Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts sections.
Τῶν ποιημάτων τὰ μέν ἐστι κατὰ στίχον, τὰ δὲ συστηματικά, τὰ δὲ μικτά, τὰ δὲ κοινά.
Κατὰ στίχον μὲν ὅσα ὑπὸ τοῦ αὐτοῦ μέτρου καταμετρεῖται, ὡς τὰ Ὁμήρου καὶ
τῶν ἐποποιῶν ἔπη· καταχρηστικῶς δὲ κἂν ὑπὸ κώλου ἢ κόμματος, ὡς τὸ Καλλιμάχειον τοῦτο
ποιημάτιον (118)
ἡ παῖς ἡ κατάκλειστος,
τὴν οἵ φασι τεκόντες.
Συστηματικὰ δὲ ὅσα ὑπὸ πλειόνων μέτρων εἰς ἓν σῶμα παραληφθέντων καταμετρεῖται ἢ συμπληροῦται.
Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει ὑπὸ στίχου καταμετρούμενον, μέρος δὲ συστηματικόν.
Κοινὰ δὲ ὅσα ὑπὸ συστήματος μὲν καταμετρεῖται, αὐτὸ δὲ τὸ σύστημα ἔχει πληρούμενον, οἷά ἐστι τὰ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ Σαπφοῦς· ἐν οἷς καταμετρεῖται μὲν ὑπὸ διστιχίας, αὐτὴ δὲ ἡ διστιχία ὁμοία ἐστί.
Καὶ κατὰ σχέσιν μέν ἐστιν, ὅσα μετρεῖται ὑπὸ συστήματος, καλεῖται δὲ
οὕτως διὰ τὸ
Ἐξ ὁμοίων δὲ ὅσα ἐκ τοῦ αὐτοῦ ποδὸς ἐστιν ἢ τῆς αὐτῆς συζυγίας ἢ τῆς αὐτῆς περιόδου ἀρχικῆς, οὔτε ὑπὸ στίχου οὕτε ὑπὸ συστήματος καταμετρούμενα.
Μετρικὰ δὲ ἄτακτα, ὅσα ἐκ μέτρων μὲν ὁμολογουμένων
Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην,
οὐ πλάτει νικῶν σώματος, ἀλλὰ τέχνᾳ,
Ἀριστόδαμος θράσυος Ἀλεῖος πάλᾳ.
Μικτὰ δὲ ὅσα μέρος μέν τι ἔχει κατὰ σχέσιν, μέρος δέ τι ἀπολελυμένον ἢ ἐξ ὁμοίων.
Κοινὰ δὲ ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν γέγραπται τοῦ συστήματος, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν· οἷον, φέρʼ εἰπεῖν, ἐξ ὁμοίων ὄντα κατὰ σχέσιν δοκεῖν γεγράφθαι.
Τοσαῦτα μὲν δὴ ταῦτα.
Πάλιν δὲ ἕκαστα τῶν προειρημένων ὑποδιαιρετέον. Τῶν γὰρ κατὰ σχέσιν τὰ
μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ
ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν,
Τὰ μὲν οὖν μονοστροφικά ἐστιν, ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται.
Τὰ δὲ
Τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ τὰς μὲν περικοπὰς ὁμοίας ἀλλήλαις ἔχει, τὰς δὲ ἐν ταῖς περικοπαῖς περιόδους ἀνομοίους· καλεῖται δὲ τὰ μὲν δυαδικά, ὅσα δύο τὰς ἐν τῇ περικοπῇ περιόδους ἔχει, τὰ δὲ τριαδικά, ὅσα τρεῖς, τὰ δὲ τετραδικά, ὅσα τέσσαρας· καὶ ἐπὶ τῶν ἑξῆς κατὰ τὸν αὐτὸν λόγον.
Ἀντιθετικὰ δέ, ὅσα κατὰ σχέσιν μὲν γέγραπται,
Μικτὰ δὲ κατὰ σχέσιν ἐστίν, ὅσα ἐκ μερῶν ἐστιν, πάντων μὲν κατὰ σχέσιν,
ἀνομοίων δὲ ἀλλήλοις κατὰ τὴν ἰδέαν,
Κοινὰ δέ ἐστι κατὰ σχέσιν, ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν τῶν κατὰ σχέσιν γέγραπται, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν, οἷον, εἰ μονοστροφικῶς γραφὲν δύναται τοῦτο καὶ ἐπῳδικῶς γεγράφθαι δοκεῖν.