Cyranides Cyranides Fernand de Mély Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Daniel Whittle Center for Hellenic Studies Digital conversion and editing Erini Drakou Center for Hellenic Studies Digital conversion and editing Ioanna Kostopoulou Center for Hellenic Studies Digital conversion and editing Vivian Platanou Center for Hellenic Studies Digital conversion and editing Aglaia Poulida Center for Hellenic Studies Digital conversion and editing Theodora Pylarinou Center for Hellenic Studies Digital conversion and editing Solomiia Rozlutska Center for Hellenic Studies Digital conversion and editing Victoria Rozlutska Center for Hellenic Studies Digital conversion and editing Athanasia Stathonikou Center for Hellenic Studies Digital conversion and editing Charlotte Houghton Center for Hellenic Studies Digital editor Open Greek and Latin tlg1482.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg1482.tlg001.1st1K-grc1 Cyranides Fernand de Mély Les Lapidaires de L'antiquité et du Moyen Age Les Lapidaires Grecs Paris Ernest Leroux 1898 2.1 HathiTrust

Does not contain books 5 and 6.

Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts book, chapter, and section.

This pointer pattern extracts book and chapter

This pointer pattern extracts book

Greek Latin French File review. initial markup of new file.
〈ΠΡΟΛΟΓΟΣ〉

(Ms. A, fol. 1 r.) Βίβλος ἅυτη Κυρανοῦ. . ἑρμείας Θεὸς (?) ἀφικλιτὴν (?) τὰ τρία ἐξ ἀμφοτέρων. Βίβλιος φυσικῶν δυνάμεων, συμπαθειῶν καὶ ἀντιπαθειῶν συνταχθεῖσα ἐκ δύο βίβλων, ἔκ τε τοῦ Κυρανοῦ βασιλέως Περσῶν τῆς πρώτης βίβλου τῶν Κυρανίδων, καὶ ἐκ τῶνἉρποκρατίωνος Ἀλεξανδρέως πρὸς οἰκείαν θυγατέρα· εἶχε δὲ ἡ πρώτη Κυρανοῦ βίβλος τοῦτο, καθὼς καὶ ὑπευήκαμεν.

Θεοῦ δῶρον μέγιστον ἀγγέλων λαβὼν Ἑρμῆς ὁ τρισμέγιστος θεὸς ὃ ἀνθρώποις πᾶσιν μετέδωκεν νοητικοῖς. Μὴ οὖν μετάδος ἀνδράσιν ἀγνώμοσιν, ἀλλ’ ἔχε ἐν ἑαυτῷ ὡς κτῆμα μέγα· μόνον δὲ τέκτοις σου, εἰ δυνηθείς, μετάδος σὺ πατὴρ ἀντὶ χρυσίου πολυτίμου κτῆμα μέγα πρὸς ἐνέργειαν· (f. 1 v.) Καὶ ὄρκον αὐτοῖς δοὺς μόνον ἀσφαλῶς ἔχειν, τέκνον ἱερόν.

Αὕτη ἡ βίβλος συριακοῖς ἐγκεχραγμένη γράμμασιν ἐν στήλῃ σιδηρᾷ, ἐν μὲν τῇ πρῶτῃ αὐτῆς ἀρχαϊκῇ ὑπ’ ἐμοῦ ἐρμηνευθεῖσα· ἐν ταύτῃ δὲ τῇ καλουμέμῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ’, πτηνῶν κδ′, βοτανῶν κδ′, καὶ ἱχθύων κδ′.

Τούτων οὖν ἑκάστη δύναμις συνκραθεῖσα καὶ μιγεῖσα ταῖς λοιπαῖς δυνάμεσι σώματος θνητοῦ θεραπείας ἕνεκεν·οὐ μὴν ἀλλὰ καὶ τέρψεως καὶ φύσεως εὕρεμα παρὰ Θεοῦ παντοκράτορος, τοῦ παντοδυνάμου διὰ τῆς αὐτο῀ σοφίας, βοταμῶν καὶ λίθων καὶ ἰχθύων καὶ πτηνῶν ἐνερηείας, καὶ λίθων δύναμιν καῖ ζώων καὶ θηρίων φύσιν· ἔτι τε καὶ τὰς πρὸς ἀλλήλους μίζεις τε καὶ ἐναντιῶσεις καὶ ἰδιότητας· ἥτις θεόθεν ἧκεν εἰς ἀνθρώπους γνῶσις τε καὶ πολυπειρία.

Εἰς τρεῖς οὖν [ὅθεν] διελὼν κυρανίδας τὸ πᾶν σύνταγμα ἐσαφήνισα κατὰ στοιχεῖον, ὡς [ἐ]μεμνημόνευται, τὰ πράγματα. Κυρανίδες εἴρηνται διὰ τὸ τῶν ἄλλωνγραφεισῶν βίβλων βασιλίσσας εἶναι ταύτας· εὗρομεν δὲ Κυρανοῦ 〈τοῦ〉 βασι λέως Περσῶν, ὧν ἡ πρώτη αὕτη. Οὕτος μὲν ὁ τούτου (f. 2 r.) πρόλογος, τοῦ δὲ Ἁρποκρατίονος εἶχεν οὕτως.

Βίβλος 〈κυρανὶς〉 ἀπὸ Συρίας θεραπευτική. Τῇ οἰκείᾳ θυγατρὶ ὁ Ἁρποκρατίων γεγράφηκε τάδε. Ὁδοιπορίας μοί τινος γενομένης περὶ τὴν Βαβυλωνίαν χώραν, πόλις ἐστίν τις ἐκεῖσε Σελεύκεια καλουμένη. Ἱστορίας ἐκεῖθεν ἀπῆρον. Ἡμεῖς δὲ τὰ περὶ τῆς πόλεως ἐκείνης ὡς ἐκεῖνος μακρῷ λόγῳ, οὐ χρείαν ἔχομεν ἀναγράφειν, ἵνα μὴ ἀεὶ ἐν τοῖς προοιμίοις ἐνασχολώμεθα· ὁμως ἐπὶ τὸ προκείμενον τοῦ σκοποῦ ἐπανέλθωμεν. Ἔτι δὲ καὶ ἄλλην ἔφη θεάσασθαι πόλιν πρὸ δεκαεπτὰ Σελευκίας σχοινίων, ἣν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ὑποστρέφων κατέστρεψεν. Καὶ ἔκτισεν ἑτέραν Σελεύκιαν ὑπὸ Περσῶν κειμένων, ὡς εἶναι περσογενῆ. καλεῖται δὲ πρώτη Ἀλεξάνδρεια ἡ πρὸς Βαβυλῶνα.

Ταῦτα μέν, ὦ τέκνον, ἱστόρησαι· συνέτυχον δὲ καὶ τρίτον ἐπιξένῳ γέροντι πεπαιδευμένῳ λίαν καὶ ἐν τοῖς Ἑλλήνων γράμμασιν· ἔλεγεν δ’ αὐτὸν Σύρον μὲν εἶναι τῷ γένει, αἰχμάλωτον δὲ γενόμενον. ἐκεῖ διατρίβειν. Οὗτος οὖν πᾶσαν τὴν πόλιν σὺν ἐμοὶ περιερχόμενος ἐπεδείκνυεν ἕκαστα· ἐλθὼν δὲ ἐπὶ τινος τόπου ἀπέ χοντος τῆς πόλεως ὡσεὶ μίλια τέσσαρα. στήλην ἐκεῖ ἐθεασάμην μετὰ πύργων μεγίστην, ἦν οἱ ἐπιχώριοι (f. 2 v.) ἀπὸ Συρίας ἔλεγον κεκομίσθαι καὶ ἀνατεθεῖσθαι πρὸς θεραπείαν τῶν ἐνοικούντων ἀνδρῶν τῇ πόλει. Ἀτενίσας οὖν γράμμασι περσι κοῖς ἐγκεχαραγμένην εὗρον. Εὐθέως οὖν τοῦ πρεσβύτου δεηθεὶς εὐπειθῆ πρὸς τὴν ἐπίδειξιν ἔχων, ἤκουον δὲ αὐτοῦ προδιηγουμένου τὰ περὶ τὴν στήλην. Καὶ ἡρμηνεύσατο ἀφθόνως ἑλλάδι φωνῇ τὰ τῶν βαρβάρων γράμματα. Ὁρᾷς δέ, ἔφασκεν, ὦ τέκνον, πάντας τοὺς κειμένους πύργους τρεῖς, ὧν ὁ μὲν ὡς μίλια πέντε ἐκτέταται, ὁ δὲ ὡς δύο ἥμισυ, ὁ δὲ ὡς δ’, τούτους ᾠκοδομῆσθαι παρὰ γιγάντων ἐθελόντων εἰς τοὺς οὐρανοὺς ἀνελθεῖν· ἐκ δὲ τῆς ἀσεβοῦς ταύτης μανίας τῶν μὲν κεραυνῷ βληθέντων, τῶν δὲ ἑαυτοὺς ἠγνοηκότων, εἰς τὸν λοιπὸν χρόνον δὲ τῇ τοῦ Θεοῦ βουλῇ, καὶ τῶν λοιπῶν πάντων ἐφ’ ὅλην τὴν κρητικὴν νῆσον πεπτωκότων, εἰς ἣν δὲ ὑπερέβαλεν αὐτοὺς ὁ Θεὸς χολούμενος αὐτοῖς.

Ἐκέλευσεν οὖν μετὰ ταῦτα ὁ πρεσβύτης σχοινίῳ διαμετρῆσαι τὸν λίθον τὸν πρὸς ἀνατολὰς μέγεθος τυγχάνοντα. Κᾀγὼ μετρήσας τὸν πλησίον εὗρον ἔχοντα τὸ μὲν ὕψος πηχῶν χκβ′, τὸ δὲ πλάτος οη′· ἦσαν δὲ (f. 3 r.) καὶ ὀρυγαὶ ἀνατάσσουσαι ὄκτω. Ἐθεασάμην δὲ καὶ ἱερόν. Ὁ δὲ μέσον τοῦ ἱεροῦ ναὸς κλίμακας εἶχεν τξε′ ἀργυρᾶς καὶ ἑτέρας χρυσᾶς ξ′, εἰς ἃς ἀνεληλύθαμεν προευξόμενοι τῷ θεῷ· καὶ ἔλεγεν μυρίας τοῦ θεοῦ δυνάμεις, ἃς οὐ χρὴ καταλέγειν, ἔφη. Ἐγὼ δὲ περὶ τῶν λοιπῶν ἐξετάζειν προαιρούμενος, τὰ μὲν ἄλλα παρεπεμπόμην, τὰ δὲ τῆς στήλης μόνης ἀκούειν ἠξίουν. Ὁ δὲ πρεσβύτης ἀφελὼν τὸ καλύπτον τὴν στήλην βύσμα ἐδείκνυε παροίκοις γράμμασιν αὐτὴν ἐγκεχαραγμένην. Ἐγὼ δὲ τῶν γραμμάτων ἄπειρος ὢν ἐδεόμην ἀφθόνως ἕκαστα μανθάνειν· ἐτύγχανον δὲ τὰ ἐν τῇ στήλῃ ἀναγιγνωσκόμενα οὕτως ἔχοντα.

Μῦθος πολυφθεγγής. Πολλὰ ἰδὼν ἀθανάτων βουλαῖς ὅπως ἔσται δευτέρα βίβλος τοὔνομα λέξαι θεοῦ ἡ κυρανίς, δευτέρα βίβλος ἀπὸ τῆς πρώτης ἀρχαϊκῆς [ὃ] συριάδος οὖσα, ὅπου ῥοαὶ χύνονται ποταμοῦ Εὐφράτου.

Στήλαις σιδηραῖς κεχαραγμένα γράμματα ταῦτα· ὅσα πρὶν ἐχάραξα καὶ μέλλοντα πάλιν ἀναζεύξας ἐν δυνάμεσι λίθους, σὺν αὐτοῖς καὶ φυτὰ γαίης, ἐκ βυθοῦ (f. 3 v.) τε ἰχθυόεντα, καὶ ὄρνεα ἀερόεντα, συγκρίνας δύναμιν δυνάμει ἐν τετράδι μείζονι, ταῦτα μὲν ἀνθρώποις γεγαόσι καὶ μέλλουσι. Ὦ ψυχὴ ἀθάνατε θνητὸν σῶμα φοροῦσα, ἀχθεῖσα ἀερόθεν δεσμοῖσι κῆς ὑπ’ ἀνάγκης, ὡς Θεὸς αὐτὸς ἔφρασεν. θνητοῖς σώμασιν ἐκυβέρνας στέργειν ἐναμάρτοις καὶ μοιρῶν ἀνάγκης τε μετάκλωσμα. Ὧσπερ γὰρ ἐν συνόχῳ ὁ ἀνὴρ ἐνὼν καὶ δεσμοῖσιν, οὕτως ἄρα καὶ σὺ δεσμοῖς κρατῇ καρτεροῖς ὑπ’ ἀνάγκης. Ἐξελθοῦσα δὲ θνητοῦ καὶ δυσαχθοῦς σώματος, ὄντως ὄψει δεσπόζοντα ἐν αἰθέρι καὶ νεφέλεσιν, ὃς βροντάς, σφυγμοὺς ἀεὶ γαίης ἐπάγει, ἀστραπῆς τε κεραυνοὺς καὶ μέλη γαίης κινεῖ καὶ κῦμα πόντου. Ταῦτα ἔσται ἔργα Θεοῦ παμμήτορος, αἰωνίου· πάντα βροτοῖς κατέδειξεν ὁ Θεὸς καὶ ἐναντία πάντα.

Ἀλλ’ αὕτη ἡ βίβλος κατεχώσθη ἐν λίμνῃ τῆς Συρίας ἐγκεχαραγμένη 〈στήλῃ〉 ὁλοστόμῳ σιδηρᾷ, ὡς προείρηται ἐν τῇ πρὸ ταύτης βίβλῳ καλουμένῃ ἀρχαϊκῇ · ἐν δὲ ταύτῃ τῇ καλουμένῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ′ καὶ πτηνῶν κδ′ καὶ ἰχθύων θαλασσίων κδ′ καὶ βοτανῶν κδ′. Τούτων (f. 4 r.) ἑκάστη δύναμις συγκραθεῖσα μιγήσεται ταῖς λοιπαῖς δυνάμεσιν, ὅπως τὸ θνητὸν σῶμα λοιπὸν παρηγορήσαντες ὑγιείας εἰς τὸν αἰῶνα ἀπολαύσωμεν. Οὐδεὶς γὰρ ἀνθρώπῳ πνεῦμα δωρήσεται ἢ Θεός. Πάντα δὲ ἐγράφη ἀπὸ τῆς τοῦ Κυρίου συντάξεως. Ἔστιν δὲ ἡ ἀρχὴ τάδε· οὕτως μὲν οὖν αἱ τῶν ἀμφοτέρων ἀρχαὶ ἤγουν οἱ πρόλογοι τὴν διαφωνίαν ἔχουσιν, ἀπεντεῦθεν 〈δὲ〉 ὡς ἐκ συμφώνου τὴν ἀπαρχὴν πεποιήκασιν ἀπὸ τοῦ πρώτου στοιχείου οὕτως.

ΣΤΟΙΧΕΙΟΝ Α.

Α. Ἄμπελος λευκή.

Β. Ἀετός, πτηνόν.

Γ. Ἀετίτης, λίθος.

Δ. Ἀετός, ἰχθὺς ἀλέπιδος καὶ οὗτος θαλάσσιος.

Ἄμπελος λευκὴ ἱερωτάτη, ἡ πρώτη καὶ θαυμαστὴ βοτάνη, ἥτις ἡ θεία ἡ λεγομένη βρυωνία. Ἀετὸς ἄρσην, βασιλεὺς πτηνῶν πάντων. Ἀετίτης, λίθος ἔγκυος ὁ κτυπῶν. Ἀετός, ἰχθὺς ἀλέπιδος παρόμοιος ἱέρακος, μελανώτερος δὲ, ἐοικὼς κατὰ πάντα τρυγόνι.

Τῆς μὲν βοτανῆς ἡ ῥίζα περιαπτομένη τῷ (f. 4 v.) τραχήλῳ σπαστικοὺς καὶ ἐπιληπτικοὺς ἰᾶται· τῶν δὲ φύλλων ὁ χυλός, ὅσον κύαθος εἷς δωθεὶς τινί, δυσεντερίᾳ περιελημμένους ἀπαλλάξει.

Ὑγιὴς δέ τις βουλόμενος πολυποσιᾴ χρήσασθαι τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. α′. μετὰ ὄξους νήστης ἴσου τοῦ χυλοῦ πιών, ἀχόρταστος ἔσται ὡς μὴ γινώσκειν ὅτι πίνει.

Ἐὰν δὲ καὶ τὸν λίθον τὸν ἐν τῇ κεφαλῇ τοῦ ἰχθύος μετ’ ἀκράτου πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει.

Ἐὰν δὲ φορῇ περὶ τὸν τράχηλον χωρὶς τῆς βοτάνης ἀκράτου κεράμιον, πιὼν οὐκ αἰσθήσεται.

Τὸν δὲ αὐτὸν λίθον τοῦ ἰχθύος, 〈ἐὰν〉 μετ’ ἀκράτου λείωσας πίῃ, οὐκ αἰσθήσεται (f. 6 r.) τὸ σύνολον ὅτι πίνει.

Γίγαρτα δὲ ἐκ τῶν πεπιεσμένων βοτρύων λειωθέντα μετὰ βραχέος τοῦ προειρημένου λίθου διδόμενα ἐν πότῳ τοῖς παραλυθεῖσι τὸ οἰδοῖον, πολλὴν ἔντασιν παρέξει, ἀλλὰ καὶ τοῖς μὴ δυναμένοις τὴν μίξιν · ἀποτελεῖν ὑγιὲς ἔσται. Τοῦτο δὲ Θεὸς αὐτὸς κατέδειξε σῶμα θνητὸν μὴ ἀπορήσῃ.

Οἴνου δὲ λευκοῦ κοτύλας γ′ μετὰ βοτάνης βλαστῶν μ′, καὶ ῥοῦ βυρσοδεψικοῦ οὐγγ. γ′ ἑψούμενα ἕως κοτύλη μία γένηται, δυσεντερικούς, λειεντερικοὺς καὶ ὅσα τοιαῦτα παύσει πινόμενος.

Παύει δὲ κώλου παντοῖα πάθη ἀπόζεμα τῶν φύλλων μετὰ μέλιτος ὀλίγου πινόμενος· (f. 6 v.) ἐὰν δὲ καὶ βραχὺ τοῦ λίθου μίξῃς, οὐκέτι ἐπαυξήσει ἢ ἐπανήξει τὸ πάθος.

Γυναικὸς οὖν εἶδον ὀστέα τεθραυσμένα· καὶ ἐθαύμασα θεραπευόμενα, μαθὼν οὕτως ὡς ἦν ἐτῶν κε′, ἀπόνως, λαμπρὰ καὶ θειοτάτη φύσις· οὔτε μὲν γὰρ χεῖρας ἐκίνει, ἀλλ’ ἐσέσηπτο ἡ σάρξ, οὔτε δὲ αἴσθεσίν τινα εἶχεν. Ἔμελλεν οὖν καὶ τὰ λοιπὰ ὀστέα τεθραῦσθαι. Ἐν ταύτῃ τῇ ἱερᾷ βίβλῳ εὗρον οὕτως· τῶν φύλλων τῆς βοτάνης χυλοῦ καὶ ἶσον οἴνου λευκοῦ ἀναμίξας, δίδου πιεῖν ἐπὶ ἡμέρας ἑπτά, και σωθήσεται.

Καὶ ὁ λίθος δὲ ὁ ἀετίτης περιαπτόμενος καὶ ὁ ἰχθὺς ἐσθιόμενος τὸ αὐτὸ ποιεῖ. Τοῦτο θεοῦ δῶρον ἀμετάδοτον, ὥστε ἰδίῳ τέκνῳ μὴ μεταδοῦναι.

Πρὸς τοὺς πεπτωκότας τῶν μεγάλων δακτύλων (f. 5 r.) ὄνυχας, τοὺς δυσθεραπεύτους τυγχάνοντας τοὺς μὴ πειθομένους, ἀλλ’ ἐπιρευματιζομένους, φοίνικας πατητοὺς βρέξας οἴνῳ λευκῷ διαμασησάμενος ἐπιτίθει, ὅτε μὲν μοναχόν, ὅτε δὲ μετὰ ῥοδίνου.

Πρὸς δὲ τὰς μυρμηκίας τὰς ἐν ὅλῳ τῷ σώματι ἢ τὰς ἐν μέρει γενομένας, ἢ καὶ ἀκροχορδόνας· τῆς ἀμπέλου κλῆμα ἢ ξύλα καύσας καὶ τοῦ ἄκρου τῆς κληματίδος τὸ ἐξερχόμενον ὑγρὸν περίχριε, ἢ δὸς πιεῖν, καὶ πεσοῦνται πᾶσαι. Τοῦτο μηδένα δίδασκε. Ὁμοίως δὲ καὶ ἡ κόπρος τοῦ ἀετοῦ περιχριομένη ἀπαλλάσσει. Καὶ ὁ λίθος ὁ περιαφθεὶς ἢ τὸ στέαρ τοῦ ἰχθύος διαχριόμενον δια σώζει.

Πρὸς τὰς σηπεδόνας τῶν οὔλων καὶ τῶν μύλων, καὶ 〈τὰς〉 ἐν ὅλῳ τῷ σώματι γινομένας σήψεις, καὶ ἕλκη φαγηδαινικὰ ἢ νεμόμενα, τοῦ (f. 5 v.) χυλοῦ τῶν φύλλων οὐγγ. γ′, στυπηρίας οὐγγ. δ′, μίσιος ὠμοῦ δραχμ. η′, μάνης κοτ. δ′ (?), ἴρεως ἰλλυρικοῦ οὐγγ. α′, χαλκάνθου κοκ. δ′· λειώσας ἕως οὗ ξηρὰ γίνηται· τοῦτο καθαίρει, ἀναπληροῖ, στέλλει τὸ ἐπιφερόμενον ῥεῦμα, καὶ καθόλου τοῦτο μέγιστόν ἐστιν.

Ἱστορήσαμεν δέ τι μέγιστον, θεασάμενοι ἐπὶ γλώσσῃ σηπεδόνας, ὥστε ἀπονεκρωθῆναι τὰ οὖλα· τοῦ χυλοῦ τῶν φύλλων μετὰ μέλιτος καὶ μίσυος ὠμοῦ προσενεγκὼν ἐκαθαρίσθη. Εἶτα ἶριν ξηρὰν ἐπιπάσας ἀνεπλήρωσεν.

Πρὸς δὲ τὰς ὀζαίνας καὶ ὄχθους καὶ πολύποδας καὶ ἀναβρώσεις τε καὶ καταβρώσεις, νομάς τε καὶ χίμετλα (f. 7 r.) καὶ ὅσα περὶ τοὺς μυκτῆρας, τὸ θεῖον φάρμακον· 〈Λάβε〉 τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. μίαν, χαλκάνθου, λιβάνου, χαλκίτεως, ἀριστολοχίας, ἀνὰ κοκ. γ′, λειοῦ τε ἕως ξηρὸν γένηται, καὶ ὡς θειοτάτης δυνάμεως χρῶ.

Πρὸς δὲ τὰς μαδαρώσεις καὶ ἐκκρίσεις τῶν τριχῶν, ἕλκη τε πίτυρά τε καὶ ὄχθους καὶ ὅσα ἐν κεφαλῇ πάθη, τοῦ χυλοῦ τῆς βοτάνης καὶ χυλοῦ ποταμογείτονος καὶ σεύτλου χυλοῦ ἶσα κατάχριε, μίξας ἐπὶ ἡμέρας γ′. Τοῦτο λίαν κάλλιστον.

Μύλας δὲ ἀσήπτους καὶ ἀκινήτους ποιῆσαι καὶ ἀβρότους, ἔνθεόν ἐστιν φάρμακον (καὶ μή σε (f. 7 v.) παραδραμέτω)· τοῦ χυλοῦ τῶν βοτρύων κοτύλας β′, ῥίζης φλοιοῦ μορέας οὐγγ. ς′. Ἕψε ἕως ἄν 〈εἰς〉 τὸ ἥμισυ ἔλθῃ, καὶ δίδου διὰ κλύσμα ἐπὶ ἡμέρας γ′ 〈ἢ ε′ ἢ ζ′, καὶ οὐδέποτε μύλας πονήσει 〉 ἢ οὔλους.

Ἐὰν οὖν τις θέλῃ εὐτυχῶς ἐπινοῆσαι ἀπὸ κεφαλῆς μέχρι ποδῶν, ἡ ἄμπελος θεραπεύει τὰ πάθη, ἡ θεοδώρητος βοτάνη.

Ὁ μὲν Κυρανὸς καὶ Ἁρποκρατίων ἕως τοῦ παρόντος ὡμοφώνησαν· ὅθεν δὲ ὁ Κυρανὸς μεταλλάσσων λέγει.

Τῆς οὖν βοτάνης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίω μένοι, οὖρα τε καὶ κοιλίαν κινοῦσιν. – Δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς (f. 8 v.) θερμοτάτην τε καὶ δριμεῖαν· ἔχει δὲ καὶ ἄλλην ἄρρητόν τέ τινα καὶ θείαν ἐνέργειαν· ἰᾶται γὰρ τὰ χοιρώνια, ἕλκη καὶ γαγγραίνας καὶ φαγαιδαίνας καὶ τὰ ἕλκη τὰ σαπρά, μετὰ γάλακτος καὶ ἄμμου καταπλασσόμενος.

Ἡ δὲ ῥίζα αὐτῆς ὀπτῆς χρῶτας καὶ ἐφήλεις καὶ τέτανον καὶ ἐσπιλωμένον πρόσωπον καὶ νεφέλας ἀποκαθαίρει· ἰόνθους καὶ φακοὺς καὶ ἀλφοὺς καὶ ὑπώπια καὶ πτερύγια ἐν δακτύλοις, καὶ τὰς φλεγμονὰς τὰς μελαίνας σὺν ὀροβίου ἀλεύρῳ καὶ τήλει μιγνυμένη καθάρει. Ἑψηθεῖσα δὲ σὺν ἐλαίῳ ἕως κηρωθῇ πρὸς τὰ αὐτὰ ἁρμόζει· τὰ δὲ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασθεῖσα· (f. 8 v.) διαφορεῖ δὲ καὶ φλεγμονάς.

Πρὸς δὲ ἐπιληψίας πίνεται [καθ’ ἡμέραν] κοκ. δ′ πρὸς ἐνιαυτὸν καθ’ ἡμέραν σὺν ὀξυμέλιτι· ὠφελεῖ δὲ καὶ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως διδομένη κοκ. β′· ἐχεοδήκτοις δὲ βοηθεῖ ὁμοίως. Ἔμβρυα δὲ φθείρει· ὑποταράσσει δὲ καὶ τὴν διάνοιαν, ἐνίοτε καὶ προστεθεῖσα δευτέρια ἐπισπᾶται καὶ οὖρα πινομένη. Σπλῆνα δὲ τήκει τριόβολον ποθὲν σὺν ὄξει ἐπὶ ἡμέρας λ′· καταπλάσσεται δὲ καὶ μετὰ σύκων χρησίμως πρὸς τὸ αὐτό · ἀφεψεῖται δὲ καὶ πρὸς ἐγκαθίσματα καθαρτικὰ ὑστέρας· ἔστι δὲ καὶ εὐκοίλιον.

Ὁ δὲ καρπὸς μόνος ποιεῖ πρὸς ἰχῶρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος. Ὁ δὲ χυλὸς αὐτῆς (f. 9 r.) χυλισθείσης ὅλης μετὰ ῥοφίσματός τε ποθεὶς γάλα κατασπᾷ. Ἁρμόζει δὲ παραλυτικοῖς ποθείς τε καὶ συγχρισθεὶς σὺν ἐλαίῳ, ἐπειδὰν ἑλκωθῶσιν.

Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτεθειμένα, καὶ ἀπλῶς εἰπεῖν, καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους.

Δύο δὲ αὐτῆς εἰσιν εἴδη· ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες β ρ υ ω ν ί α ν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μύλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀρχιζώστην, οἱ δὲ κέχεδρον. Ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια ἀμπέλου ἡμέρου, δασύτερα δέ · καὶ ἐμπλέκεται τοῖς παρακειμένοις (f. 9 v.) θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξιν· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα.

Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνειον. Φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζωνα δέ, ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, ἐπειτα δὲ μέλανας μὲν ἔξωθεν, ἔσωθεν δὲ πυξώδεις. Καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί, ἁρμόδιοι σπληνικοῖς, μάλιστα αἱ ῥίζαι· καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς· ποιεῖ δὲ καὶ πρὸς τοὺς (f. 10 r.) τῶν ὑπορογίων λόφους ἑλκουμένους τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα, καὶ πρὸς στρέμματα καὶ παρέσεις καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῆς πρὸ αὐτῆς.

Ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλαιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν.

Ἕως ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως· ἀπὸ δὲ τῆς ἀνωτέρω γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν· ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος.

Μάκαιρα βοτάνη, τῶν θεῶν ἡγητεῖρα, γαίης κρατοῦσα, οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ, ὡς ἐπιλύειν πᾶν μέλος, ποιοῦσα δὲ ὕπνον, οὐδεὶς οὐ λόγῳ, οὐ σώματι ἰατήρ τις, (f. 10 v.) οὐδεὶς πρὸς σὲ δυνήσεται, ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν [τῶν] ἐγκρύφως ἔχουσιν μυστικὰς φρένας, τὴν ἀρρήτως ἔχων, ἄμπελε, πάντ’ ἐκφανεῖς μόναις ὅσα γραφαῖς, ἢ φαρμάκοις γίνεται, ἢ φασγάνῳ, ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται· ταῦτα μὲν λελέχθω ἀμπέλου μυστήρια. Ἔχει δὲ ἄλλα κοσμικά, ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν.

Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος, καθώσπερ [γὰρ] εἶχεν καὶ ἡ κυρανίς· Μάκαιρα ἐκ θεοῦ ἄνασσα, ἐκ θεοῦ βοτρυοφόρε μητὲρ ἁπάσης θείας φύσιος εὐαγοῦς ἐν φυτοῖς· τῇ πρώτῃ ἐάων ἱερεῖ· εὗ . . . ντο ὀλύμπιος οὖσα.

Ταῦτα εἴπας εἰς ποτήριον βάλε εἰς κεράμιον, ὅθεν πίνουσιν ἅπαντες, (f. 11 r.) καὶ ἀναλύουσιν εὐφρανθέντες, μηδενὸς συζητήσαντος.

Ἐὰν οὖν θέλωμεν φράσαι περὶ ἀμπέλου ὅσα δύναται, βιβλίον ὅλον οὐκ ἀρκέσεται ἡμῖν.

Πινόμενος γὰρ ὁ χυλὸς τοῦ βότρυος εὐωχίας μεγίστας ποιεῖται. Φύτευε αὐτὴν εἰς πάντα τόπον· οὔτε γὰρ ἑορτὴ θεῶν ἢ θνητῶν ἤδη πέρας ἐσχηκότων τοῦ βίου, ἢ εἰς τὸν βίον ἐσεληλυθότων ἡ ἀπὸ σπορᾶς βίου ὁρμώντων, ἢ γεωργίας ἢ φυτείας, ἢ ἕτερόν τι τῶν ἐν βίῳ γιγνομένων δυνήσεται ἄνευ τοῦ φυτοῦ τούτου.

Ἔτι δὲ λείπει μοι περὶ τίνος κακοῦ δαίμονος, ὅς ἐστιν τεταρταῖος, ὡς ἐπιπέμπεται ἀνδράσι καὶ (f. 11 v.) γυναιξίν, ὑπὸ δεκανοῦ τοῦ πρώτου αἰγοκέρω μὴ ταχέως πειθομένου, διότι οὐ βλέπει οὕτε ἀκούει, ὑπάρχει γὰρ ἀκέφαλος.

Λαβὼν οὖν σταφίδας ἐχούσας γίγαρτα δ’ ἐκκόκισον αὐτὰ τοῖς ὄνυξι, καὶ μὴ τῷ στόματι, καὶ βαλὼν αὐτὰ εἰς ῥάκος περίαπτε τῷ τραχήλῳ ἀγνοοῦντι ἁγνὸς ὧν, καὶ ἀπαλλάξεις Θεοῦ χάριτι.

Καὶ ὁ λίθος ὁ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περιαπτόμενος ἀπαλλάσσει τοὺς τετραίζοντας.

Ἡ δὲ τοῦ Κυρανοῦ περὶ εὐφρασίας στήλη εἶχεν οὕτως· Ἡ θειοτάτη βοτάνη βοτρυοφόρε, ἄμπελος λευκή, ἡ μητὲρ τῶν βοτανῶν, εὔδιε κυβαληφόρε, γῆς ἐν φυτοῖς ἡ πρώτη. Λέγε εἰς ποτήριον τοὺς (f. 12 r.) λόγους τούτους· ἐυηὶ εὐοινὸν (sic?), φρενῶν μου τήρησον ἀβλάβειαν εἶναι ευηὶἒ, ὀλυμπίᾳ οὖσα, συντήρησόν μου νοὸς φρένας, εὔθυμος οὖσα, καὶ θειοτάτη καὶ ὑγιής. Ὑι εὖ ἀὲ ἰαυῶ αέ κιεῶ· ἐάωε. Ταῦτα εἰς ποτήριον οἴνου ἐπειπών, βάλε εἰς κεράμιον οἴνου, ὅθεν πίνουσιν ἅπαντες καὶ ἀναλύουσιν ἅπαντες εὐφρανθέντες οἱ φίλοι, μηδενὸς συζητήσαντος.

Λαβὼν οὖν ἀετίτην λίθον γλύψον ἀετόν, καὶ ὑπὸ τὸν λίθον ὑπόθες γίγαρτον σταφυλῆς, καὶ τὸ ἄκρον τοῦ πτεροῦ τοῦ ἀετοῦ εἶτε ἱέρακος, καὶ κατακλείσας φόρει· διαφυλάξει σε γὰρ ἀπὸ πάντων τῶν (f. 12 v.) προειρημένων παθῶν. Ἔτι μὴν καὶ ἀξιόλογον καὶ προσφιλῇ συντυχίαις δυναστῶν, καὶ μεγάλων ἀνδρῶν καὶ περιεχόντων χάριν παρέξει· καὶ ἐπὶ ἑτέρων πολλῶν [ἄλλων] ὧν οὐ χρεία ἐστὶν λέγειν ποιήσει, καὶ οὕτως πέρας εἴληφεν τὸ πρῶτον στοιχεῖον ἄλφα.

ΣΤΟΙΧΕΙΟΝ ΤΟ Β.

Βράθυος, βοτάνη ὁμοία κυπαρίσσου.

Βρύσις, ὄρνεον ὅ ἐστιν κορώνη.

Βήρυλλος, λίθος λευκός.

Βύσσα, ὅ ἐστιν κάραβος.

Ἡ θεόγνωστος δενδρικὴ καλουμένη ὁμοία κυπαρίσσῳ· καλεῖται δὲ βράθυ, αὕτη θυμιᾶται τοῖς θεοῖς ἀντὶ λιβάνου.

Βρύσις, κοινὸν ζῶόν ἐστιν κορώνῃ ζῶν (f. 13 r.) ἐτῶν ἕως φ’.

Βήρυλλος, λευκὸς λίθος πολύγνωστος καὶ βαρύτιμος.

Βύσσα ἐστὶν κάραβος θαλάσσιος· ἐκλήθη δὲ βύσσα διὰ τὴν ὁμοιότητα τῶν βυσσάλων.

Πρὸς οὖν δυσπνοκοὺς καὶ ὀρθοπνοϊκοὺς καὶ ἀσθματικοὺς βράθυος 〈ο α’, βουτύρου 〈ο δ′, μέλιτος γο β′. Ἔκλεγμα ποιήσας νήστει δίδου.

Τοῦ δὲ καράβου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ἰῶνται τὸ πάθος.

Τῆς δὲ κορώνης τοῦ πτηνοῦ ἡ φύσις ἐστὶ τοιαύτῃ· ἐὰν γὰρ ἡ θήλεια τελευτήσῃ, ὁ ἄρρην ἑτέρᾳ οὐχ ἅπτεται. Ὁμοίως δὲ καὶ ἡ θήλεια τὸ αὐτὸ ποιεῖ Ὁ δὲ ἀνὴρ ἐὰν φορήσῃ τοῦ ἄρρενος τὴν καρδίαν, ἡ δὲ γυνὴ τῆς θηλείας, εὐνοήσουσιν ἑαυτοῖς τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον· τοῦτο ἀνυπέρβλητον (f. 13 v.) θαῦμα.

Λαβὼν οὖν βηρύλλιον λίθον, γλύψον κορώνην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς κάραβον· καὶ κατακλείσας βράθυ βραχὺ καὶ ὀλίγον τῆς καρδίας τοῦ πτηνοῦ καὶ τὴν λεγομένην ἀφροδίτην τοῦ καράβου, καὶ φόρει ὡς βούλει.

Ποιεῖ γὰρ πρὸς δυσπνοϊκούς, ἡπατικοὺς καὶ νεφριτικούς· ἔστιν γὰρ Διὸς θεοῦ ὁ λίθος. Τὸν δὲ φοροῦντα ποιήσει ἐπίχαριν, ἐπιτευκτικὸν εἰς ὃ ἄν ἐπιβάληται, ποιεῖ δὲ καὶ εὔνοιαν εἰς τοὺς γαμοῦντας, καὶ ὁμόνοιαν εἰς τὰ ἀνδρόγυνα ὡς λίαν κάλλιστον.

ΣΤΟΙΧΕΙΟΝ Γ.

Γλυκυσίδη, βοτάνη· οἱ δὲ παιωνίαν.

Γλαῦκος, πτηνόν.

Γνάθος, λίθος.

Γλαῦκος, ἰχθὺς ὁ πασίγνωστος.

Γλυκυσίδη βοτάνη ἐστὶν ἡ παιωνία· ἐκλήθη (f. 14 r.) δὲ παιωνία διὰ τὸ τὸν παίωνα αὐτὴν εὑρηκέναι· ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμιγδάλῃς. Τὰ μὲν οὖν ἀποστήματα αὐτῆς ἐστιν μεμυκότα, ἃ δὲ κεχηνότα.

Ἔστι πτηνὸν τοῦτο ὅπερ τῇ Ἀθηνᾶ ἀναγράφεται· βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους, ἐν ἀγροῖς διατρίβων.

Γνάθος λίθος ἐστὶν σκληρὸς ὡς μυλίτης ὁμοίως γνάθου.

Γλαῦκος, ἰχθὺς θαλάσσιος πασίγνωστος.

Τῆς οὖν βοτάνης εἴδη εἰσὶν δύο, ἡ μὲν ἀρρενική, ἡ δὲ θηλυκή.

Ἐὰν οὖν γυναικὸς μὴ κατέχῃ μήτρα τὸ ἐσπαρμένον, θέλῃ δὲ συλλαβεῖν. 〈 λαβῶν 〉 θεῖον βλάστημα, περιζωννύσθω καρπὸν μεμυκότα, δήσας αὐτὸν ἐν ῥάκει λινῷ βεβαμμένον (f. 14 v.) ἑπτὰ χροιάς, περὶ τὸ ἦτρον δὲ ζωννύσθω. 7 bis] Ἐὰν θέλῃς μὴ τίκτειν γυναῖκαν, μολύνας κρίθας εἰς τὰ καταμήνια αὐτῆς δὸς μήλου φαγεῖν, καὶ οὐ τίκτει ποτέ. Ὁμοίως καὶ ἄνθρακας ζῶντας σβέσον εἰς τὰ ἄμηνα αὐτῆς, καὶ οὐ τίκτει. Ἂς ἄρῃ δεόντως ἄνθρακα, καὶ φύλαττε· ὅταν δὲ θέλῃς πάλιν τίκτῃ, ἃς ἄψῃ αὐτὸν ἐν πυρί, καὶ τίκτει.

Εἰ δὲ οὐ συλλαβεῖν ἐθέλει, τοῦ κεχηνότος σπέρματος τῆς γλυσίδος τῆς βοτάνης μετὰ ῥύπου ὠτὸς ἡμιόνου περιαπτέσθω ἐφ’ ὅσον ἄν θέλῃ χρόνον.

Εἰ δὲ ἐν ὠδῖσίν ἐστιν τίκτουσα καὶ ἔχει κίνδυνον, κεχηνὸς σπέρμα τῆς βοτάνης εἰς ἔλαιον βαλὼν ἄλειφε τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον, καὶ ἀλύπως τέξεται.

Ἐπιθυμιωμένη δὲ ἡ ῥίζα ἢ ποτιζομένη δαίμονας ἀπελαύνει καὶ φαντάσματα πάντα φορουμένη.

Γλαύκου οὖν τοῦ ὀρνέου καὶ γλαύκου τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου θαλασσίου ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ. Κάλλιον δέ ἐστιν καὶ τὰς χολὰς (f. 15 r.) τῶν ἀμφοτέρων συλλειῶσαι καὶ ἐπιτιθέναι ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἀποθέσθαι.

Ὅταν οὖν θέλῃς θαυμάσαι τὴν δύναμιν τῆς φύσεως, γράψον ἐκ τοῦ προειρημένου ὑγροῦ κολλουρίου ἐν καθαρῷ ἀγράφῳ χάρτῃ, καὶ ἡμέρας οὐχ ὀρασθή σεται, σκοτείας δὲ γενομένης ἀναγνωσθήσεται τὸ γραφέν. Εἰ δὲ εἰς τοῖχον θέλῃς ζωγράφεσθαι ζῴδιον ὅσον θέλεις καὶ νυκτὸς γενομένης, οἱ θεωροῦντες ἐν τῇ σκοτείᾳ φεύξονται, δοκοῦντες δαίμονας ἢ θεοὺς εἶναι.

Ἐὰν δέ τις εἰς γνάθιον λίθον γλύψῃ γλαῦκα τὸ ὄρνεον καὶ ὑπὸ τοὺς πόδας γλαῦκαν τὸν ἰχθύν, τούτου δὲ τοὺς ὀφθαλμοὺς ὑποκατακλείσας φορήσει, ἀπεχόμενος ἡ χοιρείου κρέατος (f. 15 v.) καὶ πάσης ῥυπαρίας, σκοτείας δὲ γενομένης φανήσεται γενναῖος ὡς ἄνθρωπος· δόξουσιν γὰρ οἱ ὁρῶντες ἔνθεον σε εἶναι· εἰς δὲ τὴν ἡμέραν ὁ ἄν εἴπῃ πιστευθήσεται, εἰς κοίτην δὲ φορούμενος ὄραμα ἀληθὲς δείκνυσιν.

ΣΤΟΙΧΕΙΟΝ Δ.

Δρακόντιος, βοτάνη.

Δενδροκολάπτης, πτηνόν.

Δράκων, ἰχθύς.

Δενδρίτης, λίθος εὔγνωστος.

Δρακόντιος βοτάνη ἐστὶν ἔχουσα σπέρμα ὡς ὀφθαλμοὺς δράκοντος, φύλλα πλατέα, πονηρὰ δὲ ἐν παντί.

Δενδροκολάπτης πτηνόν ἐστι πασίγνωστον τῷ μεγέθει ὡς ὄρτυξ. Κολάπτει δὲ τὰς δρῦς, ἐλάτας τε καὶ καρύας, ἵνα νοσσεύσῃ ἔνδον τοῦ στελέχους.

(f. 16 r.) Δράκων θαλάσσιός ἐστιν ἰχθὺς ἀλέπιδος ἀληθῶς· ἐὰν ὑπερμεγέθης γένηται καὶ θελήσει δυναστεύειν, τοῦτον ἁρπάζουσιν αἱ νεφέλαι εἰς τὸν ἀέρα καὶ ῥίπτουσιν εἰς τὰ ὅρη, κατὰ μέλος αὐτοῦ διαιρουμένου ὅπως μὴ ὑπάρχῃ. Ἡ δὲ γλῶσσα αὐτοῦ οὖσα διδυμωτή, ὡς θρὶξ ἱππεία παμμεγέθης, ἔχουσα μῆκος δακτύλων δύο, ἦν περιβαλὼν εἰς ἔλαιον, ἔχε. Περιαπτόμενος παισὶν ἀβασκάντους καὶ ἀνόσους τηρήσει.

Εἶδον δὲ τὴν ἱστορίαν ταύτην ἐν τοῖς παραθαλασσίοις τόποις τῆς Συρίας 〈καὶ〉 τῆς Ἀσσυρίων χώρας.

Δενδρίτης λίθος ἐστὶν ὃς γινώσκεται ὑπὸ πολλῶν, παρόμοιος κοραλλίῳ. Οὗτος φύεται ἐν τῇ Ἰνδικῇ παρὰ τοὺς πετρώδεις τόπους τῆς θαλάσσης, ἔχων ὕψος ὡσεὶ δακτύλων ἕξ.

(f. 16 v.) Τῆς οὖν δρακοντίου βοτάνης τὸ σπέρμα φορούμενον ὀξυωπίαν παρέχει· κεφαλαλγίας ἀπαλλάσσει ἀλγούσας βραχύ.

Πτερὸν δὲ τοῦ ζώου μετ’ ὀλίγου 〈τῆς βοτάνης 〉 κεφαλαλγίαν καὶ ἡμικρανίαν ἀπαλλάσσει περιαπτόμενον.

Ὁμοίως πτερὸν τοῦ ζώου καὶ ὀλίγον τοῦ ἰχθύος κοπέντα καὶ λειωθέντα περιαπτόμενα πᾶσαν κεφαλαλγίαν ἰᾶται ταχέως.

Ἵνα οὖν μὴ πλανώμεθα πρὸς τὴν δυσπορίαν τοῦ μεγάλου δράκοντος, ἀλλὰ τὰ γινόμενὰ ἐστιν δρακόντια μικρά, ὡσεὶ παλαιστῶν δύο εἰς ὕψος ἰχθυώδη πιπρασκόμενα, τούτοις χρησόμεθα ἀντ’ ἐκείνων.

