Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
α΄. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο.
β΄. Προσφώνησις τῇ ἐκκληςίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα.
γ΄. Ὅτι καὶ τοὺ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια.
δ΄. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης.
ε΄. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποςὸν ἐν ἑκάστῳ διωρίσατο.
ς΄. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται
ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν,
ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ
τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα.
ς΄. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάξειν, καὶ οὐκ ἄλλον οὐδ’ αὐτόματον αἰτιπασθαι φοράν.
η΄. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ
δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν.
θ΄. Περὶ τῶν φιλοςόφων, οἵ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων.
ι΄. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα
Ια΄.Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουςίας, τίς καὶ ἐπὶ τίσιε γεγένηται.
ιβ΄. Περὶ τῶν μὴ γνόντων γὸ μυστήριον, καὶ ὄτι ἐκόντες ἠγνόησαν, Καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι’ ὁμολογίας Τελειωθέντας.
Ιγ’. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι πρὸς
Τὸ καλὸν καὶ κακὸν ὀρπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν
καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος.
Ιδ’. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, Πληςίον δὲ αὐτῆς τῷ κατ’ ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται.
Ιε’. ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν.
ις΄. Τὴν χριστοῦ παρουςίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ Καταστροψῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων.
Ις΄. Περὶ τῆς Μωϋςέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, Καὶ περὶ Δανιὴλ κὰι τῶν τριῶν παίδων.
Ιη΄. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας
ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἠ ἀκροστιχίς·
Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός.
Ιθ΄. Ὅτι ἡ περὶ τοῦ σωτγῆρος μαντεία παρ’ οὐδενὸς τῶν τῆς ἐκκλησαιας
Πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς
Βίβλους Κικέρων ὀ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ
μετέρφασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ
Τόκου, δι’ αἰνιμάτων ψόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον.
Κ΄. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία,
ἐφ’ οἷς δείκνυται δι’ αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν
τὸ μυστήριον.
Κα΄. ὅτι οὐ δυνατον περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι Οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὄθεν αὐτοῖς ἀγνοοῦσιν.
Χβ΄. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λαοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ’ αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος.
κγ΄. Περὶ τῆς τῶν χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ Βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ ἀναταπόδοσιν.
Κδ΄. Περὶ Δεκίου καὶ Οὐαλεριανοῦ κὰι Αὐρηλιανοῦ ἀθλίως τὸν βίον Καταστρεψύντων διὰ τὸν τῆς ἐκκληςίας διωγμόν.
Κέ. Περὶ Διοκλητιανοῦ μετ’ αἰσχύνης τὴν βασιλείαν παραιτησαμένου
καὶ διὰ τὸν διωγμὸν τὴς ἐκκληστίας κεραυνωθέντος.
Σς΄. Ὅτι τῆς τοῦ βασιλέως εὐσεβείας ὁ θεὸς αἴτιος, καὶ ὅτι τὰ μὲν Καταορθώματα παρὰ θεοῦ χρὴ ζητεῖν καῖ αὐτῷ λογίζεσθαι, ῥᾳθυμίᾳ δὲ ἡμετέρᾳ ἐπιγράφειν τὰ πτρίασματ.
Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ.
Τὸ τηλαυγέστερον ἠμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν
ἀναστάσεως, ἀρμογὴ δὲ νέα τῶν πονηςάντων ποτὲ σωμάτων, ἕρμα
θ’ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ
τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, ψίλοι
Θ’οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει
Τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς
αἰσθήσεων τῆς ἐκάστου δι’ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων
θεσπίσμασι προσαγορευόμενος.
σὺ δ’, ὦ παμμήτειρα φύσις, τί
τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποιτε; Ποῖον δ’ ὅλως σὸν δμηιούργημα,
Εἴπερ ὁ τῶν πάντων αἴτοις καὶ τῆς σῆς οὐσίας; Οὖτος γάρ σε ἐκόσμησεν,
ἐπὲι κόαμος φύσεως ἠ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ
μετρίως ἄ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατ’ἀξίαν σέβειν μηδένα,
νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλ’ὠς ἔτυχον ἐτάκτως τε καὶ πλημθείας
τὰ πάντα συνεστάναι
καὶ ταῦτα ἐξαγγελλούσης καθ’ ἕκαστα
Θείας ἐπιπνοίας διὰ προφητῶν, οἶς, δόν πείθεσθαι, ἀνθίστατο παντοίαται
Μηχαναῖς ἀδικία δυσσβής, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας
Φῶς, ἀσπαζομένη δὲ τὸ δυςέλεγκτον τοῦ σκότους. ἀλλ’ οὐδὲ τοῦτο
δὲ παραυτγίκα τῆς τοῦ σωτῆρος ἐπιδημίας, δίκη μὲν ἐξ ἀδίκων
Ἕργων, ἐκ δὲ παντοδαποῦ κλύσωνος γαλήνη συνίστατο, καὶ πάνθ’ ὅσα
Διὰ προφητῶν προείρητο ἐπληροῦτο. τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν
ἁστίαν ἀρθείς, αἰδοῦς καὶ σωφροςύνης ἀγλαἵσμασι τὴν οἰκουμένην
περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς τὴν ἐκκληςίαν ἐπὶ τῆς
γῆς ἰδρύσατο, ἀίδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ πατρὶ
Θεῷ δέοντα τά θ’ ἑαυτῷ καθήκοντα ἐτελεῖετο μετ’εὐσεβείας.
τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία;
ἐπετήδευε τὰς
Τοῦ χριστοῦ χάριτας ἐκβάλλουσα καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων
Συσταθεῖσαν ἐκκληςίαν πορθοῦσα, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν,
ὅπως αὖθις στάσεις, πόλεμοι, μάχαι, δυστράπελος βίου
Παρασκενή, χρημάτων ἔρως, (ὅ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας,)
Ποτὲ μὲν ἀλπίσι κακαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι.
ἀλλ’ αὕτη μὲν χαμαὶ κείσθῳ ἡ ττηθεῖσα ὑπ’ ἀρετῆς, ᾗ θέμις, διαρρηγνυμένη
σπαρττομένη τε ὑπὸ μεταμελείας. ἡμῖν νῦν τὰ προσστκοντα
τῷ θείῳ λόγῳ ῥητέον.
Ἄκουε τοίνυν, ἁγνείας παρθενίας τ’ ἐπήβολε ναύκληρε, ἐκκληςία,
ἀώρου τε καὶ ἀδαοῦς ἡλικίας τιθήνη, ᾗ μέλει μὲν ἀληθείας,
μέλει δὲ φιλανθρωπίας, ἐξ ἧς ἀενάου πηγῆς ἀποστάζει σωτήριον
πόμα. ἀκούιτε δ’ ἄν καὶ ὑμεῖς εὐφήμως οἱ τὸν θεὸν εἰλικρινῶς
σέβοντες (διὸ καὶ μεμέλησθε αὐτῷ), προςέχοντες, τὸν νοῦν μὴ τῇ
φράσει μᾶλλον ἢ τῇ τῶν λεγομένων ἀληθείᾳ, μηδ’ἐμοὶ τῷ λέγοντι,
ἀλλὰ τῇ τῆς καθοσιώσεως εὐσεβείᾳ.
