Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts sections.
Ἐπὶ Οὐαλεριάνου καὶ Γαλιηνοῦ διωγμὸς ἐγένετο, ἐν ᾧ ἐμαρτύρησαν οἱ ἅγιοι Σάτυρος, Σατουρνῖλος, Ῥεουκάτος, Περπετούα, Φηλικητάτη, νόναις Φεουρουαρίαις.
Εἰ τὰ παλαιὰ τῆς πίστεως δόγματα, καὶ δόξαν θεοῦ φανεροῦντα καὶ οἰκοδομὴν ἀνθρώποις ἀποτελοῦντα, διὰ τοῦτό ἐστιν
γεγρααμμένα, ἴνα τῇ ἀναγνώσει αὑτῶν ὡς παρουσίᾳ τῶν πραγμάτων χρώμεθα καὶ ὁ θεὸς δοξασθῇ, διατί μὴ
καὶ τὰ καινὰ παραδείγματα, ἅτε δὴ ἑκάτερα ἐργαζόμενα ὠφέλειαν, ὡσαύτως γραφῇ παραδοθείη; ἢ γὰρ τὰ
νῦν πραχθέντα οὐ τὴν αὐτὴν παρρησίαν ἔχει, ἐπεὶ δοκεῖ πως εἶναι τὰ ἀρχαῖα σεμνότερα; πλὴν καὶ ταῦτα
ὕστερόν ποτε γενόμενα παλαιά, ὡσαύτως τοῖς μεθ’ ἡμᾶς γενήσεται καὶ ἀναγκαῖα καὶ τίμια. ἀλλʼ ὅψωνται
οἵτινες μίαν δύναμιν ἑνὸς ἁγίου πνεύματος κατὰ τὰς ἡλικίας κρίνουσι τῶν χρόνων· ὅτε δὴ δυνατώτερα
ἕδει νοεῖσθαι τὰ καινότερα, ώς ἔχοντα αὐξανομένης τῆς χάριτος τῆς εἰς τὰ τέλη τῶν καιρῶν
ἐπηγγελμένης. Ἐν ἐσχάταις γὰρ ἡμέραις, λέγει ὁ κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,
καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ
Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, ῾Ρεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετʼ αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφοὺς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὅ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοὶ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα.
Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ
μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς
Τότε εἶπέν μοι ὁ ἀδελφός· Κυρία ἀδελφή, ἤδη ἐν
μεγάλῳ ἀξιώματι ὑπάρχεις, τοσαύτη οὖσα ὡς εἰ αἰτήσειας ὀπτασίας ὀπτασίαν λάβοις ἂν εἰς τὸ δειχθῆναί
σοι εἴπερ ἀναβολὴν ἔχεις ἢ παθεῖν μέλλεις. κἀγὼ ἥτις ᾔδειν με ὁμιλοῦσαν θεῷ, οὗ γε δὴ τοσαύτας
εὐεργεσίας εἶχον, πίστεως πλήρης οὖσα ἐπηγγειλάμην αὐτῷ εἰποῦσα· Αὔριόν σοι ἀπαγγελῶ. ᾐτησάμην δέ,
καὶ ἐδείχθη μοι τοῦτο· εἶδον κλίμακα χαλκῆν θαυμαστοῦ μήκους· ἧς τὸ μῆκος ἄχρις οὐρανοῦ· στενὴ δὲ ἦν
ὡς μηδένα δι᾽ αὐτῆς δύνασθαι εἰ μὴ μοσχὸν ἕνα ἀναβῆναι· ἐξ ἑκατέρων δὲ τῶν τῆς κλίμακος μερῶν πᾶν
εἶδος ἦν ἐμπεπηγμένον ἐκεῖ ξιφῶν, δοράτων, ἀγκίστρων, μαχαιρῶν, ὀβελίσκων· ἵνα πᾶς ὁ ἀναβαίνων
ἀμελῶς καὶ μὴ ἀναβλέπων τοῖς ἀκοντίοις τὰς σάρκας σπαραχθείη· ἦν δὲ ὑπ᾽ αὐτῇ τῇ κλίμακι δράκων
ὑπερμεγέθης, ὃς δὴ τοὺς άἀναβαίνοντας ἐνήδρευεν, ἐκθαμβῶν ὅπως μὴ τολμῶσιν ἀναβαίνειν. ἀνέβη δὲ ὁ
Σάτυρος· ὃς δὴ ὕστερον δι᾽ ἡμᾶς ἑκὼν παρέδωκεν ἑαυτόν· αὐτοῦ γὰρ καὶ οἰκοδομὴ ἦμεν· ἀλλʼ ὅτε
συνελήφθημεν ἀπῆν. ὡς οὖν πρὸς τὸ ἄκρον τῆς κλίμακος παρεγένετο, ἐστράφη καὶ εἶπεν· Περπετούα,
περιμένω σε· ἀλλὰ βλέπε μή σε ὁ δράκων δάκῃ· καὶ εἶπον· Οὐ μή με βλάψῃ, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ.
