Lace v. 0.6.14 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections.
Ὅμηρος ὁ ποιητὴς ἦν υἱὸς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος νύμφης ὥς φησι Καστρίκιος ὁ Νικαεύς, ὡς δʼ ἄλλοι φασὶν Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μοῦσης, ὡς δὲ Χάραξ φησιν ὁ ἱστορικὸς
φησὶ δὲ Διοσκουρίδης
ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτε ἐν γάμοις οὔτʼ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν· καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους, Μενέλαόν τε τοὺς Ἑρμιόνης γάμους ποιοῦντα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός· καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν·
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας,
οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς
νῶτα βοὸς παρέθηκεν ἀείρας
ὄπτʼ ἐν χερσὶν ἑλὼν τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν ἴτω
καὶ τὰ ἑξῆς· καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ τοὺς μνηστῆρας ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. ὅτι Ὅμηρος πηρὸς ὢν τὰς ὄψεις περιενόστει καὶ ἀφίκετο εἰς Γλαῦκον ποιμένα. ὁ δὲ πρὸς τὸν ἴδιον δεσπότην αὐτὸν ἤγαγεν. ὁ δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ πολλῶν ἔμπειρον πείθει αὐτὸν
ἐπεὶ δὲ ἧκεν εἰς τὴν φρήτραν ἔνθα ἐδαίνυντο, πῦρ ἀνέκαυσαν. ὁ δʼ Ὅμηρος εἶπεν·
κλῦθί μοι εὐχομένῳ Κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων ἀπανήνασθαι φιλότητα καὶ εὐνήν,
ἡ δʼ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν οὐραὶ μὲν ἀπήμβλυνται θυμὸς δὲ μενοινᾷ.
ὁ αὐτὸς Ὅμηρος μέλλων πλεῖν καὶ τῶν ναυτῶν δεξαμένων αὐτὸν ἐμβὰς εἰς τὴν ναῦν ἔφη τὰ ἔπη ταῦτα·
ἀνδρὸς μὲν παῖδες στέφανος, πύργοι δὲ πόληος,
ἵπποι δʼ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δʼ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος τʼ ἄλλοισιν ὁρᾶσθαι,
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.
ὁ αὐτὸς ἐπιτυχών τισι μέλλουσι πλεῖν εἰς Χίον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ ἐδέξαντο αὐτόν, καὶ λέγει τὰ ἔπη ταῦτα·
κλῦθι Ποσείδαον μεγαλοσθενές, ἐννοσίγαιε
εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,
δὸς δʼ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἀρέσθαι
ναύταις οἳ νηὸς πομποὶ ἠδʼ ἀρχοὶ ἔασιν.
δὸς δʼ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος
αἰδοίων μʼ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι
φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας
ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.
τῷ αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπός, ὃν μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλοῦσι. καὶ λέγει τάδε·
ναῦται ποντοπόροι στυγερῇ ἐναλίγκιοι αἴσῃ
πτωκάσιν αἰθυίῃσιν ἰὸν δύσζηλον ἔχοντες,
αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μετόπισθεν ὄπις ξενίου Διὸς ὅς κʼ ἀλίτηται.
ὁ αὐτὸς δειπνῶν μετὰ Γλαύκου καὶ τῶν κυνῶν ἑστώτων καὶ ὑλακτούντων καὶ δειπνησάντων λέγει τάδε·
ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἀνήσοι
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης·
ἔνθα σίδηρος ἄριστος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσιν.
