Περὶ περιστάσεων Teles Megarenesis Otto Hense Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Daniel Whittle Center for Hellenic Studies Digital conversion and editing Evangelia Korou Center for Hellenic Studies Digital conversion and editing Kostis Gianopoulos Center for Hellenic Studies Digital conversion and editing Charlotte Houghton Center for Hellenic Studies Digital editor Open Greek and Latin tlg1699.tlg007.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg1699.tlg007.1st1K-grc1 Teles Megarenesis Teletis Reliquiae Otto Hense Tübingen Mohr 1909 HathiTrust

Notes are not included.

Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts chapter.

Greek markup review initial markup of new file.
ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΠΕΡΙΣΤΑΣΕΩΝ

Ἡ τύχη ὥσπερ ποιήτριά τις οὖσα παντοδαπὰ ποιεῖ πρόσωπα, ναυαγοῦ, πτωχοῦ, φυγάδος, ἐνδόξου, ἀδόξου. δεῖ οὖν τὸν ἀγαθὸν ἄνδρα πᾶν ὅ τι ἂν αὕτη περιθῇ καλῶς ἀγωνίζεσθαι. ναυαγὸς γέγονας, εὖ τὸν ναυαγόν· πένης ἐξ εὐπόρου, εὖ τὸν πένητα· ἄρμενος ἐν μικροῖσι καὶ ἄρμενος ἐν μεγάλοισιν· ἀρκούμενος καὶ ἐσθῆτι τῇ τυχούσῃ καὶ διαίτῃ καὶ διακονίᾳ, ὥσπερ ὁ Λαέρτης γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει· καὶ ἐκοιμᾶτο χαμαὶ ἐπὶ στιβάδος· φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήατο εὐναί. ἀρκεῖ γὰρ ταῦτα καὶ εἰς τὸ προσηνῶς καὶ εἰς τὸ ὑγιεινῶς, ἐὰν μή τις τρυφᾶν βούληται· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι οὐδέ γε ἐν χλανίδος κατασκευῇ οὐδὲ ἐν στρωμνῆς μαλακότητι. οὐκ ἀηδῶς γὰρ Εὐριπίδης τρυφῇ δέ τοι πολλῶν ἐδεστῶν μηχανὰς θηρεύομεν· καὶ οὐ μόνον ἐδεστῶν, ἀλλὰ καὶ ὀσφραντῶν καὶ ἀκουστῶν. οὐ δεῖ δὲ τρυφᾶν οὐδὲν τῶν πραγμάτων μὴ φερόντων, ἀλλ’ ὥσπερ οἱ ναυτικοὶ πρὸς τοὺς ἀνέμους καὶ πρὸς τὴν περίστασιν ὁρῶντες· ἐκποιεῖ, χρῆσαι· οὐκ ἐκποιεῖ, παῦσαι. καὶ ὥσπερ ἐπὶ στρατείας ὁ μὲν ἵππον ἔχων ἱππεὺς ἀγωνίζεται, ὁ δὲ ὅπλα ὁπλίτης, ὁ δὲ μηδὲν ἔχων ψιλός, καὶ ὥσπερ ἐκεῖσε ὅταν ἐπικέωνται οἱ πολέμιοι καὶ βάλλωσιν, εἰς τὰ ὅπλα ἀναχωρεῖς ψιλὸς ὤν· οὕτως αὖ δεῦρο ἐπίκειται ἐνίοτε πόλεμος, ἀπορία ἀρρωστία, ἀναχώρει εἰς μονοσιτίαν, εἰς αὐτοδιακονίαν. εἰς τρίβωνα, ἔσχατον εἰς ᾅδου.