καὶ ὑποκάτω τῆς κλίμακος ὡσεὶ φοβούμενός με ἠρέμα τὴν
Μετὰ δὲ ἡμέρας ὀλίγας ἔγνωμεν μέλλειν ἡμᾶς
ἀκουσθήσεσθαι· παρεγένετο δὲ καὶ ὁ πατὴρ ἐκ τῆς πολλῆς ἀποδημίας μαραινόμενος, καὶ ἀνέβη πρός με
προτρεπόμενός με καταβαλεῖν, λέγων· Θύγατερ, ἐλέησον τὰς πολιάς μου· ἐλέησον τὸν πατέρα σου, εἴπερ
ἄξιός εἰμι ὀνομασθῆναι πατήρ σου· μνήσθητι ὅτι ταῖς χερσὶν ταύταις πρὸς τὸ τοιοῦτον ἄνθος τῆς
ἡλικίας ἀνήγαγόν σε· καὶ προειλόμην σε ὑπὲρ τοὺς ἀδελφούς σου· ὅρα τὴν σὴν μητέρα καὶ τὴν τῆς μητρός
σου ἀδελφήν, ἴδε τὸν υἱόν σου ὃς μετὰ σὲ ζῆν οὐ δύναται· ἀπόθου τοὺς θυμοὺς καὶ μὴ ἡμᾶς πάντας
ἐξολοθρεύσῃς· οὐδεὶς γὰρ ἡμῶν μετὰ παρρησίας λαλήσει, ἐάν τί σοι συμβῇ. ταῦτα ἔλεγεν ὡς πατὴρ κατὰ
τὴν τῶν γονέων εὔνοιαν· καὶ κατεφίλει μου τὰς χεῖρας καὶ ἑαυτὸν ἔρριπτεν ἔμπροσθεν τῶν ποδῶν μου καὶ
ἐπιδακρύων οὐκέτι με θυγατέρα ἀλλὰ κυρίαν
Καὶ τῇ ἡμέρᾳ ἐν ᾗ ὥριστο ἡρπάγημεν ἴνα ἀκουσθῶμεν·
καὶ ὥσπερ ἐγενήθημεν εἰς τὴν ἀγορὰν φήμη εὐθὺς εἰς τὰ ἐγγὺς μέρη διῆλθεν, καὶ συνέδραμεν πλεῖστος
ὄχλος· ὡς δὲ ἀνέβημεν εἰς τὸ βῆμα ἐξετασθέντες οἱ λοιποὶ ὡμολόγησαν· ἤμελλον δὲ κἀγὼ ἐξετάζεσθαι·
καὶ ἐφάνη ἐκεῖ μετὰ τοῦ τέκνου μου ὁ πατήρ· καὶ καταγαγών με πρὸς ἑαυτόν, εἶπεν· Ἐπίθυσον ἐλεήσασα
τὸ βρέφος. καὶ Ἱλαρίανός τις ἐπίτροπος, ὃς τότε τοῦ ἀνθυπάτου ἀποθανόντος Μινουκίου Ὀππιάνου
ἐξουσίαν εἰλήφει μαχαίρας, λέγει μοι· Φεῖσαι τῶν πολιῶν τοῦ πατρός σου· φεῖσαι τῆς τοῦ παιδίου
νηπιότητος· ἐπίθυσον ὑπὲρ σωτηρίας τῶν αὐτοκρατόρων. κἀγὼ ἀπεκρίθην· Οὐ θύω. καὶ εἶπεν Ἱλαρίανος·
Χριστιανὴ εἶ; καὶ εἶπον· Χριστιανή εἰμι. καὶ ὡς ἐσπούδαζεν ὁ πατήρ μου καταβαλεῖν με ἀπὸ τῆς
ὁμολογίας, κελεύσαντος Ἱλαριάνου ἐξεβλήθη· προσέτι δὲ καὶ τῇ ῥάβδῳ τῶν δορυφόρων τις ἐτύπτησεν
αὐτόν· κἀγὼ σφόδρα ἤλγησα, ἐλεήσασα τὸ γῆρας αὑτοῦ· τότε ἡμᾶς πάντας πρὸς θηρία κατακρίνει. καὶ
