον οὐκ ἔχοντας αὐτάρκη, (πρὸς γὰρ ἀνθρώπων ἀναλογίαν ἐδημιουργήθη καὶ χρῆσιν ἀνθρωπίνην) ἵνα μὴ ἐν διατροφῇ ἐπὶ τὴν παρὰ φύσιν τῶν ζώων βορὰν τρεπόμενοι ἀνεύθυνοι δοκῶσιν εἶναι, ὡς δι᾽ ἀνάγκην τοῦτο τετολμηκότες, μάννα αὐτοῖς ὁ παντοδύναμος Θεὸς ἐπώμβρισεν ἐκ ποικίλης ἐπιθυμίας, καὶ παντὸς οὗπερ ἐβούλοντο ἀπήλαυον· οἱ δ᾽ ὑπὸ νόθου φύσεως, τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο.

Οἱ δὲ σὺν αὐτοῖς ἄνθρωποι τὸ ὅμοιον τότε πρῶτον ποιεῖν ἐζήλωσαν. οὕτως εἴτε ἀγαθοὶ εἴτε κακοὶ οὐκ ἐγεννώμεθα, ἀλλὰ γινόμεθα· καὶ ἐθισθέντες δυσαποσπάστως ἔχομεν. τῶν δὲ ἀλόγων ζώων τότε ἐπιλιπόντων, οἱ νόθοι ἄνθρωποι καὶ ἀνθρωπίνων σαρκῶν ἐγεύσοντο, οὐκέτι γὰρ αὐτοῖς ἦν μακράν, τὴν ἰδίαν διαφθεῖραι σάρκα, πρότερον ἐν ἑτέραις μορφαῖς αὐτῆς γευσαμένοις.

Ἐπὶ δὲ τῇ πολλῇ τῶν αἱμάτων ῥύσει ὁ καθαρὸς ἀὴρ ἀκαθάρτῳ ἀναθυμιάσει μιανθεὶς καὶ νοσήσας τοὺς ἀναπνέοντας αὐτὸν νοσώδεις ἀπειργάζετο, ὡς τοὺς ἀνθρώπους λοιπὸν ἀώρους ἀποθνήσκειν. ἡ δὲ γῆ ἐκ τούτων σφόδρα μιανθεῖσα πρῶτον τότε τὰ ἰοβόλα καὶ λυμαντικὰ ζῶα ἐξέβρασεν. τῶν οὖν πάντων πρὸς τὸ χεῖρον χωρησάντων διὰ τοὺς θηριώδεις δαίμονας, ὁ Θεὸς αὐτοὺς ὥσπερ κακὴν ζύμην ἐξελεῖν ἐβουλεύετο, ἵνα μὴ ἀπὸ σπορᾶς κατ᾽ ἀκολουθίαν ἑκάστη γενεὰ τῇ πρὸ αὐτῆς ἐξομοιουμένη, ὁμοίως ἀσεβοῦσα, τὸν ἐσόμενον αἰῶνα σωζομένων ἀνδρῶν κενώσῃ. τούτου δὴ ἕνεκεν ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ τριῶν, σὺν ταῖς αὐτῶν γυναιξίν, ἅμα τοῖς λοιποῖς, ἐν λάρνακι διασώζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπέκλυσεν, ἵνα πάντων ἀναλωθέντων ὁ κόσμος κατεκκαθαρισθεὶς αὐτῷ τῷ ἐν λάρνακι διασωθέντι εἰς δευτέραν βίου ἀρχὴν καθαρὸς ἀποδοθῇ. καὶ δὴ οὕτως ἐγένετο.

Ἐπεὶ οὖν αἱ τῶν τεθνεώτων γιγάντων ψυχαὶ τῶν ἀνθρωπίνων ψυχῶν μείζους ἦσαν, ἅτε δὴ καὶ τοῖς σώμασιν ὑπερέχουσαι, ὡς καινὸν γένος καινῷ καὶ τῷ ὀνόματι προσηγορεύθησαν. οἷς ἐπιλοίποις τῷ κόσμῳ ὡς δεῖ βιοῦν, ὑπὸ Θεοῦ δι᾽ ἀγγέλου νόμος ὡρίσθη. ὄντες γὰρ νόθοι τῷ γένει ἐκ πυρὸς ἀγγέλων καὶ αἵματος γυναικῶν, καὶ διὰ τοῦτο ἰδίου τινὸς γένους ἐπιθυμεῖν μέλλοντες, δικαίῳ τινὶ προελήφθησαν νόμῳ. ἐξεπέμφθη γὰρ αὐτοῖς ὑπὸ τοῦ Θεοῦ ἄγγελός τις, τὴν αὐτοῦ βουλὴν μηνύων καὶ λέγων.

Τάδε δοκεῖ τῷ παντεπόπτῃ Θεῷ, μηδενὸς ἀνθρώπων ὑμᾶς κυριεύειν, μηδὲ παρενοχλεῖν μηδενί, ἐὰν μή τις ἑκὼν ἑαυτὸν ὑμῖν καταδουλώσῃ, προσκυνῶν ὑμᾶς, καὶ θύων καὶ σπένδων καὶ τῆς ὑμετέρας μεταλαμβάνων τραπέζης, ἢ ἕτερόν τι ὧν οὐ χρὴ ἐκτελῶν, ἢ αἷμα χέων, ἢ σαρκῶν γευόμενος, ἢ θηρίου λειψάνου ἢ θνητοῦ ἢ πνικτοῦ ἢ ἄλλου τινὸς ἀκαθάρτου ἐμπιμπλώμενος. τῶν δὲ νόμῳ ἐμῷ προσφευγόντων οὐ μόνον οὐ ψαύσετε, ἀλλὰ καὶ τιμὴν δώσετε, καὶ ἐκ προσώπου φεύξεσθε. ὅ τι γὰρ ἄν αὐτοῖς δικαίοις οὖσιν καθ᾽ ὑμῶν δοκῇ, τουθ᾽ ὑμᾶς δεήσει παθεῖν. ἐὰν δέ τινες τῶν ἐμοὶ προκειμένων ἐξαμαρτῶσιν , ἢ μοιχησάμενοι ἢ μαγεύσαντες ἢ ἀκαθάρτως βιώσαντες ἢ ἄλλο τι τῶν ἐμοὶ μὴ δοκούντων πράξαντες, τότε ἐξ ἐμῆς κελεύσεως πάσχειν τι αὐτοὺς ὑφ᾽ ὑμῶν ἢ ὑφ᾽ ἑτέρων δεήσει· οἷς καὶ μετανοήσασιν, τὴν μετάνοιαν κρίνας, εἴτε ἀξία ἐστὶν συγγνώμης εἴτε καὶ οὔ, τὴν ἀπόφασιν ποιήσομαι. ταῦτα οὖν μνημονεύειν καὶ ὀφείλετε, εὖ εἰδότες, ὅτι οὐδὲ αἱ ἐνθυμήσεις ὑμῶν λαθεῖν αὐτὸν δυνήσονται.

Τοιαῦτα παρακελευσάμενος αὐτοῖς ὁ ἄγγελος ἀπηλλάγη. ὑμεῖς δὲ ἔτι τοῦτον ἀγνοεῖτε τὸν νόμον, ὅτι προσκυνῶν τις δαίμονας ἢ θύων ἢ τραπέζης αὐτοῖς κοινωνῶν ὑπόδουλος αὐτοῖς γενόμενος ὡς ὑπὸ κακῶν δεσποτῶν πάσης τῆς ἐξ αὐτῶν μεθέξει τιμωρίας καὶ διὰ τὴν ἄγνοιαν ταύτην τοῖς αὐτῶν βωμοῖς προσφθαρέντες καὶ αὐτῶν ἐκπληρωθέντες ὑπὸ τὴν αὐτῶν ἐξουσίαν γεγόνατε, καὶ παντὶ τρόπῳ ὑβριζόμενοι τὰ σώματα ἀγνοεῖτε. εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι οὐδενὸς οἱ δαίμονες ἔχουσιν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τις αὐτοῖς ὁμοδίαιτος γένηται. ὁπότε οὐδὲ ὁ αὐτῶν ἄρχων παρὰ τὸν ὑπὸ τοῦ Θεοῦ κατ᾽ αὐτῶν κινούμενον νόμον ποιεῖν τι δύναται, δἰ ὅ ἐξουσίαν τινὸς οὐκ ἔχει μὴ προσκυνήσαντος αὐτόν· ἀλλ᾽ οὐδὲ λαβεῖν τις παρ᾽ αὐτῶν δύναταί τι ὧν θέλει, ἀλλ᾽ οὐδὲ βλαβῆναι οὐδέν, ὡς μαθεῖν.

Τῷ γὰρ τῆς εὐσεβείας ἡμῶν βασιλεῖ προσῆλθέν ποτε ὁ πρόσκαιρος βασιλεύς, οὐ βίαν ποιῶν, οὐ γὰρ ἐξῆν, ἀλλὰ προτρέπων καὶ ἀναπείθων, ὅτι τὸ πεισθῆναι ἐπὶ τῇ ἑκάστου κεῖται ἐξουσίᾳ. προσελθὼν οὖν, ὡς τῶν παρόντων ὤν βασιλεύς, τῷ τῶν μελλόντων βασιλεῖ ἔφη· πᾶσαι αἱ τοῦ νῦν κόσμου βασιλεῖαι ὑπόκεινται ἐμοί, ἔτι τε ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ πᾶσα ἡ τρυφὴ τοῦ κόσμου τούτου ὑπὸ ταῖς ἐμαῖς ἐστιν ἐξουσίαις· διὸ πεσὼν προσκύνησόν μοι, καὶ δώσω σοι πάντα ταῦτα. ταῦτα δὲ ἔλεγεν εἰδώς, ὅτι μετὰ τὸ προσκυνῆσαι καὶ τὴν κατ᾽ αὐτοῦ εἶχεν ἐξουσίαν, καὶ οὕτως τῆς μελλούσης δόξης καὶ βασιλείας αὐτὸν ἀφῄρει. καὶ πάντα εἰδὼς οὐ μόνον αὐτὸν οὐ προσεκύνησεν, ἀλλ᾽ οὐδὲ τῶν ὑπ᾽ αὐτοῦ λαβεῖν τι ἠθέλησεν· ἑαυτὸν γὰρ σὺν τοῖς ἑαυτοῦ κατενεχύραζεν, ὅπερ ἐστίν, μὴ ἐξεῖναι τοῦ λοιποῦ τῶν αὐτῷ ἀποδοθέντων μηδὲ ψαῦσαι ἔτι. ἀποκρινάμενος οὖν ἔφη· Γέγραπται, κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ λατρεύσεις μόνον.

Πλὴν ὁ τῶν ἀσεβῶν βασιλεὺς κατὰ πολλὰ τὸν τῶν εὐσεβῶν βασιλέα πρὸς τὸ ἑαυτοῦ βούλημα παράγειν πειρώμενος καὶ ἠδυνηθεὶς ἐπαύσατο, πρὸς τὰ λοιπὰ τῆς πολιτείας θηρεύειν αὐτὸν ἐπιχειρῶν. ὑμεῖς δὲ τὸν προορισθέντα νόμον ἀγνοοῦντες διὰ τῶν κακῶν πράξεων ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἐγένεσθε. διὸ σῶμα καὶ ψυχὴν ἐμιάνθητε. καὶ ἐν μὲν τῷ παρόντι ὑπό τε παθῶν καὶ δαιμόνων ἐνυβρίζεσθε, ἐν δὲ τοῖς μέλλουσιν τὰς ψυχὰς κολασθησομένας ἕξετε. τοῦτο δὲ οὐχ ὑμεῖς μόνοι ὑπ᾽ ἀγνοίας πεπόνθατε, ἀλλὰ καί τινες τοῦ ἡμετέρου ἔθνους, οἵτινες ἐπὶ κακαῖς πράξεσιν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος προληφθέντες, ἔπειτα ὥσπερ ἐπὶ δεῖπνον ὑπὸ πατρὸς υἱῷ τελοῦντος γάμους κληθέντες ὑπήκουσαν. ἀντὶ δὲ τῶν ἀπειθησάντων διὰ τὴν πρόληψιν ὁ τοὺς γάμους τῷ υἱῷ τελῶν πατὴρ διὰ τοῦ προφήτου τῆς ἀληθείας ἐκέλευσεν ἡμῖν, εἰς τὰς διεξόδους τῶν ὁδῶν ἐλθοῦσιν, ὅ ἐστιν πρὸς ὑμᾶς, καθαρὸν ἔνδυμα γάμου περιβαλεῖν, ὅπερ ἐστὶν βάπτισμα, ὃ εἰς ἄφεσιν γίνεται τῶν πεπραγμένων ὑμῖν κακῶν. καὶ τοὺς ἀγαθοὺς εἰς τὸ Θεοῦ δεῖπνον εἰσάγει ἐκ τῆς μεταμελείας, εἰ καὶ τὴν ἀρχὴν ἀπελείφθησαν τῆς εὐωχίας.

Ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν πρόλημμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα, καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε· καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ φονεύσητε, μὴ μοιχεύετου, μὴ μισήσητε οὓς μὴ δίκαιον, μὴ κλέπτετε, μηδὲ κακαῖς τισιν ὅλως πράξεσιν ἐπιβάλλεσθε. ἐπεὶ τῶν ἐσομένων ἀγαθῶν στερηθέντες τῆς ἐλπίδος ἐν μὲν τῷ παρόντι ὑπό τε κακῶν δαιμόνων καὶ χαλεπῶν παθημάτων συνελασθήσεσθε, ἐν δὲ τῷ ἐσομένῳ αἰῶνι ἀϊδίῳ κολασθήσεσθε πυρί. τὰ μὲν οὖν σήμερον ὑμῖν ῥηθέντα αὐτάρκως ἔχει. λοιπὸν δέ, ὑμῶν ὑπὸ παθημάτων ὀχλούμενοι πρὸς τὴν ἴασιν παραμείνατε, τῶν δὲ ἄλλων οἱ βουλόμενοι μετ᾽ εἰρήνης πορεύεσθε.

Ταῦτα αὐτοῦ εἰπόντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυγχάνοντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ εὐξάμενος ἰάσατο ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ εὐφημήσαντας τὸν Θεὸν βεβαίᾳ ἐλπίδι πιστεῦσαι, ἅμα τε τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπιέναι, ἐντολὴν ἔχοντας πρωΐτερον τῇ ὑστεραίᾳ συνελθεῖν. ἀπελθόντων δὲ αὐτῶν, ἐκεῖ μείνας ὁ Πέτρος, μενόντων συνήθων, τροφῆς μεταλαβὼν διανέπαυεν ἑαυτὸν τῷ ὕπνῳ.

Τῇ μὲν ἐπιούσῃ ἡμέρᾳ ὁ Πέτρος ἅμα τοῖς ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν πρὸ μιᾶς τόπον ἐλθὼν καὶ ἐπιστὰς ἤρξατο λέγειν· ὁ Θεὸς τοὺς πάλαι ἀνθρώπους ἀσεβήσαντας πάντας ὕδατι διαφθείρας, ἐκ πάντων ἕνα εὐσεβῆ εὑρών, ἐν λάρνακι μετὰ τριῶν υἱῶν καὶ γυναικῶν σωθῆναι ἐποίησεν. ὅθεν συνιδεῖν ἔστιν αὐτοῦ τὴν φύσιν, ὄχλου μὲν ἀσεβούντων μὴ φροντίζουσαν, ἑνὸς δὲ εὐσεβοῦς σωτηρίας οὐκ ἀμελοῦσαν. πασῶν οὖν μείζων ἐστὶν ἀσέβεια τὸ τὸν μόνον πάντων καταλείψαντα δεσπότην πολλοὺς τοὺς οὐκ ὄντας σέβειν θεούς.

Ἐὰν οὖν ἐμοῦ ὑμῖν ὑφηγουμένου καὶ δεικνύντος, ὅτι τοῦτό ἐστιν τὸ μέγιστον ἁμάρτημα, ὅ πάντας ὑμᾶς ἀπολέσαι δύναται, τὸν ὑμέτερον ἀποδράμῃ νοῦν, ὅτι οὐκ ἀπόλλυσθε, πολλοὶ ὄντες ὄχλοι, ἠπάτησθε· ἔχετε γὰρ τοῦ πάλαι κατακλυσθέντος κόσμου τὸ ὑπόδειγμα καίτοι ἐκείνων μὲν τὸ ἁμάρτημα πολὺ ἧττον ἦν τοῦ καθ᾽ ὑμᾶς. ἐκεῖνοι γὰρ εἰς τοὺς ὁμοίους ἠσέβουν, ἢ φονεύοντες ἢ μοιχεύοντες, ὑμεῖς δὲ εἰς τὸν τῶν ὅλων ἀσεβεῖτε Θεόν, ἀντ᾽ αὐτοῦ ἢ καὶ σὺν αὐτῷ ἄψυχα ἀγάλματα σέβοντες, καὶ τὸ θεῖον αὐτοῦ ὄνομα πάσῃ ἀναισθήτῳ ὕλῃ ἐπιῤῥίψαντες. πρῶτον μὲν οὖν δεδυστυχήκατε, μὴ γνωρίσαντες τὴν διαφορὰν τὴν μεταξὺ μοναρχίας καὶ πολυαρχίας, ὅτι ἡ μὲν μοναρχία ὁμονοίας ἐστὶν παρεκτική , ἡ δὲ πολυαρχία πολέμων ἐξεργαστική. τὸ γὰρ ἕν ἑαυτῷ οὐ μάχεται, τὰ δὲ πολλὰ πρόφασιν ἔχει τὴν πρὸς ἕτερον μάχην ἐπιχειρεῖν.

Αὐτίκα γοῦν, εὐθὺ μετὰ τὸν κατακλυσμόν, ὁ Νῶε τρία καὶ ἐπιζήσας ἔτη μετὰ τῶν ἐξ αὐτοῦ γενομένων ὄχλων ἐν ὁμονοίᾳ διετέλει, τοῦ μόνου Θεοῦ κατ᾽ εἰκόνα ὑπάρξας βασιλεύς. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν πολλοὶ τῶν ἐξ αὐτοῦ βασιλείας ὠρέχθησαν, καὶ πρὸς τὸ βασιλεῦσαι σπεύδοντες τὸ πῶς δυνηθείη ἕκαστος ἐπενόει. καὶ ὁ μὲν πολέμῳ, ἄλλος δόλῳ, ἕτερος πειθοῖ, καὶ ἄλλος ἄλλως, ὧν εἷς τις ἀπὸ γένους ὢν Χἀμ, τοῦ ποιήσαντος Μεστρέμ, ἐξ οὗπερ τὰ Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Περσῶν ἐπλήθυνε φῦλα.

Ἐκ τοῦ γένους τούτου γίνεταί τις κατὰ διαδοχὴν μαγικὰ παρειληφὼς, ὀνόματι Νεβρὼδ, ὥσπερ γίγας ἐναντία τῷ Θεῷ φρονεῖν ἑλόμενος, ὃν οἱ Ἕλληνες Ζωροάστρην προσηγόρευσαν. οὗτος μετὰ τὸν κατακλυσμὸν βασιλείας ὀρεχθεὶς καὶ μέγας ὢν μάγος, τοῦ νῦν βασιλεύοντος κακοῦ τὸν ὡροσκοποῦντα κόσμον ἀστέρα πρὸς τὴν ἐξ αὐτοῦ βασιλείας δόσιν μαγικαῖς ἠνάγκασε τέχναις. ὁ δὲ ἅτε δὴ ἄρχων ὢν καὶ τοῦ βιαζομένου τὴν ἐξουσίαν ἔχων, μετ᾽ ὀργῆς τὸ τῆς βασιλείας προσέχεε πῦρ, ἵνα πρός τε τὸν ὁρκισμὸν εὐγνωμονήσῃ, καὶ τὸν πρώτως ἀναγκάσαντα τιμωρήσηται.

Ἐκ ταύτης οὖν τῆς ἐξ οὐρανοῦ χαμαὶ πεσούσης ἀστραπῆς ὁ μάγος ἀναιρεθεὶς Νεβρώδ, ἐκ τοῦ συμβάντος πράγματος Ζωροάστρης μετωνομάσθη, διὰ τὴν τοῦ ἀστέρος κατ᾽ αὐτοῦ ζῶσαν ἐνεχθῆναι ῥοήν. οἱ δὲ ἀνόητοι τῶν τότε ἀνθρώπων ὡς διὰ τὴν εἰς Θεὸν φιλίαν κεραυνῷ μεταπεμφθεῖσαν τὴν ψυχὴν νομίσαντες, τοῦ σώματος τὸ λείψανον κατορύξαντες, τὸν μὲν τάφον ναῷ ἐτίμησαν ἐν Πέρσαις, ἔνθα ἡ τοῦ πυρὸς καταφορὰ γέγονεν, αὐτὸν δὲ ὡς θεὸν ἐθρήσκευσαν. τούτῳ ὑποδείγματι καὶ οἱ λοιποὶ ἐκεῖσε τοὺς κεραυνῷ θνήσκοντας ὡς θεοφιλεῖς θάπτοντες ναοῖς τιμῶσιν, καὶ τῶν τεθνεώτων ἰδίων μορφῶν ἱστᾶσιν ἀγάλματα. ἐντεῦθεν ὁμοίως ἐζήλωσαν καὶ τῶν κατὰ τόπους οἱ δυναστεύσαντες, ὧν οἱ πλεῖστοι τῶν αὐτοῖς ἠγαπημένων καὶ μὴ κεραυνῷ θνησκόντων τοὺς τάφους ναοῖς καὶ ξοάνοις τιμῶντους καὶ βωμοὺς ἀνάπτοντες ὡς θεοὺς προσκυνεῖσθαι προσέταξαν. πολλῷ δὲ ὕστερον διὰ τὸν πολὺν χρόνον ὑπὸ τῶν μεταγενεστέρων ὄντως θεοὶ εἶναι ἐνομίσθησαν.

Ὅμως τῆς ἀπαρχῆς μιᾶς οὔσης βασιλείας πολλαὶ διαιρέσεις τοῦτον ἐγένοντο τὸν τρόπον. Πέρσαι πρῶτοι τῆς ἐξ οὐρανοῦ πεσούσης ἀστραπῆς λαβόντες ἄνθρακας τῇ οἰκείᾳ διεφύλαξαν τροφῇ, καὶ ὡς θεὸν οὐράνιον προτιμήσαντες τὸ πῦρ, ὡς πρῶτοι προσκυνήσαντες ὑπ᾽ αὐτοῦ τοῦ πυρὸς πρῶτοι βασιλείας τετίμηνται. μεθ᾽ οὓς Βαβυλώνιοι ἀπὸ τοῦ ἐκεῖ πυρὸς ἄνθρακας κλέψαντες καὶ διασώσαντες εἰς τὰ ἑαυτῶν καὶ προσκυνήσαντες καὶ αὐτοὶ ἀκολούθως ἐβασίλευσαν. Αἰγύπτιοι δὲ ὁμοίως πράξαντες, καὶ τὸ πῦρ ἰδίᾳ διαλέκτῳ Φθαοὺ καλέσαντες, ὃ ἑρμηνεύεται Ἥφαιστος, οὗ τῷ ὀνόματι καὶ ὁ παρ᾽ αὐτοῖς πρῶτος βασιλεύσας προσαγορεύεται. τοῦτον μὲν οὖν τὸν τρόπον χρησάμενοι καὶ οἱ κατὰ τόπον βασιλεύσαντες, καὶ ἵδρυμα ποιήσαντες καὶ βωμοὺς εἰς τιμὴν τοῦ πυρὸς ἀνάψαντες, τῆς μὲν βασιλείας οἱ πλεῖστοι ἀπεσβέσθησαν.

Τοῦ δὲ τὰ ξόανα σέβειν οὐκ ἐπαύσαντο, διὰ τὴν κακὴν τῶν μάγων ἐπίνοιαν , εὑρόντων αὐτοῖς προφάσεις, κρατεῖν αὐτοὺς πρὸς τὴν ματαίαν λατρείαν δυναμένας· ἱδρύσαντες γὰρ αὐτὰ μαγικαῖς τελεταῖς ἑορτὰς αὐτοῖς ὥρισαν ἔκ τε θυμάτων, σπονδῶν, αὐλῶν τε καὶ κρότων, ὧν προφάσει οἱ ἀνόητοι ἀπατώμενοι, καίτοι τῆς βασιλείας αὐτῶν ἀφαιρεθείσης, αὐτοὶ τῶν συνελθουσῶν θρησκειῶν οὐκ ἀπολείπονται· ἐπὶ τοσοῦτον τῆς ἀληθείας τὴν ἡδυπάθειαν προετίμησαν, τὴν πλάνην. οἳ καὶ μετὰ μέθην παραβώμιον ἐπολολύζουσιν, τῆς ψυχῆς ἐκ βάθους ὥσπερ δἰ ὀνείρων αὐτοῖς τὴν μέλλουσαν ἐπὶ ταῖς τοιαύταις αὐτῶν πράξεσιν προαγγελλούσης τιμωρίαν.

Πολλῶν οὖν ἐν βίῳ παρελθουσῶν θρησκειῶν πάρεσμεν φέροντες ὑμῖν, οἱ ἀγαθοὶ ἔμποροι ἐκ προγόνων ἡμῖν παραδοθείσης καὶ φυλαχθείσης θρησκείας, ὡς σπέρματα φυτῶν δεικνύντες καὶ ἐπὶ τῇ ὑμετέρᾳ κρίσει καὶ ἐξουσίᾳ τιθέντες. τὸ ὑμῖν δοκοῦν ἐπιλέξασθε. ἐὰν μὲν οὖν τὰ ἡμέτερα ἕλησθε, οὐ μόνους δαίμονας καὶ τὰ ἐκ δαιμόνων πάθη φυγεῖν δυνήσεσθε, ἀλλὰ τοιαῦτα φυγαδεύοντες καὶ ἱκετευόμενοι ὑπ᾽ αὐτῶν καὶ τῶν εἰσαεὶ ἐσομένων ἀγαθῶν ἀπολαύσετε.

Ἐπείγε τοὐναντίον ἐν μὲν τῷ νῦν βίῳ ὑπὸ δαιμόνων ἀλλοκότοις πάθεσιν ἐνυβριζόμενοι, ἐπὶ τῇ ἐκ τοῦ σώματος ἀπαλλαγῇ καὶ τὰς ψυχὰς εἰσαεὶ κολασθησομένας ἕξετε, τὰ ἀληθῆ οὐ Θεοῦ καταδικάζοντος, ἀλλὰ κακῶν πράξεων τοιαύτην ἐχουσῶν κρίσιν. οἱ γὰρ δαίμονες, διὰ τῆς αὐτοῖς ἀποδοθείσης τροφῆς ἐξουσίαν ἔχοντες, ὑπὸ τῶν ὑμετέρων χειρῶν εἰς τὰ ὑμέτερα εἰσκρίνονται σώματα. ἐνδομυχήσαντες γὰρ πολλῷ τῷ χρόνῳ καὶ τῇ ψυχῇ ἀνακίρνανται. καὶ διὰ τὴν ἀμέλειαν τῶν ἑαυτοῖς βοηθεῖν μὴ νοούντων ἢ καὶ μὴ βουλομένων , τούτων αὐτῶν ἐπὶ τῇ τοῦ σώματος λύσει ἡ ψυχὴ τῷ δαίμονι ἡνωμένη ἀνάγκην ἔχει φέρεσθαι ὑπ᾽ αὐτοῦ εἰς οὕς βούλεται τόπους. τὸ δὲ πάντων χαλεπώτατον, ἐπὰν ἐν τῇ τῶν ὅλων συντελείᾳ ὁ δαίμων τὰ πρῶτα εἰς τὸ καθαῖρον πῦρ ἀποδοθῇ, ἡ συγκραθεῖσα αὐτῷ ψυχὴ ἀνάγκην ἔχει αὐτὴ μὲν ἀποῤῥήτως κολάζεσθαι, ὁ δὲ δαίμων ἥδεσθαι. ἡ γὰρ ἐκ φωτὸς οὖσα τὴν ἀλλόφυλον τοῦ πυρὸς φλόγα μὴ φέρουσα βασανίζεται, ὁ δὲ ἐν τῇ τοῦ γένους αὐτοῦ ὢν οὐσίᾳ μεγάλως ἥδεται, δεσμὸς δύσρηκτος γενόμενος τῆς ὑπ᾽ αὐτοῦ συμποθείσης ψυχῆς.

Τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ τῶν ἀνθρώπων εἰςδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνάμενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰςίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τοὺς ἀνθρώπου ὀδόντας, εἴτε συνουσίας, διὰ τὰ ἐκείνου αἰδοῖα. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μεταλαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ᾽ ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεικήσαντα, καίτοι τιμωρούμενα, τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν Θεῷ εὐχαῖς καὶ δεήσεσιν, ἀπεχομένους τε πάσης ἀκαθάρτου προφάσεως, ὅπως ἡ τοῦ Θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ, ὡς ἁγνοῦ καὶ πιστεύοντος.

Δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τῷ θεῷ προσπεφευγέναι ὁμολογεῖν, καὶ διαμαρτύρασθαι τὴν τοῦ δαίμονος οὐκ ἀπάθειαν, ἀλλὰ βραδύτητα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν. ὅθεν αὐτοὶ οἱ δαίμονες, εἰδότες ὧν ἐπικρατοῦσιν τῆς πίστεως τὴν ποσότητα, ἀναλογοῦσαν ἐπιμετροῦσιν αὐτῶν τὴν ἐπιμονήν. διὰ τοῦτο τοῖς ἀπιστοῦσιν ἐπιμένουσιν, τοῖς δὲ δυσπίστοις ἐμβραδύνουσιν, τοῖς δὲ παντάπασιν πιστεύσασιν καὶ εὖ πράττουσιν οὐδὲ πρὸς ῥοπὴν ὥρας συνεῖναι δύνανται. ἡ γὰρ ψυχὴ τῇ πρὸς Θεὸν πίστει ὡς εἰς ὕδατος φύσιν τραπεῖσα τὸν δαίμονα ὡς σπινθῆρα πυρὸς ἀποσβέννυσιν. κάματος οὖν ἐστιν ἑκάστῳ ἐκνοηθῆναι τὴν τοῦ ἑαυτοῦ δαίμονος φυγήν. ἀνακιρνάμενοι γὰρ ταῖς ψυχαῖς, ὅπως τις τῆς αὑτοῦ σωτηρίας ἀμελήσῃ, ἐνθυμήσεις πρὸς ἃ βούλεται ὑποβάλλουσιν εἰς τὸν ἑκάστου νοῦν.

Ὅθεν πολλοὶ οὐκ εἰδότες πόθεν ἐνεργοῦνται, ταῖς τῶν δαιμόνων κακαῖς ὑποβαλλομέναις ἐπινοίαις ὡς τῷ τῆς ψυχῆς αὐτῶν λογισμῷ συντίθενται. διὸ πρὸς τοὺς σώζειν αὐτοὺς δυναμένους ἐλθεῖν ὀκνηρότεροι γίνονται, καὶ αὐτοὺς ὑπ᾽ αὐτῶν τῶν ἐνεδρευόντων δαιμόνων ἀναλισκόμενοι ἀγνοοῦσιν. ὑπὸ μὲν οὖν τῶν ταῖς ψυχαῖς αὐτῶν ἐνδομυχούντων δαιμόνων ἐπιδίδοται αὐτοῖς ἐνθυμεῖσθαι, ὡς οὐ δαίμονος ἐνοχλοῦντος, ἀλλὰ σωματικῆς νόσου, οἷον ἢ ὕλης δριμείας, ἢ χολῆς, ἢ φλέγματος, ἢ αἵματος ἀμετρίας, ἤ μήνιγγος φλεγμονῆς, ἢ ἄλλου τινός. εἰ δὲ καὶ τοῦτο ἦν, οὐδ᾽ αὐτὸ ἀπήλλακται δαίμονος εἶδος εἶναι. ἡ γὰρ καθόλου καὶ γεώδης ψυχή, αἰτίᾳ πάντων βρωτῶν διικνουμένη, ὑπὸ τῆς πλείονος τροφῆς ἐπὶ πλεῖον προσληφθεῖσα, αὐτὴ μὲν ὡς συγγενεῖ ἑνοῦται τῷ πνεύματι, ὅπερ ἐστὶν ἀνθρώπου ψυχή, τὸ δὲ τῆς τροφῆς ὑλῶδες τῷ σώματι ἑνωθὲν ὡς δεινὸς αὐτῷ ὑπολείπεται ἰός. διὸ ἐπὶ πάντων καλὸν ἡ αὐτάρκεια.

