Vita quarta Vitae Homeri Thomas W. Allen Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Proofreading Heather Snowden University of Virginia CTS conversion University of Virginia Heather Snowden CTS conversion Lisa M. Cerrato Tufts University Open Greek and Latin tlg1805.tlg004.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg1805.tlg004.1st1K-grc1 Homeri Opera Thomas W. Allen Oxford Clarendon Press 1912 5 Internet Archive

Lace v. 0.6.14 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts sections.

Greek reviewed CTS markup and made additional changes. initial markup of new file.

Ὅμηρος ὁ ποιητὴς υἱὸς ἦν κατὰ μέν τινας Μαίονος καὶ Ὑρνηθοῦς, κατὰ δʼ ἐνίους Μέλητος τοῦ ποταμοῦ καὶ Κριθηίδος νύμφης. ἄλλοι δʼ αὐτοῦ τὸ γένος εἰς Καλλιόπην τὴν Μοῦσαν ἀναφέρουσιν. φασὶ δʼ αὐτὸν Μελησιγένη ἢ Μελησιάνακτα κεκλῆσθαι, τυφλωθέντα δʼ αὐτὸν ὕστερον Ὅμηρον κληθῆναι· οἱ γὰρ Αἰολεῖς τοὺς τυφλοὺς ὁμήρους καλοῦσιν. πατρίδα δʼ αὐτοῦ οἱ μὲν Σμύρναν, οἱ δὲ Χίον, οἱ δὲ Κολοφῶνα, οἱ δʼ Ἀθήνας λέγουσιν. περιιὼν δὲ τὰς πόλεις ᾖδε τὰ ποιήματα. ὕστερον δὲ Πεισίστρατος αὐτὰ συνήγαγεν, ὡς τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον· ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν. φασὶ δʼ αὐτὸν ἐν Ἴῳ τῇ νήσῳ διὰ λύπην ἀποκαρτερήσαντα τελευτῆσαι διὰ τὸ μὴ λῦσαι τὸ ζήτημα τὸ ὑπὸ τῶν ἁλιέων αὐτῷ προτεθέν. ὁ μὲν γὰρ ἐπιστὰς ἤρετο· ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες ἦ ῥʼ ἔχομέν τι; οἱ δʼ ἀπεκρίναντο· ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσα δʼ οὐχ ἕλομεν φερόμεσθα. ἐπιγέγραπται δʼ ἐν τῷ μνήματι αὐτοῦ ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.