Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section.
Μέγας ἀπ’ οὐρανοῦ καὶ χαλεπὸς ἀγὼν Ὁμήρῳ καταγγέλλεται περὶ τῆς εἰς τὸ θεῖον ὀλιγωρίας. Πάντως γὰρ ἠσέβησεν, εἰ μηδὲν ἠλληγόρησεν· ἱερόσυλοι δὲ μῦθος καὶ θεομάχου γέμοντες ἀπονοίας δι’ ἀμφοτέρων τῶν σωματίων μεμήνασιν. ὥστε εἴ τις ἄνευ φιλοσόφου θεωρίας, μηδενὸς αὐτοῖς ὑφεδρεύοντος ἀλληγορικοῦ τρόπου νομίζοι κατὰ ποιητικὴν παράδοσιν εἰρῆσθαι, Σαλμωνεὺς ἂν Ὅμηρος εἴη, καὶ Τάνταλος, ἀκόλαστον γλῶσσαν ἔχων, αἰσχίστην νόσον, ὥστε ἔμοιγε καὶ σφόδρα συμβέβηκε
Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, ὅτι οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ πάντως ἁγνεύουσαν λύμης ἰλιὰς πρώτη, καὶ μετὰ ταύτην ὀδύσσεια, σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας εὐσεβείας κέκραγε φωνήν· Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν.
Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως τρέμεν οὔρεα μακρὰ καὶ ὕλη.
Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι· Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω
Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; — — μάκαρες θεοὶ αἰὲν ἐόντες, καὶ — — ἄφθιτα μήδε’ ἔχοντες· ἢ νὴ Δία, δωτῆρες ἐάων, καὶ ῥεῖα ζώοντες.
Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὅσσε φάανθεν.
Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα
ἢ κατὰ Τηύγετον περιμήκετον, ἢ Ἑρύμανθον,
Τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν.Οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον,
Τοὒνεκ’ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.
Τίς δ’ ἐπὶ τούτοις Ὅμηρον ἀσεβῆ λέγειν τολμᾷ; Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων.
Ὑμεῖς μάρτυροι ἐστὲ τῆς Ὁμήρου θεοσεβείας, ὅτι πάθεσιν ἐξαιρέτοις ἅπαν νεωκορεῖ τὸ δαιμόνιον, ἐπεὶ καὶ αὐτός ἐστι θεῖος, εἰ δ’ ἀμαθεῖς τινες ἄνθρωποι τὴν ὁμηρικὴν ἀλληγορίαν ἀγνοοῦσιν, οὐδ’ εἰς τὰ μύχια τῆς ἐκείνου σοφίας καταβεβήκασιν, ἀλλ’ ἀβασάνιστος αὐτοῖς ἡ τῆς ἀληθείας κρίσις ἔρριπται, καὶ τὸ φιλοσόφως ῥηθὲν οὐκ εἰδότες, ὃ μυθικῶς δοκεῖ πλάσαι, προςαρμόζουσιν, οὗτοι μὲν ἐρρέτωσαν. Ἡμεῖς δ’, οἳ τῶν ἀβεβήλων ἐντὸς περιρραντηρίων ἡγνίσμεθα, σεμνὴν ὑπὸ νόμῳ τῶν ποιημάτων τὴν ἀλήθειαν ἰχνεύωμεν.
’Ηέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις,
Καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἱ ὑπένερθε καμόντας
Ἀνθρώπους τίνυσθον, ὅ τις κ’ ἐπίορκον ὀμόσσῃ·
Ἐρρίφθω δὲ καὶ Πλάτων ὁ κόλαξ, Ὁμήρου συκοφάντης, ἔνδοξον ἀπὸ τῆς ἰδίας πολιτείας τὸν φυγάδα Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται
Καὶ τὸ πικρότατον, ἀρχὴν ἑκάτεροι τῶν παρ’ ἑαυτοῖς δογμάτων ἔχοντες Ὅμηρον, ἀφ’ οὗ τὰ πλεῖστα τῆς ἐπιστήμης ὠφέληνται, περὶ τοῦτον ἀχαρίστως εἰσιν ἀσεβεῖς. ἀλλ’ ὑπὲρ μὲν Ἐπικούρου καὶ Πλάτωνος αὖθις ἐξέσται λέγειν.
Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι. σχεδὸν γὰρ αὐτὸ τοὔνομα, καὶ λίαν ἐτύμως εἰρημένον, ἐλέγχει τὴν δύναμιν αὐτῆς. Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ, ὧν λέγει, σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται· καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως· Γλαῦκ’ ὅρα, βάθυς γὰρ ἤδη κύμασιν ταράσσεται
ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος,
σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος.
Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρήσομεν ἀλληγοροῦντα. τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξίσου χειμερίῳ προςεικάζει καταστήματι θαλάσσης Ἀσυνέτημι τῶν ἀνέμων στάσιν·
τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται,
τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον
νᾶι φορήμεθα σὺν μελαίνᾳ
χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα.
πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει,
λαῖφος δὲ πὰν ζάδηλον ἤδη
καὶ λάκιδες μεγάλαι κατ’ αὖτο.
Χόλαισι δ’ ἄγκυραι.Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω
κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλασσεύει, καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγίοις χειμῶσιν εἰκάζει. Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων, τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν, οὕτω λέγων·
στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν
ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ.Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα
νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν;
ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,
ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου.
νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις·
δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην.
Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων. ἀπόχρη ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμηριώσασθαι φύσιν. Ἀλλ’ οὐκ αὐτὸς Ὅμηρος ἀμφιβόλοις, ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος, ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδεδωκὼς τοῦτον, ἐν οἷς Ὀδυσσεὺς, τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν, φησίν; Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς.