Τινὲς δὲ τῶν κακούργων δαιμόνων ἄλλως ἐνεδρεύουσιν. τὴν ἀρχὴν οὐδ᾽ ὅτι ἐμφαίνοντες, ὅπως ἡ κατ᾽ αὐτῶν σπουδὴ μὴ γένηται, εὐκαίρως δὲ ὀργῆς προφάσει, ἔρωτος, ἢ ἄλλου τινός, ἤτε ξίφει, ἢ βρόχῳ, ἢ κρημνῷ, ἢ ἑτέρῳ τινὶ τὸ σῶμα αἰφνιδίως ἐνυβρίζουσιν, καὶ εἰς τέλος κολασθησομένας καθιστᾶσιν τῶν ἀνακεκραμένων τὰς ἠπατημένας αὐτοῖς ψυχάς, ὡς ἔφαμεν, εἰς τὸ καθάρσιον χωρήσαντες πῦρ. ἄλλοι δὲ ἄλλως ἐνεδρευόμενοι οὐ προσίασιν ἡμῖν, ταῖς τῶν κακούργων δαιμόνων ἐνθυμήσεσιν ἀπατώμενοι, ὡς ὑπὸ μὲν τῶν θεῶν αὐτῶν ταῦτα πάσχοντες διὰ τὴν πρὸς αὐτοὺς ἀμέλειαν, θυσίαις δὲ αὐτοὺς διαλλάσσειν δυνάμενοι, καὶ ὅτι μὴ χρὴ αὐτοὺς ἡμῖν προσιέναι, ἀλλὰ τοὐναντίον φεύγειν καὶ μισεῖν. καὶ ὁμῶς μισοῦσιν καὶ φεύγουσιν τοὺς μᾶλλον ἐλεῶντας καὶ ἐπ᾽ εὐεργεσίᾳ αὐτοὺς διώκοντας.

Μισοῦντες οὖν καὶ φεύγοντες ἡμᾶς ἐνεδρεύονται, οὐκ εἰδότες πόθεν αὐτοῖς τὰ ἐναντία τῇ αὐτῶν σωτηρίᾳ φρονεῖν γίνεται· οὔτε γὰρ ἡμεῖς αὐτοὺς μὴ βουλομένους πρὸς σωτηρίαν νεῦσαι βιάσασθαι δυνάμεθα, ἐπεὶ μὴ τοσαύτην νῦν κατ᾽ αὐτῶν ἔχομεν ἐξουσίαν, οὔτε αὐτοὶ ἀφ᾽ ἑαυτῶν τὴν κακὴν τοῦ δαίμονος ἐνθίμησιν νοῆσαι δύνανται, οὐ γὰρ ἴσασιν ὅθεν αὐτοῖς αἱ τῶν κακῶν ἐνθυμήσεις ὑποβάλλονται. εἰσὶν δὲ οὗτοι οἱ δαίμονες καθ᾽ ἃς βούλονται μορφὰς ἐπιφαινόμενοι φοβοῦσιν. ἔσθ᾽ ὅτε δὲ καὶ τοῖς νοσοῦσιν θεραπείας καὶ οὕτως τοῖς προηπατημένοις θεῶν δόξαν ἀποφέρονται. καὶ τὸ δαίμονες εἶναι τοὺς πολλοὺς λανθάνουσιν, ἀλλ᾽ οὐχ ἡμᾶς τοὺς εἰδότας αὐτῶν τὸ μυστήριον, τίνος ἕνεκα τοιαῦτα πράττουσιν, ἑαυτοὺς κατ᾽ ὄναρ καθ᾽ ὧν τὴν ἐξουσίαν ἔχουτιν μεταμορφοῦντες, καὶ οὕς μὲν φοβοῦσιν, οἷς δὲ χρηματίζουσιν καὶ θυσίας ἀπαιτοῦσιν καὶ συνεστιᾶσθαι κελεύουσιν, ἵνα αὐτῶν τὰς ψυχὰς συμπίνωσιν.

Ὡς γὰρ οἱ δεινοὶ ὄφεις τοῖς αὑτῶν πνεύμασιν τοὺς στρούθους ἐπισπῶνται, οὕτω καὶ αὐτοὶ τοὺς μεταλαμβάνοντας τῆς αὐτῶν τραπέζης, διά γε τῶν βρωτῶν καὶ ποτῶν ἀνακραθέντες αὐτῶν τῷ νῷ, εἰς τὸ ἴδιον αὐτῶν ἐπισπῶνται βούλημα, μεταμορφοῦντες ἑαυτοὺς κατ᾽ ὄναρ κατὰ τὰς τῶν ξοάνων εἰδέας, ἵνα τὴν πλάνην αὐξήσωσιν. τὸ γὰρ ξόανον οὔτε ζῶόν ἐστιν, οὔτε θεῖον ἔχει πνεῦμα, ὁ δὲ ὀφθεὶς δαίμων τῇ μορφῇ ἀπεχρήσατο. πόσοι κατ᾽ ὄναρ ὁμοίως ἄλλοις ὤφθησαν, καὶ ὕπαρ συναντήσαντες ἀλλήλοις πρὸς τὸ κατ᾽ ὄναρ ἀντιβάλλοντες οὐ συνεφώνησαν; ὥστε οὐκ ἔτι ὄναρ ἐπιφάνεια ἐκεῖνό ἐστιν, ἀλλ᾽ ἢ δαίμονός ἐστιν ἢ ψυχῆς τὰ ἐπιγεννήματα τοῖς παροῦσι φόβοις καὶ ἐπιθυμίᾳ ἀποδιδούσης τὰς εἰδέας· ἡ γὰρ φόβῳ τὸν νοῦν πληγεῖσα, διὰ ὀνείρων τὰς ἰδέας ἀποκυΐσκει. εἰ δὲ τὰ ξόανα οἴεσθε ὡς ἔμπνοα ὑπάρχοντα τὰ τοιαῦτα ἐνεργεῖν δύνασθαι, ἐπὶ ζυγοῦ ἐπιστήσαντες αὐτά, ἴσου ὄντος τοῦ κανόνος, τὸ ἀντίῤῥοπον ἐπὶ τῆς ἑτέρας πλάστιγγος θέντες, ἀξιώσατε αὐτὰ ἢ ὁλκότερα γενέσθαι ἢ κουφότερα, καὶ οὕτως ἐὰν γένηται, ἔμπνοά ἐστιν· ἀλλ᾽ οὐ γίνεται· εἰ δὲ ἔσται, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ δακτύλῳ δαίμονος τοῦτο γενέσθαι δύναται. καὶ σκώληκες κινοῦνται, καὶ θεοὶ οὐ λέγονται.

Ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ εἰδέας δαιμόνων ἀπεικονίζει, καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ᾽ ἐρεῖ τις· πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν. ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ᾽ ὑφ᾽ ἡμῶν ὡς δαίμονες ἐκριζούμενοι φυγαδεύονται. ἀλλ᾽ ἐρεῖ τις· ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς, καὶ θεοὶ οὐκ εἰσίν. ἀλλά φησιν· ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ’ ἰσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσοικειρυμένα βοηθήματα· διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα τὰ ὑπ᾽ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν.

Ἐπεὶ διὰ τί μετὰ πολὺν χρόνον χρηματίζουσιν τὰς ἰάσεις; διὰ τί δὲ, εἰ πάντα δύνανται, ἄνευ τοῦ προσφέρειν τι τὴν ἴασιν οὐ ποιοῦνται; τίνος δὲ ἕνεκα τισὶν μὲν εὐξαμένοις θεραπείας προστάσσουσιν, ἐνίοις δὲ ἔσθ᾽ ὅτε καὶ οἰκειοτέροις οὖσιν οὐ χρηματίζουσιν; οὕτως ὁπόταν ἐξ αὐτομάτου θεραπεία μέλλῃ γίνεσθαι, ἐπαγγέλλονται, ἵνα ἑαυτοὺς ἐπιγράψωσιν. ἄλλοι δὲ νοσήσαντες καὶ εὐξάμενοι ἐξ αὐτομάτου ὑγιάναντες, οὓς ἐπεκαλέσαντο, ἐπέγραψαν, καὶ ἀναθήματα ἐποίησαν. οἱ μέντοι γε μετ᾽ εὐχὴν διαφωνήσαντες τὰς ἀποτυχίας ἀναθῆναι οὐ δύνανται. πλὴν εἰ οἱ συγγενεῖς τῶν τεθνεώτων ἢ ἐξ αὐτῶν τινες συνεζήτησαν τὰς ἀποτυχίας, πλείονας ἂν εὑρήκειτε τὰς ἀποτυχίας τῶν ἐπιτευγμάτων. ἀλλ᾽ οὐδεὶς προειλημμένος αὐτοῖς τὸν κατ᾽ αὐτῶν ἔλεγχον ἐκφάναι θέλει, αἰδούμενος ἢ φοβούμενος, ἀλλὰ τοὐναντίον, τὰ πιστὰ αὐτῶν ἀτοπήματα συγκρύβουσιν.

Πόσοι δὲ καὶ καταψεύδονται χρηματισμοὺς καὶ θεραπείας ἐξ αὐτῶν ἀποτελεσθείσας, καὶ ταύτας βεβαιοῦνται μεθ᾽ ὅρκων; πόσοι δὲ ἐπὶ μισθῷ ἑαυτοὺς ἐξέδωκαν, δι᾽ ἐνίων ἐπινοιῶν πάσχειν τινὰ ἀναδεξάμενοι, καὶ οὕτως κηρύξαντες, αὐτῶν τὸ πάθος ἀντιπαθείᾳ ἀποκατασταθέντες, κεχρηματίσθαι τὴν θεραπείαν λέγουσιν, ἵνα τὸ ἀναίσθητον ἐπιγράψωσιν σέβασμα; πόσα δὲ αὐτῶν ἐκ καταρχῆς μαγικῇ τέχνῃ ἐτελέσθη, ἵνα ὀνειροπολῇ καὶ χρηματίζῃ; καὶ ὅμως μακρῷ χρόνῳ καὶ ταῦτα διεφώνησεν. πόσοι δὲ τὰ τοιαῦτα κρατύνειν θέλοντες γοητεύουσιν; πλὴν οὐκ εἴ τι μαντικόν ἐστιν ἢ θεραπευτικόν, τοῦτο θεός ἐστιν.

Ὁ γὰρ Θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ καλῶς πολιτευσάμενοι, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἀπολαύσωσιν. διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως αἰτίᾳ Θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅ τινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε, μετὰ τοῦ τῆς εἰρήνης βασιλέως εἰσαεὶ τῶν ἀποῤῥήτων βασιλεύοντες ἀγαθῶν. ἐν δὲ τῷ παρόντι, ἀενάῳ ποταμῷ ἢ πηγῇ ἐπεί γε κἂν θαλάσσῃ ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλ᾽ αὐτοὶ μηκέτι ἁμαρτάνοντες καὶ Θεῷ ἀνενδοιάστως πιστεύοντες τὰ ἄλλων κακὰ πνεύματα καὶ δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ἐνίοτε δὲ μόνον ἐνιδόντων ὑμῶν φεύξονται. ἴσασιν γὰρ τοὺς ἀποδεδωκότας ἑαυτοὺς τῷ Θεῷ. διὸ τιμῶντες αὐτοὺς πεφοβημένοι φεύγουσιν, ὥσπερ ἐχθὲς ἑωράκατε, πῶς ἐμοῦ ἀναθεμένου μετὰ τὴν προσομιλίαν εὔξασθαι ὑπὲρ τῶν πασχόντων αὐτὰ τὰ πάθη, τῇ πρὸς τὴν θρησκείαν τιμῇ ἀνέκραγεν , βραχεῖαν ὥραν στέξαι μὴ δυνηθέντα.

Μὴ οὖν νομίσητε ὅτι ἡμεῖς ἄλλης φύσεως ὄντες κατὰ τοῦτο δαίμονας οὐ φοβούμεθα. τῆς γὰρ αὐτῆς ὑμῖν ἐσμεν φύσεως, ἀλλ᾽ οὐ θρησκείας. διὸ ὑμῶν οὐ πολὺ, ἀλλὰ τὸ πᾶν κρείττονες ὄντες καὶ ὑμᾶς τοιούτους γενέσθαι οὐ φθονοῦμεν, ἀλλὰ τοὐναντίον συμβουλεύομεν, εἰδότες ὅτι τοὺς Θεῷ προσοικειωθέντας ταῦτα πάντα ἀγνώστως προτιμᾷ καὶ φοβεῖται.

Ὄνπερ γὰρ τρόπον Καίσαρος χιλιάρχῳ οἱ ὑποκείμενοι στρατιῶται διὰ τὴν τοῦ δεδωκότος ἐξουσίαν τὸν εἰληφότα οἴδασιν τιμᾶν, τοσοῦτον ὥστ᾽ ἂν τοὺς ἐφεστῶτας λέγειν τούτῳ, ἐλθέ, καὶ ἔρχεται, καὶ ἄλλῳ, πορεύου, καὶ πορεύεται, οὕτως καὶ ὁ Θεῷ ἑαυτὸν ἀποδοὺς, πιστὸς ὢν, δαίμοσίν τε καὶ πάθεσιν μόνον λέγων ἀκούεται, καὶ ὑποχωροῦσιν δαίμονες, πολὺ ἰσχυρότεροι ὄντες τῶν κελευόντων. ἀφράστῳ γὰρ δυνάμει τὸν ἑκάστου νοῦν ὁ Θεὸς ὑποτάσσει ᾧ βούλεται. ὡς γὰρ τὸν Καίσαρα πεφόβηνται ὄντα ἄνθρωπον πολλοὶ ἡγεμόνες μετὰ πασῶν τῶν παρεμβολῶν καὶ πόλεων, τῆς ἑκάστου καρδίας τῶν ὅλων εἰκόνα προτιμᾶν σπευδούσης· Θεοῦ γὰρ βουλῇ τὰ πάντα δεδουλωμένα φόβῳ τὴν αἰτίαν ἐκ οἶδεν· οὕτω καὶ τὸν Θεῷ προσφεύγοντα καὶ τὴν δικαίαν πίστιν ὥσπερ εἰκόνα αὐτοῦ ἐν τῇ αὐτοῦ βαστάζοντα καρδίᾳ πάντα τὰ παθοποιὰ πνεύματα τιμᾷ καὶ φεύγει , φυσικῇ τινι ὁδῷ πεφοβημένα.

Ἀλλ᾽ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνῳ χαίρειν, ἀλλ᾽ ἐν τῷ δι᾽ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι. οὕτω τὸ θεῖον ἅγιον δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν, οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ᾽ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ᾽ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δἰ ὄνομα τίμιον· καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ ἱστορήσας. ὁ μὲν ἀπελάσας, ὡς διὰ δικαιοσύνην προτιμηθείς, οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν, καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν. ὁ δὲ ἱστορήσας, ὡς εὐσεβεῖ συγχρησάμενος τῷ ἀπελάσαντι, πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ Θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵνα ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνελῶσιν.

Καὶ τοῦτο οὖν ὑμᾶς εἰδέναι βουλόμεθα, ὅτι ἐὰν μή τις ἑαυτὸν δαίμοσιν δοῦλον ἐκδῷ, ὡς τάχιον εἶπον, ὁ δαίμων τὴν κατ᾽ αὐτοῦ ἐξουσίαν οὐκ ἔχει. ἕνα οὖν Θεὸν σέβειν ἑλόμενοι καὶ τραπέζης δαιμόνων ἀποσχόμενοι καὶ σωφροσύνην μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἀναδεξάμενοι καὶ τρισμακαρίᾳ ἐπονομασίᾳ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισάμενοι, τῷ ὅσον δύνασθε ἐπὶ τὸ τέλειον τῆς ἁγνείας ἑαυτοὺς ἐπιδιδόναι, δύνασθε κολάσεως ἀϊδίου ῥυσθέντες αἰωνίων ἀγαθῶν κληρονόμοι καταστῆναι. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσεν, καὶ οὕτως πολλοὶ πείρᾳ τῶν ἐχθὲς θεραπευθέντων συνεληλυθότες προσῄεσαν, ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος ἐξ αὐτῆς ἰασάμενος, ἐντειλάμενος αὐτοῖς καὶ τοῖς ἄλλοις ὀρθριώτερον συνεδρεύειν, αὐτὸς λουσάμενος καὶ τροφῆς μεταλαβών ὕπνωσεν.

Τῇ μὲν οὖν ἐν Τριπόλει τρίτῃ ἡμέρᾳ ὀρθριώτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος εἰς τὸν κῆπον εἰσῄει, ἔνθα ἦν ὑδροχοεῖον μέγα, εἰς ὅ διηνεκῶς πλούσιον ἔῤῥεεν ὕδωρ. ἐκεῖ λουσάμενος εἶθ’ οὕτως εὐξάμενος ἐκαθέσθη, ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη·

Πολλή μοι δοκεῖ εἶναι διαφορὰ τῶν ἀγνοούντων πρὸς τοὺς πεπλανημένους. ὁ γὰρ ἀγνοῶν ἐοικέναι μοι δοκεῖ ἀνδρὶ ἐπ᾽ εὐθηνουμένην πόλιν μὴ ὁρμᾶν βουληθέντι, διὰ τὸ ἀγνοεῖν τὰ ἐκεῖ καλά, ὁ δὲ πεπλανημένος μαθόντι μὲν τὰ κατὰ τὴν πόλιν ἀγαθά, ἐν δὲ τῷ ὁρμᾶν κατὰ τὴν ὁδὸν τρίβον παραλλάξαντι καὶ διὰ τοῦτο πλανωμένῳ. οὕτως οὖν μοι δοκεῖ πολλὴν διαφορὰν εἶναι τῶν εἴδωλα σεβόντων πρὸς τοὺς ἐν θεοσεβείᾳ ἀλωμένους οἵ τε γὰρ εἴδωλα σέβοντες ἀγνοοῦσιν τὴν αἰώνιον ζωήν, οὗ εἵνεκεν οὐδὲ ὀρέγονται αὐτῆς ὃ γὰρ μὴ ἴσασιν, ἀγαπᾶν οὐ δύνανται. οἱ δὲ τὸν ἕνα Θεὸν σέβειν ἑλόμενοι καὶ αἰώνιον ζωὴν τοῖς ἀγαθοῖς δεδομένην μεμαθηκότες ἐάν τι παρὰ τὰ δοκοῦντα τῷ Θεῷ ἢ πιστεύσωσιν ἢ ποιήσωσιν, ἐοίκασιν τοῖς τὴν μὲν πόλιν τῆς τιμωρίας ἐκβεβηκόσιν, ἐλθεῖν εἰς τὴν εὐθηνουμένην καὶ ἐν τῇ ὁδῷ τῆς εὐθείας πλανηθεῖσιν.

Ταῦτα αὐτοῦ διαλεγομένου ἡμῖν εἰσῄει τις τῶν ἡμετέρων ἐπὶ τῷ ἀπαγγελεῖν αὐτῷ, ὁ τὰ τοιαῦτα καθεστηκὼς λέγειν· πολλοὶ ὄχλοι, κύριου μου Πέτρε, πρὸ τῶν θυρῶν ἑστήκασιν. ἐπιτρέψαντος οὖν αὐτοῦ πολὺς ἐπεισῆλθεν ὄχλος. ὁ δὲ ἐγερθεὶς καὶ τῇ ἐχθὲς βάσει ἐπιστάς, τῷ τῆς θεοσεβείας ἔθει προςαγορεύσας ἔφη· Θεοῦ τοῦ τὸν οὐρανὸν κτίσαντος καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος, ὡς ἀληθὴς εἴρηκεν ἡμῖν προφήτης, ὁ ἄνθρωπος κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονὼς ἄρχειν τε καὶ κυριεύειν κατεστάθη, λέγω δὲ τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστιν συνιδεῖν, ὅτι τῇ ἑαυτοῦ συνέσει τὰ μὲν ἐν ἀέρι φέρει κάτω, τὰ ἐν βυθῷ ἀνάγει ἄνω, τὰ ἐν γῇ ἀγρεύει, καί τοι γε κατ᾽ ἀλκὴν αὐτοῦ πολλῷ μείζονα ὄντα, λέγω δὲ ἐλέφαντας καὶ λέοντας καὶ τὰ τούτοις παραπλήσια.

Ὅτε μέν τοι δίκαιος ἐτύγχανεν , καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος, ὅτε δὲ ἥμαρτεν, ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν, ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν, τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐσπλαγχνίας πρὸς τὸ ἀπολαύειν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά, τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης πρὸς ὑμᾶς λέγειν ἡμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἕλεσθε οὖν, ὃ ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ. ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶ ταῦτα· τὸν πάντα πεποιηκότα σέβειν Θεόν, ὅν ἂν ἀπολάβητε τῷ νῷ, ἀπ᾽ αὐτοῦ ἀπολήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά.

Πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· Κύριον τὸν Θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐκ παντὸς οὖν λογισμοῦ συμφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι, οὐχ ὡς ἄδικον, ἀλλ᾽ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται, μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον, μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἐν τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾧ δή τινι τρόπῳ βλάπτειν δυναμένου.

Θαρσήσαντες οὖν πρόσιτε τῷ Θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵ τινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζώοις ἐοικότα πράξαντες ἐκ τῆς ψυχῆς τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ Θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζώοις ἔστιν εἰπεῖν· οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς. διὸ μὴ φθονήσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ Θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε. καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.

Ἄρξασθε οὖν ἀποδύεσθαι τῶν κενῶν εἰδώλων τοὺς ἐπιβλαβεῖς φόβους, ὅπως τὴν ἄδικον φύγητε δουλείαν· δεσπόται γὰρ γεγόνασιν ὑμῶν ἐκεῖνοι, οἵ καὶ εἰς δούλους ὑμῖν ἄχρηστοι τυγχάνουσιν. λέγω δὲ περὶ ὕλης τῶν ἀψύχων ἀγαλμάτων τῶν μηδὲ πρὸς τὸ δουλεύειν ὑμῖν χρησιμευόντων. οὔτε γὰρ ἀκούει, οὔτε βλέπει, οὔτε αἰσθάνεται, ἀλλ᾽ οὐδὲ μὲν κινηθῆναι δύναται. εἰ γὰρ βούλεταί τις ὑμῶν οὕτως ὁρᾶν ὡς ὁρᾷ καὶ ἀκούειν ὡς ἀκούει καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι; ἀλλ᾽ ἀπείη τοιαύτῃ λοιδορίᾳ λοιδορεῖν πάνθ᾽ ὁντινοῦν ἄνθρωπον, εἰκόνα περιφέροντα Θεοῦ, εἰ καὶ τὴν ὁμοιότητα ἀπώλεσεν.

Τοὺς γοῦν θεοὺς ὑμῶν τοὺς χρυσέους καὶ ἀργυρέους ἢ καὶ ἐξ ἄλλης τινὸς ὕλης γεγενημένους εἰς τὴν πρώτην αὐτῶν φύσιν ἀποκαταστήσατε, εἴς τε φιάλας λέγω καὶ λεκάνας καὶ τὰ λοιπὰ πάντα, ὅσα ὑμῖν πρὸς ὑπηρεσίαν χρήσιμα εἶναι δύναται· καὶ ταῦτα ὑμῖν ἀπαρχῆς δοθέντα ἀγαθὰ ἀποκατασταθῆναι δυνηθήσεται. ἀλλ᾽ ἴσως ἐρεῖτε οὐκ ἐῶσιν ἡμᾶς τοῦτο ποιῆσαι οἱ τῶν ἐφεστώτων νόμοι. καλῶς, ὅτι νόμοι, καὶ οὐκ αὐτῶν τῶν εἰκαίων σεβασμάτων ἡ μὴ οὖσα δύναμις. πῶς οὖν αὐτοὺς θεοὺς νενομίκατε, ὑπ᾽ ἀνθρωπίνων νόμων ἐκδικουμένους, ὑπὸ κυνῶν φρουρουμένους, ὑπ᾽ ὄχλων φυλασσομένους; καὶ ταῦτα ἐὰν χρύσεα ἢ ἀργύρεα ἢ χάλκεα· τὰ γὰρ λίθινα ἢ ὀστράκινα ὑπὸ τῆς ἀτιμίας φυλάσσεται, ὅτι οὐδεὶς ἀνθρώπων λίθινον ἢ ὀστράκινον ὀρέγεται κλέψαι θεόν. ὥστε μεγάλῳ κινδύνῳ ὑπόκεινται οἱ ἐκ πολυτελεστέρας ὕλης γεγενημένοι ὑμῶν θεοί. πῶς δὴ καὶ θεοί εἰσιν, κλεπτόμενοι, χωνευόμενοι, σταθμιζόμενοι, φρουρούμενοι;

Ὥ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι, τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώστοις τόποις οὐκ οἶδεν, οὕς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν, ἢ τῶν λεγομένων θεῶν· πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τῆς τοιαύτης δεισιδαιμονίας πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι, ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπῃ. πλὴν κἄν νῦν ἄκουσον, ὅτι οὐκ ἀκούει, καὶ νόησον, ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ᾽ αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῶα προσκυνοῦσιν, οὐδὲ στοιχεῖα τὰ ὑπὸ Θεοῦ γεγενημένα κολακεύουσιν, λέγω δὲ οὐρανὸν, ἥλιον, σελήνην, ἀστραπὴν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν Θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει, ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσῆψεν.

Αὐτοῦ γὰρ μόνου ἐστὶν ἡ ἔντιμος δόξα τοῦ μόνου ἀγενήτου, ὅτε τὰ λοιπὰ πάντα γενητὰ τυγχάνει. ὡς οὖν τοῦ ἀγενήτου ἴδιον τὸ Θεὸς εἶναι, οὕτως πᾶν ὁτιοῦν γενόμενον θεὸς τῷ ὄντι οὐκ ἔστιν. πρὸ πάντων οὖν ἐννοηθῆναι ὀφείλετε τὴν τοῦ ἐν ὑμῖν ἀπατῶντος ὄφεως κακοῦργον ἐπίνοιαν, ὅς φρονίμως ὑμᾶς ἀπατᾷ ὑποσχέσει κρείττονος λογισμοῦ, ἕρπων ὑμῶν ἐκ τοῦ ἐγκεφάλου εἰς τὸν νωτιαῖον μυελὸν καὶ μέγα κέρδος ἡγούμενος τὴν ὑμετέραν ἀπάτην.

Εἰδὼς γὰρ τὸν ἀπαρχῆς νόμον, ὅτι ἐὰν ὑμᾶς εἰς ὑπόνοιαν τῶν δήποτε λεγομένων θεῶν ἐνέγκῃ μόνον, ἵνα εἰς τὸ τῆς μοναρχίας ἀγαθὸν ἁμάρτητε, κέρδος αὑτῷ γίνεται ἡ ὑμῶν καταστροφή. λόγῳ δὲ τούτῳ ὅτι γῆν ἤσθιεν καταδικασθείς, τὸν δι᾽ ἁμαρτίαν εἰς γῆν λυθέντα, γῆν γενόμενον, ἐσθίειν ἔχει ἐξουσίαν, τῶν ψυχῶν ὑμῶν εἰς τὴν τοῦ πυρὸς αὐτοῦ γαστέρα χωρουσῶν. ἵνα οὖν ταῦτα πάθητε, πᾶσαν τὴν καθ᾽ ὑμῶν ὑμῖν ὑποβάλλει οἴησιν.

Ἀπ’ αὐτοῦ γὰρ πᾶσαι αἱ κατὰ τῆς μοναρχίας ἀπατηλοὶ τῷ νῷ ὑμῶν ἐπὶ βλάβῃ ἐνσπείρονται ὑπολήψεις. πρῶτον μὲν μὴ τοὺς τῆς θεοσεβείας ἀκούσαντες λόγους τὴν τῶν κακῶν αἰτίαν ἀπελάσητου ἄγνοιαν, προφάσει γνώσεως ἐνεδρεύει, δοὺς τὰ μὲν πρῶτα μιᾷ τῇ κατὰ πάντων προλήψει χρώμενος, ἥ τις ἐστιν τὸ νομίζειν καὶ κακῶς βεβουλεῦσθαι, ὅτι ἐὰν μή τις ἀκούσῃ τοῦ τῆς θεοσεβείας λόγου, οὐκ ἔστιν ἔνοχος τῇ κρίσει. διὸ καὶ οὕτως ἀπατώμενοί τινες ἀκούειν οὐ θέλουσιν, ἵνα ἀγνοῶσιν, οὐκ εἰδότες ὅτι ἡ ἄγνοια αὐτὴ κατ᾽ αὐτὴν ἱκανὸν θανάσιμόν ἐστιν φάρμακον. οὐ γάρ, εἴ τις προσλάβοι θανασίμου φαρμάκου ἀγνοῶν, οὐκ ἀποθνήσκει. οὕτως φυσικῶς αἱ ἁμαρτίαι ἀναιροῦσιν τὸν ἁμαρτάνοντα, κἄν ἀγνοῶν πράσσῃ ἅ μὴ δεῖ.

Εἰ δὲ ἐπὶ παρακοῇ λόγων κρίσις γίνεται, πολλῷ μᾶλλον ὁ Θεὸς ὀλοθρεύσει τοὺς μὴ θελήσαντας τὴν εἰς αὑτὸν θρησκείαν ἀναδέξασθαι. ὁ γὰρ μὴ θέλων μαθεῖν ἵνα μὴ ἔνοχος ᾖ, ἤδη ὡς εἰδὼς κρίνεται. ἔγνω γὰρ ὅ μὴ ἀκοῦσαι θέλει· ὥστε οὐδὲν δύναται πρὸς ἀπολογίαν ἐπίνοια πρὸς καρδιογνώστην Θεόν. διὸ φεύγετε τοῦ ὄφεως τὴν πανοῦργον ὑποβαλλομένην ὑμῶν τῷ νῷ ἐνθύμησιν. ἵνα δὲ καὶ ὄντως ἀγνοήσας τις τὸν παρόντα βίον τελευτήσῃ, ἔγκλημα ἔξει, ὅτι βιώσας χρόνον οὐκ ἔγνω τίς αὑτῷ τε καὶ τῶν αὑτῷ ἐπικουρηθεισῶν τροφῶν ὑπῆρξεν εὐεργέτης, καὶ ὅτι ὡς ἀναίσθητος καὶ ἀχάριστος πολὺ ἀνάξιος δοῦλος τῆς τοῦ θεοῦ ἀποδοκιμάσεται βασιλείας.

Πάλιν τε ὑποβάλλει ὑμῖν ὁ δεινὸς ὄφις ὑπόληψιν, τοῦτο νοεῖν καὶ λέγειν, τοῦτο ὃ σχεδὸν οἱ πλεῖστοι ὑμῶν λέγουσιν ἴσμεν καὶ ἡμεῖς ὅτι εἷς ἐστιν ὁ πάντων κύριος, ἀλλὰ καὶ οὗτοι θεοί εἰσιν. ὅνπερ γὰρ τρόπον εἷς ἐστιν ὁ Καῖσαρ, ἔχει δὲ ὑπ᾽ αὐτὸν τοὺς διοικητάς, ὑπατικοὺς, ἐπάρχους, χιλιάρχους, ἑκατοντάρχους, δεκάρχους, τὸν αὐτὸν τρόπον ἑνὸς ὄντος τοῦ μεγάλου Θεοῦ ὥσπερ Καίσαρος καὶ οὗτοι κατὰ τὸν τῶν ὑποκειμένων ἐξουσιῶν λόγον θεοί εἰσιν, ὑποκείμενοι μὲν ἐκείνῳ, διοικοῦντες δὲ ἡμᾶς. ἀκούσατε οὖν οἱ ταύτην τὴν ὑπόνοιαν ὡς δεινῷ ἐπαλειφθέντες ἰῷ ὑπ᾽ αὐτοῦ, λέγω δὲ τοῦ παραδείγματος τὴν κακὴν ὑπόνοιαν , ὅπως εἰδῆτε τί καλὸν καὶ τί πονηρόν· οὔπω γὰρ ἀνεβλέψατε, ὅτι οὐδὲ τοῖς προβαλλομένοις ὑφ᾽ ὑμῶν ἐνορᾶτε.

