Notes are not included.
Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter.
Κρεῖττόν φασι τὸ δοκεῖν δίκαιον εἶναι τοῦ εἶναι· μὴ καὶ τὸ δοκεῖν ἀγαθὸν εἶναι τοῦ εἶναι κρεῖττόν ἐστιν; — Ἀμέλει. — Πότερον οὖν διὰ τὸ δοκεῖν ἀγαθοὶ ὑποκριταὶ εἶναι 〈εὖ〉 ὑποκρίνονται ἢ διὰ τὸ εἶναι; — 〈Διὰ τὸ εἶναι. —〉 Κιθαρίζουσι δὲ 〈εὖ〉 πότερον διὰ τὸ δοκεῖν ἀγαθοὶ κιθαρισταὶ 〈εἶναι〉 ἢ διὰ τὸ εἶναι; — Διὰ τὸ εἶναι. — Τὰ δ’ ἄλλα πάντα ἁπλῶς διὰ τὸ δοκεῖν ἀγαθοὶ 〈εἶναι〉 εὖ πράττουσιν ἢ διὰ τὸ εἶναι; — Διὰ τὸ εἶναι. — Δι’ ὃ δ’ εὖ βιοῦσι κρεῖττον ἢ δι’ ὃ μή· ὥστε κρεῖττον φαίνοιτ’ ἂν τὸ ἀγαθὸν εἶναι τοῦ δοκεῖν, ὁ γὰρ δίκαιος ἀγαθός, οὐχ ὁ δοκῶν δίκαιος εἶναι. καὶ τί ποτε ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ὅσα δοκοῦσιν ἄνθρωποι; μᾶλλον ἂν βούλοιο εἶναι ἐν αὐτοῖς 〈ἢ δοκεῖν εἶναι〉 καὶ ἔχειν αὐτὰ μᾶλλον ἢ δοκεῖν ἔχειν; εὐθέως, ὁρᾶν 〈μᾶλλον〉