χαίροντες κατίημεν εἰς φυλακήν. ἐπειδὴ δὲ ὑπ᾽ ἐμοῦ ἐθηλάζετο τὸ παιδίον, καὶ μετ᾽ ἐμοῦ ἐν τῇ φυλακῇ
εἰώθει μένειν, πέμπω πρὸς τὸν πατέρα μου Πομπόνιον διάκονον, αἰτοῦσα τὸ βρέφος· ὁ δὲ πατὴρ οὑκ
Καὶ μετ᾽ ὀλίγας ἡμέρας προσευχομένων ἡμῶν ἁπάντων
ἐξαίφνης ἐν μέσηῳ τῆς προσευχῆς ἀφῆκα φωνὴν καὶ ὠνόμασα Δεινοκράτην. καὶ ἔκθαμβος ἐγενήθην, διότι
οὐδέποτε εἰ μὴ τότε ἀνάμνησιν αὐτοῦ πεποιήκειν· ἤλγησα δὲ εἰς μνήμην ἐλθοῦσα τῆς αὐτοῦ τελευτῆς.
πλὴν εὐθέως ἔγνων ἐμαυτὴν ἀξίαν οὖσαν αἴτησιν ποιήσασθαι περὶ αὐτοῦ, καὶ ἠρξάμην πρὸς Κύριον μετὰ
στεναγμῶν προσεύχεσθαι τὰ πλεῖστα· καὶ εὐθέως αὐτῇ τῇ νυκτὶ ἐδηλώθη μοι τοῦτο. ὁρῶ Δεινοκράτην
ἐξερχόμενον ἐκ τόπου σκοτεινοῦ, ὅπου καὶ ἄλλοι πολλοὶ καυματιζόμενοι καὶ διψῶντες ἦσαν, ἐσθῆτα
ἔχοντα ῥυπαράν, ὠχρὸν τῇ χρόᾳ· καὶ τὸ τραῦμα ἐν τῇ ὄψει αὐτοῦ τελευτῶν ὅπερ περιὼν ἔτι εἶχεν. οὗτος
δὲ ὁ Δεινοκράτης, ὁ ἀδελφός μου κατὰ σάρκα, ἑπταετὴς τεθνήκει ἀσθενήσας καὶ τὴν ὄψιν αὐτοῦ γαγγραίνῃ
σαπεὶς ὡς τὸν θάνατον αὐτοῦ στυγητὸν γενέσθαι πᾶσιν ἀνθρώποις. ἐθεώρουν οὖν μέγα διάστημα ἀνὰ μέσον
αὐτοῦ καὶ ἐμοῦ, ὡς μὴ δύνασθαι ἡμᾶς ἀλλήλοις προσελθεῖν. ἐν ἐκείνῳ δὲ τῷ τόπῳ ἐν ᾧ ἦν ὁ ἁδελφός μου
κολυμβήθρα ἦν ὕδατος πλήρης· ὑψηλωτέραν δὲ εἶχεν τὴν κρηπῖδα ὑπὲρ τὸ τοῦ παιδίου μῆκος· πρὸς ταύτην
ὁ Δεινοκράτης διετείνετο πιεῖν τροαιρούμενος· ἐγὼ δὲ ἤλγουν διότι καὶ ἡ κολυμβήθρα ἦν πλήρης ὕδατος,
καὶ τὸ παιδίον οὐκ ἠδύνατο πιεῖν διὰ τὴν ὑψηλότητα τῆς κρηπῖδος· καὶ ἐξυπνίσθην. καὶ ἔγνων κάμνειν
τὸν ἀδελφόν μου· ἐπεποίθειν δὲ δύνασθαί με αὐτῷ βοηθῆσαι ἐν ταῖς ἀνὰ μέσον ἡμέραις, ἐν αἷς
κατήχθημεν εἰς τὴν ἄλλην φυλακὴν τὴν τοῦ χιλιάρχου· ἐγγὺς γὰρ ἦν τῆς παρεμβολῆς οὗ ἠμέλλομεν
θηριομαχεῖν· γενέθλιον γὰρ ἥμελB
Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν ἐδείχθη μοι τοῦτο. ὁρῶ * τόπῳ * ἐν ᾧ ἑωράκειν τὸν Δεινοκρά την, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν.