Ὁπότ’ οὖν συνήθης μὲν ἅπασι τοῖς ἄλλοις ὁ τῆς ἀλληγορίας τρόπος, ἠγνόηται δὲ οὐδὲ παρ’ Ὁμήρῳ, τί παθόντες, ὅσα φαύλως ἔχειν δοκεῖ περὶ θεῶν, οὐ διὰ τῆς αὐτῆς ἀπολογίας θεραπεύσομεν; τάξις δέ μοι γενήσεται τῶν λόγων ἡ τῶν ὁμηρικῶν ἐπῶν τάξις, ἐν ἑκάστῃ ῥαψῳδίᾳ διὰ λεπτῆς ἐπιστήμης δεικνύντι τὰ περὶ θεῶν ἠλληγορημένα. Ὁ τοίνυν μιαρὸς ἀεὶ καὶ βάσκανος φθόνος οὐδὲ τῆς πρώτης ἐν ἀρχῇ πέφεισται. πολὺς γὰρ αὐτῷ θρυλεῖται περὶ τῆς Ἀπόλλωνος ὀργῆς λόγος, ὅτι τοὺς οὐδὲν αἰτίους Ἕλληνας οἱ μάτην ἀφεθέντες ὀϊστοὶ παρανάλωσαν, καὶ οὕτως ἄδικός ἐστιν ἡ τούτου μῆνις, ὥςθ’ ὁ μὲν ὑβρίσας Χρύσην Ἀγαμέμνων οὐδὲν ἐξαίρετον ἔπαθεν, ὀφείλων, εἴπερ ἠδίκει, κολασθῆναι· οἱ δ’ ἐπιβοήσαντες, αἰδεῖσθαι θ’ ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα
Ἠκρίβωται δ’ ἡ περὶ τούτων ἀπόδειξις καὶ Ἀπολλοδώρῳ, περὶ πᾶσαν ἱστορίαν ἀνδρὶ δεινῷ· τοῦτ’ ἔγωγε τὴν ἐπὶ πλέον ἐξεργασίαν καὶ ἀκαίρου λόγου περιττὸν ὑπερθήσομαι μῆκος· ἐκεῖνο δὲ, ὃ ἐκ τῆς ἡμετέρας εἰκασίας ἀναγκαῖον εἰπεῖν, οὐ παρήσω, δεικνὺς, ὅτι καὶ καθ’ Ὅμηρον αὑτός ἐστιν Ἀπόλλων καὶ ἥλιος. τοῦτο δὲ, εἰ λεπτῶς ἐθέλει σκοπεῖν τις, ἐξ ἁπάντων εὑρήσει τῶν ἐπιθέτων γνώριμον ὄν. Ἀμελεὶ Φοῖβον αὐτὸν εἴωθε συνεχῶς ὀνομάζειν, οὐ μὰ Δία οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασὶν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δ’ ἐκ μητέρων οὐκ ἂν εὕροι τις ὅλως παρ’ αὐτῷ. Φοῖβον οὖν, ἀπὸ τῶν ἀκτίνων λαμπρῶν αὐτὸν ὀνομάζει, τὸ μόνον ἡλίῳ προςῆκον ἐξ ἴσου κοινώσας Ἀπόλλωνι. Καὶ μὴν οὐδ’ ἑκάεργον εἰκός ἐστιν Ἑκαέργης ὁμώνυμον
Ταῦτα τοίνυν εἰρήσεται, ἀνθ’ ὅτου ποτὲ τὸν αὐτόν ἀπεφηνάμην ἥλιον Ἀπόλλωνι. καὶ τί πειρώμενος κατασκευάζειν; ὅτι αἱ λοιμικαὶ νόσοι τὴν μεγίστην ἔχουσι Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν
Ἐπειδήπερ οὖν ἕνα μὲν καὶ τὸν αὐτὸν ὑφίσταται τῷ Ἀπόλλωνι τὸν ἥλιον, ἐκ δὲ τοῦ λίου τὰ τοιαῦτα τῶν παθημάτων συνίσταται, φυσικῶς ἐπέστησε τῷ λοιμῷ τὸν Ἀπόλλωνα καὶ ὅτι, καθ’ ὃν καιρὸν συνέβαινε τοὺς Ἕλληνας ἐν τῷ λοιμῷ νοσεῖν, θέρειος ἦν ὁ
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.ὅτε τ’ ἤματα μακρὰ πέλονται.
μία γὰρ ἀπὸ τῆς Ἀγαμέμνονος ἀριστείας ἐπὶ τὴν Ἀχιλλέως ἄνοπλον ἔξοδον ἡμέρα παρατείνεται, καὶ τὸ μεῖζον, οὐδ’ ὁλόκληρος· Ἡέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη
χρεωκοπήσασα τῶν ὑπολειπομένων ὡρῶν οὐκ ὀλίγον, οἶμαι, μέρος.
Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι.
Αἱ δὲ μεταξὺ πράξεις εἰς ὀκτὼ ῥαψῳδίας μερίζονται. Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
οἳ καὶ δίχα τῶν ἀπ’ οὐρανοῦ φερομένων ὑετῶν ἱκανοὶ τὸ πεδίον ἦσαν ἐκλιμνάσαι. Φέρε δ’ οὖν. ὑπ’ ἀναισθησίας τοὺς βαρβάρους τὸ ἀσύμφορον ἑλέσθαι ποιεῖν· ἀντὶ τίνος δ’ οἱ πάντας φρονήσει διαφέροντες Ἕλληνες ἐπιλεξάμενοι τοὺς ἀρίστους ἐπὶ τὴν κατασκοπὴν νύκτωρ ἀποπέμπουσι ἵν’ ἐκ τοῦ κατορθῶσαι. τί τηλικοῦτον ὠφεληθῶσιν, ὁπόσῃ βλάβη διαμαρτόντων ἀπήντα;
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
Καὶ Σιμόεις.
Μετὰ γὰρ τὴν στρατηγικὴν Ἀγαμέμνονος διάπειραν, ἐξαναστάντες οἱ Ἕλληνες ἐπὶ τὰς ναῦς κατατρέχουσιν, ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν.
οὐ δήπου, κατὰ πρῷραν ἐστηκότων τῶν ἀνέμων, οὐδ’ ἀπειλούσης τῆς θαλάττης· τίς γὰρ ἂν ἦν κυβερνήτης τοὶ δ’ ἀλαλητῶ
τίνι τρόπῳ τῆς γῆς ἔτι διάβροχον ἐχούσης τοὔδαφος; ἔν τε ταῖς ἐφεξῆς παρατάξεσιν εἴωθε συνεχῶς λέγειν,
Νῆας· ἒπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη
Ἳστατ’ ἀειρομένη.Λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν
Τί δ’ ἐπὶ τοῦ τετρωμένον Σαρπηδόνος; οὐ ῥιπὴ βόρειος
Οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων.Ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν,
ἀναψύξεως δεομένου τοῦ σώματος ἐν ἀέρι διαπύρῳ. καὶ πάλιν ἑτέρωθί που, Δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο,
Καὶ Ἱδρῶ ἀπεψύχοντο, πίον τ’, ἀκέοντό τε δίψαν.