Πρὸς οὖν τὰς ἀλγηδόνας τῆς κεφαλῆς καὶ ἀρχὴν ἐλεφαντιάσεως, καὶ κελεφίας καὶ λευκασίας τὰς περὶ τὸ σῶμα (f. 17 r.) γιγνομένας, καὶ πᾶσαν τὴν κακίστην λέπραν, τὸ στέαρ τῶν δρακόντων μετὰ χυλοῦ τῆς βοτάνης κατάχριε πρωὶ καὶ ὀψέ.

Ἐὰν οὖν τις σφηνώνῃ τὴν νοσσιὰν τοῦ δενδροκολάπτου, φέρει βοτάνην αὐτὸς ἦν γινώσκει, καὶ προσαγαγὼν ἀνοίγει· εἰ μὲν γὰρ πηλῷ ἀποφράττεται, ὁ πηλὸς καὶ πεσεῖται· εἰ δὲ λίθῳ, ὁ λίθος πηδᾷ· εἰ δὲ σανίδι καὶ ἥλοις, ἐξηλωθὲν πεσεῖται· εἰ δὲ σιδηρῷ πετάλῳ καὶ ἥλοις, διαρραγήσονται· μόνον γὰρ παραθιγὼν ἐκεῖ τὴν βοτάνην ἀνοίξει ἅπαντα ταῦτα παραυτά, καὶ αἴρει τὰ νοσσιὰ αὐτοῦ. Ἐὰν οὖν τις τὴν βοτάνην ταύτην ἐπιτύχῃ, πρὸς πολλὰ ποιήσει ἃ οὐκ ἔξεστιν λαλεῖν, ὡς φύσις θειοτάτη, ἃ οὐδεὶς τελέσειεν ἀνδρῶν.

Ἐὰν τις γλύψῃ εἰς δενδρίτην λίθον τὸν δενδροκολάπτην (f. 17 v.), ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ δράκοντα θαλάσσιον, καὶ ὑποκατακλείσας τὴν εὑρισκομένην βοτάνην ὑπὸ τοῦ δενδροκολάπτου, καὶ φορήσει, πᾶσα θύρα αὐτῷ ἀνοιγήσεται καὶ δεσμοὺς καὶ κλεῖθρα λύσει· ἄγρια θηρία αὐτῷ ὑποταγήσεται καὶ ἡμερωθήσονται, ἀνθρώποις τε πᾶσιν ἔσται ἠγαπημένος καὶ εὐάκουστος, καὶ ὅπερ ἄν θέλῃ ἐπιτεύξεται, καὶ ὃ βούλεται περιγενήσεται.

Λέγετε δὲ καὶ τὸν ὕμνον εἰς τὸν τρισμέγιστον Ἑρμῆν, ὅς ἐστιν πάσης σοφίας καθηγητὴς καὶ λόγων ἡγούμενος, καὶ πᾶσης τέχνης σοφώτατος παροχεύς, καὶ ἀστέρων ὁ θαυμαστότατος.

Μακάρτατε θεῶν Ἑρμῆ, μέροψ ζῶόν ἐστιν θεῶν ἄγνωστον· αὐτῶν δ’ αὖ φύσις· γένος γὰρ ἀνδρῶν τις εὖρε τοῦτο; οὐδείς, ἀλλὰ πταίσει. Σὺ σοφὸς ὢν φέρων φρενήρης (f. 18 r.) μετέδωκας ἐν τῇ στήλῃ· ἥδε ἡ φύσις· φορῶν δὲ μαθήσεις τὰ ἐν θεοῖς, ὄντα τε κλεῖθρα ἀνοίξεις καὶ δεσμοὺς λύσεις πάντας· θῆρας δὲ πάντας ἡμερώσεις, βουλήματι τοῦ ἐν οὐρανοῖς κῦμα δῖνον παύσεις ἀγριούμενον· ἅπας δὲ δαίμων φεύξεταί σε πάντοτε, ἀγαθὸς δὲ φανήσῃ πᾶσιν ἀνθρώποις μόνος.

Τραπήσομεν δὲ ἐφ’ ἑτέραν συμβουλίαν· εἰ δὲ ὡς εἰκὸς μὴ εὑρέθη ἡ βοτάνη εἰς τὴν νοσσιάν, ἀνοίξας ὑποκατάκλειε τῷ γεγλυμμένῳ λίθῳ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ τὴν καρδίαν, καὶ κόκκωνα τοῦ σπέρματος τῆς δρακοντίου βοτάνης καὶ λίθον ἢ μύελον τοῦ ἰχθύος· οὗτος γὰρ φορούμενος ὀξυωπίαν παρέχει, καὶ κεφαλαλγίαν ἰᾶται, καὶ ἀπλῶς εὐπαθῇ ἕνεκεν τῆς κεφαλῆς (f. 18 v.) καὶ τῶν ὀφθαλμῶν ποιεῖ τὸν φοροῦντα· ἔτι δὲ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν παρὰ πᾶσιν ἀνθρώποις δείκνυσιν..

ΣΤΟΙΧΕΙΟΝ E.

Εὔζωμος, βοτάνη.

Εὐβοή, πτηνὸν ὅ ἐστιν ἀηδών.

Ἐχῖνος, ἰχθυώδης.

Εὔανθος λίθος ἐστί.

Εὔζωμος βοτάνη ἐστὶν ἐσθιόμενον λάχανον παρὰ πᾶσι γνωστόν. Εὐβοὴ πτηνόν ἐστιν ἀηδὼν ὑπὸ πάντων γινωσκόμενος. Ἐχῖνος θαλάσσιος ὑπὸ πάντων γινωσκόμενος. Εὔανθος λίθος ἐστὶ πάγχρυσος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ, ὅτι πολύχρωμός ἐστι.

Τὸ οὖν εὔζωμον θερμαίνει· ἐπιπλάνη ἐστι παρὰ πολλοῖς μὴ νοοῦσι τὰς φύσεις μιᾶς ἑκάστης βοτάνης. Τὸ οὖν εὔζωμον καὶ τὸ πήγανον καὶ τὸ ἁγνὸν οἱ ἱερεῖς ἐσθίουσιν ἁγνείας χάριν. Τὸ μὲν γὰρ χλωρὸν εὔζωμον ψύχει τὰς συνουσίας, καὶ οὐκ ἐᾷ πολλὰ συνουσιάζειν, οὕτε πυκνῶς ὀρθιᾶν, οὕτε ὀνειριάζειν· διὸ οἱ ἐν τοῖς ἱεροῖς προσιόντες ἱερεῖς τοῦτο πυκνῶς ἐσθιόμενον παρ’ αὐτῶν οὐ συγχωρεῖ ὀνειριάζειν.

(f. 19 r.) Τούτου τοῦ σπέρματος 〈ο δ′, πέπεριν 〈ο δ′, μετὰ μέλιτος πρωὶ καὶ ὀψὲ λαμβανόμενος ὅσον δακτύλων β′ ὀρθιᾶν ποιεῖ.

Ἐὰν δέ τις τὴν ἡλικίαν ἐστὶ προβεβημένος καὶ τὸ μόριον ἔχῃ παρειμένον, ποιείτω τοῦτο· εὐζώμου σπέρματος 〈ο ιϛ′, κυμίνου 〈ο η′, πέπεριν 〈ο δ′. ἀνδράχνης σπέρματος 〈ο β′, λεῖα 〈σὺν〉 μέλιτι ἀναλαβὼν δίδου ὀψὲ καὶ πρωί· Τοῦτο ἀσύγκριτόν ἐστιν.

Τοῦ 〈δὲ〉 ἀηδόνος οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία περιαπτόμενοι ἐν κραβάτῳ ἀύπνους ποιοῦσι τοὺς ἀνακειμένους.

Ἐὰν δέ τις λειώσας δῴη τινὶ πιεῖν λάθρα, ἄυπνος ἀποθανεῖται· λύσιν δὲ οὐκ ἔχει.

Ἐχίνου θαλασσίου τὸ μεσομφάλιον ἐὰν λειώσας δώσεις ἐπιληψίᾳ πειραζομένοις, παραυτίκα κουφηθήσονται· δίδου δὲ μόνον μετὰ μέλιτος πλειστάκις.

Εἰς δὲ τὸν εὐάνθη λίθον τὸν πάγχρυσον γλύφεται Ἀφροδίτη τὰς τρίχας καὶ τοὺς πλοκάμους τῆς κεφαλῆς ἀναδεσμουμένη, καὶ ὑποβάλλεται ῥίζα τῆς (f. 19 v.) βοτάνης καὶ ἀηδόνος γλῶσσα, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ πᾶσιν ἀνθρώποις φιλητὸς καὶ γνωστός, καὶ ἡδυλάλος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις καὶ δαίμοσιν· πᾶν δὲ θηρίον φεύξεταί σε.

ΣΤΟΙΧΕΙΟΝ Ζ.

Ζμῖλαξ, βοτάνη.

Ζῶκος, πτηνόν.

Ζμύρνα θαλασσία.

Ζμάραγδος, λίθος τίμιος, πράσινος.

Ζμῖλαξ ἐστὶ βοτάνη ἰσχυροτάτη ὡς κισσόφυτον· ἐὰν δέ τις στέψῃ μετ’ αὐτοῦ γυναῖκα δυστοκοῦσαν, παραυτὰ τέξεται ἀπόνως.

Ἐὰν δὲ ἐν ταῖς καθάρσεσι δυσκολαίνῃ τις μετ’ ἀλγηδόνων, καὶ περιζώσας αὐτὴν τὴν βοτάνην, καθαρθήσεται ἀπόνως.

Ἐὰν δὲ τοῦ χυλοῦ τῶν φύλλων κο. α′ καὶ μέλιτος γο. α′ μίξας δώσεις ὑδρωπικῷ, ἀκινδύνως κενωθήσεται (f. 20 r.). Γυνὴ δὲ γευσαμένη αἱμορραγήσει.

Ζῶκός ἐστι πτηνόν· οἱ δὲ ζώγιόν φασι, οἱ δὲ ἅρπην. Ἐστι δὲ εἶδος λευκοῦ γυπὸς νεκροβόρου. Ζμύραινα θαλασσία γνωστὴ πᾶσιν. Ζμάραγδος, λίθος πᾶσι γνωστός.

Τῆς οὖν ἅρπης τὸ ἔντερον ἐὰν δώσεις τινὶ φαγεῖν ἐν βρώματι, ὁ τοῦτο λαβὼν ῥαγήσεται ἐσθίων· ἔσται γὰρ ἀχόρταστος.

Τὸ δὲ κωλέντερον τοῦ πτηνοῦ ἐὰν δῴης λεῖον πιεῖν ἢ ὀπτὸν φαγεῖν κωλικῷ, τελείως σωθήσεται.

Στέαρ δὲ συγχριόμενον μετ’ ἐλαίου μύρου τετραΐζοντας ἀπολύει· κόπρος δὲ λέπρας παύει μετ’ ὄξους καταχριομένη· τὸ δὲ ἧπαρ διδόμενον ὅσον ἄν βούλῃ φθείρει τὰ ἔντερα πάντα.

Ὁ δὲ ζμάραγδος λίθος ἐστὶν χλωρός, βαρύτιμος.

Γλύψον (f. 20 v.) οὖν ἐν αὐτῷ τὴν ἄρπην, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὴν ζμύραιναν, καὶ ὑπὸ τὸν λίθον κατάκλεισον 〈τὴν〉 ῥίζαν τῆς βοτάνης, καὶ φόρει πρὸς ταραχώδη ἐνύπνια καὶ θάμβη καὶ ὅσα σεληνιαζομένους ἀνῆκε· παύει καὶ κωλικούς Κάλλιον δὲ εἰ καὶ στέαρ ζμυραίνης ὑποβληθῇ· τοῦτο ἔνθεον ἐστιν.

ΣΤΟΙΧΕΙΟΝ Η.

Ἠρύγγιος, βοτάνη.

Ἡλίου ζωή, ὁ φοινικόπτερος.

Ἡφαιστίτης, λίθος.

Ἡδονίς· οἱ δὲ ἀφύδιον.

Ἠρύγγιος βοτάνη ἐστὶν ὡς κάλαμος φυομένη, ἀκανθώδης, ἢ καὶ γοργόνιος λέγεται, δυνάμεως ἔχεται τοιᾶσδε· ἐὰν γάρ τις τὴν ῥίζαν φορῇ, δαίμονος πεῖραν οὐχ ἕξει ποτέ.

Ἐὰν δέ τις πνεῦμα ἔχῃ ἀερῶδες, τὴν δὲ ῥίζαν ὑποθήσει ὑπὸ τὰς ἐσθῆτας αὐτοῦ, (f. 21 r.) ἐξομολογήσεται ὁποῖός ἐστι καὶ πόθεν καὶ φυγάδευθήσεται· ξένος, γὰρ ὤν.

Ἡ δὲ ὅλη βοτάνη σὺν ταῖς ῥίζαις ποτιζομένη 〈 ἐν 〉 ὕδατι καὶ μέλιτι κωλικοὺς παύει.

Ἐὰν δὲ μετ’ οἰνομέλιτος ἐκζεσθῇ, καὶ ποτίσῃς λιθιῶντας, στραγγουριῶντας καὶ νεφριτικούς, ἀπαλλάξεις τοῦ πόνου· πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιϛ′ πρωὶ καὶ εἰς κοίτην. Ἐὰν δὲ καὶ σίδια ῥοᾶς συζέσῃς αὐτοῖς, κρεῖσσον ὠφελήσεις.

Τὸ δὲ φοινικόπτερον τοῦ ἐχίνου, ἐὰν ζέσας δώσεις λάθρα, κρεῖσσον ποιήσεις.

Ἡδονὶς δὲ ἡ θαλάσσιος, τὸ καὶ ἀφύδιον λεγόμενον συχνῶς ἐσθιόμενος τὰς γιγνομένας νομὰς ἐν τοῖς νεφροῖς ἀποθεραπεύει.

Εἰς δὲ τὸν ἡφαιστίτην λίθον τὸν καὶ (f. 21 v.) πυρίτην λεγόμενον ἐὰν γλύψῃς φοινικόπτερον, παρὰ δὲ τοὺς πόδας αὐτοῦ σκορπίον, καὶ ὑποβάλῃς δὲ τῷ λίθῳ [μέρος] ῥιζίου τοῦ φυτοῦ μικρόν, ἔξεις φυλακτήριον πάντων ζώων ἰοβόλων· ἀποστρέφει δὲ καὶ ἰνδαλμοὺς νυκτερινούς· ποιεῖ δὲ καὶ ἐπὶ λιθιῶντας, βασκοσύνην δὲ πᾶσαν ἀποστρέφει.

ΎΜΝΟΣ. Κεδνᾶς ἀκεδνῶ χάριν καὶ δεινοὶ βροτοῖσιν ἅπκσιν αὐτὸς ἐφόρει Κρονίδης καὶ φάος ἐν ἄστροις γαίᾳ καί κτήσει χρυσὸν καὶ ἄργυρον ἐξολοθρεύειν νόσον καὶ πενίαν δεινὴν δεσμοῖς κακὴν ὑπ’ ἀνάγκης· Οὐ κόραφος ἐὼν ἀγαθός, ἀλλ’ ἔστιν ἀναγκάσων γαίαν ἅπασαν καὶ οὐρανὸν [καὶ] ἀστερόεντα, μαστίζων μοίραις (f. 22 r.) βροτοὺς ἀγχοπανάγκης αὐτὸς ἄναξ· Κρονίδης τις ὁ κοιρανὸς ἐν ἐνὶ κόσμῳ ῥομβοῖς ἀφθάρτοις κυλινδούμενος, πορείαις κυκλίσκων τὰ ἅπαντα ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς ἐπτάπολῖς, ἄρκτοῖς δὲ συγκινούμενα πάντα. Λισσομένῃ ψυχῇ ἀρκείσθω ὅσα συγκάμενοι λυομένῳ καιρῷ· εἰ καὶ μετὰ τὸ ἐγκύσαι ὄντως ἐσθὶς θεὸν γινώσκουσα ἐν ἀέρι καὶ νεφέλεσι νοσοῦν ὑπερφυγέουσα εἰς ὃν οἰκήσασθαι ἐκολάσθης. ψυχὴ σὺ μάκαιρα, ἀθάνατος, ἀπὸ τόπου οὖσα παῦσον σοὺ κάματον ἐν σώματι, μηκέτι κάμνε ὡς ἐπιζητεῖν τίς οὐρανός ἐστιν, ὕδωρ καὶ πῦρ, ἄστρα τὰ φαινόμενα, καὶ σκότος ἐστίν, ὑπὲρ θεοῖς αὐτοῖς ἀλάλητον (f. 22 v.), καὶ σφαῖρα κυλινδουμένη ἀπ’ ἀνατολῆς ἕως δυσμάς, ὀδύνῃ δέ ἄυπνος ἡ ἀνέμων κινοῦσα ἅπαντα ἐκ πόντου πρηστὴρ ἀνάγει, καὶ [εἰς] αἰθέρα λύει, ἐκπαταγῶν βροντήν, καὶ ἀστεροπὴν πυρὸς ἄγει, καὶ ὄμβρον, ὑδάτων γλυκερῶν ῥοίζήματα· γαία μητρὶ ἁπαντοτρόφῳ δεκτήρι, γασ τέρι θείᾳ κρύπτουσα τὰ πάντα ὅσα εἰς γαλήνην καθικνεῖται, ῥίζας βοτανῶν, γαίης πολυάνθεα τέκνα, φύουσιν ἃς περὶ [τετράσι], τετράποσι πτηνῶν καὶ νεπόδων πάντων καὶ φωλευόντων ἀπλῶς πάντα βρότων πέφυκεν, εὔωχρα δὲ πάντα ἔοικεν.

Ἀρκείσθω ὅσα προεῖπον· πεζῷ δὲ (f. 23 r.) λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια· ὧν τὰ ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσειεν· ἔφρακα δὲ τοὺς μέλλοντας στίχους περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν ουτως ζώων.

[Ἔποψ] ζῶόν ἐστιν ἐν ἀέρι πτώμενον ὁ καλεῖται ἔποψ, ἐπτάχρωμον βασίλειον ἔχον μήκει δακτύλων β′, ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον, ὡς εἰπεῖν, πρὸς τὰς ὁ τροπὰς τοῦ ἐνιαυτοῦ· οὐτος καλεῖται κουκούφας καὶ πούπος, ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρώτῃ τῇ βίβλῳ ἀρχαϊκῇ καλουμένῃ· ἔστι δὲ τὸ ζῶον ἱερόν.

Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι πταίρουσαν (f. 23 v.) κατάπιε ἀντίκρυ τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης ἀρχομένης· ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης· καὶ επιπιε γάλα βοος μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ σύνθεματος αὐθωρόν, ἵνα ἡ καρδίᾳ ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ, καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις· ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα τοῦτο·

Μέλιτος κοτύλην α′ S, καὶ μαγνήτου ζῶντος λειοτάτου 〈ο β′, καὶ τῆς βοτάνης ἡρυγγίου καρδίας ἑπτά· ταῦτα λεῖα μίγνυε (f. 24 r.) τῷ μέλιτι· ἔχεις δὲ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὅν δεῖ ἐν τῷ μέλιτι ἐν τῷ συνθέματι ἐμβρέχεσθαι. Ὅταν δὲ θέλῃς προγινώσκειν εἴ τι βουληθῇς, πρόγευσαι δάκτυλον ἕνα, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην, καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προ γνώσεις πάντα περὶ ὧν θέλεις.

Ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλῃς ἐν τῷ συνθέματι, κρεῖττον ἔσται καὶ ἔτι μνημονικώτερον ποιεῖ. Ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν (εἴωθεν γὰρ ἔξω ῥεῖν πλῆθος φθειρῶν), δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τοῦτο (f. 24 v.). Ἐλαίου κοτύλ. α′, σταφίδος ἀγρίας λειοτάτης 〈ο β′ λειώσας καλῶς καὶ ἐνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήσῃς εἰς κοίτην ἄλειψαι.

ΕΡΩΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΤΕΧΝΙΤΗΝ. Λέγε μοι πρότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἡ θνητή· καὶ φησίν· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς· αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει· διὰ τί τοῦ σώματος ἠρεμοῦντος ἐπὶ τῆς κοίτης, καὶ ἡ ψυχὴ ἀναπαίεται ἐν τῷ ἰδίῳ τόπῳ, τουτέστιν ἐν τῷ ἀέρι, ὅθεν αὐτὴν καὶ ἐλάβομεν, καὶ θεωρεῖ τὰ ἐν ἄλλοις κλίμασι γινόμενα· πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων πρωμαντέυεται τὰ ἀγαθὰ (f. 25 r.) ἢ τἀναντία, ὅ καλεῖται ὄνειρος· εἶτα πάλιν δρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον· καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον; Ἐντεῦθέν σοι φαινέσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστιν. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπών, ἐνταῦθα οὕτως τὸ στοιχεῖον τοῦτο πεπλήρωκεν.

Ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξεν, τὰ δὲ κατὰ συμφώνησιν, προσέθηκεν δὲ ἀπὸ τοῦ ἔποπος ἀπογεύματος καὶ ὅτι εἶπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει· εἶχεν ἐκεῖθεν οὕτως.

Ἐπείδη δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ‹καὶ 〉 ἡ κεφαλὴ· καὶ 〈εἰ〉 θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως. Λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν (f. 25 v.) ἐν ᾖ φύεται, βάλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις καὶ ὅταν ἀναφύῃ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὧν καὶ νῆστις, ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν Γοργόνης· ταύτην ἀνελόμενος ἔχε ἕτοιμον.

Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσων τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρὸν καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥιζίον παιωνίας 〈 καὶ 〉 τῆς γλυκυσίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης, καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας (f. 26 r.) τῆς φώκης τὸ ἄκρον, ἔστι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος, κρεῖττον ἔξεις πάντων τῶν προειρημένων εἰδῶν, ἅ τινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραΐδῳ, ἔμβαλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλαφίου ἡ γυπός, καὶ φόρει, ἁγνὸς ὤν. Εἰ δὲ καὶ χρυσώσεις ἔξωθεν, κάλλιον ἔσται, ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν· ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος, θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις.

Ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλῃς (f. 26 v.) τοῖς προειρημένοις καὶ φορεῖς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πράγμα καὶ ἐπιτυγχάνων· φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ ἐν πᾶσιν εὐδαιμονῶν, καὶ ἄνοσον δὲ διαφυλάξει σε.

Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους. μου, καὶ ἀήττητος ἥμην· ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἔξει ἀγαθὰ ὅσα οὐ 11 προσδοκᾷ ἀπὸ τοῦ Θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαίμονος καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ, ἀπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ (f. 27 r.) προξενεῖ· ἔστιν δὲ καὶ προγνωστικὸν ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα δὲ τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.

ΣΤΟΙΧΕΙΟΝ Θ

[Ἐνταῦθα] θύρσις, βοτάνη.

Θύρ, πτηνόν.

Θυρσίτης, λίθος ὅμοιος κοραλλίου.

Θύννος, ἰχθὺς θαλάσσιος.

Θύρσις, βοτάνη ἥ ἐστιν διονυσιακή, θαμνώδης, ἀγαθὴ εἰς πάντα. Θύρ ἐστι πτηνὸν ὅμοιον ἱέρακος τοῦ πελαγίου, δραστικόν, ἔνθεον. Θυρσίτῃς λίθος ὁμοίος κοραλλίου. Θύννος, ἰχθὺς θαλάσσιος ἐδώδιμος ὁμοίος τῆς παλαμίδος, μέγας δὲ καὶ εὔγνωστος.

Bάκερά (f. 27 v.) ἐστιν φυτὸν Διονύσου· αὐτὸ τὸ θύρσιον ἐν Βάκχαις καὶ Μαινάσι ληνοβατεῖται· γῆς φυτὸν πεφυκὸς εἰς εὐφροσύνην ἀνθρώπων. Νῦν δέ τινας λέξω δυνάμεις τὰς εὐμαρεούσας ἐν οἴνῳ ὅσοις βροτοῖσι πέφυκε παρὰ χεύμασι ληνοβατεῖν. Τοῦτο ὕστερον αὖ μετέπειτα πεζῷ λόγῳ καταλέξω· εἰδέναι δὲ γῆς ἐστι τοῦτο.

Τοῦ οὖν φυτοῦ τούτου ἐάν τις λειώσῃ ‹ δ′, καὶ τοῦ λίθου ‹ δ′, καὶ εἴπῃ τὸ διονυσιακὸν ὄνομα, βάλῃ δὲ αὐτὸ εἰς κεράμιον οἴνου, ὅθεν πάντες πίνουσιν ἓν ποτήριον μόνον, καὶ πιόντες ἀναλύσουσιν (f. 28 r.) πάντες ὡς μεθύοντες καὶ εὐχαριστοῦντες, ὅτι «εὔφρανας ἡμᾶς, δέσποτα».

Ἐὰν δὲ τοῦ θύννου τὸν δεξιὸν ὀφθαλμὸν βάλῃς εἰς τὸν οἶνον, καὶ εἴπῃς τοῦ Διονύσου ὄνομα, καὶ ὅτι « ἀναλυσάτωσαν οἱ κατακυκλούμενοι, φίλοι μὲν πιόντες, ἀλλὰ καὶ εὐχαριστοῦντες ὡς εὐφραινόμενοι ».

Ἐὰν δὲ καὶ πτερὸν τοῦ θυρὸς ὀρνέου κόψῃς μαχαίρᾳ ὁλοσιδήρῳ βάλῃς τε εἰς κεράμιον οἴνου ἐπιλέγων τὸ ὄνομα τὸ διονυσιακὸν καὶ ὅτι « κύριε, ἀνάστησον τοὺς ἀνακειμένους, αἰματοχύτους γενέσθαι ἀλλήλους δαίροντας, γίνηται (f. 28 v.) οὕτως ».

Εἰς δὲ τὸν θυρσίτην λίθον γλύψον θὺρ τὸ πτηνὸν καὶ Διόνυσον κρατοῦντα τὸ πτηνόν, καὶ ὑπὸ τὸν λίθον ῥίζαν τῆς βοτάνης, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ ἀμέθυσος, πρὸς πάντας χάριν ἔχων. Ἔστι δὲ καὶ ἀκίνδυνον καὶ ἐπὶ κριτηρίων ἀήττητος. Ἐστι δὲ διονυσιακὸν ὄνομα τοῦτο. Ἐὶ. εϊρίς· βραχὺ Χριστὲ Ἰησοῦ· εϊη. οἱωο· ἀ ε η ΐ λ. Ἡ δὲ ἀλήθεια τοῦ ὀνόματός ἐστιν· ἡ ο σὺ· ἢ ο ώ β. Οὕτως μὲν ὁ Ἁρποκρατίων· ὁ δὲ Κυρανὸς οὕτως· εϊὰ βαϊχεῦ ευϊλεῦ Διόνυσε.

ΣΤΟΙΧΕΙΟΝ Ι.

Ἰτέα, δένδρον.

Ἴασπις, λίθος χλωρός.

Ἰκτίς, πτηνόν.

Ἰούλης, ἰχθύς.

(f. 29 r.) Ἰτέα ἐστὶν δένδρον πᾶσι γνωστόν, ἄκαρπον.

Ἴασπις, λίθος πᾶσι γνώριμος.

Ἰούλης, ἰχθὺς θαλάσσιος, μικρός, ποικίλος, εὐκόπως εὑρισκόμενος.

Τῆς οὖν ἰτέας τὰ φύλλα χλωρὰ λειώσας, κατάπλαττε μετ’ ὀλίγου ἁλὸς καὶ σιάλου ὀδυνωμένους σπλῆνα 〈 ἰάσεις〉. Τὸν φλοῦν ζέσας ὀξυμέλιτι, δίδου νήστῃ κοχλιάρια δύο ἢ τρία· ἀποτρίτωσον δὲ αὐτό· δίδου δὲ πρὸς τὴν δύναμιν ἑκάστῳ.

Εἰς δὲ τὸν ἴασπιν λίθον γλύψον ἰκτῖνα διασπαράσσοντα ὄφιν, καὶ ὑπὸ τὸν λίθον ἐκ τῆς κεφαλῆς τῆς ἰούλης λίθον, καὶ κατακλείσας δίδου φορεῖν ἐπὶ τοῦ στήθους, (f. 29 v.) πάν〈τα〉 δὲ πόνον στομάχου παύσει 〈 καὶ 〉 πολλὰ ἐσθίειν ποιεῖ εὐπέπτως. 〈Ἔχει δὲ〉 καὶ ἑτέρας δυνάμεις· τοῦτο φόρει ἐπὶ τῷ στήθει. καὶ ὄψει.

ΣΤΟΙΧΕΙΟΝ 〈Κ〉.

Κιναίδιος, βοτάνη.

Κιναίδιος, ἰχθύς.

Κιναίδιος, λίθος.

Κιναίδιος, πτηνόν.

Κιναίδιος, βοτάνη ἥτις ἐστὶ περιστερεῶν ὕπτιος, Ἀφροδίτης.

Κιναίδιος, πτηνὸν ὁ καλεῖται ἴυγξ. Ἕλκε τὸ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα· οἱ δ’ ἰύγγιον ἀττικόν, στρουθίον ἐδώδιμον, ὡς ὄρτυξ ἀνακλώμενος τὸν τράχηλον, ὥς φησιν ὁ Ἁρποκρατίων· οὗτος ἔχει τρεῖς λίθους περὶ τὸν τράχηλον, γλῶσσαν μικρὰν ἔχων· ἀνῆκε δὲ τῇ Ἀφροδίτῃ.

(f. 30 r.) Κιναίδιος ἰχθὺς θαλάσσιος τὸ μέγεθος ἔχει δακτύλους ἕξ· κεφαλὴ πλατεῖα ὡς βλέννου· ἰχθύδιον στρογγύλον, διαυγὲς δὲ τὸ σῶμα ὡς φαίνεσθαι αὐτοῦ τὴν ῥάχιν διὰ τοῦ σώματος ὡς διὰ σπεκλαρίου. Πληθύνει δὲ εἰς τὰ παράλια τῆς Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης. Οὗτος οὖν ἔχει λίθους β′, οἱ καὶ ἰδίας ἔχουσιν πράξεις, ὡς καὶ μεταξὺ ῥηθήσονται· εἰσὶ δὲ ἐν τῇ κεφαλῇ. Ἔχει δὲ ἕτερον λίθον ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως παρὰ τὴν οὐράν, ὅς ἐστιν δὲ ἰσχυρότατος λίαν, καὶ ζητούμενος ἐν τῷ κεστῷ τῆς Ἀφροδίτης.

Ὁ δὲ κιναίδιος λίθος ἄγνωστος ἦν ὡς δύσγνωστος ὑπάρχων, ὃς καλεῖται ὀψιανός. Ἔστι δὲ Κρόνου. Οὗτος ὁ λίθος ἐστὶ δισσός· (f. 30 v.) ὁ μὲν γὰρ ἐστι σκοτεινὸς καὶ μέλας, ὁ δὲ μέλας μέν, διαυγὴς δὲ ὥσπερ τὰ κάτοπτρα. Οὗτός ἐστιν ὃν ζητοῦσιν πολλοί, καὶ οὐ γινώσκουσιν αὐτόν· οὗτος γάρ ἐστι δρακόντιος λίθος.

Ἐὰν οὖν τις βραχὺ τῆς βοτάνης μετὰ κόπρου γυπὸς ὑποθυμιάσῃ ὑπὸ περσικίαν, φυλλοροήσει.

Ἐὰν δὲ ὑπὸ τὸ προσκέφαλον ὑποθήσει τις τὴν βοτάνην, οὐκ ὀρθιάσει ἐν τῇ συνουσίᾳ ἐπὶ ἡμέρας ζ′.

Ἀλέκτορι δὲ ἐὰν δῷς μετὰ ἀλφίτων, οὐ πατήσει θήλειαν.

Τὸ δὲ ἐκ κιναιδίου ἰχθύος τὸ ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως ἐὰν δῷς ἐν ποτῷ ἢ ἐν βρώματι, καὶ τὸν λίθον ὁ λαβὼν κίναιδος ἔσται ὁμολογούμενος αὐθήμέρον.

Ἐὰν δὲ ἀλεκτρυόνι αὐτὸν δῷς μετὰ ἀλφίτων, ὑπὸ ἑτέρων ἀλεκτρυόνων βιβασθήσεται (f. 31 r.) πυκνῶς, καὶ ἄλλῳ οἷον ἄν εἶ ἀρρενικὸν ζῶον μαλθακιάσει.

Ἐὰν οὖν τὸν λίθον τοῦτον λάβῃς μετὰ τοῦ ὁμοίου ζώου, βιβασθήσεται, καὶ μὴν ὡς θήλεια ὅσα ἀληθῶς ὁ προειρημένος λίθος ποιοῖ.

Τὴν δὲ γλῶσσαν τοῦ ὀρνέου ἐὰν φορῇ τις ἐπὶ χρυσῷ πετάλῳ, ἔσται χάριν ἔχων καὶ φιλητὸς ὑπὸ πάντων ἀνθρώπων.

Τὸ δὲ ὀρθοπύγιον αὐτοῦ λάθρα διδόμενον ἀνθρώπῳ ἢ ἑτέρῳ ἀρρενικῷ ζώῳ, ὁ τοιοῦτος μαλθακισθήσεται καὶ τῶν θηλειῶν ἔργα ἀποτελέσει.

Τὸν δὲ δεξιὸν ὀφθαλμὸν ἐάν τις φορήσῃ ὑπὸ λίθον σάμφειρον ἄσπιλον, ἐφ’ ᾧ ἐστιν γεγλυμμένη Ἀφροδίτη, ὁ τοῦτο φορῶν ἐπιχαρῆς ἔσται καί πᾶσιν ἀνθρώποις ἐξάκουστος καὶ ἐπὶ πάσης (f. 31 v.) δίκης νίκην ἔξει. Τὸ δὲ αὐτὸ ποῖει καὶ 〈ὀ〉 εὐώνυμος ὀφθαλμὸς ὑπὸ θηλείας φορούμενος.

Αἷμα δὲ αὐτοῦ μιγνύμενον μεθ’ οἱουδήποτε κολλουρίου καὶ ἐγχριόμενον ὑποχύνει ὀφθαλμούς.

Ἡ δὲ καρδία αὐτοῦ ληγούσης τῆς σελήνης περιαπτομένη τριταίους καὶ τεταρταίους ἰᾶται.

Ὁ δὲ ἐγκέφαλος τοῦ ὀρνέου λάθρα ἐν βρώματι ἢ ἐν πόματι διδόμενος κεφαλαλγίαν παύει ἀνίατον.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἡπατικοὺς ἐν ἀλσὶ καὶ ὕδατι ἐζεσμένον ἀπαλλάσσει.

Τῆς οὖν μεγάλης θεᾶς τῆς Ἀφροδίτης ὁ πρῶτος κεστὸς ὁ δεινότατος καὶ μεταλλάσσων τὰς φύσεις τῶν ἀνθρώπων καὶ πάντων 〈 τῶν 〉 ζώων, ὁμοίως καὶ τὰς γνώμας (f. 32 r.) ἀρρενικῶν, μάλιστα δὲ ἀνθρώπων, ὥστε μαλθακιάζειν καὶ ἀπογυναικοῦσθαι τὸν ἁψάμενον ἢ φορήσαντα.

Ἔτι δὲ εἰς τὸν ὀψιανὸν λίθον γλύψον ἄνθρωπον ἀπόκοπον ἔχοντα περὶ τοὺς πόδας τὰ αἰδοῖα κείμενα, τὰς δὲ χεῖρας κάτω ἐσταλμένας, αὐτὸν δὲ κάτω βλέποντα τοῖς αἰδοίοις· ὀπίσω δὲ πρὸς νῶτον Ἀφροδίτην νῶτον [πρὸς νῶτον] ἔχουσαν, αὐτὴν δὲ ἑαυτῆς στρέφουσα τὴν ὄψιν καὶ βλέπουσαν αὐτῷ· ἀποκατάκλεισον δὲ τοῦ κιναιδίου ἰχθύος τὸν λίθον. Ἐὰν δὲ μὴ ἔχῃς ἕνα τῶν ἐν τῇ κεφαλῇ, ὑπόθες ῥιζίον τῆς βοτάνης, καὶ τοῦ ὀρνέου ἀκρόπτερον τὸ εὐώνυμον· κατάκλειε δὲ εἰς λήνιον χρυσοῦν πλατύτερον· (f. 32 v.) θήσεις δὲ αὐτὸ ἐντὸς ἱμάντος νευρίου ἀπὸ τῆς κοιλίας ἱέρακος, ἵνα ἢ τρυφερόν, συρράψας κατὰ τὸ μέσον τοῦ ἱμάντος, ἵνα μὴ φαίνηται. Οὗτός ἐστιν ὁ περὶ τὴν κεφαλὴν τῆς Ἀφροδίτης ζωγραφούμενος ἢ πλασσόμενος ἱμὰς ὡς διάδημα, ὃ καλεῖται κεστός.

Ἐάν τις ἅψηται ἄρρην τοῦ ἱμάντος, οὐκ ὀρθιάσει· ἐὰν δὲ ἀγνώστως φορήσῃ, μαλθακιασθήσεται.

Ἐὰν δέ 〈τις〉 ἐκ τοῦ λίθου τοῦ ἰχθύος γεύσηται, κίναιδος τέλεος γενή σεται, μὴ ἀποκαθιστάμενος εἰς τὸ κατὰ φύσιν.

Ἐὰν δὲ γυνὴ φορήσῃ τὸν ἱμάντα τοῦτον, οὐδεὶς αὐτῇ συνελεύσεται ἐν συνουσίᾳ· οὐ γὰρ ὀρθιάσει ὁ ἀνήρ. Ἡ δὲ συμμετρία τοῦ ἱμάντος (f. 33 r.) πλάτος μὲν 〈ἔστω〉 δακτύλων β′, μῆκος δὲ παλαιστῶν ε′.

Ἔστι δὲ οὖν ἕτερον σκεῦος, ὁ φοροῦσιν αἱ βασίλισσαι, τῆς Ἀφροδίτης, καὶ ὅσα δύνανται οἱ ἄλλοι, ὁμοίως· καὶ τοῦτο εἰς ἱμάντα ἀπὸ νεύρου συντίθενται τῷ τρόπῳ τούτῳ, ἵνα 〈μὴ〉 φαίνωνται οἱ λίθοι τὴν γλυφὴν ἔχοντες, ὡς ὑπόκειται.

Ὁ μὲν πρῶτος ἔστω κατὰ τὸ μέσον τοῦ ἱμάντος λυχνίτης ἡ κεραυνίτης ἔχων γλυφὴν τὸν Ἄρεα ἔνοπλον, ἔνθα δὲ καὶ ἔνθα συγκατερραμένους ἀδάμαντας δύο ἔχοντας Ἀφροδίτης ἀκάνθην ἤγουν ῥοδωνίαν ἐκ τῶν ἐκ τοῦ ποδός· εἶτα πάλιν ἐξ ἑκατέρου μέρους ὑποπύρρους λίθους ἀσπίλους β′ ἔχοντας Ἀφροδίτην (f. 33 v.) ἀναδεσμευομένην τὴν τρίχα καὶ Ἔρωτα παρεστῶτα· πάλιν δὲ ἄλλους β′ λίθους ἐξ ἑκατέρου μέρους ὁμοίως σαρδίαν γλυφὴν ἔχοντας ἀμφότερα ὁμοῦ ἥλιον ἐπὶ τετραπόλου καὶ σελήνην ἐπὶ δύο ταύρων ἕνα ἕκαστον λίθον· ἄλλους δὲ δύο λίθους ἐξ ἀμφοτέρων τῶν μερῶν 〈 γλυφὴν ἔχοντας Ἑρμῆν κηρύκιον ἔχοντα τὴν δεξιὰν ῥάβδον· ἄλλους δὲ δύο ἀναγκίτας οὐννίονας κειμένους ἐξ ἀμφοτέρων τῶν μερῶν 〉 κράγχιταν ἔχοντας Νέμεσιν ἐπὶ τροχὸν πόδα ἔχουσαν καὶ ῥάβδον κατέχουσαν· ἄλλους δὲ δύο μαργαρίτας ἀσπίλους ἔχοντας ἐκ τῶν δύο μερῶν ἀγλύφους συγκειμένους τῷ κεστῷ, ἵνα πλεῖστοι γένωνται οἱ λίθοι ιγ′, γλυφέντας δὲ εἰς λήνια χρυσᾶ, καὶ ἵνα οὕτως εἰς τὸν ἱμάντα ῥαφέντες μὴ φαίνωνται (f. 34 r.) ὑπὸ τοῦ ὄχλου.

Ἐστὶ δὲ 〈ὁ〉 ἱμὰς διπλοῦς γινόμενος, ἀκόλουθος δέ ἐστιν ἕτερος λίθος περὶ τὸν τράχηλον φορούμενος, ὅς ἐστι σεληνίτης, ἐν ᾧ φαίνεται ἣ τε... οὖσα αὐξανομένη ἡ σελήνη καὶ μειουμένη. Ἔχει δὲ γλυφὴν σελήνην, ὑπὸ δὲ τὸν λίθον σελήνου ἀγόνου ῥίζαν ἐν ληνίῳ χρυσῷ. Οὗτος δὲ φορεῖται περὶ τὸν τράχηλον.

Τοῦτο τὸ μυστήριον φορούμενον ἔνθεον ποιεῖ τὸν φοροῦντα, καὶ ὑπὸ πάντων προσκυνεῖσθαι καὶ σέβεσθαι ἄξιον· πολλοὶ δὲ τῶν βασιλέων ἔνδοθεν αὐτὸ φοροῦσιν ἣ ἐντὸς τοῦ διαδήματος ὡς κεστόν, ἵνα μὴ ὑπὸ τινος ὁραθῇ.

Τὸν δὲ σεληνίτην ἐν δακτύλῳ φορούμενον τὰ αὐτά φασιν ποιεῖν.

(f. 34 v.) Ἀλλ’ ἵνα μὴ καταργήσωμεν τὸ βιβλίον, ἀρκείσθω ὁ λόγος, ἐπεὶ μεγίστας ἔχει δυνάμεις. Διὸ μετὰ πολλῆς φιλοπονίας καὶ πόνου ψυχῆς ταῦτα ἑρμηνεύσας σοι ἔγραψα. Γίνωσκε δὲ τοῦτο ὅ τι οὐδεὶς ἕτερος ἔχει· διὸ μηδενὶ μεταδὸς τοῦτο τὸ ἔνθεον.

ΣΤΟΙΧΕΙΟΝ Λ.

Λίβανος, βοτάνη.

Λύγγουρος, λίθος.

Λώβηξ, πτηνόν.

Λάβραξ, ἰχθὺς καὶ θαλάσσιος καὶ ποτάμιος.

Λίβανός ἐστι βοτάνη δενδρικὴ ἧς ὁ ὀπὸς θυμιώμενος ἀνεγείρει τὰ θεῖα πνεύματα.

Λύγγουρος δὲ λίθος ἐκ τοῦ ὄρους τῆς Λυγγὸς ὀνομαζόμενος· οἱ δὲ λέγουσιν αὐτὸν αἰγείρου δάκρυ· ἀγαθὸν δέ.

(f. 35 r.) Λώβηξ πτηνόν ἐστιν ὃ καὶ γύψ, ζῶον ἰσχυρότατον.

Λάβραξ πᾶσι γνώριμος ἰχθύς. Ἐκ δὲ τούτου σκευάζεται ὑγρὸν κολλούριον θειότατον ποιοῦν πρὸς ἀμβλυωπίας πάσας, ὥστε ἐν τρισὶν ἡμέραις ὁξυδερκῆσαι. Ποιεῖ δὲ καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ πτερύγια, νεφέλας, ἀχλύας, μυωπίας, τραχώματα, μυδριάσεις, νυκτάλωπας, ὑδατίδας, ψωροφθαλμίας, ξηροφθαλμίας. μίλφους, βεβρωμένους κάνθους. Πρὸς ταῦτα πάντα ἄκρως ὠφελεῖ ἐγχριόμενον.

Ἡ δὲ σκευασία ἐστὶν οὕτως· λιβάνου ἄρρενος 〈ο θ’, λυγγούρου λίθου 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος ὅλη, πεπέρεως 〈ο γ′, μέλιτος ὑμνήτου γο οϛ′ (?). Τοῦτο παλαιούμενον κρεῖττον γίνεται.

(f. 35 v.) Τὸ δὲ ἐκ τοῦ Κυρανοῦ κολλούριον εἶχεν οὕτως· λιβάνου ἄρρενος, λυγγουρίου λίθου ἀνὰ 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος 〈ο ϛ′, πεπέρεως οὐγγ. γ′. μέλιτος ἀκάπνου οὐγγ. γ′.

Εἰς δὲ τὸν λυγγούριον λίθον γλύψον γῦπα, καὶ ὑπόθες ὀλίγον λίβανον καὶ ἄκρον πτερὸν τοῦ πτηνοῦ, καὶ φόρει. Ὠφελεῖ πρὸς ἀμβλυωπίαν καὶ ὑποχύσεις ὀφθαλμῶν.

ΣΤΟΙΧΕΙΟΝ Μ.

Μορέα, φυτόν.

Μυγερός, πτηνόν.

Μηδικός, λίθος.

Μόρμυρος, ἰχθὺς θαλάσσιος.

Μορέα ἐστὶ φυτὸν πασίγνωστον.

Μυγερός ἐστι πτηνὸν νυκτικόραξ πᾶσι γνωστόν.

(f. 36 r.) Μηδικός, λίθος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ.

Μόρμυρος, ἰχθὺς θαλάσσιος ἐδώδιμος, μικρός.

Τῆς οὖν μορέας ὁ ὀπὸς τῆς ῥίζης διδόμενος λάθρα ἐν βρώματι ἡ ἢ πότῳ καθαίρει καὶ διάρροιαν παρέχει· ἐὰν δέ τις τῷ φλοιῷ τῆς ῥίζης βραχὺ διαμαση σάμενος τὸ σίαλον καταπίῃ, αὐτὸ δὲ ῥίψῃ, διάρροιαν ὁ τοιοῦτος κινδυνεύσει.