Εἰ γάρ φατε, ὡς εἰς τὸν τοῦ Καίσαρος λόγον τὸν Θεὸν ἔχειν τὰς ὑποκειμένας ἐξουσίας, τοὺς λεγομένους θεούς, οὐδ᾽ οὕτως τῷ ὑμῶν στοιχεῖτε παραδείγματι. εἰ γὰρ ἐστοιχεῖτε, ἐχρῆν τοῦτο εἰδέναι, ὅτι, ὡς οὐκ ἔξεστιν τὸ Καίσαρος ὄνομα ἑτέρῳ δοῦναι, λέγω δὴ ἢ ὑπάτῳ ἢ ἐπάρχῳ ἢ χιλιάρχῳ ἢ ἑτέρῳ τινί (ὅτι ὁ διδοὺς οὐ ζήσεται, καὶ ὁ λαμβάνων ἀναιρεθήσεται), οὕτως ἐκ τοῦ ὑμετέρου παραδείγματος τοῦ Θεοῦ ὄνομα ἑτέρῳ δοθῆναι οὐκ ἔξεστιν· ἐπεὶ καὶ ὁ πειραθεὶς ἤτε λαβεῖν ἤτε δοῦναι ἀπόλλυται. εἰ δὲ ἡ ἐπ᾽ ἀνθρώπου ὕβρις δίκην παρέχει, πολλῷ μᾶλλον οἱ ἑτέρους θεοὺς λέγοντες ὡς Θεὸν ὑβρίσαντες αἰωνίῳ ὑποκείσονται κολάσει. καὶ εὐλόγως, ὅτι τὸ εἰς τὴν αὐτοῦ μοναρχίαν παραδοθὲν ὑμῖν τιμᾶν ὅνομα πάσῃ ᾗ ἠδυνήθητε ὑπεβάλετε ὕβρει· οὐ γὰρ τὸ ὄντως ἐστὶν αὐτοῦ ὄνομα Θεός, ἀλλ᾽ ὑμεῖς τοῦτο παρειληφότες ὑβρίσατε ὃ ἐδόθη ὑμῖν, ἵνα ὡς ἂν αὐτῷ χρήσησθε, εἰς τὸ ὄντως αὐτοῦ ὄνομα λογισθῇ· ὑμεῖς δὲ αὐτὸ πάσῃ ὕβρει ὑπεβάλετε.

Αὐτίκα γοῦν τῶν Αἰγυπτίων ὑμῶν οἱ ἀρχηγέται, οἱ περὶ μετεωρολογίας αὐχοῦντες καὶ τῶν ἄστρων τὰς φύσεις διακρίνειν ἐπαγγελλόμενοι, ὑπὸ κακῆς αὑτοῖς ἐνδομυχούσης ὑπονοίας πάσῃ ἀτιμίᾳ ὅσον τὸ κατ᾽ αὐτοὺς ὑπέβαλον. οἱ μὲν γὰρ αὐτῶν παρέδοσαν βοῦν τὸν λεγόμενον Ἄπιν σέβειν, οἱ δὲ τράγον, οἱ δὲ αἴλουρον, οἱ δὲ ὄφιν, ἀλλὰ καὶ ἰχθὺν καὶ κρόμμυα καὶ γαστρῶν πνεύματα καὶ ὀχετοὺς καὶ ἀλόγων ζώων μέλη. καὶ ἄλλοις μυρίοις πάνυ ἐχθροῖς ἀτοπήμασιν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐγέλασεν ὁ παρεστηκὼς ὄχλος. καὶ ὁ Πέτρος ἔφη πρὸς τὸν γέλωτα· γελᾶτε ὑμεῖς τὰ ἐκείνων, οὐκ εἰδότες πολλῷ μᾶλλον ὑπ᾽ ἐκείνων γελώμενοι. πλὴν τὰ ἀλλήλων γελᾶτε, τὰ γὰρ ἴδια ὑπὸ συνηθείας κακῆς εἰς ἀπάτην ἀχθέντες οὐ βλέπετε. ὅτι δὲ ὄντως ὀρθῶς καταγελᾶτε τῶν Αἰγυπτίων, σύμφημι, ἐπεὶ ἄλογα ζῶα λογικοὶ ὄντες προσκυνοῦσιν, τὰ πάντως θνήσκοντα. πῶς δὲ κᾀκεῖνοι ὑμῶν καταγελῶντες λέγουσιν, ἀκούσατε· ἡμεῖς, φασίν, εἰ καὶ θνήσκοντα προσκυνοῦμεν, ἀλλά γε κἄν ζήσαντά ποτε, ὑμεῖς δὲ τὰ μηδέποτε ζήσαντα σέβεσθε. πρὸς τούτοις φασίν· τοῦ ἑνὸς Θεοῦ τιμᾶν θέλοντες τὴν μορφὴν καὶ μὴ εὑρόντες ποία ἐστίν, πᾶσαν μορφὴν προτιμᾶν εἱλόμεθα· καὶ ὅμως τοιαῦτά τινα λέγοντες ὀρθότερον ὑμῶν οἴονται φρονεῖν.

Διὸ καὶ ὑμεῖς ἀποκρίνεσθε πρὸς αὐτούς· ψεύδεσθε, οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως Θεὸν αὐτὰ σέβεσθε, πᾶσαν γὰρ ἄν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε· οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν· καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζώου μελῶν ὅς μὲν ἄλλο σέβει, ἕτερος δὲ ἕτερον. πλὴν αὐτῶν ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι᾽ ἑτέρας ἀπονοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλομένοι. ὅμως καὶ τὰς ἀλληγορίας διελέγξαιμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος, ὡς μεγίστην τῇ ἐπινοίᾳ ἐμποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ πείθοντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.

Ὁ Θεὸν σέβειν αἰρούμενος πρὸ πάντων εἰδέναι ὀφείλει, τί μόνον τῆς Θεοῦ φύσεως ἴδιόν ἐστιν, ὅ ἄλλῳ προσεῖναι ἀδύνατον, ἵνα εἰς τὸ ἰδίωμα αὐτοῦ ἀποβλέπων καὶ παρ᾽ ἑτέρῳ αὐτὸ μὴ εὑρίσκων, ἑτέρῳ τῳ θεῷ εἶναι μὴ ἀπατηθῇ δοῦναί ποτε. ἔστιν δὲ ἴδιον Θεοῦ, τοῦτον μόνον εἶναι, ὡς πάντων ποιητὴν, οὕτως καὶ κρείττονα. κρείττων ἐστὶν μὲν δυνάμει τοῦ ποιεῖν τοῦ λοιποῦ, πρὸς μέγεθος τὸ ἄπειρον τοῦ περαινομένου πρὸς εἶδος τὸ εὐμορφότατον, πρὸς εὐδαιμονίαν τὸ μακαριώτατον, πρὸς νοῦν τὸ τελειώτατον. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αὐτὸ ἀπαραβλήτως τὴν ὑπεροχὴν ἔχει. ἐπεὶ οὖν, ὡς ἔφην, ἴδιον Θεοῦ τὸ αὐτὸν εἶναι τῶν ὅλων κρείττονα, ὑπ᾽ αὐτοῦ δὲ ὁ πάντα περιέχων γέγονε κόσμος, ἀνάγκη πᾶσα λέγειν, μηδὲν ὑπ᾽ αὐτοῦ γεγονότων αὐτῷ δύνασθαι τὴν ἴσην ἔχειν σύγκρισιν.

Ὁ δὲ μὴ ἔχων τὸ ἀπαράβλητον καὶ ἀνυπέρβλητον καὶ πάντῃ πάντοθεν ἀνενδεὲς θεὸς εἶναι οὐ δύναται, καθ᾽ ὅ γεγένηται. πόσῳ γε μᾶλλον τὰ μόρια αὐτοῦ οὐκ ἂν εὐλόγως κληθείη θεός; μόρια δὲ λέγω τοὺς ὑφ᾽ ὑμῶν λεγομένους θεούς, ἐκ χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ λίθου ἢ καὶ ἐξ ἄλλης ὕλης τινὸς οὖν γεγονότα, καὶ ταῦτα ὑπὸ θνητῆς χειρὸς δεδημιουργημένα. ὅμως δὲ πρὸς ταῦτα ἴδωμεν, οἷα δι᾽ ἀνθρώπου στόματος ὁ δεινὸς ὄφις φαρμάσσει τοῖς ὑπειγμοῖς τοὺς ἐξαπατωμένους.

Λέγουσι γὰρ οἱ πολλοί· τῶν σεβασμάτων ἡμῶν σέβομεν οὐ τὸν χρυσὸν οὐδὲ τὸν ἄργυρον οὐδὲ ξύλον ἢ λίθον· ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ταῦτα οὐδέν ἐστιν ἢ ἄψυχος ὕλη καὶ ἀνθρώπου θνητοῦ τέχνη· ἀλλὰ τὸ κατοικοῦν ἐν αὐτοῖς πνεῦμα, τοῦτο θεὸν λέγομεν. ὅρα τῶν ταῦτα λεγόντων τὴν κακοήθειαν. ἐπεὶ γὰρ τὸ φαινόμενον εὐέλεγκτόν ἐστιν, ὅτι οὐδέν ἐστιν, κατέφυγον ἐπὶ τὸ ἀόρατον, ὡς ἐπ᾽ ἀδήλῳ τινὶ ἐλεγχθῆναι μὴ δυνάμενοι. πλὴν συνομολογοῦσιν ἡμῖν οἱ τοιοῦτοι ἐπὶ μέρους, ὅτι τὸ ἥμισυ τῶν παρ᾽ αὐτοῖς ἱδρυμάτων Θεὸς οὐκ ἔστιν, ἀλλ᾽ ἀναίσθητος ὕλη. λοιπὸν δὲ περιλείπεται δεῖξαι αὐτούς, πῶς πιστεύομεν ὅτι θεῖον ἔχει πνεῦμα. ἀλλ᾽ ἐπιδεῖξαι ἡμῖν οὐ δύνανται ὅτι ἐστίν, ἐπεὶ μή ἐστιν. καὶ αὐτοῖς ἑωρακέναι οὐ πιστεύομεν. ἡμεῖς αὐτοῖς ὅτι θεῖον οὐκ ἔχει τὰς ἀποδείξεις παρέξομεν, ὅπως τοῦ δοκεῖν αὐτὰ ἔμπνοα εἶναι οἱ φιλαληθεῖς τὸν ἔλεγχον ἀκούσαντες τῆς λυσσώδους ὑπονοίας ἀποτραπῶνται.

Τὸ μὲν δὴ πρῶτον, εἰ ὡς ἔμπνοα ὄντα σέβεσθε αὐτά, καὶ αἰωνίων ἀρχαίων τάφους προσκυνεῖτε, τῶν ὁμολογουμένων ὡς οὐδὲ πνεῦμα θεῖον ἐσχηκότων. οὕτως οὐδὲ κατὰ τοῦτο ἀληθεύετε. πλὴν εἰ ὄντως ἔμπνοα ἦν τὰ σεβάσματα ὑμῶν, ἀφ᾽ ἑαυτῶν ἄν ἐκινεῖτο, φωνὴν ἄν εἶχεν, τὴν ἐπ᾽ αὐτοῖς ἀράχνην ἀπεσείετο, τοὺς αὐτοῖς ἐπιβουλεῦσαι θέλοντας καὶ κλέπτοντας ἀπεωθεῖτο ἄν, τοὺς τὰ ἀναθήματα ἀποσυλῶντας συνελάμβανεν ἂν ῥᾳδίως. νῦν δὲ τούτων οὐδὲν ποιοῦσιν, ἀλλ᾽ ὡς κατάδικοι, καὶ μάλιστα οἱ τιμιώτεροι αὐτῶν, φρουροῦνται, ὡς καὶ τὴν ἀρχὴν εἰρήκαμεν. τί δὲ οὐ φόρους καὶ τέλη ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν ὑμᾶς οἱ δυνάσται, ὡς πολλὰ καρπιζομένους τῶν ἐκεῖ; τί δὲ οὐ πολλάκις ὑπὸ πολεμίων διηρπάγησαν, καὶ συντριβέντες διενεμήθησαν; οὐχὶ καὶ τῶν ἔξω θρησκευόντων αὐτοὶ πλέον οἱ ἱερεῖς, ἐπὶ τῇ ἀχρήστῳ θρησκείᾳ ἑαυτῶν κατεγνωκότες, τῶν ἀναθημάτων πολλὰ ὑφαιροῦνται;

Ναί φησιν, ἀλλὰ προνοίᾳ αὐτῶν ἐφωράθησαν. ψεῦδός ἐστιν. πόσοι γὰρ οὐκ ἐφωράθησαν αὐτῶν; εἰ δὲ διὰ τὸ ἐνίους συνειλῆφθαι δύναμιν αὐτοὺς ἔχειν λέγουσιν, πεπλάνηνται. καὶ γὰρ τῶν τυμβωρύχων τινὲς μὲν εὑρίσκονται, τινὲς δὲ λανθάνουσιν, καὶ οὐ δήπου γε τῇ τῶν νεκρῶν δυνάμει οἱ συλληφθέντες ἐφωράθησαν. τοιοῦτόν τι καὶ περὶ τοὺς κλεπτομένους καὶ συλωμένους θεοὺς ἔστιν ἡμῖν νοεῖν. ἀλλά, φησίν, οὐ πεφροντίκασιν τῶν ξοάνων αὑτῶν οἱ ἐν αὐτοῖς ὄντες θεοί. τί οὖν αὐτὰ ὑμεῖς τημελεῖτε σμήχοντες καὶ πλύνοντες καὶ καθαίροντες, στεφανοῦντες, ἐπιθύοντες; διόπερ ἐντεῦθεν συννοήσατε μηδὲ ὀρθῷ λογισμῷ ποιοῦντες. ὡς γὰρ τοῖς νεκροῖς ἐπικλαίετε, οὕτω καὶ τοῖς θεοῖς ὑμῶν ἐπιθύετε καὶ σπένδετε.

Οὐκέτι μέν τοι τοῦτο οὐδὲ τῷ τοῦ Καίσαρος καὶ τῶν ὑπ᾽ αὐτὸν ἐξουσιῶν συμφωνεῖ παραδείγματι, διοικητὰς αὐτοὺς λέγειν, ὁπότε ὑμεῖς αὐτῶν τὴν πᾶσαν ποιεῖσθε πρόνοιαν, ὡς προεῖπον, κατὰ πάντα τημελοῦντες ὑμῶν τὰ ἱδρύματα. αὐτὰ γὰρ οὐδὲν δυνάμενα οὐδὲν ποιεῖ. ἐπεὶ εἴπατε ἡμῖν, τί διοικοῦσιν, τί ποιοῦσιν τοιοῦτον, ὁποῖόν τι οἱ κατὰ τόπον ἡγούμενοι; τί δὲ ἐνεργοῦσιν τοιοῦτον, ὁποῖον οἱ τοῦ Θεοῦ ἀστέρες; εἰ μή τι φαίνουσιν, ὡς ὁ ἥλιος, οἷς λύχνους ὑμεῖς ἅπτετε; μὴ, ὥσπερ τὰ νέφη ὑετοὺς φέρει, καὶ αὐτοὶ φέρειν ὄμβρους δύνανται, οἱ μηδὲ ἑαυτοὺς κινεῖν δυνάμενοι, ἐὰν μὴ ἄνθρωποι ἐπιλάβωνται; ἢ καρποὺς παρέχονται; τὸν αὐτὸν τῇ γῇ τοῖς πόνοις ὑμεῖς θυσίας χορηγεῖτε. οὕτως οὐδὲν δύνανται.

Εἰ δὲ καὶ ποιεῖν τι ἐδύναντο, οὐκ ἄν αὐτοὺς ὀρθῶς θεοὺς ἐλέγετε, ὁπότε οὐδὲ τὰ στοιχεῖα ὀνομάζειν ἔξεστιν θεούς, δἰ ὧν τὰ ἀγαθὰ χορηγεῖται. ἀλλὰ τὸν μόνον τάξαντα αὐτὰ, πρὸς τὴν ἡμετέραν χρῆσιν ἐκτελεῖν τὰ πάντα, καὶ κελεύσαντα ἀνθρώπῳ ὑπηρετεῖν, μόνον ὀρθῷ λόγῳ Θεὸν ὀνομάζομεν. τῆς εὐεργεσίας ὑμεῖς μὴ αἰσθανόμενοι τὰ ὑμῖν δοῦλα ἀπονεμηθέντα στοιχεῖα καθ᾽ αὑτῶν δεσπόζειν ἀνηγορεύσατε. καὶ τί περὶ στοιχείων δεῖ λέγειν; ὁπότε καὶ ἄψυχα ἀγάλματα πεποιηκότες οὐ μόνον προσκυνεῖτε, ἀλλ᾽ ὡς δοῦλοι κατὰ πάντα αὐτοῖς ὑποτετάχθαι ἀξιοῦτε. διὰ τοῦτο, ἑαυτοὺς δἰ ὧν παρεφρονήσατε, δαίμοσιν ὑποχείριοι γεγόνατε. πλὴν διὰ τῆς εἰς αὐτὸν τὸν Θεὸν ἐπιγνώσεως ἐκ τῶν καλῶν πράξεων δύνασθε δεσπόται γενέσθαι πάλιν, καὶ δαίμοσιν ὡς δούλοις ἐπιτάξαι, καὶ ὡς υἱοὶ Θεοῦ αἰωνίου βασιλείας κληρονόμοι καταστῆναι.

Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἄν ἡμερῶν ἐπιδημῶν διαλέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ᾽ ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν· καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ Θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν , ἔτι πολλῆς οὔσης ὥρας πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.

Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρηγορότας ἡμᾶς εὑρὼν, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λουσάμενος εὔξηται. ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα ἐγεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοὺς συνήθως προσαγορεύσας λέγειν ἤρξατο.

Ἐπειδὴ πολλῇ τῇ καθ᾽ ὑμῶν ὑφ᾽ ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς. τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν, καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα, πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συμπνίξας ἄκαρπον καταστήσει πρὸς τὰ σώζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας μὴ κατ᾽ ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε.

Οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομένετε, ἐὰν μή γε αὑτοῖς ὀργισθέντες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν ὀργὴν τῷ νῷ ὡς πῦρ χερσευούσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ, τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω, μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε, καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε, καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας, καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργὴν, τὰ κακὰ τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι, ὅτι θελήσαντες πάντα κατορθῶσαι δυνήσεσθε.

Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν Θεοῦ εἰκόνα εἶναι, καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ Θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς Θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα Θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα. τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλ᾽ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονότα τοῦ Θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς Θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ Θεοῦ εἰκόνι, ὅπερ ἐστὶν ἄνθρωπος, προσφέρειν δεῖ οὕτως, πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην, καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ Θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται.

Οἶον οὖν ἐστιν λέγειν ποτέ, ὅτι εὐσεβείας τῆς εἰς Θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες, μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδ᾽ ἕν κακὸν πράττειν, δἰ ὅ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δἰ ἅ ἄνθρωπος ἀθυμεῖ· ἀδυκία γὰρ καὶ ἂν ἀθυμία γίνεται. διὰ τοῦτο φονεύετε καὶ ἀφαιρεῖσθε τὰ αὐτοῦ, καὶ ὅσα ἄλλα ἴστε, ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πολυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος, ἀσεβεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε.

Τινὲς δὲ λέγουσιν, εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἄν ἦν, ἀλλ᾽ ἀνῃρεῖτο ἄν. φημὶ κᾀγώ, τοῦτο πάντως ἔσται, ὅταν τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως, εἰ θέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν, τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε; οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτὰ, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον, ὡς ἐν Αἰγύπτῳ, προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν Θεὸν μηδὲν ἐάσαι, ἀλλὰ μηδὲ ὑμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον, μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὅς οὐ φείδεται ὑμῶν. ἀλλ᾽ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ᾽ οὐχ ὑπὸ Θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν.

Ἀλλά φησιν, ἐχρῆν αὐτοὺς τοὺς προσκυνοῦντας ἀναιρεῖσθαι ὑπὸ τοῦ ὄντως Θεοῦ, ἵνα ἄλλος τοῦτο μὴ ποιῇ. ἀλλ᾽ οὐκ εἶ σοφώτερος τοῦ Θεοῦ, ἵνα αὐτῷ ὡς φρονιμώτερος γνώμην δῷς. οἶδεν ὅ ποιεῖ. πᾶσιν γὰρ ἐν ἀσεβείᾳ οὖσιν μακροθυμεῖ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος πατὴρ, εἰδὼς ὅτι καὶ ἐξ ἀσεβῶν εὐσεβεῖς γίνονται. καὶ αὐτῶν τῶν σεβόντων τὰ αἰσχρὰ καὶ ἀναίσθητα πολλοὶ νήψαντες τὸ μὲν αὐτὰ σέβειν καὶ ἁμαρτάνειν ἐπαύσαντο, τῷ δὲ ὄντως Θεῷ πρὸς ταῖς εὐχαῖς καὶ Ἕλληνες ἐσώθησαν.

Ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδ᾽ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον, καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὤν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ᾽ ἑτέρου ἀνάγκῃ ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθόν, καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ Θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὅ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν ὅ τι ἐνθυμηθῶμεν, ἀπ᾽ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν , ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε· οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ᾽ οὖν γε ὑμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ὑμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ.

Ἀλλά φησιν, κρεῖττον ποιοῦμεν, ἅμα αὐτῷ καὶ πᾶσιν εὐχαριστοῦντες. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἴστε τὴν καθ᾽ ὑμῶν ἐπιβουλήν. ὡς γάρ, ὁπόταν ἕνα κάμνοντα πολλοὶ ἰατροὶ θεραπεύειν ἐπαγγέλλωνται μηδὲν δυνάμενοι, εἶς δέ τις ὄντως ἰᾶσθαι δυνάμενος τὴν αὐτοῦ ἀντίδοτον μὴ προσφέρει, λογισάμενος ὅτι, ἄν αὐτὸς θεραπεύσῃ, ἄλλοι ἐπιγράφονται, οὕτω καὶ ὁ Θεὸς μετὰ πολλῶν ἀξιούμενος τῶν μηδὲν δυναμένων, οὐκ εὐεργετεῖ. τί οὖν, φησίν, ὁ Θεὸς ἐπὶ τούτῳ ἀγανακτεῖ, ἐάν γε αὐτοῦ θεραπεύοντος ἄλλος ἐπιγραφῇ; φημί, εἰ καὶ μὴ ἀγανακτεῖ, ἀλλ᾽ οὖν γε οὐ λέγει τῆς ἀπάτης συνεργὸς γενέσθαι. αὐτοῦ γὰρ εὐεργετήσαντος καὶ τὸ μηδὲν ποιῆσαν εἴδωλον ὡς δυνηθὲν πιστοῦται. ἀλλὰ κἀγώ φημί σοι, εἰ μὴ φυσικῶς ἠδίκητο πρὸς ἀναίσθητα ἐπτοημένος, ἴσως ἂν καὶ τοῦτο ὑπομεμενήκει, δι᾽ ὅν ἥψατε ὑπὲρ τῆς σωτηρίας τὰ εὔλογα νοεῖν. ὁ Θεὸς γὰρ ἀνενδεὴς ὤν αὐτὸς οὐδενὸς δεῖται, οὔτε βλάπτεται. ἡμῶν γάρ ἐστιν τὸ ὠφελεῖσθαι ἢ βλάπτεσθαι. ὅνπερ γὰρ τρόπον Καῖσαρ οὔτε βλασφημούμενος βλάπτεται, οὔτε εὐχαριστούμενος ὠφελεῖται, ἀλλὰ τοῦ εὐχαριστοῦντος μὲν γίνεται τὸ ἀκίνδυνον, τοῦ δὲ βλασφημοῦντος ὄλεθρος, οὕτως οἱ Θεὸν εὐφημοῦντες αὐτὸν μὲν οὐδὲν ὠφελοῦσιν, ἑαυτοὺς δὲ σώζουσιν, ὁμοίως καὶ οἱ βλασφημοῦντες αὐτὸν μὲν οὐκ ἀδικοῦσιν, αὐτοὶ δὲ ὀλοθρεύονται.

Ἀλλά φησιν, οὐχ ὁμοίως ἐπ᾽ ἀνθρώπου καὶ Θεοῦ. σύμφημι κἀγὼ ὅτι οὐχ ὁμοίως. μείζων γὰρ ἡ κόλασις ὡς μεῖζον ἀσεβήσαντι, ἥττων δὲ τῷ εἰς τὸν ἥττονα ἁμαρτήσαντι. ὡς οὖν πάντων μείζων ὁ Θεός, οὕτως μείζονα ὑφέξει κόλασιν ὁ εἰς αὐτὸν ἀσεβήσας, ὡς εἰς μείζονα ἁμαρτήσας, οὐκ αὐτοῦ αὐτόχειρος ἀμυνομένου, ἀλλὰ πάσης τῆς κτίσεως ἐπὶ τούτῳ ἀγανακτούσης καὶ φυσικῶς ἐπεξερχομένης. οὐ γὰρ δώσει τῷ βλασφήμῳ οὐχ ἥλιος τὸ φῶς, οὐ γῆ τοὺς καρπούς, οὐ πηγὴ τὸ ὕδωρ, οὐκ ἐν ᾅδῃ τῇ ψυχῇ ὁ ἐκεῖ καθεστὼς ἄρχων τὴν ἀνάπαυσιν, ὁπότε καὶ νῦν ἐπὶ τῆς τοῦ κόσμου προθεσμίας ὑφεστώσης παραγανακτεῖ πᾶσα ἡ κτίσις. διὸ οὔτε τελείους ὑετοὺς παρέχει, οὔτε γῆ τοὺς καρπούς, διὸ οἱ πλείονες λυμαίνονται. ἀλλὰ καὶ αὐτὸς ἀὴρ θυμῷ ὑπεκκαιόμενος πρὸς λοιμώδη πρᾶξιν μεταβάλλεται. πλὴν ὅσων ἀπολαύομεν ἀγαθῶν, τῷ αὑτοῦ ἐλέῳ εἰς τὴν ἡμετέραν φιλανθρωπίαν βιάζεται τὴν κτίσιν. οὕτως ὑμῖν τοῖς ἀτιμάζουσιν τὸν τῶν ὅλων δημιουργὸν ἡ πᾶσα κτίσις χαλεπαίνει.

Κἂν γὰρ τῇ τοῦ σώματος λύσει τὴν κόλασιν ἐκφύγητε, πῶς τὴν ψυχὴν ὑμῶν ἄφθαρτον οὖσαν διὰ τῆς φθορᾶς φυγεῖν δυνήσεσθε; ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ τῶν ἀσεβῶν, οἷς ἄμεινον ἦν μὴ ἄφθαρτον αὐτὴν ἔχειν. κολαζομένη γὰρ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀπεράντῳ τιμωρίᾳ, καὶ μὴ θνήσκουσα, ἐπὶ κακῷ τῷ αὑτῆς τέλος λαβεῖν οὐκ ἔχει. ἀλλ᾽ ἴσως ἐρεῖ τις ὑμῶν· φοβεῖς ἡμᾶς Πέτρε. διδάξατε οὖν ἡμᾶς, πῶς σιγῶντες ἐροῦμεν τὰ ὄντα ὡς ἔστιν, ἄλλως γὰρ αὐτὰ ὑμῖν σημαίνειν οὐ δυνάμεθα. ἐάν τε σιγήσωμεν, ἐνεδρεύεσθε ὑπὸ τῶν κακῶν διὰ τὴν ἄγνοιαν, ἐάν τε λαλήσωμεν, ὡς ἐπὶ ψευδεῖ ὑποθέσει φοβοῦντες ὑμᾶς ὑποπτευόμεθα. πῶς οὖν ἐπᾴσωμεν τῷ εἰς τὴν ὑμετέραν κακῷ ἐνδομυχοῦντι καὶ πανούργως ὑποσπείροντι ὑμῖν τὰς Θεῷ ἐχθραινούσας ὑπονοίας προφάσει τῆς πρὸς Θεὸν φιλίας; διαλλάγητε ἑαυτοῖς· ὑπὲρ γὰρ τῆς ὑμῶν σωτηρίας γίνεται ἡ μετὰ εὐποιΐας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν Θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία, ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρατύνει.

Ἄλλοι δὲ λέγουσιν· οὐ πεφρόντικεν ἡμῶν ὁ Θεός. καὶ τοῦτο ψεῦδός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὑτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, οὔτε τὸν ὑετὸν αὑτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν· εὐσεβέστεροί ἐσμεν, καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων ἐρεῖ βασιλεῖ· τὴν ἴσην σοι ἀπονέμω τιμήν, οἵαν καὶ τοῖς νεκροῖς καὶ ἐῤῥιμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ᾽ ἐρεῖ τις· κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμήσαντες, τῆς οὐσίας αὐτῶν ἴσως εἰς ἄλλο τι, εἰς χρῆσιν κόπρου, εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ εὐσεβέστεροι εἶναί φατε, οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ, ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδῷ τιμήν, πόντως ἀποκληρονόμος γίνεται· ἐπὰν δὲ κατὰ γνώμην τοῦ πατρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνεται.

Ἄλλοι δὲ λέγουσιν· ἀσεβεῖν μέλλομεν, ἐὰν τὰ παραδο θέντα ἡμῖν ἐκ πατέρων σεβάσματα λείψωμεν· ὅμοιον γάρ ἐστιν τῷ παραθήκην φυλάξαι. οὐκοῦν τούτῳ τῷ λόγῳ κἄν λῃστοῦ τις ᾖ πατρὸς ἢ αἰσχροβίου, οὐκ ὀφείλει ὁ υἱὸς νήψας τὸ κρεῖττον ἑλέσθαι, ἵνα μὴ ἀσεβήσῃ; πῶς δὲ ἀνόητοι οἱ λέγοντες· ταῦτα προσκυνοῦμεν, ἵνα μὴ αὐτῷ ὀχλῶμεν; ὡς ὀχλουμένου Θεοῦ ἐφ᾽ οἷς εὐφημεῖται, μὴ ὀχλουμένου δὲ ἐφ᾽ οἷς ἀχαριστούμενος βλασφημεῖται. διὰ τί οὖν, ὁπόταν ἐποχὴ ὑετοῦ γένηται, πρὸς οὐρανὸν τὰ πάντα ἀφορῶντες εὐχὰς καὶ λιτὰς ἀπονέμετε; καὶ ὅταν ἐπιτύχητε, τάχιον ἐπιλανθάνεσθε; ἀμήσαντες γὰρ ἢ τρυγήσαντες εὐθέως τοῖς μηδὲν οὖσιν εἰδώλοις τὰς ἀπαρχὰς ἀπονέμετε, τάχιον ἐπιλανθανόμενοι τοῦ εὐεργετήσαντος Θεοῦ. καὶ οὕτως εἰς ἀεί. καὶ εἰς τοὺς ναοὺς γενόμενοι θυσίας ἐπιτελοῦντες εὐωχεῖσθε. διὰ τοῦτο οἱ μὲν ὑμῶν λέγουσιν παρηγορίας καὶ τοῦ εὐωχεῖσθαι χάριν καλῶς ταῦτα ἐπινενόηται.

