Δει̑πνον Ἀττικόν Matron of Pitana Paul Brandt University of Virginia Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Proofreading University of Virginia Rebecca Frank CTS conversion Perseus Digital Library Lisa M. Cerrato Open Greek and Latin tlg1486.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License 2020-08-07 urn:cts:greekLit:tlg1486.tlg001.1st1K-grc1 Matron of Pitana Corpusculum Poesis Epicae Graecae Ludibundae Paul Brandt Leipzig Teubner 1888 1 The Internet Archive

Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts line

Greek Latin German app crit and commentary were shoved into end notes; Homeri detorti versus seem to be missing from this volume initial markup of new file
Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς· ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους, λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους, τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων. αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων, ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἡδʼ ἀναθεῖναι. ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον· ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθινον εἴδατα παστά, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις· οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε· πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα τοὺς δʼ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος. τῇ δʼ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα, οὐδʼ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων. ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδεσσʼ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας. τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων. παμμεγέθης· τὴν δʼ οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. πολλὰ δʼ ἄναντα κάταντα κατὰ στίχας ἦλθʼ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο· αὐτὰρ ἀπʼ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο. Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς, πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν. οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι, ῥίνη θʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς, οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο. κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· καρίδες θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι· χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην, γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δʼ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης, ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσόν θʼ, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας θʼ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς. ἐν δʼ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος αὐτόθʼ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματʼ ἔδοξεν, ἐπεί ῥʼ ὅρμαινον ἐπʼ ἄλλα. κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δʼ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ κεῖτʼ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον. γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὁτρηρῇ νηδὺς δʼ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥʼ ἀδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος ἀμνοῦ, ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ· ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν. τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν, γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δʼ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί, ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς. Varietas Lectionis ln testimonio ἀχαρίτως Meineke: ἀχαρίστως AC ἐσθίειν AC, corr. Musurus hiatum notavit Kaibel Δρομέης Wachsmuth: Βορέης AC, γαστὴρ Meineke coll. fr. II 6 τέως Stadtmueller: τῷ AC ἀναμεῖναι A, ἀναθεῖναι scripsi, ἀνατεῖναι Meineke πειθόμην AC εἴσθιον A παστά Wachsmuth: πάντα AC χαίρειν μακρά, Ποντικὸν ὄψον Kaibel ἠιόνος] εἰλαπίνης e. gr. Wachsmuth post 23 hiatum not. Kaibel post ἐφίλει hiatum not. Meineke, post ἐξεπεφύκει Dindorf πινας A κατὰ τρύβλια Wachsmuth: καὶ ἄμυλα AC, κατὰ δώματα ἠχ. Meineke, καὶ κογχύλιʼ ἠχ. Casaubonus, κατὰ κογχ. ἠχ. Stadtmueller φυγότριχος AC, corr. Scaliger 26 hiatum not. Kaibel τρώσας (τρῶγειν C) ἵνα (om. in lacuna C) εἴασε Φ. AC, τρώσας μιν, ἄειρε δὲ Φ. dubitanter scripsi, τρώξας Schweighaeuser, τρῶσαί μιν, ἄασε δὲ Φ. Scaliger, τρώξας, ἀνένευε δὲ Φ. (cf. Z 311) Frider. Reuss, τρώσας· νεμέσησε δὲ Φ. (δέ μοι τόγʼ praetulerim) Stadtmueller δὲ addidit Musurus κάρη C: κακῆς A ἰχθῦς A οὖσα omnes praeter Paessensium: ἐοῦσα AC καὶ ῥʼ υἱὸν εἶδον Meineke λοπάδι C ἐκ Κωπῶν Kaibel et ego, ἐν κοιτῶνʼ A, ἐν κοιτῶν C, ἐκ κοιτῶν E> ἁδροτεράων Stadtmueller: ἀγροτεράων AC, ἀβροτεράων Meineke τὴν δʼ scripsi: τὴν Kaibel, ἣν AC στέγας AC, corr. Scaliger, στέγος Casaubonus ἐπʼ εὔβοιαν A, ἀπʼ εὐβοίας C, correxi αὖ θυηκυνου κεφ. A, corr. C εἵνεκα Meineke κλειδῶν scripsi: τευχέων AC ρινην φιλ. A, ῥίνην τὴν φιλ. C, ῥίνη θʼ, ἣν Meineke ἦ A: οὐ C ὀπτανέος A, corr. C ποσιδάωνος A αι δη γαρ | ϊ κυφαι A, αἳ δὴ γὰρ ἰδεῖν φυὴν C, corr. Paessens ἄλλοις] ἐλλοῖς Stadtmueller τʼ addidit Meineke κρατερᾷ mavult Meineke οἵην Nauck, εἶναι ἣν AC δαίνυνται Moser: δαίονται C, δέονται A προκάλυμμα Kaibel fortasse ζώνῃ θʼ, ἣν φορέεσκεν, ἀγαλλομένην π. δ. δειρὴν C: δῆριν A, νείρην Meineke παρέθηκαν A, fort. recte βουγλώσσων ὃς A, βούγλωσσος C, corr. Meineke θʼ scripsi: δʼ AC ὑψιπετεῖς τε Wilamowitz θυάδας θʼ AC, corr. Schmeighaeuser