Πρὸς δὲ τὰς μεγίστας τῶν μυλῶν ἀλγηδόνας καὶ τῶν οὔλων ὠφελεῖ, οὐκ ἐᾷ δὲ βρωθῆναι μύλην, ἀλλὰ καὶ τὰς ἤδη βεβρωμένας ἀναλγεῖς ποιήσει 〈 πληρῶσθαι 〉 τῷ φλοιῷ τῆς ῥίζης 〈ο β′ (ἐν ἄλλῳ 〈ο γ′), ζζ ἀκεντήτου 〈ο γ′, ὄξος κάλλιστον κοτύλας β′· ἕψει συγκόψας ἕως ἂν γένηται κοτύλη α′. (f. 36 v.) Ἐκ τούτου διακλυζέσθω τὸ στόμα πρωῒ καὶ ὀψέ. Ἱστορήσαμεν δὲ τοῦτο ἐκ θείας δυνάμεως.

Τῆς οὖν μορέας οἱ κλάδοι οἱ μὲν ἄνω βλέπουσιν, οἱ δὲ κάτω ἔχουσιν τὸ ἄκρον ἰσοκάρδιον καὶ διοειδές.

Ἐὰν οὖν τις σταθεὶς πρὸς πόδα ἀτενίζων πρὸς λίβα, δυσὶ δὲ δακτύλοις τῆς εὐωνύμου χειρὸς ἐκτείνας τὸ ἄνω βλέπον καρδίδιον πρὸς ἡλίου ἀνατολήν, καὶ μετὰ πορφύρας ἀληθινῆς περιάπτῃ γυναικὶ περὶ τὰ ἰσχία αἱμορραγούσῃ ἢ ἐκ μήτρας ἢ ἐκ τοῦ δακτυλίου, ἵστησιν εἰς τρεῖς ἡμέρας τὴν φορὰν τοῦ αἵματος.

Ἐὰν δὲ τὸ κάτω βλέπον καρδίδιον ὁμοίως (f. 37 r.) ὡς εἴρηται, σταθεὶς ἐκτείλας περιάψῃς αἱμοπτυϊκούς, ὁμοίως ἵστησι τὴν φορὰν ἐν τρισὶν ἡμέραις.

Ταῦτα δέ εἰσιν τὰ καλούμενα ἀνακάρδια· ἰᾶται μὲν τὰ ἄνω βλέποντα τὰς κάτω αἱμορραγίας 〈ἐν〉 ταῖς αὐταῖς ἡμέραις· τὰ δὲ κάτω βλέποντα, τὰς ἄνω. Πρὸς δὲ τὰς αἱμορραγίας τοῦτό ἐστιν τὸ καλούμενον ἀνακάρδιον ἢ κατακάρδιον· πολλοὶ δὲ τῶν ψευδοσοφιστῶν πλανῶνται.

Πρὸς δὲ τὰς ἐντερίδας τὰς αἰμορροΐδας καλουμένας ἐξωφάκας φάρμακον ἀσύγκριτον· τούτου τοῦ καρποῦ τῆς μορέας τοῦ ὄμφακος 〈ο β′, χαλκίτεως 〈ο β′, λίθου μηδικοῦ 〈ο δ′, πτερὸν ζ′ (f. 37 v.) κόρακος κεκαυμένου τὰ ἀκρόπτερα οἴνῳ βραχὺ ἀναλάμβανε μετὰ πτέρου τοῦ αὐτοῦ κόρακος, ἵνα γένηται γλοιῶδες.

Εἰς μὲν τὰς ἔσω αἱμορραγίας ποιοῦν τὰ καλύμματα, ταῖς δὲ ἔξω καταχρίσματα, τῷ δέοντι ἀναδέσμῳ χρώμενος.

Εἰς δὲ τὸν μηδικὸν λίθον γλύφηται μόρμυρος ἰχθύς, καὶ κατακλείσας εἰς σιδηρᾶν πυξίδα, καὶ ὑποβάλληται καρδίδιον ἀνωβλεπὲς τῆς μορέας, καὶ φορῆται πρὸς τὰς αἱμορροΐδας, καὶ 〈τὰ〉 περὶ τὴν ἕδραν πάθη.

Εἰ δὲ τὴν κάτω βλέπουσαν καρδίαν ὑποκλείσεις, ἔσται φυλακτήριον πρὸς αἱμοπτυικοὺς καὶ τὰς ἐκ ῥινῶν (f. 38 r.) αἱμορραγίας, καὶ ὅσα πάθη αἱμορραγίας, 〈καὶ 〉 αἱμορροϊκα, ἄνωθεν.

Σκευάζεται δὲ καὶ καθάρσιον ἐκ τῆς ῥίζης τῆς μορέας.

ὝΜΝΟΣ. Ὧ μορέα ἡ δεινὸν φυτόν, οὐκ ὀλίγοισιν ἐπαχθές, σὸς γὰρ ὀπὸς ῥίζης μιχθεὶς ἴσῳ χυλῷ στρατιώτου, περσίης ῥίζης ὁμοίως ὀπόν, τιθυμάλλου, σκαμμονίας τὸ ἴσον· μίξας δὲ ἴσον εἰς ἅπαντα καὶ μέλιτος τὸ τριπλοῦν ἕψει ἕως σχῇ ὑγρᾶς κηρωτῆς πάχος, καὶ ἑλόμενος ἔχε ἐν βίκῳ ὑελίνῳ· καὶ δίδου ἐξ αὐτοῦ 〈ο α′ νήστῃ προδιαιτησόμενος ἄκρως.

Ἐὰν δὲ πλείω δοθῇ φασούλου (f. 38 v.) μέγεθος, ὁ τοῦτο λαβὼν χολέρᾳ ληφθεὶς οὐ ζήσεται ἡμέραν.

Μηδὲν ὕπερθεν πότῳ ἢ ἐν βρώμασι δίδου, κατὰ δύναμιν δὲ ἑκάστῳ δίδου.

ΣΤΟΙΧΕΙΟΝ Ν.

Νεκύα, βοτάνη.

Ναυκράτης, ἰχθύς.

Νῆσσα, πτηνόν.

Νεμεσίτης, λίθος.

Νεκύα βοτάνη ἐστὶ φλόμος· ταύτης τῆς βοτάνης εἴδη εἰσὶν ἑπτά· λέγει οὖν ὅτι τὰ ἀναβαίνοντα φύλλα ὑπὲρ γῆν πῆχυν α′. Τούτου τὰ φύλλα καίουσιν ἐν τοῖς λύχνοις ἀντὶ ἐλλυχνίου. Ἐπειδὴ δὲ τοῦτο κατέχουσιν ἐν ταῖς νεκυικαῖς μαντείαις ταῖς διὰ λεκάνας γενομέναις (f. 39 r.) οἱ πράττοντες τὰ τοιαῦτα, διὸ καὶ νεκύα καλεῖται.

Νῆσσα πτηνόν ἐστιν ἐπινηχόμενον ἐν τοῖς κύμασιν ὡς ὄρνιθος μέγεθος ἔχουσα.

Nαυκράτης ἰχθὺς θαλάσσιός ἐστιν ἡ ἐχενηίς. Οὗτος ἐὰν κολληθῇ πλοίῳ ἀρμενίζοντι οὐκ ἐᾷ αὐτὸ κινηθῆναι ὅλως, εἰ μὴ ἀπωσθῇ τῆς τροπῆς αὐτοῦ. Οὗτος ὁ ἰχθὺς ὅλος ἐν ἐλαίῳ ἑψηθεὶς ἕως κηρωθῇ διηθούμενος τῷ ἐλαίῳ καὶ λαβόντος κηροῦ τὸ πάχος καὶ καταπλασσόμενος ποδάγρας θεραπεύει.

Νεμεσίτης ἐστὶ λίθος αἰρόμενος ἀπὸ βωμοῦ Νεμέσεως λίθου κραταίου.

Γλύφεται οὖν ἐπὶ τον λίθον Νέμεσις (f. 39 v.) ἔχουσα τὸν πόδα ἐπὶ τρόχου ἐστῶσα· τὸ δὲ εἶδος αὐτῆς ὡσεὶ παρθένος τῇ εὐωνύμῳ χειρὶ κρατοῦσα πῆχυν, τῇ δεξιᾷ δὲ ῥάβδον. Ὑποκατακλείσεις δὲ τῷ λίθῳ ἄκρον πτερὸν νήσσης καὶ βραχὺ τῆς βοτάνης.

Ἐὰν οὖν τὸν δακτύλιον τοῦτον προσενέγκῃς δαιμονιζομένῳ, παραυτὰ ὁ δαίμων ἐξομολογήσας ἑαυτὸν φεύξεται.

Ἀφυγιάζει δὲ καὶ σεληνιαζομένους περὶ τὸν τράχηλον φορούμενος.

Ποιεῖ δὲ καὶ πρὸς φαντασίας 〈ἃς〉 ὁ δαίμων 〈ἐπάγει〉 ἐπὶ τῶν ἐνυπνίων καὶ βρεφῶν ἐξαλλομένων καὶ νυκτερινῶν συναντημάτων.

Οὗτος οὖν ὁ δακτύλιος φορούμενος μηνύει τὴν ποσότητα τῶν ἐτῶν τοῦ ζῆν χρόνου, καὶ τὴν ποιότητα τοῦ θανάτου καὶ τὸν τόπον.

Δέον οὖν τὸν φοροῦντα (f. 40 r.) ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος.

Τῆς δὲ ἐχενηίδος βραχὺ ἐκ τῶν ὀστέων ἐν καταρράψῃς ἐς ἵππου δέρμα καὶ ἔχῃς ἐντός σου ἐπιβὰς εἰς πλοῖον, ἢ κρύψῃς, οὐκέτι πλεύσει τὸ πλοῖον, εἰ μὴ βασταχθῇ τὸ κείμενον ἢ ἐξέλθῃς τοῦ πλοίου.

Εἰς δὲ τὴν πρόγνωσιν τὴν περὶ ζωῆς καὶ θανάτου ὡς πρὸ ὀλίγου εἶπον, χρή σε χρᾶσθαι τῷ τοῦ ἱέρακος ἀπογεύματι.

ΣΤΟΙΧΕΙΟΝ Ξ.

Ξίφιος, βοτάνη.

Ξίφιος, λίθος.

Ξίφιος, πτηνόν.

Ξίφιος, ἰχθὺς θαλάσσιος.

Ξίφιος βοτάνη ἐστὶ πληθύνουσα ἐν πάσῃ γῇ· φύλλα ἔχει ὅμοια 〈τοῖς〉 σίτου, ἢ ἐπιμηκέστερα. Ὡς φύεσθαι δὲ καὶ ἐν ταῖς ἀρούραις σὺν τῷ σίτῳ· ἣν τινες μαχαιρίαν καλοῦσιν, ἔνιοι δὲ φάσγανον. Ὀρθὴ (f. 40 v.) δὲ ἀναβαίνουσα ἀπὸ τῆς γῆς ὡσεὶ πῆχυν α′· ἔστι δὲ μονόκλωνος. Ἄνθος ἔχει κυάνεον, εὔοσμον, ὑποπόρφυρον. Ταύτην οἱ ποιμένες πλέξαντες στέφανον ἔαρος ὄντος τελοῦσι (?).

Ξίφιος δὲ λίθος πᾶσι γνωστός· οὗτος ἐν πάσῃ γῇ πληθύνει ὡσεὶ κάχληκες, τῇ δὲ χροᾷ ὡσεὶ καλάϊνος. Τοῦτον ἐν τῇ Ἀσσυρίων χώρᾳ κατεάζουσι καὶ χρῶνται 〈τούτῳ〉 εἰς τὸ ἀποθυμιάζειν τὰ θυόμενα τετράποδα.

Ὁ ξίφιος πτηνόν ἐστιν ἱέραξ κοινὸς ὁ καλούμενος κίρκος.

Ξίφιος ἰχθὺς ὅμοιος ἰουλίδος, ποικίλος μέν, μικρότερος δὲ καὶ λεπτός.

Τῆς οὖν βοτάνης τὸ ἄνθος καὶ τὴν ῥίζαν ἐὰν ἐλαίου πλῆθος τεθῇ καὶ χρόνον διαμένῃ τινά, καὶ ἀποσυρώσας ἀποθῇς εἰς μύρον (f. 41 r.) ζητούμενον ἐν ταῖς ἱερατικαῖς βίβλοις, καλούμενον σούσινον ἐν τῇ Μελανίδι γῇ, περὶ οὗ οἱ ἀρχαῖοι προφῆται πλανῶνται. Κατὰ δὲ τὴν Ἀσσυρίων χώραν καλεῖται τὸ φυτὸν σουσανόν, καὶ κατὰ τὴν Μελανίδα 〈γῆν〉 σουνόν.

Αὕτη ἡ βοτάνη δύο ἔχει ῥίζας, μίαν ἐπὶ τὴν μίαν καθεζομένην. Τὴν ἐπάνωθεν οὖν ῥίζαν ἐάν τις λειώσας δώσει σὺν οἴνῳ πιεῖν, εἰς συνουσίαν παρορμᾷ· τὴν δὲ ὑποκάτω ἐὰν πίῃ τις, τὸ ἐναντίον ποιήσει ἀγόνους.

Γλύψον οὖν ἐν τῷ λίθῳ ἱέρακα, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν ἰχθύν· ὑποκατάκλεισον δὲ ἐν τῷ λίθῳ τὴν ῥίζαν τῆς βοτάνης, καὶ ἔχε. Οὗτος ὁ δακτύλιός ἐστιν ἁγνὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ.

(f. 41 v.) Ἐὰν οὖν ἔχῃς αὐτὸν παρὰ σεαυτῷ, χρηματισθήσῃ περὶ οὗ θέλεις.

Καὶ ἐὰν θῇς τὸ αὐτὸ ἐν ζώῳ ἢ ἐν εἰδώλῳ τινὶ τῶν λατρευομένων, χρηματισθήσῃ ὁ ἂν θέλῃς παρ’ αὐτοῦ μαθεῖν.

Ἡ δὲ κεφαλὴ τοῦ ἰχθύος περιθυμιωμένη μετὰ σμύρνης ἐνθουσιάζεσθαι ποιεῖ τοὺς ὀσφραινομένους.

Σὺ δὲ τοὺς μυκτῆράς σου χρίε μύρῳ δυνατῷ, καὶ οὐκ ἐνθουσιασθήσῃ τὸ καθόλου.

ΣΤΟΙΧΕΙΟΝ Ο.

Ὀνοθύρσις, βοτάνη.

Ὄρτυξ, πτηνόν.

Ὄρφος, ἰχθύς.

Ὀνυχίτης, λίθος γνωστὸς πᾶσι.

Ὀνοθύρσις βοτάνη ἐστίν· οἱ δὲ ὀνοθούρην καλοῦσιν, οἱ δὲ ὀνομαλάχην. Αὕτη ἐστὶν τὸ ῥόδον ἐξ ἧς τοὺς στεφάνους πλέκουσιν (f. 42 r.) Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. Φύλλα ἔχει ὅμοια μαλαχίου ἡμέρου. Ταύτην Ἕλληνες καλοῦσιν ἀλθαίαν.

Ὄρτυξ πτηνὸν πᾶσι γνωστόν· οὐκ εὐκόλως δὲ ἐγνώσθη ἡ φύσις τοῦ ὄρτυγος ἢ πόθεν ἐστὶν ἡ τούτου γένεσις· ὅταν γὰρ χεῖμωνες μεγάλοι γένωνται ἐν τοῖς μέρεσι τῆς Λιβύης τοῖς ἐρήμοις, ἡ θάλασσα τοὺς μεγίστους θύννους εἰς τοὺς αἰγιαλοὺς παρεκρίπτει· οὗτοι δὲ σκώληκας ποιοῦντες ἐπὶ ἡμέρας ιδ′, ἀπολεσθέντες γίγνονται ὡς μυῖαι, εἶτα ὡς ἀκρίδες· αὐταὶ δὲ αὐξανόμεναι γίνονται ὄρτυγες· εἶτα νότου ἀνέμου γενομένου ἢ λιβονότου, αὐξήσαντες διαπεραιοῦσι τὴν θάλασσαν, εἴς τε τὴν Παμφυλίαν (f. 42 v.) καὶ Κιλικίαν καὶ Καρίαν καὶ Λυκίαν, καὶ πάλιν βορέου φυσήσαντος, οὗτοι ἀφίπτανται εἰς τοὺς παραθαλασσίους τόπους τῆς τε Ἀσσυρίων χώρας καὶ τὰς λοιπὰς τῆς Μελανιτίδος γῆς. Οἱ δὲ τῆς σοφίας ἀμύητοι αὐτοὺς ἁγνοὺς ἀγνοοῦντες λέγουσι τὴν τούτων φύσιν καὶ ἀρχὴν μὴ γινώσκοντες.

Ὄρφος, ἰχθὺς θαλάσσιος πᾶσι γνωστός, ἐδώδιμος.

Ὀνυχίτης λίθος ἢ σαρδόνυξ ὑπὸ πάντων γινωσκόμενος.

Τῆς οὖν βοτάνης ἡ ῥίζα ἑψομένη μετὰ ἐλαίου καὶ τοῦ στέατος τοῦ ὄρτυγος, εἶτα κηροῦ μιγνυμένου ποιεῖ πρὸς τὰ σκληρώματα τῆς μήτρας καὶ φλεγμονάς, ἕλκη, νομὰς καὶ ὅσα περὶ τὸν γυναικεῖον κόλπον· ἀνίεται δὲ ῥοδίνῳ· ποιεῖ πρὸς χοιρώνια.

(f. 43 r.) Οἱ δὲ ὀφθαλμοὶ τοῦ ὄρτυγος μετὰ τῆς ῥίζης τῆς βοτάνης περιαφθέντες καθημερινοὺς τύπους καὶ τριταίους ἀπαλλάσσουσιν ἐν ἀποκρούσει περιαφθέντες.

Τοῦ δὲ ὄρτυγος ἢ τοῦ ὄρφου τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου ἐν ὑελίνῳ ἔχεις ἀγγείῳ ἐπὶ ἡμέρας ἑπτά· εἶτα προσβάλῃς ἔλαιον βραχύ, ἐκ δὲ τούτου εἰς τὸν λύχνον βάλῃς. Εἰ τὸ ἐλλύχνιον μόνον ἀλείψεις, ἅψας δὲ ἐπισυνέγκῃς τοῖς ἀνακειμένοις, ὄψονται ἑαυτοὺς ὡσεὶ δαίμονας πυρωπούς, ὥστε ἀναστάντας πάντας φεύγειν.

Εἰς δὲ τὸν ὀνυχίτην λίθον γλύψον ὄρτυγα καὶ ὑπὸ τοὺς πόδας τὸν ὄρφον· ἐκ δὲ τοῦ συνθέματος ὑπὸ τὸν λίθον (f. 43 v.) τὸν ἰχθὺν βάλε, καὶ οὐδεὶς σὲ ὄψεται, οὐδ’ ἐὰν βαστάζῃς τι τῶν ὄντων· τὴν δὲ ὄψιν σου χρίσον ἐκ τοῦ συνθέματος, καὶ τὸν δακτύλιον φέρε, καὶ οὐδεὶς σὲ ὄψεται εἴ τις ἀνείσι καὶ εἴ τι καὶ ἂν ποιῇς.

ΣΤΟΙΧΕΙΟΝ Π.

Πολύγονος, βοτάνη.

Πορφύριον, πτηνόν.

Πορφύρα θαλασσία.

Πορφυρίτης, λίθος εὔγνωστος πᾶσιν.

Πολύγονος, βοτάνη· οἱ δὲ χαμαίμηλον λέγουσιν.

Πορφύριον, πτηνὸν ποτάμιον ἐν τοῖς ποταμοῖς πληθύνον.

Πορφύρα θαλασσία· οἱ δὲ κηρύκιον· ὁμοία κοχλίῳ.

Πορφυρίτης λίθος γνωστός, μάλιστα ἐν τῇ Μελανιτίδι γῇ.

Τῆς δὲ βοτάνης ἡ ῥίζα αἱρουμένη ἐν ἀποκρούσει (f. 44 r.) καὶ φορουμένη οὐκ ἐᾷ ὀφθαλμοὺς νοσεῖν. Ὁ δὲ χυλὸς αὐτῆς σκευαζόμενος ὡς ὑπόκειται ποιεῖ πρὸς πολλὰ αἰνιγματώδη πάθη ἐν ὀφθαλμοῖς· ἐν πολλοῖς γὰρ πάθεσιν πηροῦνται οἱ ὀφθαλμοὶ τοῦ ἀνθρώπου.

Ὡς δὲ οὕτως, ἵνα μὴ μηκύνωμεν τὸν λόγον, ἀπόκειται ἐπὶ μὲν τῶν βλεφάρων κνήφη, κονιδισμός, φθειριάσις, ἀτριχία, τριχιάσις, φαλάγγωσις, χάλαζα, κριθή, ἀκροχόρδονον, μίλφωσις, παχυβλεφαρία· γίνεται πάθη ια′. Περὶ δὲ ἐπισκύνια τράχωμα, ὑδατίς, ἕλκος, τρίχωσις· γίνεται δ′. Περὶ δὲ τοὺς κανθοὺς ψωροφθαλμία. ξηροφθαλμία, ἄργεμος, ἔγκαυσις, αἰγιλωπία, (f. 44 v.) ἀχύλωψ, σύριγξ, νομή, ἀνάβρωσις· γίνεται θ′. Περὶ δὲ ὅλον τὸν βολβὸν, πτερύγιον, λεύκωμα, ἐρίζης (?). μυοκεφαλίον, ἀχλύς, ἀμβλυωπία· 〈γίνεται ς′〉. Πλατυκορία, σύγχυσις, ἀτονία. ἀτροφία, φθίσις, γλαύκωσις, μυδρίασις, δικορία, ἱππάριον, νυκτάλωψ, μύωψ, σκοτισμός. Γίνεται ιβ′. Περὶ δὲ ὅλον τὸν ὀφθαλμὸν φλεγμονή, φίμωσις, σύγκαυσις, σύγχυσις, ἀποστημάτιον, βρῶσις, ἕλκος, περιωδυνία, ψυδράκιον· γίνονται θ′.

Εἴδη δὲ ῥευμάτων· λάβρον, ἀθρόον, θερμόν. γλυκύ, ψυχρόν, χλιαρόν, λεπτόν, δριμύ, παλαιόν, ἀμμῶδες, νιτρῶδες. Γίνεται ῥεύματα ια′.

(f. 45 r.) Γίνεται ταῦτα πάθη ξ′. Ἔστιν δὲ σκευασία τοῦ φαρμάκου πρὸς τὸ προκείμενα σύμπαντα 〈ἥδε〉· τῆς βοτάνης χυλοῦ γο ς′, λυκίου ἰνδικοῦ 〈 ο ς′. ἀλόης ἰνδικῆς 〈 ο ς′, σμύρνης 〈 ο δ′, κρόκου 〈 ο δ′, λιβάνου 〈 ο δ′, ὀπίου 〈ο δ′, ἀκακίας μελαίνης 〈 ο β′, ὕδατος ὀμβρίου γο ε′. Λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ.

(Ms. C, f. 89 v.) Σάρκα δὲ ὠμὴν τῆς πορφύρας κακταπλάσας μετώπῳ ἡμικρανίαν ἀπαλλάσσει.

Εἰς δὲ τὸν πορφυρίτην λίθον γλύψον τὸ πτηνόν, καὶ παρὰ τοὺς πόδας τὸ κηρύκιον· ὑπὸ δὲ τὸν λίθον ἀκρόπτερον τοῦ πτηνοῦ κατακλείσας φόρει πρὸς τὰς περιωδυνίας τῆς κεφαλῆς καὶ ἡμικρανίου πόνον. Ποιεῖ δὲ 〈καὶ〉 ἐπὶ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμούς. Ἐν ἀποκρούσει σκεύαζε σελήνης καὶ τὸ δακτύλιον καὶ τὸ κολλούριον.

ΣΤΟΙΧΕΙΟΝ Ρ.

Περὶ βοτάνης, ῥάμνος.

Ῥομφαία, πτηνόν.

Ῥαφίς, ἰχθύς.

Ῥινόκερως, λίθος.

Ῥάμνος, βοτάνη ἐν παντὶ κλίματι γνωστή, ἀκανθῶδες.

Ῥομφαία, πτηνὸν ὅ ἐστι νυκτερὶς ὑπὸ πάντων γινωσκομένη.

(Ms. C, f. 90 r.) Ῥαφίς, ἰχθὺς θαλάσσιος μικρὸς ὡς ῥαφίδα ἔχον τὸ στόμα.

Ῥινόκερως, λίθος ὅς ἐστιν ἀπὸ τοῦ ἄκρου τῆς ῥινὸς τοῦ ῥινοκέρωτος· ἔστι δὲ κερατοειδής.

Τῆς οὖν βοτάνης κλάδον ἐὰν καταθῇς ἐν οἰκίᾳ, πάντα πνεύματα ἀποδιώκει.

Ὁ δὲ χυλὸς τῆς βοτάνης καυλοῦ τοῦ καρποῦ μετὰ μέλιτος ἐγχριόμενος ὀξυωπίαν ποιεῖ. Ἕψει δὲ αὐτὸν ἕως σύστασιν σχῇ.

Ἡ δὲ νυκτερίδος μετὰ χυλοῦ τῆς βοτάνης καὶ μέλιτος, ἐὰν χρίσῃς, ὀξυωπίαν μὲν παρέξει, ὑπόχυσιν δὲ ἀπαλλάξει.

ΣΤΟΙΧΕΙΟΝ Σ.

Περὶ βοτάνης, σατύριος.

Στρουθοκάμηλος, πτηνόν.

Σάπφειρος, λίθος.

Σάλπη, ἰχθύς.

Σατύριός ἐστι βοτάνη ὡς ἀκανθώδης, καὶ ὅλος ὁ καυλὸς ἀναβαίνων ἐπὶ τῆς γῆς ἔχει μῆκος παλαιστὰς β′, μεστὸς δὲ σπέρματος· τῇ χροιᾷ ἐστιν ὡς κνήκου ὠχρότερον μέσον τοῦ σπέρματος.

Στρουθοκάμηλος, πτηνὸν ὑπὸ πάντων γινωσκόμενον.

Σάλπη, ἰχθὺς θαλάσσιος εὐανθής, γνωστός, ἐδώδιμος.

Σάπφειρος λίθος ἀνῆκεν τῇ Ἀφροδίτῃ, ἄσπιλος.

Τῆς οὖν βοτάνης γίνεται σκευὴ τοιαύτη. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Σατυρίου σπέρματος 〈 α′, πεπέρεως 〈 α′, στυπτηρίας στρογγύλης ὀγγ. β′, καὶ σχιστῆς στυπτηρίας ὀγγ. β′. Ἀπόθου ἐν ἀγγείῳ ὑελίνῳ τοῦ ξηρομύρου ὀγγ. β′.

Ἡ δὲ σκευὴ τοῦ ξηρομύρου ἐστὶν αὕτη. Κόστου ὀγγ. α′, κασίας ὀγγ. β′ ς′′, ἀμώμου ὀγγ. α′, καρυοφύλλου ὀγγ. β′, μόσχου γραμμάρια β′ς′′. Ταῦτα δὲ ὁλμοκοπήσας καὶ σείσας ποίει τροχίσκους καὶ ἀναξηράνας ἀπόθου ἐν βικίῳ, καὶ ὅτε χρείᾳ κόπτεσθαι καὶ ποίει ξηρόμυρον, καὶ δίδου ὀγγ. β′, τῶν μὴ δυναμένων γυναικῶν συλλήψασθαι.

Τῶν δὲ στρουθοκαμήλων ὁ ἐχῖνος τό λεγόμενον σιφούκιον ξηρὸν λειωθὲν καὶ διδόμενον λάθρα φιλτροπόσιμόν ἐστιν ἡδονικὸν παρασκευάζον τε εἰς ἔρωτα τὴν πίνουσαν αὐτὸ κόρην.

Λίθος δὲ ἐκ τοῦ ἐχίνου κεκλασμένος καὶ διδόμενος ἐν βροτῷ ἢ ποτῷ μεγίστην ἔντασιν ποιεῖται, μάλιστα τῶν μὴ δυναμένων συνουσιάζειν, μήτε ψυχὴν ἀντὶ ψυχῆς κτίζειν.

Αὐτὸς δὲ ὁ λίθος καθ’ ἑαυτὸν περιαπτόμενος (f. 90 v.) μεγίστην εὐπεψίαν παρέχει καὶ ἔντασιν τοῖς μὴ δυναμένοις συνουσιάζειν.

Τῆς δὲ σάλπης τοῦ ἰχθύος ὁ δεξιὸς τοῦ κρανίου λίθος περιαπτόμενος ἔντασιν ποιεῖ, ὁ δὲ εὐώνυμος ἀνεντάτους.

Τὸ δὲ στέαρ τοῦ ἰχθύος μετὰ μέλιτος λειούμενον ἡδονὰς μεγίστας ποιεῖ περιχριόμενον εἰς τὸ αἰδοῖον ἀμφοτέρων.

Γλύφεται οὖν ἐν τῷ σαπφείρῳ λίθῳ στρουθοκάμηλος ἐν τῷ στόματι ἔχων τὴν σάλπην, καὶ βραχὺ τοῦ λίθου τοῦ ἐν τῷ ἐχίνῳ εὑρισκομένου τῆς κοιλίας τοῦ στρουθοκαμήλου, καὶ κατακλείσας φόρει. Πρὸς πᾶσαν εὐπεψίαν καὶ ἔντασιν ποιεῖται καὶ ἐρωτικὰς συμπαθείας· μάλιστα τὴν ἔντασιν παρέχει τοῖς ἤδη γηρῶσιν τοῖς τε θέλουσι πολλὰ συνουσιάζειν· ποιεῖ δὲ καὶ ἐπιχαρῇ τὸν φοροῦντα. (Ms. Α, f. 45 v.).

ΣΤΟΙΧΕΙΟΝ Τ.

Τριφύλλιος, βοτάνη.

Ταώς, ὄρνεον.

Τρυγὼν θαλασσία.

Ταΐτης, λίθος εὐανθής.

Τριφύλλιος βοτάνη ἐστὶν γνώριμος πᾶσιν, ἀγαθή.

Ταώς ἐστι πτηνὸν ἐπίχαρι, εὔγνωστον, ὡραῖον.

Τρυγὼν ἐστιν ἰχθὺς θαλάσσιος οὖσα καὶ φαῦλον.

Ταΐτης λίθος ἐστὶ ποικίλος, εὐανθής, ὁμοίως τοῦ ταῶνος, 〈ὁ καὶ πάγχρους καλούμενος· οὕτως ἀνήκει τῷ ταῶνι διὰ τὸ πολύχρωμος ὡς καθὼς καὶ ταῶν. 〉

Γλύφεται οὖν ἐπὶ τοῦ λίθου ταὼς πατῶν τρυγῶνα θαλασσίαν, καὶ ὑπὸ τὸν λίθον ἡ φωνὴ τοῦ ταῶνος ὡς ἔστι ἀΐω, καὶ ῥιζίον τῆς βοτάνης ὑποτιθέμενον· καὶ ὑποκατακλείσας φόρει. Τοῦτό ἐστι μέγα καὶ θαυμαστὸν φορούμενον ἐπί τε νίκης (f. 46 r.) καὶ φιλίας καὶ συστάσεως καὶ πρὸς πάντας καὶ πάσας, ὥστε πάντας εὐηκόους ἔχειν. Δηλοῖ δὲ καὶ καθ’ ὕπνους περὶ οὗ ἄν τις βούληται.

Ἐὰν δὲ πρὸς κεφαλὴν ὑποθῇς, ὑπνώσας, ἀγνώς, ἐάν τις βούλῃ περὶ σοῦ ἴδῃς. Τοῦτον δὲ τὸν δακτύλιον μηδενὶ παραδώσεις ἑτέρῳ, ὅτι μέγιστος ὑπάρχει, καὶ ἄλλου τοιούτου οὐκ εὐμοιρήσεις.

ΣΤΟΙΧΕΙΟΝ Υ.

Ὑπέρεικον, βοτάνη.

Ὑπερωνίς, πτηνόν.

Ὕλλος, ἰχθὺς θαλάσσιος.

Ὑέτιος, λίθος.

Ὑπέρεικόν ἐστιν βοτάνη ἀγαθή, θαμνώδης· οἱ δὲ διονυσίαν καλοῦσιν· ἔστιν δὲ θερινή.

Ὑπερωνὶς πτηνόν ἐστιν ὃ ὑπάρχει ἀετὸς θήλεια, ὥσπερ (f. 46 v.) καὶ ὁ ἄρρην ὑπάρχει.

Ὕλλος θαλάσσιος γνωστός, ἐδώδιμος, πονηρός.

Ὑέτιος δὲ λίθος ὅς ἐστι ποταμοφόρητος· ψηφὶς αἰματίζουσα μᾶλλον τῷ χρώματι.

Τὸν μὲν οὖν λίθον λιθαργήσας γλύψον εἰς αὐτὸν ἀετὸν διασπαράττοντα τὸν ἰχθύν, ὑπὸ δὲ τὸν λίθον μικρὸν ῥιζίον τῆς βοτάνης καὶ τὸ ἄκρον πτερὸν τοῦ πτηνοῦ, ἐὰν δὲ μὴ ἔχῃς, ὑπερωνίδος, καὶ θὲς ἱέρακος, καὶ κατακλείσας ἔχε· μέγα φυλακτήῥίον ἐστι καὶ ἀνδράσι καὶ γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις, σκοτισμούς, αἱμορροίας, ἀκαταστασίας, φλεγμονάς, ῥοιάδος, καὶ ἀπλῶς χωρὶς πτώσεως καὶ ἀναβρώσεως (f. 47 r.) καὶ καταβρώσεως, πρὸς πάντα ποιεῖ. Δίδου οὖν φορεῖν ταῖς ἀναγκαζομέναις γυναιξὶν πρὸς τὰς ἀναδρομὰς τῆς μήτρας, παρεγκλίσεις ὡς μέγα μυστήριον καὶ ἀσφαλέστατον βοήθημα ἄκρως.

ΣΤΟΙΧΕΙΟΝ Φ.

Φρύνη, βοτάνη.

Φρῦνος, πτηνόν.

Φώκη, θαλάσσιον ζῶον.

Φρῦνος, λίθος.

Φρύνη, βοτάνη ἥτις ἐστὶν βατράχιον, πονηρὸν φυτόν, τῇ ἰδέᾳ ὡσεὶ σέληνον· φύεται δὲ ἐν τοῖς ὕδασιν· ἔστι δὲ καυσῶδες, ἔμπυρον δὲ τῇ δυνάμει ἐστίν.

Φρῦνος, πτηνόν· οἱ δὲ ἴκτερον, οἱ δὲ χλωρὸν λέγουσιν. Τῷ μεγέθει ὡς στρουθίον (f. 47 v.) ἐστί.

Φώκη θαλασσία, ζώων κάλλιστόν ἐστι καὶ γνωστόν, ἀνθρωπείας χεῖρας ἔχουσα, πρόσωπον δὲ βοὸς μικρᾶς.

Φρῦνος, λίθος· οἱ δὲ βατραχίτην αὐτὸν καλοῦσιν.

Τῆς οὖν βοτάνης ἐστὶν 〈ἡ〉 δύναμις ἰσχυροτάτη τοιαύτῃ· ἀντὶ τοῦ σιδήρου τέμνει ἀποστήματα, καὶ ἐσθίει δοθιῆνας, χοιράδας καὶ ὅσα φλέγματα ὑπάρχει.

Ποιήσεις δὲ τὸ ἐπιτιθέμενον ἐμπλάστριον τὸ πλάτος δακτύλων δύο, τῷ δὲ μήκει πρὸς ὃ θέλεις τέμνειν ὡς ἡμιδακτύλιον. Ἐπιτίθει δὲ τῷ φαρμάκῳ κηρωτάριον, μετὰ δὲ ὥρας τρεῖς ἢ ς′ βαστάσας εὑρήσεις τετμημένον. (f. 48 r.) Χρῆσαι οὖν τοῖς δυναμένοις ἀνακαθαίρειν τὴν τομὴν καὶ τὰ ἕλκη ἐμπλάστροις, ἔπειτα τοῖς ἀρκοῦσιν, ἐπὶ δὲ κόλποις αὐτοῖς παρακολλῶσιν.

Ἔστι δὲ τὸ ξυσμάλιον τοῦτο, ἤγουν τὸ ἔμπλαστρον· χυλοῦ τῆς βοτάνης 〈 ο δ′, ἐν ἄλλῳ 〈 ο α′, ἀρσενικοῦ, σανδαράχης ἀνὰ 〈 ο δ′, λεπίδος ἐρυθρᾶς 〈 ο δ′. λαθυρίδων 〈 ο δ′, θηράκων κανθαρίδων 〈 ο ς′, ἀσβέστου 〈 ο η′, κεδρίας ἢ ῥοδίνου τὸ ἱκανόν. Ἀπόθου λειώσας ἐν ὑελίνῳ ἀγγείῳ· παρατήρει δὲ μὴ ἐπὶ νευρίον ἢ φλέβα ἐπιθῇς, ἵνα μὴ σπασμὸν ἐργάσῃ. Ποιεῖ δὲ καὶ εἰς (f. 48 v.) αἰγίλωπας καὶ τριχιάσεις μετὰ εὐφυίας ἐντιθέμενον. Τὰς δὲ κανθαρίδας ἀπόκοπτε, ῥίπτων αὐτῶν τὰ σκέλη καὶ τὰ πτερά, μόνους δὲ τοὺς θώρακας 〈λαβών〉. Βάλλε δὲ γαλλικὸν 〈 ο δ′, καὶ τὴν ἄσβεστον ζῶσαν· κόπτε, μάλασσε, λείαινε καὶ ποίει ὡς ἐμπλαστρῶδες καὶ ἐπιτίθει.

Τῆς οὖν φώκης αἱ τρίχες αἱ ἀνὰ μέσον τῶν ῥινῶν καὶ τοῦ στόματος εὑρισκόμεναι μεγάλαι καὶ τραχεῖαι, μετὰ τοῦ μέσου τῆς καρδίας τῆς φώκης, ἄκρον καὶ καρδίας ἔποπος καὶ ὀλίγου ἥπατος τῆς φώκης καὶ χρυσανθέμου βοτάνης, τὸ μυρίκιον, ἤγουν μυρμήκιον, καὶ ὕγγος τοῦ στρουθίου τῆς γλώττης, καὶ ὀλίγον μόσχον (f. 49 r.) εἰς δέρμα ἐλάφειον, καὶ λύκου δεξιὸν ὀφθαλμὸν συνδηήσας ἔχε· μέγιστον φυλακτήριον πρὸς πᾶσαν καὶ σύστασιν καὶ νίκην· λύει γὰρ πᾶσαν μάχην καὶ εἰς φιλίαν μετατρέπει· ῥύεται δὲ ἀπὸ πάσης ἀνάγκης χαλεπῆς καὶ περιστάσεως, θαλασσίων κινδύνων καὶ πειρασμῶν ἔν τε γῇ καὶ θαλάσσῃ καὶ ἀπὸ δαιμόνων καὶ πάσης νόσου. Παρέχει δὲ καὶ ὑγείαν καὶ εὐπραξίαν, εὐημερίαν εὐπορίαν τε παντοίων ἀγαθῶν, καὶ ἀληθῶς ἐστι μέγα θεόδοτον φυλακτήριον νικητικὸν καὶ φυλακτήριον φιλητήσιον, μάλιστα ἐὰν ἔχῃς καὶ ἀλφαιωνίας ῥίζαν καὶ καρπόν.

Οἱ δὲ ὄνυχες τῶν χειρῶν τῆς φώκης (f. 49 v.) βασταζόμενοι ἢ φορούμενοι πᾶσαν βασκανίαν καὶ πᾶσαν νόσον καὶ κάκωσιν ἀπελαύνουσιν. Οὐδὲν οὖν ἄτοπον εἰ καὶ ὄνυχα τῆς δεξιᾶς χειρὸς ἐμβαλεῖς 〈εἰς〉 τὸ φυλακτήριον· κρεῖττον γᾶς ἐστιν.

Αἱ δὲ τρίχες αὐτῆς ἐπὶ κεφαλῆς ἀγρυπνούντων τιθέμεναι ὕπνον ἐπάγουσιν, καὶ ταῖς δυστοκούσαις μέγιστον ἀγαθὸν ἐν λαιῷ μηρῷ περιαπτόμεναι.

Τὸ δὲ δέρμα φορούμενον ὡς ζώνη ἐπὶ μὲν τῶν ψυῶν πάντα πόνον νεφρῶν ἰᾶται· ἐπὶ δὲ τὸν πόδα σανδάλια ποιήσας, ποδάγραν ἰῶνται καὶ δυσουρίαν.

Ὁμοίως δὲ καὶ τὸ στέαρ τῆς φώκης μιγνύμενον κηρωτῇ ῥητίνῃ ποδαγροὺς ὠφελεῖ καὶ ἀρθριτικούς.

Ἐὰν δὲ τὴν (f. 50 r.) καρδίαν αὐτῆς περιάψῃς εἰς κατάρτιν πλοίου, οὐδέποτε ναυαγήσει.

Ὁμοίως δὲ καὶ τὴν δορὰν ἐὰν καθηλώσῃς εἰς τὸ ἀκρόπτερον, οὐ πειραθήσεταί ποτε κεραυνοβολίας τὸ πλοῖον.

Τὸ δὲ πτηνὸν βρωθὲν ἰκτεριῶντας ἀπαλλάσσει.

Οἱ δὲ ὄνυχες αὐτοῦ περιαπτόμενοι τριταῖον ψύχος καὶ καθημερινὸν ἰῶνται ἐν ῥάκει περιαφθέντες.

Ἡ δὲ καρδία αὐτοῦ ἐν ῥάκει περιαφθεῖσα καὶ ἐν βραχίονι φορουμένη τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν ψύχος ἰῶνται.

Εἰς δὲ τὴν βατραχίτην λίθον γλύψον ἱέρακα· καὶ παρὰ τοὺς πόδας βάτραχον, καὶ κατάκλειε γλῶσσαν βατράχου καὶ ῥιζίον τῆς βοτάνης, καὶ ἄκρον γλώσσης (f. 50 v.) τοῦ πτηνοῦ, καὶ κατακλείσας δὸς φορεῖν· ἵστησιν δὲ πᾶσαν αἱμορραγίαν καὶ ἀσκληπιάδας φερομένας καὶ ἰκτεριῶντας διασώζει.

Ποιεῖ δὲ καὶ τοῖς αἷμα ἀνάγουσιν καὶ ταῖς ἀπὸ μήτρας αἱμορραγούσαις. Ἔστι δὲ καὶ πραϋντικὸν θυμοῦ ἐπὶ ὀργῆς ἐχθρῶν, ἐὰν μάλιστα καὶ τὰς τρίχας ὑποκατακλείσῃς τῆς φώκης· διαφυλάττει γὰρ καὶ ἀπὸ θηρίων ἰοβόλων. Ἔχει γὰρ καὶ ἄλλας πράξεις ἃς φράσω θειοτάτας ὁ λίθος οὗτος.

Μὴ κάμνε, ψυχή, θνητῷ σώματι χρόνων ἀρχὴν 〈καὶ〉 τέλος ἔχουσα· οἴ δὲ γὰρ μόνη γαίη τὸ σῶμα ὃ φορεῖς λύπην ἔχειν νόσοισι πικρὴν καὶ νόμοις κεντούμενον, οὐ μὴν νόμοισι τούτοις, ἀλλὰ καὶ κρίσεις ἔχειν. Σὺ δὲ αὐτὰ πάντα κάμνου καὶ λυπουμένη, (f. 51 r.) θηριώνυμε θεέ, θεῶν ἄκουε καὶ ἐμοῦ τὸν λόγον. Ἄναξ ἀπάντων ἐστὶν ἄνθρωπος μόνος ῥητῶς ἅπαντας ὀνομάζων καὶ βλέπων· καὶ θεῶν ἀείδειν ἀγγέλους καὶ δαίμονας. Εἰς (?) αὐτὸν εἴπας ἐκ θεῶν δαίμονας λαλεῖν ἅπαντα ὅσα ἔκτισε μόνος λόγοισι θείοις, ἀγγέλους ὑμῶν. Αὕεις (?) κἀγὼ εἰμι συμπαθείαις αὐτοῦ νόμοισιν αὐτοῦ καὶ νόσοις καὶ ἱλαρίαις. Ὦ μοῖρα σεπτὴ ζώοισι, τούτων σὺ πάσχων στιγμαῖς πρὸς ὥραν, ἀναφοραῖς θεῖον ἅπαντα γεννᾷ κόσμος ἐν ῥοπῇ μόνος. Λιποῦσα κἀγὼ σῶμα, εἰς τὸν ἀέρα τραπῶ ὅθεν καὶ ἦλθε δεσπότου συμβουλίαις.

Φράσω δὲ ταῦτα ὅθεν ἔχει τὸ θέσρατον· πῶς ἔχει τροφὴν βίου (f. 51 v.) ὁ δὲ λέγει ἐστὶ τοῦτο. Ὦ πάσης φύσεως μεταμορφουμένη φύσις, ἅπαντα γινώσκουσα τὰ ἑνοῦντα ἀέρι, γαίῃ, καὶ ὀρνέων τὰ τραυλοηχοῦντα μετ’ ἐναερίων, ἃ δ ἄλλα μυκᾶται γένη τετραπόδων, κυνῶν ὑλάσματα, ἑρπετῶν συρίσματα. Τούτων ἀκούσῃ φθέγματα παντὸς τρόπου· μυός, γαλῆς, μυογάλου, ἀσκαλαβώτου, γενησίλφης, ἀπάσης σφηκὸς καὶ μελίσσης παντοίας.

Λαβὼν οὖν λίθον ἱερακίτην, γλύψον εἰς αὐτὸν ἱέρακα καὶ περὶ τοὺς πόδας βάτραχον· καὶ ὑπὸ τὸν λίθον ταῦτα· ΜΑΛΛΕΝΕΚΛΑ’ (ἐν ἄλλῳ ΜΑΛΘΑΛΑ’) καὶ ἐπὶ μαγνήτην ζῶντα τὴν αὐτὴν γλυφήν· ὑπὸ δὲ τὸν λίθον γλυφῇς ταῦτα· ΜΑΜΑ’ΛΛΑΙΝΑ. οἱ δὲ ΜΑ’ΛΑΛΛΛ· (f. 52 r.) καὶ ἐνδήσεις ὡς ὑπόκειται.