Ὡ ἀνόητοι! ὑμεῖς τοῦ λεγομένου γίνεσθε δίκαιοι κριταί. εἴπερ γὰρ καὶ ἐχρῆν ἐνταῦθα εἰς εὐφρασίαν σώματος ἑαυτὸν δοῦναι ποίᾳ εὐωχίᾳ, ἄμεινον ἡ ἐν ποταμοῖς καὶ ὕλαις καὶ ἄλσεσιν, ἔνθα εἰλαπίναι καὶ συμπόσια καὶ κατάσκιοι τόποι, ἢ ὅπου ἀπόνοια δαιμόνων , καὶ χειρῶν τομαὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ οἶστροι , καὶ μανίαι, καὶ τριχῶν κόμαι, καὶ κόμποι , καὶ ἐνθουσιασμοὶ, καὶ ὀλολυγαὶ, καὶ πάντα ἐκεῖνα τὰ μεθ᾽ ὑποκρίσεως εἰς κατάπληξιν τῶν ἀνοήτων γινόμενα, ὅπως τὰς ὑμῶν ὀφειλομένας εὐχὰς καὶ εὐχαριστίας καὶ νεκρῶν νεκροτέροις προςενέγκητε;

Καὶ διὰ τί χαίροντες ταῦτα ποιεῖτε; ἐπεὶ οὐ θέλει ὑμῖν ὁ ἐμφωλεύων εἰπεῖν ὄφις, ὅς ἐνέσπειρεν ὑμῖν τὴν ἄκαρπον ἐπιθυμίαν, λέγων ὑπομνήσω. ἔχει δὲ οὕτως· παρὰ τῇ τοῦ Θεοῦ θρησκείᾳ κηρύσσεται νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀδίκως ἀφελόμενον κορεσθῆναι. παρὰ δὲ τοῖς λεγομένοις θεοῖς τὰ ἐναντία γίνεται. καὶ ἔνια εἰς κατάπληξιν δικαιοσύνης παραγγέλλετε, ἅπερ εἰ καὶ πάντα ποιεῖτε τὰ παραγγέλματα, μία ἡ πρὸς Θεὸν ἄγνοια ἱκανὴ τυγχάνει πρὸς τὴν καθ᾽ ὑμῶν τιμωρίαν. πλὴν συνερχόμενοι εἰς τοὺς ὑφ᾽ ὑμῶν αὐτοῖς δοθέντας τόπους ἡδέως μεθύσκεσθε καὶ βωμοὺς ἀνάπτετε, ὧν ἡ κνίσσα ῥεμβομένη καὶ τὰ τυφλὰ καὶ κωφὰ πνεύματα διὰ τῆς ἐξουσίας ἄγει εἰς τὸν τῆς ὀσφρήσεως αὐτῶν τόπον. καὶ οὕτως τῶν ἐκεῖ οἱ μὲν ἐνθουσιασμοῦ, οἱ δὲ βρωτῶν ἀλλοκότων ἐμπίμπλανται, οἱ δὲ ἐπὶ τὸ ἀσελγαίνειν τρέπονται, οἱ δὲ ἐπὶ κλοπὰς καὶ φόνους. ἡ γὰρ τοῦ ἐκεῖ αἵματος ἀναθυμίασις καὶ ἡ τῶν οἴνων σπονδὴ καὶ αὐτὴ κορεῖ τὰ ἀκάθαρτα πνεύματα, ἅ τινα ἐνδομυχοῦντα εἰς ὑμᾶς φιληδόνως ἔχειν τὰ ἐκεῖ ποιοῦσιν, καὶ δἰ ὀνείρων ὑμᾶς φαντασίαις ψευδέσιν περιβάλλουσιν, καὶ μυρίοις παθήμασιν τιμωροῦσιν. προφάσει γὰρ τῶν λεγομένων ἱεροθύτων χαλεπῶν δαιμόνων ἐμπίπλασθε, οἵ καὶ φρονίμως ὑμᾶς λανθάνοντες ἀναιροῦσιν, ἵνα μὴ συνῆτε ὑμῶν τὴν ἐπιβουλήν. προφάσει γάρ τινος ἐπηρείας ἢ ἀνάγκης ἢ ἔρωτος ἢ ὀργῆς ἤ λύπης ἢ ἀγχόνῃ ἢ ὕδατι πνίξαντες ἢ ἀπὸ κρημνοῦ ῥίψαντες ἢ αὐτοχειρίᾳ ἢ ἀποπληξίᾳ ἢ ἑτέρῳ τινὶ πάθει τοῦ ζῆν μεθιστᾶσιν.

Ἡμῶν δὲ οὐδεὶς τοιοῦτόν τι παθεῖν δύναται, ἀλλ᾽ αὐτοὶ ὑφ᾽ ἡμῶν κολάζονται, ὁπόταν εἴς τινα εἰσιόντες βραδέως ἐξιέναι ἡμᾶς παρακαλοῦσιν. ἀλλ᾽ ἐρεῖ τις· ἴσως τοιούτοις πάθεσιν καὶ θεοσεβῶν τινες ὑποπίπτουσιν. φημὶ ὅτι τοῦτο ἀδύνατον. θεοσεβὴς γὰρ οὗτός ἐστιν, ἐγώ φημι, ὁ ὄντως θεοσεβής, οὐχ ὅς ἂν μόνον λέγηται, ὁ δὲ ὄντως ὤν τοῦ δοθέντος αὑτῷ νόμου ἐκτελεῖ τὰς πράξεις. ἐάν τις ἀσεβήσῃ, εὐσεβὴς οὐκ ἔστιν. ὅνπερ τρόπον ἐὰν ὁ ἀλλόφυλος τὸν νόμον πράξῃ, Ἰουδαῖός ἐστιν, μὴ πράξας δὲ Ἕλλην· ὁ γὰρ Ἰουδαῖος πιστεύων Θεῷ ποιεῖ τὸν νόμον, δι᾽ ἧς πίστεως καὶ τὰ ἄλλα τὰ ὄρεσιν ἐοικότα καὶ βαροῦντα μεθίστησιν πάθη. ὁ δὲ μὴ ποιῶν τὸν νόμον δῆλον ὅτι ἐκ τοῦ μὴ πιστεύειν Θεῷ λιποτακτεῖ, καὶ οὕτως ὡς οὐχὶ Ἰουδαῖος ἁμαρτωλὸς διὰ τὴν ἁμαρτίαν ἐπικρατεῖται ὑπὸ τῶν εἰς τὸ τιμωρεῖν τοὺς ἁμαρτάνοντας καθεστώτων παθῶν. βουλῇ Θεοῦ τῇ ἀπαρχῆς ὁρισθείσῃ δικαίως τοῖς σέβουσιν αὐτὸν παραπτωμάτων χάριν ἡ τιμωρία ἕπεται, ὅ γίνεται, ἵνα ὡς ὀφείλημα διὰ τῆς βασάνου ἀπαιτήσασα τὴν ἁμαρτίαν τοὺς ἐπιστρέψαντας καθαροὺς ἐν τῇ τῶν ὅλων παραστήσῃ κρίσει. ὡς γὰρ τοῖς κακοῖς ἡ ἐνταῦθα τρυφὴ εἰς ζημίαν αἰωνίων ἀγαθῶν γίνεται, οὕτως αἱ τιμωρίαι τοῖς παραπίπτουσιν Ἰουδαίοις πέμπονται εἰς ἔκπραξιν, ἵνα ἐνταῦθα ἀπολαύοντες τὸ παράπτωμα τῆς ἐκεῖ ἀπαλλαγῶσιν αἰωνίας κολάσεως.

Ὑμεῖς δὲ ταῦτα εἰπεῖν οὐ δύνασθε, οὐ γὰρ πιστεύετε τὰ ἐκεῖ εἶναι ὡς ἡμεῖς λέγομεν, λέγω δὴ, ὅπου πᾶσιν ἡ ἀνταπόδοσις γίνεται. οὗ ἕνεκεν ἀγνοοῦντες τὸ συμφέρον ὑπὸ τῶν προσκαίρων ἡδονῶν μὴ λαβεῖν τὰ αἰώνια ἐνεδρεύεσθε. διὸ ἡμεῖς τοῦ συμφέροντος ὑμῖν τὰς ἀποδείξεις ποιεῖν πειρώμεθα, ἵνα πληροφορηθέντες περὶ τῶν τῆς θεοσεβείας ἐπαγγελμάτων διὰ τῶν ἀγαθῶν πράξεων δυνηθῆτε σὺν ἡμῖν τὸν ἄλυπον αἰῶνα κληρονομῆσαι. μέχρι μὲν οὖν γνωρίζετε ἡμᾶς, μὴ χαλεπαίνετε ἡμῖν ὡς ψευδομένοις περὶ ὧν ὑμῖν θέλομεν καλῶν. τὰ γὰρ ἡμῖν νομισθέντα ἀληθῆ τε καὶ ἀγαθά, ταῦτα ὑμῖν φέρειν οὐκ ἐφθονήσαμεν, ἀλλὰ τοὐναντίον ἐσπεύσαμεν συγκληρονόμους ὑμᾶς ποιῆσαι ἀγαθῶν, ὧν ἡμεῖς νενοήκαμεν. οὕτω γὰρ χρὴ πρὸς τοὺς ἀπίστους λέγειν. ὅτι δὲ ἀληθεύομεν ὄντως περὶ ὧν λέγομεν, οὐκ ἄλλως δυνήσεσθε εἰδέναι, ἐὰν μὴ πρότερον φιλαληθῶς ὑπακούσητε.

Διὸ ἐπὶ τοῦ παρόντος, κἂν τὰ μυρία ὑμᾶς ὁ ἐν ὑμῖν ἐνδομυχῶν ὄφις, κακοὺς ὑποβαλὼν λογισμοὺς καὶ ἀσχολίας, ἐνεδρεύειν θέλῃ, ἀλλ᾽ οὖν γε ὑμεῖς ὀφείλετε ταύτῃ μᾶλλον προσφιλονεικοῦντες αὐτῷ συνεχῶς ἡμῶν ἐπακούειν. δεῖ γὰρ συνεδρεύοντας ὑμᾶς τοὺς σφόδρα ἠπατημένους εἰδέναι, πῶς χρὴ ἐπᾴδειν αὐτῷ. ἄλλως δὲ ἀδύνατον. ἐπᾴδειν δὲ λέγω, τῷ λογισμῷ ἀντιτάσσεσθαι ταῖς κακαῖς αὐτῶν συμβουλίαις.

Ὅθεν ὁ τῆς ἀληθείας προφήτης πολὺ τὸν κόσμον πεπλανημένον εἰδὼς καὶ τῇ κακίᾳ συνθέμενον ἰδὼν οὐκ ἠγάπησεν τὴν πρὸς αὐτὸν εἰρήνην, ὡς ἐκ πλάνης συνοῦσαν. ὅτι εἰς τέλος ἐπιφέρει πᾶσιν τοῖς πρὸς κακίαν ὁμογνωμονοῦσιν , παραθεὶς ἀντὶ πλάνης, τοῖς νήψασιν ὥσπερ πῦρ ἐμβαλὼν τὴν κατὰ τοῦ ἐνεδρεύσαντος ὀργὴν μαχαίρᾳ ἐοικυῖαν, προτείνας λόγον ἀναιρεῖ τὴν ἄγνοιαν τῇ γνώσει, ὥσπερ τέμνων καὶ χωρίζων ζῶντας ἀπὸ τῶν νεκρῶν. τῆς μὲν οὖν κακίας ὑπὸ τῆς νομίμου γνώσεως νικωμένης πόλεμος συνεῖχε τὸ πᾶν. σωτηρίας γὰρ χάριν υἱὸς ὑπείξας ἀπειθοῦς ἐχωρίζετο πατρὸς, ἢ καὶ πατὴρ τέκνου, ἡ τεκοῦσα θυγατρὸς, ἡ θυγάτηρ μητρὸς, καὶ ἅπαξ οἱ συγγενεῖς συγγενῶν καὶ φίλοι συνήθων.

Καὶ μή τις λεγέτω· πῶς τοῦτο δίκαιον, χωρίζεσθαι γονεῖς τέκνων καὶ τέκνα γονέων; δίκαιον καὶ πάνυ. εἰ γὰρ συνόντες, μετὰ τοῦ μηδὲν αὐτοὺς ὠφελεῖν, καὶ συναπώλλυντο αὐτοῖς, πῶς οὐ δίκαιον, χωρισθῆναι τὸν σώζεσθαι θέλοντα ἀπὸ τοῦ μὴ θέλοντος, συναπολέσθαι δὲ βουλομένου; πρὸς τούτοις οὐδὲ αὐτοὶ οἱ τὸ κρεῖττον νενοηκότες χωρισθῆναι ἤθελον, ἀλλὰ συνεῖναι καὶ ὠφελεῖν αὐτοὺς τῇ τῶν κρειττόνων ὑφηγήσει, ὅθεν οἱ ἀπειθεῖς ἐπακούειν αὐτῶν μὴ θέλοντες αὐτοὶ αὐτοὺς ἐπολέμουν, χωρίζοντες, διώκοντες, μισοῦντες. οἱ δὲ ταῦτα πάσχοντες, ἐλεοῦντες ἑαυτοὺς ὑπ᾽ ἀγνοίας ἐνεδρευομένους, διδασκαλίᾳ φρονήσεως ηὔχοντο ὑπὲρ τῶν κακὰ αὑτοὺς διατιθεμένων, τὴν ἄγνοιαν τοῦ ἁμαρτήματος αἰτίαν εἶναι μεμαθηκότες. αὐτὸς γὰρ ὁ διδάσκαλος προσηλωθεὶς ηὔχετο τῷ πατρὶ, τοῖς αὑτὸν ἀναιροῦσιν ἀφεθῆναι τὸ ἁμάρτημα εἰπών· πάτερ, ἄφες αὐτοῖς τὰς ἁμαρτίας αὐτῶν, οὐ γὰρ οἴδασιν ἃ ποιοῦσιν. μιμηταὶ οὖν γινόμενοι τοῦ διδασκάλου καὶ αὐτοί, ἐν οἷς ἔπασχον, ὑπὲρ τῶν διατιθεμένων ηὔχοντο, ὡς ἐδιδάχθησαν. οὕτως οὐ γονεῖς μισοῦντες ἐχωρίζοντο, ὁπότε καὶ ὑπὲρ τῶν μὴ γονέων μηδὲ συγγενῶν, ἐχθρῶν δὲ γενομένων, ἐποίουν συνεχεῖς εὐχὰς καὶ ἀγαπᾶν πειρῶνται ὡς ἐκελεύσθησαν.

Εἴπατε δέ μοι ὑμεῖς, πῶς τοὺς γονεῖς ἀγαπᾶτε; εἰ μὲν ὡς τὸ δίκαιον ἀεὶ σκοποῦντες, συνεύχομαι, εἰ δὲ ὡς ἔτυχεν , οὐκέτι, δύνασθε γὰρ καὶ μικρᾷ προφάσει τούτων γενέσθαι ἐχθροί. εἰ δὲ εἰδότες ἀγαπᾶτε, εἴπατε ἡμῖν, τί ἐστιν γονεῖς. ἐρεῖτε· γένους ἀρχηγέται. διὰ τί οὖν τὸ τῶν ὅλων γένος οὐκ ἠγαπήσατε, εἴπερ δικαίῳ φρονήματι τοῦτο ποιεῖν ἐπανείλεσθε; ἀλλ᾽ ἔτι καὶ νῦν ἐρεῖτε· οὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οῦν μὴ ζητήσαντες τὰ ἀναίσθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί Θεός, τὸ μέντοι τί οὐ Θεός, μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι Θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκὸς, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης.

Ἦ γὰρ οὐχ ὑπὸ σιδήρου ἐτορνεύθησαν, καὶ ὁ τορνεύσας σίδηρος ὑπὸ πυρὸς ἐμαλάχθη, καὶ τὸ πῦρ αὐτὸ σβέννυται ὑφ᾽ ὕδατος; τὸ δὲ ὕδωρ οὐχ ὑπὸ πνεύματος τὴν κίνησιν ἔχει, καὶ τὸ πνεῦμα ἀπὸ τοῦ τὰ ὅλα πεποιηκότος Θεοῦ τὴν ἀρχὴν τῆς ἐκστάσεως ἔχει; οὕτως γὰρ ὁ προφήτης εἴρηκεν Μωσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ὅπερ καὶ λέγοντος τοῦ Θεοῦ, τὸ πνεῦμα, ὥσπερ χεὶρ αὐτοῦ τὰ πάντα δημιουργεῖ, φῶς ἀπὸ σκότους χωρίζον, καὶ μετὰ τὸν ἀόρατον οὐρανὸν τὸν φαινόμενον ἐφαπλῶσαν, ἵνα τὰ ἄνω τοῖς τοῦ φωτὸς ἀγγέλοις οἰκηθῇ, τὰ δὲ κάτω ὑπ᾽ ἀνθρώπου ἅμα τοῖς δι᾽ αὐτὸν γενομένοις πᾶσιν διοικηθῇ.

Διὰ γὰρ σὲ τὸν ἄνθρωπον ὁ Θεὸς ἐκέλευσεν τὸ ἐπὶ προσώπου τῆς γῆς ὑποχωρῆσαι ὕδωρ, ἵνα καρποὺς ἡ γῆ σοι προσενέγκαι δυνηθῇ, καὶ τρηδόνας ἐποίησεν, ἵνα σοι παρασχῇ πηγὰς καὶ ποταμῶν ῥεῖθρα φανῇ καὶ ζῶα ἐκβρασθῇ, συνελὼν ἐρῶ, ἵνα πάντα σοι παραστῆναι δυνηθῇ. ἢ γὰρ οὐ διὰ σὲ ἄνεμοι πρὸς καρπῶν ἐπιγονὴν καὶ ὑετοὶ φέρονται καὶ τροπαὶ γίνονται; αὐτίκα γοῦν ἥλιος καὶ σελήνη ἅμα τοῖς ἄλλοις ἄστροις διὰ σὲ τὰς ἀνατολὰς καὶ δύσεις ἐκτελοῦσιν, καὶ ποταμοὶ καὶ λίμναι ἅμα ταῖς θαλάσσαις ὑπηρετοῦσιν. ὅθεν σοι τῷ ἀναισθήτῳ ὥσπερ ἡ μείζων ἐδόθη τιμή, οὕτως ἀχαριστήσαντι ἡ μείζων διὰ πυρὸς κόλασις προητοίμασται, ὅτι γνῶναι οὐκ ἠθέλησας ὅν πρὸ πάντων ἔδει γνῶναι.

Κἄν νῦν δὲ ἐκ τῶν ἡττόνων ἐπίγνωθι τὴν τῶν ὅλων αἰτίαν, λογισάμενος ὅτι τὰ πάντα τὸ ὕδωρ ποιεῖ, τὸ δὲ ὕδωρ ὑπὸ πνεύματος κινήσεως τὴν γένεσιν λαμβάνει, τὸ δὲ πνεῦμα ἀπὸ τοῦ τῶν ὅλων Θεοῦ τὴν ἀρχὴν ἔχει. καὶ οὕτως ἔδει λογίσασθαι, ἵνα ἐπὶ λόγῳ εἰς Θεὸν καταντῆσαι δυνηθῇς, ὅπως ἐπιγνῷς σαυτοῦ γένος, καὶ πρωτογόνῳ ἀναγεννηθεὶς ὕδατι καὶ κληρονόμος καταστῇς τῶν πρὸς ἀφθαρσίαν γεννησάντων σε γονέων.

Διὸ ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρί, ἵνα τῶν ἁμαρτημάτων σου ὁ Θεὸς τὴν ἄγνοιαν αἰτίαν θῇ. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ Θεοῦ ἀπολῇ κρίσει, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μή τοι νομίσῃς, ὅτι ἐὰν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ᾖς, ἐλπίδης τυχεῖν δυνήσῃ ποτέ. ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιΐα, ὁπόταν ὡς Θεὸς ἐκέλευσεν γίνηται. σὺ δὲ εἰ οὐ θέλεις, ὡς ἐκείνῳ ἔδοξεν, βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν ἐχθραίνεις τῇ ἐκείνου βουλῇ.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν Θεῷ πράττεις. δεύτερον δέ, ἐξ ὕδατος ἀναγεννηθεὶς Θεῷ, αἰτίᾳ φόβου, τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γένεσιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ· ἄλλως δὲ ἀδύνατον. οὕτως γὰρ ἡμῖν ὤμοσεν ὁ προφήτης εἰπών· ἀμὴν ὑμῖν λέγω, ἐὰν μὴ ἀναγεννηθῆτε ὕδατι ζῶντι, εἰς ὄνομα πατρὸς, υἱοῦ, ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐράνων. διὸ προσέλθετε. ἔστιν γάρ τι ἐκεῖ ἀπαρχῆς ἐλεῆμον, ἐπιφερόμενον τῷ ὕδατι, ὁ τοὺς βαπτιζομένους ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ ῥύεται τῆς ἐσομένης κολάσεως, ὥσπερ δῶρα προσφέρον τῷ Θεῷ ὡς ἄν ἀπὸ τοῦ βαπτίσματος αὐτῶν τῶν βαπτισθέντων τὰς εὐποιΐας. διὸ προσφεύγετε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. τούτῳ ὁ μήπω προσελθεῖν θέλων ἔτι τὸ τῆς λύσσης φέρει πνεῦμα, οὗ ἕνεκα ἐπὶ τῇ αὑτοῦ σωτηρίᾳ ὕδατι ζῶντι προσελθεῖν οὐ θέλει.

Πρόσελθε οὖν, κἄν δίκαιος ᾖς κἄν ἄδικος. δικαίῳ γὰρ ὄντι σοι μόνον ἔλειπεν τὸ πρὸς σωτηρίαν βαπτισθῆναι, εἰς ἄφεσιν τῶν ἐν ἀγνοίᾳ πεπραγμένων. ἀδίκῳ δ᾽ ὑποκαταλείπεται κατ᾽ ἀναλογίαν τῆς ἀσεβείας ἡ ἐπὶ τὸ βάπτισμα εὐποιΐα. διὸ εἴ τε δίκαιος εἶ, εἴτε ἄδικος, σπεῦσον γεννηθῆναι Θεῷ, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν, τῷ ἐξ ὕδατος γεννῶντί σε πατρὶ διὰ τῆς εὐποιΐας τὴν ὁμοιότητα δείξας. ὡς φιλαληθὴς τὸν ἀληθῆ Θεὸν τιμῶν ὡς πατέρα. τιμὴ δὲ αὐτῷ τὸ ζῆν σε ὡς αὐτὸς δίκαιος ὤν θέλει. δικαίου δὲ θέλημα τὸ μὴ ἀδικεῖν. ἀδικία δέ ἐστιν φονεύειν, μοιχεύειν, μισεῖν, πλεονεκτεῖν, καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ εἴδη πολλά.

Πλὴν τούτοις συνεισφέρειν δεῖ τί ποτε, ὅ κοινότητα πρὸς ἀνθρώπους μὲν οὐκ ἔχει, ἴδιον δὲ θρησκείας Θεοῦ τυγχάνει. λέγω δὴ τὸ καθαρεύειν, τὸ ἐν ἀφέδρῳ οὔσῃ τῇ ἰδίᾳ γαμετῇ μὴ κοινωνεῖν, ὅτι τοῦτο ὁ Θεοῦ κελεύει νόμος. τί δέ, εἰ μὴ καὶ τῇ τοῦ Θεοῦ θρησκείᾳ τὸ καθαρεύειν ἀνέκειτο, ὑμεῖς ὡς οἱ κάνθαροι ἡδέως ἀνεκυλίεσθε. διὸ ὡς ἄνθρωποι ἔχοντές τι πλεῖον τῶν ἀλόγων ζώων, τὸ λογικὸν εἷναι, τὴν μὲν καρδίαν τῶν κακῶν ἐρανιῶ καθάρατε λογισμῷ, λουτρῷ δὲ πλύνατε τὸ σῶμα. κατὰ γὰρ τὰ ἀληθῆ τὸ καθαρεύειν, οὐχ ὡς ὅτι προηγεῖται τῆς κατὰ τὴν καρδίαν καθάρσεως ἡ τοῦ σώματος ἁγνεία, ἀλλ᾽ ὡς ὅτι ἕπεται τῷ ἀγαθῷ τὸ καθάριον. καὶ γὰρ ὁ διδάσκαλος ἡμῶν ἐνίους τῶν ἐν ὑμῖν Φαρισαίων καὶ γραμματέων, οἵ εἰσιν ἀφωρισμένοι καὶ τὰ νόμιμα ὡς γραμματεῖς τῶν ἄλλων πλεῖον εἰδότες, ὅμως διήλεγχεν αὐτοὺς ὡς ὑποκριτάς, ὅτι μόνα τὰ ἀνθρώποις φαινόμενα ἁγνεύοντες τὰ τῆς καρδίας καθαρὰ καὶ Θεῷ μόνῳ ὁρώμενα παρελίμπανον.

Ῥητῇ οὖν ταύτῃ φωνῇ ἐχρήσατο, τὰ ἀληθῆ πρὸς τοὺς ὑποκριτὰς αὐτῶν, οὐ πρὸς πάντας. ἐνίων γὰρ καὶ ἐπακούειν ἔλεγεν, ὅτι τὴν Μωυσέως ἐπιστεύθησαν καθέδραν. πλὴν πρὸς τοὺς ὑποκριτὰς ἔλεγεν· οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπους. Φαρισαῖου τυφλέ, καθιάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὰ ἔξω αὐτῶν καθαρά. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι. ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπό γε τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς καὶ τὸ ἔξω καὶ τὸ ἔσω καθάραι δύναται, ὁ δὲ τὰ ἔξω καθαίρων , πρὸς ἀνθρώπων τὸν ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἐπαίνῳ τῶν ἱστορούντων παρὰ τῷ Θεῷ οὐδὲν ἔχει.

Τίνι δὲ οὐ φαίνεται, ὅτι κρεῖττόν ἐστιν γυναικὶ ἐν γυναικείοις οὔσῃ μὴ συνελθεῖν, ἀλλὰ καθαρθείσῃ καὶ βαπτισθείσῃ; ἀλλὰ καὶ μετὰ κοινωνίαν βαπτίζεσθαι δεῖ. εἰ δὲ τοῦτο ποιεῖν ὀκνεῖτε, ἀναπολήσατε, πῶς τὰ τῆς ἁγνείας μέρη μετεδιώκετε, ὅτε ἀναισθήτοις εἰδώλοις ἐθρησκεύετε. αἰσχύνθητε ὅτι ἐνταῦθα, ὅπου ἐχρῆν, οὐ τὸ πλεῖον λέγω, ἀλλὰ μόνον καὶ ὅλον τὸ τῆς ἁγνείας ἀναδέξασθαι, ὀκνηρότεροι γίνεσθε. νοήσατε οὖν τὸν ἐκεῖ ὑμᾶς πεποιηκότα, καὶ διανοηθήσεσθε τίς ἐστιν ὁ ἐνταῦθα ὄκνον πρὸς ἁγνείαν ὑμῖν ἐμβάλλων.

Ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· χρὴ οὖν ἡμᾶς ποιεῖν ὅσα ἐν εἰδώλοις ἐποιοῦμεν; φημί σοι, οὐχ ὅλα, ἀλλ᾽ ὅσα καλῶς ἐποιεῖτε, καὶ ἐνταῦθα πλεῖον. ὅ τι γὰρ ἂν καλῶς γίνηται ἐν τῇ πλάνῃ, ἀπὸ τῆς ἀληθείας ἤρτηται, ὡς εἰ καί τι ἐν τῇ ἀληθείᾳ κακῶς γένοιτο, ἀπὸ τῆς πλάνης ἐστίν. ἀπολάβετε οὖν ὑμῶν πανταχόθεν τὰ ἴδια, μὴ τὰ ἀλλότρια, καὶ μὴ λέγετε, εἴ τι ποιοῦσιν οἱ πεπλανημένοι καλόν, ποιεῖν οὐκ ὀφείλομεν. τούτῳ γὰρ τῷ λόγῳ, ἐὰν μὴ φονεύῃ τις εἴδωλα σέβων, φονεύειν ὀφείλομεν, ὅτι ὁ ἐν πλάνῃ ὤν οὐ φονεύει.

Οὐχί, ἀλλὰ τὸ πλεῖον, ἐὰν οἱ ἐν πλάνῃ μὴ φονεύωσιν, ἡμεῖς μηδὲ ὀργιζώμεθα, ἐὰν ὁ ἐν πλάνῃ μὴ μοιχεύει , ἡμεῖς τὴν ἀρχὴν μηδὲ ἐνθυμηθῶμεν, ἐὰν ὁ ἐν πλάνῃ τὸν ἀγαπῶντα ἀγαπᾷ, ἡμεῖς καὶ τοὺς μισοῦντας, ἐὰν ὁ ἐν πλάνῃ δανείζῃ τοῖς ἔχουσιν, ἡμεῖς καὶ τοῖς μὴ ἔχουσιν. ἁπαξαπλῶς ὀφείλομεν οἱ τὸν ἄπειρον αἰῶνα ἐλπίζοντες κληρονομεῖν, τῶν τὸν παρόντα μόνον εἰδότων, τῶν ὑπ᾽ αὐτῶν γενομένων καλῶν κρεῖττον ποιεῖν, εἰδότες, ὅτι ἐὰν αὐτῶν τὰ ἔργα τοῖς ἡμετέροις ἔργοις ἐν ἡμέρᾳ κρίσεως ἀνακριθέντα ἴσα τῇ εὐποιΐᾳ εὑρεθῇ, καὶ ἡμεῖς ἐναισχυνθῆναι ἔχομεν, αὐτοὶ δὲ διὰ πλάνην τὰ καθ᾽ αὑτῶν ποιήσαντες ἀπολέσθαι. τὸ δὲ αἰσχυνθῆναι κατὰ τοῦτο εἴρηκα, ὅτι μὴ πλεῖον ἐποιήσαμεν αὐτῶν, ὧν καὶ πλεῖον ἐγνώκαμεν. εἰ δὲ αἰσχυνθῆναι ἔστιν, τὴν εὐποιΐαν αὐτοῖς ἴσην δείξαντες καὶ οὐ πλεῖον, πῶς γε μᾶλλον, ἐὰν αὐτῶν τῆς εὐποιΐας τὸ ἧττον δείξωμεν;

Ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιΐαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε. πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον ὧδε, καὶ οὐδεὶς πιστεύει. καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας, εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει, μὴ μόνον ὅσα τοῖς ἔθνεσιν τὰ καλὰ ἴσως ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐῤῥύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον, καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἄν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν, ὅτε εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σώζεσθαι· ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην, καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

Τοῦτο δὲ εἰπὼν ἀπέλυσεν τοὺς ὄχλους, καὶ συνήθως ἁλῶν σὺν τοῖς φιλτάτοις μεταλαβὼν ἡσύχασεν. οὕτως οὖν ποιῶν καὶ διαλεγόμενος ἑκάστοτε προσαγωγὰς κατὰ τὸ βέβαιον προσέφερεν τῷ τοῦ Θεοῦ νόμῳ, τοὺς νομιζομένους μετὰ τῆς νομιζομένης γενέσεως ἐλέγχων, καὶ ὅτι αὐτοματισμὸς μὲν οὐκ ἔστιν, ἀλλὰ κατὰ πρόνοιαν διοικεῖται ὁ κόσμος.

Τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων· ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν, ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὑτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβάλλοντα αὑτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα, μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ᾽ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς οὖν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ᾽ ὀνόματι τοῦ κυρίου ὑμῶν κηρύσσοντα, πλάνην τε ἐνσπείροντα ὑποβάλλῃ. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη· πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγινώσκετε αὐτούς.

Καὶ ταῦτα εἰπὼν τοὺς μὲν προπόμπους ἐξέπεμψεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ἐκεῖ τὴν ἑπομένην ἐπιμένειν εἰπών. τῶν οὖν πορευθέντων ὁ Πέτρος πολλῶν πεπεισμένων ὄχλων νόσους, πάθη, δαίμονας ἀπελάσας, καὶ εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς βαπτίσας, καὶ εὐχαριστίαν κλάσας, Μαροόνην τὸν ἀποδεξάμενον αὐτόν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας καὶ χηρικὰ συστησάμενος, ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος τῆς ἐκκλησίας τῇ τάξει προσομιλήσας, καὶ τῷ ἐπισκόπῳ Μαροόνῃ πείθεσθαι συμβουλεύσας, ἤδη τριῶν μηνῶν πληρωθέντων τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπ᾽ Ἀντιόχειαν τῆς Συρίας ἐπορεύετο ὁδόν.

Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπ᾽ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ορθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων, ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον ἡμῖν εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γινόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συστήματα δύο σποράδην, μανθάνοντες τὰς τῶν ἐθνῶν εἰσέρχεσθαι πόλεις.

Οἶδα δὲ ὅτι ἀθυμεῖτε, τοῦτο ποιεῖν ἀκηκοότες, ἀπολιπόμενοί μου διάστημα οὐδ᾽ ὅλων ἡμερῶν δύο. εἰδέναι οὖν ὑμᾶς θέλω, ὅτι πολλαπλάσιον ἀγαπῶμεν ἡμεῖς οἱ πείσαντες ὑμᾶς τοὺς πεισθέντας, ἢ, εἴπερ, ὑμεῖς ἡμᾶς τοὺς πεπεικότας. ἀλλήλους οὖν στέργοντες, τῷ μὴ ἀλόγως ποιεῖν ἅ θέλωμεν τῆς ἀσφαλείας ὅσον τὸ ἐφ᾽ ἡμῖν φροντίζωμεν. πρὸς τούτοις δὲ οὐδεμιᾶς ἡμέρας διαλεγομένου μου ἀπολιμπάνεσθε. εἰς γὰρ τὰς ἐπισημοτέρας τῶν ἐπαρχιῶν πόλεις προῄρημαι, ὡς ἴστε καὶ ὑμεῖς, ἡμερῶν ἐπιμένειν καὶ διαλέγεσθαι. καὶ τὸ νῦν εἰς τὴν ἐγγυτέραν ἡμῖν Λαοδίκειαν προάξατε, καὶ μεθ᾽ ἡμέρας δύο ἢ τρεῖς, ὅσον ἐπὶ τῇ ἐμῇ προαιρέσει, καταλήψομαι ὑμᾶς. ἐπὶ δὲ τῶν πυλῶν ἐκδέξασθέ με ὑμεῖς μόνοι, διὰ τὸν θρύλλον, ἵνα οὕτως ἀψοφητὶ συνεισελθόντες ἅμα ὑμῖν ὦμεν. κᾀκεῖθεν ὁμοίως μετὰ τὸ ἐπιμεῖναι ἡμερῶν ἄλλοι ἀνθ᾽ ὑμῶν εἰς τὰ ἐπέκεινα κατ᾽ ἐφημερίας προάξωσιν, τὰς ξενίας ἑτοιμάζοντες.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν, διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὤν ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας ἐξελέγης. πρὸς τούτοις δὲ ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου· καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα, ὅτι πλεῖον λυπηθήσονται οἱ πολὺ μακρὰν προπεμπόμενοι, ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τὸ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἔλαττον ἐκείνων ἀθυμοῦντες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν, ἐντολὴν ἔχοντες, ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται.

Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον, ὅτι σὺν αὑτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· εὐχαριστῶ τῷ Θεῷ, ὅτι με οὐκ ἐξαπέσταλκας, ὡς τοὺς ἑτέρους, ἐπειδὴ ὀδυνώμενος ἄν διαπεφωνήκειν. ὁ δὲ ἔφη· τί δέ; εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που μαθημάτων χάριν, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταγέντα εὐθύμως ὑποσταίης; ἢ οὐκ οἶσθα ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἄν τοῖς σώμασιν ἀπολιμπάνονται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ ταῖς ψυχαῖς ἀποδημοῦσιν τοῖς φίλοις.

Κᾀγὼ ἀπεκρινάμην· μὴ τοίνυν νομίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γάρ σε, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν Θεὸν τῆς σωζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις , δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων, μή πως ἀπολειφθείς σου, ἄνθρωπος ὤν νεώτερος, ὅσπερ νῦν οὕτως ἐνστάσεως ἔχω, ὡς ἄν μὴ κατά τινα χόλον Θεοῦ ἀποστῆναί σου ἀδύνατον εἶναι, ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ᾽ ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί μέ σοι, τούτῳ, ᾧ ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντῃ σοι συνεῖναι εὔχομαι· πρὸς τούτοις δὲ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης, τὸ μηδένα λυπεῖν κατὰ Θεόν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα ὁμόφρονα, ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποιεῖν.

Καὶ ὁ Πέτρος ἀκούσας γελοίαζων ἔφη· τί οὖν οἴει, Κλήμης, μὴ ὑπ᾽ αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων μοι δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα ὅσα ἐκτεθηλυμένων ἀνθρώπων ὡς θηρίῳ μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα ἑτοιμάζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι, καὶ σπανίως λαχάνοις, καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ὑπάρχει τοῦτο αὐτὸ ὅ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. πλήν σου μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων, ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος καὶ κατὰ Θεὸν ἀδελφὸς ὤν ἐμός, οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργασίαν ἐθισθέντες, εὐμαρῶς νῦν τὰς τῶν ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἄν συγκεχωρήκεις, ἀνδρὶ ἐργάτῃ, σοὶ τὰ δούλων ἀποπληροῦν μέρη.

Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὗ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κᾀγὼ ἔφην· τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιοῦτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτες, τοῦτο ἐμοὶ ποιῆσαι ἀξιώσας. κᾀγὼ ἔφην· οὐχ ὅμοιόν ἐστιν· ἐμοὶ μὲν γὰρ τοῦτο ποιεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ Θεοῦ κήρυκι τὰς ἡμετέρας σώζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος ἀπεκρίνατο· συνεθέμην ἄν σοι, ἐπεὶ ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθώς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὤν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποιεῖν ὑπηρεσίας, κἄν πάνυ εὐγενεῖς τυγχάνωμεν. κᾀγὼ ἔφην· εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμι, πλὴν χάριν ἔχω τῇ τοῦ Θεοῦ προνοίᾳ, ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην.

Καὶ ὁ Πέτρος ἐπυνθάνετο· οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένος ὑπάρχει; κᾀγὼ ἀπεκρινάμην· εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες, Καίσαρος πρὸς γένος ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς Καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ᾽ ἧς τρεῖς ἐγενόμεθα υἱοί, δύο μὲν πρὸ ἐμοῦ, οἳ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ᾽ ὥσπερ δι᾽ ὀνείρων ἀμαυρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ αῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεννηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει, ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξ αὐτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθοι πόλιν ἐπ᾽ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχει.

Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὤν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐμβαλλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον υἱὸν εἰς παραμυθίαν ἔσχεν μεθ᾽ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλά, ὅτι κᾀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὑτοῦ, ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετ᾽ ἐφοδίων, οἵ τινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς Ἀθήναις ἐπιδεδημηκέναι, μήτε ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἄν ἴχνος εὑρηκέναι.

Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας, καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμέ τε παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυφράγιον; καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον. τῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναξεν· πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐπυνθάνετο, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. πλὴν συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στορτῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντιστὰς ποιήσας μου καὶ εἰς Ρώμην καταλείψας δωδεκαετῆ, αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβάς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκτοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ᾽ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ ὅτι καὶ αὐτὸς τέθνηκέν που, ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα, ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκοστὸν ἔτος ἐστίν, ἀφ᾽ ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.

Ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδάκρυσεν, καὶ εὐθέως τοῖς συνοῦσιν γνησίοις ἔφη· ταῦτα εἴ τις πεπόνθει θεοσεβής, οἷα ὁ τούτου πέπονθεν πατήρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων τὸν πονηρόν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσιν συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιν. οἱ γὰρ ἐν θεοσεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν·

Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον εἰσπλεῦσαι, τριάκοντα οἶμαι οὐδ᾽ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πολλοὶ εἰσέρχεσθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ἡμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν, ὁμῶς ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.

Πέτρος δὲ μόνος οὐκ ἀκαγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ Θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζεις τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι! νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσιν, νεκραὶ τυγχάνουσαι, ὑπὸ δηγμάτων ἐμῶν βεβασανισμέναι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς δὲ ἡ αἰτία τοῦ σε τὸ χαλεπὸν τοῦτο πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· ψυχῆς ἀσθένεια καὶ πλέον οὐθέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.

Καὶ ὁ Πέτρος ἔφη· τί οὖν; οἴει, γύναι, ὅτι πάντως οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἰδῶ κἂν μίαν ὥραν. καὶ ὁ Πέτρος ἔφη· τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε, ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαί, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δώσω, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.

Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει ἡσθεῖσα, τοῦ λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας. πλὴν τὰ κατ᾽ ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνάστου τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή. καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῆς ταλαιπώρου, σφόδρα σωφρονεῖν ἀγαπώσης. καὶ βουλομένη μήτε τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχησαμένη ἐμαυτὴν μιανῶ, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμιον καταστήσω, μήτε ὅλον γένος μέγα ὄν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβαλῶ· ὡς ἔφην, ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινά, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με. τὸν μέντοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.

Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινά, μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν. ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσίν σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὁμῶς οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρί, αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν ἐμῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν, ἐκπαιδεῦσαι τοὺς υἱούς, μέχρις ἄν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρὸς ἐμέ. ὁμῶς ἅμα τέκνοις ἡ τάλαινα πλέουσα ὑπ᾽ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυφραγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥαπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην, ἐφ᾽ ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸ βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην νην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥᾳδίως ἐδυνάμην.

Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι, γυμνὴν ἰδόντες, ἐνδύσαντές με τὸ πρῶτον, τὸν βυθὸν ἀνηρεύνων, τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὅ δὲ μᾶλλόν με ἐλύπει. οὐ γὰρ ἔφην οὕτω κακὴ εἶναι, ὡς ταῖς ἄλλων συμφοραῖς παραμυθίας τύχω. καὶ δὴ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολὺ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασε σκήνωμα, εἰποῦσά μοι· θάῤῥει γύναι, καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὥν κατὰ θάλασσαν τέθνηκεν, ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην, τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα.

Καὶ ἵνα μή σοι μηκύνω τοὺς οὐκ ἀναγκαίους λόγους, συνῴκησα αὐτῇ διὰ τὴν φιλανδρίαν. καὶ μετ᾽ οὐ πολὺ ἐμοῦ τῆς ταλαιπώρου αἱ χεῖρες ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με γυνὴ ὅλη ὑπὸ πάθους τινὸς συνδεθεῖσα ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ᾽ οἶκον ἀμφότεραι ἐπισινεῖς τυγχάνομεν, ἐκ πολλῶν χρόνων ἐνταῦθα, ὡς ὁρᾷς, καθέζομαι προσαιτοῦσα, καὶ ὧν ἄν εὐπορήσω, καὶ τῇ συνταλαιπώρῳ εἰς τροφὰς κομίζω. καὶ τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον αὐτάρκως εἰρήσθω. λοιπὸν σὺ κωλύεις τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον ὅπως κἀκείνῃ ἐπιθυμούσῃ θανεῖν δῶ, καὶ οὕτως κἀγὼ τοῦ ζῇν, ὡς ἔφης, μεταλλάξαι δυνηθῶ.

Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ, καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἤδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν· καὶ ὁμῶς ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν, ὁμῶς καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τὴν σήμερον ἄγειν ἡμέραν, ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζεν λέγουσα· δέομαι εἰπέ μοι, ἵνα εἰδῶ εἴ ἐστίν τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.

Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν τὸ ἀληθὲς λέγειν ἤρξατο ἐμοί τις λοιπὸν ἤδη νεανίας ὤν παρέπεται, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ, φησίν, ὡς ὁ πατὴρ διηγεῖτό μοι, ἐξῆλθεν ὄνειρον ἰδοῦσα τὴν Ῥωμαίων πόλιν ἐπὶ χρόνον τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ μόρῳ τελευτήσῃ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα οὐχ εὑρίσκεται. μὲν ἀνήρ, αὐτοῦ δὲ πατὴρ καὶ αὐτὸς εἰς ἐπιζήτησιν οὐχ εὑρίσκεται.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα ὡς ὑπ᾽ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος προσελθὼν καὶ ἐπισχὼν νήφειν αὐτὴν παρεκελεύσατο, ὁμολογεῖν αὐτὴν πείθων τί ποτέ ἐστιν ὅ πάσχει. ἡ δὲ ὥσπερ ἐκ μέθης τὸ λοιπὸν τοῦ σώματος παρεθεῖσα ὑπέστρεψεν ἑαυτὴν, ὑποστῆναι δυνηθῆναι τὸ μέγεθος τῆς ἐλπιζομένης χαρᾶς, καὶ τρίψασα αὑτῆς τὸ πρόσωπον· ποῦ ἔστιν, ἔφη, οὗτος ὁ νεανίας; ὁ δὲ ἤδη ὅλον συνιδὼν τὸ πρᾶγμα ἔφη· εἰπέ μοι σὺ πρῶτον, ἄλλως γὰρ τοῦτον ἰδεῖν οὐκ ἔχεις. ἡ δὲ σπεύδουσα· ἐγὼ, φησίν, εἰμὶ ἡ τοῦ νεανίσκου μήτηρ. καὶ ὁ Πέτρος ἔφη· τί τούτῳ ὄνομα; ἡ δέ φησιν, Κλήμης. καὶ ὁ Πέτρος εἶπεν· αὐτός ἐστιν, καὶ αὐτὸς ἦν ὁ πρὸ μικροῦ μοι λαλήσας, ᾧ ἀναμένειν με ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ παρεκάλει σπεύδειν ἐπὶ τὸ πλοῖον ἐλθεῖν. καὶ ὁ Πέτρος· εἴ μοι τηρεῖς τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ ἔφη· πάντα ποιῶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς δεῖξον. δόξω γὰρ δι᾽ αὐτοῦ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα ὁρᾶν τέκνα. καὶ ὁ Πέτρος ἔφη· ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον μέχρις ἂν τῆς νήσου ἐκβῶμεν. ἡ δὲ ἔφη· οὕτως ποιήσω.

Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἤγειρεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν αὐτὸν χειραγωγοῦντα γυναῖκα ἐγέλασα, καὶ προσελθών, εἰς τιμὴν αὐτοῦ, ἀντ᾽ αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἅμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτῆς υἱόν. ἐγὼ δὲ ἀγνοῶν ὅλον τὸ πρᾶγμα ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον ἐπικραινόμην.

Ὁ δὲ Πέτρος ἔφη· ἔα, τί ποιεῖς τέκνον Κλήμης, ἀποσειόμενος τὴν σὴν ὄντως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμαυρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα, λέγοντες ἀλλήλοις, ὅτι αὐτὴν ἐπέγνω ὁ υἱός, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· τέκνον μοι ποθεινόν, εὔλογόν ἐστιν ἀποτάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικί, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμαζεν, καὶ πάντες οἱ περιεστῶτες ὄχλοι, τῆς γυναικὸς τὸ ἀγαθὸν φρόνημα. καὶ εὐθέως ἐκέλευσεν ὁ Πέτρος τισὶν πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. καὶ ὁμῶς ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης, πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· εἰ ἀληθείας κήρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν Θεός, ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν Πέτρον ταῦτα ἡ γυνὴ ἠγέρθη ὑγιασθεῖσα, καὶ τῷ Πέτρῳ προσέπεσεν, καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε καὶ ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθεῖσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.

Καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ Θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης θρησκείας ὁμιλήσας, προσθεὶς ἐπὶ τέλει, ὅτι εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν, εἰς Ἀντιόχειαν, ὅπου πλειόνων ἡμερῶν περιμένειν ἔκρινα, ἐλθὼν τὰ πρὸς τὴν αὑτοῦ σωτηρίαν μανθανέτω. οὐ γὰρ δὴ εἰ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδας καταλιμπάνειν οἵδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ δὲ αἰώνιον σωτηρίαν μηδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θελήσετε. μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρί, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλοις πολλοῖς ἀργύρια διανείμας, ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις εὐχαριστήσας, διέπλευσα εἰς Ἀντάραδον, ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις· καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.

Γενομένων δὲ ἡμῶν καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων, ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησεν μήτηρ, τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο ἄρα γε, ὦ Κλήμης, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τὴν σὴν τεκοῦσαν, καθ᾽ ὅ τὴν ἀπὸ ναυφραγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ᾽ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἡ ἄνευ τοῦ φυσικῶς πείθοντος, ἡ πρὸς οἷον δή ποτε στοργή, καθ᾽ ὅ ἄνθρωπός ἐστιν. ἀλλ᾽ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ ναυφραγίου ἀποδεξαμένην τὴν σὴν τεκοῦσαν οὔπω φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπ᾽ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυφραγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἄν ἠλέησεν; ὥστε οὔπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνή, ἀλλ᾽ ὑπ᾽ ἐλέου τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίας κεκινημένη. πόσῳ γε μᾶλλον ἡ σὴ τεκοῦσα, βίου εὐπορήσασα καὶ ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδικήσαντας ἐλεῶσα εὐεργέτει, φιλάνθρωπος ἄν ἦν· εἰ δὲ διά τι φίλη ἢ ἐχθρὰ, καὶ διά τι ἐχθρὰ ἢ φίλη, τοιαύτη τοῦ τινος αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.

Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἄν ἡ ξενοδόχος, ξένην ἥν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον· ὑπ᾽ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὡς καὶ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται καὶ εὐνῆς, καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει ἄκουσον. φιλανθρωπία ἐστὶν ἀῤῥενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄῤῥεν αὐτῆς ἀγάπη πρὸς τὸν πλησίον ὠνόμασται, πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος, ἄνθρωπος γάρ ἐστι καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι τοῦ Θεοῦ, εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ Θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὑτοῦ παρέχων. εἰ δὲ θέλῃς ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι, ἢ καὶ κολάζειν, κριτοῦ τὸ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.

Κἀγὼ ἔφην· ἄρα γε καὶ ὁ Θεὸς μέλλων ποτὲ κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ᾽ ὅ ἀνθρώπους ἠδίκησαν τιμωρῶ, φιλάνθρωπός εἰμι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τὸ εἰληφέναι τὴν ἐξουσίαν, καταδικάζων οὕς ὁ Θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν, ἀπταίστως ἐν τῷ κρίνειν οὕς μὲν ὡς δικαίους δικαιῶν, οὕς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρίναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοί, ἀθέμιτα κρύφα διαπρασσόμενοι, ἔνιοι δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ᾽ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες τὰς βασάνους ὑπομείναντες ὡς ἀθῷοι ἀπελύθησαν, ἑτέροι δὲ ἀθῷοι ὄντες τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι, ὡς αἴτιοι ἐκολάσθησαν.

Καὶ ὁ Πέτρος· μετρίως, ἔφη, ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὐπραττόντων, ὧν νῦν ποιοῦσιν ἅ μὲν ἴδια αὐτῶν ἐστιν, ἃ δὲ ἀλλότρια, δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν τιμωρεῖσθαι ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι, ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ ἦν· πάντα γὰρ δι᾽ αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖν πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἅ μὲν ἴδια, ἅ δὲ ἀλλότρια.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο, ὅτι ἀληθείας προφήτης ἔφη· Τὰ ἀγαθὰ ἐλθεῖν δεῖ, μακάριος δέ, φησί, δἰ οὗ ἔρχεται· ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν, οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπὶ οὖν κρίσις αὐτὴ Θεῷ, ὥσπερ ἐπ᾽ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἱδίᾳ βουλῇ ἐν κακουχίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δἰ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν.

Ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσιν, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθὰ ἄνθρωποί εἰσιν, καὶ δι᾽ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσιν, καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς ἐστιν, ἀδικουμένους καὶ ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσιν βοηθῶσιν, εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ τὸ πλεῖον αὐτοὺς ἁμαρτεῖν ἀναγκάσωσιν. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινί, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δἰ οὗ τὸ παθεῖν γίνεται, λογισάμενον, ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτόν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν δἰ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ᾽ ἔτι μὴν εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιῶμεν, παρὰ τὸ πρῶτοι, δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καὶ ὡς ἔφην, οὐ χρὴ ἀγανακτεῖν, ὡς εἰδότα ὅτι Θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦσιν. οἱ οὖν τοῖς τιμωροῦσιν χαλεπαίνοντες ὡς τοὺς ἀποστόλους Θεοῦ ὑβρίζοντες ἁμαρτάνουσιν, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις διατιθέμενοι αὐτοὺς εἰς τὸν Θεὸν τὸν οὕτω βουλευσάμενον εὐσεβοῦσιν.

Κἀγὼ πρὸς ταῦτα ἀπεκρινάμην· οὐκοῦν οἱ ἀδικοῦντες οὐκ εἰσὶν αἴτιοι, ὅτι κρίσει Θεοῦ ἀδικοῦσιν τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· καὶ πάνυ ἁμαρτάνουσιν, πρὸς γὰρ τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἁπάντων ἐκλέγεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς μετανοίας πραχθέντα ἀφεθῇ κακά. τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακουχεῖν ἐπιθυμοῦσιν καὶ μετανοεῖν μὴ θέλουσιν εἰς ἀναπλήρωσιν ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη, ἄνευ γὰρ τῆς τοῦ Θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐμπεσεῖν ἔχει· οὕτως δικαίων καὶ αἱ τρίχες τῷ Θεῷ ἐναρίθμιοί εἰσιν.

Δίκαιος δέ ἐστιν ἐκεῖνος, ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσιν πρόσεστιν ἐκ φύσεως φιλοῦντας φιλεῖν, δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδοροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι, ἀδικοῦντας ἐλεεῖν. διὸ καὶ προαδικεῖσθαι ἀπέχεται, καὶ ὁμῶς καταρωμένους εὐλογεῖ, τύπτουσιν συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον πείθει, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ. εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσιν πένης γίνεται. ἀλλ᾽ οὐδὲ μὴν ἁμαρτάνοντα τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτόν, ὡς αὐτὸς ἁμαρτήσας οἶδεν τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ. καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα ἁμαρτήματα αὑτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ, ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἐνὶ λόγῳ, ὅ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστιν Θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄῤῥεν μέρος ἐστὶν οὖσα τῆς φιλανθρωπίας, τὸ δὲ ἐλεεῖν τὸ θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶν πεινῶντα θρέψαι καὶ ποτὸν δειψῶντι παρασχεῖν γυμνὸν ἐνδύσαι καὶ νοσοῦντα ἐπισκέψασθαι καὶ ξένον δέξασθαι, ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι.

Ἐγὼ δὲ ἀκούσας ἔφην· ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθρους δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὀρθῶς ἔφης· ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ δίδοται. κἀγὼ ἔφην· πῶς οὖν σύνεστιν ἐν νῷ λαβεῖν; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ταύτην, ὦ φίλε Κλήμης, λαβεῖν ἔστιν, ἐὰν πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες, οὕς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται· προσέτι δὲ αὐτοὺς ὡς εὐεργέτας σφόδρα ἀγαπήσουσιν. ἡ δὲ ὁδὸς τοῦ ταύτην λαβεῖν, ὦ φίλε Κλήμης, μία τίς ἐστιν, ἥπερ ἐστὶν φόβος Θεοῦ. ὁ γὰρ Θεὸν φοβούμενος τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾶν μὲν καταρχὰς οὐ δύναται· ἐπὶ τὸ τοιοῦτο κελεύσαντι οὐ προσέρχεται τῇ ψυχῇ· τῷ μέντοι πρὸς Θεὸν φόβῳ τὰ ἀγαπώντων ποιεῖν δύναται, καὶ εἶθ’ οὕτως πράξαντι τὰ ἀγάπης τὸ ἀγαπᾶν ὡς νύμφη οὖσα προσφέρεται ὡς νυμφίῳ τῷ φόβῳ. καὶ οὕτως τοὺς φιλανθρώπους τίκτουσα λογισμοὺς ἀθάνατον τίθησιν τὸν κεκτημένον, ὡς εἰκόνα Θεοῦ ὁμοίαν, ὑπὸ φθορᾶς ὑβρισθῆναι μὴ δυναμένην τὴν αὐτοῦ φύσιν. ὁμῶς τὸν τῆς φιλανθρωπίας ἐκθεμένου ἡμῖν λόγον, ἑσπέρας ἐπικαταλαβούσης, εἰς ὕπνον ἐτράπημεν.

Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὑτοῦ μητρὸς Ματτιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. καὶ ὁμῶς οὕτως ἐγένετο. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλανίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ τὴν ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτόν, ἢ ναυφραγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. ὁμῶς οὖν κατηντήσαμεν εἰς Βαλανίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν· τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδών· ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστιν τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἥν ἐπιγνῶναί μοι ὁ Θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.

Ταῦτά μου εἰπόντος, ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἅμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς καὶ προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν· ἔπειτα καὶ ὡς αὐτὸς Πέτρος μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος, ἔγνω αὐτῆς γένος, ἀναστροφήν, τὸν πλαστὸν ὄνειρον, καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῇ συμπορευθέντων διδύμων τέκνων, καὶ οὕς ἐν βυθῷ ὑπενοεῖτο τεθνηκέναι.

Τούτων οὖν κεφαλαιωδῶς ῥηθέντων ὑπὸ Πέτρου, ὁ Νικήτης καὶ ὁ Ἀκύλας ἐκπλαγέντες ἔλεγον· ἆρά γε, δέσποτα καὶ κύριε τῶν ἀπάντων, τοῦτο ἀληθὲς ἢ ὄνειρός ἐστιν; καὶ ὁ Πέτρος ἔφη· εἰ μὴ κοιμώμεθα, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ σύννοι γενόμενοι ἔφασαν· ἡμεῖς ἐσμεν Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ ἑαυτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα, λογιζόμενοι ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας. πρὸς δὲ τὸ τέλος τοῦ λεγομένου ἀποβλέψαντες, ὅτι ἡμῖν διαφέρει τὰ λεγόμενα, τότε αὑτοὺς ὁμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες ἤδη περιπλέκεσθαι ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυεν αὐτοὺς εἰπών· ἐάσατέ με, προσαγάγω ὑμᾶς παραστῆσαι τῇ μητρί, μή πως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.

Ὁμῶς ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγαγὼν λέγειν· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας θρησκείας τὴν πολιτείαν. ἡμεῖς ἕνα Θεὸν σέβομεν, τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις, αὐτὸν σέβειν μόνον καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς, καὶ σωφρονεῖν, βιοῦν τε ἡδέως. πρὸς τούτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδε συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι, διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα. θρησκείᾳ γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, μέχρις ἂν τὰ αὐτὰ φρονῇς καὶ ποιῆς.

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥ τις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην, λογισμῷ τούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι περὶ δὲ μοιχείας τι δεῖ καὶ λέγειν; ὁπότε οὐδ’ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδ’ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένην μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδ᾽ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακεχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχήν, τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παρακαλέσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ᾽ οὐχ ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας Θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν· πάντως δὲ ἐτελεύτησεν. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν.

Τῆς μητρὸς ταῦτα λεγούσης, κατὰ τὴν Πέτρου παραίνεσιν, ἀκούοντες οὐκέτι στέγειν ἐδύναντο οἱ παῖδες, ἀλλ᾽ ἐγερθέντες περιεπλέκοντο αὐτῇ, πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσιν Φαυστῖνος καὶ Φαυστινιανὸς, οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες. πῶς δὲ ζῶσιν, ἐπί σου θανόντες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτὶ, καὶ πῶς νῦν ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται, σύν σοι γὰρ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπ᾽ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη, καὶ ἑαυτῆς γενομένη ἔφη παρακαλῶ, τέκνα μου ποθεινά, εἴπατε ἡμῖν τὰ μετὰ τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.

Καὶ ὁ Νικήτης, τοῦ λοιποῦ Φαυστῖνος, ἤρξατο λέγειν. τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου, ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλαντο, καὶ ἐν σκάφῃ θέντες καὶ κώπαις ἐλαύνοντες ὁτὲ μὲν παρὰ γῆν ἔφερον, ὁτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν· κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι δὲ καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες, πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰοῦστα, ὠνησαμένη ἡμᾶς εἰς τέκνων ἐφύλαττεν τόπον, καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ ἐφ᾽ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

Σίμωνι δέ τινι μάγῳ σχεδόν σύντροφοι γενόμενοι, φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ἔστιν δέ τις περὶ ἀνθρώπου τινὸς λόγος, οὗ φανέντος ἐν βασιλείᾳ τῶν θεοσεβησάντων ὄχλος ἀθανάτως καὶ ἀλύπως βιῶσαι ἔχει· ὅμως ταῦτα μέν σοι, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτελήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίς ἡμῶν Πέτρου, Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσερείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ἵνα ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθπῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, τεκοῦσα, δι᾽ ἐνόμιζες ἡμᾶς τεθνάναι, τῷ ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ πειρατῶν ἀρθῆναι ἐν πελάγει, σὲ δὲ νομίζειν ἡμᾶς ἀπολωλέναι.

Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσεν τῷ Πέτρῳ, δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος ἐξαυτῆς βαπτίσῃ, ἵνα φησί, μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ᾽ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, οὐν ᾗ μὴ συνεστιαθείην αὐτοῖς. ταυτὰ οὖν καὶ ἡμῶν τῇ μητρὶ συμπαρακαλεσάντων, ὁ Πέτρος ἔφη· τί νομίζετε, ἐγὼ μόνος ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιαθῆναι τῇ μητρὶ, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεύσαι αὐτὴν δεῖ. καὶ ταῦτα ἐπεὶ ἁπλῶς τινα ὑπὲρ ἑαυτῆς ἐφθέγζατο λόγον, ὃν ἐγὼ τῆς πίστεως αὐτῆς ἱκανὸν ἑρηνέα συνεῖδον· ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει.

Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν τίνα ἐφθέγξατο λόγον, ᾧ τὴν πίστν αὐτῆς ἐξέφηνεν. καὶ ὁ Πέτρος ἔφη· ἡ ἀξίωσις αὐτῆς τοῦ βαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ᾽ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπότ᾽ ἂν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδ᾽ οὓς ἀγαπῶσν, λέγω δὴ γυναῖκας αὑτῶν ἢ υἱοὺς ἢ φίλους, πρὸς τοῦτο προτρέπωνται εἰ γὰρ πεπιστεύκασιν ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν Θεὸν, ἀνυπερθέτως οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστιν. ἐπεὶ τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεῶσιν; οὕτως εἰ πεπιστεύκεισαν αἰώνιον πῦρ μένειν τοὺς τὸν Θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ᾽ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον τὸν δι᾽ ἡμῶν ἀγαπᾶν αἱρεῖται· καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν.

Ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἄν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν. ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν, τῇ γυναικὶ τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη, ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρησέ τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα· ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας, μᾶλλον δὲ τοῦ λοιποῦ Φαυστῖνος, ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος γελάσας ἀπεκρίνατο· ἀλλ᾽ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἥ μὴ δἰ αὐτὸ γέγονεν. καὶ ὁ Φαυστῖνος ἀπεκρίνατο· ἴσως οὖν ὁ Θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησεν τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ, τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ Θεὸς ἴσως ᾠκονόμησεν πρὸ μιᾶς νηστεῦσαι αὐτὴν ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.

Καὶ ὁ Πέτρος ἔφη· μὴ ἡμᾶς νικάτω ἡ κακία, πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ γὰρ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς βάπτισμα. καὶ ὁμῶς οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν.

Αὐτῆς οὖν ἑσπέρας τῆς Πέτρου οἱ πάντες διδασκαλίας ἀπηλαύομεν, δεικνύντος ἡμῖν ἐκ τῆς κατὰ τὴν μητέρα προφάσεως, τίνι λόγῳ τὰ τέλη τῆς σωφροσύνης καλά, τὰ δὲ τῆς μοιχείας χαλεπὰ ὄντα ὅλῳ γένει ὄλεθρον ποιεῖν φύσιν ἔχει, κἄν μὴ ταχέως, ἀλλ᾽ οὖν γε κἄν βραδέως. ἐπὶ τοσοῦτον δέ, φησίν, τὰ τῆς σωφροσύνης ἀρέσκει τῷ Θεῷ, ὅτι καὶ τοῖς ἐν πλάνῃ οὖσιν βραχεῖάν τινα ὑπὲρ αὐτῆς ἐν τῷ νῦν βίῳ ἀπονέμει χάριν (ἡ γὰρ ἐκεῖ σωτηρία μόνοις τοῖς διὰ τὴν εἰς αὐτὸν ἐλπίδα βαπτισθεῖσιν καὶ σωφρόνως δικαιοπραγοῦσιν ἀποδίδοται). ὥσπερ ἐγνώκατε ἐπὶ τῆς ὑμετέρας μητρὸς γενόμενα, λέγω δὴ τὰ ἐπὶ τέλει καλά. ἴσως δὲ εἰ ἐμοιχήσατο, ἀνῄρητο ἄν. διὸ σωφρονήσασαν ἐλεήσας ὁ Θεὸς τὸν κατ᾽ αὐτῆς ἀπέστρεψεν φόνον, καὶ τὰ ἀφαιρεθέντα τέκνα ἀπέδωκεν.

Ἀλλ᾽ ἐρεῖ τις ἴσως· πόσοι διὰ σωφροσύνην ἀπώλοντο; φημὶ ἀναισθησίας αἰτίᾳ, χρὴ γὰρ τὴν αἰσθανομένην ἢ ἐρωμένου τινὸς ἢ ἐραστοῦ, παρ᾽ αὐτὸ φυγεῖν τῆς πρὸς αὐτὸν ἐπιμίξεως, ὡς πῦρ φλέγον ἢ λυσσοῦντα κύνα. ὅνπερ τρόπον ἐποίησεν ἡ ὑμᾶς τεκοῦσα, τὸ τῆς σωφροσύνης ὄντως ἀγαπήσασα καλόν. δἰ ὅ φυλαχθεῖσα σὺν ἡμῖν αἰωνίου βασιλείας ἔλαβεν τὴν ἐπίγνωσιν. ἡ σωφρονεῖν βουλομένη γυνὴ εἰδέναι ὀφείλει, ὅτι φθονουμένη ὑπὸ κακίας προφάσει ἔρωτος πολλοὺς ἔχει τοὺς ἐπιβούλους. μιᾷ δὲ τῇ πρὸς τὸ σωφρονεῖν ἐνστάσει σεμνὴ μείνασα τὴν ὑπὸ πάντων νίκην λαβοῦσα σωθῆναι ἔχει. καὶ γὰρ εἰ πάντα καλὰ διαπράξαιτό τις, μιᾷ τῇ πρὸς τὸ μοιχήσασθαι ἁμαρτίᾳ κολασθῆναι δεῖ, ὁ προφήτης ἔφη.

