Lace v. 0.6.11 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections.
⟨...⟩ περὶ οὐδὲν γὰρ αὐτῶν ὁ θάνατος· ἀλλὰ ⟨ὄ⟩νο[η]μά ἐστιν Ἡ θανάτου προσηγορία[ς ἢ] κενὸν ἔργοΥ. [ἢ κατὰ στέρησιν τοῦ πρώτου γράμματος λεγόμενος θάνατος ἀντὶ τοῦ ἀθάνατος.] ὁ γὰρ θάνατος ἀπώλειά[ς] ἐστιν, οὐδὲν δὲ τῶν ἐν τῷ κόσμῳ ἀπόλλυται. εἰ γὰρ δεύτερος θεὸς ὁ κόσμος, καὶ ζῷον ἀθάνατον, ἀδύνατόν ἐστι τοῦ ἀθανάτου ζῴου μέρος τι ἀποθανεῖν· πάντα δὲ τὰ ἐν τῷ κόσμῳ μέρη ἐστὶ τοῦ κόσμου. [μάλιστα δὲ ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, τὸ λογικὸν ζῷον.]
πρῶτος γὰρ πάντων, ⟨⟨καὶ⟩⟩ ὄντως [[καὶ]] ἀίδιος καὶ ἀγέννητος, [καὶ] ⟨ὁ⟩ δημιουργὸς τῶν ὅλων θεός· δεύτερος δὲ ὁ κατ᾽ εἰκόνα αὐτοῦ ὑπ᾽ αὐτοῦ γενόμενος, καὶ ὑπ᾽ αὐτοῦ συνεχόμενος καὶ τρεφόμενος, ⟨⟨ἀείζωο⟨ς ὤ⟩ν, ὡς⟩⟩ ἀθανατιζόμενος [ὡς] ὑπὸ ἀιδίου ⟨ὄντος τοῦ⟩ πατρός [[ἀείζωον ὡς]] [ἀθάνατος]. τὸ γὰρ ἀείζωον τοῦ ἀιδίου διαφέρει. ὁ μὲν γὰρ ⟨πατὴρ⟩ ὑπὸ ἑτέρου οὐκ ἐγένετο· εἰ δὲ καὶ ἐγένετο, ὑφ᾽ ἑαυτοῦ· ⟨μᾶλλον δὲ⟩ οὔποτε ἐγένετο, ἀλλ᾽ ἀεὶ ⟨ἔστιν· ὁ δὲ κόσμος ἀεὶ⟩ γίνεται. τὸ γὰρ αἴτον ⟨τ⟩οῦ [ἀίδιόν ἐστι] ⟨εἶναι⟩ τὸ πᾶν ⟨ὁ πατήρ⟩· ὁ δὲ πατὴρ αὐτὸς ἑαυτοῦ αἴτιος. ὁ δῊ κόσμος ὑπὸ τοῦ πατρὸς ἀιδί⟨ου ὄντ⟩ος [καὶ] ἀθάνατος γέγονε.
καὶ ὅσον ἦν τῆς ὕλης ὑποκείμενον τῷ ἑαυτοῦ ⟨θελήματι⟩,
αὕτη δὲ ἡ ἀταξία ⟨π⟩ερὶ τὰ ἐπίγεια ζῷα γίνεται. τῶν γὰρ οὐρανίων τὰ σώματα μίαν τάξιν ἔχει, ἣν εἴληχεν ἀπὸ τοῦ πατρὸς τὴν ἀρχήν· τηρεῖται δὲ αὕτη ὑπὸ τῆς ἑκάστου ἀποκαταστάσεως ἀδιάλυτος. ἡ δὲ ἀποκατάστασις τῶν ἐπιγείων σωμάτων ⟨διαλυθείσης γίνεται τῆς⟩ συστάσεως· ⟨τ⟩ῇ δὲ διαλύσει ⟨τ⟩αύτῃ ἀποκαθίσταται εἰς τὰ ἀδιάλυτα σώματα, τουτέστι τὰ ἀθάνατα· καὶ οὕτω στέρησις γίνεται τῆς αἰσθήσεαως, οὐκ ἀπώλεια ⟨⟨ζω῀Ηϲ⟩⟩ [τῶν σωμάτων].
τὸ δὲ τρίτον [[ζῷον]] ὁ ἄνθρωπος, κατ᾽ εἰκόνα τοῦ κόσμου γενόμενος, ⟨ν⟩οῦ⟨ν⟩ κατὰ βούλησιν τοῦ πατρὸς ἔχων παρὰ τὰ ἄλλα ἐπίγεια ζῷα, οὐ μόνον πρὸς τὸν δεύτερον θεὸν συμπάθειαν ἔχων, ἀλλὰ καὶ ἔννοιαν τοῦ πρώτου. τοῦ μὲν γὰρ αἰσθάνεται ὡς σώματος, τοῦ δὲ ἔννοιαν λαμβάνει ὡς ἀσωμάτου