σαργοί AC, φάγροι vel σαῦροι Meineke ἄντα δʼ ἦν μεγάλη AC, αὐτόθʼ Stadtmueller, ἄντα δʼ ἔην, γαλέη Scaliger οὓς C: ἧς A τῶν δʼ C ἐπεί ῥʼ Stadtmueller: ἐπεὶ δʼ A, ἐπὶ δʼ C ὥρμαινον C βοτάνης οὐδ. Α, βατὶς οὐδ. C, βατάνη, τῆς Meineke δείπνωι A, δείπνω superscr. συ C, corr. Meineke καλάθῳ Wachsmuth: καθαρῷ AC; an ταλάρῳ (δ 131)? λεπάδων Wachsmuth: λοπάδων AC fortasse σωρός Wachsmuth hiatum notavit Meineke μόνος suspectum δʼ εἰσϊδον πῶς ἔτρεμεν AC, corr. Scaliger ἀγχοῦ] ἄγγει Stadtmueller πλείονα χρυσὸς ὤν ἀπερύκων AC, πνεῖον Meineke, cetera corr. Wachsmuth τυρώδει A, δεῖ τυρῷ Kaibel hiatum notavit Scaliger νηλης AC, corr. Paessens ῥαδέεσσι AC, distinxi, γὰρ ἀδέεσσι Kaibel, ῥʼ ἀχέεσσι Ribbeck Mus. Rh. XXXIII p. 300, βαρέεσσι Stadtmueller τρεισκαίδεκα A, corr. C ἀμνοῦ Wachsmuth: αὐτοῦ AC πέσσων scripsi: πέττων AC τρεισκαίδεκα A, corr. C τρισκαίδεκʼ ἄμητας Kaibel ἤρινον A, corr. Casaubonus Fortasse ῥόδινʼ ἀμφ. Kaibel an διὰ τρίχα (θρίξ)? πρόσφατος AC, correxit Heinsius, hiatum ante v. 114 statuit Meineke εὔκυκλον scripsi: ἔγκυκλον AC ἁβρὸν scripsi (cf. Archestr. fr. IV 18): ἄνδρες AC, ἁγνῆς Meineke, ἀκτῆς W. Ribbeck, ἁδρὸν lacobs hiatum notavit Meineke χείλη pro χεῖρας Eustath. 261, 41 πόρναι δύο A, corr. C Testimonium Ath. IV 134d: Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίτως διαγράφει Μάτρων ὁ παρῳδός, ὅπερ διὰ τὸ σπάνιον οὐκ ἂν ὀκνήσαιμι ὑμῖν, ἄνδρες φίλοι, ὁ Πλούταρχος ἔφη, ἀπομνημονεῦσαι Δεῖπνα — ὄρνιθας ὥς . Commentarius V. 1 affert Eustath. p. 1382, 61. V. 2 De Xenocle vide supra p. 57. V. 3 καὶ κεῖσε ζ 164 vulgo, κἀκεῖσε multi libri (Nauck), quod Matro quoque legit. V. 4 sq. Cf. Archestr. fr. IV 16 et 6 λευκότερʼ αἰθερίας χιόνος, ubi vide adnotata. De amylis cf. Chrysipp. Tyan. ap. Ath. XIV 647 f et Plin. H. N. XVIII § 76 sq. Dicitur aut ἄμυλος (scil. ἄρτος) aut ἄμυλον (scil. ἄλευρον), quam ob rem recte videtur Kaibelius post v. 5 hiatum indicasse collato etiam fr. II 6, μαζῶν el tale quid intellegens. V. 6 Boreae mentionem Casaubonus explicare studebat ex Hesychii glossa: Βορεασμοί· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίναν, ἵνα ἄνατοι (sic Stadtmuellerus [vel ἀνατεὶ], ἄνοτοι ἄνετοι Phavorinus, ἄνοσοι Meinekius) πλέωσιν (traditum est πνέωσιν); sed nihil ex Borealibus illis ad hunc locum illustrandum effci potest. Meinekio prorsus inepta Boreae mentio videbatur atque illata ex exemplo homerico quod subscripsi; quare collato fr. lI v. 6 coniecit τάων καὶ γαστὴρ ἠράσσατο. Sed neque coniunctio καὶ quadrat et consulto ubique Matro deorum nomina captat. Potuit igitur Boream ex Homeri exemplo simpliciter inducere ut deum, cf. Archestr. IV 6 sq., quem Matro saepius imitatur. (Similiter heroem inducit Eubulus ap. Ath. II 47 b; II 167 Kock: Ζῆθον μὲν ἐλθόνθʼ ἁγνὸν ἐς Θήβης πέδον | οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους | πωλοῦσιν, ὡς ἔοικεν, τοὺς ἄρτους ἐκεῖ.) Sed rectius iam Kaibelius indicaverat pro Borea hominis nomen fuisse appositum, quod nunc Wachsmuthius restituit Dromeae, clarissimi parasiti, epularum potissimum ʼprooemiorumʼ, de quibus hic agitur, gnarissimi aestimatoris, cf. Ath. IV 132c. V. 7 De ipso Chaerephonte Alexis ap. Ath. IV 165 a; II 374 Kock: ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν | ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· | οὕτω τι τʼ ἀλλότριʼ ἐσθίειν ἐστὶ γλυκύ. Item τʼ ἀλλότρια δειπνεῖν Theopompus ap. Ath. IV 165 b; I 743 Kock (cf. Eurip. fr. 886 Dind.) et Eubulus ap. Ath. VI 239 a; II 189 Kock. Idem ap. Ath. III 113 f; II 212 Kock: ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες. Sophocl. in Cedalione (Ath. IV 164 a; fr. 309 Dind.) μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι. V. 9 Λάρος avis saepe apud Aristophanem (Equ. 956, Nub. 591, Av. 567) gulae aviditatis imago; quam ob rem etiam Herculi nimirum ἀδηφάγῳ attribuitur teste Ath. X 411 c; cf. Kockium ad Arist. Av. 567. Wachsmuthius. V. 11 Meinekio videbatur fortasse scribendum τοῖς δὲ indicato ante plurium versuum hiatu; desiderabat enim ceterorum convivarum nomina. Sed rectius cum Stsdtmuellero restituitur τέως. V. 12 non ausus sum ex E> 750 Schweighaeusero reponere ἐπιτέτραπται pro ἐπιτετράφαται, quod illi videbatur ex B 25 et 62 (ᾧ λαοί τʼ ἐπιτετράφαται) huc falso illatum esse. Nam et rectissime docet Meinekius Anal. Alex. p. 158, Euphorionem φλεγεθοίατο (Schol. ad Ψ 197), Callimachum παρείατο (Crameri Anecd. I p. 373), Aratum Dionem. 716 ῥηγνύατο dixisse ἑνικῶς, et illo ipso lliadis loco quem detorquet (E 750) Matro fortasse legit ἐπιτετράφαται, etsi eius lectionis librorum vesigia nunc evanuerunt. V. 13 scripsi ἀναθεῖναι, quod proxime accedit ad ἐπιθεῖναι E> 751; legitur ἀνατιθέναι cum notione differendi, ut posteriores omittam scriptores, apud Soph. Ai. 476 et Plat. Leg. XI 935 e. V. 16 Ὄστρεα in prooemiis apposita esse docet Ath. IV 132c. Wachsmuthius. V. 17 ln intio epularum salsamenta appositos esse praeter ipsam Dipnosophistarum dispositionem III 116 a sqq. docet ibidem Euthydemus Hesiodum ementitus: Γαδειρόθεν ἄξει | Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος | ὀρκύνοιο τρίγωνα, τά τʼ ἐν στάμνοισι τεθέντα | ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ. V. 17 simillimus est locus Archestr. fr. XXXVIII 3 σαπέρδῃ δʼ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, quem vix Matro potuit non in animo habere. Unde Kaibelius etiam apud Matronem restituendum iudicat χαίρειν μακρά, Ποντικὸν ὄψον, nisi forte salsamenta Gaditana