Ἡ σώφρων γυνὴ τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται. ὅτι εἷς ὤν ὁ Θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ λανθάνῃ, καὶ τὴν κόλασιν προβλέπῃ, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σώζεσθαι θέλουσιν ἡδομένη, παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει, ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορεῖται ὡς ὑπ᾽ ἐχθροῦ, ὑπὸ Θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν Θεὸν ποθεῖ, τὸν Θεὸν φιλεῖ, τὸν Θεὸν τέρπει, τὸν Θεὸν δοξάζει· ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν, καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει.

᾽Η σώφρων γυνὴ ὡς νυμφίῳ υἱῷ Θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει τῆς ἀγαθῆς φήμης. καλὰ φορεῖ· ἠμφίεσται τὴν αἰδῶ. καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅτ᾽ ἅν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν Θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς Θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ ἡ γυνὴ, οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ᾽ ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει, ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ, καὶ καταφιλεῖ, καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται, παῤ ἐκτὸς τοῦ ἀπειθεῖν Θεῷ. ἡ γὰρ πειθομένη Θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει.

Ἀνόητος οὖν πᾶς ἀνηρ ὁ τὴν ἑαυτοῦ γυναῖκα χωρίζων φόβου Θεοῦ. ὅτι ἡ Θεὸν μὴ φοβουμένη οὐδὲ τὸν ἄνδρα φοβεῖται. ἐὰν Θεὸν τὸν ἀόρατα βλέποντα μὴ φοβῆται, πρὸς τὸν μὴ ὁρῶντα πῶς σωφρονήσει; πῶς δὲ σωφρονήσει ἡ μὴ συνερχομένη πρὸς τοὺς σωφρονίζοντας ἀκούειν λόγους; πῶς δὲ καὶ νουθεσίας τύχοι; πῶς δὲ σωφρονήσει ἄνευ φυλάκων, ἐὰν τὴν ἐσομένην κρίσιν τοῦ Θεοῦ μὴ διδαχθῇ, μηδὲ τὴν ἐπὶ μικρᾷ ἡδονῇ αἰώνιον ζημίαν πληροφορηθῇ; διὸ τοὐναντίον ἄκουσαν αὐτὴν πρὸς τὸν σωφρονίζοντα ἀεὶ εἰσέρχεσθαι λόγον ἀνάγκασον, κολάκευσον.

Πολὺ δὲ κρεῖττον, εἰ χειραγωγήσας ἥξεις· ἵνα καὶ αὐτὸς σώφρων γένῃ· θελήσεις γὰρ σώφρων γενέσθαι, ἵνα γνώσῃ σεμνοῦ γάμου τὸ τέλος, καὶ οὐκ ὀκνήσεις, εἰ ἀγαπᾷς, λέγω δὴ πατὴρ γενέσθαι, ἴδια τέκνα φιλεῖν καὶ ὑπὸ ἰδίων φιλεῖσθαι τέκνων. ὁ σώφρονα γυναῖκα ἔχειν θέλων καὶ αὐτὸς σωφρονεῖ, τὴν ὀφειλομένην εὐνὴν ἀποδίδωσιν, ταύτῃ συνεστιᾶται, ταύτῃ σύνεστιν, σὺν αὐτῇ πρὸς τὸν σωφρονίζοντα ἔρχεται λόγον, οὐ λυπεῖ, οὐκ εἰκῆ μάχεται, ἑαυτὸν μισητὸν οὐ ποιεῖ, ἅ δύναται καλὰ παρέχει, ὧν μὴ ἔχει, τῇ κολακείᾳ τὸ λυποῦν ἀποπληροῖ. ἡ σώφρων γυνὴ κολακευθῆναι οὐκ ἀναμένει, κύριον τὸν ἄνδρα γνωρίζει, πενομένου τὴν πενίαν φέρει, πεινῶντι συμπεινᾷ, ἀποδημοῦντι συναποδημεῖ, λυπούμενον παραμυθεῖται , κἄν προῖκα μείζονα ἔχῃ, ὡς μηδὲν ἔχουσα ὑπόκειται. ὁ δὲ ἀνὴρ κἂν πένητα ἔχῃ γυναῖκα, μεγάλην προῖκα ἡγείσθω αὐτῆς τὴν σωφροσύνην. ἡ σώφρων γυνὴ αὐταρκείᾳ βρωμάτων καὶ ποτῶν χρῆται, ἵνα μὴ λιπανθέντος τοῦ σώματος τῷ βάρει πρὸς ἐπιθυμίας ἀνόμους κατασπάσῃ τὴν ψυχήν. ἀλλ᾽ ἔτι μὴν σὺν νέοις οὐκ ἰδιάζει, καὶ τοὺς γέροντας ὑποπτεύει, γέλωτας ἀτάκτους ἀπωθεῖται, Θεῷ μόνῳ ἑαυτὴν ἀπονέμουσα οὐ σφάλλεται, σεμνοὺς λόγους ἀκούουσα ἥδεται, τοὺς δὲ μὴ ἐπὶ σωφροσύνης λεγομένους ἀπωθεῖται.

Μάρτυς Θεός, πολλοὶ φόνοι μία μοιχεία· καὶ τὸ δεινόν, ὅτι τῶν φόνων αὐτῆς τὸ φοβερὸν καὶ ἀσεβὲς οὐ βλέπεται. ὅτι αἵματος χυθέντος νεκρὸν κεῖται σῶμα, καὶ τὸ τῆς συμφορᾶς δεινὸν πάντας ἐκπλήσσει. τῆς δὲ μοιχείας οἱ τῆς ψυχῆς φόνοι φοβερώτεροι ὄντες, ἐπεὶ μὴ ἀνθρώποις βλέπονται, τοῖς τολμῶσιν ἄοκνον τὴν ὁρμὴν παρέχουσιν. γνῶθι ἄνθρωπε, τίνος πνοὴν ἔχεις πρὸς τὸ ζῆν, καὶ οὐ μὴ αὐτὴν μιανθῆναι θελήσῃς. ὑπὸ μοιχείας μόνης μιαίνεται ἡ Θεοῦ πνοή. καὶ διὰ τοῦτο αὐτὴ τὸν μιάναντα εἰς πῦρ κατασπᾷ. σπεύδει γὰρ τὸν ὑβριστὴν ἀωνίῳ παραδοῦναι κολάσει.

Ταῦτα λέγων ὁ Πέτρος, ἀγαθὴν καὶ σώφρονα Ματτιδίαν ὑπὸ χαρᾶς δακρύουσαν ἰδὼν, ὡς ἐπὶ ὑποσχέσει τῶν γεγονότων λυπηθῆναι νομίσας, ἔφη· θάρσει γύναι· πολλῶν πολλὰ κακὰ παθόντων διὰ μοιχείαν σὺ διὰ σωφρωσύνην πέπονθας, καὶ διὰ τοῦτο οὐκ ἐτελεύτησας. εἰ δὲ καὶ τεθνήκεις, σεσωσμένην ἄν εἶχες τὴν ψυχήν. πατρίδα Ῥώμην ἔλειπες διὰ σωφροσύνην· ἀλλὰ τῇ ταύτης προφάσει ἀλήθειαν εὗρες, τὸ διάδημα τῆς ἀϊδίου βασιλείας· ἐν βυθῷ κεκινδύνευκας, καὶ οὐκ ἐτελεύτησας, καὶ εἴτε τετελευτήκεις, αὐτός σοι ὁ βυθὸς διὰ σωφροσύνην θνησκούσῃ βάπτισμα ἐγίνετο πρὸς ψυχῆς σωτηρίαν. τέκνων ἀπελείφθης πρὸς ὀλίγον, ἅ τινα γνησίας ὄντα σπορᾶς ἐν τοῖς κρείττοσιν εὕρηται. λιμώττουσα τροφὰς προσήτησας, ἀλλὰ πορνείᾳ σῶμα σὸν οὐκ ἐμίανας. σῶμα σὸν ἐβασάνισας, ἀλλὰ τήν ψυχὴν ἔσωσας. μοιχὸν ἔφυγες, ἵνα μὴ κοίτην ἀνδρὸς μιανῇς ἀλλὰ διὰ τὴν σωφροσύνην ὁ τὴν φυγὴν εἰδὼς Θεὸς τὸν ἀνδρὸς ἀποπληρώσει τόπον. λυπηθεῖσα καὶ μονωθεῖσα πρὸς ὀλίγον ἀνδρὸς καὶ τέκνων ἀπελείφθης, ἀλλὰ τούτους πάντας ἀπολείπειν εἶχες προθεσμίᾳ θανάτου· κρεῖττον δὲ ὅτι διὰ σωφροσύνην ἑκοῦσα ἀπελείφθης, ἢ εἴπερ ἄκουσα μετὰ χρόνον ἐφ᾽ ἁμαρτίαις αὐταῖς ἀπώλλυου.

Πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ τε τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω, πόσον τὸ σωφρονεῖν ἀρέσκει Θεῷ. ἡ σώφρων γυνὴ Θεοῦ ἐκλογὴ, Θεοῦ εὐδοκία, Θεοῦ δόξα, Θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη. εἰ μὴ ὅτι νόμος ἦν, μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν οἱ πεπλανημένοι διὰ σωφροσύνην μόνον σωθῆναι ἐδύναντο. διὰ τοῦτο λίαν ἀθυμῶ περὶ τῶν ἐν πλάνῃ σωφρονούντων, ὅτι ἄνευ ἐλπίδος ἀγαθῆς σωφρονεῖν ἑλόμενοι πρὸς τὸ βαπτισθῆναι ὀκνηρῶς ἔχουσιν. διὸ οὐ σώζονται· ὅτι δόγμα Θεοῦ κεῖται, ἀβάπτιστον εἰς τὴν αὐτοῦ βασιλείαν μὴ εἰσελθεῖν. ταῦτα αὐτοῦ εἰπόντος καὶ τούτων πλείονα, εἰς ὕπνον ἐτράπημεν.

Ὀρθριαίτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες ἐν ἀκατασκόπῳ βαπτίσαι αὐτὴν δυνηθῶμεν. πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν, μεταξὺ πετρῶν τινων γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτήν. ἡμεῖς δὲ οἱ ἀδελφοί, τῶν γυναικῶν χάριν ἅμα ἀδελφῷ καὶ ἄλλοις τισὶν ὑποχωρήσαντες καὶ λουσάμενοι, ἐλθόντες τὰς γυναῖκας παρελάβομεν. καὶ οὕτως ἐν κρυφαίῳ τόπῳ πορευθέντες εὐχόμεθα. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν, δἰ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν ἐπέτρεψεν. ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μεθ᾽ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν, τὸν ἄρτον ἐπ᾽ εὐχαριστίᾳ κλάσας καὶ ἐπιθεὶς ἅλας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετ᾽ αὐτὴν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν καὶ τὸν Θεὸν εὐλογήσαμεν.

Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν καὶ καθεσθεὶς καὶ παρακαθεσθῆναι ἡμᾶς κελεύσας ὑφηγεῖται τὰ πρῶτα πείθων ἡμᾶς, τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος καὶ αὐτὸς βραδύνας ἐπῆλθεν. τὴν δὲ αἰτίαν ἔλεγεν τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησίν, ἀποστῆναι, γέρων συνεισῄει ἐργάτης, περιέργως κλέπτων ἑαυτόν, καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγει, πρὸς τὸ ἰδεῖν τί ἄν πράττοιμεν εἰς τὸν σκεπινὸν τόπον εἰσελθόντες, λάθρα ἐκβὰς ἠκολούθησεν. ἐν εὐκαίρῳ τόπῳ προσελθὼν καὶ προςαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν θέλων ἠδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπαίνῃς· νῦν δὲ τὰ ἐμοὶ δοκοῦντα ἀληθῆ, εἰ βούλει, λέγω. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἄν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπείπερ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.

Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἄν ἐν κρυφαίῳ εἰσιόντες πράττοιτε, καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα· ἐλεήσας δὲ ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦσιν προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ Θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ᾽ οἷς πέπονθα πεπληροφόρημαι, ἐκ πολλοῦ ἀκριβῶν τὸ μάθημα. μὴ οὖν ἀπατῶ, τέκνον. εἴτε γὰρ εὔχῃ, εἴτε μὴ, τὰ ἐκ τῆς γενέσεως πάσχειν ἀνάγκην ἔχεις εἰ γὰρ εὐχαί τι δύνανται ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἄν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθής, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὤν περιουσίᾳ, πολλὰ καὶ θεοῖς ἔθυον, καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐκ ἠδυνήθην. κἀγὼ ἔφην· τίνα ἐστὶν ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη λέγειν νῦν, ἴσως ἐπὶ τέλει ἀκούσῃ, τίς τε ὤν ἐγὼ καὶ τίνων, ἐν ποίαις βίου περιστάσεσιν γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πληροφορηθῆναί σε θέλω.

Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦτο οὕτως ἔχον πεπληροφόρησαι, σεαυτῷ ἐναντία νοῶν συμβουλεύεις. εἰ μὲν παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς, συμβουλεύων γενέσθαι ὅ γενέσθαι ἀδύνατόν ἐστιν; ἀλλ᾽ ἔτι μὴν εἰ γένεσις ὑφέστηκεν, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν καὶ τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι τι, γενέσθαι δυνατόν. αἰεὶ γὰρ τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχει. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν, γενέσεως ἐπικρατούσης, περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται, τῇ καθόλου αὐτῶν ὑποκείμενοι γενέσει. εἰ γένεσις ἔστιν, ἀντίκειται τὸ μὴ πρῶτον ἄρχειν, ἢ ὑποκεῖσθαι οὐ δύναται, τὸ ἀγένητον ὡς ἀγένητον ἑαυτοῦ πρεσβύτερον μηδὲν ἔχον.

Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν, πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων Θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος, ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν γένεσιν ἐπιστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται, εἴτε νῦν εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἔστιν αὕτη. τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν ἔχει τὴν χεῖρα, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰατικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰᾶσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ Θεοῦ δεηθεὶς τὴν ἴασιν παρασχῶ, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτο οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα Θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο βλασφημεῖν γάρ ἐστιν τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποιεῖν ὑπὸ Θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται, τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.

Καὶ ὁ γέρων ἀπεκρίνατο· ἀληθῶς μεγάλως ἔφης, ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὢν, καὶ Ρώμην πρῶτον οἰκήσας φιλωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τῇ γενέσει αὐτῶν τὰς πράξεις ἀποτελεσθείσας ἔργῳ, σοὶ λόγῳ πείθεσθαι οὐ δύναμαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας, ἰδίων δούλων ἐρώσας, καὶ ἐπὶ ξένης ἐν ὕδασιν θνησκούσας. ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ μὴ φέρουσα τὸν ψόγον, φυγοῦσα σὺν αὐτῷ, ἐν ἀλλοδαπῇ ὁρμήσασα καὶ κοινωνήσασα αἰτῷ, θαλάσσῃ διεφθάρη.

Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις ὅτι ἡ φυγοῦσα ἐν ἀλλοδαπῇ γενομένη τὸν δοῦλον ἔγημεν, καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐχ ὅτι ἔγημεν , ὁπότε οὐδ’ ὅτι ἤρα ἐγίνωσκον, ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς ὁ τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ ὁ ἀδελφὸς, οὐκ ἐβουλήθη μιᾶναι κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ κλαινα (οὐκ ἔστιν γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ εἴτε ψευδῆ ἐπλάσατο οὐκ ἔχω λέγειν· ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ νεώτερον υἱὸν ἔχων ἔσχεν παρ᾽ αὑτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ᾽ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος οὐκ ἔλαβεν γράμματα παρ᾽ αὐτῆς. αὐτὸς πολλάκις πέμψας εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως, μεμνημένος ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν, ὑπὲρ αὐτοῦ με τοὺς φίλους ἀγαπῶν καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, εἰς Σελεύκειαν παρεβάλομεν, καὶ οὕτως ἐκβάντων ἡμῶν τοῦ πλοίου μετ᾽ οὐ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθών, ἑαυτὸν ἀποδοὺς τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζω τροφάς.

Ταῦτα τοῦ γέροντος εἰπόντος σύνοιδα, ὅτι ὅν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν, ὁ ὑμέτερος πατήρ. οὐκ ἐβουλήθην οὖν τὸ καθ᾽ ὑμᾶς αὐτῷ συναντιβαλεῖν, μέχρις ἄν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας, ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη, Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο, Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν, Κλήμης. τί δὲ τῇ τούτων μητρὶ ὄνομα; ὁ δὲ ἔφη, Ματτιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδρακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προςανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἐβουλήθην, μή πως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν Θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατήρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴμοι ἄνερ, ἡμᾶς ἀγαπῶν κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν, καὶ τροφῆς μεταλαμβάνομεν. οὕπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης, ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες, καὶ τῆς ἀπλήστου χαρᾶς οὐκ ἐδύναντο κρατεῖν. πλὴν μετ᾽ οὐ πολὺ ἡ μὲν μήτηρ· ἔχω σε Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἄρα ζῇς, ὅν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν ἡμῶν υἱοὶ, Φαυστῖνος, Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης, ἡμεῖς οἱ τρεῖς προσπούσοντες αὐτῷ καὶ καταφιλοῦντες ἀμαυρῶς πως τὴν μορφὴν αὐτοῦ ἀνεφέρομεν.

Ταῦτα βλέπων ὁ Πέτρος ἔφη· σὺ εἶ Φαῦστος, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἔφη· ἐγώ εἰμι. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τὰ σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω, πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· πρὸς γένους ὑπάρχων Καίσαρος, καὶ περίφωρος μὴ θέλων γενέσθαι, ἐπ᾽ ἄλλου τινὸς τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵνα αὐτὸς ὅστις εἰμὶ μὴ νοηθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τόπον ἡγούμενοι ἀκούσαντες, ἀνακαλέσαντες, Καίσαρι κεχαρισμένα ποιοῦντες, τὴν τοῦ βίου μοι εὐδαιμονίαν περιθήσουσιν, ὅπερ ἀπεταξάμην. οὐ γὰρ ἠδυνάμην, περὶ τῶν ἐμοὶ ἠγαπημένων τὰ μέγιστα ὡς περὶ θανόντων κρίνας, πρὸς τὴν τοῦ βίου τρυφὴν ἑαυτὸν ἀποδιδόναι.

Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαιοῦ; καὶ ὁ πατὴρ ἔφη· οὐ ψεύσομαι πρός σε, ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος, πλὴν συνῆν μοί τις, ἀστρολόγων ἄριστος, ἀνὴρ Αἰγύπτιος, Ἀννουβίων ὀνόματι, ὅς τις ἐν ταῖς ἀποδημίαις κατ᾽ ἀρχάς μοι φιλωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος ἔφη· οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μου εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω τούς σου τούτων ἐλέγχους. ἀλλὰ καὶ πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. ὑποπτεύω οὖν μήπως ἅ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν , ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, αὐτοὺς δὲ δἰ ἀμαθίαν ψεύδεσθαι μόνην, διὰ τὸ μὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη. πῶς οὖν ἔστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;

Ἀμφοτέρων οὖν σιωπώντων ἔφην· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον, εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρέντες καὶ Θεῷ εὐχαριστήσαντες, ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.

Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς, αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μεγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ᾽ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης λόγῳ σου τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις, ῥητοῦ δόγματος ἀποφάσει;

Καὶ ὁ πατὴρ ἔφη· ἀλλ᾽ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε ἄν περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι, οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης, τῇ θρησκείᾳ συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ᾽ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ᾽ ἐμοῦ ἀκούων, καὶ κρίνων εἰ ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ὧδε συναπολαύσεις τοῖς φιλτάτοις, κᾀκεῖ συναναπαύσῃ, εἰ δὲ ἐν τῇ τῶν λόγων σκέψει δείξῃς τὰ ὑφ᾽ ἡμῶν λεγόμενα μῦθόν τινα ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς ὁμογνώμονάς σοι εἰληφώς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ ψευδῶν φόβων ἀπαλλάξεις.

Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστιν τὸ κρατοῦν σε εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν, λέγε, ἵνα εἰς αὐτὸ λέγειν ᾀρξώμεθα. πολλὰ γάρ ἐστιν τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν , πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦντας δὲ, ἀφ᾽ ὧν εἶ καὶ σὺ, ὑπολήψεις τοῦ νομίζειν, ἢ θεοὺς τοὺς οὐκ ὄντας εἶναι, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι, ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ καὶ τὸν ἡμέτερον λόγον ψευδῆ ὡς οὐκ οὔσης προνοίας.

Ἐγὼ δὲ προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ γενομένων εἶναι λέγω, τοσούτοις ἔτεσιν τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἄν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια καὶ ἀπρασίαι ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἐλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν· ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι, συλλαβέσθαι μου τῷ κηρύγματι· ἀλλ᾽ ἔτι μὴν συνελθεῖν ἀδελφὸν Κλήμεντα, καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι, θεραπείας τῆς θεότητος πληροφορηθῆναι, καὶ μετ᾽ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν , καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.

Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παῤ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον ὅ τι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλων, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δὲ, εἰ καὶ ἴδιόν τινος αὐτὸς οὗτος ἀφέληται, ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις , οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη· φαίνεται. καὶ ὁ Πέτρος· τί δὲ, οὐ χρὴ τὸν ἐν ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν, καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει.

Καὶ ὁ Πέτρος· οὔκουν οὕς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσὶν, ὅσον κεκτημένοι ὦσιν; οἱ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συγχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει· ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς, ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ Θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ᾽ ἄν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀΐδιον αἰῶνα. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ, ἢ τῷ μέλλοντι ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδεσθαι, καὶ πᾶν ὅ τι ἄν δύνωνται. τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα ὡς ἀλλοτρίου βασιλέως ἴδια ὄντα αὐτοῖς νομίζεσθαι οὐκ ἔξεστιν, ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μεθ᾽ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός, γυμνὸν γὰρ ἐστάναι οὐκ ἐφίεται, ἕνεκεν τοῦ παντὸς ὁρῶντος οὐρανοῦ.

Εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλῃς, οὕς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν. ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες, αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτὸς, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν. οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς τὰ ἐσόμενα ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἅ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον, διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη, εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὴ οὐδ᾽ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης, καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, Θεὸς ἀναίτιος.

Ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντά εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἅ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει, καθὼς δύο διεῖλες ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ᾽ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὅ βούλεται. τί δὲ παντάπασιν εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ ὁ τῶν σωζομένων ὅρος ἐστὶν, ὡς ἔφην, τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, καὶ τὰ ἄλλως ἁμαρτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης Θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ τοσῶς φιλόθεον προσκαίροις τιμωρίαις ἀωνίων σωθῶσιν κολάσεων.

Καὶ ὁ πατήρ· τί δὲ οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο καὶ οὗτοι τῶν σωζομένων εἰσίν ; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται ὧν οὐ χρή. ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασιν, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ᾽ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν ὅ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἤ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ διδάσκαλος ἡμῶν πιστοὺς πένητας ἐμακάρισεν, καὶ αὐτοὺς οὐχ ὡς παρεσχηκότας τι, οὐδ ὲγὰρ εἶχον, ἀλλ᾽ ὡς μηδὲν ἁμαρτάνοντας, καὶ ἐπὶ μόνῳ τῷ τὴν ἐλεημοσύνην μὴ ποιεῖν, διὰ τὸ μὴ ἔχειν, καταδικασθῆναι οὐκ ἔχοντας. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται, διὸ καὶ προαιρέσεως ἐγενόμην τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.

Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν θρησκείαν μαθεῖν, ὀφείλω τῇ τάξει τὸν λόγον ἐκθεῖναι ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ Θεοῦ, καὶ δεικνὺς ὅτι αὐτὸν μόνον δεῖ λέγειν Θεόν, ἑτέρους δὲ μήτε λέγειν μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ ταῦτα εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονιῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνηθεστέρων ἁλῶν μεταλαβὼν ὕπνωσιν.

Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθὼς ἐπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετά γε Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν, πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν τῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη.

Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ αύστῶ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν πρόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον, παρόντος ἐμοῦ, καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἄν ὁ σοφὸς γέρων, ἰδιώτης ὤν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων, ὅ ὑπέσχου λέγειν, ἆρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν σὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστιν Θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν Θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς τὰ μέγιστα ἁμαρτάνων, αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοι τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιοῦτον ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ῥηθέντα θλίβλειν τὸ ἑαυτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.

Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής, εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλῃς, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγχειν ὑπέσχου Πέτρον ἕνα Θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων, τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα Θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἄν ὅτι πολλοὺς δοξάζεις θεούς. Θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγω. σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὤν κριτὴς, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἡρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

Καὶ ὁμῶς ὁ Πέτρος ἔφη· ἐγὼ, ὡς ὁ τῶν λόγων μεσίτης εἴρηκεν, ποιεῖν ἕτοιμός εἰμι, καὶ ἤδη ποτὲ πρὸ πάσης ἀναβολῆς τὸ ἐμὸν περὶ Θεοῦ ἐκθήσομαι φρόνημα. κἀγὼ ἕνα Θεὸν εἶναι λέγω, τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα. ἄλλον τε οὔτε λέγειν, οὔτε νομίζειν ἔξεστιν. καὶ ὁ Σίμων· ἐγὼ δέ φημι τὰς πεπιστευμένας γραφὰς παρὰ Ἰουδαίοις πολλοὺς λέγειν θεοὺς, καὶ μὴ χαλεπαίνειν ἐπὶ τούτῳ τὸν Θεὸν, τῷ αὐτὸν διὰ γραφῶν αὐτοῦ πολλοὺς θεοὺς εἰρηκέναι.

Αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίως λέγων. οὕτως γέγραπται, ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ, ἐντολὴν ἔχοντι παρὰ τοῦ Θεοῦ, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας, ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ Θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἶς ἡμῶν. ὁ μὲν οὖν ὄφις εἰπών· ἔσεσθε ὡς θεοί, ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται· ταύτῃ μᾶλλον ᾗ καὶ Θεὸς ἐπεμαρτύρησεν εἰπών· ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἡμῶν. οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς, πολλοὺς σημαίνει θεοὺς, οὕς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· εἰ ἐτόλμησεν Θεὸς ἕτερος εἰσελθεῖν, καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους, ὡς ἐγὼ κύριος ὁ Θεός. τὸ εἰπεῖν, εἰ ἐτόλμησεν Θεὸς ἕτερος, ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὡς τῶν μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ που λέγει· ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· Κύριος ὁ Θεός σου, οὕτος Θεὸς τῶν θεῶν. καὶ πάλιν· τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς καὶ πάλιν· Θεὸς θεῶν κύριος. καὶ πάλιν· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεοὺς, σὺ διαβεβαίωσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα τί ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε.

Καὶ ὁ Πέτρος ἔφη· συντομώτερον ἄκουε πρὸς ἅ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· ἰδοὺ κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς, συμπεριλαβὼν, ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπ᾽ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων Θεόν. καὶ πάλιν· ὅτι κύριος ὁ Θεός σου, οὕτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ἐκ ἐστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· Κύριος ὁ Θεός σου, οὗτος Θεὸς τῶν θεῶν, ὥσπερ ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπὸ τὸν Ἰουδαίων Θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· ὁ Θεὸς ὁ μέγας καὶ ἀληθινὸς, ὅς οὐ λαμβάνει εἰς πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ. μέγαν δὲ καὶ ἀληθινὸν καὶ κρίσιν ποιοῦντα τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα Θεὸν, τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· ζῶ ἐγὼ, λέγει κύριος, οὐκ ἔστιν Θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστιν. καὶ πάλιν· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πάλιν· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ἡμῶν κύριος εἷς ἐστιν. καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ᾽ ὅρκου ἐπισφραγίζουσιν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν Θεός. ὅθεν θαυμάζω, πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι Θεὸν, σὺ πολλοὺς εἶναι λέγεις.

Καὶ ὁ Σίμων· ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σέ, ἀπὸ γραφῶν ἐλέγξαι σε, ὅτι ψεύδῃ, λέγων μὴ αὐτὰ δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς, ὅτι αὐταὶ αἱ θείαι γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαὶ, αὐταὶ παρήνεσαν ἡμῖν εἰποῦσαι· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· ἄκουσον πρὸς αὐτὸ καὶ σὺ , ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς, ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐ κακῶς ἐρεῖς. καὶ ὁ Πέτρος· οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων· οὕτω γὰρ γέγραπται· θεοὶ οἵ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων, καὶ μὴ ἀπολλυμένων, ὡς ἑρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπαρχῆς γεγράφθαι· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οὐκ εἶπεν οἱ θεοί. καὶ ἄλλῃ που λέγει ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ ἐν ἑτέρῳ γέγραπται· οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα.

Καὶ ὁ Σίμων ἔφη· πρὸς τὸ ἐμὲ δεῖξαι πολλοὺς εἶναι θεοὺς ἀπὸ τῶν γραφῶν, ἃς σαφεῖς παρέστησα, σὺ δὲ τὰς αὐτὰς ἢ καὶ πλείονας φωνὰς ἀπὸ τῶν αὐτῶν γραφῶν ἐνήνοχας, δεικνύων ὅτι εἷς ἐστιν Θεὸς, καὶ οὗτος Ἰουδαίων. καὶ πρὸς τὸ εἰπεῖν με, οὐ δεῖ κακολογεῖν θεοὺς, ἐπήγαγες πρὸς τὸ δεῖξαι, ὅτι εἷς ἐστιν ὁ πεποιηκὼς, ὅτι οἱ μὴ πεποιηκότες ἀπολέσθαι ἔχουσιν. πρὸς δὲ τὸ εἰπεῖν με, ὅτι δεῖ θεοὺς λέγειν, καθ᾽ ὅ καὶ αἱ γραφαὶ αὐτοὺς λέγουσιν, καὶ πρὸς τούτοις ἔδειξας, ὅτι μὴ δεῖ αὐτῶν ὀνόματα φθέγγεσθαι, τῷ τὴν αὐτὴν γραφὴν εἰπεῖν, ὀνόματα θεῶν ἑτέρων μὴ φθέγγεσθαι. ἐπεὶ οὖν αὐταὶ αἱ γραφαὶ πολλοὺς λέγουσιν εἶναι θεοὺς, καὶ ἄλλοτε ἕνα μόνον εἶναι, καὶ ὁτὲ μὲν μὴ κακολογεῖσθαι, ὁτὲ δὲ κακολογεῖσθαι, πρὸς τοῦτο τί δεῖ λογίσασθαι, ἢ ὅτι αὐταὶ ἡμᾶς αἱ γραφαὶ πλανῶσιν ;

Καὶ ὁ Πέτρος ἔφη· οὐ πλανῶσιν, ἀλλ᾽ ἐλέγχουσιν, καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ Θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον Θεὸν εἶναι λέγει, τὴν ὡς ἔφην κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπομάσσεται. ἐπεὶ οὖν ὅ τι ἄν βούλεταί τις περὶ Θεοῦ φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν εἰδέας ἀπομάσσεται ἀπ᾽ αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντος ἀπεμαξάμεθα εἰδέαν, ἐκ τῆς ἡμετέρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει, αὐτῷ τολμήματι γνωρίσασα ἄδικον, καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ᾽ αὐτῆς ἀπολειφθεὶς βοηθείας, φθαρήσομαι· εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν εἰδέαν, ἑτέραν μορφήν, διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν καινὸν ἐπιγνῶν Θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξῃ, μή τι καὶ τῆς ψηχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξῃ, οὐκ ἔτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γάρ ἐστιν, ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον Θεὸν οὐ παραδέχομαι, πλὴν τὸν κτίσαντά με μόνον.

