Lace v. 0.6.14 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections.
Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας· τροφὸν δὲ αὐτοῦ προφῆτίν τινα θυγατέρα Ὤρου ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαί ποτε εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι· χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρός, ἀηδόνος καὶ κοττύφου. εὑρεθῆναί τε τὸ παιδίον μετὰ περιστερῶν ἐννέα παῖζον ἐπὶ τῆς κλίνης, εὐωχουμένην δὲ παρὰ τοῖς τοῦ παιδὸς τὴν Σίβυλλαν ἐμμανῆ γεγονυῖαν ἔπη σχεδιάσαι, ὧν ἀρχὴ
Δμασαγόρα πολύνικε,
ἐν οἷς καὶ μεγακλεῆ καὶ στεφανίτην αὐτὸν προσειπεῖν, καὶ ναὸν κτίσαι κελεῦσαι ἐννέα Πιερίδων· ἐδήλου δὲ τὰς μούσας. τὸν δὲ καὶ τοῦτο ποιῆσαι καὶ τῷ παιδὶ ἀνδρωθέντι ἐξειπεῖν τὸ πρᾶγμα. καὶ τὸν ποιητὴν οὕτω σεμνῦναι τὰ