intellegas (Γαδειρικὸν τάριχος Ath. III 118 d e; cf. Euthydemi fragmentum modo adlatum). Qua in interpretatione acquescere poteris; sed fortasse Phoenices salsamenta illa non tam in deliciis quam in necessariis habuisse dicuntur, ut qui navigantes coacti fuerint carme sale indurata vesci. Quod opsonium qua de causa minus probatum fuerit, coligi potest ex Diphili Siphnii verbis ap. Ath. III 121 b: τὸ δὲ ὠμοτάριχον . . ἐστὶ βαρὺ καὶ γλοιῶδες, προσέτι δὲ καὶ δύσπεπτον. V. 18 De echinis Aristot. H. A. IV 5: ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον· τοῦτο ἐστὶν ἐν ᾧ τὰ καλούμενα ᾠὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδιμα. Vide lepidam narratiunculam ap. Ath. III 91 c de Lacone quodam qui illius cibi inscius echinum σὺν τῷ κελύφει ori imupsuerit; quae simplicitas Matroni certe imputari nequit: abiecit quod non magni faciebat. Dictum enim est ῥῖψε ut ap. Laert. Diog. VI 55 de Diogene cynico legimus ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν· ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο, καὶ ἄλλοτε· μάστιξεν δʼ ἐλάαν notum illud homericum ingeniosissime detorquens. Sicut vero Diogeni placenta, ita Matroni apua quae iam afferebatur (v. 22) dignior visa est cui operam daret. Ex v. 20, quem unum, ut nunc res se habet, Matro probum et integrum ex Homero excerpsit, discere videmur convivium in ipso maris litore fuisse (cf. ad v. 105); quod credi vix potest, licet huic interpretationi non repugnent verba ἐν Ἀθήναις (v. 2), si cum Schvmveighaeusero prope portum cenam apparatam fuisse statuimus (sic Archestratus fr. IX postquam apuam omnem iussit respui πλὴν τὴν ἐν Ἀθήναις, adiungit capiendam illam esse ἐν εὐκόλποιο Φαλήρου ἀγκῶσιν). Recte enim iudicat Paes- sensius non posse concedi Matronem adeo sibi ipsum non constitisse, ut versum homericum incorruptum mutuaretur, neque magis mihi poetae facetiae ut oblitteratae videbantur, ita quo modo recuperandae essent liquebat. Nunc subsidio venit Wachsmuthius, cuius verba ipsa apponam: Die Seeigel werden durchs Fenster auf die Strasse geworfen: dort stürzt sich die Schaar der Gassenbuben darüber her; das wird mit dem Branden der Wogen am Gestade verglichen κύματα ἀνδρῶν und ähnlich sagt man ja auch sonst von wogenden Menschenmassen. Das muss der Sinn sein; die Herstellung ist zweifelhaft. (e e. gr. positum est.) Aliam post Wachsmuthium viam ingreditur Stadtmuellerus ἐν δαπέδῳ (vel προθύρῳ ), ὅθι λύματʼ ἀπʼ ἠίων κλύζεσκεν (vel ἀπʼ ᾔων προσκλύζεσκεν) in soloʼ (vel ante foresʼ) sordes i.e. res abiectae e convivio mittebantur, ut fluctuum instar adluerentʼ. Ceterum hic versus ex parte confirmat Veneti scripturam Ψ 61: ἐπʼ ἠιόνος A (ἐπʼ ἠιόνας Vrat. duo), κλύζεσκον supra ο script. ε A, adscripto in margine διχ[ῶς]. Scripturam κλύζεσκεν habent liber C Larochii, Harleianus, Eust. 1287, 26. V. 21 Pueri echinos a Matrone proiectos spinis extractis comedunt. V. 22 apua Phalerica laudatur ab Archestr. fr. IX, Machone ap. Ath. VI 244 c, Eubulo ap. Ath. III 108 b; II 190 Kock (φαληρικὴ κόρη), Sotade III 508 Mein.; erat enim aliunde captis maior, ut testatur scholiasta Aristoph. Equ. 642. Tritonis amica apua appellatur, sicut ipsae meretrices apuarum cognomine gaudebant, cf. Ath. XIII 586 b: ἑταιρῶν ἐπωνυμία αἱ ἀφύαι, περὶ ὧν Ἀπολλόδωρός φησι (ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρίδων) Σταγόνιον καὶ Ἄνθις ἀδελφαί. αὗται ἀφύαι ἐκαλοῦντο, ὅτι καὶ λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. Ἀντιφάνης δʼ ἐν τῷ περὶ ἑταιρῶν Νικοστρατίδα φησὶν ἀφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. Cf. Bekk. An. p. 203, 15 et Suidas s. v. Ἀφύας. Itaque magni aquarum oculi veteribus maxime conspicui erant nimirum vivarum atque recentium, sed ut scis piscium assorum coctorumve oculi lumine ac nitore amisso flaccescunt ut velati quoddammodo videantur esse huc spectare videntur verba v. 23 ῥυπαρὰ κρήδεμνα; quae quominus ad nimiam pinguedinem referantur qua unctae apponi mensis apuae solebant, obstat is ipse locus Aristophanis ap. Ath. III 96 c (I 522 Kock), ad quem provocant: ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων [Dobraeus illud ipsum λιπαρά Matroni restituendum esse putavit]. Ad nostram autem sententiam confrmandam valet Hicesii locus ap. Ath. VII 285 b: τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης . ., ἡ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα. V. 24 Conclamatus est hic versus, quem Kaibelius quoque negat aut suo loco aut sine vitio traditum esse; verba satis sustinentur homericis exemplis. Polyphemus Neptuno et Thoosa nympha natus est, Phorcpnis filia, unde fortasse aliqua ratio quae inter illum et maris incolas intercederet, excogitari posset, nisi convivae significatio sub Cyclopis nomine latere videretur. V. 25 mendum gravissimum καὶ ἄμυλα ἠχήεντα, cui fortius remedium attulit Meinekii coniectura κατὰ δώματα ἠχήεντα; praepositio κατά Kaibelio quoque certa videtur nec δώματα festivitate carerent, si intellegerentur conchylorum domus, testae, quorum cavernae sonum illum edere solent. Haec sententia recuperatur si scribitur κατὰ κογχύλιʼ ἠχήεντα, etenim κογχύλια etiam testas concharum significare constat (Herod. II 12). Nunc cum Wachsmuthio scripsi κατὰ τρύβλια, quae ἠχήεντα appellari possunt quippe quae aenea sint. V. 26 Meinekius cui epitheton λευκόν aquae marinae non satis aptum videbatur, proposuit ἁλυκόν, sed colorem album opponit Matro atro colori exempli homerici I 14; ceterum cf. hymn. XXXIII 15 λευκῆς ἁλὸς ἐν πελάγεσσι. Post v. 26 non nulla excdisse videntur. V. 27 χονδροφυής est alicae similis; inter σελάχη (cartilaginea, Knorpelfische) refertur ψῆττα ab Aristotele ἐν τῷ περὶ ζωικῶν (Ath. VII 330 a, p. 295 R). Cf. infra praef. ad Archestr. Epitheton μιλτοπάρῃος (cf. Eustath. 