τίς γὰρ ἂν εἴη λόγων χάρις,
ἀνεξετάστου καταλειπομένης τῆς τοῦ λέγοντος διαθέσεως; τολμῶ
δ’οὖν ἴσως μεγάλα, τῆς δὲ τόλμης τὴν πρὸς τὸ θεῖον στοργὴν
ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα
τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω,
ἵν’ἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες
τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληθεν, ἀτελὴς
αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ
μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸμῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον.
Ἀγαθὸν οὖ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί,
γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ’ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων
αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται
πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰνοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρᾠων σπλάγχνων συνέστη
τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει
προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν
αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ
κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ
πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι’ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων
ἀποτελεῖται.
τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων
ἕνα εἶναι προστάτην, καὶ πάνθ’ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ
μόνου, τά τ’οὐράνια τά τ’ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα.
εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ
πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ
σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν
διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,
τοῦ δὲ
ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμεδὲ
καὶ λιτανεῖαν πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων
θῶμεν δὴ
λογίοις καὶ χρησμοῖς Ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν
ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ
εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς
τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ
στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ’ἀρκουμένων τοῖς
ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις
ἐπηκολούθησεν ἄν.
τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων
στάσις τὰ ὑὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο
νισθείσης δ’ἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀνα΄αύσεως.
καὶ τούτων μὲν ἅλις, πάλιν δ’ἐπὶ τὸν ἀνεξέλεγκτον
ἐπανήκωμεν λόγον.
Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ
γένεσις καλεῖται· τὰ δ’ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος
ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα
δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς
θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ’ἀθάνατοι οἱ γεννώμενοι,
γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀννάγκη τὸ γένος. προσθήκης
δ’ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοπυτον σμῆνος ἐπιγιγνόμενον
θεῶν ἐχώρησεν; τί δ’ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους
ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας
ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε
παρ’ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι.
ἤδη
γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου
συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον
τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἶα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον
τῶν δ’ ἀφθάρτων
ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους
τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον
καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας.
τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου.
ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων·
ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.
Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων
ὑμνεῖν τὸν ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ
ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δ’ ἁγνὸν πόμα χεῖται διὰ πηγῆς
ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τ’ ἴδιον
ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς ὀφειλομένης αὐτῷ
πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας.
φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν
τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν
εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα
χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τ’ αὐτοὺς κατ’
ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δ’ ἀπονεῖμαι μόνην
λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ
τότε δὴ καὶ τὸγ ένος αὔξειν ἐκέλευσεν, ὡς ἂν ποτε τὸ ὅλον ὑπὸ
τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο.
πληθύνοντος
δ’ οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι
ἀνηυρίσκοντο, πληθύει τ’ οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων
ζώων γενεά, ἐφ’ ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως
εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶσον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων
δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις
πρόνοια.
καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις
συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου
θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.
Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων
διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην
ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι
οὐδὲ συνιᾶσιν, ὅταν τὴν εἱμαρμένην προσαγορεύωσιν, ὄνομα
μὲν φθεγγόμενοι, πρᾶξιν δ’ οὐδεμίαν οὐδ’ ὑποκειμένην τινὰ δηλοῦντες
οὐσίαν. τίς γὰρ ἂν εἴη αὐτὴ καθ’ ἑαυτὴν ἡ εἱμαρμένη, τῆς φύσεως
γεννησάσης τὰ πάντα; ἢ τί ἂν εἶναι ἡ φύσις νομίζοιτο, εἴπερ ὁ τῆς
εἱμαρμένης θεσμὸς ἀπαράβατος ὑπάρχει; ἀλλὰ καὶ τὸ λέγειν εἱμαρμένον
τινὰ θεσμὸν εἶναι δηλοῖ ὅτι θεσμὸς πᾶς ἔργον ἐστὶ τοῦ θεσμοθετήσαντος.
ἣ τοίνυν ἡ εἱμαρμένη, εἴπερ ἐστὶ θεσμός, θεοῦ ἂν
εὕρημα εἴη· πάντ’ ἄρα ὑποτέτακται τῷ θεῷ, καὶ οὐδὲν ἄμοιρον τῆς
ἐκείνου δυνάμεως.
καὶ τήν γε εἱμαρμένην θεοῦ εἶναι καὶ νομίζεσθαι
προαίρεσιν ἀποδεχόμεθα· ἀλλὰ πῶς ἡ δικαιοσύνη καὶ ἡ σωμφοσύνη
καὶ αἱ λοιπαὶ ἀρεταὶ καθ’ εἱμαρμένην; πόθεν δὲ
τύχην ἢ κατὰ εἱμαρμένην, πᾶν τε τὸ δίκαιον καὶ τὸ κατ’ ἀξίαν ἀπονεμόμενον
ἑκάστῳ πῶς καθ’ εἱμαρμένην;
νόμοι δὲ καὶ προτροποαὶ
ψόφοι τιμωρίαι τε καὶ πάνθ’ ὅσα παρακαλεῖ μὲν ἐπὶ ἀρετὴν ἀπάγει
δ’ ἀπὸ πονηρίας, πῶς οὐκ ἐκ δικαιοσύνης, ἥτις ἐστὶν ἰδία
θεοῦ προνοουμένου, ἀλλ’ ἐκ τύχης ἢ τοῦ αὐτομάτου συστῆναι λέγεται;
διὰ γὰρ τὸν ποιὸν τῶν ἀνθρώπων βίον καὶ τὸ κατ’ ἀξίαν
ἡ γάρ
τοι οὐσία χαίρει μὲν εὐδικίαις ἀποστρέφεται δὲ πᾶσαν δυσσέβειαν, καὶ
τὸ μέτριον φρόνημα δεξιοῦται, μισεῖ δὲ τόλμαν καὶ τὴν ὑπὲρ τὸ ζῶον
ἐπηρμένην ἀλαζονείαν· ὧν εἰ καὶ τὰ μάλιστα σαφεῖς καὶ πρὸ ὀφθαλμῶν
κείμεναί εἰσιν αἱ ἀποδείξεις, τηνικαῦτα μέντοι φανερώτερον
ἐκλάμπουσιν, ὁσάκις ἄν, συναγείραντες εἰς ἑαυτοὺς καὶ οἱονεὶ συστείλαντες
τὸν νοῦν, τὴν αἰτίαν αὐτῶν παρ’ ἑαυτοῖς λογιζώμεθα. διὸ
χρῆναί φημι ζῆν μετρίως τε καὶ προσηνῶς, μὴ ὑπὲρ τὴν φύσιν
τὸ φρόνημα ἐγείροντας, καὶ ἐννοίας λαμβάνοντας ἀεὶ παρεῖναι ἡμῖν
τὸν ἐπόπτην τῶν πρασσομένων θεόν.