Ταῦτα μὲν ὁ Ἁρποκρατίων, καὶ αὖθις· ὁ δὲ Κυρανὸς οὕτως εἰς τὴν τῶν λίθων ἐξέθετο γλυφήν· Εἰς τὸν ἱερακιτὴν λίθον γλύψον ἱέρακα· καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ βάτραχον, καὶ ὑποκάτωθεν τοῦ λίθου γράφε τοῦτο· ΜΑ’ΛΑΑ· καὶ εἰς μαγνήτην λίθον τὴν αὐτὴν γλυφήν· ὑποκάτωθεν δὲ τοῦ λίθου· ΜΑ’ ΛΛΕΝΑ.

Λαβὼν οὖν ἱέρακα τὸν κοινὸν ὃν καλοῦσιν κιρκαῖον, βύθισον ὕδατι πηγαίῳ ὡς κοτύλας δύο ἕως οὗ ἀποθεωθῇ, τουτέστιν πνίξον εἰς τὸ ὕδωρ τὸν ἱέρακα ἕως οὗ ἀποθάνῃ. Εἷτα ἄρας αὐτὸν ἔασον ὡς ὥρας ϛ′, ὁ δὲ Κυρανὸς (f. 52 v.) ἑπτὰ εἶπεν ἡμέρας τεταριχωμένον· μετὰ δὲ ταῦτα τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν καρδίαν ἔνδησον μετὰ γλώσσης βατράχου ζῶντος [τοῦ τε μαγνίτου] καὶ τῶν δύο λίθων, τοῦ μαγνήτου καὶ τοῦ ἱερακίτου, καὶ ὀλίγου ῥινίσματος σιδήρου, διὰ τὸ εἶναι ζῶντα τὸν μαγνήτην, καὶ συνδήσας ἔχε· μέγα φυλακτήριον. Ἔστωσαν δὲ ταῦτα πάντα δεδεμένα εἰς τὸ δέρμα τοῦ ἱέρακος· τὸν δὲ δεσμὸν τοῦ φυλακτηρίου ποίει ἐκ τῶν νεύρων τοῦ ἱέρακος ὡς σπαρτίον ἄκλαστον, λεπτόν, ἐπιμηκέστερον, ἵνα φορούμενον ἐπὶ τὸν τράχηλον φθάσῃ ἕως τοῦ στομάχου καὶ τῆς καρδίας κατὰ μέσον· καὶ προγνώσεις πάντα. Τοῦτο (f. 53 r.) μηδὲ ἰδίῳ τέκνῳ παραδίδου ἢ δίδασκε.

Τὸ δὲ ἀκόλουθον ἀπόγευμα τοῦ φυλακτηρίου τοῦτό ἐστι. Βαλὼν εἰς προπεποτισμένον ἀγγεῖον ὀστράκινον τὸ ὕδωρ ἐν ᾧ ἀπεθεώθη ὁ ἱέραξ, καὶ μέλιτος κοτύλην α′, καὶ λιβανωτίδος ῥίζης βοτάνης ‹ ο δ′, λείας κρίθας βεβρεγμένας ὕδατι ποταμίῳ ἕως ἄν βλαστήσωσι, καὶ ἔξω τὰς γλώσσας ἔχωσιν κη′ καὶ βατραχίου βοτάνης ‹ ο δ′, ἐν ἄλλῳ δὲ λιβάνου ‹ ο α′, ἐν ἄλλῳ δὲ χαμελαίας βοτάνης ἐλαίας γ′. Ταῦτα λειώσας ἕψει μετὰ τοῦ συνθέματος ἕως γένηται ἐκλείγματος σύστασις, καὶ ἀπόθου εἰς ὑέλινον ἀγγεῖον (f. 53 v.) εὖ μάλα φιμώσας. Ὅταν δὲ αὐτὸ ἀποτιθῇς, ἔμβαλε εἰς αὐτὸ καρδίαν κούκοφος ἔτι θερμὴν καὶ σπαίρουσαν, καὶ ὀλίγον ἐκ τοῦ αἵματος αὐτοῦ· εἶτα ἑτέρου κούκοφος καρδίαν κατάπιε ἔτι σπαίρουσαν ἐπιπιὼν ὑδρόμελι, καὶ ἔσῃ τετελεσμένος εἰς τὸν ἀεί σου βίον. . . . . . . . . . . . . . . . . . . . . . . . . .

Ὅταν οὖν θέλῃς ὅσα γίνεται ἐν κόσμῳ ἢ ἐν οὐρανῷ ἢ κατὰ κλίματα ἢ κατὰ πόλιν ἢ κατ’ ἄνθρωπον ἢ ἐν τῷ οἴκῳ σου ἢ ἄλλῳ οἴκῳ περὶ γυναικῶν καὶ ἀνδρῶν, ἢ κλεπτῶν 〈μαθεῖν〉, πρόγευσαι ἐκ τοῦ συνθέματος δάκτυλον α′, καὶ ἐπίπιε γάλα βοὸς καὶ ὑδρόμελι· φόρει δὲ τὸ προειρημένον φυλακτήριον (f. 54 r.). περὶ τὸν τράχηλον ἵνα ἅπτηται εἰς τὴν καρδίαν σου καὶ τὸν στόμαχον· καὶ ἔσῃ προγινώσκων ὅσα θέλεις ἐννοεῖσθαι· ἔσῃ γὰρ πάντα τὰ προειρημένα νοῶν, βίους τε καὶ μοίρας ἀνδρῶν τε καὶ γυναικῶν, καὶ κλεπτῶν καὶ δραπετῶν τὸ ποῦ καὶ πῶς, καὶ ἀπλῶς ἅπαντα.

Ταῦτα μὲν ἀμφότεροι ἐξίσου συνεγράψαντο. Ὁ δὲ Ἁρποκρατίων καὶ ταῦτα· Ἐξορκίζω σε, τέκνον, οὔρανον, ἀέρα, γῆν, βυθόν, πηγάς τε καὶ ποταμούς, καὶ τὸν εἰσπνέοντα εἰς σὲ θεόν, μηδενὶ μεταδοῦναι τὸ μυστήριον τοῦτο, μηδὲ ἰδίῳ τέκνῳ, εἰ (f. 54 v.) μὴ ἄξιος εἴη εἰδέναι τὴν φύσιν ταύτην. Θεοὶ δὲ πάντες οὓς προσκυνοῦμεν ταύτην ἔχουσιν τὴν δύναμιν, ἀλλὰ μηδενὶ φράσῃς, ἀλλ’ ὡς σοφῇ ψυχῇ χρῶ πλήν τινος ἑτέρου.

ΣΤΟΙΧΕΙΟΝ Χ.

Χρυσάνθεμος, βοτάνη.

Χρυσόπτερον, πτηνόν.

Χρυσοφός, ἰχθύς.

Χρυσίτης, λίθος.

Χρυσάνθεμος, βοτάνη 〈πασίγνωστος〉.

Χρυσόπτερον, ζῶον ὡς ὄρτυξ τὸ μέγεθος.

Χρυσοφὸς δέ, ἰχθὺς ἐδώδιμος, θαλάσσιος, γνωστός.

Χρυσίτης, λίθος ποικίλος, ὡς χρυσίζων.

Τῆς οὖν χρυσανθέμου τὸ ἄνθος ἐστὶ χρυσίζον ὡς εἰ καλυκοειδὲς καὶ κατὰ μέσον τοῦ ἄνθους, ὡσεὶ μυρμήκια μικρὰ (f. 55 r.) μέλανα, βραχέα πτερὰ ἔχοντα· ταῦτα καλεῖται αἷμα κοσμικόν· τοῦτο ὁρᾶται πρὸ ἡλίου ἀνατολῆς, ἡλίου ὄντος ἐν κριῷ· καὶ ἀποτίθεται ἐν ὑελίνῳ ἀγγείῳ μετὰ ῥοδίνου καὶ ὀλίγου τοῦ ἄνθους τῆς βοτάνης. Εἶτα πρωὶ προερχόμενος ἁγνὸς ὤν, βραχὺ λαβὼν ἐξ αὐτοῦ ἀλείφου τὰς ὄψεις, καὶ πορεύου θαρρῶν· ποιεῖ γὰρ σε προσφιλῆ, ἐπιχαρῆ, εὐσύστατον πρὸς πάντας καὶ πάσας. Ἐὰν δὲ τοῦ ἡλίου ἀνατέλλοντος οὕτως ποιήσῃς, κρεῖσσον ἐνεργήσει.

Ποιεῖ δὲ καὶ πρὸς μοιρικὰς ἀνεπιτυχίας, ἀπραξίας, καὶ τὰ τοιαῦτα.

Τῆς (f. 55 v.) οὖν ῥίζης τῆς βοτάνης 〈μέρος λαβών〉 μετὰ λίθου τοῦ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος, περίαπτε ἐν ῥάκει πρὸς ὀδύνας τῶν ὀδοντοφυούντων παίδων.

Τοὺ δὲ χρυσοπτέρου ὀρνέου οἱ ὀφθαλμοὶ περιαπτόμενοι τριταΐζοντας διασώζουσιν· ἡ δὲ καρδία αὐτοῦ περιαπτομένη πυρετιῶντας ἀπαλλάσσει.

Οἱ δὲ ἐν τῇ κεφαλῇ 〈τοῦ ἰχθύος〉 λίθοι περιαπτόμενοι τραχήλῳ φθισικοὺς ἰῶνται.

Εἰς δὲ τὸν χρυσίτην λίθον γλύψον τὸ ὄρνεον βασίλειον ἔχον δισκοειδὲς καὶ παρὰ τοὺς πόδας τὸν ἰχθύν, καὶ ὑποκατακλείσας ῥιζίον τῆς βοτάνης δίδου φορεῖν. Πρὸς γὰρ ἀλγηδόνας τοῦ στομάχου καὶ ἀναδρομὴν (f. 56 r.) μήτρας καὶ νεφρῶν 〈ποιεῖ〉.

Ποιεῖ δὲ ἐπιχαρῆ τὸν φοροῦντα καὶ ἐν πᾶσι φιλητόν.

Ποιεῖ καὶ πρὸς τοὺς πυρέσσοντας ἐὰν εἰς ἔλαιον βληθῇ καὶ συγχρίσῃ τῷ ἐλαίῳ πρὸς δυσμὰς ἡλίου.

Ἔχει δὲ καὶ ἄλλας ἐνεργείας πρὸς φιλτροπόσιμα ἐὰν βραχῇ εἰς οἶνον, καὶ πίε.

Ἐὰν δὲ καὶ λίθον ἔχῃς τῆς κεφαλῆς τοῦ ἰχθύος σὺν τοῖς λεχθεῖσιν, καὶ φθισικοὺς ὠφελεῖ σφόδρα.

ΣΤΟΙΧΕΙΟΝ Ψ.

Ψύλλιος, βοτάνη.

Ψύλλος θαλάσσιος.

Ψαρός, πτηνόν.

Ψωρίτης, λίθος, ὁ καὶ πῶρος ᾀδόμενος.

Ψύλλιός ἐστι βοτάνη πᾶσι γνωστή.

Ψύλλος (f. 56 v.) θαλάσσιος, μικρὸν ζωύφιον ᾧ χρῶνται οἱ ἁλιεῖς παρὰ τοὺς αἰγιαλούς.

Ψαρός, πτηνὸν γνωστὸν πᾶσι.

Ψωρίτης, λίθος ὃν καὶ πῶρον καλοῦσιν.

Τῆς οὖν βοτάνης τοῦ σπέρματος ‹ ο γ′, ὕδατος κοτύλας δύο ἕψε ἕως ἰξῶδες γένηται, καὶ εἱλήσας ἐν ῥάκει τὸ μὲν σκύβαλον τοῦ ἐκπιέσματος ῥίψον, εἰς δὲ τὸ ὕδωρ τοῦ χυλοῦ ἐπίβαλλε κηροῦ γο ϛ′, ἐλαίου γο ϛ′. Εἶτα ἕψε ἕως οὗ λυθῇ ὁ κηρός· εἰς θυείαν λείου εὖ μάλα. Τοῦτο γάρ ἐστιν ἔνθεον κατάπλασμα ποδαλγικὸν καὶ τοῖς πυρῶδες ὄλεθρον ἔχουσιν.

Ἐὰν δὲ τῷ αἵματι τοῦ ὀρνέου ἀνέσῃς τὸν λίθον, καὶ περιχρίσῃς τὸ μέτωπον, (f. 57 r.) τριταΐζοντας καὶ τετραΐζοντας διασώσεις.

Ἐὰν δὲ 〈εἰς〉 τὸν προειρημένον χυλὸν τῆς βοτάνης ἐνήσεις τὸν λίθον καὶ περιχρίσῃς πυρέσσοντας ἢ κεφαλαλγοῦντας τὸ μέτωπον, φυλάσσεις ἀνωδύνους.

Ψύλλους δὲ θαλασσίους 〈λαβών〉 μετὰ ψυλλίου σπέρματος κόκκων κη′ (ἐν ἄλλῳ κοτύλας η′) ἐν ῥάκει περιαπτόμενα τριταῖον ῥιγοπύρετον ἀπαλλάσσεις.

Ψύλλους δὲ θαλασσίους πολλοὺς ἕψε μετὰ θαλασσίου ὕδατος καὶ ῥαῖνε ὅπου πολλοί εἰσιν ψύλλοι, καὶ οὐχ ὑπάρξουσιν ἔτι.

Εἰς δὲ τὸν ψωρίτην λίθον γλύψον ψύλλους θαλασσίους γ′, καὶ ὑπὸ κάλαμον χλωρὸν ἐστῶτας, καὶ κατάκλεισον ῥιζίον (f. 57 v.) τῆς βοτάνης, καὶ δίδου φορεῖν πρὸς τὰ ἐξαλλόμενα παιδία καὶ τρίζοντα τοὺς ὄδοντας.

Ἐὰν δὲ ἁλιεὺς αὐτὸ φορῇ ἀγρυπνῶν ἐν ἡμέρᾳ ἐπὶ ποταμὸν ἢ λίμνην, μεγάλως ἐπιτύχει τῆς ἁλείας.

ΣΤΟΙΧΕΙΟΝ Ω.

Ὤκιμος, βοτάνη.

Ὠκύπτερος, πτηνόν.

Ὤμις θαλασσία.

Ὠκυτόκιος, λίθος.

Ὤκιμον, φυτὸν ἐδώδιμον, λαχανῶδες, πᾶσι γνωστόν, εὔοσμον.

Ὠκύπτερος, πτηνόν, σεβάσμιον ζῶον, ἡ κοινὴ χελιδών.

Ὤμις θαλασσία, ὅ ἐστι βεμβράς, ἄλλως δὲ λύημβρος, λεπτὸν ζῶον ἐσθιώμενον ὃ καλοῦσι μαινίδα

Ὠκυτόκιος (f. 58 r.) λίθος ἐστὶν ὁ μικρότερος 〈ἢ〉 ἀετίτης καὶ κρουόμενος. ἔστι δὲ λεῖος τῇ θέλξει.

Ἰστορήσαμεν δὲ περὶ τοῦ φυτοῦ τοῦ ὠκίμου καὶ ἔχει πράξεις μεγίστας. Ἐάν τις [αὐτὴν] μαστησάμενος τοῦτο τὸ φυτὸν νῆστις, ἀπλύτου αὐτοῦ ὄντος, καὶ θῇ ἐν ὑπαίθρῳ νύκτας ἑπτά, τοῦ ἡλίου μὴ ἐπιθεωρήσαντος, ἡμέρας μὲν συστελλομένου, νυκτὸς δὲ αἰθριαζομένου, εὑρήσει σκορπίον ἐπτασφόνδυλον, χλωρόν. Οὗτος ἐὰν τύψῃ τινά, τριταῖος φυσηθεὶς τεθνήξεται.

Ἐὰν δὲ αὐτὸν ἀποθεώσας ὕδατι ἢ οἴνῳ δῷς τινι πιεῖν, ὁ πιὼν ἐξανθήματα ἕξει περὶ ὅλον τὸ σῶμα, ἐκ δὲ (f. 58 v.) τούτων ἕλκη ἀνίατα.

Ἐὰν δὲ τρίψῃς τὸν αὐτὸν σκορπίον μετὰ σπέρματος σκορπιούρου βοτάνης καὶ ποιήσῃς καταπότια, ξηράνας δὲ ἀποθῇς ἐν ὑελίνῳ ἀγγείῳ καὶ δῴης τινὶ ἐπιληψίᾳ πειραζομένῳ, οὐκέτι βλαβήσεται· δίδου δὲ ἐπὶ ἡμέρας ζ′ ἀνὰ τρία καταπότια νήστῃ εἰς εὔκρας· ἐὰν δὲ ὑγιαίνοντι δῴης, σεληνιασθεὶς οὐκέτι σωθήσεται.

Ἐὰν δὲ χυλοῦ τῆς ὠκίμου βοτάνης μετὰ κόπρου χελιδῶνος συγχρίσῃς, τετραΐζοντας ἀπαλλάξεις.

Ἐὰν δὲ πτερὸν χελιδῶνος καὶ ῥιζίον ὠκίμου δῴης κρατεῖν δυστοκούσῃ γυναικί, παραυτὰ τέξεται ἀκινδύνως.

(f. 59 r.) Πτερὸν δὲ τοῦ ζώου εἴπερ βάλλεις εἰς οἷον δήποτε μύρον, μεγίστην μοιρικὴν καὶ μεσιτείαν ἕξει ἀπὸ πάντων καὶ πασῶν.

Περὶ δὲ κοινοῦ σκορπίου οὐκ ἀποκρύψω διὰ τὴν πλάνην τῶν ἀσόφων. Πλάνη γάρ ἐστιν ἐν ἀέρι φυτουμένη. Ἐὰν γὰρ βάλλῃς τὸν κοινὸν σκορπίον εἰς ἔλαιον κοτύλην μίαν ἐν ἀποκρούσει σελήνης καὶ ἔχῃς ἀποκείμενον, συγχρίσῃς δέ τινος ῥάχιν, καὶ ἄκρον ποδῶν καὶ χειρῶν, τὴν δὲ ῥάχιν χρίῃς ἐπάνωθεν ἐκ τοῦ σπονδύλου [ἄχρι] ἕως κάτω καὶ τὸ μέτωπον καὶ τὴν κεφαλὴν πρὸ τῆς ὥρας τῆς ἐπισημασίας, τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν τύπον ἰάσεις (f. 59 v.)· κουφίσεις δὲ καὶ σεληνιαζομένους καὶ δαιμονιζομένους.

Ἐὰν δὲ πτερὸν βάλῃς τοῦ πτηνοῦ εἰς ἔλαιον ἄλλο, καὶ συγχρίσῃς τὸν ἀπαλλαγέντα, ἐπανελεύσεται αὐτῷ τὸ πάθος, καὶ οὐ σωθήσεται.

Ὀπτὸς δὲ ὁ κοινὸς σκορπίος ἐσθιόμενος ὑπὸ λιθιώντων ποιεῖ αὐτοὺς ἐξουρεῖν τὸν λίθον ἀβασανίστως.

Κέντρον δὲ τοῦ σκορπίου καὶ τῆς ὠκίμου βοτάνης τὸ ἄκρον ἐν ᾧ ἐστιν τὸ σπέρμα καὶ χελιδῶνος καρδίαν περίαπτε ἐν ἐλαφίῳ δέρματι· σεληνιαζομένους τῆς μανίας ἀπαλλάξεις. Τοῦτο δὲ τὸ φυλακτήριον ἐξελαύνει καὶ τοὺς ἀπειθοῦντας ἐξελθεῖν δαίμονας.

Τὸν δὲ λίθον τὸν προδηλωθέντα λείωσον μετὰ χυλοῦ τῆς βοτάνης καὶ αἵματος τοῦ πτηνοῦ· (f. 60 r.) καὶ κεφαλὴν μίαν τῆς ὤμιδος καὶ ὀλίγον ὕδατος, καὶ ἔχε ἀποκείμενον ἐν ὑελίνῳ ἀγγείῳ, καὶ ὅτε θέλεις ἐπίδειξιν ποιῆσαι, μόλυνον τοὺς δακτύλους τῆς εὐωνύμου χειρὸς ἢ τῆς δεξιᾶς, καὶ ἅψεις οἵου θελέσεις ἰσχυρο τάτου λίθου ἢ ξύλου, ἢ ὀστέου, καὶ θραυσθήσεται παραυτίκα ὥστε δοκεῖν τοὺς παρατυχόντας μάγον σε εἶναι.

Θειοτάτην δέ, ἔφη ὁ Ἁρποκρατίων, καὶ δεικτικὴν εἴδομεν πρᾶξιν ἐν μητροπόλει γεναμένην τῆς Βαβυλωνίας χώρας.

Ἐὰν γάρ τις ἐπιούσης τῆς ὤμιδος ἐπ’ ἀνθράκων ἀκάπνων τὴν κεφαλὴν ἐπιθήσει ἐπὶ δωμάτων καθαροῦ ὄντος τοῦ ἀέρος, νυκτός, ἰδίας ποιήσει συνδρομὰς πάντων τῶν φαινομένων ἀστέρων.

Ἐὰν δὲ ἐν πανσελήνῳ (f. 60 v.) βάλῃ τις τὴν κεφαλὴν τοῦ ζώου ἐντὸς ἰσχάδος, καὶ ἐπιθήσει τῷ πυρὶ ὀψίας τοῦ ἀέρος ἡσυχάζοντος, ὄψει οὖν τὸν δίσκον τῆς σελήνης ὡς ἐπὶ τὸ ἥμισυ τοῦ οὐρανοῦ.

Ἐὰν δὲ μίξῃς μετ’ αὐτῶν βραχύ τι ἀπὸ ἀστέρος θαλασσίου, ἴδοις ἂν παμμεγεθὲς γινόμενον τὸ στοιχεῖον καὶ ἑστὼς παρὰ τοὺς πόδας σου.

Ἐὰν δὲ πυρίτην λελειωμένον συνεπιθήσεις, βρονταὶ καὶ ἀστραπαὶ γενήσονται.

Ἐὰν δὲ γῆν ἀπὸ οἰκίας ἀνθρώπων συνεπιθήσεις, σεισμὸς γενήσεται τῷ τόπῳ.

Ὤμιδα δὲ ἐκάλεσαν τὴν μαινίδα διὰ τὸ ἔχειν αὐτὴν ἐν τοῖς ὤμοις μεγίστην δύναμιν. Ἔχεις γὰρ σκευὴν καταπλάσματος τοιαύτην· τῶν ὄντων ὀστέων ἐν τοῖς ὤμοις τῶν μαινίδων γο α′, μανδραγορίου μῆλα γο α′, ὑοσκυάμου σπέρματος γο α′, (f. 61 r.) ὀπίου γο α′, ῥόδων ξηρῶν γο α′, ἁλικακάβου τῶν φλοιῶν τῆς ῥίζης γο γ′, κολοφωνίαν μνᾶν α′, θείου γο α′. νίτρου γο α′· σκεύαζε ὡς ἐπίθεμα καὶ κατάπλασσε ὃν θέλεις, καὶ ταχέως ἀπαλλάξεις τῆς νόσου.

Ἐὰν δὲ ποιήσῃς τὸ κατάπλασμα ἡμέραν α′ ἐπικείμενον καὶ θελήσῃς ἄλλως βοηθῆσαι, οὐδὲν ὠφελήσει, οὐ γὰρ ὑπερβήσεται ἡμέρας ζ′· τοῦτό ἐστιν ἴαμα τῶν ὑποτεταμένων.

Ἐκλήθη δὲ μαινὶς διὰ τὸ ἔχειν σκευὴν μανίας τοιαύτην. Λαβὼν οὖν τῆς μαινίδος τοὺς ὀφθαλμοὺς βάλε εἰς οἴνου κοτύλην α′. (ἐν ἄλλῳ· ἐς σούσινον). Καὶ ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζ′. Εἶτα ἐπίβαλλε τῷ οἴνῳ κόκκους σπέρματος μανδραγούρου 〈 ο ιδ′, κυνοσβάτου (f. 61 v.) κόκκους ‹ο δ′, σκορπιούρου βοτάνης σπέρμα 〈ο δ′· ἕψε ἕως εἰς ἡμίσειαν ἔλθῃ, καὶ ἀποθέμενος χρῶ οὕτως.

Ἐὰν ἴδῃς τινὰ ἐντὸς μανίας ὄντα, δίδου αὐτῷ ἐκ τοῦ οἴνου ὅσον ‹ ο α′ μεθ’ ὕδατος θερμοῦ, καὶ σωθήσεται. Ἐν ἄλλῳ κοτύλην 〈α′〉 εἶχεν ἵνα διδῶται.

Ἐὰν δὲ πεπτωκότι καὶ μαινομένῳ δῴης μετ’ οἴνου πιεῖν, μανήσεται.

Ἐὰν δὲ μετὰ κολλουρίου οἵου δήποτε ἀνέσας δῷς ἐγχρίσασθαι, ὑποχυθεὶς τοὺς ὀφθαλμοὺς ἐντὸς ἡμερῶν ἑπτὰ μανήσεται.

Ὠταλγοῦντα δὲ ἐὰν ἐξ αὐτοῦ θεραπεύσῃς, κωφὸς γενήσεται.

Οἱ δὲ ἐν τῇ κεφαλῇ τῆς μαινίδος λίθοι λειωθέντες καὶ μετὰ χολῆς ἀλάβητος μέλαινος καὶ ἐγχρισθέντες ποιοῦσιν τὰ ἐν τῇ σκοτίᾳ φαίνεσθαι καὶ βλέπειν.

(f. 62 r.) Ἐὰν δὲ προσμίξῃς βραχὺ μάγνητος ζῶντος, καὶ ὀλίγον ὕδωρ ὄμβριον, ἐγχρισθεὶς τὰ ἐν οὐρανῷ καὶ ἐν ἀέρι θεωρήσει ἐπὶ ἡμέρας ἑπτά.

Γλύψον δὲ ἐν τῷ λίθῳ χελιδόνα, καὶ παρὰ τοὺς πόδας τὸν σκορπίον ἐπὶ τὴν μαινίδα ἐστῶτα, καὶ ὑπὸ τὸν λίθον ὑποκατάκλεισον τοὺς ὀφθαλμοὺς τοῦ σκορπίου καὶ τῆς μαινίδος, καὶ σκορπιούρου ῥιζίον, καὶ κατακλείσας φόρει· ἀποστρέφει γὰρ παντοίων ἰοβόλων ζῶον τετράπουν ἑρπετῶν καὶ πάντων ἑρπετῶν ἰοβόλων· καὶ πάντας ἐχθροὺς καὶ ἐπιβούλους ταπεινοῖ.

Ἐὰν δέ τις πληγῇ ἀπὸ σκορπίου, καὶ ἐν τῇ σφραγίδι σφραγίσῃ, τὴν πληγὴν παραυτὰ παύσεται.

Ἐὰν δὲ ἀπὸ μαινομένου κυνὸς δηχθῇ τις καὶ γενόμενος ὑδροφόβος τὸ ποτὸν μὴ λαμβάνῃ, (f. 62 v.) λαβὼν δὲ τὸν δακτύλιον βάλε εἰς ὕδωρ, καὶ δὸς πιεῖν, 〈καὶ〉 ὁ πιὼν σωθήσεται.

Ἐὰν δὲ πρὸ τοῦ μανῆναι δῴης προπιεῖν, οὐ μανήσεται.

Ἐὰν δὲ τῆς μαινίδος τὴν γλῶσσαν νεαρᾶς οὔσης δῴης τινὶ λειανθεῖσαν μεθ’ ὕδατος, βαλὼν [δὲ] δακτύλιον κάτω δῴης τινι μαινομένῳ, σωθήσεται· εἰ δὲ νήφοντι, μανήσεται. Τούτου λύσις· μαινίδα ὀπτὴν δὸς φαγεῖν· μανήσεται ἄνθρωπος ἀγνοῶν τὰ λεχθέντα ἅπαντα. Ὣς φράζει κυρανὶς θεία βροτοῖς.

Οὕτως ὁ Ἁρποκρατίων ἐνταῦθα τὴν βίβλον ἐπλήρωσεν· καὶ ἕτερον αὐτοῦ βιβλίον ἐκ τούτων τῶν λεγομένων κυρανίδων ἡμεῖς οὐχ εὕρομεν· ἀλλ’ ἐν τούτῳ μὲν ὅσον διεφώνει ὁ Ἁρποκρατίων πρὸς τὸν Κυρανόν, ἢ ἕτερος ἑτέρου, ἅπαντα (f. 63 r.) κατὰ λόγον ἀναλεξάμενος ἐκ τῶν ἀμφοτέρων ὡς ὑποτέτακται, συνέταξα τὸ βιβλίον μηδενὸς καταφρονήσας λόγου. Νῦν δὲ μετελεύσομαι ἐπὶ τὰς τοῦ Κυρανοῦ ἑτέρας βίβλους ὅπως καὶ παρ’ αὐτῶν ὠφεληθῶμεν. Ἔλαβεν τέλος ἡ βίβλος τοῦ πανσέπτου καὶ παντάρχου: — Τέλος.

ΚΥΡΑΝΙΣ ΔΕΥΤΕΡΑ ΠΕΡΙ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ
ΣΤΟΙΧΕΙΟΝ Α.

Ἄρκτος ἐστὶ ζῶον θηρίον, δασύ, νωθρόν, κατὰ πάντα ἐοικὸς τῷ ἀνθρώπῳ καὶ συνετόν, καὶ ὀρθὰ βαδίζειν θέλων.

Τούτου ἕκαστον μέλος πεποίηται πρὸς ἕκαστον μέλος τοῦ ἀνθρώπου· ὠφελεῖ οὖν εἰς θεραπείαν· τῆς γὰρ κεφαλῆς τὰ ὀστὰ περιαπτόμενα 〈ποιεῖ〉 (f. 63 v.) πρὸς πᾶσαν κεφαλαλγίαν· ὁ δὲ ἐγκέφαλος αὐτοῦ βρωθεὶς ἐπιληψίαν ἰᾶται· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι παντοῖον πάθος ὀφθαλμῶν ἀποστρέψουσιν· τῶν δὲ ὠτῶν αὐτοῦ ὁ ῥύπος σὺν ῥοδίνῳ πᾶσαν ὠταλγίαν ἰᾶται, οἱ δὲ ὄδοντες ὀδονταλγίαν, καὶ περιαφθέντες τοῖς παιδίοις ἀνωδύνως ὄδοντας φύουσιν· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι χαριτήσιόν εἰσι· καὶ οἱ ὄνυχες τῆς δεξιᾶς χειρὸς φορούμενοι παντοῖον πυρετὸν διώκουσιν· αἱ δὲ τρίχες πνεύματα πονηρὰ καὶ παντοῖον πυρετὸν διώκουσιν, καὶ θυμιώμεναι καὶ φορούμεναι· τὸ δὲ ἧπαρ ξηρόν, λεῖον, ἐπιπασθὲν ἡπατικοὺς ἰᾶται· νεῦρα δὲ ποδῶν καὶ χειρῶν φορούμενα ποδαγροὺς καὶ χειραγροὺς βοηθεῖ· ἡ δὲ κόπρος αὐτοῦ (f. 64 r.) σὺν ὄξει καταχριομένη ὀξυωπίαν παρέχει· ἡ δὲ καρδία φορουμένη ἐπιχαρῆ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν ποιεῖ τὸν φοροῦντα.

Τὸ δὲ στέαρ αὐτοῦ μετὰ λαδάνου καὶ ἀδιάντου ἀλειφὲν ἀλωπεκίας δασύνει, ὁμοίως καὶ ὀφρύας καὶ γενείων λιποτριχίας σὺν κηκιδίοις καὶ χαλκάνθῳ καὶ κεδρίᾳ καὶ λύχνου θρυαλλίσι· καθ’ ἐαυτὸ δὲ τὸ στέαρ παρωτίδας καὶ ῥαγάδας καὶ χείμετλα ἰᾶται.

Αἰδοῖον δὲ ἄρκτου ὑποτιθέμενον τῇ ὑστέρᾳ ὥστε παράψασθαι τοῦ στομίου ὑστερικὰς πνῖγας ἰᾶται· ἔχε δὲ αὐτὸ ἕτοιμον ξηρόν. Ἡ δὲ χολὴ σὺν μέλιτι πινόμενον ὅσον κογχλιάριον α′ (f. 64 v.) ἡπατικοὺς ἄκρως ἰᾶται· τὸ δὲ δέρμα αὐτοῦ ἐπιτεθὲν ὅπου ἄν εἰσι ψύλλοι φεύξονται καὶ οὐδ’ ὅλως παραμένουσιν.

Ἀλώπηξ πᾶσι γνωστή, δεινότατον καὶ πανουργότατον καὶ σοφὸν ζῶον, ὀρνιθοβόρον καὶ δύσοσμον.

Ἐάν τις αὐτὴν ζῶσαν πιάσῃ καὶ ἐμβάλῃ εἰς παλαιότατον ἔλαιον καὶ ἑψήσῃ ἕως τὰ ὀστὰ μείνωσιν καὶ διηθήσας τὸ ἔλαιον ὡς ἔτι θερμόν ἐστι, καὶ ἀλείψῃ, ἐξ αὐτοῦ ἀρθριτικούς, ποδαλγικούς, ἰσχιαδικούς, παρέτους, ἔχοντας ἔτη πολλὰ τὸ πάθος, θεραπεύσει παραδόξως.

Ὅταν μὲν οὖν [δὲ] ἀγρεύσῃς αὐτήν, ὀφείλεις εἰπεῖν αὐτῇ καὶ τὴν αἰτίαν (f. 65 r.) τὸ τίνος ἕνεκα ἠγρεύσας ταύτην.

Ὁ δὲ ὄρχις αὐτοῦ ὁ δεξιός ξηρός, λεῖος, ἐπιπασθεὶς ἐν πότῳ φιλτροπόσιμός ἐστιν ἐπὶ γυναικῶν, ὁ δὲ εὐώνυμος ἐπὶ ἀνδρῶν.

Τὸ δὲ ἄκρον αὐτοῦ περιαφθὲν μεγίστην τάσιν ποιεῖ, ὁμοίως καὶ λεῖον, ἐπιπασθὲν ἐν πότῳ λάθρα.

Καὶ οἱ ὄρχεις πινόμενοι ξηροὶ τὸ αὐτὸ δρῶσιν.

Δίδου δὲ ὅσον κοχλιαρίου πλῆθος· τοσοῦτον δέ ἐστιν ἀνυτικὸν ὥστε ἀβλαβῆ τὴν ἔντασιν καὶ ἀδιάψευστον τηροῦσι.

Τοὺς δὲ δύο ὄρχεις ἐκτεμών, ζῶντα μὲν αὐτὸν ἀπόλυσον, θεραπεύσας δὲ περίαψον. Ἐὰν γὰρ αὐτοῦ τῶν διδύμων θίγῃς, παραυτὰ ἔντιν... Τινὲς δὲ αὐτοὺς βάλλουσιν εἰς τὰ ἰσχία τοῦ τράγου.

(f. 65 v.). Ἐὰν δὲ τοῦ αἰδοίου αὐτοῦ τὸ ἄκρον ἐν κύστει ἢ ἐν δέρματι ἐνδήσῃς ἐν ᾧ ἐπιγράψεις τὸ ὄνομα τοῦτο διὰ σμυρνομέλανος ΤΙ′Ν ΒΙ′Β Η′ΛΙΘΙ, καὶ περιάψῃς, ἀβλαβῶς συνουσιάσεις.

Τὸ δὲ αἷμα αὐτοῦ νεφρὸν ἀλγοῦντα ἰᾶται, θερμὸν ἐπιχυθέν.

Οἱ δὲ νεφροὶ αὐτοῦ ἐσθιόμενοι ἢ πινόμενοι ἀφροδισίας παρορμῶσιν.

Τὸ δὲ ἧπαρ αὐτοῦ ξηρόν, λεῖον ἐπιπασθὲν 〈σὺν〉 ὀξυμέλιτι καὶ ποθὲν σπληνικοὺς ἄκρως ἰᾶται, καὶ ὁ σπλὴν αὐτοῦ φορούμενος.

Τὸ δὲ ἧπαρ αὐτοῦ σὺν οἴνῳ ποθὲν ἀσθματικοὺς ἰᾶται.

Ὀ δὲ πνεύμων δύσπνοιαν ὀπτὸς βρωθείς.

Τὸ δὲ στέαρ αὐτοῦ ἀλωπεκίας ἄκρως θεραπεύει.

(f. 66 r.) Ἡ δὲ κόπρος αὐτοῦ σὺν ῥοδίνῳ ἐν πεσσῷ σύλληψιν ποιεῖ.

Ἡ δὲ καρδία φορουμένη ἀβασκάντους ποιεῖ.

Ὄδους δὲ ἀλώπεκος περιαφθεὶς ἐσχάρας ὠφελεῖ καὶ παῖδας ἀνωδύνως ὀδοντοφυεῖν 〈ποιεῖ? 〉.

Μετὰ δὲ ἀσφάλτου καὶ ἐλαίου ὀμφακίνου προλειωθέντων ὀνύχων ἐν ῥοδίνῳ καὶ μιγέντων ἀμφοτέρων, προστεθὲν δὲ ἐν πεσσῷ ὑστερικὰς πνῖγας ἄκρως ἰᾶται.

Ὁ δὲ ὄρχις λεῖος σὺν κηρωτῇ παρωτίδας ὠφελεῖ.

Ἐὰν δέ τις τὸ μόριον αὐτοῦ ἐνειλήσας ῥάκει περιάψῃ τῇ κεφαλῇ, πάντα πόνον κεφαλῆς καὶ ἡμικράνιον καὶ σκοτώματα ἰᾶται.

Ἡ δὲ κόπρος αὐτοῦ μετ’ ὄξους λειωμένη λειχῆνας θεραπεύει.

(f. 66 v.) Σὺν δὲ στέατι ἡ κόπρος αὐτοῦ λεία ἐπιπασθεῖσα ἀλωπεκίας δασύνει.

Ἀσφάλαξ ἐστὶν ζῶον τυφλὸν ὑποκάτω τῆς γῆς φωλεῦον καὶ βαδίζον. Ἐὰν δὲ ἴδῃ τὸν ἥλιον, οὐκέτι δέχεται αὐτὸν ἡ γῇ, ἀλλὰ τελευτᾷ.

Τούτου οὖν ἡ καρδία ἐν ἐλαφείῳ δέρματι περιαπτομένη σεληνιαζομένους ἰᾶται. Ἐν δέρματι δὲ ἔποπος τοῦ ὀρνέου σὺν τοῖς δυσὶν τοῦ ὀρνέου ὀφθαλμοῖς ἐὰν περιάψῃς, εἰς πάντα προγνώσεται ἐφ’ ὅσον χρόνον φορεῖ αὐτὸ ἁγνός.

Ἐὰν δὲ τὴν καρδίαν φορῇ, ἔνθεν μείζονα καὶ κρείττονα ποιεῖ φοροῦντα· ἡ γὰρ δύναμις τοῦ ζώου τούτου θεία καὶ ἐνεργὴς, περὶ ἧς εἰπὼν οὐ σιωπήσομαι.

(f. 67 r.) Τοῦτό ἐστιν ἀπόγευσις. Ἐὰν γάρ τις ἀπογεύσηται τοῦ ἡλίου ἀνατέλλοντος δάκτυλον α′, γνώσει τὰ γινόμενα ἕως οὗ δύσει ὁ ἥλιος.

Ἔστι δὲ ἡ σκευὴ τῆς ἀπογεύσεως αὕτη· Λαβὼν τὸν ἀσφάλακα ἀπόπνιξον ἐν ὕδατι ὀμβρίῳ κοτύλας γ′· ἕψε αὐτὰ ἕως κηρωθῇ· εἶτα διυλίσας τὸ ὕδωρ ἕψεις ἐν χαλκῷ ἀγγείῳ ἐπιβαλών· εἶτα σκεύαζε οὕτως· θεογόνου ῥίζης (ἐν ἄλλῳ γράφε θεόπνου) ‹ ο δ′, ἀρτεμισίας μονοκλώνου ‹ο δ′, στύρακος καλαμίτου, σμύρνης τρωγλοδυτικῆς, βδελλίου ἀνὰ οὔγγ. δ′· σφαιρίου 〈οὔγγ. 〉 δ′· λιβάνου ἄρρενος. ‹ο η′. Ταῦτα κόψας, (f. 67 v.) σείσας, λειώσας ἐπίβαλλε μέλιτος πρωτείου κοτύλην μίαν, καὶ ἔψει ἕως οὗ γένηται μέλιτος πάχος· καὶ ἀνελόμενος ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, καὶ χρῶ ὡς εἴρηται.

Τὰ δὲ ὀστεὰ τοῦ ἀσφάλακος θάψον ἐν τῷ οἴκῳ σου ἔνδον· Ὁ γὰρ ἀσφάλαξ καὶ ζῶν καὶ θανὼν χρηματίζει, ὥσπερ καὶ αἱ θήλειαι αἴγες.

Ἐὰν οὖν τις ἔχων χοιράδας ἢ παρωτίδας ἢ παντοῖον ἀπόστημα, καὶ λάβε ζῶντα τὸν ἀσφάλακα καὶ μάλασσε αὐτὸν ὅλον τοῖς ἰδίαις χερσίν, 〈καὶ〉 ὁ κάμνων ἕως οὗ ἀποθάνῃ μαλασσόμενος θεραπευθήσεται πάντως τοῦ τοιούτου πάθους, καὶ οὐκέτι πειρασθήσεται ἢ σταφυλὴν πονήσει ἢ ἀντιάδας ἢ βουβῶνας ἢ χοιράδας ἕξει ποτὲ ἢ παντοῖον ἀπόστημα.

(f. 68 r.) Τὸ δὲ στέαρ αὐτοῦ τακὲν ὠταλγίας ἄκρως ἰᾶται.

Τὸν οὖν ἀσφάλακα θάπτε ἐν τῇ γῇ.

Εἴ τις δὲ τὴν καρδίαν αὐτοῦ ἔτι σπαίρουσαν καταπίνει, πρόγνωσιν λάβοι τῶν μελλόντων καὶ τῶν ἐπ’ αἰῶνος. (Ἐν ἄλλῳ γράφει τὴν ἐπ’ αἰώνων.)

Αἶγες θήλειαι πᾶσι γνωσταὶ αἵ τινες καὶ χρηματίζουσιν, ὥστε εἴ τις τὴν δορὰν τῆς αἰγὸς περιθήσει ἐπιληπτικῷ καὶ ὑπαγάγῃ πρὸς ποταμὸν ἢ θάλασσαν, παραχρῆμα ἐλεγχθήσεται πεσὼν ἐν τρόμῳ καὶ νήφων.

Αἷμα δὲ αἰγὸς θερμανθὲν ἐν πυρὶ καὶ βρωθὲν δυσεντερικοὺς θεραπεύει καὶ τοὺς τὰ τοξικὰ φάρμακα πίνοντας σώζει ἐνεργῶς, καὶ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

(f. 68 v.) Ἡ δὲ χολὴ σὺν ἀκάπνῳ μέλιτι ἐγχριομένη θεραπεύει ἀχλύν, ἄργεμα, πτερύγια.

Ὁ δὲ σπλὴν τῆς αἰγὸς βρωθεὶς ὀπτὸς δυσεντερίαν ἰᾶται.

Ἡ δὲ κόπρος 〈αὐτῆς〉 λεία σὺν ἀλφίτοις ἐπιπλασθεῖσα τοῖς ἕλκεσι, φαλαγγιοδήκτοις καὶ τοῖς ἀπὸ βουπρήστεως πληγέντας ἰᾶται. Ξηρὰ δὲ ἡ κόπρος προποθεῖσα σὺν οἰνομέλιτι δυσουρίαν ὀνίνησι· σὺν οἴνῳ δὲ παλαιῷ ἑψουμένη καὶ ἐπιτιθεμένη οἰδήματα ἄρθρων καὶ φλεγμονὰς διδύμων καὶ μασθῶν καὶ ἰσχίων ἄκρως ἰᾶται· σὺν μέλιτι δὲ λεία καταπλασθεῖσα τοὺς ὑπὸ ὄφεων καὶ ἰοβόλων ἰᾶται δηχθέντας· πάντα 〈γὰρ〉 τὸν ἰὸν ἀναμᾶται.

Ὁ δὲ σπλὴν τῆς (f. 69 r.) αἰγὸς ληφθεὶς θερμὸς πρόσφατος εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐπιτεθεὶς τῷ σπληνικῷ ἐπάνω τῆς σπληνὸς καὶ φασκιωθεὶς ἡμέραν μίαν, εἶτα 〈τῇ〉 ἑξῆς ἐπάρας ὁ κάμνων κρεμάσας αὐτὸν ὑπὲρ καπνὸν ἢ εἰς ἄνεμον πρὸς οὗ ὁ σπλὴν τῆς αἰγὸς ξεραίνηται, καὶ ὁ τοῦ πάσχοντος μειοῦται.

Τοῦ δὲ ἐρίφου τὸ δέρμα ποθὲν τοὺς ἀπὸ διψάδων τρωθέντας ἰᾶται.

Ἡ δὲ τάμισος αὐτοῦ ὀπτὴ ἐσθιομένη δυσεντερικοὺς θεραπεύει· ἑφθὴ μετὰ κηκίδων καὶ ἐλαίου ἐψουμένη καὶ ἐσθιομένη γαστρορροίαν ἵστησιν.

Ὁ δὲ σπλὴν αὐτοῦ ἐσθιόμενος ὀπτὸς συνεχῶς σπληνικοὺς ἰᾶται.

Ἡ δὲ δορὰ αὐτοῦ καπνιζομένη ληθαργικοὺς διεγείρει, καὶ τοὺς πίπτοντας ἐπιληπτικοὺς καὶ τὰς ὑστερικὰς (f. 69 v.) πνιγμονάς· καὶ αἱ τρίχες καπνιζόμεναι τὰ αὐτὰ ποιοῦσι κατ’ ἐνέργειαν.

ΣΤΟΙΧΕΙΟΝ Β.