310, 30) alludit ad purpureum mulli colorem: similiter Cratinus ἐρυθρόχρων τρίγλην I 80 Kock, Nausicrates αἱ ξανθόχρωτες IV 575 Mein., Opp. Hal. 130 τρίγλης ῥοδόχροα φῦλα, Ovid. Hal. 123 suffuso sanguine mullus. V. 28 videtur Matro eam sequi lectionem Iliadis Π 732 quam habent Larochii libri G L (ἔπεχε; item in A: ἐν ἄλλῳ ἔπεχε); ceteri ἔφεπε. Sed cf. etiam T 24. Nolui denique celare lectorem locum Odysseae ρ 410 quem Kaibelius dubitanter adiecit; in tanta enim Matronis carminum homericorum cognitione quis praefracte neget illum quoque versum parodo obversatum esse λιπαροὺς πόδας et κρατερώνυχα χεῖρα)? V. 29 adhuc certam desiderat emendationem; Scaligeri enim coniectura ἄασε δὲ Φ. Ἀ. vix cuiquam suffecerit. Nego enim sic dici posse omisso obiecto ἐμέ vel μέ nec prorsus convenit sententiae. Nec magis placet Peltzeri coniectura ἔασεν Φ. Ἀ., quae ne loco quidem ξ 443 potest defendi θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει. Paessensius collato I 564 ὅτε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων hoc quoque loco pro εἴασε coniecit ἀνήρπασε nulla litterarum similitudine adiutus. Mihi locus ille clarissimus remedium habere videtur quo lovis iussu Apollo narratur Sarpedonem mortuum ex acie sustulisse, Π 678 αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας κτέ. cf. P 588, Ω 583. Itaque scripsi ἄειρε δὲ Φ. Ἀ., sed ita ut dei nomine unum e convivis significari existimarem. V. 31 Adscribendum est Matronis lliadis exemplar eorum numero quae Ω 724 ἱπποδάμοιο habent pro ἀνδροφόνοιο (DL, Pap., Vrat. b, A Larochii), quod Kaibelius quoque advertit. πποδάμοιο; generosiores pisces festive ut nobiles equites inducit. Schweighaeuserus. Certamen quod poeta cum Stratocle se habuisse fingit, sic quidam interpretati sunt cum appositi essent rhombus et mullus, priorem Matro aggressus est, sed abripuit Apollo; iam se in Stratoclem convertit mulli caput manibus tenentem nimirum manducantem, quod ex ipso ore eripiens guttur illius insatiabile laesit. Sed τῇ δὲ (v. 28) non potest referri ad priorem ψῆτταν, immo referendum est ad τρίγλην. Deinde pro τρίγλης nomime (v. 31) alterius piscis mentionem requiro, cuius caput in deliciis habebatur, id quod de mullo minime constat. Denique inter v. 31 et 32 hiat oratio. V. 33 sq. Summus sepiae tribuitur honor Thetidis co;mnomine; quanto enim in pretio fuerit docet Eriphi fr. ap. Ath. VII 302 e; II 429 Kock: ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι | οὐδὲ σηπίας, ἃς οὐδὲ μάκαρας ὑπεροἶμαι θεούς. Epitheta ἀργυρόπεζα et ἐυπλόκαμος (sic enim fortasse scribendum ut legatur σηπίη ᾽υπλόκαμος) meruit sepia cirris quibus venatur, qui a Romanis quoque crines appellabantur, cf. Plin. N. H. IX 86 de polypo. ln altero epitheto praeivit Philoxenus in Cenae fr. ap. Ath. 147 b σηπιοπουλυποδείων ἁπαλοπλοκάμων. Adhuc nondum satis explanatum erat quid sibi velit αὐδήεσσα epitheton eo mirabilius, quod cetera aquatilia ἄναυδα esse solent. Pertinet ad stridorem quem mittit sepia capta, cf. Brehms Thierleben ed. mai. part. IV tom. 2 p. 206: ausser Wasser stirbt die Sepie sehr schnell. Wenn man sie anfasst, lässt sie ein sehr vernehmliches Zähneknirschen hören, auch bläst sie ausser Wasser sehr heftig Luft durch den Trichter. Priores interpretes Apionis inventum amplectebantur qui αὐδήεσσα explicavit ὀνομαστὴ καὶ ἔνδοξος οἷον αὐδωμένη (E. M. 169, 10; Eust. 1651, 48: schol. ε 334). V. 35 ln proverbio fuit Graecis ὅστις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν vel εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν: παροιμία ἐπὶ τῶν πάνυ φανερῶν (Schol. Arist. Equ. 1276), quod facete ad sepiam refertur ut quae ipsa alba atramento effuso infuscata aqua abscondatur. Cf. imprimis Ovid. Hal. 131 sq. et nigrum niveo portans in corpore virus lolligo. lure fortasse Paessensius librorum scripturam ἰχθὺς ἐοῦσα (ἰχθὺς οὖσα ceteri editores omnes) tuetur locis homericis T 97 Ἥρη θῆλυς ἐοῦσα*, Ψ 409 Αἴθη θῆλυς ἐοῦσα*, quibus adde O 619 ἐγγὺς ἐοῦσα; contra quos nihil valet unus Homeri locus Φ 127, quo ultima syllaba vocis ἰχθύς in thesi primi pedis producitur. Accedit quod forma οὖσα ab Homero aliena est praeter unum Odysseae librum τ, ubi v. 489 οὔσης legitur (forma novicia adnotat Nauckius). V. 36 sq. Τιτυὸς λίμνης appellatur conger ut opponatur alteri illi Tityo, Gaeae filio. Neque enm nomen Tityi omnino mutari potest (Meinekius collato fr. III proposuerat καί ῥʼ υἱὸν εἶδον λ.), cum Matro deorum semiheroum nominibus Cenam suam largiter exornare studeat; Tityus generaliter dictum est pro gigante, atque respondet nostro Seeriese. De ingenti mamnitudine congri cf. Ath. VII 288 c: Εὔδοξος δʼ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους φησὶ πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι· ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Ceterum cf. fr. III. V. 38 sqq. Dea nominatur anguilla propter summam epulonum aestimationem: Eubulus in lone ap. Ath. VII 300 c; II 186 Kock: Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαί, idem in Medea (lI 177 Kock) παρθένου Βοιωτίας | Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν, Antiphanes ap. Ath. VII 299 e; II 71 