ἅπερ ἐν χειμῶνι μὲν ἀμήχανα συμβῆναί τινι, θέρους δὲ μαχομένοις ἦν ἀλεξήματα. τί δεῖ τὰ πολλὰ μηκύνειν; σχεδὸν γὰρ ἀπόχρη, κἂν εἴ τι τῶν εἰρημένων ἓν ἀπεδείξαμεν, ἐκφῆναι τοῦ ἔτους τὸν καιρόν Καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
Καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον.
Εἰ δὲ θέρος μὲν ὡμολόγηται κατ’ ἐκεῖνον εἶναι τὸν χρόνον, αἱ δὲ νόσοι· περὶ τὴν θέρειον ὥραν συνίστανται, τῶν δὲ λοιμικῶν παθημάπων προστάτης Ἀπόλλων, τί λοιπὸν, ἠ δοκεῖν τὸ συμβεβηκὸς οὐ θεοῦ μῆνιν, ἀλλὰ συντυχίαν ἀέρος γενέσθαι; σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται, μὴ δι’ ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ’ ἐπὶ τέλει τοῦ καθειμαρμένου χρόνου τῆς ἁλώσεως ἀνεληλυθέναι. Καὶ
Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νό· σου διασκεψώμεθα. σχεδὸν γὰρ ἅπαντα συνᾴδει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. καὶ πρῶτόν γε φυσικὴν ὑπεστήσατο τὴν φερομένην ἀπὸ τῶν ὀιστῶν φωνήν. οὐ μὰ Δί’, οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλὰ Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο
εἰσὶ γὰρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα, καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς, ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων σωμάτων ἡ κυκλοπόρος βία ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. τούτους
Αὐτοῦ κινηθέντος.
Ἀρχὴ δὲ ταύτης τῆς δόξης Ὅμηρος, εἰπὼν τὰς Ὁ δ’ ἤιε νυκτὶ ἐοικώς.
Οὐ γὰρ ἀκήρατον φῶς, οὐδ’ ἀμιγὲς ἀχλύος μελαίνης ὑφίσταται τὸ τοῦ ἡλίου, νυκτὶ δ’ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πάθεσιν ἐπιπροσθεῖν τῷ δι’ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων Ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκεν·
Εἰ γοῦν δι’ ὀργὴν ἐτόξευεν, ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα νῦν δ’ ἀλληγορῶν
Δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο;
Καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.
οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων οὐδ’ ἂν ὁ θυμὸς ἀφρόνως ἡμιόνοις ἐνήκμαζε καὶ κυσὶν, ὡς τὸ Θρᾳκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμφιπολίτην Ζωίλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληναφοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτου παρίστησιν· οἱ γὰρ ἐμπειρίαν ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες, δι’ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν. ἀπὸ τῶν τετραπόδων ζῳων ἀρχόμενον. κατ’ ἄμφω δ’ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστ’ εὐάλωτα πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τὸ Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾢχετο κῆλα θεοῖο.
μάλιστα γὰρ ἐν τῇ παρ’ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦθ’, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίγνονται τῶν ἡμερῶν.
Λυτὴρ δ’ Ἀχιλλεὺς τῆς νόσου· Χείρων γὰρ αὐτὸν ἐδίδαξε, δικαιότατος Κενταύρων,
ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττὸς δ’ ἦν τὴν ἰατρικὴν, ὅθεν γνώριμον αὐτῷ φασὶν εἶναι καὶ Ἀσκληπιόν. προςέθηκε δ’ Ἀχιλλεῖ θεραπεύοντι, φυσικῶς ἀλληγορήσας, θεὰν Ἥραν· Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρῃ.
δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοιχείων, αἰθέρος τε καὶ ἀέρος, τὸν μὲν Δία, τὴν πυρώδη φαμὲν οὐσίαν. ἡ δὲ Ἥρα μετ’ αὐτόν ἐστιν ἀήρ, μαλακώτερον στοιχεῖον, διὰ τοῦτο καὶ θῆλυ. τὰ δ’ ἀκριβῆ περὶ τούτου διαλεξόμεθα μικρὸν ὕστερον. νῦν δ’ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος ἀέρος, αἰφνιδίως διεκρίθη τὸ σύμβαμα. οὐδὲ γὰρ ἀλόγως Οἱ δ’ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ’ ἔβαλλον.
Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἡ τὸν ἥλιον ἱλάσκεσθαι, δι’ ἧς προςηνέγκατο θυσίας. ἀμέλει πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,
Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.Τοῖσιν δ’ ἴκμενον οὖρον ἳει ἑκάεργος Ἀπόλλων,
τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. ἄχρι γὰρ οὐδέπω φλογώδης, οὐδ’ ἔμπυρος πρὸς μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο το ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἴκμενον ἀποστείλας ἄνεμον, τὸν ἀπὸ τῆς ἰκμάδος πνέοντα. τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν.
Ἐφεξῆς δ’ ἡμῖν σκεπτέον ὑπὲρ τῆς ἐφισταμένης Ἀθηνᾶς Ἀχιλλεῖ· Ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος· ἦλθε δ’ Ἀθήνῃ
Οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,
Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε.
Στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα,
Οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔτις ὁρᾶτο.
Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω
Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν.
Τὸ μὲν γὰρ πρόχειρον ἐκ τῶν λεγομένων ἔστιν εἰπεῖν, ὅτι μεταξὺ τοῦ σπωμένου σιδήρου, ἡ θεὰ, παντὸς ὀξυτέρα τάχους τὴν οὐράνιον ἐκλιποῦσα διατριβὴν, ἐμποδὼν ἔστη τῇ μιαιφονίᾳ, πάνυ γραφικῷ σχήματι τῆς κόμης ἀπρὶξ ὄπισθεν Ἀχιλλέως λαβομένη. λαμπρά γε μὴν καὶ λίαν φιλόσοφος ὑφεδρεύει τοῖς νοουμένοις κατ’ ἀλληγορίαν ἐπιστήμη. πάλιν οὖν ὁ πρὸς Ὅμηρον ἀχάριστος [ἐν τῇ πολιτείᾳ] Πλάτων ἐλέγχεται διὰ τούτων τῶν· ἐπῶν, τὸ περὶ τῆς ψυχῆς δόγμα νοσφισάμενος ἀπ’ αὐτοῦ· τὴν γὰρ ὅλην ψυχὴν διῄρηκεν εἰς γένη δύο, τό τε λογικὸν καὶ τὸ ἄλογον ὑπ’ αὐτοῦ προσαγορευόμενον.
