Lace v. 0.6.14 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts part and section.
This pointer pattern extracts part.
Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῷ ἐπιγραφομένῳ Ἐπιχωρίῳ
Ἀριστοτέλης δὲ ἐν τῷ τρίτῳ περὶ ποιητικῆς
γενόμενος δὲ ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημένος ἤδη ἐπηρώτα τὸν θεὸν τίνων τε εἴη γονέων καὶ πόθεν· ὁ δʼ ἀνεῖλεν οὕτως·
φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος·
ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.
μετʼ οὐ πολὺν δὲ χρόνον πλέων ἐς Θήβας ἐπὶ τὰ Κρόνια· ἀγὼν δʼ οὗτος ἄγεται παρʼ αὐτοῖς μουσικός· ἦλθεν εἰς Ἴον· ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. οἱ δὲ ἐπὶ τῷ θηρᾶσαι μὲν μηδὲν φθειρίζεσθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο·
ὄλβιε καὶ δύσδαιμον· ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι·
πατρίδα δίζηαι, μητρὸς δέ τοι οὐ πατρός ἐστι
μητρόπολις ἐν νήσῳ ὑπὸ Κρήτης εὐρείης,
Μίνωος γαίης οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ.
ἐν τῇ σὴ μοῖρʼ ἐστὶ τελευτῆσαι βιότοιο
εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας
δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον.
δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν
ἠελίων δισσῶν, ἣν δʼ ἀθανάτοις ἰσόμοιρον
ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως. ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσσʼ οὐχ ἕλομεν φερόμεσθα,
αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατέλιπον· οὓς δʼ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δʼ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδε ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ·
εἰσὶ μέντοι οἳ καὶ Κολοφώνιον αὐτὸν ἀποδεικνύναι πειρῶνται,
ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
ἄξιον δὲ μηδὲ τὸ ὑπὸ Ἀντιπάτρου τοῦ ἐπιγραμματοποιοῦ γραφὲν ἐπίγραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσέμνως· ἔχει δʼ οὕτως·
υἱὲ Μέλητος Ὅμηρε σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον·
καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἡμιθέων γραψάμενος σελίδας.
ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον
ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν Ὅμηρε,
οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον·
οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα,
οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν·
ἄλλοι δʼ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου
χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν,
πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικὸς
οὐ θνατᾶς ματρὸς δʼ ἔπλεο Καλλιόπας.
γενέσθαι δʼ αὐτὸν τοῖς χρόνοις οἱ μέν φασι κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι· οἱ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ πολέμου· ἄλλοι δὲ μετὰ πεντήκοντα καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν·
Ὅμηρον τὸν ποιητὴν χρόνῳ μὲν τῶν πλείστων δυνάμει δὲ πάντων πρῶτον γενόμενον εἰκότως ἀναγινώσκομεν πρῶτον, ὠφελούμενοι τὰ μέγιστα εἴς τε τὴν φωνὴν καὶ τὴν διάνοιαν καὶ τὴν τῶν πραγμάτων πολυπειρίαν. λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως, πρότερον μνησθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ.
Ὅμηρον τοίνυν Πίνδαρος
Ὥσπερ δὲ τὰ τοῦ γένους αὐτῷ διαπορεῖται, οὕτω καὶ περὶ τῶν χρόνων καθʼ οὓς ἐγένετο. καὶ οἱ μὲν περὶ Ἀρίσταρχόν φασιν αὐτὸν γενέσθαι κατὰ τὴν τῶν Ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα, τὰ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωικῶν ἔτεσιν ὀγδοήκοντα. οἱ δὲ περὶ Κράτητα καὶ πρὸ