Καὶ ὁ Σίμων· ἐπεὶ πυκνότερόν σε ὁρῶ τὸν λόγον ποιούμενον ὑπὲρ τοῦ πλάσαντός σε Θεοῦ, μάθε παρ᾽ ἐμοῦ, πῶς καὶ εἰς αὐτὸν ἀσεβεῖς. οἱ πλάσαντες δύο φαίνονται, ὡς ἡ γραφὴ λέγει· καὶ εἶπεν ὁ Θεός, ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν. τὸ ποιήσωμεν δύο σημαίνει, ἢ πλείονας, πλὴν οὐχ ἕνα.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἷς ἐστιν ὁ τῇ αὐτοῦ σοφίᾳ εἰπών· ποιήσωμεν ἄνθρωπον. ᾗ δὲ σοφίᾳ ὥσπερ ἰδίῳ πνεύματι αὐτὸς ἀεὶ συνέχαιρεν. ἥνωται μὲν ὡς ψυχὴ τῷ Θεῷ, ἐκτείνεται δὲ ἀπ᾽ αὐτοῦ, ὡς χεὶρ, δημιουργοῦσα τὸ πᾶν. διὰ τοῦτο δὲ καὶ εἷς ἄνθρωπος ἐγένετο, ἀπ᾽ αὐτοῦ δὲ προῆλθεν καὶ τὸ θῆλυ. καὶ μία οὖσα τῷ γένει δυάς ἐστιν. κατὰ γὰρ ἔκτασιν καὶ συστολὴν ἡ μονὰς δυὰς εἶναι νομίζεται. ὥστε ἑνὶ Θεῷ, ὡς γονεῦσιν, ὀρθῶς ποιῶ τὴν πᾶσαν προσαναφέρων τιμήν. καὶ ὁ Σίμων ἔφη τί δοὺ εἰ καὶ αἱ γραφαὶ ἑτέρους θεοὺς λέγουσιν, οὐ παραδέξῃ;

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἴτε αἱ γραφαὶ εἴτε πρὸφήται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται· ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τότε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι, πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου· ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ Θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ, ὅτι ὁ πειράζων ἐπείραζεν, εἰδέναι, εἰ φοβῇ κύριον τὸν Θεόν σου. ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικεσίαν φαίνεται. οὐ γὰρ ἄν ὁ τὰ πάντα γινώσκων Θεὸς, ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι, ἐπείρασεν, ἵνα γνῷ αὐτὸς, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλῃ, περὶ τούτου λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν Θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα ὄν, καὶ τοῦτο πρὸς πειρασμὸν γραφὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων , οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ᾽ ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα· οὔτε πολλοὺς θεοὺς ἀποδέξασθαι ἀπατώμεθα, οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ Θεοῦ λεγομένῳ συντιθέμεθα.

Ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας, καὶ τῷ Ἰακὼβ παλαίσας· ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουήλ καὶ τὸν λεγόμενον Θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄνθρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἶς Θεὸς, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα· οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, Θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθὲς ὃν δογματίσαντες οἱ πατέρες παρέδωσαν ἡμῖν, ἵνα εἰδῶμεν, ὅτι εἴ τι κατὰ τοῦ Θεοῦ λέγεται, ψεῦδός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ· εἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς ἀληθὲς ἀγαπῶσιν, περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ κινδυνεύειν.

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· ἐπειδὴ καὶ τέρατα διδόντι προφήτῃ, ἄλλον δὲ θεὸν δεῖν πιστεύειν, μετὰ τοῦ εἰδέναι ὅτι καὶ θάνατον ὀφείλει, οὐκοῦν καὶ ὁ διδάσκαλός σου σημεῖα καὶ τέρατα δεδωκὼς εὐλόγως ἀνῃρέθη. καὶ ὁ Πέτρος ἀπεκρίθη· ὁ κύριος ἡμῶν οὔτε θεοὺς εἶναι ἐφθέγξατο παρὰ τὸν κτίσαντα τὰ πάντα, οὔτε αὐτὸν θεὸν εἶναι ἀνηγόρευσεν, υἱὸν δὲ Θεοῦ τοῦ τὰ πάντα διακοσμήσαντος τὸν εἰπόντα αὐτὸν εὐλόγως ἐμακάρισεν. καὶ ὁ Σίμων ἀπεκρίνατο· οὐ δοκεῖ σοι οὖν τὸν ἀπὸ Θεοῦ θεὸν εἶναι; καὶ ὁ Πέτρος ἔφη· πῶς τοῦτο εἶναι δύναται, φράσον ἡμῖν. τοῦτο γὰρ ἡμεῖς εἰπεῖν σοι οὐ δυνάμεθα, ὅτι μὴ ἠκούσαμεν παρ᾽ αὐτοῦ.

Πρὸς τούτοις δὲ, τοῦ πατρὸς τὸ μὴ γεγεννῆσθαί ἐστιν, υἱοῦ δὲ τὸ γεγεννῆσθαι· γεννητὸν δὲ ἀγεννήτῳ ἢ καὶ αὐτογεννήτῳ οὐ συγκρίνεται. καὶ ὁ Σίμων ἔφη· εἰ καὶ τῇ γενέσει οὐ ταυτόν ἐστιν; καὶ ὁ Πέτρος ἔφη· ὁ μὴ κατὰ πάντα τὸ αὐτὸ ὤν τινι τὰς αὐτὰς αὐτῷ πάσας ἔχειν προσωνυμίας οὐ δύναται. καὶ ὁ Σίμων· τοῦτο λέγειν ἐστὶν οὐκ ἀποδεικνύειν. καὶ ὁ Πέτρος· διὰ τί οὐ νοεῖς, ὅτι ὁ μὲν αὐτογέννητον τυγχάνει ἤ καὶ ἀγέννητον, τὸ δὲ γεννητὸν ὄν τὸ αὐτὸ λέγεσθαι οὐ δύναται, οὐδ᾽ ἂν τῆς αὐτῆς οὐσίας ὁ γεγεννημένος τὸ γεγεννηκότι. ἀλλὰ καὶ τοῦτο μάθε· τὰ ἀνθρώπων σώματα ψυχὰς ἔχει ἀθανάτους, τὴν τοῦ Θεοῦ πνοὴν ἠμφιεσμένας, καὶ ἐκ τοῦ Θεοῦ προελθοῦσαι τῆς μὲν αὐτῆς οὐσίας εἰσὶ, θεοὶ δὲ οὐκ εἰσίν. εἰ δὲ θεοί εἰσι, τούτῳ τῷ λόγῳ πάντων ἀνθρώπων, τῶν τε ἀποθανόντων καὶ ζώντων καὶ γεννηθησομένων αἱ ψυχαὶ τυγχάνουσιν. εἰ δὲ προσφιλονεικῶν μοι ἐρεῖς, καὶ αὐτὰς θεοὺς εἶναι, καὶ τί τοῦτο ἔτι μέγα καὶ Χριστῷ, τῷ Θεῷ λέγεσθαι; τοῦτο γὰρ ἔχει, ὅ καὶ πάντες ἔχουσιν.

Ἡμεὶς Θεὸν λέγομεν , οὐ ἐστιν τὸ ἴδιον ἄλλῳ προςεῖναι μὴ δυνάμενον. ὥσπερ γὰρ ἄπειρος ὤν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡς αὐτὸς ἀπείρῳ εἶναι, τὸ καλεῖσθαι ἀπέραντος, (εἰ δέ τις λέγει δυνατὸν εἶναι ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύνανται· περαιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν, ἕν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὤν τὰ πάντα αὐτῷ ὑποκείμενα ἔχει.

Καὶ ὁ Σίμων· μὴ γὰρ τοῦτό ἐστιν αὐτοῦ ἀπόῤῥητον ὄνομα, τὸ Θεὸς, ὅπερ πάντες λέγουσιν, ὅτι τοσοῦτον καὶ περὶ ὀνόματος διισχυρίζῃ, ἵνα μὴ ἄλλῳ δοθῇ; καὶ ὁ Πέτρος ἔφη· ἐπίσταμαι ὅτι τοῦτο οὐκ ἔστιν αὐτῷ τι ἀπόῤῥητον ὄνομα, ἀλλὰ τὸ κατὰ συνθήκην ἀνθρώπων λεγόμενον, ὅπερ εἰ ἑτέρῳ δώσεις, καὶ τὸ μὴ λεγόμενον ἑτέρῳ προσάψεις, τῷ τῆς προαιρέσεως λόγῳ. τὸ λεγόμενον ὄνομα τοῦ μὴ λεγομένου πρόοδός ἐστιν. τούτῳ τῷ λόγῳ ἡ ὕβρις καὶ εἰς τὸ μήπω ῥηθὲν λογίζεται, ᾧ λόγῳ ἡ πρὸς τὸ ἐγνωσμένον τιμὴ εἰς τὸ μήπω ἐγνωσμένον ἀναφέρεται.

Καὶ ὁ Σίμων ἔφη· ἤθελον εἰδέναι Πέτρε, εἰ ἀληθῶς πιστεύεις, ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων· πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγίδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ εἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου Θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγίδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· τίς οὖν ἀνάγκη ἦν, τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· διὰ τὴν τοῦ πεποιηκότος Θεοῦ φιλανθρωπίαν γέγονεν, ἐπεὶ γὰρ τῷ κατ᾽ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὴ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅ τινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ᾽ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν.

Ἰδέ, οἵῳ Θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη, τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμησας, ὃ μηδεὶς ἐτόλμησεν, πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶτοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν ἱστορήσαμεν, καὶ οὐκ ἄλλου τινὸς, ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη, καὶ πῦρ ἀπ᾽ οὐρανοῦ οὐ κατεπέμφθη, καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν, καὶ ὑετὸς οὐκ ἐπεσχέθη, καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ ἐπέμφθη, καὶ ἐπ᾽ αὐτοὺς ἡμᾶς δἰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς, τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης, ἡ Θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης Θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων, ἅ τινα ἐπαφήσει ὡς ζῶα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν Θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τοῦ ἀνθρώπου βαστάζει σῶμα.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον ὅτι τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ ποτε ἐν βίβλοις οὐκ ἀληθῆ τυγχάνει, αὔριον ἀπὸ τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸ δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι Θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη· ὁ Σίμων κἄν μηδὲν ἕτερον περὶ Θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ᾽ οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων· τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη· γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ Θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. ἔσονται γὰρ, ὡς ὁ κύριος εἶπεν, ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι· αἵ τινες, ὡς στοχάζομαι, ἀπὸ τοῦ τὸν Θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ Θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθριαίτερον συνέρχεσθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν, οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.

Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθριαίτερον ἐξυπνισθεὶς ηὔξατο, καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται, μετὰ ἰδίων αὑτοῦ τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ᾽ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος κατὰ Πέτρου ῥηθέντας λόγους.

Ἔλεγεν δέ· αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην, καὶ μαγείᾳ πολὺ δυνάμενον, καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν, λέγων· σύνοιδα ἐμαυτῷ, ὅτι ὧν κατ᾽ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ, οὐδ᾽ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου, κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολῆσαι, τίνα ἐστὶν ἅ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ᾽ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ᾽ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω, ἢ ἐπ᾽ αὐτοῦ μόνου , πῶς οὐχὶ μαγευόμενος ὑπ᾽ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι ἃ ἄν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι, ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν, ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδαπῶν ἐλευθέραν γενέσθαι. φανταζομένη γὰρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρονοῦσα εὐπαθεῖν τι μαραίνεται καὶ ἀλλοιοῦται ἢ δαιμονᾷ, καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ.

Τοῦτο ὑμῖν Πέτρος ὑποσχέσει τοῦ σωφρονίζειν παρέχει. προφάσει γὰρ ἑνὸς Θεοῦ δοκεῖ μὲν ὑμᾶς πολλῶν ἀψύχων ἀπαλλάσσειν εἰδώλων, ἅ οὐ πάνυ τοὺς σέβοντας ἀδικεῖ, τῷ αὐτοῖς ὀφθαλμοῖς ὁρᾶσθαι λίθινα ὄντα ἢ χάλκεα ἢ χρύσεα ἢ καὶ ἐξ ἄλλης τινὸς ἀψύχου ὕλης. διὸ τῷ εἰδέναι ὅτι τὸ βλεπόμενον οὐδέν ἐστιν, οὐχ ὁμοίως τῷ ὁρατῷ ὑπὸ φόβου φαντασιοῦσθαι δύναται ἡ ψυχή. πλάνῳ δὲ διδασκαλίᾳ εἰς φοβερὸν Θεὸν ἀποβλέπουσα τῶν κατὰ φύσιν ἐκβαθρεύεται. καὶ ταῦτα ἐγὼ λέγω, οὐχ ὅτι ὑμᾶς εἴδωλα σέβειν παραινῶ, ἀλλ᾽ ὅτι Πέτρος φοβερῶν εἰδεῶν δοκῶν ἀπαλλάσσειν ὑμῶν τὰς ψυχὰς, φοβερωτέρᾳ εἰδέᾳ τὸν ἕκαστον ὑμῶν ἐνθουσιᾶν ποιεῖ νοῦν, Θεὸν ἐν μορφῇ εἰσηγούμενος, καὶ ταῦτα ἄκρως δίκαιον, ᾧ ἔπεται τὸ φοβερὸν καὶ τῇ συννοούσῃ ψυχῇ τὸ φρικῶδες, δυνάμενον καὶ τῶν ὀρθῶν λογισμῶν ἐκλῦσαι τοὺς τόνους. ἐν γὰρ τοιούτῳ καθεστὼς χειμῶνι ὁ νοῦς ὡς βυθὸς ὑπ᾽ ἀνέμου σφοδροῦ θολοῦται τὸ λαμπρόν. διὸ εἰ ἐπ᾽ ὠφελείᾳ ὑμῶν προσέρχεται, μὴ ὑμῶν τοὺς ἐξ ἀψύχων μορφῶν ἠπίως γινομένους φόβους ἐκλύειν δοκῶν φοβερὰν Θεοῦ ἀντεισφερέτω μορφήν. μορφὴν δὲ ἔχει Θεός; εἰ δὲ ἔχῃ, ἐν σχήματί ἐστιν. ἐν σχήματι δὲ ὤν πῶς οὐ περιόριστός ἐστιν; περιόριστος δὲ ὤν ἐν τόπῳ ἐστίν. ἐν τόπῳ δὲ ὢν ἥττων ἐστὶν τοῦ περιέχοντος αὐτὸν τόπου. ἥττων δέ τινος ὤν πῶς πάντων ἐστὶν ἤ μείζων ἢ ἀνώτατος; καὶ ταῦτα μὲν οὕτως.

Ὅτι δὲ ἀληθῶς οὐδὲ τὰ ὑπὸ τοῦ διδασκάλου αὐτοῦ ῥηθέντα πιστεύει, φανερόν ἐστιν. τὰ γὰρ ἐναντία αὐτῷ κηρύσσει. ἐκείνου γὰρ εἰπόντος τινὶ, ὡς μανθάνῳ· μή με λέγε ἀγαθόν, ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν· ἀγαθὸν δὲ εἰπὼν οὐκ ἔτι ἐκεῖνον λέγει τὸν δίκαιον, ὅν αἱ γραφαὶ κηρύσσουσιν, ὅς ἀποκτείνει καὶ ζωοποιεῖ, ἀποκτείνει μὲν τοὺς ἁμαρτάνοντες, ζωοποιεῖ δὲ τοὺς κατὰ γνώμην αὐτοῦ βιοῦντας. ὅτι δὲ ὄντως οὐ τὸν δημιουργὸν ἔλεγεν ἀγαθὸν, τῷ διανοηθῆναι δυναμένῳ σαφές ἐστιν. τοῦ γὰρ δημιουργοῦ ἐγνωσμένου καὶ τῷ πλασθέντι Ἀδὰμ, καὶ τῷ εὐαρεστήσαντι αὐτῷ Ἑνὼχ, καὶ τῷ ὑπ᾽ αὐτοῦ δικαίῳ ὁραθέντι Νῶε, ὁμοίως καὶ τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Μωυσῇ καὶ λαῷ καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλος αὐτοῦ Πέτρου Ἰησοῦς ἐλθὼν ἔλεγεν· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι. εἰ οὖν αὐτὸς υἱὸς ἦν ὁ παρὼν, ἀπὸ τῆς αὐτοῦ παρουσίας οἷς ἐβούλετο τὸν πᾶσιν ἄγνωστον ἀπεκάλυπτεν. καὶ οὕτως τοῖς πρὸ αὐτοῦ πᾶσιν ἄγνωστος ἦν ὁ πατήρ, οὐχ οὕτως ὤν ὁ πᾶσιν ἐγνωσμένος.

Καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ. ἐνίοτε γὰρ ἄλλαις φωναῖς τῶν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι Θεὸν λέγων· μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτείνοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυναμένου τι ποιῆσαι φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον Θεὸν, πρὸς ὅν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων· εἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως, διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ᾽ αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; λέγω ὑμῖν, ποιήσει, καὶ ἐν τάχει. ὁ δὲ ἐκδικοῦντα καὶ ἀμειβόμενον λέγων Θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν, καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδ’ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μαθητὴς ἐχθὲς δασχυρίζετο, ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια, Πέτρε, ὁ Σίμων τοῖς ὄχλοις ἔξω ἑστὼς καὶ διαλεγόμενος, ταράσσειν μοι δοκεῖ τοὺς πλείονας. διὸ ἐξαυτῆς ἔξιθι, ἀληθείας δυνάμει τοὺς αὐτοῦ ψευδεῖς ἐκλύων λόγους. ταῦτα τοῦ Ζακχαίου εἰπόντος ὁ Πέτρος συνήθως εὐξάμενος ἐξῄει, καὶ εἰς τὸν πρὸ μιᾶς τόπον στάς, καὶ τῷ τῆς θεοσεβείας ἔθει προσαγορεύσας τοὺς ὄχλους, τοῦ λέγειν ἤρξατο οὕτως· ἀληθὴς ὢν προφήτης ὁ κύριος ἡμῶν Ἰησοῦς, ὡς ἐπὶ καιροῦ καὶ περὶ τούτου πληροφορήσω, περὶ τῶν τῇ ἀληθείᾳ διαφερόντων συντόμως τὰς ἀποφάσεις ἐποιεῖτο, διὰ δύο ταῦτα, ὅτι πρὸς θεοσεβεῖς ἐποιεῖτο τὸν λόγον, εἰδότας τὰ ἀποφάσει ὑπ᾽ αὐτοῦ ἐκφερόμενα πιστεύειν· οὐδὲ γὰρ ἦν ξένα τῆς αὐτῶν συνηθείας τὰ λεγόμενα. δεύτερον δὲ ὅτι προθεσμίαν ἔχων κηρῦξαι τῷ τῆς ἀποδείξεως οὐκ ἐχρῆτο λόγῳ, ἵνα μὴ εἰς λόγους τὸν πάντα τῆς προθεσμίας δαπανῷ χρόνον, καὶ οὕτως αὐτῷ συμβήσεται, εἰς ὀλίγων λόγων ἐπιλύσεις ἀσχολεμένῳ, τῶν ὑπὸ πόνου ψυχῆς νοεῖσθαι δυναμένων, τοὺς ἀληθείᾳ διαφέροντας μὴ ἐπὶ πλεῖον εἰσφέρειν λόγους. ἐπειδὴ περὶ ὧν ἤθελεν ἀπεφαίνετο, ὡς λαῷ νοεῖν δυναμένῳ, ἀφ᾽ ὧν ἐσμεν καὶ ἡμεῖς, οἳ ὁπότε κατὰ τὸ σπάνιον οὐκ ἐνοήσαμεν τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων, ἰδίᾳ ἐπυνθανόμεθα, μὴ ἡμῖν τι τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων ἀνόητον ᾖ.

Εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς, βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ᾽ ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν Θεὸν καὶ αὐτῷ μόνῳ λαρεύειν. Θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός. μορφὴν γὰρ ἔχει, διὰ πρῶτον καὶ μόνον κάλλος· καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν· οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ· πανταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμπρότερος ὤν τὸ σῶμα, καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρισιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος. ἀλλ᾽ οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ, πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ. τὴν δὲ καλλίστην μορφὴν ἔχει δἰ ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δἰ ἅ τινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγίδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ, καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν, καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον, αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος, ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅ τι ἂν οὖν τις ποιήσει ἀνθρώπῳ, εἴτε ἀγαθὸν εἴτε κακὸν, εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσιν κατ᾽ ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται. τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ.

Ἀλλ’ ἐρεῖ τις· εἰ μορφὴν ἔχῃ, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὤν καὶ ὑπ᾽ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντα ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται, ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν· τοιαῦτα περὶ αὐτοῦ αἱ γραφαὶ φρονεῖν πείθουσιν καὶ πιστεύειν, ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ. καὶ Θεοῦ τόπος ἐστὶν τὸ μὴ ὄν, Θεὸς δὲ τὸ ὄν· τὸ δὲ μὴ ὄν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὤν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανὸς, γῆ, ὕδωρ, ἀὴρ, καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὅ ἂν καὶ αὐτοῦ πληροῦν τὸ κενόν, ὅ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ, τὸ οὐδὲν, οἰκειότερον ὄνομα. τὸ γὰρ λεγόμενον κενόν τί ποτ᾽ ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον, πλὴν αὐτὸ τὸ σκεῦος κενόν, εἴ περ σκεῦος ἔστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὄν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ, τὸ μὴ ὄν, λέγω ὅ ὑπό τινων τόπος λέγεται, οὐδὲν ὄν. οὐδὲν δὲ ὄν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὄν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω, ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἄν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ οὗ ἄν αὐτοῦ μέρους ἀπὼν γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ, τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν Θεὸν, ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν;

Εἶς οὖν ἐστιν ὁ ὄντως Θεὸς, ὅς ἐν κρείττονι μορφῇ προκαθέζεται, τοῦ ἄνω τε καὶ κάτω δὶς ὑπάρχων καρδία, καὶ ἀπ᾽ αὑτοῦ ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ νομοῖς οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, δείκνυται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βάθος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ᾽ ἄπειρον τὴν ἀπ᾽ αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν. τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι καρδίαν, ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς ὅπου πότ᾽ ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστὶν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ᾽ αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἐξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ᾽ αὐτοῦ λαβὼν τὴν ἀρχὴν δείκνυται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἕξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὤν καὶ τὸν ἐσόμενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὤν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἕξ ἄπειρα τελευτᾷ, καὶ ἀπ᾽ αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει.

Τοῦτό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τι μέγα αὑτὸν χαρίζεται εἰς ἀνάπαυσιν. αὐτός ἐστιν μόνος, πῇ μὲν καταληπτὸς, τὰς ἀπ᾽ αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπειρον. οὗτος γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακρὰν, ὧδε ὤν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ διὰ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν, ᾗ πάντων ἀναπνέουσιν αἱ ψυχαὶ, τὸ ζῆν ἔχουσιν· κἄν χωρισθῶσιν τοῦ σώματος, καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται, ὡς ἐν χειμῶνι ὥρας οἱ ἀτμοὶ τῶν ὀρῶν ἀπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτὸν ἀθάνατοι. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύσωμεν! ἄλλως δὲ ἀμήχανον. ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι, καὶ πρὸς τὸν αὑτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα, ἢ καὶ δοκεῖν Θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα.

Τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες, καὶ τῇ κακίᾳ συμμαχοῦντες, προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνείδεος ὤν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν Θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς τίνα καταφύγῃ, εἰς τίνα ἐρείσῃ; ἀντιτυπίαν γὰρ οὐκ ἔχων εἰς κενὸν ἐκβαθρεύεται. ναὶ, φησὶν, οὐ χρὴ Θεὸν φοβεῖσθαι, ἀλλ᾽ ἀγαπᾶν. φημὶ κἀγώ. ἀλλὰ τοῦτο παρέξει ἑκάστης εὐποιΐας εὐσυνειδησία. ἡ δὲ εὐποιΐα ἐκ τοῦ φοβεῖσθαι γίνεται. ἀλλ᾽ ὁ φόβος, φησίν, ἐκπλήσσει τὴν ψυχήν. ἀλλ᾽ ἐγώ φημι ὅτι οὐκ ἐκπλήσσει, ἀλλ᾽ ἐξυπνίζει καὶ ἐπιστρέφει. ἴσως δὲ ὀρθῶς ἐλέγετο μὴ δεῖν Θεὸν φοβεῖσθαι, εἰ μὴ πολλὰ ἕτερα οἱ ἄνθρωποι ἐφοβούμεθα, λέγω δὴ τὰς ἐκ τῶν ὁμοίων ἐπιβουλὰς, ἔτι δὲ θηρία, ἑρπετὰ, νόσους, πάθη, δαίμονας καὶ ἄλλα μυρία. ὁ οὖν ἡμᾶς ἀξιῶν μὴ φοβεῖσθαι Θεὸν, τούτων ἡμᾶς ῥυσάσθω, ἵνα μηδὲ ταῦτα φοβώμεθα. εἰ δὲ οὐ δύναται, τί ἡμῖν φθονεῖ, ἑνὶ φόβῳ, τῷ πρὸς τὸ δίκαιον, μυρίων ἀπαλλαγῆναι φόβων, βραχείᾳ τῇ πρὸς αὐτὸν πίστει μυρία πάθη καὶ ἑαυτῶν καὶ ἄλλων μετατιθέναι δυνατὸν γενέσθαι, μετὰ τοῦ καὶ ἀμοιβὴν ἀγαθῶν προςδέχεσθαι, καὶ αἰτίᾳ φόβου τοῦ πάντα ὁρῶντος Θεοῦ μηδὲν κακὸν πράσσοντας καὶ ἐν τῷ παρόντι ἐν εἰρήνῃ διατελεῖν.

Οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν, ἄνευ τοῦ φοβεῖσθαι τὸν Θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὅ αὐτῷ μὴ δοκῇ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται, καὶ ἀγαπᾶν παρήγγελται· ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι, εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τῷ πρὸς αὐτὸν φόβῳ πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν Θεὸν, μὴ μόνον ὅτι δίκαιός ἐστιν. ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδ’ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ᾽ οἷς αὐτὸς πράσσει διαβάλλει.

Ταῦτα ὁ Σίμων ἀκούων ἐπικόψας ἔφη· οἶδα πρὸς τίνα ταῦτα λέγεις, ἀλλ᾽ ἵνα μὴ αὐτὸς τὰ αὐτὰ λέγων πρὸς τὸ ἐλέγχειν σε δαπανῶ τὸν χρόνον εἰς ἃ μὴ θέλω, πρὸς τὰ ὁρισθέντα ἡμῖν ἀπόκριναι. ἐπηγγείλω, ἱκανῶς νενοηκέναι σε τὰ τοῦ διδασκάλου σου λέγων, διὰ τὸ παρόντα ἐναργείᾳ ὁρᾶν καὶ ἀκούειν αὐτοῦ, καὶ ἑτέρῳ τινὶ μὴ δυνατὸν εἶναι ὁράματι ἢ ὀπτασίᾳ ἔχειν τὸ ὅμοιον. ὅτι δὲ τοῦτο ψεῦδός ἐστιν, δείξω. ὁ ἐναργῶς ἀκούων τινὸς οὐ πάνυ πληροφορεῖται ἐπὶ τοῖς λεγομένοις. ἔχει γὰρ ὁ νοῦς αὐτοῦ λογίσασθαι, μὴ ἄρα ψεύδεται, ἄνθρωπος ὤν τὸ φαινόμενον. ἡ δὲ ὀπτασία ἅμα τῷ ὀφθῆναι πίστιν παρέχει τῷ ὁρῶντι, ὅτι θειότης ἐστίν. πρὸς τοῦτό μοι πρῶτον ἀπόκριναι.

Καὶ ὁ Πέτρος ἔφη· εἰς ἄλλο προτείνας εἰπεῖν, εἰς ἕτερον ἀπεκρίνου. προέτεινας γὰρ ὡς μᾶλλον δύνασθαί τινα πλεῖον νοεῖν παρ᾽ ὀπτασίας ἀκούοντα, ἢ γὰρ παρὰ τῆς ἐναργείας, ἐπιβαλὼν δὲ ἔπειθες ἡμᾶς, ὅτι ἀσφαλέστερός ἐστιν ὁ ὑπ᾽ ὀπτασίας ἀκούων τοῦ παρ᾽ αὐτῆς ἐναργείας ἀκούοντος. πέρας γοῦν διὰ τοῦτο ἐμοῦ ἱκανώτερον ἔφασκες εἰδέναι τὰ τοῦ Ἰησοῦ, ὡς ὑπ᾽ ὀπτασίας αὐτοῦ ἀκηκοὼς τὸν λόγον. πλὴν ἐγὼ εἰς τὸ ἀπαρχῆς προταθὲν ἀποκριναίμην. ὁ προφήτης, ὅτι προφήτης ἐστὶν, πληροφορήσας πρῶτον περὶ τῶν ἐναργῶς ὑπ᾽ αὐτοῦ λεγομένων, ἀσφαλῶς πιστεύεται, ἀληθὴς ὤν προεπιγνωσθείς, καὶ ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται. ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ, ἐπισφαλής ἐστιν. ἀγνοεῖ γὰρ τίνι πιστεύει. ἐνδέχεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι, ἢ πνεῦμα πλάνον, ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὅ μή ἐστιν. εἰ ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἄν ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὅ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας, μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανομένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνεσθαι δύναται περὶ ὧν βούλεται. οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς οἱ παρεπιθυμοῦντες μαθεῖν κατ᾽ ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούμεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπιθυμοῦμεν μαθεῖν , οὔτε ἠκούσαμεν, οὔτε ἐξητάσαμεν.

Καὶ ὁ Σίμων ἔφη· εἰ φῂς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ᾽ οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἄν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· ὀρθῶς ἔφης, ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδεται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔφης. τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζῃ, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν, καὶ ποιῇ ἅ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· τοῦτό μοι δός, ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς πρὸς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησιν νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· παρελόμενος ταῦτα, εἰς ἅ ἐπηγγείλω λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ Θεοῦ ᾧ δήποτε ὀνειροπολεῖσθαι τρόπῳ.

Καὶ ὁ Πέτρος ἔφη· μέμνημαι ἐμαυτοῦ, ὡς ἐπηγγειλάμην δεῖξαι, καὶ ἀγράφως καὶ ἐγγράφως περὶ τούτου τὴν ἀπόδειξιν παρέχειν. καὶ νῦν λέγοντος ἄκουε. ἴσμεν πολλοὺς, εἴ γε εὐγνωμονεῖς (ἐπεί γε τοὺς παρεστῶτας κριτὰς ἔχω), εἴδωλα σέβοντας καὶ μοιχεύοντας καὶ κατὰ πάντα ἁμαρτάνοντας ὁράματα καὶ ἀληθεῖς ὀνείρους ὁρῶντας, ἐνίους δὲ καὶ δαιμόνων ὀπτασίας. τὴν ἄσαρκον εἰδέαν οὐ λέγω δύνασθαι πατρὸς ἢ υἱοῦ ἰδεῖν, διὰ τὸ μεγίστῳ φωτὶ καταυγάζεσθαι τοὺς θνητῶν ὀφθαλμούς. ὅθεν τὸ μὴ ὁρασθῆναι τῷ εἰς σάρκα τετραμμένῳ ἀνθρώπῳ οὐ φθονοῦντός ἐστιν Θεοῦ, ἀλλ᾽ ἐῶντος. ὁ γὰρ ἰδὼν ζῆν οὐ δύναται. ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς τὴν τοῦ ὁρῶντος ἐκλύει σάρκα, ἐκτὸς εἰ μὴ Θεοῦ ἀποῤῥήτῳ δυνάμει ἡ σὰρξ εἰς φύσιν τραπῇ φωτός, ἵνα φῶς ἰδεῖν δυνηθῇ, ἢ ἡ τοῦ φωτὸς οὐσία εἰς σάρκα τραπῇ, ἵνα ὑπὸ σαρκὸς ὁραθῆναι δυνηθῇ. τὸ γὰρ ἀτρέπτως πατέρα ἰδεῖν υἱοῦ μόνου ἐστίν. δικαίων δὲ οὐχ ὁμοίως· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτ᾽ ἄν τραπέντες εἰς φῶς τὰ σώματα ἰσάγγελοι γένωνται, τότε ἰδεῖν δυνήσονται. πέρας γοῦν κἄν ἀγγέλων τις ἀνθρώπῳ ὀφθῆναι πεμφθῇ, τρέπεται εἰς σάρκα, ἵνα ὑπὸ σαρκὸς ὀφθῆναι δυνηθῇ. ἄσαρκον γὰρ δύναμιν, οὐ μόνον υἱοῦ, οὐδ’ ἀγγέλου τις δύναται. εἰ δὲ ἴδῃ τις ὀπτασίαν, κακοῦ δαίμονος ταύτην εἶναι νοείτω.

Πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν, καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας, ἤκουσεν παρὰ τοῦ Θεοῦ καθ᾽ ὕπνον, ὡς ἡ γραφὴ λέγει, μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραὼ, ἀσεβὴς ἀνὴρ, ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ Θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δὲ, ὁ εἴδωλα σέβων, καὶ τοὺς Θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι, ὄνειρον ὅλου μήκους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· ἀλλ᾽ ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσεβῶν θεωρεῖ. ψεῦδός ἔστιν. αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ , ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· τὸν τέταρτον ὁρῶ ὡς υἱὸν θεοῦ. καὶ ὅμως ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ, ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁράματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσεβεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθὲς, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον.

Οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ᾽ ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν, τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος Θεοῦ. τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι, τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν, ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων μαθεῖν ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ Θεοῦ τεθείσῃ σπερματικῶς πᾶσα ἔνεστιν ἡ ἀλήθεια, Θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ᾽ ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι᾽ ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀποκαλύψεως, ἀλλ᾽ ὀργῆς, φαίνεται. πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ Θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι᾽ ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτὸν, ὡς εἴτις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι᾽ ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει, καὶ οὐ δἰ αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν.

Εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δἰ ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν, ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι᾽ ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δἰ ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλησεν. εἴ τις δὲ δι᾽ ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς· δυνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ, κἄν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ φρονεῖς; εἰ δὲ ὑπ᾽ ἐκείνου μιᾶς ὥρας ὀφθεὶς καὶ μαθητευθεὶς ἀπόστολος ἐγένου, τὰς ἐκείνου φωνὰς κήρυσσε, τὰ ἐκείνου ἑρμήνευε, τοὺς ἐκείνου ἀποστόλους φίλει, ἐμοὶ τῷ συγγενομένῳ αὐτῷ μὴ μάχου. πρὸς γὰρ στερεὰν πέτραν ὄντα με, θεμέλιον ἐκκλησίας, ἐναντίος ἀνθέστηκάς μοι. εἰ μὴ ἀντικείμενος ἦς, οὐκ ἄν με διαβάλλων τὸ δἰ ἐμοῦ κήρυγμα ἐλοιδόρεις, ἵνα ὅ παρὰ τοῦ κυρίου αὐτὸς παρὼν ἀκήκοα, λέγων μὴ πιστεύωμαι, δῆλον ὅτι ὡς ἐμοῦ καταγνωσθέντος καὶ ἐμοῦ εὐδοκιμοῦντος. ἢ εἰ κατεγνωσμένον με λέγεις , Θεοῦ τοῦ ἀποκαλύψαντός μοι τὸν Χριστὸν κατηγορεῖς, καὶ τοῦ ἐπὶ ἀποκαλύψει μακαρίσαντός με καταφέρεις. ἀλλ᾽ ἐπεί περ ἀληθῶς τῇ ἀληθείᾳ συνεργῆσαι θέλεις, μάθε πρῶτον παρ᾽ ἡμῶν, ἅ ἡμεῖς παρ᾽ ἐκείνου ἐμάθομεν, καὶ μαθητὴς ἀληθείας γεγονὼς γένου ἡμῖν συνεργός.

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· ἀπείη μοι, εἴτε ἐκείνου, εἴτε σου γενέσθαι μαθητήν. οὐδὲ γὰρ ἀγνοῶ ἃ δεῖ γινώσκειν· ἅ δὲ ὡς μανθάνων ἐπυθόμην, ἵνα εἰδῶ εἰ δύνασαι ὀπτασίαν ἐναργείας ἐναργεστέραν δεῖξαι. σὺ δὲ ὡς ἠθέλησας, εἶπες, οὐκ ἔδειξας. καὶ νῦν αὔριόν σοι εἰς τὸν περὶ Θεοῦ, οὗ διισχυρίζῃ δημιουργοῦ, ἐλθὼν καὶ διαλεχθεὶς δείξω μὴ αὐτὸν εἶναι ἀνώτατον ἀγαθὸν, καὶ τὸν σὸν δὲ διδάσκαλον τὰ αὐτά μοι εἰρηκέναι, σὲ δὲ μὴ νενοηκέναι ἐλέγξω. καὶ ταῦτα εἰπὼν ἐξῄει, εἰς ἃ προέτεινεν οὐ θελήσας ἀκοῦσαι.

Ὄρθρου δὲ, προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι, ὁ Σίμων προλαβὼν ἔφη· ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι, ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος Θεὸς, ἀλλ᾽ ἕτερος, ὅς καὶ μόνος ἀγαθὸς ὤν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φῂς εἶναι, ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστὶν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὤν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· σὺ πρῶτον εἰπὲ, τί σοι δοκεῖ τὸ ἀγαθὸν, ἢ καὶ τὸ δίκαιον.

Καὶ ὁ Πέτρος· ἵνα μὴ ἐριστικώτερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὥς σοι δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργὸν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς, καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· τοῦτο ἀδικώτατον, ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε, πῶς ποιῶν ἀγαθὸς ἄν ἦν. καὶ ὁ Σίμων· σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, εἴ τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἄν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα, ἐὰν ἄρα μεταβάλλωνται, ἀγαθοῖς δὲ αἰώνια, ἐάν γε ἐμμείνωσιν; καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, διαφόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν , καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος, καὶ τὸ κατ᾽ ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχῃ, ὁμολόγησον.

Καὶ ὁ Σίμων ἔφη· ἅπαξ ἔφην· πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· εἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος. ἀγαθὸς μὲν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαίνεται τεθεικὼς τὸν νόμον· ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους, ὡς γέγραπται, καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον, ὅτι τοῦ αὐτοῦ ἐστιν, ἀγαθὸν εἶναι καὶ δίκαιον. ἐμοὶ γὰρ ἀδύνατον φαίνεται, τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δίκαιον εἶναι. καὶ ὁ Πέτρος· ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπάκουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; πρῶτον ἔφη· μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς· εὐθὺς ἐπάξας λέγει· εἰ δὲ θελήσεις τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. τοῦ δὲ εἰπόντος, ποίας; ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν, καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ᾽ ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθὸν εἶναι καὶ δίκαιον, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅτ᾽ ἄν κρίνων τὸ κατ᾽ ἀξίαν ἑκάστῳ ἀπονέμῃ.

Καὶ ὁ Σίμων ἔφη· πῶς οὖν ἐγνωσμένου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος, καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατὴρ, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψαι; ταῦτα δὲ οὐκ ἄν ἔλεγεν, εἰ μὴ πατέρα τινὰ ἐν ἀποῤῥήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ᾽ οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς Θρήνοις καὶ Ἰερεμίας μαρτυρεῖ), ὅστις κατ᾽ ἀριθμὸν τῶν υἱῶν Ἰσραὴλ, οἳ εἰσῆλθον εἰς Αἴγυπτον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσσαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ κυρίῳ λεγομένῳ, οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα, καὶ αὐτὸν Θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὴ λέγω, οἵ τινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν, ἅ τινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη. ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα εἴ τις νόμῳ τινὸς προςφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀποῤῥήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν, ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀποῤῥήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Χριστοῦ.

Ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· δύνασαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι, ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀποῤῥήτοις λέγεις, ἀλλ᾽ ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς; ἄλλα γὰρ ἀντ᾽ ἄλλων ὁρίζων φλυαρεῖς. διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι. εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη μή με λοιδόρει, προπετέστατε. καὶ ὁ Πέτρος μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύστης εἶ. καὶ ὁ Σίμων· νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκηκοέναι· πρὸς ταῦτα μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆσαι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος εἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων ἅπαξ μοι δοκεῖ τοῦτο ἔχειν. σὺ πρὸς ταῦτα ἔχῃς τι λέγειν, ἀπόκριναι.

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο οὕτως ἔχῃ, τὰ μέγιστα ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀποῤῥήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα, ὡς ἔφην, ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σίμων· ἀλλ᾽ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· οὐ νοεῖς ἃ λέγω, Σίμων. πλὴν ἀκούσας σύνες· τῷ εἰπεῖν, οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύψει, οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλ᾽ ἀποκαλύψει μόνον. ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀποῤῥήτως κείμενον κεκαλυμμένον, ἄνευ φωνῆς ταῖς αὐτοῦ βουλαῖς ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι, οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συνέντι οὐκ ἔξεστιν, ἄλλῳ τοῦτο ἀποδεῖξαι, ἐπεὶ μηδ᾽ αὐτὸς ἐδιδάχθη, οὔτε ἀποκαλύψαι δύναται, ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός, ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἄν ᾔδης τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἄν ἐποίεις.

Καὶ ὁ Σίμων ἔφη· ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· εἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ, καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι, εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὐσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· μὴ ἀπατῶ, οἶδα τοὺς ἀξίους, καὶ υἱὸς οὐκ εἰμί. τοῦτο μέντοι, τί ποτ᾽ ἔστιν, οἷς βούλεται ἀποκαλύπτει, οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ᾽ ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν. καὶ ὁ Πέτρος· φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ, καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὤν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἄν σαφῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα, τί ποτ᾽ ἔστιν, καὶ οἷς ἄν βούληται ὁ υἱὸς ἀποκαλύπτει. λέγε τοίνυν αὐτὸ σαφέστερον.

Καὶ ὁ Πέτρος· ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι , πρὸς ὃ πυνθάνομαί σου, ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φῂς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ᾽ ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· δικαιότατον. καὶ ὁ Πέτρος· δίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ᾽ οἷς βούλεται; καὶ ὁ Σίμων· ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος οὐκ οὖν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· οὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκάστου νοῦν εἰδὼς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ᾽ ἡμῶν λεγόμενα δυνάμενος συνιέναι.

Τοῦτο τοῦ Πέτρου εἰπόντος ἀπὸ μὲν τῶν ὄχλων ἔπαινος ἐγένετο. ὁ δὲ Σίμων κατάφωρος γεγονὼς, αἰδεσθεὶς ἠρυθρίασε, καὶ τὸ μέτωπον τρίψας ἔφη· ἀλλ᾽ ἐμὲ μάγον λέγουσιν ὑπὸ Πέτρου νικώμενον, ἀλλὰ καὶ συλλογιζόμενον. οὐκ εἴ τις δὲ συλλογισθείη, συναρπασθεὶς τὴν ἐν αὐτῷ ἀλήθειαν νενικημένην ἔχει. οὐ γὰρ ἡ ἀσθένεια τοῦ ἐκδικοῦντος ἀλήθειά ἐστιν τοῦ νικωμένου. πλήν φημί σοι, ὅτι ἐγὼ τοὺς παρεστῶτας πάντας ἀξίους ἔκρινα γνῶναι τὸν ἐν ἀποῤῥήτοις πατέρα. διὸ δημοσίᾳ μου αὐτοῖς ἀποκαλύπτοντος, σὺ αὐτὸς διὰ φθόνον ἐμοὶ τῷ εὐεργετεῖν αὐτοὺς θέλοντι χαλεπαίνεις.

Καὶ ὁ Πέτρος ἔφη· ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλ᾽ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδ’ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συγκαταθεμένων σοὶ, ἀλλ᾽ ἐμοὶ, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φῂς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δοθῆναι , ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα, ἢ υἱῷ μόνῳ, διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀποκαλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ᾽ ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ.

Καὶ ὁ Σίμων ἔφη· πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι  ὅπλοις. ὃ γὰρ φιλεῖ τις, καὶ γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀποῤῥήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ, ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο. οὐκ πολυλαλιᾶς γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθὲς, οὐκ εἰδὼς ὃ λέγει. λέγω δὲ καὶ περὶ τούτου, οὗ εἴρηκεν· οὐδεὶς ἔγνω τὸν πατέρα. καὶ ὁ Πέτρος σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλλου. καὶ ὁ Σίμων· τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπιτετευγμένα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγὴν, ζητήσω σοι ὡς θέλεις. πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, ἀνοίξομαί σοι τὰ σὰ, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ.

Ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον· οὐδ᾽ ὅτι ἑαυτὸν ἕκαστος ἐλθὼν, ἐφ᾽ οἷς ἐποίησεν αὐτὸς, ὡς αὐθέντην αὐτὸς ἤγγειλεν· οὐδ’ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε, πῶς ἀπιστεῖς, καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀποῤῥήτοις εἶναι, ἀγνοίας γέμει. τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα, εἰπών· τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶς ἐκφαίνων ἀτεχνῶς τὰ ἀπόῤῥητα; καὶ ὁ Πέτρος· τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· οὐκ οὖν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· ὁμολογῶ. τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ, ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων φαίνῃ μοι μὴ δύναμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὴ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀποῤῥήτοις τινὰ λέγει εἶναι πατέρα.

Καὶ ὁ Πέτρος ἔφη· ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ, καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. πρῶτον μὲν θαυμάζω, πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν Δαβὶδ, καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα, καὶ υἱὸν Θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· οὐδεὶς ἔγνω τὸν πατέρα, ἐπεὶ ἀντὶ τοῦ Θεοῦ τὸν Δαβὶδ πάντες ἔλεγον, τὸ δὲ ἐπάζαντα εἰπεῖν, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν, οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι, ὀρθῶς εἴρηται, ὁ γὰρ ἀπ᾽ ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βούλεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν, οὐδὲ Ἑνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι, οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι, οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοηκέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι.

Εἰ δὲ, ὡς φῄς, ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις, ἐκείνους μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ, καὶ δικαιοτάτῳ Θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθὸν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλῃς λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπραγήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτειν, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ, οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς μεμσηκότι. μή τι σὺ εἶ, Σίμων, ὁ ἑστὼς ὁ ταῦτα οὕτως μή ποτε ῥηθέντα εἰπεῖν ἀποθρασυνόμενος;

Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· ἐξομολογοῦμαί σοι κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. καὶ ὁ Πέτρος· οὕτω μὲν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει, ἅ τινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατὴρ, οὐδ’ οὕτως ἄλλον Θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτα ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαΐαν εἰπεῖν· ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς, καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. νῦν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ ἠγνόει, ἅ τινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει, τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος ̓Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν, ἅ τινα ἦν κρυπτὰ, ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν , εἶπεν γάρ· ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. τὸ δὲ εἰπεῖν, ἀπέκρυψας, ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ᾽ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀποῤῥήτων.

Καὶ μὴ λέγε, ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ᾽ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ᾽ ἐπειδὴ ἀπέκρυβον τὴν γνῶσιν τῆς βασιλείας, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ᾽ αὐτῶν ἀπεκρύβη τὰ ἀπόῤῥητα, ἵνα, ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται, καὶ ᾧ μέτρῳ ἐμέτρησαν , μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τοῦ γνῶναι, ὅ μὴ οἶδεν, ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου, κἄν δοκῇ ἔχειν, ἀφαιρεῖται, κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός, καὶ δίδοται τοῖς ἀξίοις, κἄν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι.

Εἰ δέ τις ἐρεῖ· οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ, διὰ τὸ γεγράφθαι· οὐδέν σε ἔλαθεν Ἰσραήλ· μή γὰρ εἴπῃς, Ἰακὼβ, ἀπεκρύβη ἡ ὁδὸς ἀπ᾽ ἐμοῦ· συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀπεκέκρυπτο ἀπ᾽ αὐτῶν, ἡ δὲ εἰς τὴν βασιλείαν εἰσφέρεσα ὁδὸς, ἥ τις ἐστὶν πολιτεία, οὐκ ἀπεκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ᾽ ἐμοῦ ἡ ὁδός. ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν, τῷ καὶ τόν Μωυσῆν λέγειν· ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. καὶ ὁ διδάσκαλος συμφώνως εἷπεν εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι᾽ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν. καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν.

Ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαΐαν ἐκ προσώπου τοῦ Θεοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν, οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαΐας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο Θεόν, ἀλλὰ τὸν ἐγνωσμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου Θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν, καὶ ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν , ἐπαγαγὼν λέγει· οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν. τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ, ὡς ἔφην, μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθὸν, ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας, εἶναι ὑπειληφότες.

Καί τινες μὲν οὕτως ἡμάρτανον, ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως. ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ Θεοῦ τῶν γραφῶν φωνὰς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες, τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδομένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια Θεοῦ ποιήσαντες, ἁμαρτάνοντες, ἰσχυρίζοντο εὐσεβεῖν. δἰ ὅ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν, καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ Θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι.

Πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ. καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἄν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ Θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι· διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν· γίνεσθε τραπεζῖται δόκιμοι. τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.

Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι, ὡς πτοηθεὶς ἔφη· ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν, τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος· ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις, οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενὶ, κἄν σημεῖά τις καὶ τέρατα ποιῇ, κἄν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ, ἢ δι᾽ ὁραμάτων ἢ δι᾽ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται, εἴτε καλῶς εἴτε κακῶς, ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα.

Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· ἔτι τοῦτό μου ἄκουσον, καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτι εἶπον· ὅστις ποτ᾽ ἄν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τοῦ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας Θεὸς τὴν γνώμην τοιοῦτος ὤν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν, καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν, οὔτε ἄλλος τις κἄν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τὸν αὐτὸν μόνον σέβειν, καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι, ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδ’ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχῃ πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδ᾽ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργὸν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς, ὅτι τὸν φύσει σου ποιητήν, οὐ γὰρ λέγω πατέρα , κατέλιπες ἐπ᾽ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσῃς, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.

Ἀλλ᾽ ἐρεῖς· οἶδεν ὅτι οὐκ ἔστιν ἕτερος ὑπὲρ αὐτόν, καὶ διὰ τοῦτο καταλειφθῆναι οὐ δύναται. χάρις οὖν τῷ μὴ εἶναι· τὰ δὲ τῆς γνώμης οἶδεν ἕτοιμα πρὸς ἀγνωμοσύνην. εἰ δὲ εἰδὼς ἀγνώμονά σε ἀποδέχεται, ἐμὲ δὲ εὐγνώμονα ἐπιστάμενος οὐ προσίεται, ἀλόγιστός ἐστι κατὰ τὸν σὸν λόγον, τῷ εὐλόγῳ μὴ κεχρημένος. οὕτω πονηρίας, ὦ Σίμων, ὑπουργὸς ἄν ἀγνοεῖς. καὶ ὁ Σίμων ἀπεκρίνατο· πόθεν οὖν τὸ πονηρὸν πέφυκεν, εἰπὲ ἡμῖν. καὶ ὁ Πέτρος· ἐπειδὴ σήμερον, ἔφη, ἐκβαίνειν ἔφθασας, καὶ ἔφης τοῦ λοιποῦ ὡς βλασφήμου μὴ ἀκούειν ἐμοῦ, αὔριον, εἴγε θέλῃς μαθεῖν, ἐλθόντι διηγήσομαι, καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρήσω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτο εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν, ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν, καὶ ἀποδεχθῆναι μετανοῦντας. ὁ δὲ Πέτρος προσιέμενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους , ἐπέθηκεν τὰς χεῖρας εὐχόμενος, καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς, περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτο εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυχίαν ἐποίησεν, καταλαβούσης ἑσπέρας.

Τῆς δὲ ἄλλης ἡμέρας ὀρθριαίτερον προελθὼν ὁ Πέτρος, καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτὸν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐκκόψας ἔφη· τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε, ὡς ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι, ὅτι μηθὲν ἕτερόν σοι πρόκειται, ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι Θεόν, καὶ τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι, ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὅ πυνθάνομαί σου ἀποκρίνῃ μοι.

Φῄς τινα κακίας ἡγεμόνα εἶναι, ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω, ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσῃς εἶναι τὸν πονηρὸν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος· ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλῃ, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη, πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία; καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· ὁ δὲ τὸ κακὸν σπέρμα σπείρας ἐστὶν ὁ διάβολος. καὶ πάλιν· μὴ δότε πρόφασιν τῷ πονηρῷ. ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· ἔστω ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. καὶ ἄλλῃ που εἶπε· ὑπέσχετο τοῖς ἀσεβέσιν, ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον , ὅ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου, λέγε.

Καὶ ὁ Σίμων· ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι πονηρὸν, ἀπὸ γραφῶν, καὶ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος, καὶ διὰ τί. καὶ ὁ Πέτρος· σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ὅ μὴ γέγραπται. εἰ σὺ φῂς γεγράφθαι, δεῖξον. εἰ δὲ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἤ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι, ἢ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ Θεοῦ διαλεγόμεθας; ὁ δὲ Σίμων, συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὑτοῦ εἴρηκεν, ἔφη· ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φῂς βλασφημίαν, πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δὲ ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός, ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς, ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ Θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο ζητεῖν θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναὶ, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν , ὅν καὶ σὺ φῂς ὑπάρχειν, ἢ γενητὸν εἶναι ἢ ἀγένητον;

Καὶ ὁ Πέτρος ἔφη· ἀνάγκη. καὶ ὁ Σίμων· οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ᾽ αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν Θεοῦ, ἢ ὡς ζῶον γενηθεὶς, ἢ οὐσιωδῶς προβληθεὶς, καὶ ἔξω τῇ κράσει συμβεβηκὼς, [ἢ] ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος ἤ ἄψυχος, ὅθεν γέγονεν, ἢ δἰ αὐτοῦ Θεοῦ, ἢ ἀφ᾽ ἑαυτοῦ, ἢ καὶ ἐξ οὐκ ὄντων [συμ]βέβηκεν, τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ, ὡς οἶμαι, ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν, καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γὰρ πῶς δοκεῖ;

Καὶ ὁ Πέτρος· ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ Θεοῦ φανῇ γεγονὼς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη, ὡς αἰεὶ ὤν, οὐδ᾽ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτὸς ἢ μὴ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος [ἐπι]θεῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύ[νητ]αι, ἢ δυνατὸς ὤν οὐκ ἀναιρεῖ αὐ[τὸν], ἄδικον κρίνας ἀρχὴν μὴ εἰληφότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι, διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μὲν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλείπεται. εἰ δέ ἐστίν τις ἕτερος δυνατὸς, καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὤν μὴ κατορθοῖ, πονηρὸς ὤν ὡμολόγηται, μὴ παύων αὐτὸν, ὡς τοῖς ὑπ᾽ αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδ᾽ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τὸ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν.

Καὶ ὁ Σίμων· ὅτ᾽ ἂν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθῇς, σοὶ τῆς κακίας τὸν αἴτιον δείξω. τότε σοι καὶ πρὸς ἅ εἴρηκας ἀποκρινοῦμαι, καὶ ὅν φῂς Θεὸν ἄμεμπτον, ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· ἐπειδὴ ἀφ᾽ ὧν ἀπ᾽ ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα, ἢ ὡς κακίας ἡγεμόνα τὸν Θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι Θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· ταῦτα ὡς ἀγαπῶν Θεὸν ὅν νενόμικας λέγεις, ἀλλ᾽ οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· σὺ δὲ ὡς κακὸς μισῶν Θεὸν, ὅν ἠγνόησας, βλασφήμους ἀφεὶς φωνάς. καὶ ὁ Σίμων· μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκασας. καὶ ὁ Πέτρος· ὁμολογῶ ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ, ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σὸν ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· ἐπεὶ [ἐπεὶ γ]ἀρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις. τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα Θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ ὂν χαρίζεσθαι. ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δὲ καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι Θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον;

Καὶ ὁ Πέτρος· οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ. ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ, ἀγνοίας αἰτίᾳ, καταλέγεις τοῦ μόνου ἀγαθοῦ Θεοῦ, καὶ μήπω κατ᾽ ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. ἦ [κρί]σιν οἴῃ μὴ ἔσεσθαι. τάχα δὲ μηδ[ὲ καὶ] εἶναι Θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με, μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ. ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι, ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαί με καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπαρχῆς σοι ὑπ᾽ ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.

Καὶ ὁ Πέτρος· ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις, τὰς τοῦ Θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας, ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς, περὶ ὧν θέλεις διαλεχθήσομαι. συνομολογῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, [οὗ]τὴν γένεσιν γραφὴ οἴτε ἀληθὲς, οὔτε ψευδὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι Θεῷ τὸ εὐφημώτερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον, πασῶν ὑπονοιῶν καθαρθεισῶν, καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι , ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν Θεόν.

Πλὴν, ὡς ἔφης, ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῶον γεγένηται, ἢ οὐσιωδῶς ὑπ᾽ αὐτοῦ προβέβληται, ἢ ἔξω κέκραται, ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις, ἢ ἄνευ κράσεως καὶ Θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων, ἢ ὑπὸ Θεοῦ, [ἤ] μηδαμοῦ μηδαμῶς γέγονεν, ἢ ἐκτὸς ἦν Θεοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος ὅθεν γέγονεν, ἢ ἑαυτὸν δημιουργήσας, ἢ ὑπὸ Θεοῦ γεγονὼς, ἢ τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν, εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα, συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων· καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ. λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα. σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα. θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρὸς, εἰ ἀπὸ τοῦ Θεοῦ ζῶον γεγένηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβάλλοντος κακίας τυγχάνει. καὶ [ὁ Πέτ]ρος· οὐ πάντως. ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας, καὶ [κακ]οὺς γεννήσαντας, ἄλλους δὲ [κα]κοὺς ὑπάρχοντας, καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας, καὶ ἀγαθοὺς προβάλλοντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας, καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάϊν καὶ τὸν δίκαιον Ἅβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· ἀνοήτως ποιεῖς περὶ Θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν λέγε περὶ Θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ᾽ οὐ δυνήσῃ.

Αὐτίκα γοῦν τί τὴν ἀρχὴν ἔλεγες; εἰ ἐκ Θεοῦ ὁ πονηρὸς γεγένηται, τῆς αὐτῆς αὐτῷ ὤν οὐσίας, καὶ πονηρός ἐστιν. ἐμοῦ δὲ δείξαντος οὐ[ξ οὗ] περ αὐτὸς ἔδωκας παραδείγματο[ς], ὅτι ἐξ ἀγαθῶν κακοὶ γίνονται καὶ ἐκ κακῶν ἀγαθοὶ, οὐ παρεδέξω, ἀνθρώπινον φήσας εἶναι τὸ παράδειγμα. ὅθεν καὶ νῦν ἐγὼ οὐδὲ τὸ γεγεννῆσθαι Θεὸν παραδέχομαι, ὅτι τὸ γεννᾶν ἀνθρώπων ἐστὶν, οὐ Θεοῦ. ἀλλ᾽ οὔτε ἀγαθὸς ἢ κακὸς, ἢ δίκαιος ἢ ̓ἄδικος εἶναι δύναται ὁ Θεὸς, οὔτε μὴν φρόνιμος ἢ ζῶον ἢ ὅσα ἄλλα ἀνθρώποις προσεῖναι δύναται· ἀνθρώπων γὰρ τὰ τοιαῦτα. καὶ εἰ μὴ χρὴ ζητοῦντας περὶ Θεοῦ διδόναι αὐτῷ τὰ ἀνθρώποις προσόντα καλά, οὐδέν ἐστιν τοῦ λοιποῦ νοεῖν ἢ λέγειν, ἢ τοῦτο μόνον ζητεῖν, τὸ τῆς προαιρέσεως αὐτοῦ, ἥν αὐτὸς συνεχώρησεν ἡμῖν νοεῖν, ὅπως κρινόμενοι ἀναπολόγητοι ὦμεν περὶ ὧν γνόντες οὐκ ἐφυλάξαμεν.

Καὶ ὁ Σίμων ἀκούσας ἔφη· οὐ δυσωπήσεις με, περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὴ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ Θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ Θεῷ τὸ ἀσυγκρίτως ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ Θεῷ. καὶ ὁ Πέτρος ἔφη· λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς, καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ Θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθοὺς, ὁ Θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων [ποιούν]των κακὰ καὶ ἀγαθὰ, αὐτὸς μόνος ἀγαθὰ ποιῶν τέρπεται. οὕτως π[ερ], ἢ οὔ, διὰ τῶν ἀνθρώποις προσόντων καλ[ῶν] εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα; καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος.

Καὶ ὁ Σίμων· οὐκοῦν εἰ ὁ Θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν , τοῦ λοιποῦ τί ἐστιν νοεῖν, ἢ ὅτι τὸν πονηρὸν ἑτέρα τις ἐγένδησεν ἀρχὴ, ἢ ἄρ᾽ ἀγέννητόν ἐστιν. καὶ ὁ Πέτρος· οὔτε ἑτέρα τις νύναμις ἐγέννησεν τὸν πονηρὸν, οὔτε ἀγέννητόν ἐστιν τὸ κακὸν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται, ὡς ἀπ᾽ ἀρχῆς ὑπεσχόμην, ὅτι κατὰ πάντα τρόπον ὁ Θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ Θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρίτως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐσιῶν, θερμοῦ τε καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. [ἔφ]υ μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ [ὄντ]α πρὸς οὐθὲν ἕτερον ἔχειν τὴν ὄρε[ξι]ν, προβληθέντα δὲ ὑπὸ τοῦ Θεοῦ [κ]αὶ ἔξω κραθέντα γενέσθαι ζῶον, προαίρεσιν ἔχον ὀλοθρεῦσαι κακούς. καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγεννημένων, ὁ πονηρὸς οὔτε ἄλλοθέν ἐστιν, οὔτε ἀπ᾽ αὐτοῦ τοῦ πάντα πεποιηκότος Θεοῦ τὴν κακίαν εἴληφεν, παρ᾽ ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι ὡς ἕτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία· ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλοθρεῦσαι οὐ δύναται, οὐδ᾽ εἰ βουληθείη, νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόντων ἔχει ἐξουσίαν. ἀγνοῶν οὖν τὰ ἕκαστα τῶν τρόπων τὴν κατ᾽ αὐτῶν λαμβά [νει ἐμ] πειρίαν, καὶ διελέγξας τιμωρ [εῖ. καὶ ὁ Σί] μων ἔφη· δυνατὸς οὖν ὑπάρχ[ων συγ]κιρνᾶν τὰ στοιχεῖα, καὶ ποιεῖν κρᾶ[σιν] πρὸς ἅς βούλεται γενέσθαι προ [αιρέ]σεις, διὰ τί μὴ ἀγαθῶν προαιρ [ετικὴν] ἐποίει τὴν ἑκάστου κρᾶσιν;

Καὶ ὁ Πέτρος· νῦν ἡμῖν ὁ λόγος πρόκειται, πῶς ἐγένετο ὁ πονηρὸς, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξιῶ τὸν νῦν ἡμῖν προκείμενον λόγον· πότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω, καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ Θεοῦ προβεβλῆσθαι τέσσαρας οὐσίας. καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως [συμβε]βήκει, οὐκ ἦν ἄν τῷ Θεῷ τὸ τῆς [κράσε]ως βέβαιον· μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβή[σων]ται προσπολεμοῦντες αὐτοῦ τοῖς [βουλ]ήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῶν καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι.

Καὶ ὁ Σίμων· τί δὲ εἰ ὕλη αὐτῷ σύγχρονος οὖσα καὶ ἰσοδύναμος ὡς ἐχθρὰ προβάλλει αὐτῷ ἡγεμόνας, ἐμποδίζοντας αὐτοῦ τοῖς βουλήμασιν. καὶ ὁ Πέτρος· εἰ ἀΐδιός ἐστιν ἡ ὕλη, οὐδὲ ἐχθρά τινός ἐστιν, τὸ γὰρ αἰεὶ ὄν καὶ ἀπαθές ἐστιν, ἀπαθὲς δὲ ὅν μακάριόν ἐστιν, μακάριον δὲ ὅν ἔχθρας δεκτικὸν γενέσθαι οὐ δύναται, ἀϊδίῳ κτίσει στερηθῆναί τινος μὴ πεφοβημένη. πῶς δὲ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν δημιουρὸν ἡ ὕλη, ὁπότε*