Ταῦτα τοίνυν ὥςπερ ἐκ πηγῆς τῶν ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετηρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον· ὅτι μὲν γὰρ ό θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, ὁ Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν.τῇ κατὰ μνηστήρων ὀργῇ, καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυροκρουστῶν τὴν καρδίαν· Στῆθος δὲ πλῆξας κραδίην ἠνίπαπε μύθῳ·
Τέτλαθι δὴ κραδίῃ· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαὶ, πρὸς ταύτην Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον.
Ἀντὶ τίνος, Ὁμηρε; Δητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν.
Ὥσπερ γὰρ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκοποῦσι, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμνοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν.
Λοιπὸν οὖν καταλείπεται ζητεῖν, ἐν ᾧ τόπῳ τὸ λογικόν ἵδρυται μέρος. ἔστι τοίνυν ἡ κεφαλὴ καθ’ Ὅμηρον ἐν τῷ σώματι τὴν κυριωτάτην εἰληχυῖα τάξιν. ὅλον οὖν εἴωθεν ὀνομάζειν τὸν ἄνθρωπον, ἐξαιρέτως ἀφ’ ἑνός τοῦ κρατίστου τὰ λοιπὰ δηλῶν, Τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχεν,
καὶ σαφέστερον ἔτι ἐπὶ τοῦ Νέστορος ἵππου, κυριώτατον ἀποφαίνεται τοῦτο τὸ μέρος·
Αἴανθ’.ὅθι τε πρῶται τρίχες ἵππων
ταύτην δὲ τὴν δόξαν ἀλληγορικῶς βεβαιῶν, τὰ κατὰ τὴν Ἀθηνᾶν ἡμῖν παραδέδωκεν. ἐπειδὴ γὰρ ὁ Ἀχιλλεὺς, ὑπόπλεως ὀργῆς γενόμενος, ὥρμησεν ἐπὶ τὸν σίδηρον, ἐπισκοτουμένου τοῦ κατὰ τὴν κεφαλὴν λογισμοῦ τοῖς περὶ τὰ στέρνα θυμοῖς, κατ’ ὀλίγον ἐκ τῆς ἀγανακτούσης μέθης ὁ νοῦς ἐπὶ τὸ βέλτιον ἀνένηψεν. ἡ δὲ σὺν φρονήσει μετάνοια δικαίως ἐν τοῖς ποιήμασιν Ἀθηνᾶ
Κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν, ἤ τελέως φρόνησις αὕτη· τοιγαροῦν ἐπὶ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν, ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρὸν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· ἕλκων γὰρ τὸ ξίφος, Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν.
Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήφασί τ’ αὐτὸν, οἷα μετανοοῦντα ἤδη, λογισμοὶ, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. Θάμβησεν δ’ Ἀχιλεὺς, τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὑτοῦ καὶ ἀκατάπληκτον ὁρῶν, καὶ ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. ἐπιγνοὺς Ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ.
θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν. ἐπειδὴ δὲ λογισμὸς ἀνθρώπινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται· ὑπομένει δ’ ἔτι λείψανα τῆς ὀργῆς. οὐ γὰρ ἀθρόοι ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, ταύτης τῆς ἀλληγορίας ἀξιούσθω.
Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.
Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν,
Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον,
Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.
Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται,
Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέγονος ἁπάντων καὶ πρεσβυτάτη φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται, καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αυτὸν, ἧς ἔδοξεν εὑρεῖν, ἐπινοίας γεγονὼς διδάσκαλος. Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμόγονον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. Τό Ὠκεανὸς, ὅσπερ γένεσις πάντεσσι τέτυκται;
φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν, παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην ἀλλ’ ὁ Κλαζομένιος. Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὧν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώργησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος, ἐν οἷς φησί· Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως, ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα, κομιζομένης ἐπὶ τέλει. διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησὶ· Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας·
Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι, μίαν εὗρεν ἀρχὴν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο, διαλυθέντες εἰς ταὐτὰ, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων. φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· δύο μὲν γὰρ
φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου
βλαστόντα γονῆς εἰς αἰθέρα.
Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων,
Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις,
Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ.Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων.
Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων· Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς,
Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον·
Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.
Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις, καὶ φυσικωτέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἂν ἀφιλόνεικος ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ,
Ἐγκαλοῦσι δ’ Ὁμήρῳ καὶ περὶ τῆς Ἡφαίστου ῥίψεως· τὸ μὲν πρῶτον, ὅτι χωλὸν αὐτὸν ὑφίσταται, Πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι
Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· οὐ γὰρ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ. ἀλλ’ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον (ὡς ἔναγχος εἰρήκαμεν) ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος οὖσα, φθαρτὴ, καὶ διὰ τῆς ὑποτρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο
Κάππεσον ἐν Αήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.Σπλάγχνα δ’ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
Μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτόμενον αὐτὸν ὑφίσταται φυσικῶς. Κατὰ γὰρ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης, ἅνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.
Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος, ὡς τερατείαν τινὰ, τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς, ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι, δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα· τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι. διὰ
Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας, ἀνακομιζομένων τῶν Ἑλλήνων, Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς, τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξανδρον
Ἣ γε μὴν εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακόνουμένη κατ’ ἀρχὰς Ἣβη, τίς ἂν εἴη, πλὴν ἡ διηνεκῶς ἓν ταῖς ἁβροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. πασης δ’ ἐξαιρέτως θυμηδίας, ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν ἅβροσύνην Ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντάπασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς προς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινὴ, ποτὲ δ’ εἰς ἄπειρον αἰθέρος ἐκτειναμένη μέγεθος· ἀλλ’, ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος, ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν. ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακὸν διογκοῦται.
Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.
Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.
πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.
Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον τυκτὸν κακὸν, ἀλλοπρόσαλλον ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἤ θεῷ· μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων· Ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα
νείατον ἐς κενεῶνα.
σφόδρα πιθανῶς. ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν, εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ· τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν· Ὄσσε δ’ ἄμερδεν
ἀναβοᾷ δὲ τρωθεὶς,
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων,
θωρήκων τε νεοσμήκτων.ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι.
Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα μυρίανδρος, οἶμαι, τῶν βαρβάρων φάλαγξ. ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν, οὐ τὸν Ἄρην τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.
Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί· Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης,
Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.
γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι
Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις. ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ὑποδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, καθ’ ἅπερ ὁμολογοῦσι καὶ Στωικῶν
Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων, ἐν συντόμῳ δεδήλωται. τετρωμένην δ’ Ὅμηρος ὑπεστήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα, καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα, πρῶτος Ἡρακλῆς, θείῳ χρησάμενος λόγῳ, διώρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς
Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν. ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν, Θέτιδος αὐτῷ παραστάσης. τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι’ ὧν φησίν· Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
Σεῦε κατ’ ἠγάθεον Νυσήιον· αἱ δ’ ἅμα· πᾶσαι
Θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου
Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς
Δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ
Δειδιότα.Δύσεθ’ ἁλὸς κατὰ κῦμα.
Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις. αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον· δειδιότα δὲ, διὰ τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν, καὶ τὴν μεθαρμόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τὸν τρόμον. οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς, ἀλλὰ καὶ γεωργεῖν ἐπίσταται.
Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς, εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας, ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθήμενος Ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
πρῶτος ἕστηκεν αὐτός· ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δ’ ἀπήρτησεν Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.
μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα, καὶ δύναμιν κέντρου ἐπέχουσα, καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς, ἀπαύστοις περιφοραῖς εἱλούμενος, ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἄνω καὶ κάτω κύκλου φορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι, κατ’ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης,
Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὥστ’ αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα· Καὶ γάρ τε Αιταί εἰσι Διὸς κοῦραι μεγάλοιο,
ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων
Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ’ ὀφθαλμώ.Χωλούς τε ῥυσούς τε, παραβλῶπάς τ’ ὀφθαλμώ,
τοὒμπαλιν δὲ τὴν Ἄτην, σθεναράν τε καὶ ἀρτίπουν. κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον, ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως, δρομὰς ὣς, ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός
Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν· Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν,
σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι,
ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη,
τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.
Ἔτι τοίνυν πολλήν τινα χλεύην, καὶ μακρὸν ἡγοῦνται καταγέλων, τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Λὐματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ,
ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τούτῳ τῷ χρίσματι τῆς Ἥρας [ἀλειψαμένης]. τοὺς τε πλοκάμους φησιν αὐτὴν ἀναπλέξασθαι
Ἀμβροσίῳ, ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο,
τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ, καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ φύλλα. δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα, ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστύς,
ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρᾳ τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος. οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα. μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεὺς, ἐν ἡ δι’ ἠέρος αἰθέρ’ ἵκανεν.
ἔνθα δὲ κίρναται, καθ’ ἕν ἀναμιχθεὶς, ὁ ἀὴρ τῷ αἰθέρι. ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν· Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.
ἐναγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα, τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν· Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην
ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ (γῆ) στερίφη καὶ μεμυκυῖα πηγὰς ὡς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο, τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν, τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τὸν καιρόν.
Λωτόν θ’ ἑρσήεντα, ἰδὲ κρόκον, ἠδ’ ὑάκινθον,
Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργεν.ἐπὶ δὲ νεφέλην ἕσσαντο
τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται· τοῦ δ’ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται, ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει· τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας δημιουργὸς Ὅμηρος ἐδήλωσεν.
καλὴν, χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.
Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῇ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας· ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖν
λέληθε δ’ αὐτοὺς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα· τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ’ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δ’ ἀλλήλοις ἐπικιρνάμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκε.
ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον, ἄρρηκτον· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν
ἐκρέμω.
Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· ἴστω νῦν τόδε γαῖα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν, καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διευπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ.Ἦτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί
οὐ μὰ Δί’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὥστ’ οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν ἀπ’ ἀρχῆς τεττάρων στοιχείων. Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν
Παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα.
Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν.
Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
Διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ὑφεδρεύειν ἀσάφεια
Τάγε μὴν ἐπὶ Σαρπηδόνος δάκρυα λύπην μὲν οὐ καταψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα. τῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν, ἐπινοεῖται τρόπος ἀλληγορουμένης ἀληθείας· πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα ποταμῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.
τοῦτον δὴ τὸν φόνιον ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ, ἄκλαυστος γὰρ, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ.
Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων. ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν. ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ δια χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.
εἰ μὲν Ἀχιλλεῖ κατεσκεύαζε πανοπλίαν, πάντ’ ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον, Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τὰ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθεριώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ συνομοιούμενον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος, ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ
Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα, καὶ ἠλέκτορα, καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον· Ἠέλιός θ’ ὑπεριέμενος, γαῖάν τ’ ἐπιθάλπων.
εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην· [ὡς Ἀτρείδην, εἰ τύχοι, τὸν Ἀγαμέμνονος, καὶ Πηλείδην τὸν Ἀχιλλέα].
Ἥτε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει, πλὴν τὸ Ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο,
ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ, τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν, δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς, οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί που φησίν·
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν.
οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων ἠλιθίως δηλῶσαι
Φυσικῶς δὲ διὰ τούτου τοῦ λόγου ἀποδείκνυσιν, ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῇ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν φασὶν ἀποπίπτειν· ἐπειδὰν ἔλαττον ᾗ τὸ καταλάμπον φῶς τοῦ καταλαμπομένου τόπου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς ἐπὶ τὴν ὑστάτην πλατύνεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην
Καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. βορέας μὲν γὰρ, ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος μέγα κῦμα κυλίνδει· τὴν γὰρ Ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
τὴν ἀπὸ τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυλίει. ἔτι γε μὴν μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης.