Καὶ μετ᾽ ὀλίγας ἡμέρας Π ούδης τις στρατιώτης ὁ τῆς φυλακῆς προιστάμενος μετὰ πολλῆς τῆς σπουδῆς ἤρξατο ἡμᾶς τιμᾶν καὶ δοξάζειν τὸν θεόν, ἐννοῶν δύναμιν μεγάλην εἶναι περὶ ἡμᾶς· διὸ καὶ πολλοὺς εἰσελθεῖν πρὸς ἡμᾶς οὐκ ἐκώλυεν εἰς τὸ ἡμᾶς διὰ τῶν ἐπαλλήλαων παραμυθιῶν παρηγορεῖσθαι. ἤγγισεν δὲ ἡ ἡμέρα τῶν φιλοτιμιῶν καὶ εἰσέρχεται πρός με ὁ πατήρ, τῇ ἀκηδιᾳ μαρανθείς, καὶ ἤρξατο τὸν πώγωνα τὸν ἴδιον ἐκτίλλειν ῥίπτειν τε ἐπὶ γῆς καὶ πρηνὴς κατακείμενος κακολογεῖν τὰ ἑαυτοῦ ἔτη κατηγορῶν καὶ λέγων τοιαῦτα ῥήματα ὡς πᾶσαν δύνασθαι τὴν κτίσιν σαλεῦσαι· ἐγὼ δὲ ἐπένθουν διὰ τὸ ταλαίπωρον γῆρας αὐτοῦ.
Πρὸ μιᾶς οὖν τοῦ θηριομαχεῖν ἡμᾶς, βλέπω ὅραμα
τοιοῦτον.
᾽Αλλά καὶ ὁ μακάριος Σάτυρος τὴν ἰδίαν ὀπτασίαν
αὐτὸς δι᾽ ἑαυτοῦ συγγράψας ἐφανέρωσεν τοιαῦτα εἰρηκώς. Ἤδη, φησίν, ἦμεν ὡς πεπονθότες καὶ ἐκ τῆς
σαρκὸς ἐξεληλύθειμεν, καὶ ἠρξάμεθα βαστάζεσθαι ὑπὸ τεσσάρων ἀγγέλων πρὸς ἀνατολάς, καὶ αἱ χεῖρες
ἡμῶν οὐχ ἥπτοντο· ἐπορευόμεθα δὲ εἰς τὰ ἀνώτερα, καὶ οὐχ ὕπτιοι ἀλλ᾽ οἷον ὡς δι᾽ ὁμαλῆς ἀναβάσεως
ἐφερόμεθα. καὶ δὴ ἐξελθόντες τὸν πρῶτον κόσμον φῶς λαμπρότατον εἴδομεν· καὶ εἶπον πρὸς τὴν
Περπετούαν (πλησίον γάρ μου ἦν)· Τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἡμῶν ἐπηγγείλατο· μετειλήφαμεν τῆς
ἐπαγγελίας. αἰωρουμένων δὲ ἡμῶν διὰ τῶν τεσσάρων ἀγγέλων ἐγένετο στάδιον μέγα, ὅπερ ὡσεὶ κῆπος ἦν
ἔχων ῥόδου δένδρα καὶ πᾶν γένος τῶν ἀνθέων· τὸ δὲ ὕψος τῶν δένδρων ἦν ὡσεὶ κυπαρίσσου
Καὶ ἤλθομεν πλησίον τοῦ τόπου ἐκείνου τοῦ ἔχοντος τοίχους ὡσανεὶ ἐκ φωτὸς ᾠκοδομημένους, καὶ πρὸ τῆς θύρας τοῦ τόπου ἐκείνου εἰσελθόντες οἱ τέσσαρες ἄγγγελοι ἐνέδυσαν ἡμᾶς λευκὰς στολάς· καὶ εἰσήλθομεν καὶ ἠκούσαμεν φωνὴν ἡνωμένην λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστως. καὶ εἴδομεν ἐν μέσῳ τοῦ τόπου ἐκείνου καθεζόμενον ὡς ἄνθρωπον πολιόν· οὗ αἱ τρίχες ὅμοιαι χιόνος καὶ νεαρὸν τὸ πρόσωπον αὐτοῦ· πόδας δὲ αὐτοῦ οὐκ ἐθεασάμεθα. πρεσβύτεροι δὲ τέσσαρες ἐκ δεξιῶν καὶ τέσσαρες ἐξ εὐωνύμων ἦσαν αὐτοῦ· ὀπίσω δὲ τῶν τεσσάρων πολλοὶ πρεσβύτεροι. ὡς δὲ θαυμάζοντες εἰσεληλύθαιεν καὶ ἔστημεν ἐνώπιον τοῦ θρόνου, οἱ τέσσαρες ἄγγελοι ἐπῆραν ἡμᾶς, καὶ ἐφιλήσαμεν αὐτόν, καὶ τῇ χειρὶ περιέλαβεν τὰς ὄψεις ἡμῶν· οἱ δὲ λοιποὶ πρεσβυτεροὶ εἶπον πρὸς ἡμᾶς· Σταθῶμεν καὶ προσευξώμεθα. καὶ εἰρηνοποιήσαντες ἀπεστάλημεν ὑπὸ τῶν πρεσβυτέρων, λεγόντων· Πορεύεσθε καὶ χαίρεσθε. καὶ εἶπον· Περπετούα, ἔχεις ὃ ἐβούλου. καὶ εἶπεν· Τῷ θεῷ χάρις, ἵνα, ὡς ἐν σαρκὶ μετὰ χαρᾶς ἐγενόμην, πλείονα χαρῶ νῦν.
Ἐξήλθομεν δὲ καὶ εἴδομεν πρὸ τῶν θυρῶν Ὀπτάτον
Aὗται αἱ ὁράσεις ἐμφανέσταται τῶν μαρτύρων Σατύρου
καὶ Περπετούας ἃς αὑτοὶ συνεγράψαντο· τὸν γὰρ Σεκοῦνδον τάχειον ἐκ τοῦ κόσμου μετεπέμψατο
Αλλὰ καὶ τῇ Φηλικητάτῃ ἡ χάρις τοῦ θεοῦ τοιαύτη
Ἡμῖν δὲ ἀναξίοις οὖσιν ἐπέτρεψεν τὸ ἅγιον πνεῦμα
ἀναγράψαι τὴν τάξιν τὴν ἐπὶ ταῖς φιλοτιμίαις παρακολουθήσασαν· πλὴν ὡς ἐντάλματι τῆς μακαρίας
Περπετούας μᾶλλον δὲ ὡς κελεύσματι ὑπηρετοῦντες ἀναπληροῦμεν τὸ προσταχθὲν ἡμῖν. ὡς δὲ πλείους
ἡμέραι διεγίνοντο ἐν τῇ φυλακῇ ὄντων αὐτῶν, ἡ μεγαλόφρων καὶ ἀνδρεία ὡς ἀληθῶς Περπετούα, τοῦ
χλιάρχου ἀπηνέστερον αὐτοῖς προσφερομένου, τινῶν πρὸς αὐτὸν ματαίως διαβεβαιωσαμένων τὸ δεῖν
φοβεῖσθαι μήπως ἐπῳδαῖς μαγικαῖς τῆς φυλακῆς ὑπεξέλθωσιν, ἐνώπιον ἀπεκρίθη λέγουσα·