>Βοὺς θήλεια γνωστὴ πᾶσι. Ταύτης τὴν κόπρον λαβὼν ξηρὰν λείωσον καὶ σείσας στῆσον λ. α′, κηροῦ γο ς′, κραμβῆς χυλοῦ γο ς′ (ἢ γ′ ὡς ἐν ἄλλῳ), ὠὰ ὠμὰ γ′, ἐλαίου καλοῦ λ. α′, θείου οὔγγ. α′· λείωσον τὰ ξηρὰ καὶ τῆξον τὰ τηκτά. Εἶτα καθελὼν καὶ χλιάνας, βαλὼν τὰ ὠά, καὶ συλλείου καλῶς. Ἐκ τοῦτου κατάπλασσε· σπληνικούς, ἡπατικούς, ὑδρωπικούς, ὁμοίως ὑδροκοίλους καὶ ποδαλγοὺς παραυτὰ ὠφελήσεις. Τοῦτο κρύβε (f. 70 r.) ὡς μέγα δῶρον.

Ἐὰν δὲ τὴν κόπρον λειώσας σὺν ὄξει χρίσῃς τινὰ τόπον ἢ ἀγγεῖον μελιτηρόν, μύρμηκες ἐν αὐτῷ οὐχ ὑπερβήσονται.

Ὄνυχες δὲ βοὸς ἐκζεσμένοι μετὰ σινάπεως ἐσθιόμενοι ἀντιτάσσονται πᾶσαν φαρμακείαν ὡς οὐδὲν ἄλλο.

Ἡ δὲ χολὴ ἡ βοεία ἰόνθους ῥήγνυσιν καὶ στίλβει πρόσωπον.

Ἡ δὲ κόπρος καπνιζομένη ὑπὸ τὸν δίφρον τῆς κυούσης ὠκυτόκιός ἐστιν καὶ τὰ ὑστέρια κατάγει καὶ ἐκβάλλει.

Βάτραχός ἐστι ζῶον πᾶσι γνωστόν. Τούτου τὴν γλῶσσαν ἐάν τις κόψῃ, αὐτὸν δὲ ἀπολύσῃ ζῶντα, καὶ ἐπιγράψῃ ἐν τῇ γλώσσῃ οὕτως· ΧΟΥΟ′Χ, (f. 70 v.), καὶ λαθραίως καθευδούσης γυναικὸς ἐπιθήσει τῷ στήθει, εἴπῃ σοι πάντα ὅσα ἔπραξεν ἐν βίῳ.

Ἡ δὲ τέφρα αὐτοῦ σὺν πίσσῃ ἐπιχριομένη ἀλωπεκίαν δασύνει· μετ’ ὄξους δὲ προστιθεμένη πᾶσαν αἱμορραγίαν ῥινῶν καὶ ἑλκῶν καὶ ἕδρας ἵστησι καὶ φλέβας καὶ ἀρτηρίας καὶ τὰ πυρκαιὰς ἰᾶται.

Ἐὰν δέ τις λάβῃ ζῶντα βάτραχον εἰς ὄνομά τινος μήτε ἡλίου μήτε σελήνης φερομένων ὑπὲρ γῆν, καὶ ἀποτέμῃ ψαλίδι τοὺς δύο ὄπισθεν αὐτοῦ πόδας καὶ δήσας ἐλαφείῳ δέρματι, καὶ περιάψῃ ποσί, δεξιὸν δεξιῷ καὶ ἀριστερὸν ἀριστερῷ, ποδαγροὺς θεραπεύει εἰς τὸ παντελές.

Ἐὰν δέ τις θέλῃ ἀπορρυῆναι τὰς τρίχας (f. 71 r.) ὅλου τοῦ σώματος, τοῦ· βατράχου τὸ δέρμα καύσας βάλε εἰς ὃ λούεται ὕδωρ καὶ ἀπορρυήσονται.

Βατράχους δὲ μικροὺς καύσας ἐπίχρισον ἀλωπεκίας, καὶ ἰαθήσονται.

ΣΤΟΙΧΕΙΟΝ Γ.

Γαλῆ, ζῶον μικρὸν γνώριμον πᾶσι. Ταύτης ἡ γλῶσσα ξηρὰ ὑπὸ τοῖς ὑποδήμασι φορουμένη φιμοκάτοχός ἐστιν.

Εἰ δὲ εὕροις ποτὲ γαλῆν ἐρριμμένην νεκράν, ἀνελόμενος ἕψε σὺν ἐλαίῳ ἄχρις ἄν τακῇ καὶ διυλίσας τὸ ἔλαιον ἔμβαλε κηροῦ τὸ ἀρκοῦν, καὶ ποιήσας κηρωτήν, ἔχε 〈ὡς〉 μέγιστον ἴαμα πρὸς ἀρθριτικοὺς καὶ πᾶσαν νευρικὴν συμπάθειαν, καὶ φλεγμονὰς ποδῶν καὶ ἄρθρων, (f. 71 v.) καὶ πάντα ῥευματισμόν.

Ἰάσει δὲ καὶ χοιράδας μεγάλας καὶ μασθοὺς καὶ ὄρχεις καὶ πᾶν ἀπόστημα εἰς χειρουργίας μελετώμενον καὶ βούβωνας.

Οἱ δὲ ὄρχεις αὐτῆς εἰσι καὶ συλληπτικοὶ καὶ ἀσύλληπτοι.

Ἐάν τις τὸν δεξιὸν ὄρχιν λειώσας μετὰ μύρου, σὺν ἐρίῳ ἐν πεσσῷ προσθῇ, ὡς εἴρηται, καὶ συνουσιάσῃ, παραχρῆμα συλλήψεται.

Ὁ δὲ εὐώνυμος ὄρχις ἐν ἡμιονείῳ δέρματι δεθεὶς καὶ περιαφθεὶς ἀσύλληπτόν ἐστι. Δεῖ δὲ γράφειν ἐν τῷ δέρματι τοῦ ἡμιόνου τὰ ὀνόματα ταῦτα· ΙΩΑ′, ΩΙΑ′, ΡΑΥΙΩ′. ΟΥ῎, ΟΙ῎ΚΟΟΧΡ. Εἰ δὲ ἀπιστεῖς, δοκίμασον ὄρνιθι τικτούσῃ ὠά, καὶ οὐ τέξεται.

Τοὺς δὲ ὄρχεις αὐτῆς ἀπότεμνε ἐν ἀποκρούσει, (f. 72 r.) αὐτὴν δὲ ζῶσαν ἄφες, τοὺς δὲ ὄρχεις δὸς φορεῖν εἰς ἡμιονίου δέρμα· ἀσύλληπτον γάρ ἐστι καὶ ἀνίκητον, καὶ φίλτρον γλυκύ.

Τὸ δὲ αἷμα αὐτῆς φύλαττε σὺν ὄξει καὶ δίδου λάθρα 〈αίμοπτοϊκῷ καὶ〉 ἐπιληπτικῷ, καὶ ἕως δαπανηθῇ, ἰάσει ἄκρως.

ΣΤΟΙΧΕΙΟΝ Δ.

Δορκάς ἐστι ζῶον τετράπουν ἔχον δύναμιν εὐσύλληπτον. Ἐὰν οὖν βούλῃς εὐσύλληπτον ποιῆσαι μέγιστον καὶ ἀπαράβατον, ποίει οὕτως· σατυρίου σπέρματος 〈 ο δ′, χολῆς δορκάδος τὸ ὑγρὸν ὅλον, μέλιτος γο γ′· λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ὅταν δὲ χρεία δίδου ἐν κροκύσι (f. 72 v.) ἐξ αὐτῆς 〈ἐν〉 πεσσῷ, καὶ συγγενέσθω.

Καὶ ἐὰν μὲν ἄρρεν θέλῃς γεννηθῆναι, ἄρρενος χολὴν βάλε· εἰ δε θήλειαν, θηλείας· ἔστι γὰρ ἡδονικὸν πάνυ. Ἐὰν δὲ ξηρόν ἐστι, ἐπιβαλε μέλιτος τὸ ἀρκοῦν.

〈ΣΤΟΙΧΕΙΟΝ Ε.〉

Ἔχιδνά ἐστιν ζῶον συρτόν, πᾶσι γνωστόν. Ταύτην τινὲς πιέζουσι, ζῶσαν καὶ ἐμβάλλουσιν εἰς χύτραν καινήν, μεγάλην σὺν ἁλσί, καὶ βάλλουσιν εἰς κάμινον νυχθήμερον ἕως φρυχθῶσιν, καὶ μίξαντες βάλλουσιν ἀρώματα. Ποιοῦσι πρὸς πᾶσαν νόσον ἀνθιστάμενοι ἐλεφαντιῶσιν, λεπροῖς, ποδαγροῖς, ἐπιληπτικοῖς, παραλύτοις, καὶ ὅσα ἀπεγνωμένα πάθη ἀποθεραπεύει τὸ ἅλας.

Τῆς ἐχίδνης τὸ στέαρ ὀξυδέρκειαν παρέχει· (f. 73 v.) ἰᾶται δὲ πᾶσαν ἀμβλυωπίαν.

Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται· οἱ δὲ ὄδοντες, ὀδονταλγίαν, καὶ παίδων ἀνωδίνως φύονται οἱ ὄδοντες.

Διώκει δὲ αὐτὴν λίθος γαγάτης θυμιώμενος, καὶ πινόμενος δὲ ταύτης δήγματα ἰᾶται σὺν ἐλαφείῳ μυελῷ.

Ἐχῖνος χερσαῖος ὁ καὶ ἀκανθόχοιρος, ζῶον πονηρὸν πάνυ. Τοῦτον ἀγρεύσας καὶ ταριχεύσας ἔχε ὡς μέγα ἴαμα.

Τὴν μέντοι χολὴν αὐτοῦ ῥίψον, κακὴ γάρ ἐστι.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ σὺν μέλιτι ἐπιχρισθεῖσα ἀλωπεκίαν δασύνει.

Τοῦ δὲ ταριχευθέντος σώματος 〈μέρος〉 δεδομένον ἐν πότῳ ξηρὸν ἐπιληψίαν, τρόμους, σκοτώματα, κεφαλαλγίας καὶ ὅσα ἄλλα τοιαῦτα ἰᾶται, (f. 73 v.) καὶ νεφροὺς καὶ ἰσχιάδας. Δίδου δὲ 〈 ο ᾱ.

Τὸ μέντοι δέρμα ἰδίως καὲν καὶ λειωθὲν ἀλωπεκίαν ἰᾶται.

Τὸ δὲ ἄλλο σῶμα ὅλον μετὰ τῶν σπλάγχνων ταριχεύσας καὶ ξηράνας χωρὶς τῆς χολῆς καὶ ἐντέρων, ἔπειτα λειώσας καλῶς ἀπόθου· δίδου δὲ πίνειν σὺν ὀξυμέλιτι 〈 ο α′ ἐλεφαντιῶσιν, ὑδρωπικοῖς τοῖς ἀνασάρκοις.

Ὁμοίως δὲ τὸ ἧπαρ καὶ οἱ νεφροὶ καὶ ἡ καρδία καὶ ὁ πνεύμων συνταριχευόμενα τὰ αὐτὰ ἰῶνται.

Αἴλουρος ἤτοι κάττα πᾶσι γνωστή. Ἐὰν οὖν σπασθῇ ἐπιληπτικὸς καὶ πέσῃ χαμαὶ ἢ σκοτωματικός, ἢ ἀποπληξία λάβῃ τινά, καὶ κεῖται ὕπτιος ὁ ἄνθρωπος σπαραττόμενος, αἰφνίδιον δὲ ἐπιθήσῃ ἐπ’ αὐτὸν κάτταν ζῶσαν, εὐθέως παύεται τοῦ σπασμοῦ ἢ τοῦ (f. 74 r.) σκοτώματος ἢ τῆς ἐπιληψίας. Λέγε δὲ τὸ ὄνομα τοῦτο συνεχῶς· ΚΟΒΕΛΘΩ′.

Ἡ δὲ κόπρος αὐτοῦ μετὰ ἰρίνου μύρου συγχριομένη λεπτοπυρέτια παύει.

Ἡ δὲ 〈σὺν〉 σινάπει καὶ ὄξει ξηρὰ λειωθεῖσα ἀλωπεκίας δασύνει καλῶς.

Ἐλάφων εἰσὶν εἴδη τρία· γνώριμον δὲ τὸ ζῶον. Ὁ μὲν καλεῖται πλάτωνις, διὰ τὸ ἔχειν κέρατα πλατέα, ὑψηλά· ὁ δὲ δεύτερος στρογγύλα κέρατα ἔχων · καὶ τρίτον ἢ θήλεια κεράτων ἄνευ. Ταύτῃ οὐ δύναται ὁ ἄρσην μιγῆναι εἰ μὴ παρὰ πηγήν. Ὅταν γὰρ διψᾷ, ζητεῖ πηγήν, καὶ ὡς πίνει τῇ δίψῃ φλεγομένη, τότε ὁ ἄρσην ἐπιβαίνει αὐτήν· ἀναγκαζομένη γὰρ ἐκ τῆς δίψης καὶ τοῦ ποτοῦ ὀρεγομένη οὐ δύναται φυγεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ οὐ καταδέχεται βιβασθῆναι· εὐθέως (f. 74 v.) οὖν συλλαμβάνει.

Τοῦτο 〈δὲ〉 τὸ ζῶον ζῇ ἔτη φ′, ἐὰν οὖν μὴ ἀγρευθῇ, καὶ οὕτως ἰδίῳ θανάτῳ τελευτᾷ.

Τοῦ οὖν ἀληθινοῦ ἐλάφου τοῦ ἔχοντος τὰ κέρατα στρογγύλα ῥινίσματα ἐκ τῶν κεράτων κοχλιάριον α′ δίδου 〈σὺν〉 ὑδρομέλιτι ἐπὶ ἡμέρας γ′ κωλικῷ καὶ τελείως τοῦ πάθους ἀπαλλαγήσεται.

Ἡ δὲ χολὴ σὺν μέλιτι πινομένη σύλληψιν ποιεῖ.

ΣΤΟΙΧΕΙΟΝ Ζ.

Ζαυρῶν γένη τρία· ἡ μὲν ἡλιακὴ λέγεται, ἡ δὲ χαλκῆ, ἡ δὲ χλωρά.

Ἡ δὲ ἡλιακὴ γνωστὴ πᾶσιν· ταύτης τὴν δεξιὰν χεῖρα ἐὰν φορῇ τις περὶ τὸν ἀριστερὸν βραχίονα ἐν χρυσῷ σωληναρίῳ ἔχοντι γεγραμμένον τὸ ὄνομα τοῦτο· ΕΒΛΟΥ′ΣΑΥΡΕ, ἐκφεύξεται (f. 75 r.) πᾶσαν χαλεπὴν νόσον, καὶ οὐ μήποτε πειρασθῇ ἀρρωστίας ὅσον ζῇ χρόνον καὶ φέρει.

Οἱ δὲ ὀφθαλμοὶ αὐτῆς ἀφαιρεθέντες ζώσης εἰς ὄνομα τοῦ πάσχοντος πᾶσαν ὀφθαλμίαν ἰῶνται· ἀπολύεται δὲ ἡ ζαύρα ζῶσα.

Ἐὰν δὲ μιγνυμένας δύο ἀρσενόθηλυ ἀγρεύσας, καὶ κόψῃς τὸ μόριον, καὶ ξηράνα, καὶ ποτίσας γυναικὶ, γίνεται φιλία ἄλυτος.

Καὶ ὅταν βιβάζωσιν, ἐὰν ῥίψῃς ἐπάνω ὀράριον ἢ ῥάκος, ἔστιν χαριτήσιον μέγα εἰ δὲ φορουμένη, ἔντασιν ποιεῖ.

Τὸ δὲ ἥπαρ αὐτῆς ἥλους ἰᾶται καταπλασσόμενον.

Ἡ δὲ χολὴ αὐτῆς ἐν οἴνῳ σαπεῖσα ἐπὶ ἡμέρας μα′ τοῖς ὑπὸ κύνα καύμασι καὶ τρίχας θραύει τὰς ἐν βλεφάροις· ἡ ἡλιακὴ σαύρα τὰ ἶσα δύναται τῇ χλωρᾷ.

(f. 75 v.) Ἐὰν οὖν ποιήσας περόνας β′, καὶ μετ’ αὐτῶν τυφλώσῃς τὴν ζαύραν, καὶ βάλῃς εἰς χύτραν ἔχουσαν καὶ γῆν παρθένον, εἶτα ἐάσῃς ἐπὶ ἡμέρας θ’· καὶ μετὰ ταῦτα ἀνοίξας τὴν χύτραν εὑρήσεις βλέπουσαν τὴν ζαύραν.

Ταύτην μὲν ἀπόλυε ζῶσαν, τὰς δὲ περόνας ποίει δακτυλίους καὶ φόρει, ἐν μὲν τῇ δεξιᾷ τὴν τὸν δεξιόν ὀφθαλμὸν ἐκβάλλουσαν, ἐν δὲ τῇ εὐωνύμῳ τὸν εὐώνυμον, κατακλείσας καὶ ἐν αὐτοῖς λίθον ἴασπιν ἔχοντα γλυφὴν σαύραν ἐπὶ κοιλίαν ἡπλωμένην καὶ γραφόμενον ΠΕΙΡΑΝ, ὑποκάτωθεν τὸ ὄνομα τοῦτο · ΧΟΥΘΕΣΟΥ’ΛΕ καὶ φόρει· ἀβλαβὴς γὰρ ἔσῃ ὀφθαλμοῖς πάντα τὰ ἔτη σου, καὶ ὀφθαλμιῶντας δὲ ἰάσῃ τῷ δακτυλίῳ περιάπτων.

ΣΤΟΙΧΕΙΟΝ Η.

(f. 76 r.) Τῆς οὐν μούλας ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ ἀσύλληπτον ἄκρως ἐστίν, ἐν δέρματι αὐτῆς περιαφθείς. Ἐὰν δὲ τὸν ῥύπον δῷς λάθρα ἐν πότῳ γυναικί, οὐ συλλήψεταί ποτε.

Οὕτως δὲ καὶ ἐὰν ἐκ τῆς μήτρας αὐτῆς συνεψήσας μεθ’ ἑτέρων κρεῶν δῴης λάθρα φαγεῖν, οὐδέποτε συλλήψεται.

Εἰ δέ τις ἔχων ψυγμοκατάρρουν, καὶ φιλήσει βούρδονος τὰς ῥίνας, ἰαθήσεται· εἰ καὶ κόρυζαν ἕξει.

Ἐὰν δέ τις λάθρα λάβῃ τὸ οὖρον τοῦ βούρδονος, καὶ συνεψήσῃ κηρῷ καὶ ἐλαίῳ καὶ λιθαργύρῳ, καὶ καταπλάσσῃ ποδαγρῷ, ὁ μὲν ἄνθρωπος ὑγιαίνει, ὁ δὲ βούρδων ποδαγριᾷ· ἐπὶ δὲ γυναικός, μούλας.

ΣΤΟΙΧΕΙΟΝ Θ.

Θήραφος ἢ φαλάγγιον ἢ ἀράχνιον, ζωύφιον (f. 76 v.) μικρὸν ἑξάπουν ἀράχνας εἰς τοῖχον ὑφαῖνον, γνώριμον πᾶσιν, ὅς λέγεται θήραφος. Οὗτος ληφθεὶς εἰς ὄνομα τοῦ πάσχοντος, καὶ ἐν κηρῷ ἀποσυμμαλαχθείς, καὶ ἐπιπλασθεὶς μετώπῳ, τριταῖον ῥιγοπύρετον ἀπελαύνει.

Ἐὰν δὲ αὐτὸν ζῶντα βάλῃς ἐν σύριγγι ἢ καλάμῳ καὶ περιάψῃς τραχήλῳ, ἀμφημερινὸν ἰᾶται.

Ἐν ὀλίγῳ δὲ ῥοδίνῳ ἡ ναρδίνῳ συνεψηθεὶς ὠταλγίαν ἰᾶται καὶ ῥαγάδας τὰς ἐν ποσίν.

Ἡ δὲ ἀράχνη αὐτοῦ αἱμορραγίαν φλεβὸς ἵστησι.

Θήραφος δὲ ὁ ἐν τοῖς δένδροις ἀραχνοποιῶν μέλας καὶ μείζων τοῦ λευκοῦ λαμβανόμενος εἰς τὸ ὄνομα τοῦ πάσχοντος καὶ περιαπτόμενος χοιράδας ἀρχομένας ἰᾶται.

Ὁ δὲ λευκὸς ἀράχνιος σὺν τῷ ζώῳ καλάμῳ (f. 77 r.) βληθεὶς ὀφθαλμίας παύει καὶ ῥεύματα στέλλει, καὶ οἷα περὶ τὸν λαιμὸν συμβαίνει.

Ἐὰν δέ τις ἐν ὕδατι ἑψήσει τὸν θήραφον, ἔπειτα δὲ τὸ ὕδωρ χρίσῃ κεφαλὴν ἀγρυπνοῦντος, ὑπνώσει.

Εἰς δὲ τὸ ὕφος τοῦ λευκοῦ εἰ βάλλεις χόνδρον ἅλατος ἐνθεὶς τῷ τρημένῳ ὄδοντι, ἰάσῃ.

ΣΤΟΙΧΕΙΟΝ Ι.

Ἵππος, ζῶον βασιλικόν, ὀξύ, γνώριμον πᾶσι. Τούτου γεννηθέντος εὐθὺς λαβὼν τὸ ἐν τῷ μετώπῳ νεφέλιον [λιον] ὅπερ οἱ ἰππονόμοι ἱππομανὲς λέγουσιν, ἕξεις φορῶν φιλητήσιον μέγιστον· εἰ γὰρ μόνον περιάψεις τινὶ μετ’ αὐτοῦ, σφόδρα σε ἀγαπήσει· καὶ 〈ἐὰν〉 ἐν ποτῷ ἐμβάψῃς αὐτὸ καὶ δῴης τινὶ πιεῖν, τὸ αὐτὸ δράσεις. Κἂν ἐν βρωτῷ, φιληθήσῃ γὰρ πάντως.

Ἡ δὲ χολὴ τοῦ ἵππου καταγλυκαινομένη (f. 77 v.) ἐν μολιβῷ ἀγγείῳ ἰσχυρὰς πράξεις ἀποτελεῖ διδομένη ἐν οἴνῳ ἀνθρώπῳ, καὶ ἀνάπαυσιν ἀποτελεῖ.

Τῆς δὲ φοράδος γάλα ἐγχριόμενον μετὰ μέλιτος λευκώματα λεπτύνει.

Ὄνυξ δὲ αὐτῆς θυμιώμενος νεκρὰ ἔμβρυα ἐκβάλλει, καὶ ὑποκαπνιζόμενος ὠκυτόκιός ἐστιν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.

ΣΤΟΙΧΕΙΟΝ Κ.

Κάμηλος, ζῶον γνώριμον πᾶσι.

Τῆς οὖν θηλείας τὸ γάλα οὐ πήγνυται.

Χολὴ δὲ καμήλου παγεῖσα ἐν μολιβῷ ἀγγείῳ ἕως οὖ γλυκανθῇ αὐθήμερον κοσμεῖ ἐν βρώματι καὶ χαριτοῖ.

Ἄφοδος δὲ αὐτοῦ καεῖσα καὶ σὺν ἐλαίῳ τριβεῖσα ἀλωπεκίας καὶ τριχορροίας τὰς ἀπὸ νόσου ἄκρως ἰᾶται.

Καταπλασσομένη ὡς εἴρηται ὑδρωπικοὺς (f. 78 r.) κενοῖ δι’ οὔρων.

Ξηρὰ δὲ 〈καὶ〉 λεία ἐπιπασθεῖσα ἐν ὕδατι καὶ ποθεῖσα δυσεντερικοὺς ἰᾶται.

Θυμιωμένη δὲ τὰ ἐναντία διώκει.

Ὁ δὲ μυελὸς αὐτοῦ σὺν ῥοδίνῳ ἀλειφόμενος τὴν κεφαλὴν ἔμπροσθεν καὶ ὅλον τὸ σῶμα ἐπιληψίαν ἰᾶται παραδόξως καὶ ὑπὲρ λόγον.

Κύων ἐστὶν ὁ παρ’ ἡμῶν· μικρὸς δὲ καὶ νεογέννητος ὢν ἔτι ζαλάθων, ἐὰν συνευνᾶται ἀρρώστῳ διηνεκῶς πολὺν χρόνον ἔχοντι ἐν τῇ ἀρρωστιᾷ καὶ συνκοιτάζῃ αὐτῷ ἐπὶ τὸ στῆθος ἢ γυναικὸς ἢ ἀνδρὸς ἢ παιδίου, καὶ διόλου συνανάκειται αὐτῷ ἐν τῇ κλίνῃ, ὁ μὲν κύων ἀποθνήσκει· ὁ δὲ ἄρρωστος τῆς χρονίας νόσου ἀπαλλαγήσεται.

Σπλῆνα δὲ κυνὸς θερμὸν ἐπιθεὶς (f. 78 v.) σπληνικῷ ἐν τῷ σπληνί, ἰαθήσεται.

Ἡ δὲ κόπρος ξηρὰ λεία ἐν ποτῷ δοθεῖσα ἰκτερικοὺς καὶ δυσεντερικοὺς θεραπεύει.

Μετὰ μέλιτος δὲ ἐγχριομένη τῷ λαιμῷ καὶ τῷ στόματι συναγχικοὺς ἄκρως ἰᾶται· λαθραίως δὲ ποίει πάντα μὴ ὁμολογῶν τῷ πάσχοντι.

Πινομένη δὲ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

Λεία δὲ κόπρος συγχριομένη σὺν ὄξει ὑδροκοίλους καὶ φλεγμονὰς μορίων ἰᾶται.

Καεῖσα δὲ εἰς ὄστρακον καὶ λειωθεῖσα σὺν ῥοδίνῳ ῥαγάδας τὰς ἐν ἕδρᾳ ἰᾶται, καὶ θύμους καὶ ἐξοχάδας ἐκριζοῖ.

Σὺν τερεβινθίνῃ δὲ ἐπιτεθεῖσα κονδυλώματα καὶ ἐξοχάδας ἰᾶται.

Μετὰ δὲ ῥοδίνου [εἰς] ἕλκη ῥυπαρὰ καὶ δυσεπούλωτα, μάλιστα σὺν κηρωτῇ ῥοδίνῃ· σὺν ἐλαίῳ δὲ πρὸς μελισσῶν καὶ σφηκῶν κρούσματα.

(f. 79 r.) Ἐὰν δὲ τὴν καρδίαν κυνός τις κρατῇ ἐν εὐωνύμῳ χειρὶ, ἢ τὴν γλῶτταν εἱλιγμένην ἐν ῥακίῳ, πάντες κύνες φιμωθήσονται καὶ φεύξονται.

Γλαυκοῦ δὲ κυνὸς ἀμφοτέρους τοὺς ὀφθαλμοὺς μετὰ μάγνητος λίθου καὶ ὁψιανοῦ λίθου ποίησον τὴν στιμίαν ὡς ξηροκολλούριον, καὶ ὀψὲ στιβισάμενος, ὄψει τὰ ἐν τῷ σκότει γινόμενα.

Ἐὰν δὲ ἀρρωστῇ τις, μετὰ ζύμης μικρᾶς ἐκμάσσε τὸ πρόσωπον καὶ τὰς μάλας, καὶ βουβῶνας καὶ πόδας καὶ χεῖρας, καὶ δώσεις κυνὶ φαγεῖν. Ἐὰν φάγῃ ὁ κύων, ζήσεται 〈ὁ νοσῶν〉· εἰ δὲ μὴ φάγῃ, θανεῖται· ἡ δὲ ζυμὴ ἔστω θερμή.

Κυνοπόταμος ὁ καὶ κάστωρ 〈γνωστός〉. Τούτου οἱ δίδυμοί εἰσιν ὠφέλιμοι· τούτου οὖν λεῖον ἐν πεσσῷ προστεθὲν ἔμμηνα ἄγει· πινόμενον δὲ (f. 79 v.) σὺν ῥύπῳ μούλας ἀπὸ τοῦ ὠτίου ἀτόκιόν ἐστιν· ἀλειφὲν δὲ νεῦρα χαλᾷ καὶ ψῦξιν ὠφελεῖ· σὺν οἴνῳ δὲ χριόμενον τὰς ὑστερικὰς πνῖγας ὀνίνησι· σὺν δὲ πηγανίνῳ ἐλαίῳ ἐνιέμενον κωλικοὺς ἰᾶται· πινόμενον δὲ στομαχικοὺς ἄκρως ἰᾶται.

Τὸ δὲ δέρμα αὐτοῦ φορούμενον εἰς ὑπόδημα ποδαγροὺς ἰᾶται.

Κροκόδειλος χερσαῖος πᾶσι γνωστόν ἐστι ζῶον τετράπουν, πλατυκέφαλον, μακρόουρον.

Τούτου τὴν δορὰν ἐάν τις καύσῃ καὶ λειώσας ποτίσῃ ξήριον, ἐπιπάσσῃ δὲ τῷ μέλλοντι καίεσθαι τόπῳ ἢ τέμνεσθαι, ἀνώδυνον αὐτὸν ποιήσει.

Τὸ δὲ ἀποτηγάνισμα τοῦ κροκοδείλου ἐάν ἀλείψηταί τις, ὅσας πληγὰς ἄν λάβῃ οὐ μὴ αἰσθήσεται.

Οἱ δὲ δεξιοὶ αὐτοῦ (f. 80 r.) ὄδοντες ἀφαιρεθέντες, ζῶντος αὐτοῦ ἀφιεμένου. καὶ περιαφθέντες ἔντασιν μεγίστην τοῖς ἀνδράσι ποιοῦσιν, οἱ δὲ εὐώνυμοι ταῖς γυναιξίν.

Εἰ περιαφθῶσιν 〈ἢ〉 συναφθῶσιν ἀμφότεροι, ποιήσουσι τὰ ἀνήκοντα.

Ἡ δὲ κόπρος σὺν ἐλαίῳ χριομένη πρόσωπον στίλβον ποιεῖ· μέλιτι δὲ μιγεῖσα καὶ χριομένη λευκώματα ἀφαιρεῖ.

Τὸ δὲ αἷμα αὐτοῦ καταχριόμενον ἀμβλυωπίαν θεραπεύει καὶ ἐξιᾶται.

ΣΤΟΙΧΕΙΟΝ Λ.

Λύκος ἐστὶ ζῶον ἄγριον, πονηρόν.

Τὸ οὖν αἵμα αὐτοῦ ὁ πίνων μανήσεται καὶ οὐκέτι σωθήσεται.

Ὁ δὲ ὀφθαλμὸς λάθρα αὐτοῦ ὁ δεξιὸς φορούμενος ἔνδοθεν λάθρα μεγίστας πράξεις ποιεῖ· [φεύξεται ἀνὰ μέσον ἀντιπάλων, καὶ οὐδεὶς αὐτὸν (f. 80 v.) ὄψεται. Ποιεῖ δὲ ἐπὶ πάσης δίκης νικητικὸν καὶ] φάντασμα παντοῖον φεύξεται τὸν φοροῦντα, 〈καὶ〉 πᾶν τετράποδον ἄγριόν τε καὶ ἥμερον καὶ διελεύσεται ἀνὰ μέσον ἀντιπάλων, καὶ οὐδεὶς αὐτὸν ὄψεται. Ποιεῖ δὲ ἐπὶ πάσης δίκης νικητικὸν [καὶ φάντασμα παντοῖον φεύξεται τὸν φοροῦντα], ἀπελαύνει γὰρ πάντα τύπον ῥιγοπύρετον.

Δέρμα 〈δὲ〉 λύκου πρόβατον οὐχ ὑπερβήσεται.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἐπιπασθὲν λεῖον, ξηρὸν ἡπατικοὺς ἰᾶται.

Μs. R, f. 262 v.) Ὁ δεξιὸς 〈δὲ〉 ὀφθαλμὸς καὶ ὁ τῆς οὐρᾶς πρῶτος σπόν δυλος ὁμοῦ οἱ δύο φορούμενοι ἐν χρυσῷ πετάλῳ καὶ ἔντιμον καὶ νικητὴν καὶ πρὸς γυναῖκα φιλητὸν καὶ ἐρωτικὸν ποιοῦσι. . . . . . . .

Fel autem ejus calefactum et modicum coagulatum oculos inunctos purgat super omne collyrium. Si autem os de collo lupi ligaveris ad collum ὀπισθοτονικοῦ, i. qui habet posteriorem spasmum, sanabitur.

Λαγωός, lepus est animal quadrupes, velox et in fuga vertigines faciens.

Hujus sanguis calidus inunctus podagricos pedes sanat perfecte. Confectus autem in pulle et comestus dysentericos reparat, et corroborat.

Pulmo autem ejus minutatim incisus et palpebris impositus tumores oculorum et chimeda (I. χήμωσιν) sanat. [F. I. chimetla.]

Cor autem ejus in byssino (al. in albissimo) panno involve et ad collum suspende: quartanarios perfecte sanat.

Renunculi quoque ejus in condito vel melicrato bibiti nephriticos curant.

Fel autem ejus cum adipe vulpis e nardo liquefactum surditatem sanat. Si autem in pessario cum succo althaeae vel malvae mittatur et oleo, conceptionem adjuvat. Cum succo vero prassii .i. porri et irino unguento immissum mortuos foetus ejicit.

Coagulum quoque ejus cum propoli solutum et repositum puncturas 5 et morsus venenosos curat.

Stereus autem ejus eum vino solutum calido sciaticos (I. ἰσχιαδικούς) omnino desperatos sanat et colicos. Similiter cum pipere tritum et bibitum nephriticos curat.

Pili autem ejus combusti et triti et super combusta loca sparsi, ulcera mundant, et cicatrices sanant, ut et pilos educunt. Et cum albugine ovi superpositi omnem fluxum sanguinis sistunt.

Pedes quoque viventis leporis circumsuspende in nomine patientis ; sanabit arthriticos, anticos, (l. ἀντιάδας) [ἀντιάδας v. I.], podagricos et chiragricos perfecte ; dextrum vero ad pedem dextrum et sinistrum ad sinistrum.

Cerebrum autem leporis inunctum in parvorum gengivis absque dolore educit dentes.

Tota autem pellis leporina cum auribus et ungulis combusta, et pulvis ex ea cum condito calamo datus lethargicos perfecte sanat.

〈 ΣΤΟΙΧΕΙΟΝ Μ. 〉

Μῦς πᾶσι γνωστός. Τούτου τὴν κεφαλὴν καύσας σὺν στέατι χοιρείῳ ἢ ἀρκτείῳ καὶ τὴν τέφραν λειώσας ἀλωπεκίας ἰάσῃ.

Ὅλον δὲ τὸν μῦν καύσας σὺν οἴνῳ καὶ νάρδῳ ἢ ῥοδίνῳ ὠταλγίας χρονίας παραδόξως χρίσας ἰάσῃ.

Ζῶντος δὲ τοῦ μυὸς κόψας τὰ ἄκρα αὐτοῦ πάντα καὶ ἐνδήσας περίαπτε τῷ τραχήλῳ καὶ παύσεις πᾶν ῥῖγος.

Ἡ δὲ κόπρος αὐτοῦ ξηρὰ λεία σὺν ὄξει ἐπιχριομένη μασθοῦ σκληρίας καὶ ὀδύνας διαλύει τὰς μετὰ φλεγμονῆς.

Ξηρὰ δὲ ἐπιπαττομένη ἐξοχάδας αἴρει.

Μύρμηξ.) Formicarum species sunt VII. Una est omnibus nota: aliae vero sunt longi capitis et magnae, colore nigrae: aliae vero sunt tenues. et graciles et rubrae, quae dicuntur zinyphes : aliae magnae et latae; aliae campestres et mediocres : aliae quoque εὐοδίαι, i. bonae viae, et sunt parvae; aliae autem μυρμηκολέοντες. i. formicae leoninae, magnae ac variae et alatae, et carnes comedunt, sed cito moriuntur.

Omnes autem forcipe decapilatae et attritae, ac in palpebris positae, hordeolos sanant. Sic et campestres, quae frurmentum comedunt, aequaliter faciunt.

Si quis autem xr. formicas cum succo asphodeli decoxerit, et in potu alicui dederit, ἀνεκτός, i. remissus erit omnibus diebus vitae suae.

Elixatura earum infusa μυρμηκίας, i. formicarias cadere facit.

〈ΣΤΟΙΧΕΙΟΝ Ν.〉

Νυκτερὶς ζῶόν ἐστιν τετράπουν πᾶσι γνωστόν. Ἴπταται ὡς χελιδὼν, καὶ τίκτει ὡς τετράποδον καὶ θηλάζει.

Τὸ γοῦν αἷμα αὐτοῦ ἐὰν χρίσῃς πρὸς ὀφθαλμῶν ἐκτετιλμένας τρίχας, οὐκέτι φύουσιν.

Ἀλλὰ καὶ ἡ καρδία αὐτοῦ φορουμένη μεγίστην ἀγρυπνίαν ποῖει.

〈ΣΤΟΙΧΕΙΟΝ Ξ.〉

Xilonatis quaedam avis. Cichonatis (f. I. xichonatis) species est parvae crocodili.

〈Si〉 de hujus frixura quis inunctus 〈fuerit〉, sine dolore facit eum ad verbera. Est autem et magnum amatorium.

Comesti autem cocodrilli velut pisces impudentes et inverecundos faciunt comedentes.

Stercus autem illorum hebetudinem oculorum et albuginem sanat. Similiter et sanguis.

Dextra autem mola gestata erectionem facit ; sinistra vero mulieribus desiccationem aequalem.

〈ΣΤΟΙΧΕΙΟΝ Ο.〉

Ὄνος πᾶσι γνωστός· ἔχει δὲ δυνάμεις τοιαύτας. Ἐκ τοῦ ὄνυχος αὐτοῦ ἐκ προσθίου δεξιοῦ ποδὸς εἰ ποιήσεις δακτύλιον ἢ κρικίον καὶ δώσεις φορεῖν δαιμονιζομένῳ, σωθήσεται.

Ἡ δὲ κόπρος αὐτοῦ ἁπάσας (f. 263 r.) αἱμορραγίας ἵστησιν.

Ἐάν τις πτύῃ αἷμα καὶ ἐπάρῃ τὸ αἷμα τοῦ ζώου καὶ βάλλῃ τὸν χαλινὸν τοῦ ὄνου πλύνας εἰς αὐτὸ τὸ αἷμα, καὶ ἐξ αὐτοῦ δὲ δώσεις τῷ πάσχοντι ἐν βρώματι ἢ πόσει, ἀπαλλάξει αὐτόν.

Ἀλλὰ καὶ σκορπιοπλήκτους θεραπεύει πινόμενον.

Αἷμα δὲ ζῶντος ὄνου μετὰ κροκοδειλίας βοτάνης καὶ ἐλαίου συγχριόμενον τεταρταΐζοντας ἰᾶται.

Τὸ δὲ κρικίον τοῦ χαλινοῦ αὐτοῦ τὸ μικρὸν ὁ ποιήσας δακτύλιον καὶ φορῶν φεύξεται δαίμονας καὶ ἀποστρέφει πυρετούς.

Ἐάν τις καθεύδῃ ἐπὶ δορᾶς ὄνου, δαίμονας οὐ φοβεῖται οὐδὲ Γελοῦν καὶ νυκτε ρινὰ ἀντήματα.

Δάκρυα δὲ ὄνου σὺν ἐλαίῳ σμίξας καὶ πλύνας λυχνίον καὶ ἅψας ὀψὲ ὄψει πάντας τοὺς ἐν συμποσίῳ ὀνοκεφάλους, καὶ αὐτοὶ τοὺς ἀλλήλους.

Τρίχα δὲ ἀπὸ τῆς πληγῆς τοῦ ὄνου εἰ λαβών, καύσας καὶ λειώσας δώσει τινι ἐν ποτῷ γυναικί, οὐ παύσεται πέρδειν, ἐάν ἐστιν ἡ θρὶξ ὄνου θελείας.

Εἰ δέ τις ἀπὸ σκορπίου πληγῇ καὶ εἴπῃ εἰς τὸ οὖς τοῦ ὄνου ὅτι « Σκορπίος με ἔπληξεν », ὁ μὲν πληγεὶς ἰαθήσεται, εἰς δὲ τὸν ὄνον ἡ ὀδύνη μεταπεσεῖται. . . . . . . . . Μs. Α, f. 80 v. (Reprise).

ΣΤΟΙΧΕΙΟΝ Π.

Πρόβατον πᾶσι γνωστόν. Τούτου τὸ στέαρ καὶ ὁ μυελὸς γίνεται σαπώνι. Προχωρεῖ δὲ εἰς πολλὰς χρείας.

Ὁ δὲ κριὸς ἔχει πράξεις τοιάσδε· ἐὰν γὰρ τὸ δεξιὸν αὐτοῦ κέρας πρίῃς, καὶ ποιήσῃς κτένιον, κτενίσῃς δὲ μετ’ αὐτοῦ, ἡμίκρανον (f. 81 r.) θεραπεύει, τὸ μέντοι ἀπὸ τοῦ δεξιοῦ κέρατος δεξιὸν ἡμίκρανον, τὸ δὲ ἀριστερὸν εὐώνυμον.

Τοῦ δὲ ἡλίου ὄντος ἐν κριῷ, ἐὰν τὴν κόπρον ξηράνας τις ἐπιθῇ μετ’ ὄξους ἐπὶ τῶν κεφαλαλγούντων, ἀπαλλάξει.

Οἱ δὲ ἐντὸς τῶν κεράτων σκώληκες φιλτροπόσιμόν εἰσι ἀπαράβατον.

Τὸ δὲ κέρας καπνιζόμενον τὰς ὑστερικὰς πνιγμονὰς ἀνακαλεῖται.

Πνεύμων δὲ προβάτου ἐσθιόμενος νήστει ἀμέθυστον τὸν ἐσθίοντα φυλάξει καὶ ὅσα πίνει.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἐν ταῖς παρειαῖς τῶν γυναικῶν ἐπιτιθὲν ζεστὸν εὔχρουν καὶ εὔμορφον ποιεῖ τὸ πρόσωπον.

Τὸ δὲ στέαρ αὐτοῦ εἰς πεσσοὺς χρήσιμον.

Πνεύμων δὲ ἀρνίου ξηρὸς λεῖος δοθεὶς ἐν πότῳ τοῖς ὑπὸ δηλητηρίων (f. 81 v.) φαρμάκων βλαβεῖσιν ἀρήγει.

Χολὴ δὲ καὶ αἶμα τοῦ ἀρνίου ἐπιληπτικοὺς θεραπεύει.

ΣΤΟΙΧΕΙΟΝ Ρ.

Ῥινόκερώς ἐστι ζῶον τετράπουν παραπλήσιον ἐλάφου, ἐν κέρας ἔχον κατὰ τῆς ῥινὸς μέγιστον. Ἄλλως δέ οὐκ ἀγρεύεται εἰ μὴ μύρῳ καὶ εὐμορφίᾳ γυναικῶν εὐστόλων· ἔστι γὰρ ἐρωτικόν.

Τούτου ὁ εὑρισκόμενος ἔνδον τῆς ῥινὸς ἡ τοῦ κέρατος λίθος 〈καὶ〉 φορού μένος δαίμονας ἀποδιώκει.

Οἱ δὲ ὄρχεις αὐτοῦ ποτιζόμενοι ἢ τὸ αἰδοῖον ἀνδράσι καὶ γυναιξὶ συνουσίαν παρορμᾷ ἀκρότατα.

Σύαγρός ἐστι χοῖρος ἄγριος. Τούτου οἱ ὄρχεις πινόμενοι ἀφροδισίαν παρορμῶσιν.

Ἡ δὲ κόπρος αὐτοῦ λειωθεῖσα σὺν ὄξει ἐρυσιπέλατα (f. 82 r.) ἰᾶται, καὶ ἡ χολὴ ὁμοίως.

Ἡ δὲ πυτία πινομένη ποιεῖ πρὸς πάντα τὰ θανάσιμα· ἔστι γὰρ ἀλεξιφάρμακον.

Σκίγγος ἐστὶ ζῶον χερσαῖον ὅμοιον κροκοδείλῳ ἐν τῇ Μελανιτίδι γῇ εὑρισκόμενον.

Τούτου τὸ ἄκρον τῆς οὐρᾶς καὶ οἱ δίδυμοι καὶ οἱ νεφροὶ πρὸς συνουσίαν διεγείρουσι τὸ μόριον, ἐν πότῳ δοθέν.

Σαλαμάνδρα ζῶόν ἐστι τετράπουν μεῖζον σαύρας χλωρᾶς, ἐν θάμνοις δὲ καὶ ὕλαις διαιτώμενον.

Ταύτης ἡ καρδία φορουμένη ἄφοβον ποιεῖ πρὸς τὸ πῦρ τὸν φοροῦντα, καὶ ἄτρομον εἰς πυρκαίαν καὶ ἄκαυστον.

Τὸ οὖν ζῶον τοῦτο ἢ ἐν πυρὶ ἢ ἐν καμίνῳ (f. 82 v.) ἐμβληθὲν πᾶσαν φλόγα σβεννύει.

Καὶ εἶ τις τὴν καρδίαν τούτου περιάψει πυρέσσουσιν, παραυτίκα ἀπέδρα ὁ πυρετός.

Εἰ δὲ περὶ τοῖς γόνασιν γυνὴ αὐτὴν φορεῖ, οὕτε ὅλως συλλήψεται, οὕτε ἔμμηνα ὁρᾷ.

Εἰ δὲ δέρματι μελανῷ αὐτὴν ἐνθήσεις καὶ περιάψεις ἀγκῶνι, τριταῖον, τεταρτοῖον καὶ πάντα πυρετὸν ἰάσεις.

Καυθεῖσα δὲ καὶ πασθεῖσα ἀνασπᾷ μυρμηκίας καὶ τοὺς ἐν χερσὶν καὶ ποσίν 〈ἥλους〉.

ΣΤΟΙΧΕΙΟΝ Τ.

Ταῦρος πᾶσι γνωστὸς καὶ αὐθάδης.

Ταύρου χολὴ μετὰ ὠῶν λεκίθων συλλειωθεῖσα καὶ χρισθεῖσα οὐλὰς ὁμόχρους ποιεῖ.

Σὺν ὄξει δὲ σμηχομένη ἀλφοὺς μελανοὺς ἰᾶται, καὶ πίτυρα κεφαλῆς καθαίρει, καὶ φακοὺς (f. 23 r.) καὶ ἐφήλεις γυναικῶν καθαίρει διὰ τῶν ἔξωθεν παιδίων· οὐκ αὐτὸ γὰρ τὸ ζῶόν ἐστιν ἰσχυρόν, ἀλλ’ ἡ περικειμένη ἐν αὐτῷ δύναμις ἔσωθεν παιδίων· καὶ γὰρ ἄνθρωπος ἐὰν αὐτὸ φορῇ, πάντα γνώσεται.

Ὁμοίως δὲ καὶ αλξ κέρας μὴ ἔχουσα, ἐὰν αὐτὸ φορῇ, χρηματίσει.

Ὁμοίως δὲ καὶ ἀνδριάντι περιθέμενος χρηματίζει, καὶ οἱ ἐπιορκοῦντες ἐξαγορεύσουσιν καὶ ὁμολογήσουσι, καὶ ἀναθέματα μέγιστα τεθήσονται ἐν τῷ τόπῳ ἐκείνῳ.

Λαβὼν οὖν τὸν ἱέρακα τὸν πελάγιον ἀπόπνιξον ὕδατι ὀμβρίῳ· ὁμοίως καὶ ἔποπα πνίξον ἐν τῷ ὕδατι καὶ βαστάζων αὐτῶν τοὺς ὀφθαλμοὺς θεράπευσον σμύρνῃ καὶ κρόκῳ καὶ ξήρανον αὐτοὺς ἐν σκιᾷ, ἄνευ (f. 83 v.) ἡλίου.

Τηρῶν [αὐτῶν] τὰ σώματα δὲ αὐτῶν θάψον ἐν τῇ γῇ ἐν τόπῳ ὅπου ἐστὶν ὁ φορῶν, εἶτε ἄνθρωπος, εἴτε ἄλλο τι.

Λαβὼν τοὺς ὀφθαλμοὺς φόρει.

Σὺν μέλιτι δὲ 〈ὴ χολή〉 χριομένη στομαχικοὺς ἄκρως ἰἄται.

Σὺν δὲ ἰρίνῳ μύρῳ διπλῆ μιγεῖσα καὶ ἐν πεσσῷ προσαχθεῖσα ἄγει ἔμμηνα πολλὰ αὐθήμερον.

Σὺν δὲ ἀμαρακίνῳ μύρῳ καὶ ἀφρονίτρῳ προσαχθεῖσα ἔμβρυα νεκρὰ καθέλκει.

Καθ ἑαυτὴν δὲ περιχρισθεῖσα τῷ δακτυλίῳ ἢ τῷ ὀμφαλῷ ἡ χολὴ πλεῖον κλυστῆρος κενοῖ τὴν γαστέρα.

Καταπλασθεῖσα δὲ 〈τῷ〉 ὀμφαλῷ ἕλμινθας ἐκτινάσσει.

Ἡ δὲ κόπρος τοῦ ταύρου καὶ τὰς ἀπὸ μυκτήρων αἱμορραγίας στέλλει καὶ ἀλωπεκίας δασύνει καὶ τὰς ῥεούσας τρίχας ἐκ νόσου ἵστησι.

(f. 84 r.) Τὸ δὲ αἶμα αὐτοῦ ξηρὸν [βρωθὲν καὶ λειωθὲν σὺν ἐλαίῳ ὀμφακίνῳ καὶ ἀλειφὲν πολιὰς τρίχας μελαίνει· ἔστω δὲ μελανοῦ ταύρου.

Ὅταν δὲ ἀποθάνῃ ταῦρος, εἰς ἡμέρας ζ′ ποιεῖ σκώληκας οἵτινες εἰς κα′ ἡμέραν γίνονται μέλισσαι ποιοῦσαι μέλι, ἄς δεῖ συνάγειν ἐν τοῖς σίμβλοις καὶ ἔχειν.

Τράγου τὸ αἶμα ξηρὸν μετὰ κηκίδων καὶ βαλαυστίου ἐν βρώματι δοθὲν δυσεντερικοὺς θεραπεύει.

Ὁμοίως κατάκλεισον εἰς σφραγίδα χρυσῆν δισκοειδῆ μετὰ γλώσσης βατράχου καὶ κιναμώμου ἢ μόσχου, καὶ συρράψας εἰς δέρμα ἐλάφου περίαπτε, ἢ ἐντίθει τοῦτο ἐν ζῳδίῳ, καὶ ἔσονται ἐν τῷ τόπῳ (f. 84 v.) ἐκείνῳ θυσίαι ὀνομασταί. Ποιεῖ 〈δὲ〉 καὶ ὁ κοινὸς ἱέραξ. Τοῦτο δὲ πάνυ κρύβε.

Τὸ δὲ λίπος αὐτοῦ τὸ ἐκ τῶν νεφρῶν ἑψηθὲν μετὰ χόνδρου ἡ ὀρύζης χυλοῦ ἐνίεται πρὸς τὰ ὥτα.

Τὸ δὲ λάδανον αὐτοῦ τοῦ ἐκ τοῦ πώγωνος συναγόμενον ποιεῖ πρὸς ἀλωπεκίας καὶ τριχορροίας, σὺν οἴνῳ καὶ ἐλαίῳ ὀμφακίνῳ· σὺν ὄξει δὲ χριόμενον κεφαλαλγίαν παύει.

Τὸ δὲ στέαρ μετὰ ἰξοῦ καὶ σανδαράχης λεῖον περιπλασθὲν ὄνυξι ψωριῶσιν ἐκριζοῖ αὐτούς.

Ἐὰν δέ τις χρίσῃ τράγου μυκτῆρας μύρῳ καὶ τρίψῃ τὴν χεῖρα αὐτοῦ ἐξ αὐτοῦ, ποιεῖ ἀπὸ ἡδονῆς ἀποσπερματῶσαι· τοῦτο τὸ σπέρμα 〈λαβῶν〉, ἐὰν χρίσῃς ἀνθρώπου μόριον, ἔντασιν ἔξει μεγίστην (f. 85 r.) καὶ ἀκαταμάχητον εἰς γυναῖκας καὶ φοβεράν.

ΣΤΟΙΧΕΙΟΝ Υ.

Ὕαινα, ζῶον τετράπουν, ἀνήμερον, διφυές· τὸ γὰρ ζῶον τοῦτο γεννᾶται θήλεια καὶ μετὰ ἐνιαυτὸν γίνεται ἄρρεν· εἶτα πάλιν μετὰ ἄλλον ἐνιαυτὸν γίνεται θῆλυ. Ὅτε μὲν βιβάζει, ὅτε 〈δὲ〉 βιβάζεται καὶ κύει καὶ μασθοδοτεῖ. Ἔχει δὲ δυνάμεις τοιαύτας.

Ἡ χολὴ τοῦ ζώου τούτου γλυκεῖα ὑπάρχουσα ἐνεργεῖ. Σκευάζεται δὲ δι’ αὐτῆς ἐπίδειξις μεγίστη· τὸ δέ 〈γε〉 σύνθεμά ἐστι τοιοῦτον· γλαύκου ἰχθύος 〈οί〉 ὀφθαλμοὶ καὶ χολὴ ὑαίνης ὅλον τὸ ὑγρόν· λείου ὁμοῦ πάντα καὶ ἀπόθου ἐν ψελίνῳ ἀγγείῳ, εὖ μάλα περισκέψας.

Εἰ οὖν βούλει ἔνδειξιν μεγίστην ποιῆσαι, ποίησον οὕτως. (f. 85 v.) Λύχνου τεθέντος, ἐὰν στέαρ οἵου βούλει ἑρπετοῦ ἢ τετραπόδου μίξῃς μετὰ βραχέος τοῦ συνθέματος, καὶ χρίσῃς βυβλάριον ἡ χυνάριον, καὶ δείξῃς τοῖς παροῦσιν ὀψίας λύχνου τεθέντος, δόξουσιν ἐκεῖνοι εἶναι τὸ θηρίον οὖ ἐστιν τὸ στέαρ, εἶτε λέοντος, εἶτε ταύρου ἡ ὄφεως ἢ ἑτέρου τινός.

Ἐὰν οὖν θέλῃς ἐνδείξασθαι, στέαρ οἵου θέλεις θηρίου, μετὰ ὀλίγου τοῦ συνθέματος ἐπίθες ἐπὶ ἀνθράκων ἐν μέσῳ τοῦ οἴκου, καὶ φανήσεται τὸ ζῶον οὖ τὸ στέαρ προσέμιξας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἐπὶ πετηνῶν.

Ἐὰν δὲ ἀπὸ κύματος θαλάσσης ὕδωρ βραχὺ μίξῃς τῷ συνθέμκτι καὶ ῥάνῃς ἐν συμποσίῳ, πάντες φεύξονται νομίζοντες θάλασσαν ἐν μέσῳ αὐτῶν εἶναι.

Ἐὰν δὲ θύσῃς τὴν ὕαιναν (f. 86 r.) σελήνης οὕσης ἐν διδύμοις ἢ ἐν παρθένῳ. δῴης δὲ ἐκ τοῦ πνεύμονος αὐτῆς ἐκζεσμένου λάθρα, σεληνιαζομένους θεραπεύεις. Ἱστόρησα τοῦτο, καὶ ἐθαύμασα ἐπὶ ἐπιληπτικοῦ πῶς πυκνῶς λαμβανόμενος ὁ ἄνθρωπος οὐκέτι κατέπεσε. Δίδου δὲ γο β′ ἢ τρεῖς. Ἱστόρησα δὲ καὶ περὶ τοῦ συνθέματος καὶ συνέπραξα ἐν αὐτῷ.

Ἔχει δὲ 〈καὶ〉 ἑτέραν σκευασίαν· ἡ χολὴ γὰρ πρὸς ἀμβλυωπίας, δικοριάσεις ἰκτεριῶν, ἀρχὴν ὑποχύσεως, ἀχλὺν νεφελίων, πτίλους, μίλφας ὠφελεῖ.

〈 Ἔχει δὲ οὕτως 〉. Τῆς οὖν χολῆς 〈. ο ϛ′, λυκίου ἰνδικοῦ 〈ο β′, ὀποβαλ σάμου 〈ὸ α′, σμύρνης 〈ο γ′, χυλὸν ἰερακίτιος βοτάνης (ἔστιν δὲ ἀγριοθρίδαξ), 〈ο η′, (f. 86 v.) πεπέρεως 〈ο α′, μέλιτος γο ϛ′. 〈Ταῦτα〉 λειώσας εὖ μάλα καὶ ποιήσας ὑγροκολλούριον, ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῶ.

Ἐὰν δὲ ὑδροφόβῳ ἡ λυσσοδήκτῳ ὅψης στέαρ ὑαίνης, σωθήσεται· δίδου δὲ ἀγνοοῦντι.

Εἰ δὲ τοὺς δύο ὀφθαλμοὺς ζώσης τῆς ὑαίνης ἐξέλῃς καὶ περιάψῃς τοῖς δυσὶ βραχίοσιν ἐν πορφυρῶ ῥάκει, ἀποδιώξεις πάντα φόβον νυκτερινὸν καὶ τὴν Γελλοῦν τὴν πνίγουσαν τὰ βρέφη καὶ τὰς λοχὰς ἐνοχλοῦσαν, καὶ πᾶν δαιμόνιον φεύξεται.

Ἡ δὲ γαστὴρ αὐτῆς ξηρὰ κοπεῖσα καὶ μιγεῖσα ἰρίνῳ μύρῳ καὶ ἀλειφομένη θεραπεύει τοὺς χολερικοὺς καὶ τοὺς ἐκ πολλῆς κενώσεως σπωμένους καὶ ἄρθρων ὀδύνας.

(f. 87 r.) Ὁ δὲ δεξιὸς αὐτῆς ποὺς ἐὰν περιαφθῇ ἐν φιάλῃ καὶ δοθεῖσα πιεῖν ἐν αὐτῇ λυσσοδήκτῳ ἢ ὑδροφόβῳ, σωθήσεται παραχρῆμα.

Τὸ δὲ ἧπαρ αὐτῆς ἐσθιώμενον τετραίζοντας ἰᾶται καὶ τρομικοὺς καὶ καρδια κούς. Ἐπὶ πάντων δὲ δίδου λαθραίως.

Ἐὰν δέ τις τὴν γλῶσσαν αὐτῆς φορῇ ἐν ἀριστερῷ ὑποδήματι καὶ πορεύσηται, φιμωθήσονται πάντες κύνες καὶ ἄνθρωποι· ἔστι γὰρ φιμοκάτοχος.

Ὁ δὲ ἐπίπλους αὐτῆς σὺν ἐλαίῳ τηχθεὶς πᾶσαν φλεγμονὴν θεραπεύει.

Ὁ δὲ ἐκ τῆς ῥάχεως αὐτῆς μυελὸς ἀλειφόμενος πάντα πόνον ψυῶν καὶ ῥάχεως ἰᾶται.

Στέαρ δὲ ἐκ τῶν ὀστῶν τῆς ὀσφύος αὐτῆς ὑποκαπνιζόμενον ταῖς δυστοκούσαις ὠκυτόκιόν ἐστιν μέγιστον.

(f. 87 v.) Ἡ δὲ ὑαίνειος κύστις ξηρά, λεία, σὺν οἴνῳ ποθεῖσα τοὺς ἐνουροῦντας παῖδας αὐτομάτως τοῖς στρώμασι καταπαύει.

Ἐκ δὲ τοῦ δέρματος αὐτῆς ὀλίγον περιαφθὲν ἢ ὑποδήματα ἐξ αὐτοῦ γινόμενα καὶ φορούμενα θεραπεύει ποδαγρούς, γοναγρούς, χειραγρούς, ἀρθριτικοὺς καὶ πάντα ῥευματισμόν, καὶ ἀλγήματα νεύρων παραχρῆμα παύει.

Ἡ δὲ χολὴ 〈αὐτῆς〉 μετώπῳ χριομένη καὶ τοῖς βλεφάροις πάντα ῥευματισμὸν ὀφθαλμῶν ἵστησι, καὶ ὀφθαλμίαν πᾶσαν, μετὰ μέλιτος ἐγχριομένη, καὶ ὀξυωπίαν παρέχει.

Δορὰ δὲ ὑαίνης κύνας διώκει· πρὸ θυρῶν κρεμαμένη καὶ πᾶσαν ἐπιβούλην ἀποστρέφει.

ΣΤΟΙΧΕΙΟΝ Φ.

Φώκη ζῶόν ἐστι τετράπουν, ἔνυδρον, ἀμφίβιον (f. 88 r.). Γεννᾷ ὥσπερ τὰ τετράποδα· ἔχει δὲ δυνάμεις πολλάς. Ὁ γὰρ ἐγκέφαλος αὐτῆς πινόμενος δαίμονας ἀποδιώκει.

Ἡ δὲ κεφαλὴ κκεῖσα καὶ μετὰ κεδρίας συνλειωθεῖσα ἀλωπεκίας καὶ πᾶν πάθος θεραπεύει.

Ὁ δὲ δεξιὸς αὐτῆς ὀφθαλμὸς φορούμενος ἐν ἐλαφείῳ δέρματι ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα.

Ἡ δὲ καρδία φορουμένη ὁμοίως καὶ ἡ πυτία πᾶν μὲν χαλεπὸν ἀποστρέφουσιν, πᾶν δὲ ἀγαθὸν ἐπιφέρουσι τῷ φοροῦντι.

Ἐὰν δὲ τὰς ἐν τῇ ῥινὶ αὐτῆς τρίχας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇς, τὰς μεγάλας καὶ τραχείας λέγω, καὶ εἰσελεύσεται ἀνὰ μέσον πολεμίων, πάντες αὐτὸν ὡς φίλον ἀσπάσονται.

Ἡ δὲ γλῶσσα (f. 88 v.) ὑπὸ τὰ ὑποδήματα φορουμένη νίκην παρέχει.

Τὸ δὲ στέαρ πᾶσαν φλεγμονὴν καὶ ὀδύνην ἄρθρων ἰᾶται.

Ἡ δὲ δορὰ ζωννυμένη νεφροὺς καὶ ἰσχία θεραπεύει.

Αἱ δὲ σάρκες ἐσθιόμεναι καὶ τὸ αἷμα σὺν οἴνῳ πινόμενον ξηρὸν λάθρα πᾶσαν ἐπιληψίαν καὶ μανίαν καὶ σκότωσιν καὶ πᾶν πάθος ἰᾶται.

Ὁμοίως καὶ τὸ ἧπαρ καὶ ὁ πνεύμων καὶ ὁ σπλὴν ξηρὰ ἐν πότῳ ἐπιπασσόμενα τὰ ὅμοια ἰῶνται καὶ πᾶν πάθος.

Τὰ δὲ ὀστᾶ ὑποκαπνιζόμενα ὠκυτόκιά εἰσιν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη πᾶσαν ὀφθαλμίαν θεραπεύει.

Ὁ δὲ ἐγκέφαλος πινόμενος ἱερὰν νόσον θεραπεύει.

Ἐὰν δέ τις τὴν καρδίαν τῆς φώκης καὶ τὸ ἄκρον τῆς γλώσσης καὶ τρίχας τῆς ῥινὸς καὶ τὸν (f. 89 r.) δεξιὸν ὀφθαλμὸν καὶ τὴν πυτίαν ἐνδήσῃ ἐν ἐλαφείῳ δέρματι ἢ φωκείῳ καὶ φορῇ, ἔσται νικῶν πάντας ἐν πολέμῳ καὶ γῇ καὶ θαλάσσῃ· φεύξεται δὲ αὐτὸν πᾶσα νόσος καὶ πάθος καὶ κλιμακτῆρες καὶ πᾶς δαίμων καὶ θήρα· ἔσται δὲ πλουτῶν καὶ εὐδαιμονῶν καὶ ποθητός.

Φρῦνός ἐστιν εἶδος βατράχου χλωροῦ ἐν τῇ χερσαίᾳ διατρίβων. Οὗτος ἐὰν πτύσῃ 〈εἰς〉 ἄνθρωπον, ὁλομάδιστος γίνεται.

Τὸ δὲ αἷμα αὐτοῦ δηλητήριόν ἐστι τριχῶν.

Φρῦνοι πολλοὶ ἑψηθέντες ζῶντες ἐν ἐλαίῳ μετὰ θύμου κόμης καὶ πρασίου καὶ σκίλλης ἕως τριῶν ἡμερονυκτίων εἰς κάμινον λούτρου ποδαγροὺς ἰῶνται παραδόξως.

(A mg.). Τὸ δὲ ἧπαρ αὐτοῦ ἐάν τις λειώσας ἐπιβάλῃ εἰς ὅπερ λούεται ὕδωρ, ἀπορρυήσονται βλεφάρων αἱ τρίχες.

(A mg.). Ἐὰν δὲ τὸν φρῦνον βάλῃς εἰς χύτραν καινὴν καὶ περισπιλώσῃς ἕως ἄν ἀπανθρακωθῇ, τούτου ἡ τέφρα μετὰ ὄξους σμηχομένη πᾶσαν αἱμορραγίαν ἵστησιν ἀνδρῶν τε καὶ γυναικῶν ἀπό τε νεφρῶν καὶ ὑστέρας, καὶ ῥύσιν(?) φλεβός, καὶ ἀρτηρίας παύσεται τομήν· καὶ ἀπλῶς εἰπεῖν, ὅπου αἱμορραγία γίνεται. Εἰ δὲ δοκιμάσαι θέλεις, λαβὼν μάχαιραν ἐπίχρισον ἐκ τῆς τέφρας, καὶ σφάξον τετρά ποδον οἷον θέλεις, καὶ ἐξ αὐτοῦ αἷμα οὐ ῥεύσει. (f. 89 v.)

ΣΤΟΙΧΕΙΟΝ Χ.

Χαμαιλέων ἐστὶν ζῶον ἐοικὸς κροκοδείλῳ· ἑκάστης ὥρας τῆς ἡμέρας χρόαν ἀναλλάσσει. Ἔχει δὲ τὸ πρόσωπον λέοντος, τοὺς δὲ πόδας καὶ τὴν οὐρὰν κροκοδείλου, χροιὰν δὲ ποικίλην. Τούτου ἀπὸ τῆς κεφαλῆς ἕως τῆς οὐρᾶς τέταται ἕν νεῦρον στερεόν, ὅπερ ἀναιρεθὲν εἰς ὄνομα τοῦ πάσχοντος καὶ περιαφθὲν τραχήλῳ ὀπισθότονον θεραπεύει.

Ἡ δὲ χολὴ αὐτοῦ γλυκανθεῖσα κοσμεῖ αὐθήμερον· τὰ δὲ ἄλλα πάντα μέλη ἐξ ἴσου δρῶσιν ὅσα ἡ φώκη καὶ ὕαινα.

Σὺν δὲ ῥίζῃ [χαμαιλέοντος] χόρτου φορουμένη ἢ κρατουμένη ἡ γλώσσα αὐτοῦ καὶ βουγλώσσου φιμοκάτοχόν ἐστιν μέγιστον πρὸς ἐχθρούς.

ΣΤΟΙΧΕΙΟΝ Ψ.

(f. 90 r.) Ψαμμοδύτης ὁ ἀσφάλαξ καὶ ἐν τῷ πρώτῳ στοιχείῳ εἴρηται. Ὁπόσα μέλη ἔχει καὶ δυνάμεις τόσας ἔχει εἰς ὠφέλειαν, ὥστε καὶ ἐπιληψίας καὶ ἀλφοὺς καὶ πόδας καὶ ἐλεφαντιάσεις καὶ ὀφιάσεις θεραπεύει· καὶ πολύχρηστον καὶ χρηματικόν ἐστιν τὸ ζῶον καὶ πάνυ προσφιλές.

Ψύλλος ἐν αἰγιαλοῖς εὑρισκόμενος ἑψηθεὶς σὺν ῥοδίνῳ ἢ λευκίνῳ ἐλαίῳ ὠταλγίας βοηθεῖ.

Ψύλλους δὲ θαλασσίους πολλοὺς ἐψήσας ἐν ὕδατι θαλασσίῳ μετὰ ψυλλίου βοτάνης ῥαῖνε ὅπου εἰσὶν ψύλλοι πολλοί, καὶ οὐκέτι ὑπάρξουσιν.

Ἐὰν δὲ ἁλιεὺς χρᾶται ὡς δελεάσματι τῷ ψύλλῳ, ἐπιτεύξει τῆς ἁλιείας. Δίδου δεσμὸν δορᾷ δελφινίῳ. (f. 90 v.)

ΣΤΟΙΧΕΙΟΝ Ω.

Ὠὰ ἀράχνης εὑρισκόμενα ἀρχομένου τοῦ ἦρος ἐν ταῖς ὁδοῖς, καὶ αὐτοῦ τοῦ φαλαγγίου τὰ ὠά. Ἐὰν οὖν λάβῃς εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐνδήσῃς ῥάκει μελανῷ καὶ περιάψῃς εὐωνύμῳ βραχίονι, τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν ἰᾶται. Δεῖ δὲ λαμβάνειν ληγούσης σελήνης καὶ οὔσης αὐτῆς ἐν ἰχθύσιν, ἐν ἡμέρᾳ σαββάτου περὶ ὥραν θ’, ἐπὶ μὲν ἀμφημερινοῦ α’, ἐπὶ δὲ ἡμιτριταίου β′, ἐπὶ δὲ τριταίου γ′, ἐπὶ δὲ τεταρταίου τέσσαρα, καὶ περιαπτέον τραχήλῳ ἢ ἀγκῶνι.

Εἰσὶ δὲ καὶ ὠὰ ὠκυτόκια ὑποθυμιώμενα καὶ περιαπτόμενα. Τέλος δευτέρας κυρανίδος.

ΠΕΡΙ ΟΡΝΕΩΝ
ΣΤΟΙΧΕΙΟΝ Α.

Ἀετὸς βασιλεὺς πάντων τῶν ὀρνέων (f. 91 r.) τῇ χροιᾷ μελανίζων· τούτου ὑπὸ τὸν αἰθέρα ἱπταμένου πᾶν πτηνὸν φρυάσσει.

Ἔχει δὲ μεγάλας πράξεις, καὶ ἄλλα τάχα ῥήγματα.

Ἀγρεύσας οὖν ἀετὸν ἐρωτικὸν καὶ φιλητὸν 〈ποιεῖ〉 τὸν φοροῦντα τὴν καρδίαν αὐτοῦ καὶ τὸ δέρμα τῆς κεφαλῆς καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ἄκρα τῶν μεγάλων πτερύγων· καὶ ταῦτα φορῶν εἰς φυλακτήριον εἰρηνικὸν καὶ φιλητὸν καὶ ἐρωτικὸν ποιεῖ τὸν φοροῦντα· κἂν ἐν μέσῳ πολεμίων ἐμπέσῃ, οὐ μὲν ἀδικηθῇ, οὐδὲ ἀπὸ χειμῶνος ἢ κεραυνοῦ βλαβήσεται, ἀλλ’ ἔσται ἐν πᾶσι χαριέντης καὶ ἡσύχιος. Δεῖ δὲ αὐτὴν ἐν τῷ ἰδίῳ δέρματι φορεῖν συρραφεῖσαν ἐν χρυσῷ σωληναρίῳ αὐτὴν ἐμβαλεῖν.

〈Ἐ〉ὰν δέ τις ἁλιεὺς ἡ κυνηγὸς βαστάζῃ τὴν κοιλίαν (f. 91 v.) ἢ τὴν κεφαλὴν ἡ τὰ ἄκρα τῶν πτερῶν, οὐδέποτε ἀστοχήσει τῆς ἄγρας ἡ τοῦ κυνηγίου.

Ἐσθιόμενον δὲ τὸν στρουθίον ὀπτὸν σὺν τοῖς πτεροῖς δαιμονιῶντας ἰᾶται. Ἐν οἴκῳ δέ κείμενον μάχας στρέφει.

Capias ergo aquilam, et dimitte eam die ac nocte una vivere, et fimum, quem interea projicit sumas colligens, deinde ligans pedes ejus et os obstruens, dic in aure aquilae : « O aquila amica hominis nunc macto te ad omnis infirmitatis curationem, conjuro le per Deum coeli et terrae, et per quatuor elementa, ut efficaciam habeas ad unamquamque curationem. ad quam oblata fueris! Posthaec accipe gladium totum ferreum subfumigans storace et melle; tunc suppone craterem, abscinde caput ejus super cratere, ut totus sanguis in craterem defluat. Moxque adhuc ea reptante scinde eam et extrahe cor ejus simul cum omnibus visceribus, et repone in vase aliquo, in quo sit vinum odoriferum ad bibendum. Caput autem repone cum sale multo: oculos tamen extrahe et cerebrum seorsum: viscera vero omnia extrahe de vino, smyrniza cum sale, el sicca in sole et sanguinem, et sicca et mitte in vas. Depila autem aquilam, et magnas pennas coxarum serva. Accipies ergo nervos de coxis; signa qui sunt dextri, et qui sinistri. Sic quoque facias de pennis quae sunt de alis. Carnes autem omnes fac olentes cum aromatibus multis smyrnizans; sicut et interiora et desicca. Omnia sint tibi separatim et superscripta.

Ad cephalalgiam quoddam magnum miraculum: Os verticis capitis aquilae ligatum patienti in corio cum vino verticem sanat. vero Tempora aquilae hemicraniam curant.

Cerebrum quoque illius cum oleo et modica cedria inunctum scotomalicos et omnem capitis dispositionem sanat.

Ad gratiam et fortunam : dexter ejus oculus in panno mundo ligatus, et in sinistra manu retentus in collocutionibus magnorum gratiam et amicitiam parabit.

Sinister autem ejus oculus circumpensus in corio cervino nunquam sinit ophthalmiam pati gestantem.

Supra oculos aquilae in superciliis inveniuntur duo lapides, unus in unoquoque supercilio. qui ligati in pelle, sive in corio lupi, vel phocae, vel hyaenae, seu aquilae, et ad collum gestati conservant portantem ab omni iniquitate et nocumento ferarum, et insidiis daemonum ac hominum, omneque bonum aflert.

Lingua autem ejus appensa in panno lineo arthriticos, et κιονίδας, et tussientem et dissiniam (?) magnifice sanat.

Epar autem ejus siccum et tritum cum proprio sanguine et oxymelle per dies x bibitum epilepticos sanat.

Fel autem cum succo prassii inunctum, cum myrrha quoque et melle sine fimo, omnem obscuritatem et hebetudinem tollit, et non sinit malum in oculis fieri.

Ad omnem prosperitatem : Cor autem ejus, ut dictum est, datum in vino e melle et aromatibus smyrnizatum per dies VII, deinde in corio lupi sutum et portatum in nullum malum incidet vel infirmitatem aut feram, sed prosper ac beatus et dives fiet.

Ad amorem: Renunculi et testiculi sicci infusi el superspersi condito, et in potu vel cibo dati, in concupiscentiam et amorem magnum ducunt bibentem, sive mas sit, seu foemina.

Dextrae autem alae penna retenta divitem et amabilem faciet gerentem.

Sinistrae vero alae pennam si tenuerit, et in oleo tinxerit, et a loco tenante (?) usque ad sacram spinam mulierem in partu laborantem unxerit, illico pariet.

Fimus autem ejus suffumigatus siccus in partu laborantes adjuvat mulieres, et corruptos foetus educit, et secundinam extrahit.

Nervi quoque ejus colli et dorsi ad collum et spondyli ligati, dexter dextro, sinister sinistro lateri, chiragricis prosunt.

Similiter et nervi pedum podagram pedum et genuum dolorem sanant.

Ungulae autem ejus a pueris et perfectis gestatae, ab omni malo ac phantasmate iniquo, ac ab omni nocumento liberant portantem.

Pellis autem curata ac diligenter habita cum pennis suis reservata, posita pro fascia quoque ventri et stomacho, colicos magnifice adjuvat, et stomachicos, et eos, qui colicam stomachicam patiuntur liberat, et digestionem facit: dat etiam oraculum in somnis de hujus modi, quae futurae sunt, rebus.

Si quis autem vadens dormitum, os vel rostrum aquilae ad caput ponat. videbit in somnis quod voluerit.

Tot quot diximus de aquila. Si vero non potes invenire aquilam, cape vulturem, simili modo agens; nam eadem potest, sed non ita intense. Habet autem vultur proprias virtutes et efficacias.

Si vero et vulturem non habes, accipiter replet utililatem, etsi minus efflicaciter. Unumquodque habet proprias virtutes; aquila vero major omnibus existens majora potest, et haec ei propria est virtus. Aquilae autem pennam vel alam si quis ponat sub pedibus mulieri in partu laboranti, mox pariet; mox autem ut peperit, tolle pennam.

Aetites autem lapis, qui ad tactum de intus sonat, rubens est colore et ut (al. in) cera, gestatus servat in alvo foetus et non sinit abortivos fieri: est enim velocis partus.

Ἅρπη avis est raptrix, similis vulturi, minor quidem et rubicundior. Hujus venter siccus et tritus cum polenta vel farinata acceptus, dysuriam sanat, lapidem vesicae frangit, εἰλεόν et χόρδαξον [l. χόρδαψον] lumborum sanat.

Digestionerm enim summam operatur avis venter esus et gestatus.

Ἀλέκτωρ, i. gallus omnibus notus. Ἀλέκτορος ventris jus bibitum solvit ventrem.

Sanguis autem ejus erysipelata et χίμετλα sanat, et eos, qui marinum leporem comederint.

Si quis autem praegustaverit allium et biberit calidum sanguinem cum vino, nullum reptilem timebit.

Cum pultibus vero conspersus et datus ad magnitudinem nucis veluti per dies x comedere iis, qui sursum deducunt sanguinem, prodest.

Fel quoque ejus cum succo chelidoneae herbae et melle illitum, visum acuit perfecte.

Fimus autem ejus cum aceto calaplasmatus a feris rabidis morsus et ulcera sanat: maturat autem et δοθιῆνας cum aceto impositus.

Cerebrum autem ejus cum aceto bibitum, nec cum aceto, sed cum condito serpentis bibitum, morsos serpentis morsus [l. morsu] adjuvat.

Testiculi ejus cum vino bibiti Venerem irritant et bonam habitudinem praestant.

Ventriculi autem interior pellicula cornea, quam vocant ἐχῖνον alii sifukion, in vino missa et siccata ac trita cum sale, potata cum vino, vel condito, nephriticos perfecte sanat.

Crista autem capitis galli cum grano uno libani, et paululum cornu cervini gestata, avertit omnem timorem nocturnum et omnem occursum malum, et sine timore facit portantem.

Stercus autem ejus bibitum cum bono vino suffocationes affugeris (l. a frigidis) factas mirabiliter sanat.

(Voir le lexie grec, lettre Ε, περὶ ἐδόνος.)

Ἀλκυών volucris est speciosa valde, sublazura, vel subviridis, vario colore, in litoribus degens maris : haec in labio maris parit, et cum parit ova, fit magna tranquillitas in mari, ne penitus frangatur vel inundet mare; nam circa labium maris gignit, ubi frangitur vel inundat mare. Comedit autem parvos pisciculos. Postquam ergo compleverit nidum, et pulli sui evolaverint, rursum mare solito more fluctuat.

Hujus avis oculos si quis in panno ligaverit, et ad caput nimium dormientis posuerit, abjiciet ab illo soranum.

Si quis portaverit ejus oculos navigans in mari, non timebit tempestatem, aut hyemem aut qualemcumque necessitatem. Gubernator quoque. si gestaverit eos, secrete et absque hyemis afflictione gubernabit scapham.

Cor autem ejus gestatum formosum et amatum ac diligendum, omni busque pacificum faciet portantem; etsi in medio inimicorum ceciderit, non nocebit ei, et nec ab hyeme, nec a fulgure laedetur, sed erit in omnibus gratiosus et quietus. Oportet autem ipsum ponere in propria pelle sua e consui, et in aureo calamo mitti.

Si autem piscator portaverit ventrem, aut caput vel pennas, nunquam erit fraudatus piscator.

Assata vero tota avis cum pennis suis et comesta daemoniacos sedat. In domo autem sita seditiones et lites avertit.

Αἴθυια, etc.

Αἴθυια, πτηνὸν θαλάσσιον ἀκόρεστον, πᾶσι γνωστόν. Τούτῳ ἐὰν ὑπαντήσῃ πλοῖον ἀρμενίζον, καὶ πτερυξάμενος δύνει εἰς τὴν θάλασσαν, προσημαίνει κίνδυνον τῷ πλοίῳ· ἐὰν δὲ ἐπιπτερυχθῇ ἢ ἐπὶ πέτραν στῇ, εὔπλοιαν προδηλοῖ.

Ταύτης τὸ αἷμα ἀντιφάρμακόν ἐστι πρὸς ἰοβόλα θηρία.

Ἡ δὲ γαστὴρ ξηρὰ πινομένη εἴτε φορουμένη πέψιν εἰς ἄκρον καὶ εὐστομαχίαν παρέχει.

Ἡ δὲ χολὴ σὺν κεδρίᾳ ἐπιχρισθεῖσα τὰς προεκτιλείσας τῶν βλεφάρων (f. 92 r.) τρίχας οὐκ ἐᾷ ἀναφυῆναι.

Ὅλη δὲ αἴθυια ταριχευθεῖσα καὶ ἐσθιομένη ἐλεφαντίασιν ἰᾶται. Τὰ αὐτὰ δύναται καὶ πρὸς σπλῆνα.

Τὰ δὲ ὠὰ αὐτῆς δυσουρίαν καὶ νεφροὺς καὶ στόμαχον ἰᾶται.

ΣΤΟΙΧΕΙΟΝ Β.

Βοῦφον λέγουσιν τινὲς ὄρνεον φιλάγρυπνον· ἡμέρας μὲν μὴ φαινόμενος, νυκτὸς δὲ πέμπει φωνὰς μεγάλας καὶ βοάς.

Τούτου ὁ ὄνυξ εὔστοχός ἐστι καὶ φυλακτικὸς περιαφθεὶς ἀνθρώποις ἐν πάσαις συκοφαντίαις καὶ πρὸς τοὺς προερχομένους εἰς λάφυρα καὶ τοὺς ψευδομένους νικῶσιν.

ΣΤΟΙΧΕΙΟΝ Γ.

Γὺψ μέγιστον ὄρνεον καὶ πολύχρηστον, πᾶσι γνωστόν. Τοῦ μὲν νεοσσοῦ τοῦ γυπὸς ἡ χρῆσίς ἐστιν αὕτη· ὀστᾶ ἐκ τῆς (f. 92 v.) κεφαλῆς αὐτοῦ περιαφθέντα ἐν μίτῳ πορφυρῷ περὶ τὸν ἀγκῶνα κεφαλαλγίαν ἰᾶται καὶ χρονίαν σκότωσιν κεφαλῆς.

Ὁ δὲ ἐγκέφαλος αὐτοῦ λειωθεὶς σὺν κεδρίᾳ καὶ ἐλαίῳ παλαιῷ καὶ περιχρισθεὶς τοῖς κροτάφοις πᾶσαν κεφαλαλγίαν ἰᾶται καὶ κάρον.

Ἡ δὲ χολὴ μετὰ μέλιτος καὶ χυλοῦ πρασίου ὑπόχυσιν θεραπεύει.

Τὸ δὲ στέαρ μιχθὲν σὺν χοιρείῳ στέατι βοηθεῖ ἀρθριτικοῖς, τρομώδεσιν καὶ ψυγμένοις, ποδαγροῖς, στομαχικοῖς καὶ παραλυτικοῖς, τοῖς ἀπὸ κενώσεως σπωμένοις.

Εἶτα ἡ καρδία αὐτοῦ ἐν δέρματι δεθεῖσα πᾶσαν αἱμορραγίαν ἵστησι. Φεύξεται πᾶς δαίμων τὸν φοροῦντα καὶ λῃσταὶ καὶ θηρία· ἕξει δὲ (f. 93 r.) χάριν πρὸς πάντας ἀνθρώπους καὶ πάσας γυναῖκας· καὶ ἐν εὐπορίᾳ βιώσει· ἔσται δὲ νικητικὸς εἰς πᾶν πρᾶγμα.

Τοῦ δὲ μεγάλου γυπὸς ἡ καρδία ἑψηθεῖσα καὶ δοθεῖσα ἐν βρώματι λάθρα ἢ ξηρὰ ἐν πότῳ δοθεῖσα γυναιξὶν μεγάλην καὶ φιλίαν καὶ πόθον ἐρωτικὸν αὐταῖς ἐμποιεῖ.

Οἱ δὲ πόδες αὐτοῦ βασταζόμενοι πρὸς εὐτυχίαν λόγων καὶ ἐπίτευξιν πραγμάτων καὶ σιγὴν ἐχθρῶν καὶ νίκην ἀντιδίκων ἄκρως καὶ παραδόξως ποιοῦσι.

Οἱ δὲ ὄνυχες αὐτοῦ καέντες καὶ λειωθέντες σὺν οἴνῳ παλαιῷ καὶ συγχριόμενοι τὸ σῶμα ὅλον καὶ πινόμενοι πρὸς νίκην ἐχθρῶν ποιοῦσι.

Τὸ δὲ στόμα αὐτοῦ σὺν τῇ γλώσσῃ αὐτοῦ φορούμενον ποιεῖ πρὸς ὁδοιποιρίας νυκτερινάς· (f. 93 v.) ἀπελαύνει γὰρ δαίμονας καὶ θηρία καὶ πᾶν ἑρπετὸν καὶ πᾶν κακόν, καὶ ἀπλῶς εἰπεῖν πᾶσαν νίκην καὶ χρημάτων εὐπορίαν παρέχει καὶ λόγων εὐτυχίαν, καὶ αἰτίας εὐλογοῦσα, καὶ δόξαν καὶ τιμὴν τῷ φοροῦντι προξενεῖ.

Φόρει οὖν σὺν τῇ γλώσσῃ καὶ τοὺς ὀφθαλμοὺς τῷ σώματι ἁγνὸς ὧν.

Ἐὰν δὲ γυνὴ τὸν μυελὸν τοῦ ὀρνέου τήξῃ καὶ ἀλείψηται τὴν κοιλίαν αὐτῆς ἐπὶ ἡμέρας ἐπτά, ἀλείψῃ δὲ καὶ τοῦ ἰδίου ἀνδρὸς αὐτῆς, οὐ συλλήψεται οὐδ’ ὅλως

Τὰ δὲ ὀστέα αὐτοῦ καέντα καὶ λειωθέντα ἔχε ξήριον· ἰᾶται γὰρ παντοῖον ἕλκος ἐπιπασσόμενον· καὶ ὀδονταλγίαν ὠφελεῖ σὺν οἴνῳ πινόμενον καὶ κλυζόμενον.

Ἡ δὲ χολὴ σὺν χυλῷ πρασίου καὶ ὀποβαλσάμῳ καὶ (f. 94 r.) μέλιτι λειωθεῖσα πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν καὶ ὑπόχυσιν ἰᾶται ἄκρως.

Τὰ δὲ πτερὰ αὐτοῦ θυμιώμενα λήθαργον καὶ ὑστερικὴν πνίγα καὶ φρενιτικοὺς θεραπεύει.

Ὅσα δὲ ποιεῖ ὁ ἀετός, τοσαῦτα καὶ ὁ γὺψ ποιεῖ, ἀλλ’ εἰ καὶ τοῦ γυπὸς τὰς πλείστας χρείας κατελείψαμεν κατὰ πάντα ὡς τοῦ ἀετοῦ, χρή σε καὶ ἐπὶ τούτου ποιεῖν.

ΣΤΟΙΧΕΙΟΝ Δ.

Δρυοκολάπτης, οἱ δὲ δενδροκολάπτην στρουθίον ἰσχυρόστομον, ὅπερ, ὅταν τίκτῃ, ὑπὸ κενεῶνα δρυὸς τίκτει. Ἐὰν οὖν τις μετὰ λιθίου ἀναφράξῃ τὴν νοσσίαν αὐτοῦ ὡς θέλει, ἢ μετὰ ξύλου ἢ μετὰ πετάλου σιδηροῦ καὶ ἀναχωρήσῃ, ἔρχεται ὁ δρυοκολάπτης καὶ φέρει βοτάνην ἥντινα γινώσκει, καὶ προστιθεὶς (f. 94 v.) ἀνοίξει πάντα κλεῖθρα.

Οἱ δὲ ὀφθαλμοὶ τούτου φορούμενοι ὀξυωπίαν παρέχουσιν.

Τὸ δὲ στόμα αὐτοῦ περιαφθὲν τραχήλῳ πᾶσαν ὀδονταλγίαν καὶ σταφυλῆς πόνον καὶ ἀντιάδα καὶ συναγχίας ἰᾶται παραυτίκα· ἐσθιόμενον δὲ ἑφθὸν ὑγίειαν ταχεῖαν τοῖς νοσοῦσιν ἐπιφέρει καὶ τοὺς ἐκ φαρμακείας 〈ἢ〉 μαγγανείας περιδε δεμένους ἰᾶται καὶ εὐεξίαν παρέχει θαυμαστήν.

ΣΤΟΙΧΕΙΟΝ Ε.

Ἐρώδιός ἐστιν ὄρνεον ἐν βωμοῖς ἢ κτίσμασιν τοῖς ἐν πόλεσι σκηνοποιοῦν ὡς χελιδών, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀκρόπτερα ὡς βασίλειον ἐπιμηκέστατον ὡσεὶ δακτύλων γ′.

Τούτου τὸ ῥάμφος μετὰ καρκίνου χολῆς ἐν δέρματι ὀνείῳ (f. 95 r.) εἰ περιάψεις τοῖς ἀγρυπνοῦσιν, ὑπνῶσαι ποιήσεις.

Εἰ δέ τις ἐν συμποσίῳ κατθῇ τὸ ῥάκος ἐν ᾧ ἔστι τὸ ῥάμφος εἰς τὸν οἶνον, οἱ πιόντες ἀποκοιμηθήσονται ὡς πολλῶν ἡμερῶν ἀγρύπνων ὑπάρχοντες.

Ἐδὼν στρουθίον ἐστὶν γνώριμον· τοῦτο ἐν ἀρχῇ ἔαρος οὐδέποτε παύεται κατᾴδον νυκτὸς καὶ ἡμέρας, καὶ ᾄδων λιγυρὴ τὴν φωνὴν καὶ τὸ ὄνομα ἔσχεν διὰ τὸ ἀεὶ ᾄδειν.

Τούτου τὴν καρδίαν σπαράττουσαν ἐάν τις μετὰ μέλιτος πίῃ, ἄλλην δὲ καρδίαν σὺν τῇ γλώσσῃ φορῇ, ἔσται εὔλαλος καὶ λιγύφωνος καὶ ἡδέως ἀκουόμενος.

Εἰ δέ τις τοὺς ὀφθαλμοὺς αὐτοῦ περιάψῃ ὁ φορῶν (?) οὐδὲ κοιμήσεως παύει ἔως ἂν αὐτοὺς βαστάζῃ.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.

ΣΤΟΙΧΕΙΟΝ Ζ.

Ζήνη ἐστὶ στρουθίον τοῦ θεοῦ Διὸς ἔχον ἐν τῇ κεφαλῇ πτερὰ ἐρυθρὰ καὶ χρυσοειδῆ ἐν ταῖς πτέρυξι καὶ ἀπλῶς ὅλος ἐστὶ πεποικιλμένος χροιαῖς. Τοῦτον καλοῦσιν ἀστραγαλῖνόν τινες (?).

Τοῦτο ὀπτὸν βρωθὲν κοιλιακοὺς καὶ κωλικοὺς ὀνήσει καλῶς, ὃ καὶ τοὺς τὴν φωνὴν αὐτοῦ ἀκούοντας φρονίμους ποιεῖ.

ΣΤΟΙΧΕΙΟΝ Η.