Kock κωμῳδῶν τοὺς Αἰγυπτίους dicit: τά τʼ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους | εἶναι τὸ νομίσαι τʼ ἰσόθεον τὴν ἔγχελυν. Cf. etiam Archestr. VIII 7 sqq. Epitheton λευκώλενος miro errore Peltzerus et Paessensius referunt ad λεπτὰ βράγχια collato Athenaeo VII 298 b: immo cute detracta anguilla candido brachio similis est; ab Eubulo ap. Ath. VII 300 b λευκόχρως appellatur. Anguillarum generatio et veteribus ignota nec nostris temporibus nisi nuperrime observata (cf. Illustr. Zeitung 1887 num. 2298 p. 62) variarum fabularum ansam dedit. Vulgaris Graecorum opinio, quae Aristoteli quoque placuit, usque ad hanc aetatem propagata haec erat, nasci anguillas ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης (Ath. VII 298 c, Aristot. H. N. VI 16, 1); quod vero amplexibus Iovis fructam esse anguillam fabulatur, eam parodus fortasse opinionem sequitur, qua Iove pluvio opus esse ad generandas nutriendasque anguillas putabant, cf. Arist. l. l. γίνονται. ὅταν ὕδωρ γένηται ὄμβριον, et iterum: καὶ γὰρ ζῶσι καὶ τρέφονται ὀμβρίῳ ὕδατι; cf. etiam Matronis fr. II Διὸς παῖς ἄσπετος ὄμβρος. Porro anguilla παρθένος appellatur ab Eubulo (Ath. 300 c), eidem ibidem νύμφα ἀπειρόγαμος. ltaque Danaes quoque fabulae ratione habita potuit Matro sua excogitare. Muraenae cum serpentibus coire putabantur, 312 d e. V. 40 Iamdudum inveneram emendationem certissimam ἐκ Κωπῶν, quam nunc occupaverunt Wilamowitzius et Kaibelius; anguillae enim ex Copaide palude ortae tam famosae erant, ut etiam simpliciter Κωπᾷδες appellarentur, cf. Arist. Pac. 1005, Stratt. ap. Ath. VII 327 e; I 724 Kock, Antiph. ap Ath. VII 303 f; II 63 Kock. Illas vero maximas fuisse miraque crassitudine testantur Dorio ap. Ath. VII 297 c (Δορίων . . τὰς Κωπαίδας ἐπαινεῖ, γίνονται δʼ αὖται ὑπερμεγέθεις) et Archestr. f. VIII 6 sq. (μεγάλαι τε γάρ εἰσι | καὶ τὸ πάχος θαυμασταί). Unde etiam pro ἀγροτεράων quod apta caret explicatione, cum Stadtmuellero ἁδροτεράων scribendum erat. Quod autem Peltzerus dicit, anguillas ἀγροτέρας appellari quod saepe in agros prodeant et frugibus vescantur, nihil tale innotuit veteribus; est enim fabula quam primus Albertus Magnus protulit, cf. Brehms Thierleben III tom. II p. 324. V. 41 sqq. obscuriores parodi facetias ingeniose aperuit Meinekius. Nam neque Astyanactem Hectoris filium, qui puer occubuisset, neque Antenorem Troianum, cuius sapientiam Homerus, eloquentiam Euripides praedicaret, in robustorum virorum posse numero haberi; immo Astyanactem intellegendum esse Milesium, de quo schol. Theocr. IV 34: φασὶ γὰρ τοῦτον Ἴσθμια νικήσαντα καὶ ὅκοι παραγενόμενον ἐκ τῆς ἰδίας ἀγέλης τοῦ μεγίστου λαβέσθαι βοὸς καὶ μὴ ἀνεῖναι ἕως ὁ ταῦρος ἐλευθερῶν τὸ σῶμα τῇ βίᾳ κατέλιπε τὴν ὁπλὴν ἐν τῇ χειρὶ αὐτοῦ, Syncellus p. 274 d (p. 521 Bonn.): Ἀστυάναξ Μιλήσιος τὸ παγκράτιον νικᾷ τρίτον. οὗτος δὲ καὶ ἐξ ἀνδρῶν σιτία κατήσθιεν. (Eiusdem nomen oblitteratum Meinekius restituit apud Ath. X 413 a et apud Photium Bibl. p. 83, 40.) Antenorem vero eundem esse de quo Eusebii Chron. ad Olymp. CXVIII (p. 205 sq. Schoene): Ἀντήνωρ Ἀθηναῖος ἢ Μιλήσιος, παγκράτιον, ἀκόντιον περιοδονίκης, et quem cum Leontisco pancratiasta commemoraret Macho ap. Ath. XIII p. 578 f. V. 44 Τρισπίθαμοι ex Hesiodi Op. 428 desumptum est. V. 44 sqq. ad anguillas Copaides referendi sunt, quamquam exemplum homericum ad duos homines spectat Aloidas, Otum et Ephialtem. Rariorem Homeridarum usum Matronem non ignorasse suspiceris propter numerum dualem γενέσθην ex λ 312 ascitum: dualis enim pro plurali positus est hymn. Ap. 456, 487, 499. V. 46 Casauboni coniectura κατὰ στέγος nihil habet festivitatis, qua κατὰ στίχας si scribis convivarum ordines cum acie comparantur. V. 49 ἀπʼ Εὐβοίας λοπάδες: patinas Carystias intellegendae esse observavit Casaubonus collato Antiphane ap. Ath. IV 169 e f (II 85 Kock): Καρύστου θρέμμα, γηγενής, ζέων. — κάκκαβον λέγω. σὺ δʼ ἴσως ἂν εἴποις λοπάδα. V. 50 Plin. N. H. IX 84: Lolligo etiam volitat extra aquamn se efferens, quod et pectunculi faciunt, sagittae modo. lnde ποδήνεμος et ὠκέα appellatur teuthis (cf. Epich. ap. Ath. VII 318 e; p. 235 Lorenz: ποταναὶ τευθίδες), Iris propter colores splendidos praecipue purpureos, cf. Brehmium l. l. p. 208. V. 51 Percas variis coloribus insignes αἰόλας vocat Epicharmus ap. Ath. VII 319 b; p. 236 Lorenz. Verbum ἀνθεσίχρως est ἅπαξ λεγόμενον; sed cf. Antiph. ap. Ath. XIV 634 d (II 102 Kock) Philoxeni dithyrambici ἀνθεσιπότατα μέλεα laudantem. Melanurus cum plebeius appelletur, videtur inter viles pisces fuisse. V. 52 sicut v. 35 proverbio utitur poeta, Ath. VII 319 c: καὶ παροιμία δέ ἐστιν· ἕπεται πέρκη μελανούρῳ; cf. Antiph. ap. Ath. X 450 c; lI 92 Kock: βουλομένη δʼ ἕπεται πέρκη μελανούρῳ. Pisces illos societate quadam in piscium genere haud rara coniungi docet etiam Numenius (ap. Ath. II 320 e) Halieut. fr. 18 B: πέρκαισι καθηγητὴν μελάνουρον. Apud Ovidium quoque (Hal. 112 sq.) percas non nisi tragis disunctus sequitur laude insignis caudae melanurus. V. 53 ln exitu versus τευχέων offendit, inepte enim vulgo τεύχεα interpretati sunt membra abscissa, tamquam membra possent pro corpore. Sane ὑπογάστρια thynni summopere laudantur ab Aristophane, Eubulo, Antiphane, Theopompo, Strattide ap. Ath. VII 302 d-f. Sed remedium praebet Athenaei locus subsequens p. 303 a b, quo dicit laudari thynnorum etiam claviculas (τὰς κλεῖδας καλουμένας), apposito Aristophontis fragmento (II 278 Kock), quo duplici nominis κλείς significatione poeta