ἔτι δὲ καὶ οὕτω βασανιστέον
εἰ τὸ λεγόμενον ἀληθές ἐστιν, ὡς ἡ πάντων παραγμάτων
διάταξις ἐκ τύχης καὶ τοῦ αὐτομάτου συνέστη· ἆρ’ οὖν καὶ τὰ οὐράνια
καὶ τὰ ἄστρα, γῆ τε καὶ θάλασσα, καὶ πῦρ καὶ ἄνεμοι, ὕδωρ τε
καὶ ἀήρ, καὶ ἡ τῶν καιρῶν παραλλαγή, θέρους τε καὶ χειμῶνος ὧραι,
ταῦτα πάντα ἀλογίστως καὶ ὡς ἔτυχε συμβεβηκέναι μᾶλλον ἢ δημιουργηθῆναι
πείθεσθαι χρή;
τὸν νοῦν γὰρ οὐκ ἔχοντές φασί τινες
τὰ πλεῖστα τῶν τοιούτων διὰ τὴν ἑατῶν χρείαν τοὺς ἀνθρώπους
ἐπινενοηκέναι, ἀφθόνως τῆς φύσεως πάντα χρήματα χορηγούσης. ἔστω
περὶ τῶν ἐπιγείων καὶ φθαρτῶν τὴν δόξαν ταύτην λόγου τινὸς μετειληφέναι·
ἆρ’ οὖν καὶ τὰ ἀθάνατα καὶ τὰ ἀναλλοίωτα τῶν ἀνθρώπων
ἐστὶν εὑρήματα; τούτων γὰρ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα
τῆς ἡμετέρας αἰσθήσεως κεχώρισται, νῷ δὲ μόνῳ καταληπτὰ τυγχάνει
ὄντα, οὐκ ἔνυλον ζῶον, ἄνθρωπος, ἀλλὰ νοητὴ καὶ αἰώνιος οὐσία
θεοῦ γεννήτριά ἐστιν.
ἀλλὰ μὴν καὶ ὁ λόγος τῆς διατάξεως ἔργον
προνοίας· τὸ τὴν ἡμέραν ἐκλάμπειν καταυγαζομένην ὑπὸ τοῦ ἡλίου,
τὸ τὴν νύκτα διαδέχεσθαι δύνοντος αὐτοῦ καὶ διαδεξαμένην μὴ ἀμαυρὸν
ὅλως αὐτὴν καταλείπεσθαι διὰ τὴν τῶν ἄστρων χορείαν. τί δ’
ἂν εἴποι τις περὶ τῆς σελήνης, πληρουμένης μὲν ἐκ τῆς καταντικρὺ
πρὸς τὸν ἥλιον ἀποστάσεως, λεπτυνομένης δὲ διὰ τὴν ἐκ τοῦ σύνεγγυς
πρὸς αὐτὸν ὁμιλίαν; ταῦτ’ οὐχὶ λόγον ἐνδιάθετον καὶ ἀγχίνοιαν
δηλοῖ θεοῦ;
τὸ τ’ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρ-
καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις,
καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;
ὕψη
δ’ ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τ’ ἀναπεπταμένων πεδίων
ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ
καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ
πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν,
τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς
ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης
καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ
λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δ’ αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι.
καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτ’ αἰσθητῶς, μόνον δ’ ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.
Ἔστι γὰρ ὡς ἀληθῶς ἐπίφθεγμα τὸ αὐτόματον ἀνθρώπων
ὡς ἔτυχε καὶ ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ
καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως
οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι
δ’ ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται,
θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων
φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς
οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δ’ ὅτι ψυχρῷ ὕδατι
περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος.
ταῦτά τοι σπάνιόν, ἵν’, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις
εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις
ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης
διηθεῖσθαι θεσπίζουσα.
πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν
καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρη-
ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.
Πάντα δὲ ταῦθ’ ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν
ἀλόγως μηδ’ ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι
θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις
κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο
μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλὴ τε καὶ
παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ
πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως,
μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.
εἰ γὰρ καὶ τῶν πρὸς
κόσμον πεποινημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὸ πλεονεξίαν οἱ
μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ
ναῶν παρασκευήν, οἶον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως
αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον
τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων
μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου
σφοδρὸν ἀντιτάσσηται.
πόσα δ’ ἄλλα τῆς θείας προνοίας
ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο,
τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας
ἀρετὰς προτεπομένης διαρρήδην, ἀπαγούσης δ’ ἀπὸ τῆς ἀκαίρου
πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ
κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο
ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς
εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;
Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν
φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων
ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ
δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι
προσποιουμένοις.
ὄθεν στάσεις τε δήμων καὶ δυναστευόντων χαλεπαὶ
κρίσεις οἰομένων τὸ πατρὼον ἐθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων
ὄλεθρος πολλάκις ἐπηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς
ἐπαρθεὶς καὶ τοὺς χείρονας λόφους βελτίους ποιῶν, καὶ παίζων παρ’
ἔκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε
καὶ πολιτῶν βασκανίας ἀνῄρηται. οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας
σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν καταψευσάμενος
ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα,
ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιαά γε αὐτῷ ὑπὸ θεοῦ ἀναπετασθέντα
τοῖς Ἰταλιώταις προηγόρευεν.
αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους
ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ
τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι
ἀναβλέψαι τ’ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν θεὸν ὑφηγήσατο
τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν, ὑπέταξε δὲ τούτῳ καὶ
δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων
τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου θεοῦ τὴν ὔπαρξιν
ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς
τῶν ὄλων δηλονότι ὑπεραναβεβηκώς, ὁ δὲ μετ’ἐκεῖνον ταῖς ἐκείνου
προστάξεσιν ὑπουργήσας τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς
ἐκεῖνον ἀναπέμπει.
εἶς ἄν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν
πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ
κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει
καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ
τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ
τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτ.
μίζοιτο.
μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς
ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων
καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζο-
παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ
εἰλιχρινῶς ἔχειν.
δοχεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἐαυτοῦ
διοροῦν τὸ ἁμάρτημα, ἐν οἶς ανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν
ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν
ψθχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ
αἰσθητόν, τὸ
ἀιδίου ζωῆς.
θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ
βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ
τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ
καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ
τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ
σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσετα; ἀκολούθως δὲ
τούτοις ἐπήνεγκεν τὰς πῶν πονηρῶν ψυκὰς Ἀχέροντός τε καὶ Πυφιφλεγέθοντος
ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶςσθαι.
Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βελαμμένοι,
ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάωνσι, μήτ’ ἐπιστρέφεσθαι μήτε
δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν
μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι,
τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουδι
ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον
ἐώλοις τε καὶ ψευδέδι φήμαις διαβῶσιν.
οἱ γάρ τοι ποιηταὶ παῖδας
θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς φυχάς, κρίσεις
τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες,
Οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δδαιμόνων καὶ πολεμικούς τινας
οὐχ ὄτι γ’ ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεεῖν, ἀνθρωποπαθεῖς
τ’ αὐτοῦς εἰσάγουσι, πολέμους καὶ τρώσεισ χαράς τε καὶ τρώσεις χαράς τε καὶ ὁδυρμοὺς
ᾄδοντες.
καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίῳ θείᾳ μετἐρχονται
τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει
περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ
δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται.
ἀλλ’ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τὰρ τὰς τῶν
ἀκουόντων ψυχὰς ἴδιον εῑναι ποιητικῆς, τὸ δ’ ἀληθὲς εῖναι, ἡνίκα ἄν
τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.
