Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ’ ἡμῶν ἐν
βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν· οὐ γὰρ δὴ πολλῶν ἔδει λόγων πρὸς ἀνατροπὴν τῶν
αὐτόθεν καὶ τοῖς τυχοῦσιν κατεγνωσμένων. διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις μόνῃ τῇ
παραθέσει τῶν τοῦ ἀνδρὸς ῥημάτων χρησάμενος δίχα πάσης ἀντιρρήσεως ἐξ αὐτῶν τὸν κατ’
αὐτῶν
διὰ τὸ ἕνα γνωρίζειν θεόν,
μή πη
λάθῃ τῷ υἱῷ τοῦ θεοῦ χώραν διδοὺς ὑποστάσεως διελὼν τὴν γραφήν. ἡμεῖς δὲ τὴν παναγίαν
καὶ τρισμακαρίαν τιμῶντες τριάδα ἐν τοσούτοις τὴν πᾶσαν ὑπόθεσιν συνειλήφαμεν,
φεισάμενοι μὲν πολυλογίας, ἐν ἐπιτόμοις δὲ καὶ βραχέσιν τὴν ἀληθῆ παραστήσαντες
θεολογίαν. εἰ μὲν οὖν αὐταρκῶς ἔχει τὰ γραφέντα, κρίνειας ἂν αὐτὸς ἐντυγχάνων· εἰ δέ
τινα λείποι, καὶ ταῦτα 〈ἂν〉 ἀναπληρώσειας, δηλαδὴ [ἃ δὴ] ἀδελφὸς ἀδελφοῦ τὰ
ὑστερήματα, εἴ που καὶ θεραπείας δέοιτο, δι’ ἐπανορθώσεως ἐξιώμενος.
Ἔρρωσθαί σε καὶ μνημονεύειν μου τῷ κυρίῳ διὰ παντὸς εὔχομαι.