ludit. Claviculae illae capiti finitimae rescissae erant utpote quae in epulis apponerentur, caput ipsum erat sepositum ut opsonium vilissimum; cf. Alexin ap. Ath. VII 303 a (II 354 Kock) οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου, | ἐνόμιζεν ἐγχέλεια καὶ θύννας(?) ἔχειν. Aliud enim est thynni caput, aliud κεφάλαιον apud Calliam (Ath. VII 286 b; I 694 Kock) laudatum, quod respondet nostro Kopfstueck (cf. οὐρή et οὐραῖον) nec diversum esse videtur ab illis ipsis claviculis, quae Aristophonti probantur, Matroni ni fallor restituendae sunt. Cf. Ath. VII 315 d: ἐν Γαδείροις μὲν οὖν τὰ κλειδία (scil. orcynorum) καθʼ αὑτὰ ταριχεύεται, ὡς καὶ τῶν ἀντακαίων αἱ γνάθοι καὶ οὐρανίσκοι κτέ. Ceterum ad verba τὸ δὲ (scil. thynni caput) πῆμα θεοὶ θέσαν ἀνθρώποισι cf. Axionicum ap. Ath. VIII 342 b (lI 413 Kock) glauci caput laudantem, cuius verba infra adferam ad Archestr. fr. XX. Vox Θαλαμηιάδαο novata a Matrone ad patronymici normam ducitur a nomine θαλάμη i. e. ʼpiscium cubileʼ, nec sane immemor fuit parodus loci Odysseae ε 432 πουλύποδος θαλάμης ἐξελκομένοιο. Aristoteles enim H. A. VIII 15 (p. 599 b 8) haec habet: Φωλοῦσι δὲ καὶ οἱ θύννοι τοῦ χειμῶνος ἐν τοῖς βάθεσι, καὶ γίνονται πιότατοι μετὰ τὴν φωλείαν, καὶ ἄρχονται θηρεύεσθαι ἀπὸ Πλειάδος ἀνατολῆς μέχρι Ἀρκτούρου δύσεως τὸ ἔσχατον· τὸν δʼ ἄλλον χρόνον ἡσυχίαν ἄγουσι φωλοῦντες. ἁλί σκονται δʼ ἔνιοι περὶ τὸν χρόνον τῆς φωλείας . . ἀπὸ γὰρ τῆς θαλάμης προέρχονται μικρὸν ἐπὶ νομήν . . εἰσὶ δʼ οἱ πολλοὶ φωλοῦντες ἥδιστοι. Et Plinius de piscium disserens N. H. X 209 sq. haec: de thynnis condentius adfirmatur. iuxta ripas enim aut petras dormiunt, plani autem piscium in vado, ut manu saepe tollantur. ltaque thynnum e cubili protractum ideoque et pinguedine et suavitate insignem poeta significat; cui obversatum esse Odysseae locum supra allatum adeo certe licet demonstrari; nulla enim alia re nisi quod in comparatione illa homerica ε 435 ῥινοί commemorantur (ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν | ῥινοὶ ἀπέδρυφθεν), factum est ut apud parodum iam v. 56 ῥίνη (in prima versus sede) sequatur. Ceterum pro eo quod v. 54 legitur οὕνεκα, in exemplo homerico λ 544 omnes libri tenent εἵνεκα, quod Meinekio etiam illic restituendum videbatur. V. 56 sqq. Asperrima squatinae cute lignum et ebora poliri docet Plin. N. H. IX 40; cf. etiam XXXII 108: haec est (scil. squatina) qua diximus lignum poliri, quoniam et a mari fabriles usus exeunt. Cf. Epicharm. ap. Ath. VII 286 c; p. 232 Lorenz: ῥῖναί τε τραχυδέρμονες, Archestr. fr. XXXXVI, τρηχαλέην ῥίνην Marcellus Sideta v. 27. V. 57 optime Venetus ἦ γάρ, fabrorum enim usui et liberis alendis aptam esse dicit squatinam; sibi vero alia magis probari. Ceterum nota scripturam ἦ γὰρ ἔγωγε, cum exemplum homericum ι 27 praebeat οὔ τοι (οὔ τι plerique); an hac lectione cum illa coniuncta legendum est apud Matronem ἦ τοι ἔγωγε κτέ.? V. 59 ἱππότα appellatur mugil ut mullus v. 31 ἱππόδαμος. Assari mugilem iubet Archestratus quoque fr. XXXXV 9; sic Philemo ap. Ath. VII 307 e (lI 501 Kock): κεστρέʼ ὀπτόν. V. 60 verba δυώδεκα σαργοί testantur Matronem in versu illo qui ter recurrit, β 11, ρ 62, υ 145 recte legisse δύω κύνες ἀργοί, non κύνες πόδας ἀργοί, quae scriptura nunc ab omnibus reicitur; cf. Ameis. ad β 11. V. 61 sq. De amiarum in Pontum migrationibus cf. Aristot. H. N. VIII 13; quibus locis capiantur docet Achestr. fr. XXXV. V. 63 vocantur squillae sive quia sonos quosdam acutos crustarum tritu edere solent et in aqua degentes et ex aqua sublati teste Brehmio l. s. l. p. 23 (cf. supra v. 34 αὐδήεσσα), sive quia cum crustis comesae flatus ventris gignunt, cf. Rondol. l p. 551. Eadem fere dubitatio recurret in loco simillimo f. II 3, quo bulbinae lovis Olympii cantrices praedicantur. Altera certe explicatio utrique loco convenit si modo Iovem squillas et bulbinas in deliciis habuisse volumus; quae si cui minus verecunda videbitur, audiat Hermippum in parodia homerica ap. Ath. I 29 e; I 249 Kock: Μενδαῖον, τοῦ μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ | στρώμασιν ἐν μαλακοῖς. Cf. etiam Damoxenum ap. Ath. III 102 c (IV 530 Mein.) quantae calamitati soleat esse coquorum imperitia his describentem: τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι | καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δʼ ἐμοὶ τρέφει | τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται | ὀρθῶς τε διαπνεῖ. V. 64 certa emendatione αἳ δὴ γήραϊ κυφαὶ ἔσαν restituit Paessensius; praeter exemplum homericum β 16 cf. Phi- loxenum in Cenae fr. ap. Ath. IV 147 b: καρῖδες αἱ κυφαί, Eubulum ap. Ath. III 106 a; II 204 Kock: καρῖδας τε τῶν κυφῶν. Forma curvata squillarum ridicule ad aetatem provectiorem refertur. V. 65 semper mihi languidissima visa sunt verba ἐν ἄλλοις, cum desiderarem substantivum quod maris mentionem contineret caelo (ἐν οὐρανῷ X 318) oppositi; quod ut reperirem mihi non contigit. Nam quod scribere in promptu est, ὃς κάλλιστος ἐν ἅλμῃ ἵσταται ἰχθύς (cf. v. 77), hiatu offendit. Sed ea quoque suspicio mihi suborta est num Matro apud Homerum fortasse legerit ἕσπερος, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἀστήρ, ut ὠκυμορώτατος ἄλλων (A 505) alia similia multa. Quam suspicionem, etsi nullo Iliadis libro manu scripto fulcitur, reticere tamen nolui. Ceterum acutissime tadtmuellerus ἐλλοῖς, cfr. Titanomachiae scriptorem ap. Ath. VII χρυσώπιδες ἰχθύες ἐλλοί, Soph. Ai. 1297 ἐλλοῖς ἰχθύσιν. Nam quod epitheto substantivum