ἔστω τοῦτ’ ἴδιον ποιήσεως
τὸ τὴν ἀλήθειαν ἄλήθειαν ἔσθ’ ὅτε ἀφαρπάζειν· ἀλλ’ οἱ τὰ ψευδὴ λέγοντες
οὐ μάτην ψεύδονται· ἤ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο
ποιοῦσιν, ἤ καχήν τινα πρᾶξιν συνειδότες ἐαυτοῖς διὰ τὸν ἐφεστηκότα
ἐκ τῶν νόμων κίνδυνον ἐπιχαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι,
μηδὲν παρὰ τὴν ἀλήθειαν πεερὶ τῆς τῆς χρείττονος φύσεως ἱστροῦτντας
φεύδεσθαι μηδὲ δυσσεβεῖν.
Οὐκοῦν εἴ τίς ἐστιν ἀνάζιος χρηστοῦ βίου σύνοιδέν τε ἐαυτῷ
πλημμελῶς καὶ ἀτάχτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ
πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος
γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ
θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ
τοῦτο τῷ ἐκεῖνον τε σύσαντι καὶ σώζοντι πάντας θεῷ. σώζοιντο δ’
ἄν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τῆν θεραπείαν τῆς ψυχῆς
δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὤσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες
ἐαυτοῦς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ
γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν
ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυητοῦς τῶν
τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ
ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς
εἶναι νομίζων ὔμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθ’ ἄσα ἡ χείρων
τῆς τύχης κατάστασις ἀλόγως ἐπέσχηψεν ἀγνοίας συμπτώματι, μεγίστην
σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὺζάμην δ’ ἄν πάλαι
τήνδε μοι τὴν ἀποκάλυψφιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων
σθσταιεὶς καὶ τῇ γνώσεει τῶν θείων καὶ τῷς ἀρετῆς κάλλει κατευφρανθείς.
καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ
ἀπὸ πρώτης τῆς ἡλικίας μηδ’ ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ
τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλ’ ὅμως ἀγαπητόν, εἰ κἄν ἐν τῇ τῆς
ἀκμῆς ἡ λικίᾳ τὴν σοφίαν εὐτυχῶσιν.
ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀνθρώπων
οὐδεμία πώποτε συνήρατο, θεοῦ δέ ἐστιν ἄπαντα τὰ δωρή
ματα, ἄσα ἐν ἥθεδι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν.
ἔχω δὲ καὶ οἶον προβέβλημαι δηλητηρίου παντὸς ἄντικρθς, ὁπόσα
τεκταίνεται ὁ πονηρός, οὑ μετρίαν ἀσπίδα τὴντὸς ἄντιχρυς, ὁπόσα
τεκταίνεται ὁ πονηρός, οὐ μετρίαν ἀσπίδα τὴν γνῶσιν τῶν ἀρεσκόντων
τῷ θθεῷ, ἐξ ἦς τὰ πρὸς τὸν προκείμνον λόγον χρήσιμα ἐκλεχάμενος
ὑμνήσω τὸν πατέρα τῶν πάντων.
αὐτός τε συναιρόμενος τῇ
τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν
περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας
ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπιδμένων
ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον
καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν
ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως
ἐπιμελῶνται.
φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι
τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν
αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι ... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε
δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν,
ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς
ὑπ᾽ ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ
γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδ᾽ ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ
προῄρητο γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία ἀλικίαν μὲν
ἐξαλεῖψαι κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοῦς σοφωτάτους
τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν
συνεστήσατο, ξηλῶσαι τοὺς ἀγαθούς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ
περὶ τὰ καοσμικὰ πρόνοιαν· οὖ μεὶζον ἀγαθον τί ἄν τις εἴποι, θεοῦ
δικαιοσύνηυν βραβεύοντος καὶ ἐζομοιοῦντος, ἐαυτῷ τοῦς ἀξίους τῆς
αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος τὸ
εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἄπαντα τὸν αἰῶνα περιγέηνται;
αὕτη
ἐστὶν ἡ σεμνὴ νίκη, τόδ’ ἀληθὲς κράτος, τό
σὺ δ’, ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη
φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷσς μὲν νέους, πείθεις δὲ μειράκια
καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπ΄΄αγουσα
μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δ’ ἀγαλμάτων
πλάσματα, οἶς εὔχοιντο καὶ προσκυνοπιεν, ὤστε ἐ\ξαπατηθέντας
μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναιθησίας.
αὐτιπῶνται γὰρ τὸν τῶν
ἀυαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἆρ’
οὖτος ὁ θεὸς κατ’ ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπείλημένος
ππασαν δ’ ἀγαθότητα ὑπερκύπτων, ἐξ οὖ καὶ ὀ ἔπαινος μείζων
καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδικίαν
τῆς ὕβρες οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρανοῦσι
συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξαμαρτεῖν,
αὐτὸς δ’ ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιου τῆς
ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεπις, (ἐρἒῖται γὰρ
ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν) ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς
θοίνας τε καὶ ἐορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες
δὲ ἠδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκητόμενοι
ταῖς δ’ ἐαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν
ἐγὼ μὲν οὖν τὸ τοῦ θεοὺ δόγμα περὶ πῦς τῶν ἀνθρώπων
βίώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῦ, καθάπερ οἱ πολλού, οὐδὲ ἐξ εἰκασίας
παιδός, ποία δὲ γέμεσος. εἴπερ εἶς μόνος ὤν θεὸς τυγχάνει, πάσης δὲ
μίξεως οὖτός ἐστιν ἀλλότριος; ἀλλὰ τὴν γένεσιν διπλῆν τινα τινα νοεῖσθαι
χρή, τὴν ἐξ ἀποχυήσεως τὴν συνεγνωσμένην ταύτην, ταύτην, ἐπέραν δὲ
τὴν ἐζὰ ἀιδίου αἰτίας, ἦς τὸν λόγον θεοῦ προνοἴᾳ θεᾶται καὶ ἀνδρῶν
ὅς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν τῶν ὄλων
διακοσμήσεως εἴσεται. ὅτος τοίνυν ἀναιτόυ μηδενός, προϋπάρχειν
τῶν ὄντων τὴν αἰτίαν αὐτῶν ἀνάγκη. ὄντος ἄρα κόσμου καὶ τῶν
ἐν αὐτῷ οὔσης τε αὐτῶν σωπηρίας, τὸν σωτῆρα τῶν πάντων προυπάρχειν
ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν τὴν τῆς σωτηρίας αἰτίαν,
τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν, καθάπερ αἰτία μὲν υἱοῦ
ὁ πατήρ, αἰτιατὸν δ’ ὁ υἰός.
καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς
οἶμαι δεδήλωται. πῶς δ’ εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν
προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισάν, κηδεμονία
τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργν αὐτοῦ κήδεσθαι.
ἐπεὶ
καὶ θεοῦ μήτηρ κόρη, καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆν
καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος
ἀποπταμένη ἐπὶ τοῦς τῆς παρθένου κόλπους κατῆρεν.
ἀκόλουθα
δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ
αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ,
πρὸς τούτῶ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων
συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοζα κατορθοῦσα καὶ τὰ
ἀνίατα ἰωμέην, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις,
καὶ ὅλως ὁ σύμπας ὐπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ
φρόνησιν ἀλλὰ σοφίαν διδάσχουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς
λεγομέενας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον
ἀτραποῦς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους
ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων.
τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεζία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποχατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν.
ταύτην σοι τὴν εὐχαριστίαν
κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου
πατρὸς μεγίστη πρόνοια, σώζοντί τ’ ἐκ τῶν κακῶν καὶ τὴν μαχαριωτάτην
διδασκαλίαν διδάσχοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ’ ἀλλ’ εὐχαμὲν
ριστῶν λέγω.