Οὐ δή που μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων· ἀλλ’ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα καὶ ἄπειρόν ἐστι καὶ πεπερασμένον· τῷ μὲν γὰρ ὅρον τινὰ καὶ περιγραφὴν ἔχειν, εὐλόγως αὐτὸ πεπεράνθαι
Ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι παρ’ Ὁμήρῳ. τὸ δ’ ἐναργέστατόν ἐστι σύμβολον ἡ τῆς Ἀχιλλέως ἀσπίδος κατασκευή· κυκλοτερὲς στησάμενοι δὲ μάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας,
Ταῦτα γὰρ ἦν ὁ διηνεκὴς Ἀχιλλέως βίος. νῦν δ’
βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
ἐν δ’ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ κήρ
ἄλλον ζῳὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν
ἡ τῆς κοσμικῆς γενέσεως εἱμαρμένη πρῶτον θεμελιοῦχον ἐκρότησε τὴν γῆν· εἶτα ἐπὶ ταύτῃ, καθάπερ τινὰ θείαν στέγην τὸν οὐρανὸν ἐπωρόφωσε, καὶ κατὰ τῶν ἀναπεπταμένων αὐτῆς κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν,
ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν.ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
δι’ οὗ μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον. ὥσπερ γὰρ ὁ στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστὶν, οὕτω τὰ διεζωκότα τὴν ὀυράνιον ἀψῖδα, κατὰ σφαιροειδοῦς ἐπηρμένα σχήματος, εἰκότως οὐρανοῦ στέφανος ὠνόμασται.
Διακριβολογησάμενος δ’ ὑπὲρ τῶν ὁλοσχερῶν ἀστέρων,
Πτύχας δ’ ὑπεστήσατο τῆς ἀσπίδος πέντε, σχέδον οὐκ ἄλλο τι, πλὴν . τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον· ἀρκτικὴν δ’ αὐτὴν ὀνομάζουσιν, ἡ δ’ ἐφεξῆς εὔκρατός ἐστιν. εἶτα τὴν τρίτην διακεκαυμένην καλοῦσιν. ἡ τετάρτῃ δ’ ὁμωνύμως τῇ δευτέρᾳ εὒκρατος ὀνομάζεται. πέμπτη δ’ ἐπωνύμως τοῦ νοτίου μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τουτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον, καὶ ἡ τὸν ἀπαντικρὺ νότιον· Πέντε δέ οἷ ζῶναι περιηγέες ἐσπείρηνται.
Αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο.
Ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς, οἷον ἐρυθρή,
Τυπτομένη φλογμοῖσιν· ἐπεί ῥά ἑ μοῖραν ἐπ’ αὐτήν
Κεκλιμέναι ἀκτῖνες ἀειθερέες πυρόωσιν.
Αἱ δὲ δύω, ἑκάτερθε πόλοιο περιπεπτηυῖαι,
Αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι μογέουσαι.
Ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν, δι’ ὧν φησίν· ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη, καὶ κρύους μεστή. λέγει γοῦν ἑτέρωθί που·
Τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο,
Τὴν δὲ μίαν χρυσῆν·ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι.
Ἀνίσταται δ’ εὐθὺς ὁ φρικώδης καὶ χαλεπὸς ἐφ’ Ὁμήρῳ τῶν συκοφαντούντων φθόνος ὑπὲρ τῆς θεομαχίας. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ παρ’ αὐτῷ συνέρρωγεν, ἀλλ’ οὐράνιοι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται· Ἠτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
οὐκέτι ταῦθ’ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ’ Ἀχιλλεὺς· πρὸς Ἓκτορα, καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοτεθήσας Ὅμηρος, οὐδ’ ἄχρι μελλήσεως τὸ κακὸν ὥπλισεν, ἀλλ’
Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα·
Ἄντα δ’ Ἐκυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνῃ.
Ἥρῃ δ’ ἀντέστη χρνσηλάκατος, κελαδεινή,
Ἄρτεμις ἰοχέαιρα, κασιχνήτῃ Ἑκάτοιο.
Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς.
Ἄντα δ’ἂρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.ἐπέσχε πέλεθρα πεσὼν,
μετὰ ταῦτα δ’ Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ.
Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις, ὡς νηπία κόρη σωφρονισθεῖσα, Ξάνθος δὲ παρ’ ὀλίγον οὐδὲ ποταμὸς ἐρρύη διὰ Ἥφαιστον.
Ὅμως δ’ οὖν πάντα ταῦτα κατ’ ἀρχὰς μὲν οὐδ’ ὅλως σφόδρα πείθειν δύναται τοὺς πολλούς. εἰ δὲ θελήσει τίς, ἐνδοτέρω καταβὰς τῶν ὁμηρικῶν ὀργίων, ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπιγνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. ἐνίοις μὲν οὖν ἀρέσκει, τὴν τῶν ἑπτὰ πλανήτων ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ’ Ὁμήρου διὰ τούτων ἐλεγχθῆναι. φθορὰ δὲ παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίττεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἣν
Ἀντέταξε γοῦν κακίαις μὲν ἀρετὰς, ταῖς δὲ μαχομέναις φύσεσι τὰς ἀντιπάλους. αὐτίκα γοῦν πῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται τῆς μάχης· Ἀθηνᾶ καὶ Ἄρης, τουτέστιν ἀφροσύνη καὶ φρόνησις. ὁ Τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα.
Λητοῖ δ’ ἀνθέστηκεν Ἑρμῆς· ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν λόγος ἐστὶ τῶν ἔνδον ἐν ἡμῖν παθῶν ἑρμηνεύς. λόγῳ δὲ πάντα μάχεται Λητὼ, οἱονεὶ Ληθώ τις οὖσα καθ’ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκ ἔτι ἀγγελθῆναι δύναται. διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι, τὰς προστατίδας
Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
ὕδατι πῦρ ἀντέθηκε, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ’ ὑγρὰν φύσιν Ποσειδῶνα. τούτων δ’ ἑκάτερον ὡς ἐναντίαν ἔχει φύσιν, τί δεῖ καὶ λέγειν; φθαρτικὸν γὰρ κατ’ ἐπικράτειαν ἀεὶ θατέρου θάτερον. καὶ μὴν ἀπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύει ἀμφοῖν τὴν μάχην, ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα. τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ γῆς τὸ δίυγρον
Ἵστατ’ Ἀπόλλων Φοῖβος.
Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος, κελαδεινή,
Ἄρτεμις ἰοχέαιρα.
Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’, ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀήρ· τὴν δὲ Σελήνην Ἄρτεμιν ὀνομάζει· πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· καὶ διὰ τοῦτ’ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποσημαίνων. εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς, καὶ πάντῃ κεχυμένος, ἡ δ’ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι,
Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μεγὰς ποταμὸς βαθυδίνης·
Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν. ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς μάχην παροξύνας. πρότερον μὲν οὖν εἴκοντα
Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος καὶ σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν, ἀλληγορήσας. οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργνρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέλεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης· Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο, πλὴν λόγος.
