Notes are not included.
Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter.
Δεῖ ὥσπερ τὸν ἀγαθὸν ὑποκριτὴν ὅ τι ἂν ὁ ποιητῆς περιθῇ πρόσωπον τοῦτο ἀγωνίζεσθαι καλῶς, οὕτω καὶ τὸν ἀγαθὸν ἄνδρα ὅ τι ἂν περιθῇ ἡ τύχη. καὶ γὰρ αὕτη, φησὶν ὁ Βίων, ὥσπερ ποιήτρια, ὁτὲ μὲν πρωτολόγου, ὁτὲ δὲ δευτερολόγου περιτίθησι πρόσωπον, καὶ ὁτὲ μὲν βασιλέως, ὁτὲ δὲ ἀλήτου. μὴ οὖν βούλου δευτερολόγος ὢν τὸ πρωτολόγου πρόσωπον· εἰ δὲ μή, τί μοι μάχῃ; μή τί σοι κέκλοφα; οὐ πᾶν τὸ προσταττόμενον ὑπὸ
καὶ ἡ Πενία 〈ἂν〉 εἴποι πρὸς τὸν ἐγκαλοῦντα τί μοι μάχῃ; μὴ καλοῦ τινος δι’ ἐμὲ στερίσκῃ; μὴ σωφροσύνης; μὴ δικαιοσύνης; 〈μὴ〉 ἀνδρείας; ἀλλὰ μὴ τῶν ἀναγκαίων ἐνδεὴς εἶ; ἢ οὐ μεσταὶ μὲν αἱ ὁδοὶ λαχάνων, πλήρεις δὲ αἱ κρῆναι ὕδατος; οὐκ εὐνάς σοι τοσαύτας παρέχω ὁπόση γῆ; καὶ στρωμνὰς φύλλα; ἢ εὐφραίνεσθαι μετ’ ἐμοῦ οὐκ ἔστιν; ἢ οὐχ ὁρᾷς γρᾴδια φυστὴν φαγόντα τερετίζοντα; ἢ οὐκ ὄψον ἀδάπανον καὶ ἀτρύφερον παρασκευάζω σοι τὴν πεῖναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα ὄψου δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένει; ἢ πεινᾷ τις πλακοῦντα
εἰ ταῦτα λέγοι ἡ Πενία, τί ἂν ἔχοις ἀντειπεῖν; ἐγὼ μὲν γὰρ 〈ἂν〉 δοκῶ ἄφωνος γενέσθαι. ἀλλ’ ἡμεῖς πάντα μᾶλλον αἰτιώμεθα ἢ τὴν ἑαυτῶν δυστροπίαν καὶ κακοδαιμονίαν, τὸ γῆρας, τὴν πενίαν, τὸν ἀπαντήσαντα, τὴν ἡμέραν, τὴν ὥραν, τὸν τόπον. διό φησιν ὁ Διογένης φωνῆς ἀκηκοέναι κακίας ἑαυτὴν αἰτιωμένης, οὔτις ἐμοὶ τῶνδ’ ἄλλος ἐπαίτιος, ἀλλ’ ἐγὼ αὐτή.
βέλτιστε
φησί τοῦτον ὤθει προσστάς
. ἄπορος πάλιν γέγονας· μὴ ζήτει τὴν τοῦ εὐπόρου δίαιταν, ἀλλ’ ὡς πρὸς τὸν ἀέρα φράττῃ (εὐδία, [καὶ] διεστείλω· ψῦχος, συνεστείλω), οὕτω καὶ πρὸς τὰ ὑπάρχοντα· εὐπορία, διάστειλον· ἀπορία, σύστειλον. ἀλλ’ ἡμεῖς οὐ δυνάμεθα ἀρκεῖσθαι τοῖς παροῦσιν, ὅταν καὶ τρυφῇ πολὺ διδῶμεν, καὶ τὸ ἐργάζεσθαι . . . . αἱ κρίνωμεν καὶ τὸν θάνατον ἔσχατόν [τι] τῶν κακῶν. ἐὰν δὲ ποιήσῃ καὶ τῆς ἡδονῆς καταφρονοῦντά τινα, καὶ πρὸς τοὺς πόνους μὴ διαβεβλημένον, καὶ πρὸς δόξαν καὶ ἀδοξίαν ἴσως ἔχοντα, καὶ τὸν θάνατον μὴ φοβούμενον, ὅ τι ἂν θέλῃς ἐξέσται σοι ἀνωδύνῳ ὄντι ποιεῖν. διὸ ἅπερ λέγω, ἐάν σοι
φησί δείξω δύο ἀδελφῶν τὴν ἴσην οὐσίαν διελομένων τὸν μὲν ἐν τῇ πάσῃ ἀπορίᾳ, τὸν δὲ ἐν εὐκολίᾳ, οὐ φανερὸν ὅτι οὐ τὰ χρήματα αἰτιατέον ἀλλ’ ἕτερόν τι;
οὕτως ἐάν σοι δείξω δύο γέροντας, δύο πένητας, δύο φεύγοντας, τὸν μὲν ἐν τῇ πάσῃ εὐκολίᾳ καὶ ἀπαθείᾳ ὄντα, τὸν δὲ ἐν τῇ πάσῃ ταραχῇ, οὐ φανερὸν ὅτι οὐ τὸ γῆρας, οὐ τὴν πενίαν, οὐ τὴν ξενίαν αἰτιατέον ἀλλ’ ἕτερόν τι; καὶ ὅπερ Διογένης ἐποίησεν πρὸς τὸν πολυτελῆ φάμενον πόλιν εἶναι τὰς Ἀθήνας· λαβὼν γὰρ αὐτὸν ἦγεν μνᾶς