ταῦτα ἀκούσας ὁ Γλαῦκος ἐθαύμασε. τὸν αὐτὸν ἰδόντες κεραμέες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευον σφίσι ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου. ὁ δ' Ὅμηρος ᾄδει αὐτοῖς τὰ ἔπη ταῦτα, ἃ καλεῖται κάμινος·
Γλαῦκε βροτῶν ἐπιόπτα ἔπος τί σοι ἐν φρεσὶ θήσω·
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπʼ αὐλείῃσι θύρῃσι
δοῦναι· τὼς γὰρ ἄμεινον· ὁ γὰρ καὶ πρόσθεν ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
ὁ αὐτὸς παραχειμάζων ἐν τῇ Σάμῳ καὶ προσπορευόμενος πρὸς τὰς οἰκίας τῶν ἐπιφανεστάτων ἐλάμβανέ τι ἀείδων τὰ ἔπεα ταῦτα ἃ καλεῖται Εἰρεσιώνη. ὡδήγουν δʼ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων·
εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς ὦ κεραμῆες
δεῦρʼ ἄγʼ Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου·
εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλευρα
φρυχθῆναί τε καλῶς καὶ τιμῇ ὄνειαρ ἑλέσθαι.
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι· ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι.
ἢν δʼ ἐπʼ ἀναιδείην στρεφθέντες ψεύδεʼ ἄρησθε
συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας
συντρίψαι, Σμάραγόν τε καὶ Ἄσβεστον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν θ' ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι.
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει βρύκοι δὲ κάμινος,
πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
δεῦρο καὶ Ἠελίου θύγατερ πολυφάρμακε Κίρκη
ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολλοὺς Κενταύρους
οἵ θʼ Ἡρακλῆος χεῖρας φύγον οἵ τʼ ἀπόλοντο.
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος.
αὐτοὶ δʼ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά·
γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην.
ὃς δέ χʼ ὑπερκύψῃ περὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθῇ ὅπως πάντες ἐπίστωνται αἴσιμα ῥέζειν.
καὶ
δῶμα προσετραπόμεσθʼ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν ἀϋτεῖ μέγα δὲ βρέμει ὄλβιος αἰεί·
αὐτὰρ ἀνακλίνεσθε θύραι, πλοῦτος γὰρ ἔπεισι
πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα,
εἰρήνη τʼ ἀγαθή· ὅσα δʼ ἄγγεα μεστὰ μὲν εἴη,
κυρκαίη δʼ αἰεὶ κατὰ δόρπου ἕρπεο μάζα.
νῦν μὲν κριθαίην εὐώπιδα σησαμόεσσαν,
τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφρακα βήσεται ὑμνεῖν.
ἡμίονοι δʼ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,
αὐτὴ δʼ ὕφαινʼ ἱστὸν ἐπὶ λέκτρα βεβηκυῖα
νευμαί τοι νεῦμαι ἐνιαύσιος ἔστε χελιδὼν
ἑστήκῃ προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρʼ αἶψα
ᾔδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δʼ εἰς Ἴον, καὶ κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶς ἔχειν. καὶ ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆς κυματωγῆς ἐπὶ πλείους ἡμέρας. κατέπλωσαν δὲ παῖδες ἁλιεῖς, καὶ ἐκβαίνοντες ἐκ τοῦ ἀκατίου προσελθόντες πρὸς αὐτὸν εἶπον ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων ἢν ἄρα δύνησθε ἀναγνῶναι ἅσσ’ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δʼ εἶπον· ἡμεῖς ἅσσ’ ἂν ἕλωμεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι μέτρῳ εἰπεῖν αὐτούς·
εἰ μέν τι δώσεις, εἰ δὲ μὴ οὐχ ἑστήξομεν,
οὐ γὰρ συνοικήσοντες ἐνθάδʼ ἤλθομεν. ἅσσ’ ἕλομεν λιπόμεσθα· ἃ δʼ οὐχ ἕλομεν φερόμεσθα.
ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων λεχθὲν κάθαπερ οἴονταί τινες, ἀλλὰ τῇ μαλακίᾳ. καὶ ἐτάφη ἐν τῇ Ἴῳ ἐπʼ ἀκτῆς καὶ ἐπέγραψαν οἱ Ἰῆται ἐπίγραμμα·
τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε
οὔτε βαθυκλήρων οὔτʼ ἄσπετα μῆλα νεμόντων.
ἡ δὲ ποίησις ἐκπέπτωκε καὶ ἐθαυμάζετο ὑπὸ πολλῶν.
ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει
ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.