Lace v. 0.6.14 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections.
λέγουσιν οὖν αὐτὸν εἰς Ἴον πλεύσαντα διατρῖψαι μὲν παρὰ Κρεωφύλῳ, γράψαντα δὲ Οἰχαλίας ἅλωσιν τούτῳ χαρίσασθαι, ἥτις νῦν ὡς Κρεωφύλου περιφέρεται. καθεζόμενον δὲ ἐπί τινος ἀκτῆς, θεασάμενον ἁλιεῖς προσειπεῖν αὐτοὺς καὶ ἀνακρῖναι τοῖσδε τοῖς ἔπεσιν·
ἔστιν Ἴος νῆσος μητρὸς πατρὶς ἥ σε θανόντα
δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.
οὐκ ἐπιβάλλοντος δʼ αὐτοῦ διελέσθαι τὸ αἴνιγμα, ὅτι ἐπὶ ἰχθυΐαν καταβάντες ἀφήμαρτον, φθειρισάμενοι δὲ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες ἀπολείπουσιν, ὅσοι δὲ αὐτοὺς διέφυγον, τούτους ἀποκομίζουσιν, οὕτω δʼ ἐκεῖνον ἀθυμήσαντα σύννουν ἀπιέναι τοῦ χρησμοῦ ἔννοιαν λαμβάνοντα, καὶ οὕτως ὀλισθέντα περιπταῖσαι λίθῳ καὶ τριταῖον
ἄνδρες ἀπʼ Ἀρκαδίης θηρήτορες, ἆρʼ ἔχομέν τι;
ὑποτυχόντα δὲ αὐτῶν ἕνα εἰπεῖν
οὓς ἕλομεν λιπόμεσθʼ, οὓς δʼ οὐχ ἕλομεν φερόμεσθα.
ἀλλὰ γὰρ ἐπλανήθησαν ἐκ τῶν Ἡσιοδείων Ἡμερῶν· ἕτερον γάρ τι σημαίνει. τοῖς δὲ χρόνοις αὐτὸν οἱ μὲν περὶ τὸν Ἀρίσταρχόν φασι γενέσθαι κατὰ τὴν τῆς Ἰωνίας ἀποικίαν, ἥτις ὑστερεῖ τῆς Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα, τὸ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωϊκῶν ἔτεσιν ὀγδοήκοντα· οἱ δὲ περὶ Κράτητα (fr. ed. Wachs. p. 40) ἀνάγουσιν αὐτὸν εἰς τοὺς Τρωϊκοὺς χρόνους. φαίνεται δὲ γηραιὸς ἐκλελοιπὼς τὸν βίον· ἡ γὰρ ἀνυπέρβλητος ἀκρίβεια τῶν πραγμάτων προβεβηκυῖαν ἡλικίαν παρίστησιν. πολλὰ δὲ ἐπεληλυθὼς μέρη τῆς οἰκουμένης ἐκ τῆς πολυπειρίας τῶν τόπων εὑρίσκεται. τούτῳ δὲ προσυπονοητέον καὶ πλούτου πολλὴν περιουσίαν γενέσθαι· αἱ γὰρ μακραὶ ἀποδημίαι πολλῶν ἀναλωμάτων δέονται, καὶ ταῦτα κατʼ ἐκείνους τοὺς χρόνους οὔτε πάντων πλεομένων
Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν,
ὕμνῳ νικήσας ἐν Χαλκίδι δῖον Ὅμηρον.