Τούτῳ τε Πρίαμος, ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλισται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργὴν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλ’ αἱ πρῶται τῆς ἰκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν· Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. διὰ τοῦτο ἠλέηται
Τηλίκου ὥσπερ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ.
Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾖ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητῶμεν δὲ τούτων τι περιττότερον, καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσσειαν ἡγώμεθα;
Πλὴν ὅμως, ἀκόρεστον γὰρ ἅπαν τὸ καλὸν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα [δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον].
Αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως. ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων, μετέβαινεν εἰς τὸν ἄνδρα, καί τις αὐτὸν ὑπέδραμε τῶν γιγνομένων λογισμὸς, ὡς οὑκ ἔτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ· τοῦτον οὖν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ
Ἴδιος τοίνυν παρεισελθὼν ὁ νοῦς ἐξεπαίδευσε τὸν Τηλέμαχον, οὐ θεὰ παρακαθημένη, καὶ ταῦθ’ ἃ λέγει παραινοῦσα διαπεττεύοντος· ἄγε δή, φησὶν, ὦ Τηλέμαχε, μειρακίου γὰρ ἤδη τὶ φρονεῖς πλέον· νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
πρῶτος εὐσεβὴς καὶ δίκαιος ἐκ βαθείας τῆς διὰ τὴν ἡλικίαν ἀφροσύνης ὑπεισῆλθε λογισμὸς, ὡς οὐκ ἄξιον ἔτι ἀργοὺς ἐν Ἰθάκῃ κατατρίβειν χρόνους, ἀμνηστίαν ἔχοντα τοῦ γεγεννηκότος· ἀλλ’ ἀναγκαῖον ἤδη ποτὲ τὸν φιλοπάτορα, ναῦν εὐτρεπισάμενον, ἐπὶ τὰς διαποντίους ἐκδραμεῖν Κληδόνας, ἵνα τὴν Ὀδυσσέως ἀπόδημον ἄγνοιαν ἀνιχνεύσῃ. δεύτερον δ’ ἐπὶ τούτοις διεσκέψατο, ὅπου μάλιστα δεῖ τήν πατρῴαν ἐρευνῆσαι τύχην· ὑπηγόρευσε δ’ ἡ φρόνησις, ἐγγὺς αὐτοῦ καθεζομένη·
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο·Πρῶτα μὲν ἐς Πύλον ἐλθέ καὶ εἴρεο Νέστορα δῖον,
ὁ μὲν γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· ὁ δ’ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· δεύτατος γὰρ ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. ἔμελλεν οὖν ὠφέλιμος
Κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον.
Ἅμα δὲ ταῦτ’ ἐννοούμενος, ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν· οὐδέ τί σε χρή
εἶτα καθ’ ὁμοίωσιν τῆς Ὀρέστου ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν ὥσπερ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτὸν παρακέκληκεν·
Νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.ἡ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
τοιούτοις ἐπαρθεὶς λογισμοῖς, εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει. διὸ καὶ προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι, λέγων·
πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα;Ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο.
μεταρσία γὰρ ἡ φρόνησις, ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. τὸν δ’ ἀπόπλουν εὐτρεπίζει ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱὸς, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο, πλὴν τοὺς ὑπογυίους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς πάλιν συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται.
Καὶ μὴν ὁ περὶ Πρωτέως λόγος, οὕτω πολὺς ἐκταθεὶς ὑπὸ Μενελάου, τὴν ἐξαπατῶσαν εὐθὺς ἔχει φαντασίαν, πάνυ μυθώδης ὤν. γεγονέναι τῆς ἐν Αἰγύπτῳ νησίδος ἄθλιον ἔποικον, εἰς ἀθανάτου μέτρα τιμωρίας παρελκόμενον, ᾧ βίος ἠπείρου καὶ θαλάσσης κοινὸς, ἀτυχεῖς ὕπνους μετὰ φωκῶν κοιμωμένῳ, ἵν’ αὐτοῦ κολάζηται καὶ τὸ τερπνόν· θυγάτηρ δ’ Εἰδοθέα, διὰ πατρὸς ἀδικίας ξένον εὖ ποιοῦσα καὶ γενομένη προδότις αὐτοῦ· δεσμοὶ μετὰ τοῦτο, καὶ Μενέλαος ἐνεδρεύων· εἶθ’ ἡ πολυπρόσωπος εἰς ἅπαντα, ἃ βούλεται, Πρωτέως μεταμόρφωσις, ποιητικοὶ καὶ τεράστιοι μῦθοι δοκοῦσιν, εἰ μή τις οὐρανίῳ ψυχῇ τοὺς ὀλυμπίους Ὁμήρου μύθους ἱεροφαντήσειε.
Τὴν γοῦν προμήτορα τῶν ὅλων ὑφίσταται γένεσιν, ἀφ’ ἧς τὸ πᾶν ῥιζωθὲν, εἰς ὃ νῦν βλέπομεν, ἥκει κατάστημα·
Πρωτέως δὲ θυγάτηρ Εἰδοθέα, δικαίως εἴδους ἐκάστου γενομένη θέα. διὰ τοῦτο, μία τὸ πρὶν ὤν φύσις, Πρωτεὺς εἰς πολλὰς ἐμερίζετο μορφὰς, ὑπὸ τῆς προνοίας διαπλαττόμενος· Ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠυγένειος,
διὰ μὲν οὖν τοῦ λεόντος, ἐμπύρου ζῴου, τὸν αἰθέρα δηλοῖ. δράκων δ’ ἐστὶν ἡ γῆ· τὸ γὰρ αὐτόχθον αὐτοῦ καὶ γηγενὲς οὐδὲν ἄλλο πλὴν τοῦτο σημαίνει. δένδρον γε μὴν ἅπαν αὐξανόμενον, καὶ τὴν ἀπὸ γῆς ὁρμὴν μεταρσίαν λαμβάνον, συμβολικῶς εἶπεν ἀέρα. τό
Αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
Γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δενδρέον ὑψιπέτηλον.ἀφάρωτος οἷον. ... .γύη.
φυσικῶς οὖν ἁπάνπων πατέρα χῶρον ὠνόμασε Φάρον, ἐκ τῆς γονίμου προσηγορίας, ὃ μάλιστα ἐβούλετο, σημήνας.
Τίσι γε μὴν ἐπιθέτοις καὶ τὸν Πρωτέα κεκόσμηκεν, ἢδη σκοπῶμεν· Πωλεῖταί τις δεῦρο γέρων ἃλιος, νημερτής.
