[Ἑρμοῦ τοῦ τρισμεγίστου.] ὅτι μέγιστον κακὸν ἐν τοῖς ἀνθρώποις ἡ περὶ τοῦ θεοῦ ἀγνωσία Anonymous Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson proofreader Hanhardt Lia CTS conversion Center for Hellenic Studies Charlotte Houghton Open Greek and Latin tlg1286.tlg007.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg1286.tlg007.1st1K-grc1 Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus. Oxford Oxford University Press 1924 1 The Internet Archive

Lace v. 0.6.11 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts sections.

Greek Latin Minor revisions to markup and formatting CTS conversion.

Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνωσίας ἄκρατον [λόγον] ἐκπιόντες; ὃν οὐδὲ φέρειν δύνασθε, ἀλλ᾽ ἤδη αὐτὸν καὶ ἐμεῖτε. στῆτε νήψαντες, ἀναβλέψαντες τοῖς τῆς καρδίας ὀφθαλμοῖς, καὶ εἰ μὴ πάντες δύνασθε, οἵ γε καὶ δυνάμενοι.

ἡ γὰρ τῆς ἀγνωσίας κακία ἐπικλύζει πᾶσαν τὴν γῆν, καὶ συϲϲΎρει τὴν ἐν τῷ σώματι κατακεκλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίϲασθαι τοῖς τῆς σωτηρίας λιμέσι. μὴ συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύματι·

ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ [τῆς σωτηρίας] λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε χειραγωγόν, τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους· ὅπου οὐδὲ εἷς μεθύει, ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ καρδίᾳ εἰς τὸν ⟨οὕτως⟩ ὁραθῆναι θέλοντα· οὐ γάρ ἐστιν ἀκουστός, οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ.

πρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα, ⟨⟨τὸν σκοτεινὸν περίβολον,⟩⟩ τὸ τῆς ἀγνωσίας ὕφασμα, τὸ τῆς κακίας ⎡στήριγμα⎤, τὸν τῆς φθορᾶς δεσμόν, [[τὸν σκοτεινὸν περίβολον,]] τὸν ζῶντα θάνατον, τὸν αἰσθητ⟨ικ⟩ὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοικον λῃστήν, ⟨⟨⟨τὸν⟩ ἐχθρὸν⟩⟩ τὸν [δι᾽] ὧν ⟨ἐ⟩φίεϲαι μισοῦντα καὶ [δι᾽] ὧν ⟨ἐπιθυ⟩μ⟨ε⟩ῖς ⟨σ⟩οι φθονοῦντα.

τοιοῦτός ἐστιν ὃν ἐνεδύσω [[ἐχθρὸν]] χιτών[α], ἄγχων σε κάτω πρὸς αὑτόν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενος τὸ κάλλος τῆς ἀληθείας, καὶ τὸ ἐ[γ]κεῖ μένον ἀγαθόν, μισήσῃς τὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλὴν ἣν ἐπεβούλευσέ σοι, τὰ [δοκοῦντα καὶ μὴ] νομιζόμενα αἰσθητήρια ἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξας, καὶ μυσαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧν ἀκούειν σε δεῖ, μήτε βλέπῃς [περὶ ὧν] ⟨ἃ⟩ βλέπειν σε δεῖ.