τίς γὰρ ἄν δε κατ’ἀξίαν ὑμνήσειεν ἄνθρωπος; δὲ
μὲν γὰρ λόγος ἐζοὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ γῶς αὐτοῖς
ἀνάψαι καὶ τὴν ἄταχτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει
καὶ μέετρῳ. τὸ δὲ τὴς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας
τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου,
κατανοεῖν θ’ ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι
τῆς ἐαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τ’ ἀρετῆς
καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἄκολασίας μετέχοντες
δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ
προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἥν ὁ πρὸ
τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία
μάλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν·
οὐδεὶς γὰρ ἄν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης
κατ’ ἐκεῖνον τὸν βίον ἀδικίας ἰδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη.
ἡ γοῦν
μένους τὴν φύσιν μάλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς,
ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ ξαῦλος, τὴν εὐδαίμονα καὶ
θαυμαστὴν θεραπείαν ὑπ’ ὄψιν ἦηεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου
ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθή-
σεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ
νηνεμίαν ἐκ χειμῶνος ἐπιτάζαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχει-
ρήσαντα καὶ ἐξ ἀπιστίας τοῦς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκα-
λεςάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς
τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο;
οὐ μὴν οὐδὲ ὁ προσεχὴς
τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότ ριος
ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠξάνιζον·
κατειλήξει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγ-
μάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἶον τὸ πρὸ τῆς τοῦ κόσ-
μου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικού-
του κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον
γένοιτο, ἕως ὅτε ἡπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρο-
νήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κα-
τακοσμῶν χορείᾳ. τοιγάρτοι ποςῶς καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυ-
θρωπῶσα εἰς, τὴν οἰκείαν αὖθις ἀποκαθίστατο ξαισρότητα.
Ἀλλ’ ἐρεῖ τις, ᾦ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δε-
δυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώ-
πων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ’ ἐπιχείρησις
ἀνυτικωτέρα πρὸς τὸ τοῦς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ
προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐσίδασκε τὸν κόσμιον
βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν
ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;
τί οὖν ἐγένετο ἐμπόδιον
τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ
τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνω-
μεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς
ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάζεων καὶ ἀνορέκτους παρέχειν τὰς
ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ
νοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρη-
μένοις.
διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοξοῖς, ἵν’ ὅπερ
ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ’ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων
παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθήσ τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς
κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς
ὐπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως
φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς…
πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας
τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ’ ἀὐτοῦ, ᾦ γενναίως
ἐμαρτύρησε.
καὶ οὐδὲν σεμνύνεται· ἐπέσταται γὰρ οἶμαι καὶ τοῦτο
θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ
θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώ-
νιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν
παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυδίας
τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι
καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.
καὶ τοιαύτη τις εὐχαριστίας
θθςία τοῖς ἀνδράσιν ἀποτελείται, ἁγνὴ μὲν αἵματος ἁγνὴ δὲ πάσης
βίας, οὐδὲ μὴν ὀσμὴ λιβάνων ἐπιποθεῖται οὐδὲ πυρκαϊά, καθαρὸν δὲ
φῶς ὅσον ἐξαρκέσαι τοῖς εὐχομένοις πρὸς ἔκλαμψιν, σωφρονέστατα
δὲ πολλῶν καὶ τὰ συμπόσια πρὸς ἔλεον καὶ ἀνάκτησιν τῶν δεομένων
ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεςόντων. ἅπερ ἄν τις φορτικὰ
εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.
Ἤδη δέ τινες καὶ ἐν τῷ μέμφεσθαι τὸν θεὸν νεανιεύον-
ται. τί δή ποτε βουληθεὶς οὐ μίαν καὶ τὴν αὐτὴν τῶν ὄντων φύσιν
ἐτεκτήνατο, ἀλλὰ διάξορα καὶ τὰ πλεῖστα ἐναντία τὴν φύσιν ἐκέ-
λευσεν ἀπογεννᾶν; ὅθεν καὶ ἡ διαφορὰ τῶν ἡμετέρων ἠθῶν τε καὶ
προαιρέσεων. ἦν γὰρ ἴσως ἄμεινον, καὶ πρὸς τὸ πειθαρχεῖν τοῖς
κελεύσμασι τοῦ θεοῦ καὶ πρὸς τὴν ἀκριβῆ κατάληψιν αὐτοῦ καὶ πρὸς
τὸ βεβαιοῦσθαι τὴν καθ’ ἑκάστου πίστιν, ὁμοτρόπους εἶναι πάντας
ἀνθρώπους. δυνατὴ δὲ καὶ ἡ πρᾶξις ἅτε δὴ θεοῦ. οἱ ταῦτα λέηον-
τε νυκ-
τερινὴν διαδοχὴν μὴ προσδέχεσθαι, βούλεσθαι δὲ ἀεὶ τὸ ἡμερινὸν
φῶς διαρκεῖν, καὶ ταῦτα τῆς ἀναπαύσεως οὔσης ἀναγκαίας, ἀγανακ-
τεῖν τε πρὸς τοῦς ὠκεανοῦ καὶ γῆς ὅρους, μέμφεσθαί τε τὴν γῆν
τοσαῦτα πρὸς χρῆσιν τῶν ἐπιγείων δωρουμένην, ἀλλὰ καὶ τὴν
θάλασσαν ἀἰτιᾶσθαι παντοδαπὴν τοῖς πλέουσι παρεχομένην πο-
ρείαν, καὶ καθάπαξ πάντας μιᾶς μορξῆς ἀξιοῦν εἶναι, ὕλας δὲ καὶ
ὄρη τὸ συνόλον μηδ’ ἀξιοῦν ξαίνεσθαι, καὶ ὅλως πάντα
καὶ ταῦτα μὲν φανερῶς ἕωλα, τὸ δὲ τοῦς ἀνθρώπους πάντας ὁμοιο-
τρόπους εἶναι ἀξιοῦν, κομιδῇ γελοῖον, μηδὲ ἐννοεῖν, ὅτι οὐχ ἥπερ
ἡ τοῦ κόσμου διάταξις αὕτη καὶ τῶν κοσμικῶν, οὐδὲ τὰ ξυσικὰ
τοῖς ἠθικοῖς ὁμοούσια, οὐδὲ τὰ τοῦ σώματος παθήματα τοῖς τῆς
ψυχῆς πάθεσι τὰ αὐτά; τὸν μὲν γὰρ σύμπαντα κόσμον ἐκ δια-
φόρων στοιχείων ὁ θεὸς ἐτεκτήνατο. διαφορῶν γὰρ οὐσῶν τῶν
σωματικῶν δυνάμεων διάξορα καὶ παντοδαπὰ πρὸς τὴν χρῆσιν τοῦ
κόσμου ἐπορίζετο ἐξ ἀνάγκης, εἴπερ πολλὰ καὶ ἀναρίθμητα τῇ φύσει,
. . . πολλὰ δ’ ὑπὸ θαλάσσης καὶ ἀέρος συντελεῖται. τὸν δὲ ἄνθρω-
πον λογικὸν ἐποίησεν ζῶον γνῶσιν τ’ αὐτῷ κακῶν καὶ ἀγαθῶν
ἐδωρήσατο, ὅπως τὰ μὲν φύγοι τὰ δὲ μεταδιώκοι, δούς τ’ αὐτῷ
τοιαύτης τινὸς σοφίας ἐπιτηδειότητα αὐτεξούσιον αὐτὸν εἴασεν καὶ
τὴν κρίσιν τῆς διατυπώσεως ἐπέτρεψεν τοῦ καθ’ αὐτὸν βίου, καὶ
ταπυτα ἔξ ἴσης ππασιν ἀνθρώποις. πόθεν οὖν τὸ διάξορον τῶν τρό-
πων; ὅταν οἶμαι τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς προνοίας ἀγαθοῦ
καταμελῶμεν, θυμῷ δὲ εἴξαντες ἢ ἐπιθυμίᾳ ἀντὶ τῶν βελτιόνων τὰ
χείρονα αἰρώμεθα. ἐρεθίζει γὰρ οὐ μικρῶς ὁ θυμός, βιάζεται δὲ καὶ
ἡ ἐπιθυμία, καὶ τοὺς ἄφρονας ἐκτραχηλιάζουσιν, ὅταν τοῦ λόγου