Ἀλλά καὶ πρὸ μιᾶς ὅτε τὸ ἔσχατον ἐκεῖνο δεῖπνον ὅπερ ἐλεύθερον ὀνομάζουσιν, ὅσον δὲ ἐφ᾽ ἑαυτοῖς οὐκ ἐλεύθερον δεῖπνον ἀλλ᾽ ἀγάπην ἐπεκάλουν τῇ αὐτῶν παρρησίᾳ· πρὸς δὲ τὸν ὄχλον τὸν ἐκεῖσε παρεστῶτα ῥήματα ἐξέπεμτπον μετὰ πολλῆς παρρησίας αὐτοῖς ἀπειλοῦντες κρίσιν θεοῦ, αάνθομολογούμενοι τὸν μακαρισμὸν τοῦ πάθους ἑαυτῶν, καταγελῶντες τὴν περιεργείαν τῶν συντρεχόντων, Σατύρου λέγοντος· Ἦ αὔριον ἡμέρα ὑμῖν οὐκ ἐπαρκεῖ; τί ἡδέως ὁρᾶτε σὓς μισεῖτε· σήμερον φίλοι· αὔριον ἐχθροί; πλὴν ἐπισημειώσασθε τὰ πρόσωπα ἡμῶν ἐπιμελῶς ἵνα καὶ ἐπιγνῶτε ἡμᾶς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. οὕτως ἅπαντες ἐκεῖθεν ἐκπληττόμενοι ἐχαωρίζοντο· ἐξ ὧν πλεῖστοι ἐπίστευσαν.
Ἐπέλαμψε δὲ ἡμέρα τῆς νίκης αὐτῶν· καὶ προῆλθον ἐκ
τῆς φυλακῆς εἰς τὸ ἀμφιθέατρον ὡς εἰς οὐρανὸν ἀπιόντες, ἱλαροὶ καὶ φαιδροὶ τῷ προσώπῳ, πτοούμενοι εἰ
τύχοι χαρᾷ μᾶλλον ἢ φόβῳ. ἠκολούθει δὲ ἡ Περπετούα πρᾴως βαδίζουσα, ὡς ματρώνα Χριστοῦ, ἐγρηγόρῳ
ὀφθαλμῷ, καὶ τῇ προσόψει καB
Ἀλλ᾽ ὁ εἰπών Αἰτεῖσθε καὶ λήψεσθε ἔδωκεν τοῖς
αἰτήσασιν ταύτην τὴν δόξαν οἵαν ἕκαστος αὐτῶν ἐπεθύμησεν. εἴποτε γὰρ μεθ᾽ ἑαυτῶν περὶ τῆς εὐχῆς τοῦ
μαρτυρίου συνελάλουν, Σατουρνῖλος μὲν πᾶσιν τοῖς θηρίοις βληθῆναι ἑαυτὸν θέλειν
Ταῖς μακαρίαις δὲ νεάνισιν ἀγριωτάτην δάμαλιν
ήτοίμμασεν ὁ διάβολος, τὸ θῆλυ αὐτῶν παραζηλῶν διὰ τοῦ θηρίου· καὶ γυμνωθεῖσαι γοῦν προσήγοντο· ὅθεν
ἀπεστράφη ὁ ὄχλος, μίαν μὲν τρυφερὰν κόρην βλέπων, τὴν δὲ ἄλλην μασθοῖς στάζουσαν γάλα, ὡς προσφάτως
κυήσασαν· καὶ ἀναληφθεῖσαι πάλιν, καὶ δικτύοις περιβληθεῖσαι, ἐνδιδύσκονται ὑποζώσμασιν· ὅθεν
εἰσελθουσῶν αὐτῶν, ἡ Περπετούα πρώτη κερατισθεῖσα ἔπεσεν ἐπ᾽ ὀσφύος· καὶ ἀνακαθίσασα τὸν χιτῶνα ἐκ
τῆς πλευρᾶς αὐτῆς συναγαγοῦσα, ἐσκέπασεν τὸν ἑαυτῆς μηρόν, αἰδοῦς μᾶλλον μνημονεύσασα ἢ πόνων·
αἰδουμένη, μηδαμῶς φροντίσασα τῶν ἀλγηδόνων· καὶ ἐπιζητήσασα βελόνην τὰ ἐσπαραγμένα συνέσφιγξεν, καὶ
τὰς τρίχας τῆς κεφαλῆς περιέδησεν· οὐ γὰρ ἕπρεπεν τῇ μάρτυρι θριξὶν σπαραχθείσαις ὁρᾶσθαι· ἵνα μὴ ἐν
τῇ ἰδίᾳ τιμῇ δοκῇ πενθεῖν.