Ἡλιοδρόμος ἐστὶ πετηνὸν ἰνδικὸν ὅπερ ἅμα γεννηθῇ ἀνίπταται πρὸς τὴν ἀνατολὴν (f. 95 v.) τοῦ ἡλίου· ἄμα δὲ τραπῇ ὁ ἥλιος, αὖθις πρὸς δυσμάς. Οὐ ζῇ δὲ πλέον ἐνιαυτοῦ, ἀλλὰ τεκνογονεῖ ἀρρενοθέλη. Τοῦτο δὲ ἔχει χάριν· ἐὰν γάρ τις αὐτὸ ἀναπτύξῃ καὶ τὰ ἐντὸς φορῇ σμυρνίσας, πλουσιώτατος γίνεται· βρωθεὶς δὲ ὑγιείαν παρέχει καὶ οὐ νοσείη τὰς ἡμέρας τῆς ζωῆς αὐτοὺ ὁ ἄνθρωπος καὶ σφόδρα πλουτεῖ τοῦτο φορῶν.

ΣΤΟΙΧΕΙΟΝ Θ.

Θωπεῖον ὄρνεόν ἐστι νυκτερινόν· τούτου οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία φορουμένη ἄφοβον τὰς νύκτας ποιεῖ τὸν φοροῦντα καὶ ἀβλαβῆ εἰς τοὺς ὀφθαλμούς· ἐσθιομένη δὲ εὐεξίαν παρέχει καὶ εὐστομαχίαν.

ΣΤΟΙΧΕΙΟΝ Ι.

Ἱέραξ δύναται ὅσα καὶ ὁ γύψ, ἔλασσον δέ τὸ ἀφόδευμα αὐτοῦ μετὰ γλυκέως πινόμενον ὠκυτόκιόν ἐστιν ἐπὶ πλεῖστον ποθέν.

(f. 96 r.) Ζῶν δὲ μαδισθεὶς καὶ συνεψηθεὶς σὺν ἐλαίῳ σουσίνῳ ἄχρι τακῇ καὶ διηθουμένου τοῦ ἐλαίου ὅντινα χρίσεις, ἐξ αὐτοῦ πᾶσαν ἀχλὺν καὶ ἀμβλυωπίαν ἰάσει.

Τὸ δὲ πετηνὸν ὀπτὸν ἐσθιόμενον ἱερὰν νόσον ἰᾶται.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ περιαπτόμενοι τριταῖον παύουσιν.

Ἡ δὲ καρδία φορουμένη πρὸς πάντα διατηρεῖ ἀβλαβῆ τὸν φοροῦντα.

ΣΤΟΙΧΕΙΟΝ Κ.

Κόραξ πᾶσι γνωστόν. Οὗτος ἀγρευθεὶς καὶ ζῶν χωσθεὶς ἐν κόπρῳ ἱππείᾳ καὶ σαπεὶς ἐπὶ ἡμέρας μ’, εἶ〈τα〉 καυσθεὶς καὶ γενόμενος κηρωτὴ ποδαγροὺς θεραπεύει λίαν.

Ἡ δὲ κόπρος αὐτοῦ ὑποθυμιωμένη ἀλφοὺς λευκοὺς καὶ λεύκην ἰᾶται.

Τὰ δὲ ὠὰ αὐτοῦ μελαίνουσιν πολιὰς τρίχας. (f. 96 v.)

Κορώνης καρδία φορουμένη ὁμόνοιαν εἰς τὸ ἀνδρόγυνον παρέχει. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

Τὰ δὲ ἐντὸς αὐτῆς ὀπτὰ ἐὰν δῷς γυναικὶ λάθρα, πάνυ σὲ ἀγαπήσει.

Ὁ δὲ ἐγκέφαλος αὐτοῦ σὺν μέλιτι ἐὰν περιχρίσῃς τῷ αἰδοίῳ καὶ συγγένῃ γυναικί, πάνυ σὲ ἀγαπήσει καὶ οὐδενὶ ἑτέρῳ κολληθήσεται πλήν σου. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

Τὸ δὲ αἷμα ξηρὸν ὅσον κοχλιαρίων δύο 〈εἰ〉 συγκεράσεις οἴνῳ, ποθὲν ὑδρωπικοὺς ἄκρως ἰᾶται.

Κορώνην λαβὼν ἀσινῆ, ἐάν τις ἀλγῇ, τοῦ ποδὸς τὸν ὀπίσω δάκτυλον τοῦ δεξιοῦ ἀπότεμε ἀπὸ τοῦ ἄρθρου πλησίον ὑπὸ ποδὸς ἀφθόρου δήσας γαιτάκην (?) περίαπτε. τὴν δὲ κορώνην μύρῳ τερεβινθίνῳ ἀλείψας ἢ ἐλαίῳ χρίσας ὅλην ἀπόλυε ζῶσαν πέτασθαι. Τὸν δὲ δάκτυλον αὐτῆς περίαπτε τῷ πάσχοντι ποδίῳ· ἐὰν δὲ τοῦ ἀριστεροῦ ποδός, (f. 97 r.) τὸ ἀριστερόν, ἐὰν δὲ τὸ δεξιόν, τοῦ δεξιοῦ. Μὴ οὖν λουέσθω, μηδὲ χαμαὶ πέσῃ τὸ περιάπτον, ἀλλὰ ἐνδήσας δέρματι ἐλαφείῳ φόρει. Ὅτε δὲ κόπτεις, λέγε· «Αἴρω σου τὸν δάκτυλον πρὸς θεραπείαν ἰσχιάδος, ποδάγρας καὶ πάντων ἄρθρων ». Καὶ ἀλείψας ἀπόλυε.

Κίσσα στρουθίον ἐστὶ φρόνιμον μιμούμενον ἀνθρόπου φωνήν.

Τούτου ἡ καρδία φορουμένη μετὰ κισσοῦ ῥίζης, καὶ σπώσας γυναῖκας παύει. Ὁμοίως δὲ θεραπεύει καὶ δυσουρίαν.

Ἔστι δὲ τὸ πτηνὸν πεποικιλμένον χροιαῖς καὶ ἐνάρετον ποιεῖ τὸν ἐσθίοντα.

Κόσσυφός ἐστι στρουθίον ἡδύφωνον τῷ θέρει πολλὰ λαλοῦν, τῷ μὲν ὅλῳ πτερῷ (f. 97 v.) κατακόρως μέλας ὑπάρχων, μόνον δὲ τὸ στόμα χρυσοειδές.

Οὗτος ἐν ἐλαίῳ παλαιῷ καθεψηθεὶς ἕως τακῇ καὶ τῷ ἐλαίῳ ἀλειφόμενον, ὀπισθότονον διαλύει. Ὁμοίως δὲ καὶ ἰσχία θεραπεύει.

ΣΤΟΙΧΕΙΟΝ Λ.

Λάρος πετηνὸν μέν ἐστι θαλάσσιον· τὰ αὐτὰ δύναται ἴσα τῷ ἀλκυόνι.

Τούτου τὴν καρδίαν κρατῶν εἴσελθε πρὸς δυστοκοῦσαν γυναῖκαν καὶ εὐθέως τέξεται, ἅμα δὲ τέξῃ, ἀναχώρει μὴ ἄλλο τι ῥίψῃ.

Ἡ δὲ γαστὴρ ξηρὰ πινομένη καὶ φορουμένη ἄκρον πέψιν ποιεῖ.

Λαμπυρὶς σκώληξ ἐστὶ πτερωτὸς τῷ θέρει πτάμενος, καὶ λάμπει ὥσπερ ἀστὴρ τὴν νύκτα· ἔχει δὲ ἐν τῷ σφιγκτῆρι τὴν λαμπάδαν.

Ἐὰν οὖν αὐτὴν ἐνδήσῃ τις ἐν ἡμιόνου σκύτει, (f. 98 r.) καὶ περιάψῃ γυναικί. ἀσύλληπτόν ἐστιν ἀπαράβατον.

Εἰ δέ τις τὴν λαμπυρίδα βάλῃ εἰς ἔδαφος ὅπου εἰσὶν ψύλλοι, φεύξονται.

ΣΤΟΙΧΕΙΟΝ M.

Μέροψ στρουθίον ἑστὶν ὁλοπράσιον· τὰ δὲ πτερὰ πορφυρᾶ, ὅν τινες γάγγραιναν ὀνομάζουσιν. Ἔστιν δὲ φρόνιμον καὶ πολλὰ ποιοῦν 〈ὡς〉 καὶ ἡ ἀλκυονίς. Τοῦτο ὅταν τέκῃ καὶ θέλῃ τις ἀγρεῦσαι τὰ νόσσια αὐτοῦ, μεταίρει αὐτὰ ἀπὸ τόπου εἰς τόπον· καὶ ὅταν σιτίζῃ αὐτά, εἰς πολλοὺς τόπους ἀπέρχεται, ἵνα μὴ νοηθῇ ποῦ αὐτὰ τρέφει.

Ταύτης ἡ καρδία ἐπὶ φίλτρα χρήσιμος, καὶ ἐσθιομένη καρδιακοὺς ὠφέλει, καὶ ἰκτερικοὺς καὶ στομαχικούς.

Μέροψ δὲ ἐκλήθη (f. 98 v.) διὰ τὸ εὐθὺς ἔχειν μετὰ τὸν ἄνθρωπον καὶ φιλίαν εἰς αὐτὸν τίθεσθαι.

Ἡ δὲ χολὴ αὐτοῦ μετὰ μέλιτος καὶ χυλοῦ πηγάνου ὑπόχυσιν ἰᾶται.

Μελισσός, στρουθίον ᾄδον καλῶς τῷ θέρει. Οὗτος καεὶς καὶ σὺν μέλιτι λειωθεὶς καὶ χρισθεὶς μελικηρίδας, στεατώματα θεραπεύει· ὀπτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς ἰᾶται.

ΣΤΟΙΧΕΙΟΝ Ν.

Νησσάριν ποτάμιον καὶ λιμναῖον πᾶσιν γνωστὸν ὄρνεον.

Ταύτης τὸ αἷμα θερμὸν ἢ ξηρὸν ἐν οἴνῳ ποθὲν τοὺς πιόντας τοὺς ὑπὸ δηλητηρίων [δηχθέντας] καὶ τοὺς ἀπὸ ἐχίδνης δηχθέντας διασώζει καὶ παρέχει δύναμιν καὶ ὑγιείαν.

ΣΤΟΙΧΕΙΟΝ Ξ.

Ξοῦθρος, οἱ δὲ στροῦθον ἢ πυργίτην ἢ τρωγλίτην (f. 99 r.) τοῦτον καλοῦσιν.

Τούτου ἠ ἄφοδος σὺν οἴνῳ πινομένη ἔντασιν μεγίστην ποιεῖ.

Μετὰ στέατος δὲ ὑείου χρισθεὶς ἀλωπεκίας δασύνει...

Ὀπτὸς δὲ βρωθεὶς ἡδονὴν ἀνθρώποις ἐμποιεῖ.

ΣΤΟΙΧΕΙΟΝ Ο.

Ὄρνιθος κατοικιδίου ὀ ἐγκέφαλος περιτριβόμενος ὠφελεῖ ὀδοντοφυοῦσι παιδίοις.

Οἴνῳ δὲ ποθεὶς σκορπιοπλήκτοις ἀρήγει.

Ἡ δὲ καρδία αὐτῆς ἔτι σπαίρουσα περιαφθεῖσα μηρῷ ὠκυτόκιόν ἐστιν ἄριστον.

Τὸ δὲ ἧπαρ αὐτῆς λειούμενον καὶ ἐπιπλασσόμενον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὕδατι ποδαγροὺς ὠφελεῖ.

Τὸ δὲ στέαρ σὺν νάρδῳ τακὲν εἰς ὠταλγίας χρήσιμον, καὶ εἰς γυναίκεια πεσσὰ καὶ εἰς νευρικὰς συμπαθείας ὠφελεῖ.

Οἱ δὲ (f. 99 v.) νεοσσοὶ ἀποσχιζόμενοι καὶ ἐπιτιθέμενοι θερμοὶ τοῖς ἰοβόλοις ἕλκεσιν ἕλκουσιν πάντα τὸν ἰόν. Δεῖ δὲ συνεχῶς ἀλλάσσειν ἄχρις οὗ οὐκέτι χλιαροὶ οὐ γίνωνται· ἔπειτα φύλλα ἐλαίας χλωρὰ κόψας σὺν ἐλαίῳ καὶ ἁλσὶν ἐπιτιθέναι τοῖς ἕλκεσιν.

Ἡ δὲ κόπρος τῶν ὀρνίθων πρόσφατος περιχριομένη χείμετλα καὶ παρατρίμματα ἐξ ὑποδημάτων ἰᾶται· αἴρει δὲ καὶ μυρμηκίας· ποθεῖσα εἰς εὔκρας τοῖς μύκητας φαγοῦσι βοηθεῖ. Ξηρὰ δὲ λεία σὺν νίτρω καὶ ξηρῷ μύρῳ ἀλωπεκίας δασύνει ταχέως.

Ὄρτυξ ὁ πᾶσι γνωστός· τούτου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται καὶ τριταῖον καὶ τεταρταῖον.

Ὁ δὲ ζωμὸς αὐτοῦ κοιλίαν μαλάσσει· ἐσθιόμενος (f. 100 r.) δὲ νεφροὺς θεραπεύει.

ΣΤΟΙΧΕΙΟΝ Π.

Πελαργὸς πτηνόν ἐστι κάλλιστον· ἡνίκα γὰρ ἔλθῃ τὸ ἔαρ, ἀφίπτανται πάντες ὁμοῦ στρατολογοῦντες καὶ ἄλλων ὀρνέων διαφορὰς καὶ χῆνας ἀγρίας καὶ νήσσας, καὶ πᾶν εἶδος ὀρνέου, ἀπό τε Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας ἀφίπτανται καὶ ἔρχονται εἰς Λυκίαν εἰς τὸν λεγόμενον Ξάνθον ποταμόν, καὶ συνάπτουσιν πόλεμον ἐκεῖσε μετὰ τῶν κοράκων τε καὶ κορωνῶν καὶ κολοιῶν καὶ γυπῶν καὶ ὃσα σαρκοβόρα εἰσίν. Διὸ ἐκεῖνα ἐπιστάμενα τὸν καιρὸν εὑρίσκονται πάντα.

Τῶν μὲν πελεκάνων τὸ στράτευμα ἐν μέρει τοῦ χείλους τοῦ ποταμοῦ παρατάσσεται· τῶν δὲ κοράκων καὶ γυπῶν (f. 100 v.) καὶ ὅλων τῶν σαρκοφάγων ὀρνέων ἐκ τοῦ ἑτέρου χείλους τοῦ ποταμοῦ διατάσσεται· ὅλον τὸν ζον μῆνα εἰς τὸν πόλεμον καρτεροῦσιν· γινώσκουσιν δὲ τὰς ἡμέρας ἐν αἷς μέλλουσιν συγκρούειν τὸν πόλεμον· καὶ μετὰ τὸ συγκροῦσαι τὸν πόλεμον ἀκούονται αἱ κραυγαὶ ἕως τὸν οὐρανόν· καὶ αἱμάτων ῥοαὶ ἐπὶ ποταμῷ τιτρωσκομένων τῶν ὀρνέων, καὶ πτερῶν ἀμυθήτων ἀπόρροια, ὅθεν οἱ Λύκιοι εἰς τὰς στρωμνὰς κέχρηνται τῶν πτερῶν αὐτῶν. Μετὰ δὲ τὴν ἐπάνοδον τοῦ πολέμου ἴδοις ἂν τετραυματισμένας τὰς κορώνας καὶ τὰ λοιπὰ τῶν σαρκοβόρων ὀρνέων πλήθη, ὁμοίως δὲ καὶ τῶν πελαργῶν καὶ τῶν πελεκάνων οὐκ ὀλίγους καὶ τῶν ἐν αὐτοῖς ὀρνέων· πολλὰ δὲ καὶ ἐν τῷ πολέμῳ πίπτουσιν νεκρά.

Σημεῖον δέ ἐστιν ὁ πρὸς ἀλλήλους πόλεμος καὶ ἐξ ἀμφοτέρων (f. 101 r.) νίκη πᾶσιν ἀνθρώποις· ἐὰν γὰρ τὸ τῶν πελαργῶν στράτευμα νικήσῃ, πλῆθος ἔσται καὶ ἀφθονία σίτου καὶ τῶν ἄλλων σπερμάτων· ἐὰν δὲ τὸ τῶν κοράκων νικήσῃ πλῆθος, ἔσται προβάτων καὶ ζώων καὶ βοῶν καὶ τῶν ἄλλων τετραπόδων.

Οἱ δὲ πελαργοὶ ἔχουσι καὶ ἄλλο φυσικόν τι ἐξαίρετον· ὅταν γὰρ οἱ γονεῖς αὐτῶν γηράσωσι καὶ οὐ δύνανται ἀνίπτασθαι, τὰ τέκνα ἑκατέρωθεν τῶν μασχαλῶν βαστάζοντα μεταφέρουσιν ἀπὸ τόπου εἰς τόπον, καὶ οὕτως τρέφουσιν. Ἐὰν δὲ καὶ μὴ βλέπωσιν, ψωμιοῦσιν αὐτοὺς τὰ τέκνα, καὶ λέγεται ἡ παρ’ αὐτῶν ἀμοιβὴ καὶ ἀνταπόδοσις ἀντιπελάργωσις. γω σις.

Ἔχει δὲ καὶ δύναμιν τοιαύτην τὰ ὠὰ αὐτοῦ· μετὰ οἴνου λειωθέντα μελαίνουσι τρίχας. Χρὴ δὲ ζύμῃ περιπλάσσειν τὸ μέτωπον (f. 101 v.) καὶ τοὺς ὀφθαλμούς· δεῖ δὲ μετὰ τὸ βαφῆναι τὰς τρίχας λούεσθαι καὶ ἀλείφεσθαι μυρσίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ ἐν ᾧ ἐτάκη στέαρ ἄρκτειον ἢ συάγρειον.

Ἐὰν δὲ νεοσσὸν μικρὸν πελαργοῦ λάβῃς, βάλῃς εἰς χύτραν καινήν, καὶ περιπηλώσας δῴης εἰς φοῦρνον ὀπτᾶσθαι· ὅταν δὲ ἀπανθρακωθῇ, ἄρας τὴν τέφραν, λειώσας χρησίμως, ἕξεις ξηροκολλούριον πρὸς ἀχλὺν ὀφθαλμῶν καὶ δακρύων ἐπιφορὰν καὶ τριχίασιν καὶ ὅσα τοιαῦτα ποιεῖ ὡς τεχνίτης. Εἰ δὲ θέλεις ὑγροκολλούριον αὐτὸ ποιῆσαι, ἐπίβαλε μέλιτος ἀκάπνου τὸ ἀρκοῦν καὶ συνλειώσας χρῶ.

Ζῶντος δὲ πελαργοῦ ἀφελόμενος τὰ νεῦρα τῶν ποδῶν καὶ σκελῶν καὶ πτερύγων περίαπτε ποδαγροῖς καὶ χειραγροῖς, τὰ ὅμοια τοῖς ὁμοίοις, καὶ ἰαθήσῃ.

Ἐσθιόμενος δὲ πελαργὸς ἑφθεὶς ἅπαξ τοῦ ἐνιαυτοῦ (f. 102 r.), ἦρος ἀρχομένου. πρὶν αὐτὴν εἰς τὸν πόλεμον ἀποπτῆναι ἀβλαβῆ καὶ ἀνώδυνον διαφυλάττει ἕνεκεν νεύρων καὶ ἄρθρων τὸν ἐσθίοντα· φεύξεται γὰρ ποδάγρα, χειράγρα, γονάγρα, ἰσχιάδα, ἀρθρῖτις, ὀπισθότονος καὶ ὅσα νευρικὰ πάθη καὶ ἀρθριτικά.

Ἡ δὲ κόπρος αὐτοῦ καταπλασσομένη μεθ’ ὑοσκυάμου φύλλων καὶ θρίδακος ποδαγροὺς ὠφελεῖ.

Τὸν δὲ ἐν τῇ κοιλίᾳ ἐχῖνον λαβὼν καὶ πλύσας οἴνῳ καὶ ξηράνας ἐν σκιᾷ ἔχε λεῖον. Ἐὰν δέ τις πίῃ φάρμακον θανάσιμον, ἐξ αὐτοῦ ξύσας, βαλὼν εἰς οἶνον τεθαλασσωμένον δίδου πιεῖν, καὶ ἀβλαβὴς διατηρηθήσεται.

Τὰ δὲ ἔντερα αὐτοῦ ἐσθιόμενα κωλικοὺς καὶ νεφριτικοὺς ἰῶνται.

Ἡ δὲ χολὴ ὀξυδορκίαν παρέχει ἐνχριομένη.

Ἐὰν δέ τις νικήσαντος πελαργοῦ ἐν τῷ πολέμῳ λαβὼν καρδίαν δήσῃ εἰς δέρμα ἱέρακος ἢ γυπὸς (f. 102 v.) [ἢ γυπὸς] νικηθέντος, ἐπιγράψῃ δὲ ἐν τῇ καρδίᾳ ὅτι « ἐνίκησα τοὺς ἀντιδίκους μοῦ », καὶ περιάψῃ δεξιῷ βραχίονι, ἔσται ὁ φορῶν ἀήττητος ἐν πᾶσι καὶ θαυμαστός, καὶ τοὺς ὑπερέχοντας αὐτὸν νικᾶν πάντας ἐν τῷ πολέμῳ καὶ δίκαις. Ἀπαράβατον, νικητικὸν καὶ μέγιστον φυλακτήριον.

Περιστερὰ πτηνὸν πᾶσιν γνωστόν ἐστι, καὶ δένδρον ἐστὶν ἐν τῇ Ἰνδίᾳ λεγόμενον περιδέξιον, οὗ ὁ καρπὸς γλυκὺς καὶ χρηστός, ὥστε τὰς περιστερὰς τερπομένας ἐν αὐτῷ αὐλίζεσθαι καὶ κατασκηνοῦν. Τοῦτο τὸ δένδρον ὄφις δέδοικεν, ὥστε καὶ τὴν σκιὰν αὐτοῦ φεύγειν. Ἐὰν ἡ σκιὰ τοῦ δένδρου πρὸς ἀνατολὰς 〈ἔλθῃ〉, φεύγει ὁ ὄφις ἐπὶ δυσμάς· ἐὰν δὲ ἐπὶ δυσμὰς ἔλθῃ ἡ σκιὰ (f. 103 r.) τοῦ δένδρου, ὁ ὄφις τρέχει κατὰ τὰς περιστεράς· καὶ διὰ τοῦ δένδρου τὴν δύναμιν οὐκ ἰσχύει ἅψασθαι τῶν περιστερῶν. Οὐκ οἶδα ἐὰν ἀποπλανηθῇ ἐκ τοῦ δένδρου· καὶ οὗτος αὐτὴν ἐμφυσήσας ἐπισπᾶται καὶ ἐσθίει. Ἐὰν δὲ ὅλαι ὁμοῦ πέτονται, οὔτε ὄφις, οὔτε ὀξύπτερος τολμᾷ αὐτὰς ἅψασθαι. Τοῦ οὖν δένδρου τὰ φύλλα ἢ ὁ φλοῦς θυμιώμενος πᾶν κακὸν ἀποδιώκει.

Πτίλον δὲ περιστερᾶς ἔχον αἷμα θερμὸν καὶ ἐνσταζόμενον τὰς ἐκπληγάς, ῥήξεις τῶν ὀφθαλμῶν ἑνοῖ καὶ ἰᾶται.

Ἡ δὲ ἄφοδος σὺν κριθίνῳ καὶ ἰρίνῳ ἀλεύρῳ καὶ ἰξῷ καὶ στέατι ὑείῳ ἐπιτιθεῖσα γαγγραίνας περιχαράσσει, καὶ χοιράδας ῥήγνυσιν. Σὺν ὄξει δὲ καταχριομένη φακοὺς καὶ σπίλους τοὺς ἐν ὄψει καὶ στίγματα αἱρεῖ (f. 103 v.). Σὺν κεδρίᾳ δὲ μιχθεῖσα καὶ λευκοὺς ἀλφοὺς καὶ λιχένας καὶ λέπρας ἄκρως θεραπεύει. Μετὰ δὲ γῆς αἰγυπτίας καὶ εὐφορβίου καὶ κρόκου μίγματος καὶ ὄξει λειωθεῖσα καὶ καταχρισθεῖσα μετώπῳ κεφαλαλγίαν ἄκρως ἰᾶται. Εἰς δὲ τὴν ἔδραν χριομένη σὺν ἐλαίῳ ἐκφράττει τὴν γαστέρα.

Οἱ δὲ ὄρχεις τοῦ ἄρρενος φιλτροπόσιμοί εἰσι, γυναιξὶ παρ’ ἀνδρῶν δοθέντες, ἡ δὲ τῆς θηλείας μήτρα ἀνδράσιν.

Πέρδιξ πετηνὸν δόλιον· τοὺς ὁμοφύλους εἰς ἄγραν προτρεπόμενος οὗτος τὰ ἀλλότρια ὠὰ ὡς ἴδια θάλπει· ἔπειτα ὅταν αὐξηθῶσιν ἐκ τῶν αὐτῶν εἰς τοὺς κυήτορας ἀπέρχονται, ἔρημον τὸν θάλψαντα μεταλείψαντες.

Ἡ οὖν χολὴ τοῦ πέρδικος σὺν μέλιτι καὶ ὀποβαλσάμου χυλῷ καὶ μαράθρου ὀξυωπίαν παρέχει· ἑψομένη δὲ σὺν κυδωνίοις (f. 104 r.) καὶ μήλοις καὶ ἐσθιομένη τοῦ ζωμοῦ ἐπιρροφουμένου στυφέως κοιλιακοὺς καὶ στομαχικοὺς θεραπεύει.

Τὰ δὲ ὠὰ αὐτοῦ ἐσθιόμενα ἀφροδισίαν παρορμῶσιν· εἰσὶν δὲ φιλτροπόσιμα. Μετὰ δὲ χηνείου στέατος λειούμενα καὶ χριόμενα ταῖς θηλαῖς τῶν τροφῶν γάλα πολὺ φέρουσι. Τὰ δὲ λέπη τῶν ὠῶν λεῖα σὺν κηρῷ καὶ καδμίᾳ ἑνωθέντα καὶ κλασθέντα μασθοὺς γυναικῶν ἐνδυκότας ἀνορθοῦσιν.

ΣΤΟΙΧΕΙΟΝ P.

Ῥάμφιος πτηνόν ἐστι παρὰ τὸν ποταμὸν Νεῖλον ἡπταμένον λεγόμενον πελεκάνος, καὶ ἐν τῇ λίμνῃ τοῦ Αἰγύπτου διαιτώμενον, οὕτως φιλότεκνόν ἐστι πάνυ. Ὅταν οὖν γεννήσῃ νεοσσούς, καὶ ὀλίγῳ αὐξηθῶσι, τύπτουσιν εἰς τὸ πρόσωπον αὐτῶν. Ἐκείνοι μὴ ἀνεχόμενοι (f. 104 v.) κολαφίζουσιν τὰ τέκνα καὶ ἀποκτενοῦσι αὐτά· ὕστερον δὲ σπλαγχίζονται ἐπ’ αὐτοὺς καὶ πενθοῦσι τὰ τέκνα ἅπερ ἐφόνευσαν. Τῇ οὖν αὐτῇ ἡμέρᾳ ἡ αὐτῶν μήτηρ ἐλεεῖ τὰ ἴδια τέκνα καὶ τὰς ἑαυτῆς πλευρὰς περιτίλασα ἀναπτύσσει, τὰ δὲ αἵματα στάζοντα ἐπὶ τὰ νεκρὰ σώματα αὐτῶν τῶν θανόντων τέκνων ζωογονεῖ αὐτὰ, καὶ ἐγείρονται φυσικῷ τινι τρόπῳ.

Τούτων οὖν ἡ χολὴ μετὰ νίτρου σμηχομένη μελαίνας ἀλφοὺς ἰᾶται καὶ οὐλὰς μελαίνας ὁμόχρους ποιεῖ καὶ ἄργυρον στυγνὸν λαμπρὸν ποιεῖ καὶ πᾶσαν μέλαιναν 〈πληγὴν〉 ἰᾶται.

Τὸ δὲ αἷμα αὐτῶν ποθὲν ἐπιληψίαν ἰᾶται.

ΣΤΟΙΧΕΙΟΝ Σ.

Σπίνος στρουθίον εὖμορφον καὶ πᾶσι γνωστὸν ἐν ἀγροῖς διαιτώμενον.

Τοῦτο βιβρωσκόμενον εὐμορφίαν δίδωσι καὶ ἀμέθυστον φυλάττει ἄνθρωπον. (f. 105 r.)

Σεισοπυγίς, στρουθίον παρ’ ὀχετοῖς καὶ ῥύμαις εὑρισκόμενον. Τούτου ἡ πύγη δι’ ὅλου κινεῖται, ὅθεν καὶ οὕτως ὠνομάσθη.

Ἐὰν οὖν τις αὐτὴν βάλλῃ ὅλην σὺν τοῖς πτεροῖς εἰς κύθραν καὶ ἀπανθρακώσῃ καὶ λειώσας δῴη ἐν ποτῷ γυναικί, ποιήσει αὐτὴν ἀπὸ τοῦ ἔρωτος λύεσθαι. Ἔστιν γὰρ φιλτροπόσιμον ἀπαράβατον, ὃ οὐδεὶς οἶδεν.

ΣΤΟΙΧΕΙΟΝ Τ.

Ταὼν ὄρνεον ἐστιν ἱερώτατον, πάνυ ποικίλον, εὔμορφον, εἰς τὴν οὐρὰν ἔχον τὴν τέρψιν. Τοῦτο ὅτε βιάζεται, ἀναβοᾷ, καὶ μετὰ τὸ βιβάσαι, εἰς τὰ ὀπίσω ἀναχωρεῖ. Τὸ ἔαρ μόνον βιβάζει. Τούτου τὰ ὠὰ εἰς χρυσοποιίαν ποιοῦσιν, ὥσπερ καὶ τὰ τοῦ χηνός. Ἐὰν δὲ ἀποθάνῃ (f. 105 v.) ὁ ταών, οὕτε σέπτεται, οὕτε ὄζει δυσῶδες, ἀλλὰ μένει ὡς ἐσμυρνισμένος.

Τούτου ὁ ἐγκέφαλος φιλτροπόσιμός ἐστι.

Ἡ δὲ καρδία φορουμένη εὐείδειαν καὶ ἐπιτυχίαν παρέχει.

Τὸ δὲ αἷμα αὐτοῦ ποθὲν δαίμονας ἀποδιώκει.

Τὰ δὲ ἐντὸς αὐτοῦ καὶ ἡ κόπρος θυμιώμενα πᾶν φαῦλον ἀποδιώκουσιν καὶ μανίαν.

Αὐτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς θεραπεύει.

Ἡ δὲ κόπρος πινομένη ἐπιληψίαν ἰᾶται.

Τρυγὼν στρουθίον πᾶσι γνωστόν, μονανδρίᾳ ἀρκοῦν.

Ταύτης ἡ κόπρος μετὰ μέλιτος λευκώματα καθαίρει· σὺν δὲ ῥοδίνῳ λειωμένη καὶ χριομένη ὑστέραν θεραπεύει.

Τρυγὼν δὲ αὐτὴ ἐσθιομένη σωφροσύνην καὶ ἀνδράσι καὶ γυναιξὶν ἀλλήλοις ἐργάζει.

ΣΤΟΙΧΕΙΟΝ Υ.

Ὑπεριονὶς ἀετός ἐστι θήλεια. Ταύτης ἡ δύναμίς (f. 106 r.) ἐστιν ὁποία καὶ τοῦ ἄρρενος.

Ἡ δὲ κόπρος αὐτοῦ σὺν μέλιτι συναγχικοὺς ἰᾶται ἄκρως καὶ ὅσα περὶ τὸν τράχηλον πάθη καὶ βῆχας ὠφελεῖ.

Ἡ δὲ καρδία ταύτης παρὰ γυναικῶν καταπομένη ἰσχυρὰς αὐτὰς ποιεῖ καὶ ὑγιαινούσας καὶ ἀνδρῶν ἰσχυροτέρας καὶ σώφρονας.

ΣΤΟΙΧΕΙΟΝ Φ.

Φήνη ὄρνεον ἐστιν ὀστοκλάστης, ὅπερ οὐ μόνον σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ ὀστᾶ ἐσθίει.

Τούτου ξηρὰν τὴν κοιλίαν ἐάν τις λειώσας πίῃ μετ’ οἴνου, πέψιν εἰς ἄκρον ἐργάζεται· καὶ φορουμένη δὲ αὐτὸ ποιεῖ· ὁμοίως καὶ λιθουρίαν καὶ δυσουρίαν θεραπεύει.

Ὀστέον δὲ ἐκ τοῦ μηροῦ τοῦ ὀρνέου περιαφθὲν ἐν μηρῷ κιρσοὺς θεραπεύει τοὺς ἐν τοῖς ποσίν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη λευκώματα παύει καὶ λέπρας.

(f. 106 v.) Φασιανὸς ὄρνεον ἐστι πᾶσι γνωστόν.

Τούτου ἡ κόπρος χριομένη καὶ πινομένη ἔντασιν ποιεῖ.

Τὸ δὲ στέαρ αὐτοῦ τετανικοὺς πάνυ ὠφελεῖ, καὶ ὑστέρας πάθη.

Τὸ δὲ αἷμα αὐτοῦ δηλητηρίων ἀντιφάρμακον.

Ἡ δὲ χολὴ ὀξυωπίαν παρέχει.

Φαλαρίς, πτηνὸν τὸ λεγόμενον λευκομέτωπον· ὅλον γάρ ἐστι μέλαν, τὸ δὲ μέτωπον ἔχει λευκόν. Εὑρίσκεται δὲ ἐν ποταμοῖς καὶ λίμναις.

Τούτου ὁ ἐγκέφαλος σὺν ἐλαίῳ παλαιῷ μιχθεὶς πάντα ἐν ἕδρᾳ πάθη θεραπεύει τὰ καταστίκτοντα τὸν ἄνθρωπον.

Βρωθεὶς δὲ ὁ ὄρνις ἀντιφάρμακον δηλητηρίων ἐστὶν ἀναγκαῖον.

ΣΤΟΙΧΕΙΟΝ Χ.

Χελιδὼν ἡ τὸ ἔαρ πάντας διυπνίζουσα ἔχει πρᾶξιν τοιαύτην· ἐάν τις τοὺς νεοσσοὺς αὐτῆς βάλλῃ εἰς χύτραν καὶ προσπηλώσας ὀπτάσῃ, ἔπειτα δὲ ἀνοίξας τὴν χύτραν κατανοήσῃ, εὑρήσει τοὺς νόσσους δύο (f. 107 r.) ἀποστρεφομένους ἀλλήλοις.

Ἐὰν οὖν λάβης τοὺς φιλοῦντας καὶ λειώσῃς μετὰ ῥοδίνου καὶ ἀλείψῃς γυναῖκα, παραχρῆμα σοὶ ἀκολουθήσει.

Εἰ δὲ καὶ δῴης πιεῖν ἐκ τῆς τέφρας, μανήσεται ἀπὸ τοῦ ἔρωτος· λύσεις δὲ τοῦτο. Λαβὼν ἐκ τῆς τέφρας τῶν νεοσσῶν τῶν ἀποστρεφομένων, ἄλειψον ἢ πότισον· καὶ ἀποστρεφήσεται ὁ ἔρως ὁ πολύς.

Ἡ δὲ τέφρα αὐτῶν τε καὶ τῶν μητέρων σὺν μέλιτι διαχριομένη συναγχικοὺς ἰᾶται, καὶ βρόγχου ἕλκη σὺν μελικράτῳ πινομένη.

Αὐτὴ δὲ ἡ χελιδὼν συνεχῶς ἐσθιομένη ἱερὰν νόσον θεραπεύει.

Οἱ δὲ ἐντὸς τῆς κοιλίας τῶν νεοσσῶν λίθοι περιαπτόμενοι δεξιῷ βραχίονι ἡπατικοὺς ἰῶνται. Προφυλακτικοὶ δέ εἰσιν βηχός, κορύζης, σταφυλῆς παρισθμίων καὶ πάσης ὀφθαλμίας.

Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι μετώπῳ ὀφθαλμίαν παύουσι (f. 107 v.) καὶ παντοῖον ῥιγοπύρετον ἰῶνται. Ἐσθιόμενοι δὲ ἐπιληψίαν παύουσι καὶ ὠκυτοκίαν παρέχουσιν.

Ἡ δὲ τέφρα σὺν μέλιτι χριομένη ὀξυωπίαν ποιεῖ. Διαχριομένη δὲ ὡσαύτως ἕλκη τὰ ἐν φάρυγξι καὶ γλώττῃ τὰ ἤδῃ νεμόμενα καὶ γαγγραίνας ἄκρως θεραπεύει.

Ὁ δὲ πηλὸς τῆς καλιᾶς αὐτοῦ μεθ’ ὕδατος λειωθεὶς καὶ περιχριόμενος τραχήλῳ καὶ φάρυγγι φλεγμονὰς καὶ συνάγχην ἰᾶται· σὺν ὄξει δὲ κεφαλαλγίαν παύει.

Ἡ δὲ κόπρος αὐτῆς ποθεῖσα φύματα ἰᾶται. Μετὰ χολῆς δὲ αἰγείας μιχθεῖσα βάπτει τρίχας μελαίνας καὶ ἀλφοὺς [μελαίνας] ἰᾶται.

Χαραδριός, ὄρνεον βασιλικὸν προγνωστικόν· ἐὰν γάρ τις ἀρρωστῇ καὶ εἰσάξουν ἔμπροσθεν αὐτοῦ τὸ ὄρνεον καὶ ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ νοσοῦντος, ἀποθνήσκει· εἰ δὲ ἀτενίσει τῷ νοσοῦντι, αἴρει (f. 108 r.) ἅπασαν νόσον καὶ ἀνίπταται εἰς τὸν ἥλιον καὶ ἀπορρίπτει τὴν νόσον, καὶ σώζεται καὶ ὁ ἀσθενῶν καὶ τὸ πτηνόν.

Τούτου ἡ καρδία καὶ ἡ κεφαλὴ φορουμένη ἄνοσον καὶ ἀβλαβῆ ἀπὸ παντὸς πάθους ποιεῖ τὸν φοροῦντα ἐπὶ παντὸς βίου αὐτοῦ.

Χήν ἐστι ζῶον ὄρνεον γνωστόν.

Ζώσης οὖν χηνὸς ἐάν τις ἀποκόψῃ τὴν γλῶσσαν ψαλίδι καὶ ἀποθῆται ἐν τῷ στήθει καθεύδοντος ἀνδρὸς ἡ γυναικός, ἐξομολογήσεται πάντα ὅσα ἔπραξεν.

Ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν τῷ ἰδίῳ στέατι καὶ μελιλώτῳ καὶ ἑψήματι ἑφθὸς προστεθεὶς ῥαγάδας καὶ αἱμορροΐδας καὶ πᾶσαν φλεγμονὴν δακτυλίου θεραπεύει. Σὺν δὲ ῥοδίνῳ 〈καὶ〉 στέατι καὶ ὀπτοῖς λεκίθοις ὤων λειωθεὶς πρὸς φλεγμονὴν μήτρας ποιεῖ. Μετὰ δὲ μυελοῦ ἐλαφείου πρὸς ῥαγάδας χειλῶν καὶ χείμετλα ἁρμόζει. Σὺν κρινίνῳ ἐλαίῳ δὲ ἐνιέμενος (f. 108 v.) ἕλκει νεκρὰ ἔμβρυα. Πρὸς δὲ τὰς ἀφθὰς χρήσιμος, μετὰ χυλοῦ στρύχνων. Σὺν μέλιτι δὲ τὰ πεῖ γλῶσσαν ἰᾶται. Σὺν δὲ νάρδῳ ποιεῖ πρὸς τὰ ῥευματιζόμενα ὦτα καὶ χρόνια. Σὺν δὲ σταφίσιν ἀγρίαις λειωθεὶς ἄνθρακας καθαίρει.

Ἡ δὲ χολὴ αὐτοῦ, μάλιστα τοῦ ἀγρίου, μετὰ χυλοῦ πρασίου ἢ πολυγόνου πεσσῷ τεθεῖσα σύλληψιν ποιεῖ ἀνδράσι τε ἔντασιν.

Τὸ δὲ στέαρ χρήσιμον πεσσοῖς, ἀκόποις, μαλάγμασιν.

Ἡ δὲ κόπρος σὺν ὕδατι ποθεῖσα βῆχας παύει· ἡ δὲ τοῦ ἀγρίου χηνὸς κόπρος θυμιωμένη δαίμονας ἀπελαύνει καὶ ληθαργὸν ἰᾶται καὶ ὑστερικὴν πνιγάδα.

Ἡ δὲ χολὴ μετὰ χολῆς βοὸς καὶ χυλοῦ δάφνης κώφωσιν ἰᾶται.

Ὁ δὲ ζωμὸς αὐτοῦ ποθεὶς σὺν οἴνῳ βοηθεῖ τοῖς πίνουσιν οἶνον ἢ ἀκόνιτον ἢ δορύκνιον.

Τὰ δὲ σπλάγχνα τοῦ χηνὸς ὀπτὰ ἐσθιόμενα τὸ μὲν ἧπαρ ὠφελεῖ στομαχικούς, ἡ δὲ κοιλία κοιλιακούς, (f. 109 r.) τὰ δὲ ἔντερα κωλικούς, ἡ δὲ καρδία καὶ ὁ πνεύμων φθισικοὺς ἰῶνται.

ΣΤΟΙΧΕΙΟΝ Ψ.

Ψιττακός ἐστι πτηνὸν ὡραῖον πράσινον. Πόδες δὲ αὐτοῦ καὶ στόμα πυρρόν. Εὑρίσκεται ἐν Θηβαΐδι τῆς Αἰγύπτου καὶ ἐν τῇ Ἰνδίᾳ. Ἰσχυρὸν στόμα ἔχει ὡς καὶ σίδηρα ἀνταναιρεῖ. Μιμεῖται δὲ καὶ ἀνθρώπους τὴν φωνὴν καὶ πᾶν ζῶον.

Τούτου τὸ στόμα φορούμενον δαίμονας ἀποδιώκει καὶ πᾶν ῥιγοπύρετον καὶ δύναται ὅσα καὶ ὁ χήν.

Ἐσθιόμενος δὲ ἰκτεριῶντας καὶ τοὺς φθισικοὺς καλῶς ἰᾶται.

Ψάρος, στρουθίον κατάστικτον πᾶσι γνωστὸν ὅπερ ἐσθίει κώνειον, ὡς ὄρτυξ τὸν ἐλλέβορον.

Τοῦτο ἐσθιόμενον βοηθεῖ πᾶσιν τοῖς δηλητήριον πεπωκόσι παντοῖον· ἐὰν δὲ καὶ προφάγῃ, οὐ μὴ ἀδικηθῇ, οὐδὲ μὴ βλαβῇ.

ΣΤΟΙΧΕΙΟΝ Ω.

Ὠὰ ὀρνίθων νεαρὰ ἐπιχρισθέντα πυρικαύστους ἰᾶται.

Ὠὸν δὲ εὐθύτοκον περιαφθὲν (f. 109 v.) ὠκυτόκιόν ἐστι· ἔστι δὲ πολύχρηστον καὶ ἀναγκαῖον τοῖς περὶ τοῖς ὀφθαλμοῖς πάθεσι.

Ὠῶν δὲ λέκιθος ὀπτὴ μετὰ μυρσίνης τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰᾶται, καὶ πᾶσαν φλεγμονὴν καὶ ῥευματισμὸν καταστέλλει. Χρήσιμον δὲ καὶ πεσσοῖς, καὶ τοῖς περὶ τὴν ἕδραν ὑστερῶν πάθεσι, καὶ πᾶσαν ὀδύνην ἰᾶται, μάλιστα δὲ φλεγμονὰς ἐρυσιπέλων καὶ φυμάτων. Ὠμὸν δὲ ῥοφούμενον στέλλει οὖν γυναικὸς καὶ ἀναγωγὰς αἱμάτων καὶ ἀρτηρίας λαμπρύνει. Ποιεῖ δὲ πρὸς φλεγμονὴν δακτυλίου καὶ ῥαγάδας καὶ πᾶσαν ὀδύνην ἄκρως.

Τὸ δὲ κέλυφος αὐτοῦ καυθὲν καὶ λειωθὲν ἐμφυσᾶται πρὸς αἱμορραγίας μυκτήρων· σμηχόμενον δὲ ὄδοντας λαμπρύνει.

Ὁ δὲ ὑμὴν πεποίηται πρὸς χείλη ἐρρωγότα καὶ τραχεῖαν γλῶσσαν. Ποιεῖ δὲ ἁρμοδίως πρὸς χρυσοποιίαν. Ὁμοίως δὲ καὶ τὰ τοῦ χηνός (f. 110 r.) καὶ τοῦ ταῶνος.

Τὸ δὲ ὠὸν τῆς ἴβεως θηρία διώκει ὀπτόμενος.

Τὰ δὲ κορώνης ὠὰ χριόμενα τοῖς αἰδοίοις ἡδονικά ἐστι καὶ φίλτρον ποιεῖ. Ὁμοίως δὲ καὶ τὰ τῆς χελιδόνος καὶ μελαίνουσι τρίχας 〈καὶ〉 λευκώματα.

Τὰ δὲ τῆς περιστερᾶς ἐσθιόμενα ἔντασιν ποιοῦσιν.

Ὠὰ δὲ πέρδικος λεῖα σὺν μέλιτι ὠξυωπίαν παρέχουσι καὶ ὠκυτόκιά εἰσι.

Στρουθοκαμήλου ὠὸν ποδαγροὺς χριόμενον ὠφελεῖ.

Ὠὰ ἀράχνης ποθέντα, τρία ἐπὶ τριταίου καὶ τέσσαρα ἐπὶ τεταρταίου καὶ ἀμφημερινὸν καὶ πάντα κακὸν ἀποδιώκουσιν.

Ὠὰ δὲ ὀρνίθων ἄζυγα ὄνου οὔρῳ ἑψήσας δὸς φαγεῖν νεφριτικοῖς καὶ κωλικοῖς, καὶ ἰάσεις ὥστε θαυμάσαι.

Ὠὰ δὲ θαλασσίας χελώνης βρωθέντα σεληνιακοὺς θεραπεύουσιν. Τέλος τῆς τρίτης βίβλου κυρανίδος. (f. 110 v.)

ΠΕΡΙ ΙΧΘΥΩΝ
ΣΤΟΙΧΕΙΟΝ Α.

Ἀετός ἐστιν ἰχθὺς θαλάσσιος ἀλέπιδος, ὅμοιος ἱέρακι χρόᾳ, μελανώτερος δέ, παρεοικὼς κατὰ πάντα τρυγόνι δίχα τοῦ κέντρου.

Τούτου οὖν τοῦ ἰχθύος οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι τετραΐζοντας ἰῶνται.

Ἡ δὲ χολὴ χριομένη ὀξυωπίαν παρέχει.

Τὰ δὲ ὀστέα αὐτοῦ καιόμενα ἐπὶ ἀμπελίνων ξύλων δαίμονας διώκει.

Ἐσθιόμενος δὲ ὁ ἰχθὺς ἐπιληψίαν ἰᾶται.

Ἀνθίας, ἰχθὺς μέγιστος.

Τούτου ἡ χολὴ σὺν μέλιτι χριομένη ἐξανθήματα θεραπεύει καὶ ἀνθηρὸν τὸ πρόσωπον ποιεῖ.

Τὸ δὲ στέαρ αὐτοῦ σὺν κηρωτῇ ἐξωφάκας καὶ στεατώματα καὶ ἀποστήματα καὶ μασθοὺς καὶ χοιράδας καὶ δοθιῆνας ὠφελεῖ.

Λίθοι δὲ τῆς κεφαλῆς περιαπτόμενοι κεφαλαλγίας ἰῶνται (f. 111 r.) καὶ ὅσα κεφαλῆς πάθη καὶ τραχήλου.

Ἀμία, ἰχθὺς τολμηρὸς καὶ τοὺς ἄλλους ἰχθῦς ἐπιτρέχων.

Τούτου οἱ ὄδοντες φορούμενοι, ὀδοντοφυεῖ τὰ παιδία.

Ἐσθιομένη δὲ δυσουρίαν παύει.

Οἱ δὲ ὄδοντες χωννύμενοι εἰς τὰς ῥίζας τῶν δένδρων ἢ εἰς ῥοδωνιᾶς ἄνθη πολλὰ φέρουσιν.

ACHARNI pisciculi sunt parvi: horum vis ventrem mollit, renibusque prodest.

Ms. 2510 (= S), (f. 80 r.)] * Ὀστακὸς ὀστρακόδερμός ἐστιν. Τούτου τὸ ὄστρακον κεκαυμένον καὶ λειωθὲν μετὰ χυλοῦ ὀρύζου καὶ διδόμενον κοιλιακοὺς ὠφελεῖ καὶ αἱμορραγίαν ἵστησι.

(Ms. Α, suite du f. 111 r.)

ΣΤΟΙΧΕΙΟΝ B.

Βάτος (οἱ δὲ βατίς), ἀλέπιδον ὀψάριον. Ῥωμαῖοι τούπαιναν αὐτὴν καλοῦσιν.

Ἐσθιόμενον συνεχέστερον ἀφροδισίαν παρορμᾷ.

Βούγλωσσον θαλάσσιον τὸ λεγόμενον σκυθόπομα, ἐπιτεθὲν σπληνὶ καὶ φασκιωθὲν τήκει αὐτὸν φυσικῷ τρόπῳ. Δεῖ δὲ μετὰ τρεῖς ἡμέρας ὑπὸ καπνὸν αὐτὸ κρημνᾶν.

Βδελλῶν καυθεισῶν τὴν τέφραν ὄξει λειώσας καὶ ἐκτίλας τὰς ἐν βλεφάροις τρίχας ὑπόχριε, (f. 111 v.) καὶ οὐκέτι φυήσονται...

Ἁρμόζουσι δὲ καὶ σπληνικοῖς, ὑδρωπικοῖς, ὄμμασι ῥευματιζομένοις, τῷ μετώπῳ ἐπιτεθεῖσαι.

Καπνιζόμεναι δὲ κόριδας ἀναιροῦσι.

Βδέλλας δὲ καταποθείσας ἐξάγουσι κόριδες ὑποθυμιώμεναι· ἀντιπαθοῦσι γὰρ ἀλλήλαις.

BLANIUS (forte leg. βλακείας) piscis est fluviatilis.

Hujus caput incensum el cum melle solutum et superlitum visus acutissimos praestat; fel quoque ejus idem facit.

ΒOBES, alii vero Bufeos dicunt pisces, sunt similes parvis cephalis. Hi esi renibus prosunt. Fel autem visum acuit. Spinae autem succensae et xerion factae ulcera sanant.

ΣΤΟΙΧΕΙΟΝ Γ.

Γῆς ἔντερα ἐπιτεθέντα νευροτρόπους ἄκρως ἰᾶται.

Ποιοῦσι δὲ καὶ πρὸς ἀποστήματα μασθῶν, καὶ γαγγλίαν ἀναλύουσι σὺν μέλιτι λειωθέντα καὶ ἐπιτεθέντα καὶ σκορπτοπλήκτους ἰῶνται, καὶ νύγμα ζμυραίνης θαλασσίας.

Σὺν οἴνῳ δὲ λεῖα ποθέντα λαθραίως λίθους θρύπτουσι καὶ δυσουρίαν ἰῶνται· γάλα δὲ πολὺ ἄγει ταῖς θηλαζούσαις, ὡς εἴρηται ποθέντα· ὀδονταλγίαν δὲ ἐπιτεθέντα πάνυ θεραπεύουσι· σὺν ἐλαίῳ δὲ ἐψηθέντα μέχρι τακῶσι, τοῦ ἐλαίου ἐγχριο μένου ὠταλγίας ἰῶνται· καέντων δὲ τέφρα σὺν ὄξει λειωθεῖσα καὶ ἐπιχρισθεῖσα ἐρυσιπέλατα ἰᾶται.

Εἰς δὲ τὰ βρώματα τῶν μυλῶν ἐντιθέμενοι ἐξαιροῦσιν αὐτοὺς ἀνωδύνως, ὥστε ἀκολουθεῖν ἀπὸ (f. 112 r.) τῆς ῥίζης τὴν μύλην τῇ χειρὶ ἐκριζωμένην· μετὰ δὲ κηρωτῆς γινόμενοι λεῖοι διὰ ὠῶν ἐπιτεθέντα ποδάγραν ἰῶνται.

Γόγγρος ἐστὶν ἰχθὺς θαλάσσιος μέγας ἐγχέλιδι ἐοικώς. Οὗτος ἑψηθεὶς σὺν ἐλαίῳ ἕως οὗ λυθῇ καὶ διηθουμένου τοῦ ἐλαίου καὶ κηρῷ ἐπιβαλλομένου, ἐὰν ἐπιπλάσσῃς τὴν κηρωτήν, γυναιξὶν ἐγκύοις οὐκ ἐᾷ ῥήγνυσθαι τὰς κοιλίας αὐτῶν. Ὠφελεῖ δὲ καὶ ἀρθρῖτιν καὶ ῥαγάδας ποδῶν.

Γλάνεος ἰχθύς ἐστι ποτάμιος καὶ λιμναῖος. Τοῦτου τὰ ὀστᾶ καιόμενα δαίμονας ἀποδιώκει.

Ἡ δὲ χολὴ ἐγχριομένη λευκώματα καθαίρει.

Τὸ δὲ ἧπαρ ἐσθιόμενον ἐπιληψίαν ἰᾶται.

Ὅλος δὲ ἰχθὺς εὐστόμαχος, κἂν αἰτιῶνται τοῦτόν τινες.

Γλαῦκος, ἰχθὺς ἐνάλιος μέγιστος. Οὗτος μετὰ λαχάνων ἢ μαράθρων ἑψηθεὶς καὶ ἐσθιόμενος γάλα πολὺ ποιεῖ γυναιξίν.

Οἱ δὲ ἐν κεφαλῇ λίθοι περιαπτόμενοι ὀφθαλμίαν ἰῶνται.

Ἡ δὲ χολὴ γλαυκοφθαλμίαν (f. 112 v.) παιδίων μελαίνει, ὄμματα καὶ λευ κώματα ἰᾶται.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἀμφότεροι καὶ ὄρφου ὁμοίως καὶ θύννου καὶ ἀστέρος θαλασσίου καὶ χολὴ ὑαίνης συλλειόμενα, ἐὰν μίξῃς οἵου βούλει θηρίου στέαρ καὶ λύχνου καιομένου θυμιάσῃς, οἱ ὁρῶντες νομίσουσιν τὸ θηρίον ἐκεῖνο εἶναι οὗ τὸ στέαρ ἔμιξας. Ὁμοίως δὲ καὶ ὕδωρ θαλάσσιον μίξας, δόξουσιν θάλασσαν εἶναι, εἰ δὲ ἀπὸ ποταμοῦ, ποταμόν, εἰ δὲ ἀπὸ βροχῆς, βροχήν. Τὸν δὲ ἀστέρα ὁλόκληρον βάλε συνθλάσας.

ΣΤΟΙΧΕΙΟΝ Δ.

Δελφὶς τὸ κητῶέν ἐστιν ἐνάλιον ζῶον. Πλῆθος δὲ ἐκβλίσκεται κατὰ τὸν Εὔξεινον Πόντον, ὅθεν τὸ δελφινέλαιον καὶ ἡ ἰχθυόκολλα γίνεται.

Τούτου ὁ ἀσκὸς φυσηθεὶς καὶ τιθεὶς πρὸς ἄρκτον ποιεῖ βορρᾶν φυσᾶν· εἰ δὲ τιθεὶς πρὸς μεσημβρίαν, νότον· ὁμοίως καὶ εἰς τοὺς ἄλλους ἀνέμους δρᾷ.

Οἱ δὲ ὄδοντες αὐτοῦ περιαπτόμενοι παισὶν ὀδοντοφυοῦσιν ἁρμόδιοι.

Ἡ δὲ κοιλία αὐτοῦ ξηρὰ λεία ποθεῖσα σπληνικοὺς ἰᾶται.

(f. 113 r.) Δράκων ἰχθὺς θαλάσσιος ἰοβόλος λίαν· οὗτος ἀναπτυχθεὶς τὴν ἰδίαν πληγὴν θεραπεύει.

Τὸ δὲ κέντρον αὐτοῦ καὲν καὶ 〈ὄδοντι〉 ἐπιτεθὲν 〈με〉τὰ χυλοῦ ὀποῦ τιθυμάλλου ἐκριζοῖ αὐτόν.

Οἱ δὲ ἐν τῇ κεφαλῇ λίθοι ποθέντες λιθουρίαν θεραπεύουσιν.

Ἐὰν δὲ τεφρωθῇ καὶ ἐπιπασθέν, ἐκ τῆς πληγῆς αὐτοῦ ἕλκη μετὰ θείου θεραπεύει.

Τὸ δὲ κέντρον αὐτοῦ δένδρῳ πηχθὲν αὐτίκα ξηραίνει αὐτό.

〈ΣΤΟΙΧΕΙΟΝ Ε.〉

Ἐγχέλυος τὸ ἧπαρ ὅλον σὺν τῇ χολῇ, ἐὰν λειώσας σὺν οἴνῳ δῴης πιεῖν λάθρα τινί, οὐδέποτε δυνήσεται πιεῖν οἶνον.

Αὕτη δὲ ἡ ἔγχελυς ἐν οἴνῳ πνιγεῖσα ἀμέθυσός ἐστιν, ἐὰν δῷς πιεῖν ἐν οἴνῳ ᾧ ἀπεπνίγη.

Ὀπτὴ δὲ ἐσθιομένη στομαχικοὺς καὶ δυσεντερικοὺς ἰᾶται.

ELOPS piscis est magnus, similis glauco. Hujus adeps et fel omnem caliginem oculorum curant. Jecur autem ejus esum et assum epaticos curat. In capite vero lapides ejus suspensi omnem cephalalgiam et hemicraniam 〈 sanant 〉.

Ἐχίνου θαλασσίου ἡ σὰρξ ἐσθιομένη κοιλίαν μαλάσσει καὶ νεφροὺς καὶ λιθουρίαν ἄκρως θεραπεύει σὺν κονδίτῳ λαμβανομένη.

Αὐτὸς δὲ ὁ ἐχῖνος καυθεὶς καὶ λειωθεὶς τὴς τέφρας καὶ σμηχομένη λέπραν ἰᾶται καὶ ἕλκη ὀφρύων ταχέως ἐπουλοῖ (f. 113 v.) καὶ πᾶν ἕλκος ταχέως εἰς οὐλὴν ἄγει.

Ἀλωπεκίαν δὲ δασύνει μετὰ στέατος ἀρκτείου ἢ δελφινείου ἢ θείου ἀλειφόμενον.

Ἐχενηὶς ἰχθύς ἐστιν ἐνεργής. Οὗτος, ἐὰν κολλωθῇ πλοίῳ ἀρμενίζοντι φερομένῳ οὐρείᾳ, ἵστησιν αὐτό.

Λαβὼν οὖν ἐχενηίδα ζῶσαν βάλε αὐτὴν εἰς καπνέλαιον ἵνα πνιγῇ, καὶ ὅτε βούλει ἑψῆσαι, στάθμισον τὸ ὀψάριν· ἐὰν οὖν ἔχῃ λίτραν α′. βάλε καπνέλαιον ξέστην α′ καταλυθέντος τοῦ ἰχθύος, καὶ ἕψει μαλακῷ πυρί· καὶ ὅταν γνώσῃς ὅτι ἐλύθη τὸ ὀψάριον καὶ ἔστιν ὁ χυλὸς μετὰ ἐλαίου, διήθησον 〈καὶ 〉 πρόσμιγε βουτύρου πρωτείου γο γ′ εἰς τὸν χυλὸν τοῦ ὀψαρίου καὶ εἰς τὸν ξέστην, καὶ ὅταν ἑψηθῇ, ἀπόθου ἐν ὑελίνῳ ἄγγει, χρῶ δὲ ἀλείφων ἐκ τούτου πόδας, χεῖρας, ἄρθρα· ἐὰν γὰρ ὡς δέκα ἐτῶν ἐστιν τὸ πάθος τῆς ποδάγρας θεραπευθήσεται, κἂν ποδάγρα, κἂν χειράγρα ἐστίν, κἂν τε γονάγρα. (f. 114 r.) Χρῶ δὲ ἐν κοίτῃ καὶ ἀπὸ λούτρου. Ἑψῶν πρόσεχε μὴ ὑπερζέσῃ τὸ καπνέλαιον, ἐπεὶ ἐμπρησμὸν ποῖει. Ἕψει οὖν αὐτὸ ἐν ὑπαίθρῳ καὶ οὐκ ἐν οἰκίᾳ τὸν σταθμὸν τὸν προειρημένον βαλών. Εἰ δὲ ἔχει ὁ ἰχθὺς λίτρας θ′ ἢ ζ′ ἢ ἐλαττότερον, βάλε καὶ καπνέλαιον τόσον, τὸ δὲ βούτυρον γο θ′. Τὸ δὲ καπνέλαιον νάφθα ἐστίν.

ΣΤΟΙΧΕΙΟΝ Ζ.

Ζμύραινά ἐστιν θηρίον θαλάσσιον καὶ κακουργὸν καὶ πονηρόν, ἀλέπιδον, ἔχον φολίδας μελαίνας ἐν τῇ ῥάχει καὶ ἐν τῇ δορᾷ, ἰοβόλον δὲ καὶ ὁρμητικὸν ἐπ’ ἀνθρώ πους. Ἐναντία ἐστὶν ἡ ζμύραινα τῷ ὀκτάποδι καὶ ἀναιρεῖ αὐτόν. Τὴν δὲ ζμύραιναν ἀναιρεῖ κάραβος, ὥστε ζμυραίνης καὶ καράβου ἄμφω ἑψημένων ἀφανίζεται ἡ ζμύραινα. Τὸν δὲ κάραβον πάλιν ἀναιρεῖ ὁ πολύπους.

Τῆς ζμυραίνης οἱ ὄδοντες ἁρμόζουσιν ὀδοντοφυοῦσιν παιδίοις περιαφθέντες.

(f. 114 v.) 〈Μετὰ› πεπεροζώμου δὲ ἐσθιομένη νεφριτικοὺς ἰᾶται, καὶ ἐλεφαντίασιν καὶ τὰ ψωρώδη πάθη ἄκρως ἰᾶται.

ΣΤΟΙΧΕΙΟΝ Η.

Ἧπαρ ἰχθύς ἐστι μαλακός, ἀργός, ἧπαρ μέγα ἔχων.

Τούτου ἡ χολὴ σὺν μελικράτῳ ποθεῖσα ἡπατικοὺς ἄκρως ἰᾶται.

Τὸ δὲ ἧπαρ αὐτοῦ λεῖον ἐπιπλασσόμενον πᾶσαν φλεγμονὴν καὶ ποδάγραν ἰᾶται.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καυθεῖσα ξήριον ἕλκη χρόνια 〈καὶ〉 νεμομένα θεραπεύει.

ΣΤΟΙΧΕΙΟΝ Θ.

Θύννου ὀφθαλμοὺς καὶ πνεύμονος θαλασσίου ἐάν τις λειώσας ῥάνῃ ἐν στέγει τοῦ οἴκου, ὀψὲ δόξουσιν οἱ ἐν τῷ οἴκῳ ἀστέρας ὁρᾶν.

Ἐὰν δὲ ῥάβδον χρίσῃς ὁδεύων ὀψέ, ἀσελήνου, δόξεις φῶς ἐκ τῆς ῥάβδου ἀποπέμπεσθαι.

Ἐὰν δὲ ἐν τοίχῳ ἢ ἐν χάρτῃ γράψῃς οἷον θέλεις θηρίον ἢ ζωγράφησιν, οἱ ὁρῶντες θαμβήσονται.

Θύννων δὲ χολὴ καὶ ἧπαρ συνλειωθέντα καὶ ἐπιχρισθέντα προεκτίλας τὰς τῶν βλεφάρων τρίχας, οὐκέτι ἀναβήσονται.

(f. 115 r.) Θρίσσα παστὴ ἐσθιομένη δυσουρίαν ἰᾶται.

Καυθεῖσα δὲ ἡ τέφρα 〈καὶ 〉 μετὰ ἰρίνου μύρου 〈 ἐπιχρισθεῖσα 〉 τρίχας καλὰς ποιεῖ καὶ πολλάς, καὶ τὰς ἐκπιπτούσας ἵστησιν.

Ὀπτὴ δὲ ἐσθιομένη κωλικοὺς καὶ στομαχικοὺς ὠφελεῖ.

ΣΤΟΙΧΕΙΟΝ Ι.

Ἵππουρος, ἰχθὺς ὃν ἔνιοι ἄνθρωποι κορυφαῖον καλοῦσι.

Τούτου ἡ χολὴ 〈σὺν〉 μέλιτι ἀκάπνῳ ἐπιχριομένη πᾶσαν ἀμβλυωπίαν καὶ ἀμαύρωσιν ἰᾶται.

HIPPOCAMPUS marinus, omnibus notus.

Hic combustus et comminutus in adipe suillo alopeciam summe curat cum sylvestris ficus nigrae foliis, vel ruscae cinere ; cum aceto solutus albositatem et lepram curat: circumligatus autem ischiadicam quietat et tremulis prodest.

(Μs. S, f. 81 r.) Τν′ Ἴουλος (sic), ἰχθὺς ποικίλος, πᾶσι γνωστός.

* Τούτου οἱ ὄδοντες φορούμενοι δαίμονας καὶ φαντασίας διώκουσιν.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ βασκανίας ἀπελαύνουσιν. Συνεχῶς δὲ ἐσθιόμενοι ἐπιληπτικοὺς θεραπεύουσιν.

(Reprise du ms. Α, f. 115 r.)

ΣΤΟΙΧΕΙΟΝ Κ.

Κεφάλου ταρίχου κεφαλὴ καυθεῖσα καὶ σὺν μέλιτι λειωθεῖσα συκᾶς τὰς ἐν ἕδρᾳ, ἐξοχάδας θεραπεύει καὶ τὰ ἐν ἄλλῳ τόπῳ. Ὁμοίως καὶ ἡ κεφαλὴ τῆς πηλαμύδος τὸ αὐτὸ ποιεῖ. Δεῖ οὖν ἀμφότερα μίξαντι ἐπιμελέστατα χρῆσθαι.

KORASCI fel cum melle coctum visus hebetudinem sanat. Hujus fel et corvi et perdicis et scari et scorpionis aequaliter cum melle et opobalsamo lita summe juvat hebetudinem visus patientes senes: et vulturis fel.

Κυνὸς θαλασσίου οἱ ὄδοντες καέντες καὶ σὺν μέλιτι λειωθέντες οὖλα καθαίρουσιν.

Τὸ δὲ δέρμα αὐτοῦ φορούμενον κύνας εἰς φυγὴν τρέπει.

Κυπρῖνος, ἰχθὺς ποτάμιος καὶ λιμναῖος.

(f. 115 v.) Τούτου τὸ στέαρ καὶ τὸ ἧπαρ δαίμονας φυγαδεύει καπνιζόμενα.

Ἡ δὲ χολὴ πασᾶν ἀμαύρωσιν ἰᾶται ἐγχριομένη.

Ἔστιν δὲ τὸ στέαρ συνουσίας ὁρμητικόν· ἐὰν δέ τις αὐτὸ τήξας χρίσῃ τὴν βάλανον τοῦ μορίου, καὶ εὔχροιαν καὶ σύλληψιν ἐργάζεται παραχρῆμα.

Κωβιῶν ὁ ζωμὸς συγκερασθεὶς σὺν γάλακτι λύσιν κοιλίας ἐργάζεται.

Κίχλης ὁ ζωμὸς κοιλίαν μαλάσσει καὶ εὐπεψίαν παρέχει καὶ διεγείρει πρὸς συνουσίαν καὶ γάλα φέρει ταῖς θηλαζούσαις.

KARIS marina, i. gammarus circumligata scorpione percussos sanat. Similiter si superscribas percusso loco : « Karis », citius tollit dolorem: hujusce modi efficaciam habet.

Si quis vero sculpserit karida in lapide achate, et gesserit in annulo, non percutietur a scorpione unquam.

Καρκίνοι ποτάμιοι λεῖοι ποθέντες σὺν γάλακτι αἰγείῳ θεραπεύουσιν σκορπιοπλήκτους καὶ διψάδος καὶ κεράστου δήγματα ἰῶνται.

Σὺν οἴνῳ δὲ μέλανι ἐν πότῳ δοθέντες γυναιξὶ δυστοκούσαις ὠκυτοκίαν ποιοῦσιν.

Λεῖοι δὲ ἐπιτεθέντες βελοτρώτοις ἐξάγουσι τὰς ἀκίδας τῶν βελῶν καὶ σκόλοπας καὶ ἀκάνθας (f. 116 r.) καὶ ὅσα τοιαῦτα.

Σὺν κηρῷ δὲ ἐπιπλασθέντες χείμετλα ἰῶνται.

Καρκίνος θαλάσσιος ὠμὸς σὺν μολίβδῳ κεκαυμένος τριβεὶς καρκινώματα ἰᾶται.

Ἡ δὲ τέφρα αὐτοῦ μετ’ ἐλαίου ὀμφακίνου ἐπιτεθεῖσα χείμετλα καὶ ποδάγρας ὠφελεῖ σὺν κηρωτῇ ἐπιτεθεῖσα.

Κάραβος ὀπτὸς ἐσθιόμενος στομαχικοὺς ὠφελεῖ.

Τὸ δὲ ἀπόζεμα αὐτοῦ σὺν οἴνῳ πινόμενον νεφροὺς καὶ δυσουρίαν ἰᾶται καὶ κοιλίαν φέρει.

Κοχλίων θαλασσίων ὁ ζωμὸς καὶ ἀχάρνων καὶ φωκίδων καὶ ἀφυᾶς καὶ λεπάδων κοιλίαν σκληρὰν γενομένην μαλάσσει καὶ ἁπαλύνει.

KIRYKES marini circumligati nuper enixae mulieri mammarum dolores et tumores sedant.

Cinis autem eorum cum melle conspersus lenticulas et tumores in vultu sanat et nascentia [lire pascentia, sc. νεμόμενα?] curat.

Cocta vero conchylia et kirykia et comesa prosunt iis qui cicutam vel aconitum biberunt.

Et eorum jus percoctum valde prodest his qui nociva farinata (forte l. pharmaca) biberunt.

Ungulae vero earum combustae nervos tortos curant.

Testae autem eorum combustae solutaeque cum melle tumores genarum et nascentia [lire pascentia?] sanant.

Cum aqua vero soluta minutias ossium educunt et carnem recentem nasci faciunt.

Caro vero trita cum albo ovi superposita fronti rheumata hemicraniae curat.

KOCHLIAS, i. limax terrestris, contritus et superemplastratus frontis dolorem et rheuma oculorum sistit, et scrophulas destruit, circumlotus et aurium plagas et rupturas sanat.

Nudus autem limax cum manna, i. pyrograno libani solutus et nari immissus, ex ea [lire eo?] sanguinis eruptionem sistit, et matricis sinum clausum aperit.

Nudae vero cochleae, postquam sol ascendit medio inter cornua absciso calamo acutissimo, exime quod os habet, involutum byssino panno habe ad omnimodam ophthalmiam. Praegustatio omnis ophthalmiae et faucium gulae, et tussis et cephalalgiae, et quotquot circa caput cervicemque passiones contingunt, non sinit fieri: verum etiamsi sunt, curat circumligatum.

Spuma vero cochlearum revellit pilos palpebrarum.

Ipse vero cum testis comminutus [lire commixtus?], cum vino et myrrha et dactylis potatus colicos sanat.

Cinis vero ceroto superpositus sedem prolapsam sanat.

LABRAX piscis est optimus et similis cephalo. Hujus fel cum melle illitum visum acutum praestat, et albulas curat.

Venter autem ejus digestionem facit et fortiter edere.

Gestatus autem idem facit.

Margaritae vero oculorum ejus gestatae ophthalmiam quietant.

Lapides vero qui sunt in capite ejus cephalalgiam sanant et hemicraniam, dexter dextro, sinister sinistro.

Dentes autem circumligati dentes — mittentibus pueris competunt.

In vertice autem ipsius os, superpositum capiti, deglutitas spinas educit.

ΣΤΟΙΧΕΙΟΝ Λ.

Λαγὼς ὁ θαλάσσιος λειωθεὶς καὶ περιχρισθεὶς τὰς ἐκπροτιλείσας τῶν βλεφάρων τρίχας οὐκ ἐᾷ αὖθις ἀναβῆναι.

Τοῖς δὲ πεπωκόσιν αὐτὸν χηνὸς νεοσφαγοῦς αἷμα θερμὸν πότιζε· ἀντιφάρμακόν ἐστιν τῶν δηλητηρίων.

〈 ΣΤΟΙΧΕΙΟΝ Μ. 〉

MAENIDIS caput combustum et superpositum ficus et leprosos ungues et rhagadas ani, et thymos curat.

Garum autem vel muria pastarum maenidum, apta psoris; et marcores faucium ac depastiones collutum sanat mirabiliter.

Ipse vero piscis comestus assus dysuriam et renes sanat, bonum stomachum et digestionem facit.

MARIDES combustae, tritae ac superspersae myrmecidas, thymos et acrochordonas eradicant.

Cum maratro vero coctae, et jus bibitum lac mulieribus confert.

(Μs. S, f. 81 v.) Tνδ′. Μελάνουρος ἰχθὺς ἐσθιόμενος ὀπτὸς ὀξυδορκίαν παρέχει.

Ὁ δὲ ζωμὸς αὐτοῦ πινόμενος κωλικοὺς στροφουμένους ἰᾶται.

ΜYON marinorurm coccorum cum smyrninis, et porris et apiis, cum vino potum ischiadicos curat.

ΜΥΑΚΟΝ cocca [lire concha ?] potata ventrem mollit.

Testae vero combustae factaeque xeron [lire xerion?] i. desiccatorium pastinacationes sistunt et cicatrices curant.

Cum melle vero illitae crassas palpebras tenuant et leucomata, et eundem usum kirykes habent. Oportet autem lavare cinerem aqua. (Ms. Α, f. 116 v.)

ΣΤΟΙΧΕΙΟΝ Ν.

Νάρκα θαλασσία προστεθεῖσα ἐπὶ χρονίων νοσημάτων τῶν περὶ κεφαλὴν πραύνει τὸ σφοδρὸν τοῦ ἀλγήματος, καὶ ἕδραν δὲ ἐκτρεπομένην 〈ἢ〉 προσπίπτουσαν στέλλει προστεθεῖσα παραδόξως.

ΣΤΟΙΧΕΙΟΝ Ξ.

Ξύθος ἐστὶν ἰχθὺς ἣν ἔνιοι ζμαρίδα καλοῦσι.

Ταύτης ταριχείσης ἡ κεφαλὴ καεῖσα ἕλκη στέλλει ὑπερσαρκοῦντα, καὶ νομὰς ἵστησι, καὶ ἥλους καὶ θυμοὺς ἀναλίσκει· σκορπιοπλήκτοις δὲ καὶ κυνοπλήκτοις ὠμὴ ἁρμόζει, καθάπερ καὶ εἰς πάντα ταριχευόμενος.

ΣΤΟΙΧΕΙΟΝ Ο.

Ὄνος θαλάσσιος ὃν τινες πολύπουν, οἱ δὲ ὀκτάπουν λέγουσιν.

Τούτον βαλὼν ἐν καινῇ χύτρᾳ ἔτι ζῶντα ἔκζεσον καὶ τὸν ἀπ’ αὐτοῦ ἰχῶρα δίδου πιεῖν νεφριτικοῖς, λιθουρικοῖς μετ’ οἴνου παλαιοῦ ἐν λοετρῷ, καὶ ἰαθήσονται, καὶ τὸν λίθον ἐξουρήσουσι ψάμμου δίκην λεπτότατον.

ΣΤΟΙΧΕΙΟΝ Π.

Πελωρίδες εἰσὶ θαλάσσια ἰχθύδια.

Τούτων καὶ παγούρων ὁ ζωμὸς κοιλίαν μαλάσσει μετ’ οἴνου πινόμενος.

PULMONARIUS i. cinus marinus superpositus pedibus podagricis et chimethla sanat.

Fecit auterm crebro omnia volatilia coeli super se convolare, ut cum comedatur ab iis, eos capiat.

Fumigata vero ossa ejus avertunt omnia mala, sicut et stella, i. aster.

PELAMYDIS intestina cum capite combusta superspersa pasturas sanant.

PERCAE cinis superspersus ulcerum putredines et oris sanat.

PETREOS jus cum pipere comestum stomachicis prodest et dysuriam curat; nam ejus jus optimum valde est.

ΣΤΟΙΧΕΙΟΝ Ρ.

Ῥαφίς ἐστιν ἰχθὺς ἡ καλουμένη βελονίς.

Τοῦτο καὲν καὶ λειοτριβηθὲν μετὰ ἰρίνου μύρου ἀλωπεκίας τριχοφυεῖν ἀναγκάζει. Ὠς μέγα δῶρον καὶ ἴαμα!

RINAS, i. ranae pellis combusta et trita cum aqua superposita et illita nascentia [lire pascentia?] sanat.

ΣΤΟΙΧΕΙΟΝ Σ.

Σάλπης οἱ ἐν τῇ κεφαλῇ λίθοι φορούμενοι ὁ μὲν δεξιὸς ἔντασιν μεγίστην ποιεῖ, ὁ δὲ εὐώνυμος τὸ ἐναντίον.

Τὸ δὲ στέαρ χριόμενον ἡδονικόν ἐστι κάλλιστον ἐν συνουσίαις πάνυ.

SAURI piscis fel litum mammis lac multum confert.

(Μs. S, f. 81 v.) Τνη’. Σηπίας ὄστρακον τραχέα βλέφαρα σμήχει καὶ τρίχας λεπτύνει τὰς τοῦ σώματος, ὡς καὶ ἡ κίσσηρις. Λάμβανε δὲ αὐτὸ εἰς τοὺς αἰγιαλούς· καὶ λευκώματα καθαίρει συχνῶς ὡς ξηρίον ἐπιπασσόμενον.

SYNAGRIDOS dentes faciunt ad ortum dentium et ad omnem dolorem dentium.

Fel quoque ejus cum olco amygdalino dolorem dentium sedat.

SARGI dentes gestati omnem dolorem dentium avertunt.

ΣΤΟΙΧΕΙΟΝ Τ.

Τρίγλας εἴ τις τὸ γένειον κείρῃ ἔτι ζῶσης αὐτῆς, αὐτὴν δὲ ζῶσαν ἀπολύῃ ἐν τῇ θαλάσσῃ ἀπελθεῖν καὶ δῴη ἐν ποτῷ γυναικί, ἐρωτικὴν ἐπάγει μεγίστην συμπάθειαν καὶ φιλίαν.

Φορούμενον δὲ ἐπιτυχίαν παρέχει πρὸς πᾶν πρᾶγμα.

(Μs. Α, f. 117 v.) Εἰ δέ τις τοὺς ὀφθαλμοὺς αὐτῆς λειώσας χρίσῃ τινὸς ὀφθαλμούς, ἀμβλυωπήσει παραχρῆμα. Ἡ λύσις δὲ τούτου· ἡ χολὴ τοῦ ἰχθύος σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέξει εἰσέτι.

Τρυγόνος θαλασσίας κέντρον εἰς δένδρον πηγνύμενον ξηραίνει αὐτό. Εἰ δὲ εἰς οἰκοδομουμένην οἰκίαν ἡ εἰς πλοῖον κεῖται, ἀστοχίαν δηλοῖ· ἔστι γὰρ κατὰ πάντα αἴτιον βλάβης μεγάλης.

ΣΤΟΙΧΕΙΟΝ Υ.

Ὕδρος ἐστὶν ὄφις τὰ πολλὰ ἐν τοῖς ὕδασι διαιτώμενος, παρὰ λίμναις νηχόμενος, ὑπερέχων τῷ στήθει τοῦ ὕδατος, πονηρὸν ζῶον. Οὗτος ἔχει λίθον ἐν τῇ κεφαλῇ. Ἐὰν οὖν τις αὐτὸν ἀγρεύσῃ, εὑρίσκει τὸν λίθον ἐνεχθέντα ἀπὸ τῆς κεφαλῆς.

Κρεμασμένου καὶ ἐξορκιζομένου τοῦ ὄφιος, ἵνα τὸν λίθον ἐξεμέσῃ, ὑποθυμιωμένης αὐτῷ δάφνης, καὶ λέγομεν οὕτω· « Μὰ τὸν σὲ κτίσαντα Θεόν, ὃν πολλάκις ἀξιῶ προσκυνήσας τῇ διχῆ σου γλώσσῃ, ἐάν μοι δῴης (f. 118 r.) τὸν λίθον, οὐ μὴ σὲ ἀδικήσω, ἀλλὰ σὲ ἀποπέμψω εἰς τοὺς ἰδίους σου τόπους. » Καὶ ἐπὰν ἐμέσῃ τὸν λίθον, λαβὼν ἐν ῥάκει ὁλοσηρικῷ, φύλασσε.

Τοῦ δὲ λίθου τούτου ἡ δύναμις πειράζεται οὕτω. Γέμισον εἰς χαλκοῦν σκεῦος ὕδωρ, καὶ ἐπίθες τὸν λίθον περιάπτων τῷ ἀγγείῳ· σημείωσον οὖν καὶ εὑρήσεις τὸ ὕδωρ ἑκάστης ἡμέρας 〈μειοῦσθαι〉 παρὰ κοτύλας δύο (ὅ ἐστι ὁ ξέστης).

Ἐγὼ οὖν ποτε ὑδεριώσῃ γυναικὶ περιῆψα τὸν λίθον καὶ ἀλυπότατα περιεγενόμην τοῦ πάθους. Παπύρῳ γοῦν ἑκάστης ἡμέρας τὴν κοιλίαν αὐτῆς ἐμέτρουν, καὶ παρὰ δακτύλων τεσσάρων δακτύλους 〈 μειούμενον〉 ἀεὶ τὸ μέτρον ἑκάστης ἡμέρας εὕρισκον· καὶ εἰς τὸ κατὰ φύσιν ἔστησα, καὶ ἀφελόμην. Εἰ γὰρ ἐπιμένει περιαφθεὶς ὁ λίθος, καὶ τὸ ἔμφυτον ὑγρὸν ἐξαναλίσκει καὶ ξηρὸν τὸν φοροῦντα ἀπεργάζεται.

(f. 118 v.) Ἁρμόδιος γάρ ἐστιν πρὸς μέτρον περιαπτόμενος οὐ μόνον ὑδρωπικοῖς, ἀλλὰ καὶ ποδῶν ῥεύματα καὶ δακρύων ἐπιφορὰς καὶ καθόλου τὸ ὁτιοῦν μέλος 〈ἰᾶται〉.

Ῥευματιζομένους δὲ πόδας ἡ κεφαλὴ τῷ τῆς ἀντιπαθείας λόγῳ τῆς φύσεως θεραπεύει.

Τοιαύτην φύσιν τε καὶ ἐνέργειαν οὗτος ὁ λίθος κέκτηται τοῦ ὕδρου ὄφεως τοῦ λεγομένου.

ΣΤΟΙΧΕΙΟΝ Φ.

Φώκης πυτίαν ἐάν τις περιάψηται, νικήσει πάντας ἀντιδίκους ἐν τῷ δικαστηρίῳ. Ἔστιν γοῦν νικητικὸν καὶ δραστικόν.

Αἱ δὲ τρίχες αἱ περὶ τὰς ῥῖνας φορούμεναι ἐν τῇ καρδίᾳ ἐπιτευκτικόν εἰσι καὶ χαριτήσιον μέγιστον.

Τὸ δὲ δέρμα αὐτῆς κἂν ἐν οἴκῳ καὶ ἐν πλοίῳ ἀποκέηται ἢ φόρηται, οὐδὲν ἐπελεύσεται εἰς τὸν φοροῦντα κακόν· ἀποστρέφει γὰρ κεραυνούς, κινδύνους, βασκανίαν, δαίμονας, λῃστὰς καὶ νυκτερινὰ συναντήματα.

Δεῖ δὲ σὺν αὐτῷ ἔχειν λίθον κουράλιον θαλάσσιον.

Νῦν δὲ δεῖ μένον. . . . .

(Μs. S, f. 82 r.)* Κασσύματα δὲ ὁ φορῶν ἐκ τοῦ δέρματος ποδαγρὸς ὢν ἰαθήσεται· ὁ δὲ ὑγιῆς ποτε οὐ ποδαλγεῖ.

Εἰ δέ τις περιδήσει τὸ κατάρτιον τοῦ πλοίου [κεραυνοὺς] οὐδὲ ναυαγήσει ποτέ.

Κεφαλὴν δὲ φώκης ἐὰν χώσῃς μέσον ἀμπελίου, πάντοτε ὁ καρπὸς αὐτοῦ πολὺς ἔσται σφόδρα.

Φώκης ὁ ἐγκέφαλος πινόμενος δαίμονας διώκει καὶ ἱερὰν νόσον θεραπεύει.

Οἱ δὲ ὀφθαλμοὶ πᾶσαν ὀφθαλμίαν ἰῶνται. Δεξιὸς δὲ ταύτης ὀφθαλμὸς ἀξιέραστον καὶ ἐπιτευκτικὸν ποιεῖ τὸν φοροῦντα.

Ἡ δὲ γλῶσσα. . . (comme au livre ΙΙ, lettre Φ, § 6.)

* Αἱ δὲ τρίχες αἱ περὶ τὰς ῥῖνας φορούμεναι καὶ ἡ καρδία ἐπιτευκτικὸν καὶ χαριτήσιον μέγιστον.

Ἐὰν δέ τις τὰς ἐν τῇ ῥινὶ τρίχας μεγάλας καὶ τραχείας οὔσας ἐν ἐλαφείῳ δέρματι δήσας φορῇ, καὶ ἐλεύσεται ἀνὰ μέσον πολεμίων... (la suite comme ΙΙ, 20 Φ, § 5.)

Ἡ δὲ καρδία. . . (comme ΙΙ, Φ, § 4.)

Αἱ δὲ σάρκες. . . (comme ΙΙ, Φ, § 9.)

Ἡ δὲ χολὴ. . . (comme ΙΙ, Φ, § 12.)

Ἐὰν δέ τις. . . (comme ΙΙ, Φ, § 14.)

〈 ΣΓΟΙΧΕΙΟΝ Χ. 〉

(f. 82 v.)* Χάννος ἐστὶν ἰχθὺς θαλάσσιος. ’Οπτὸς ἐσθιόμενος ὀξυδορκίαν παρέχει.

Τξβ′. Χελώνης θαλασσίας τὸ αἷμα παντὸς θηρίου ἐστὶν ἀντιφάρμακον καὶ πάντας θηριοδήκτους ἰᾶται ξηρὸν πινόμενον.

Τὰ δὲ ὠὰ αὐτῆς βιβρωσκόμενα ἐπιληπτικοὺς καὶ σεληνικκοὺς ἰῶνται.

Urina quoque ejus sexus potata morsos ab aspide vel echidna sanat.

CHELONES quoque terrestris sanguis polus epilepticos curat et ab echidna vel scorpione percussos summe juvat. Perunctus vero capiti alopeciam sanat et furfures abluit.

Cum spolio serpentis et aceto solutus, dolores aurium et usturas sanat.

Fel ejus cicatrices et leucomata cum melle summe juvat.

Tota vero combusta et cum melle sumpta vetustissima leucomata mundat continue, eb dolorem, nubeculasque, illita sanat; et cum butyro veteri solutum carbunculos curat.

CHELONES palustris, qui dicitur Emylus (l. ἐμὺς ἕλειος), sanguis hemicraniam et omnem capitis dolorem sanat, illitus fronti.

Cinis vero ejus eum ceroto ro. superillitus igni combusta erysipelata calidasque podagras summe sanat. – Cinis vero superspersus cunctam sanguinis eruptionem sistit et narium et plagarum.

Sanguis autem palustris testudinis superlitus capiti veteres cephalalgias summe sanat.

Marinae vero echea (l. echidna) percussos juvat et potus, et illitus ulceribus.

Cum pultibus vero conditus et potus orthopnoeam sanat et eos qui nocivum aliquid sumpserunt.

Chelonitides lapides gestati cum radice paeoniae compotem summe faciunt.

Fel autem illitum omnem caliginem abjicit.

Epar ejus bibitum ictericos sanat.

Tξγ′. Χελιδὼν θαλάσσιον ἰχθύδιόν ἐστιν μικρόν, ὥστε εὐθὺς ἱπτάμενον ὑπεράνω τῶν κυμάτων ἐν ταῖς ζάλαις· τοῦτο γὰρ ἀνιπτάμενον καὶ εἰσδυόμενον, ἐννοοῦσιν οἱ ναῦται ὡς ὅτι ἄνεμον καὶ ζάλην μηνύει.

Ταύτην δὲ ἐάν τις πιάσῃ καὶ ξηράνας φορῇ, ἔσται δρομαῖος καὶ ταχὺς καὶ ἐπιτευκτικός.

Tξδ′. * Χείλωνος ἰχθύος τὸ στέαρ μετὰ χυλοῦ τήλεως λειωθὲν καὶ χρισθὲν τὰς ἐν χέλεσιν ῥαγάδας ἰᾶται.

* Χρυσωχοῦ ἰχθύος οἱ ἐν τῇ κεφαλῇ λίθοι περιαπτόμενοι φθισικοὺς ἰῶνται.

Fel autem ejus inunctum membro cum unguento libidinem et delectationem in coitu praestat.

Oculi vero tertianam et omnem ophthalmiam sanant.

〈 ΣΤΟΙΧΕΙΟΝ Ψ. 〉

PARI, i. pisces optimi, qui frequenter esi pulchritudinem faciunt et bonum stomachum praestant.

Τξε′. * Ψύλλους θαλασσίους μετὰ ψυλλίου βοτανίου (f. 83 r.) ἐὰν ἀποζέσῃς ἐν ὕδατι θαλασσίῳ καὶ ῥάνῃς οἶκον ἔχοντα ψύλλους, οὐκέτι γίνονται.

ΣΤΟΙΧΕΙΟΝ Ω.

Τξς′. * Τὰ 〈ὠὰ〉 ἰχθύων ταριχευθέντα πάντοτε ἔσθιε καὶ μάλιστα τῶν κεφάλων καὶ τῶν λαβράκων, καὶ τῶν ὁμογενῶν, ὅτι πᾶσαν ἀνορεξίαν λύουσι. (Ms. Α, f. 119 r.)

Πρόσφατα 〈καὶ〉 τεταριχευμένα ἐσθιόμενα πᾶσαν ἀηδίαν ἰῶνται.

Καὶ ταῦτα μὲν ἡ θεία φύσις ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων ἐδωρήσατο πᾶσιν ἀερίοις τε 〈καὶ〉 καταχθονίοις καὶ ἐνύδροις ζώοις, ἵνα μηδὲν ἀδωροδόκητον καταλίπῃ τῷ βίῳ.

Ἔτι μὲν ἀλλὰ καὶ λίθοις καὶ φυτοῖς καὶ βοτάναις καὶ ὕδασι τὴν ἑαυτῆς δύναμιν ἡ μακαρία φύσις ἐνεδέξατο καὶ τὰ μὲν ἀναγκαῖα δώρῳ ἡμῖν ἐχαρίσατο ὧν χωρὶς ζῆν οὐκ ἐνδέχεται, οἷον ὕδωρ, πῦρ, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἀνάγκην τῆς ζωῆς, ὅτιπερ εἰς τὸν μὲν ἀέρα, ἥλιόν τε καὶ ἡμέραν καὶ τούτων ἀκόλουθα. Τὰ δὲ οὐκ ἀναγκαῖα τῷ βίῳ δυσπόριστα μάλιστα ἔθηκεν, ἵνα ὅπερ ἐλλείπει τῷ ἀναγκαίῳ τούτῳ ἃ παραζητεῖται, οἷον οἱ τίμιοι λίθοι καὶ τὰ μέταλλα, περὶ ὧν ἐξῆς διελευσόμεθα. Πρῶτον δὲ περὶ τῶν ἐν τῇ 〈γῇ〉 μετάλλων τὴν ἱστορίαν ποιήσομεν Θεοῦ ἡγήσει καὶ ἐνεργείᾳ.

Ἀμήν· τέλος· ἀμήν· ἀμήν.