Lace v. 0.6.21 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
Τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγιων ἀποωκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν, μετανοεῖτε, μᾶλλον, ἢ
Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν
Ἑῷ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθός, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστής, καὶ ἀποθανὼν ἐν ᾍδου δικαστής· καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου. Ἀλλὰ παραλείπω οὐδὲν ἧττον γε ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε;
σώματ’ ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε
Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν
τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται.
Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· Ἐπεί δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ’ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ’ αὐτῷ λέγεις,
Νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων.
Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.
Τί οὖν, φησιν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς;
Εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι.
Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; Καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. κανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι.
Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἤκουσαν παραλαβὼν τὴν ἀρχήν· εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη, καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ Κροῖσος Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει,
τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν.
Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Αὔδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὅς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι
Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.
Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντι , ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ἤδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μαντις.
Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ·
Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήΐος
Εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιωτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ,
πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν,
οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές.
Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην,
Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος
Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι « Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ,
θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται .Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱείς ἀνήρ,
Τοοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ τι ποτὶ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σοὺ ἐν Δελροῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνη μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ἅδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους.
χῆνας ἐναρίζων βολαῖσν, ἀσπέτους, ποιηβόρους.
Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπίς, ἢ μόνος ὁ θεός. Οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες, τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τι οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἄρα λοιβῆς καὶ κνίσης ἐμέμνητο, καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐ μὲν οὖν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους· οὕτω τὸ ναυτικὸν δηλῶν· δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν.
Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν· ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν, τὰ πρὸς Ἀθηναίους. Καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους·
Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίηςᵃ.
Ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστι; Οὐ γὰρ οὕτως ἐθάῤῥεις αὐτῷ, νὴ Δία, φαίη τις ἄν. Εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. Ἰδοὺ δὴ προσκείσθω,
Οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος, οὔτε τὸ σῶμα,
οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρεί[ψει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων·
πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει ·
πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι ,
δείμασι παλλόμενοι.Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι
Ἄξιός τε σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός· ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν, καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων, καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. Καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος οὐκ οἰμώζεις; (εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις· κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; Οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. Ἢ μήτι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν
λισσομένη πολλοῖσι λόγοις. . . .
Σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας .
τῶν ἄλλων γὰρ ἁλισκομένων. . .
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς
μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει·
μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα,
νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται.
Ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,
ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης .Φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸν εἶναι.
Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ, καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο. Ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. Ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. Ὅτι δὲ ναυσίν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικόν, καὶ ἐπὶ θαλάσσης κατοικοῦντας, μὴ οὐ πασσυδὶ σκευωρησαμένους, καὶ τροφὰς ὅσας εἶχον συνεμβαλλομένους σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν.
Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. Ἤτοι γὰρ πᾶσά φησιν ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. Τοῦτο δ’ ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. Ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον, καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι, καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν, ὡς ἂν οἰκείοις φίλοις προξενεῖν. Εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτούς, μηδ’ ἁλῶναι παρέχειν. Ὁ. δὲ οὐδὲ τοῦτο, ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται, γινώσκει. Διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος, ἄκουε· Ἀλλ’ οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταυτὸν παραινεῖν. Ἀληθῆ λέγεις. Οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. Ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐτοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. Ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις·
Ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,
Πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. Ἀλλ’ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. Εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ· σὺ δ’ αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. Καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι· καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωνεῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα, καὶ ἀλευρομαντεῖα, καὶ τοὺς ἐγγαστριμύθους. Πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ, καὶ αἱ κορῶναι, καὶ τὰ καθύπνια παραπταίσματα. Οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο, ἢ τὸ ἕτερον, οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πεσεῖν τὸν βασιλέα. Μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῷ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. Λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν. Τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ. ἱσταμένῳ πρὸς τὸν ἄπειραν ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. Μηδὲν δὲ ἧτον ἀφώρατον εἶναι τὸ σόφισμα, καὶ διαφυγούσης καὶ ἁλούσης. Τί δήποτε; Ὅτι οὐκ εἴρητο μὰ Δία, εἰ ὁ βασιλεὺς ἀποθάνοι,
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι
πέρσεται· ἢ τὸ μὲν οὐκί , ἀφ’ Ἡρακλέος δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας,
Ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδ’ ὀρύσσετε·
Καὶ οἱ βλάκες ἐπείσθησαν, καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα. Ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ· ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι, ἐπαγγέλλῃ τὴν ἀποφυγήν. Τοῦτο δὲ οὐ τὸ λώϊον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόῤῥοπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· ὅθεν δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνκα ἦσαν ἀφιγμένοι, ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.
Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο.
Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδ αιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν,
Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς .
ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός·
ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν.Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης
Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν.
δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην.
Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀῤῥωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο. Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο,
Ἥκεις, ὦ Λυκόοργε , ἐμὸν ποτὶ πίονα νηόν,
καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα
Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι·
δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον·
ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὦ Λυκόοργε,
ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι
δώσω,Ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι
Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.
δώσω.Ἕως ἂν μαντείαισιν ὑποσχέσιάς τε καὶ ὅρκους,
Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ σπόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως
καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε,
ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες,
Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους
ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ,
οὕτω τοί χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.Οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας.
Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθήν, οὐδὲ σὺν θώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ἡγοῖντο, ἁ δ’ ἕποιντο, ἔτι φήσω τοῷ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν τὴν Σπάρτην.
Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι
τὴν δὲ πεφυλάχθαι. Μάλιστα ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν· ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἥδῃ καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. Ὥστε μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι
ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶχον ἄγουσα,
ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι·
καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας
ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον·
τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης
εἰσαφικάνουσι...Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν,
Περὶ δὲ παίδων,
Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην.Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα ·
Περὶ δὲ ἀποικίας,
Λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον.Στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν,
Περὶ δὲ κενῆς δόξης,
ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον.Γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον ·
Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. Ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσι· σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. Εἶδ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερον γαμήσει ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων, οὐκ εὗ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι, οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών.
ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες,
ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.Εἴκοσι τὰς πρὸ κυνός, καὶ εἴκοσι τὰς μετέπειτα ,
Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις, ἰατρικόν, ἀλλ’ οὐ μαντικόν.
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ.Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνάδαο ,
Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν,
ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης
ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην.Ἀντίοχ’, εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον·
ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας,
Ἀντίοχ’, εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.
ἢ τοῖς ἥκουσι Κρητῶν·
Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου,
οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν,
Πυθῶον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες·Λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τόφου,
ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἔπιμενιδε ους καθαρμοὺς φανταζόμενος.
οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες·
Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς,
Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
Ποίῳ δὲ καὶ ἄλλω λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω.
ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς;
Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις ,
Ὁ δὲ παῖς ἦν Ἀρχίλοχος.
ἔσσετ’ ἐν ἀνθρώποις.Ἔσται σοι κοῦρος Μνησαρχίδῃ, ὅντινα πάντες
Ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ,
ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει,
καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται.Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν
Καὶ διὰ ταῦτα ἤκουεν,
ἠελίων δισσῶν , ἡ δ’ ἀθανάτοις ἰσόμοιρος ,
ζῶν καὶ ἀποφθίμενος.Ὄλβιε καὶ δύσδαιμον , ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι.
Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ
Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν.
Ἄγε οὖν, ὦ θεέ, μὴ περιΐδῃς μηδ’ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ’ οὖν ἦν τοῦτο, δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἡ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῇ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ’ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν , ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήβευεν, Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι ·
Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ὤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην
Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ’ ἀπὸ τηλοῦ,
ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο,
εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῶς (ἐπακούσας)
ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον).
Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν·
Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμόν, καὶ μέτρα θαλάσσης,
Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως·
καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων.Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς,
Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων , ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾜσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ’ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἢ ἐπὶ τῷ σῷ πύκτῃ,
ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα.Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ’ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρςν, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου ουκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν’ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ’ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησαν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τι φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι λέγων, Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως·
ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα.Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἆρώσις.
Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον,
Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος.
Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,
Οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι,
Κύψελος Αἰακίδης , βασιλεὺς κλεινοῖο Κορίνθου.Κύψελος, ὅς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει,
καὶ Μελάνιππος, ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας. Πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῷ; Ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν,
Εὐδαίμων Φάλαρις, καὶ Μελάνιππος ἔφυ,
κουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. Ἀλλ’ εὖγε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω·
θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας.Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται,
φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον.
Ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν,
Τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι εἴ μοι δόξει, ἧσθαι καὶ πεφυλάχθαι Ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ Ἀρχίλοχος ἐγὼ προσέταττον;
εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,
Ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τι ἐστίν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν, κύριός εἰμι ἐγώ; Καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν, ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτίσω, εἴτε λέγοις, εἴτε μή, καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ, τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι· ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν.
Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι,
ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.
Ἀλλ’ ἴθι, μηκέτι μέλε.Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω
Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος, σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος, ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνύσαι αὑτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς ἀὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν
νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι
Οὐδὲ γὰρ σὺ οἶσθά πως εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σύ τι εἴ ὁ ἐρωτώμενος, καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἔρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ, τι ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδώς , ἀπαντάτω εἰς τὴν στοάν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. Τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος, ἢ τί ἡ Στοά, ἢ τί οἱ νέοι, ἢ τίς ὁ οὖτις, οὔτ’ οἶδεν, οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς, οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πισπότερον μέτρον οὗ λέγω· οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη· ἢ παρισωθείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ ὦ Χρύσιππε, καὶ σὺ ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν· οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι· φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ’ ἂν μὴ δοκῆ, ἐκεῖ
Ἀμφιαρηῖαδη.Καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος,
ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων, πῶς ἂν ᾖ σοι ἐξεπίστασθαι, ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἕκαστα ἐπράχθη; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων ἢ σύ τι περὶ τῶν μελλόντων λέγειν ἠδύνασο; Πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, Ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν,
ἢ εἰ οὗτος μὲν μή, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων,
Εἰθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς,
οὐκ πῶς ἂν συστάντες ἐμάχοντο, καὶ Λαίου πᾶν δῶμα ἔδη δι’ αἵματος; Ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. Γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς, ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις· ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὅ λέγω οὐ συνίης ; Ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμτοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν ἀλλ’ ἑαυτῇ κελεύσῃ. Εἴη δ’ ἂν ἀρχή, καὶ ὄνος, καὶ κύων, καὶ ψύλλα. Οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἥ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. αἴσθῃ τῷ γένει τούτῳ.
σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἵσον;Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο,
Τί φής; Οὐ γὰρ ἐπέπρωτο ὑφ’ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; Καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ’ οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ’ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ’ οὐκ (εἴπερ ἄρα) ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; Ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ’ ἂν ᾖ, τοῦτο πέπρωται. Αῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τοῦτ’ ἔστιν ἀναγκοθετήσεως; Τί δ’ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;
ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ’, ἠδ’ ἔτι δώσει.Οἰταῖοι, μὴ σπεύδετ’ ἀτασθαλίῃσι νόοιο.
Ἀλλ’ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ’ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθός, οὔτε ἑκών, οὔθ’ ἑλόμενος, ἀλλ’ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἱ τε ἀγαθοί, εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει, Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί,) ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;
Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν,
Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες ἀλλὰ βουλόμενοι χωροῦσιν, ἐφ’ ἃ χωροῦσιν. Ἃ δ’ ἂν βουληθῶσι τῶν οὕτω προεληλεγμένων, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν
εὐσεβέων θ’ ἁγίας θυσίας τιμάς τε δέχονται.