Καὶ ἐν ἑτέρᾳ πύλῃ ὁ Σάτυρος τῷ στρατιώτῃ Πούδεντι
προσωμίλει, καθόλου λέγων ὅτι Κατὰ τὴν πρόλεξιν τὴν ἐμήν, ὡς καὶ προεῖπον, οὐδὲ ἓν θηρίων ἥψατό μου
ἕως ἄρτι· ἰδοὺ δὲ νῦν, ἵνα ἐξ ὅλης καρδίας διαπιστεύσῃς, προσέρχομαι, καὶ ἐν ἑνὶ δήγματι παρδάλεως
τελειοῦμαι· καὶ εὐθὺς ἐν τέλει τῆς θεωρίας πάρδαλις αὐτῷ ἐβλήθη, καὶ ἐν ἑνὶ δήγματι τοῦ αἵματος τοῦ
ἁγίου ἐνεπλήσθη· τοσοῦτον αἷμα ἐρρύη, ὡς λογισθῆναι δευτέρου βαπτισμοῦ μαρτύριον· καθὼς καὶ ἐπεφώνει
ὁ ὄχλος βοῶν καὶ λέγων· Καλῶς ἐλούσω, καλῶς ἐλούσω. καὶ μὴν ὑγιῆς ἦν ὁ τοιούτῳ τρόπῳ λελουμένος.
τότε τῷ στρατιώτῃ Πούδεντι ἔφη· Ὑγίαινε καὶ μνημόνευε πίστεως καὶ ἐμοῦ· καὶ τὰ τοιαῦτα καὶ
στερεωσάτω σε μᾶλλον ἢ ταραξάτω. καὶ δακτύλιον αἰτήσας παρ᾽ αὐτοῦ καὶ ἐνθεὶς αὐτὸ τῷ ἰδίῳ αἵματι
ἔδωκεν αὐτῷ μακαρίαν κληρονομίαν, ἀφεὶς μνήμην καὶ ἐνθήκην αἵματος τηλικούτου. μετὰ ταῦτα λοιπὸν
ἐμπνέων ἔτι ἀπήχθη μετὰ καὶ τῶν ἄλλων τῷ συνήθει τόπῳ· εἰς σφαγὴν δὲ ὁ ὄχλος ᾔτησεν αὐτοὺς εἰς μέσον
μεταχθῆναι, ὅπως διὰ τῶν ἁγίων σωμάταων ἐλαυνόμιενον τὸ ξίφος θεάσωνται· καὶ οἱ μακάριοι μάρτυρες
ἑκόντες ἠγέρθησαν· ᾖσχύνοντο γὰρ ὀλίγους μάρτυρας ἔχειν ἐπὶ τῷ μακαρίῳ θανάτῳ αὐτῶν. καὶ δὴ ἐλθόντων
αὐτῶν ὅπου ὁ ὄχλος ἐβούλετο, πρῶτον κατεφίλησαν ἀλλήλους ἵνα τὸ μυστήριον διὰ τῶν οἰκείων τῆς
πίστεως τελειώσωσιν· καὶ μετέπειτα ἀσμένως ὑπέμειναν τὴν διὰ τοῦ ξίφους τιμωρίαν· πολλῷ δὲ μᾶλλον ὁ