φησὶν ὁ μυροπώλης· ἀνέκραγε πολυτελής γε ἡ πόλις
. ἀπῆγεν αὐτὸν πάλιν εἰς τὸ μαγειρεῖον καὶ ἐπυνθάνετο πόσου τὸ ἀκροκώλιον. τριῶν δραχμῶν
· ἐβόα πολυτελής γε ἡ πόλις
. εἰς τὰ ἔρια πάλιν τὰ μαλακὰ καὶ πόσου τὸ πρόβατον. μνᾶς
φησίν· ἐβόα πολυτελής γε ἡ πόλις
. δεῦρο δή
φησί. κἀνταῦθα ἄγει αὐτὸν καὶ εἰς τοὺς θέρμους. πόσου ἡ χοῖνιξ;
χαλκοῦ
φησίν· ἀνέκραγεν ὁ Διογένης εὐτελής γε ἡ πόλις
. πάλιν εἰς τὰς ἰσχάδας, δύο χαλκῶν
· τῶν δὲ μύρτων;
δύο χαλκῶν
· εὐτελής γε ἡ πόλις
. ὃν τρόπον οὖν ὧδε οὐχ ἡ πόλις εὐτελὴς καὶ 〈πολυτελής, ἀλλ’ ἐὰν μέν τις οὕτω ζῇ,〉 πολυτελής, ἐὰν δὲ οὕτως, εὐτελής, οὕτω καὶ τὰ πράγματα, ἐὰν μὲν αὐτοῖς οὕτω χρῆται, εὐπετῆ καὶ ῥᾴδια φανεῖται, ἐὰν δὲ οὕτως, δυσχερῆ. - Ἀλλ’ ὅμως δοκεῖ μοι ἔχειν τι ἡ ἔμβα πορθμίδος ἔρυμα.
ὥσπερ 〈ὁ〉 ἀγαθὸς ὑποκριτὴς εὖ καὶ τὸν πρόλογον εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν καταστροφήν, οὕτω καὶ ὁ ἀγαθὸς ἀνὴρ εὖ καὶ τὰ πρῶτα τοῦ βίου εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν τελευτήν· καὶ ὥσπερ ἱμάτιον τρίβωνα γενόμενον ἀπεθέμην καὶ οὐ . . . . παρέλκω οὐδὲ φιλοψυχῶ, ἀλλὰ μὴ δυνάμενος ἔτι εὐδαιμονεῖν τουτὶ δέ
φησίν Ἀλκιβιάδῃ
· ὅρα σχολὴν καὶ παιδιάν. ἡμεῖς δέ, κἂν ἄλλον 〈θανατῶντ’〉 ἴδωμεν, πεφρίκαμεν. καὶ μέλλων ἀποθνῄσκειν, ἐκάθευδε βαθέως, ὥστε μόλις διεγεῖραι τινά. ταχύ γ’ ἂν καὶ ἡμῶν τις ἂν κοιμηθείη. . . . καὶ γυναικὸς χαλεπότητα πράως ἔφερε κἀκείνης βοώσης οὐκ ἐφρόντιζεν· ἀλλὰ Κριτοβούλου εἰπόντος πῶς ἀνέχῃ ταύτης συμβιούσης;
πῶς δὲ σὺ τῶν παρὰ σοὶ χηνῶν;
τί δὲ μοι μέλει ἐκείνων;
φησίν οὕτως οὐδ’ ἐμοὶ ταύτης, ἀλλ’ ἀκούω ὥσπερ χηνός
. καὶ πάλιν παρειληφότος αὐτοῦ Ἀλκιβιάδην ἐπ’ ἄριστον, ὡς ἐκείνη παρελθοῦσα τὴν τράπεζαν ἀνέτρεψεν, οὐκ ἐβόα οὐδ’ ὢ τῆς παρανομίας, ὥστε ταύτῃ πάσχειν
, ἀλλ’ ἀναλέξας τὰ πεσόντα, παραθέσθαι πάλιν ἐκέλευσε τὸν Ἀλκιβιάδην· ὡς δὲ ἐκεῖνος οὐ προσεῖχεν ἀλλ’ ἐγκαλυψάμενος ἐκάθητο [αἰσχυνόμενος], προάγωμεν δή’ φησίν ἔξω· φαίνεται γὰρ ἡ Ξανθίππη ὀξυρεγμίᾳ σπαράσσειν ἡμᾶς.
εἶτα μετ’ ὀλίγας ἡμέρας αὐτὸς ἀριστῶν παρὰ τῷ Ἀλκιβιάδῃ, ὡς ἡ ὄρνις ἡ γενναία ἐπιπτᾶσα κατέβαλε τὸν πίνακα, ἐγκαλυψάμενος ἐκάθητο καὶ οὐκ ἠρίστα· ὡς δὲ ἐκεῖνος ἐγέλα καὶ ἐπυνθάνετο εἰ διὰ τοῦτο οὐκ ἀριστᾷ ὅτι ἡ ὄρνις ἐπιπτὰσα καταβάλοι, δῆλον ὅτι
φησί σὺ μὲν πρῴην Ξανθίππης ἀνατρεψάσης οὐκ ἐβούλου ἀριστᾶν, ἐμὲ δὲ οἴει νῦν 〈ἂν〉 ἀριστᾶν τῆς ὄρνιθος ἀνατρεψάσης; ἢ διαφέρειν τι ἐκείνην ὄρνιθος κορυζώσης ἡγῇ;
ἀλλ’ εἰ μὲν ὗς
φησίν ἀνέτρεψεν, οὐκ ἂν ὠργίζου, [οὐκ ἂν
ὅρα παιδιάν.