ἰχθύσι non addi hic offendere non posse sequente praesertim voce ἰχθύς; ac fortasse nomen ἐλλός sicut ἔλλοψ et adiectivi et substantivi vicem obtinuisse. V. 66 Coniungit κάραβον, ἀπτακόν Philyllius quoque ap. Ath. III 86 e; I 785 Kock; item Opp. Hal. I 261 κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός. Astacorum crusta cum lorica comparatur, qua freti opulentorum (μακάρων) convivio non indigni sibi videbantur. V. 69 Elops rostro longissimo et acuto insignis est gladio simili. V. 73 Non obsecutus sum Kaibelio προκάλυμμα scribenti, et qua κάλυμμα vox homerica est (Ω 93, hymn. Cer. 42) et quod Philoxenum poeta videtur imitatus esse (ap. Ath. IV 147 b) cui sinodon audit ἰσοτράπεζος. V. 74 sq. De muraenarum quae feminini tantum sexus credebantur, cum serpentibus coitu multa veteres fabulati sunt; cf. Ath. VII 312 d, Oppian. Cyn. I 381, Hal. I 554 sq. Plin. IX § 76, Ael. A. H. I 50, IX 66. Scripturam traditam περὶ δειρήν contra Meinekium, qui coniecit περὶ νειρήν, recte defendit Paessensius. V. 76 sq. non sine consilio parodus verba θεῶν ἀειγενετάων artificio quodam commutavit, ut erent ἀειγενῆ ἀθανατάων. De soleis enim Brehmius l. s. l. p. 199: ihre Lebenszähigkeit ist sehr gross. Qua explicatione gaudeo ultro me occurrisse Kaibelio in editione sua quaerenti quidni θεῶν ἀειγενετάων? ἀειγενῆ non verum. Ceterum deae immortales aptissime intelleguntur Nereides. Cfr. etiam Eupolis I 338 Kock: τοῦ Διὸς τὸ σάνδαλον . V. 77 verbis ὃς ἔναιεν lux affulsit ex Meinekii interpretatione qui natabat in muriaʼ (similiter ι 222 ναῖον δʼ ὄρῳ ἄγγεα πάντα). Ludit enim poeta ambiguitate verborum ἅλμη (et mare hymn. XXVIII 12, et muria ὁ τῶν ἰχθύων ζωμός Hesychius) et ναίειν (habitare et natare ). V. 78 sq. Huic quoque loco Meinekius feliciter operam navavit, cum ὑψιπετήεις dici pro ὑψιπετηέσσας, collato Nicandro ap. Ath. XV 683 d κάλυκες ἀργήεις pro ἀργήεσσαι, item Alex. 266 ἀμπελόεις ἕλκος et 293 πόσιες φαρμακόεις. Verba κίχλας θʼ ἑξείης ὑψιπετήεις cum daret parodus utique locum Odysseae χ 465 sqq. meminit, quo Telemachus ancillas πεῖσμα ὑψόσʼ ἐπεντανύσας suspendit ὡς κίχλας. ὣς αἵγʼ ἑξείης κεφαλὰς ἔχον κτέ. Ambigitur de sensu vocis ὑψιπετήεις, cum sine dubio turdi marini dicantur. Atque interpretum commenta contortiora sunt quam veriora. Aenigmatice poeta avium epitheton ad pisces describendos deflectit. Atque suspiceris observasse poetam pisces illos solere ex aqua prosilire. Qua de re cum alioquin nihil observatum reperiam, altera in promptu est explicatio. Turdi enim et ipsi facillime decurrunt ad hamum, et cum viles sint ad praestantiorum piscium capturam adhibentur, cf. Brehmium l. l. p. 168 et 166 de labro: der Fang hat wenig Schwierigkeiten, weil alle Lippische leicht an die Angel gehen . . das Fleisch steht in geringer Achtung und dient den Fischern gewöhnlich nur als Köder zum Fang mertvollerer Arten. ltaque alte volantes appellantur turdi, quod arundine et ipsi capiuntur et hamo suspensi ad alios pisces inescandos usui sunt. Denique quam accurate Matro piscium naturam observaverit exemplo iuvat demonstare luculentissimo: confer quaeso verba καὶ πέτρας καταβοσκομένας (v. 79) cum Brehmii verbis l. l. p. 166: Ihren Gebisse entsprechend fressen die meisten Arten vorzugsweise Muscheln, welche sie mit den beweglichen Lippen vom Grunde oder von den Pflanzen des Meeres ablesen . .; doch gibt es auch Pflanzenfresser unter ihnen, welche förmlich weiden, ohne übrigens deshalb tierische Stoffe zu verschmähen . . V. 79 ludit poeta ambiguitate verborum ὑάδας θʼ ὑδατίνους; cum enim per se intelleg possint Hyades pluviae, suculas marinas intellegi vult; eadem verborum ambiguitas Romanis fraudi fuit teste de nat. deor. II 111: has Graeci stellas Hyadas vocitare suerunt; cui versui ex Arateis suis desumpto addit: nostri imperite suculas, quasi a subus [ὗς] essent, non ab imbribus [ὕειν] nominatae. Idem testatur Plin. N. H. XVIII 247. V. 80 Adeverbium ἀναμίξ, quo Matro utitur, ab Homero alienum est, qui quinquies habet ἐπιμίξ, ter ita ut componantur ἵπποι et ἄνδρες vel αὐτοί (Φ 16, Ψ 242; Λ 525). Quodsi parodus ad ἵπποι illud alludens dicit ἵππουροι, vix potest dubitari quin locis illis legerit ἀναμίξ. lam v. 60 σαργοί felicissimo lusu commemorati sunt; itaque alteram recepi Meinekii coniecturam. V. 81 Mormyrus etiam Archestrato fr. LII κακὸς ἰχθὺς οὐδέ ποτʼ ἐσθλός. V. 88 Matro B 703 legisse videtur οὐ μὴν οὐδʼ οἳ ἄναρχοι ἔσαν . V. 90 nondum persanatus est. Egregie quidem Meinekius γλυκὺ πτνεῖον (cf. δ 446 ἡδὺ μάλα πνείουσαν, δ 567 ζεφύροιο λιγὺ πνείοντος), sed ubique apud Homerum syllaba quae ante πνείειν praecedit in arsi est, quem usum ne Matro quidem potuit neglegere. Accedit quod ἀγχοῦ neque apte potest explicari neque apud Honerum occurrit nisi primum pedem occupans. Denique vereor ut χρυσὸς mutari debeat, cum ad aureum sinapis colorem pertinere videatur. V. 91 Lacrimis quas sinapis acrimoniam sibi elicuisse fingit, ad paupertatem suam describendam abutitur, pernae enim et sinapi opponit cotidianum suum victum, caseum et panem. Quid autem sibi velit panis epitheton ὀτρηρός, ut in loco mutilato non expedio. Rectissime vero Kaibelius iudicavit verba τυρῷ δεῖ transponenda esse, nimirum ne versus caesura post tertium pedem apud veteres poetas inaudita dirimatur. V. 93 ineuntem certissima emendatione Paessensius sanavit. Hoc quoque versu Mafronis exemplar Iliadis a nostris libris discrepuisse videtur; legisse enim parodum Π 102 Αἴας δʼ οὐχ ὑπέμεινε (δʼ οὐκέτʼ ἔμιμνε libri omnes) eo certius licet affirmari, locis haud pauis inter μίμνε et μεῖνε libros fluctuare scholia testantur, cf. schol. A. interl. ad I 355 ( ἔμεινε pro ἔμιμνε); rursus pro μένειν verbi formis μίμνειν reperitur schol. A interl. Ξ 286, Did. schol. A ad Ξ 119, schol. H ad δ 508. ln versus exitu traditam scripturam distinxi ut sit ῥʼ ἀδέεσσι [debui ἀδ.]; sic enim scripsisse parodum puto collato Δ 87 sq. ἐπεί τʼ ἐκορέσσατο χεῖρας | τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν. Hesychius: ἅδος. κόρος, πλησμονή. lam Meinekius verum acu tetigerat scribens desidero potius nomen taedium et satietatem indicans. Nunc Kaibelium video idem coniecisse, qui tamen scripsit γὰρ ἀδέεσσι, hoc acutissime adnotans, pluralem numerum parodum ad similitudinem finxisse versus homerici Π 102. V. 94 Etiam comicis ὁ ζωμός est μέλας, cf. Pherecr. ap. Ath. VI 268 e; l 174 Kock, Nicostr. ap. Ath. XII 517 a; lI 224 Kock, Alexis ap. Ath. III 124 a; II 348 Kock, Euphron. ap. Ath. IX 379 e; IV 486 Meineke. Ἀκροκώλια sunt ὕεια, de quibus vide Ath. III 95 e sqq.; ibidem Aristophanes ἀκροκώλια ἥψησα, Pherecrates δίεφθʼ ἀκροκώλια, Alexis ὁ γόγγρος ἑφθός, τὰ δʼ ἀκροκώλια οὐδέπω. V. 95 Legit Matro B 557 τρισκαίδεκα: Eust. ad B 557 (284, 41): ὅτι Αἴας ἐκ Σ. ἄγεν δυοκαίδεκα νῆας, ἕτεροι δὲ γράφουσι ἐκ Σ. ἄγε τρισκαίδεκα νῆας. πρὸς ὅπερ παρῴδηται τὸ ἐκ Σ. ἄγε τρισκαίδεκα νήσσας. V. 96 De lacu sacro Salaminio nihil aliunde habemus compertum; sed fuit in insula Dianae templum (Paus. 36, 1), cui fortasse ut Λιμναίᾳ lacus ille sacer erat. Ceterum memorabile est parodum ab altero Honeri de Aiace loco (Π 102 sq.) ad alterum (B 557) transferri, nec minus iuvat perspicere quomodo effecerit ut ne versus 96 quidem exemplis homericis destitutus sit. V. 102 Alicae epitheton ἡδυπρόσωπος ad illius candorem referendum videtur, cf. Plin. N. H. XVIII 112. Similiter Eubulus ap. Ath. XV 685 e (II 204 Kock) dicit μᾶζα χαριτοβλέφαρος. V. 105 Quid ineptius quam aqua marina manus lavare convivas, qui ipsis manibus pro instrumentis edendi utebantur Sic enim videntur intellexisse interpretes, qui etiam ad v. 20 provocant. Recte quidem νίψασθαι ἀπό τινος dici potest sicut ζ 224 ἐκ ποταμοῦ χρόα νίζετο . . ἅλμην et absque praepositione β 261 χεῖρας νιψάμενος πολιῆς ἁλός de Telemacho precaturo. At licet prope ipsum portum fuerit convivium, quid quaeso in lautissimis epulis ad mare descendat lavatum? Immo ut est apud Philoxenum (Ath. XV 685 d) κατὰ χειρὸς δʼ ἤλυθʼ ὕδωρ. ltaque Oceani fluctus parodo idem valent quod ἅλμη, quo in verbo iam supra v. 77 ambigue luserat: ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ. Nimirum cum maxima pars cenae in piscibus versata esset, a muria manus erant purgandae. V. 106 Μύρον ἴρινον laudat Athenaeus V 195 d: εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. V. 108 διάνδιχα sumpsit parodus ex aliis locis homericis, cum B 655 sq. scriptura διὰ τρίχα confirmetur ipsa oppidorum Rhodiorum tripartitione Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. Ad convivarum ordinem verba illa spectere videntur, sed quidni διὰ τρίχα retinens ad crines (θρίξ) referri voluerit? V. 109 cum emphasi quadam πίνετο δʼ οἶνος, cuius exemplum homericum subscripsi. Cf. etiam Philoxenus ap. Ath. XI 476 e: πίνετο νεκτάρεον πῶμʼ ἐν κτέ. De vino Lesbio vide Archestr. fr. LIX sq. V. 112 Sic Hermippus in parodia homerica ap. Ath. I 27 f (I 243 Kock): αὐτὰρ ἀπʼ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα. V. 113 Cf. Eustath. 871, 40. V. 114 Πρόσφατοι sunt uvae recentissime carptae. Ἁμάμαξυν: cf. Eustath. 1524, 33 ἀμάμαξυς, σταφυλῆς γένος. οἱ δὲ, ἀναδενδράδα φασίν. Quam explicationem amplectitur Hehnius quoque Kulturpfl. u. Hausthiere p. 67, minus recte, opinor, si audis Hesychium s. v.: εἴρηται δὲ καὶ ἐπὶ χωλοῦ τινος, δύο βακτηρίαις ὑπὸ ταῖς μασχάλας ἐρειδομένου, καὶ ἔχοντος τὸν πόδα ὡς βότρυν. Quem iocum minus ad vitem ex arboribus quam sudibus suspensam convenire apparet. Cf. schol. Arist. Vesp. 325. V. 116 εὔκυκλον restituendum erat, scutorum apud Homerum epitheton (E 453 al.), nisi forte legit Matro ἔγκυκλον. ln fine versus Jacobsii vestigiis insistens qui voluit ἁδρόν, scripsi ἁβρόν Archestrati maxime memor fr. IV v. 18, a quo placenta Erythris facta vocatur λευκὸς ἁβραῖς θάλλων ὥραις; optime enim Matronis quoque loco iuventutis imago convenit ad placentam recentem translata. Meinekii conlectura ἁγνῆς ideo moleste fertur quod Cereris epitheton versus qui deae nomen antecedit tenorem aequo vehementius interrumpit. Ribbeckii coniectura ad Archestr. fr. 3, 14 (IV 14) per nimias ambages placenta fit filia farinae Cereris, praeterquam quod lectorum exspectatio usque ad vocem πλακοῦντα suspensa farinae mentione praeoccupata tollitur. Post v. 118 sententiae hiatum detexit Meinekius; qui etiam traditam scripturam πόρναι δʼ εἰσῆλθον, πόρναι δύο tuetur locis qualis est Theocr. Id. XVIII 50: Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος. V. 122 sagaciter Schmveighaeuserus: videtur suo more parodus lubricam verborum ambiguitatem sectatus. Primum ista verba ἃς τρατοκλῆς ἤλαυνε per se posita sic intellegi voluit quemadmodum verbo ἐλαύνειν usus est comicus in Eccles. v. 39 [adde Plat. com. ap. Ath. X 456 a; l 601 Kock] quibuscum consuetudinem habebat Stratoclesʼ; sed mox, quasi de hoc non cogitasset, adicit ista ποδώκεας ὄρνιθας ὥς, quo velocitatem designaret, qua saltationes suas et praestigias meretriculae illae peragebant .