Τὸ μὲν γέρων, οἶμαι, τὸ τῆς ἀρχεγόνου καὶ πρώτης οὐσίας σημαίνει γεραίτερον, ὥστε ἀποσεμνῦναι τῇ πολιᾷ τοῦ χρόνου τὴν ἄμορφον ὕλην. ἅλιον δ’ ὠνόμασεν, οὐ μὰ Δί’, οὐ θαλάττίον τινα δαίμονα, καὶ κατὰ κυμάτων ζῶντα, τὸ δ’ ἐκ πολλῶν καὶ παντοδαπῶν συνηλισμένον, ὅπερ ἐστὶ συνηθροισμένον. νημερτὴς δ’ εὐλόγως εἴρηται· τί γὰρ ταύτης τῆς οὐσίας ἀληθουργέστερον, ἐξ ἧς ἅπαντα γεγενῆσθαι νομιστέον. Καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵνα εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτ’ ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου· πτερόεντα γὰρ
Δεῖ δ’ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα· τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν· Ὣς μὲν, ὃτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς.
Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν, ἐν ἀκμῇ τοῦ σώματος, ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας ἀνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος, τὰ σώματα τῶν καμόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν, μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον, ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν
Νῦν τοίνυν ἅπαντα τἄλλα ἀφέντες, ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατηγορίαν τραπώμεθα. ἄνω γοῦν καὶ κάτω τραγῳδοῦσι, τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες. ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν ἐν οὐρανῷ, καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμώμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν. ἀμφ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης,
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν.
Εἶτα μετὰ τοῦτο δεσμοὶ, καὶ θεῶν γέλωτες, ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος. ἅπερ εἰ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. νομίζω δ’ ἔγωγε, καίπερ ἐν Φαίαξιν ἀνθρώποις ἡδονῇ δεδουλωμένοις ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι. τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, Ἀφροδίτην δὲ τὴν φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος· γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν, καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διϊσταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων· δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· τὸ
Καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην; εἴ τῖς ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει· πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ, διὰ τούτου πεφιλοσόφηκεν, ἐπειδὴ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν
Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. ὠνόμασται γοῦν αἲολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ. μετόπωρον δὲ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἐκλύσασα θάλπος, ὥραις χειμερίαις προοιμιάζεται. ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὤν πατὴρ, εἰκότως αἴολος ὠνόμασται, παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; τί δ’ οὕτω ποδῶκες; δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες· Ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.
Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐμπιμπλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος. ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε Ἠμὲν παυέμεναι, ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσιν.
Ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ, καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός.
Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολογίας. ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώτερον βίον ζῶσιν. διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι χορὸς ὄντες ἠλίθιος ἥττηνται τῆς γαστριμαργίας. ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. καὶ μὴν καὶ πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος, εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ ἥκιστα λόγων ἐνδεεῖς,
Μεταβὰς δ’ ἐκ τῶν ὑπὲρ γῆς θεωρημάτων οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον. ἀλλὰ καὶ τὰ ἐν Ἃιδου συμβολικῶς ἐφιλοσόφησε. Κωκυτὸς οὖν ὁ πρῶτος ὀνομάζεται ποταμὸς, ἐπώνυμον ἀνθρωπίνου πάθους κακόν. θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει. μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον, ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπείπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς παὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι, πρὸς ὀλίγας ὑπομνήσεις ἐρεθίζουσαι τὰ πάθη. Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα, καὶ τὴν ἐπὶ τῷ θανάτῳ. κατήφειαν. αἵδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται. Φερσεφόνη δ’ ἀλληγορικῶς ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν, ἐν οἷς οὐκ ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει μῆλον δ’ ἐπὶ μήλῳ. τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν νυκτὶ μὲν ὑμέων.
Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὲς χροιᾷ τὸ φαινόμενον. ἐκφοινίσσεται γάρ· διὰ τοῦτο καὶ ἐπήγαγεν· αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι.
προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν. οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. ὅ τε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα. τίς δ’ ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου· τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ’ ἱσταμένοιο.
τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. τί δεῖ τούτοις ἅπασι προσθεῖναι τὴν ἐπὶ τέλει μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἀν αὐτῷ συνηγωνίζετο. νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. ἃ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες, ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν.
Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱεροφάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρωπίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός· ἐστι κατακριθῆναι δυσσεβεῖν, ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης, ἀναιρεθέντων τε τῶν ποιημάτων, ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται, τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον ὡς ἀπὸ τιθήνης ποτιζόμενος γάλα, μήτ’ ἀντὶ παίδων οἱ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, πᾶς δ’ ὁ βίος ἀφαιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ; Ὁπποίας τὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης,
ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι. Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; ὁ μὲν γὰρ συμβουλεύει κοινοὺς γάμους τε καὶ τέκνα. τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται. διὰ
Κεῖνον ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις,Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι,
ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται, τοῖς τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν. ἀλλ’ ὅ γε
Οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν
Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι.
Ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν·
Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς φιλοσοφίας αἰδούμενος. Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργὸς, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημειωσάμενος, οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκε αἰσχρῶς ἀγνοήσας παρ’ Ὁμήρου κέκλοφεν; ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο ταῦτα ὡς ἀληθεύων ἀπεφήνατο τέλος βίου, ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα
λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ τὰς παρὰ Λωτοφάγοις ἡδονὰς παραπλέων, οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, ὃς ἔτι ζῶν εἶδεν αἵδην, οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. ἃ δὴ παρὰ τοῖς ὑποδεξαμένοις ἐνομίζετο
Δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,
Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι·δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.
ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω ποιεῖν τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. Ἀλλ’ ὅγ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς καλοῖς κήποις φυτὰ ἐμφυτεύσας. Ἐπίκουρος μὲν οὖν οἰχέσθω πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα· τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν σύμπας καὶ προϊόντι τῷ χρόνῳ νεάζουσιν ἀεὶ αἱ ἐκείνου χάριτες. οὐδ’ εἷς δέ ἐστιν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶσσαν ἀνέῳξεν. ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἔτι τῶν αὐτῶν πάντες ἐσμὲν ἐξ ἴσου. Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ’ — ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. —