περιγένωνται. ἐπικρατήσαντος δ’ ἐκείνου πᾶς ὁ βίος μέτριος ἐπαίνου
τε ἄξιος. συγκροτεῖται δ’ οὖν, ἡνίκα δίκην ἀγαθοῦ τινος ἡνιόχου
σπάσῃ τὰς ἡνίας τῆς ἀτάκτου καὶ μανιώδους συνωρίδος, ἐνθένδε ἡ
πίστις, καὶ ἡ πρὸς τὸν θεὸν εὐσέβεια δικαιοςύνη τε καὶ σωφροςύνη
καὶ παντοίας ἀρετῆς εὐδαιμονία συνέστη. ταῦτα δὴ καὶ τὰ τοιαῦτα
τὰ τῶν ψυχῶν κατορθώματα ἄγει πρὸς τὸν ὅσιον δικαστὴν αὐτὰς οὐ
κριθησομένας οὐδ’ ἐπὶ τὸν τῶν ἁμαρτημάτων ἔλεγχον ἀχθησομένας
ἀλλ’ ἐπὶ τὰς τιμάς, ἃς αὐτὸς ταῖς ἄριστα βεβιωκυίαις προϋπέσχετο.
καὶ κατηρεφὲς βάραθρον. ἀσεβὲς δὲ καὶ τὸ ἐνθύμημα τῶν πρὸς τὴν
διαφορὰν τῶν ὄντων ἀπεχθανομένων, μίαν τε κανῖ τὴν αὐτὴν ἀφίαν
πάντων χρημάτων εἶναι θελόντων. ἄλικον ἄρα τοῖς δυσσεβέσιν εἶναι
δοκεῖ τὰ τίμια τῶν ὑποδεεστέρων προτιμᾶσθαι καὶ τὴν ἀθάνατον
φύσιν πλεονεκτεῖν τῶν φθαρτῶν καὶ ἐπιγείων ζώων μακαριότητι,
ὅσῳ σεμνοτέρα τε καὶ θειοτέρα τυγχάνει οὖσα. καὶ τῆς θείας ἀγαθό-
τητος οὐκ ἄμοιρον τὸ τῶν ἀνθώπων γένος, ἀλλ’ οὐκ ἁπλῶς πάν-
των οὐδ’ὡς ἔτυχε, μόνων δὲ τῶν τὴν θείαν φύσιν ἐξιχνευςάντων
καὶ τὸ προηγούμενον ἐπιτήδευμα τοῦ βίου προελομένων, τὴν τῶν
θείων ἐπίγνωσιν.
Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν
ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ
θ’, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν
χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ
δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξιςάζοιτο;
εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσ-
ηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλ’ ἐκείνῳ μὲν οὐδ’ ἂν τὰ οὐρά-
νια συγκριθείη, ὥσπερ οὐδ’ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδ’ αἱ
εἰκόνες τοῖς παραδείγμασιν.
ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ
γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς
ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρό-
που θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμ-
μένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας
εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ
κέλευσιν. οὕτω γὰρ
πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον
ὁρισθέντα βιύσαντες.
μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω-
πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ
εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ
τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾦ πείθονται μὲν
οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαιςίως, οἱ δ’ ἀχαριστοῦντες
ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.
Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν
ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς
παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς
ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ-
πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν
τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος
τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν
τοὺς ἀπείρους προσφιλές.
τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο,
ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ
τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ
τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ
ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ-
ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ
νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ
ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας
μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις,
ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν
παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν
παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν,
οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ
τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμ-
νότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό-
τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ-
τοις αὐτοῖς καὶ τούτων παραπλγςίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς
τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ
καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς
ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ
διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης
ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα
ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,
τοιαύτῃ δὴ
καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρ-
εσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρο-
νητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίλος γνησιωτάτους μαθητάς. καὶ
δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις
κατέστειλεν· ἐτύγχανε δ’ ἐκεῖνος ξεφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ
ξίφει πειρύμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σω-
τῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθ-
ιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν κατα-
φυγῆς, νομοεθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατ-
άρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει
τε χρηςάμενον ἐπολεῖσθαι βιαίως.
ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος
σοξία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀ-
τάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγέστου
γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλ’ ὁ ἀδικῶν τῇ
μεγέστῃ περιβέβληται τιμωρίᾳ. τῷ δ’ ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε
ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προσταςίᾳ τοῦ παρόντος καὶ
ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλα-
βῆναι. πῶς δ’ἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἶον
παραιτηςάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ
βοηθεῖν; μάχη δ’ ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης·
οὐδεὶς δ’ εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται.
πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουςίας καὶ βοηθείας ἀμφιβάλ-
λειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δ’ εὐκερῶς
τὰ θαυμαστὰ ταῦτα καὶ ἄπιστα γινόμενα καὶ ἐπιτελούμενα ἱστορῶμεν
τῇ τοῦ προνοοῦντος κελεύσει. ἐντεῦθεν δὲ καὶ τὸ μὴ μεταμέλειν ἐπὶ
τῇ πίστει παραγίνεται, ἡνίκα ἄν τις προσπίπτῃ πείρᾳ κακῶν, καὶ τὸ
ἄτρεπτον ἔχειν τὴν πρὸς τὸν θεὸν ἐλπίδα· ταύτης γὰρ τῆς ἕξεως
ἐγγενομένης τῇ ψυχῇ, ἵδρυται κατὰ τὴν διάνοιαν ὁ θεός· ἀήττητος
δ’ οὗτος, οὐδὲ ἡ ψυχὴ ἂρα τὸ ἀήττητον ἒχουσα κατὰ τὴν ἑαυτῆς
διάνοιαν ὑπὸ τῶν περιεστώτων κακῶν κρατηθήσεται. πείρᾳ δὲ τοῦτο
μεμαθήκαμεν ἐκ τῆς τοῦ θεοῦ νίκης, ὃς τὴν ὑπὲρ τῶν πάντων πρόνοιαν
ποιούμενος ὑπὸ τῆς τῶν ἀσεβῶν ἀδικίας ἐμπαροινηθείας, μηδεμίαν
ἐκ τοῦ παθήματος καρπωςάμενος βλάβην, μέγιστα νικητήρια
καὶ ἀίδιόν τινα στέφανον κατὰ τῆς πονηρίας ἀνεδήσατο, ἐπὶ τέλος
μὲν ἀγαγὼν τὴν προςίρεσιν τῆς αὐτοῦ προνοίας καὶθ στοργῆς τῆς
περὶ τοὺς δικαίους, συντρίψας δὲ τὴν τῶν ἀδίκων τε καὶ ἀσεβῶν
ὠμότητα.
Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο,
προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο
δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ’ ἦν καὶ ἡ αἰτία
τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολαςίας
ἐκφύοντα γεννήματα, λαυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις,
ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροςύνης μετάσχοι,
ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων φυχαπῖς τοῦ θεσπισθέντος
ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας
δὲ ἐξαλειφθείσης, δι’ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί,
ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν
ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις
ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.
τοιγάρτοι
Μέμφις ἔρημος, ἐν ᾗ Μω
Οὐδεὶς δ’ ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε
ἢ γένοιτο, εἰς μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος
ἀπεκήρυξαν. τί δ’ ἂν εἲποι τις ἂξιον περὶ Μωϋςέως; ὃς ἂτακτον
δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας,
ἀντὶ μὲν αἰχμαλωςίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο,
ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν
αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν
καταορθωμάτων εὐτυχίᾳ ἀλαζοέστερον τῶν ἀνδρῶν τὸ φρόνημα
γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ
τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοςόφους
ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.
Πυθαγόρας γὰρ τὴν ἐκείνου
σουφίαν μιμηςάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε
καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν
καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης
μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας
πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’
Ἀσσυρίαν τότε τυράννου;
ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ
πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις
πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν
ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν
θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν
ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ
ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος
γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν
ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.
γενναία γε μὴν καὶ ἡ
τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες
ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἢραντο, πυρὶ
καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι,
ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι
Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας,
ἀναιρεθείσης καεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα
μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ
φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε
καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας
σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.
οἱ γὰρ τοι μάγοι,
τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς μεγάλας τε καῖ ἐξαιςίους ἀρετὰς
ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν
ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ
δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων
ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων
θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς ουκ εἰς ὄλεθρον ἀλλ’
αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος
ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο·
πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροςύνης ἀρετῇ συναιρομένη
τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.
γνωσθέντων δὲ
τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας
δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς
τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι
ταῖς διαβολαῖς τῶν ΄μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας
ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς
ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους
καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχῆμα τοὺς
ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέδκρινε, καθεῖρξέ τε
Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν
τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων
δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν
ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.
ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ
τὸν κατακλυσμὲν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ’
ἴσης τῷ θρησκευομένῳ ὑπ’ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα
περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις
αὐτῇ, ἀλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ,
δι’ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ
τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.
αὕτη τοίνυν εἴσω τῶν ἀδύτων
ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας
ὄντως γενομένη μεστή, δι’ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν,
σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστχὶς
λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως.
Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.
Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν
δ’ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς
ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.
Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα
ὁμολογῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι
δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον
τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα
εἶναι λέγεσθαι, ἔχοντα βιβφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν
περικοπτούσας ἐξουςίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον
ὁδηγούσας.
ἐν προφανεῖ δ’ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας
συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα
τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενἠσθαι τὸ
ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος
διαφημίζεσθαι.
ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι
μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς
ἑαυτοῦ συντάγμασιν, τοῦτον
ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον
ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας
ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ
ἧς οἶμαι λέγειν
τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν·
καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·
καὶ οὐκ ἠρκέσθη
Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ
Μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις;
τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ
ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον
τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν-
ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην
παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·
συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύψως δι’ ἀλληγορῶν τα
ὅτως δὲ μή τις τῶν
δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ,
ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ
Πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται
Τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον
Τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι,
ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήσειαν,
καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυςίας τ’
ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε
τοῖς φρονοῦσι. Φηςὶ γάρ·
δηλαδὴ τοὺς δικαίους.
θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμήμένος, ὅς ἀκριβῶς ἐπι-
Στάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα·
ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοῦς δυνάστας
Οὐ φοβηθήσεται.
τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτήρος ἀρετῆς οἰκειό-
Τερον εἴποι τις ἔν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος
ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὥπασε γέννᾳ. ὁ δὲ ὄφις
ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὅς τοὺς πρωτοπλάστους
πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ
σωτῆρος τῆς ἀθαναςίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀν-
θρώπων ἀπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος
Δὲ α’τοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος
ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώ-
ποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδι-
κημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. Τότε
δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς
Διαςήμου τε ἀναστάσεως τὰ ὅμοια ἀλπίζειν ἐκέλευσεν.
οὐκοῦν δι-
Καίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνα-
Τος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων
Γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην
καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆδος τῶν θρηδκευόντων προσ-
Αγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι δάλλον
ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει.
πεπαιδευμένων
δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολού-
θως ἔχει·
μους, οἷς ἡ θεοφιλὴς ἐκκληςία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δι-
Καιοςύνης τε καὶ σωφροςύνης βίον.
θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ
Τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις,
Τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου·
(τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.)
τὴν ἀλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογρά-
φων ὖθος· ἔσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς
ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήφεσθαι διδάσκων.
ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι
Τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηστημένος.
πεφραγμένωνς δὴ
Καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας
Τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιαςάμενος, ἅπερ ἀληθῶς ἔτι
Καὶ νῦν ἐξετάξεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα
χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν
Δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε γοῦν ἄντικρυς τῆς
ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας
καὶ παραγγελίας μεγίστου πατρός.
τί δὴ μετὰ ταῦτα ὁ ποιη-
τὴς λέγει;
Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς
ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει
Λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν
Τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; Πῶς ἂν νογθείη
Λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προσ-
Τάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ
στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει
Κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι
Θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι
ἡ γοῦν Ἐρυθραία πρὸς τὸν
θεόν· τί δή μοι, φηςίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις
ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γὴς μετέωρον ἀρθεῖσαν διαφυ-
λάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἠμέρας; ὁ δὲ Μάρων
πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε·
πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτπῶν
Θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων,
Οὐκ ἀνθρωπίνου δὲ σώματος. Λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν
Τὸ ἅγιον πνεῦμα; Ποία δὲ ἐπιθυμία ἄφεςίς τε ἐν τῇ τοῦ ἀγαθοῦ
Διαθέσει, οὗ πάντα ἐφίενται; Τί δ’ ὅλως κοινὸν σοφίᾳ τε καὶ ἠδονῇ;
ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ἀχλοχαρῆ
Παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπι-
Δείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν κα-
Θαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν.
ἐπικαλοῦμαι δὲ δὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοςέβεια,
ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην
ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθαναςίας ὑπάσχεσιν ἀκίβδηλον· δὲ μέν,
εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν
ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπι-
κουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀπο-
στρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε
Καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος
ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.
Εγὼ γὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων
Αἰτιῶμαι τὴν σὴν εὐμένειαν. Μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ’
εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πλεμίων τρόπαια,
ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ
καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι
προσείποιμί σε.
ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές.
ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ
θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκληςίαις ὑπὸ τυράννων
πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις
ἐπιχαίροντες δημοςίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον
τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ
πρὸς θεὸν πίστει· θνητὼν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς
ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοἰδιμον
εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους,
τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν
σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους
δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ
τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ
δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς
ὀλίγον ὀκλαζόντων τὴν παρρηςίαν.
τί οὖν ταῦτα τολμῶν ὤνησας,
ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς
ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ
ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ
τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν
Προαίρεσιν, οὐ πειλθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν
σφαγὰς ἀδίκως ἐπαράντων.
ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων
νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ
ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς
ἀφρπσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ
τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι
περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν,
μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας
Ἀντεξέταζε τὴν ἡμετέραν θρησκείαν πρὸς τὰ ὑμέτερα.
οὐκ ἐνταῦθα μὲν ὁμόνοια γνησία καὶ διαρκὴς φιλανθρωπία, ἔλεγχος
δὲ πταίσματος νουθεσίαν οὐκ ὄλεθρον φέρων, θεραπεία δὲ οὐκ
ὠμότητος ἀλλὰ σωτηρίας, καὶ πίστις εἰλικρινὴς πρῶτον μὲν πρὸς
τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν φυσικὴν τῶν ἀνθρώπων κοινωνίαν,
ἔλεος δὲ τῶν οὕς ἐπολέμησεν ἡ τύχη, ἁπλοῦς δὲ βίος καὶ
οὐ ποικίλῃ τινὶ πανουργίᾳ τὴν πονηρίαν ἐπικαλυπτόμενος, τοῦ τε
ὄντως θεοῦ καὶ
ἥδε ἐστὶν ἀληθῶς θεοσέβεια,
ἥδε εἰλικρινὴς θρησκεία ἡ παντελῶς ἄχραντος, οὗτος ἔμφρων
βίος, ὃν οἱ μετιόντες ὡς διὰ λεωφόρου σεμνῆν τινος ἐπὶ τὸν
ἀέναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον
ἐνστησάμενος βίον καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, πληροῖ
δὲ μᾶλλον τὴν προσταχθεῖσαν αὐτῷ θεόθεν λειτουργίαν ἢ ἀποθνήσκει·
ὁ γάρ τοι τὸν θεὸν ὁμολογήσας οὐ γίνεται πάρεργον ὕβρεως
οὐδὲ θεμοῦ, ἀλλ´ εὐγενῶς τὴν ἀνάγκην ὑποστὰς τὴν τῆς καρτερίας
Πεῖραν ἐφόδιον ἔχει τῆς πρὸς τοῦ θεοῦ εὐμενείας.
οὐδὲν γὰρ ἀμφίβολον
τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀσπάζεσθαι τὸ θεῖον· καὶ γὰρ ἄν
εἴη τῶν ἀτοπωτάτων τοὺς μὲν ἀνθρώπους, ὅταν τυγχάνωσιν εὐεργετούμενοι,
ἤτοι ὑπὸ τῶν τῆς αὐτῆς ἐξουςίας ἐπειλημμένων ἢ καὶ
ὑποδεεστέρων, ἃ θεραπεύοντες τυγχάνοιεν οἱ εὐεργετοῦντες αὐτούς
εὐχαρίστως κατατίθεσθαι καὶ ἀντευεργετεῖν, τὸν δὲ ὑπὲρ πάντας
ἀρχηγόν τε τῶν πάντων καὶ τὸ ἀγαθὸν αὐτὸ καταμελῖν τῆς ἀμοιβῆς,
ὃ συμπαρομαρτεῖ μὲν ἡμῶν τῷ παντὶ βίῳ καὶ πάρεστιν ἡμῖν
τηνικαῦτα, ὁσάκις ἀγαθόν τι ποιῶμεν, καὶ παραχρῆμα μὲν ἀποδεχόμενον
τῆς ἀνδρείας καὶ εὐδικίας εὐεργετεῖ, τὴν δὲ συμπλήρωσιν τῆς
ἀμοιβῆς εἰς τὴν τοῦ βίου συμπλήρωσιν ἡμῶν ὑπερτίθεται· πᾶσα γὰρ
ἡ τοῦ βίου ψῆφος τηνικαῦτα λογοθετεῖται, ἐν ᾧ χρόνῳ τὸ σῶμα
ὑπὸ τῆς ψυχῆς καταλείπεται, αὐτὴ δὲ ἡ ψυχὴ καθαρὰ καὶ ἄχραντος
καθαρῷ καὶ ἀχράντῳ τῷ θείῳ πελάζει. ἥδε μὲν οὖν ἡ τοῦ θείου
δικαιοσύνη, καὶ οὗτος μὲν ὁ τῶν δικαίων ἐξετασμός, πείρας γενο-
Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε
τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα
Τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον;
ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ
ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα
ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατι ᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων
κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.
ἀλλὰ σύγε,
Οὐαλεριανέ, τὴν αὐτὴν μιαιφονίαν ἐνδειξάμενος τοῖς ὑπηκόοις τοῦ
θεοῦ, τὴν ὁσιαν κρίσιν ἐξέφηνας ἁλοὺς αἰχμάλωτός τε καὶ δέσμιος
ἀχθεὶς σὺν αὐτ ῇ πορφυρίδι καὶ τ ῷ λοιπ ῷ βασιλικ ῷ κόσμῳ, τέλος δὲ
ὑπὸ Σαπώρου τοῦ Περσῶν βασιλέως ἐκδαρῆναι κελευσθεὶς καὶ ταριχευθεὶς
τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον.
καὶ σὺ δέ, Αὐρηλιανέ, φλὸξ πάντων ἀδικημάτων, πῶς ἐπιφανῶς, διατρέχων ἐμμανῶς τὴν Θρ ᾴκην, κοπεὶς ἐν μέσῃ λεωφόρῳ τοὺς αὔλακας τῆς ὁδοῦ ἀσεβεῖ αἵματι ἐπλήρωσας.
Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς
ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς
ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου
οἰκήσεως καθειργμ ῷ.
τί δὴ τούτῳ συνήνεγκε πρὸς
τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ
βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια,
οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὤν τυγχάνω. εἶδον
γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον
δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι
τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν
θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βαςίλεια καὶ ὁ
οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός.
καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ
γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο,
φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.
„τίς ἡ τοσαύτη μανία; πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία
πάντων πραγμάτων, ὁμονοίας τε τῶν δυναστευόντων βεβαίας μενούσης.
ἔσται τούτων τίσις, ἔσται τοῦ ἀδίκως αἵματος ἐκχυθέντος
ἐκδικία, καὶ ἴσως γε τούς τε αἰτίους καὶ τοὺς ἀναιτίους ἡ αὐτὴ
περιλήψεται συμφορά. νεμεσᾴ γὰρ δικαίως πρὸς τοὺς πονηροὺς τὸ
θεῖον”. καὶ ταῦτα ἔλεγον οὐκ ἀπεικότως τεκμαιρόμενοι· ἑώρων γὰρ
μεγίστην τινὰ καὶ ὑπερορίαν ὠμότητα. πάντων γὰρ ἀναλωθέντων
ὅσα πέρυκεν ἐπινοεῖν ὠμότης, ἐπὶ ἀσχήμονας τιμωρίας μετῆλθεν ἡ
δυσσέβεια. ἁγνὰς γὰρ παρθένους καὶ σώφρονας γυναῖκας ὁ προειρημένος
βασιλεὺς εἰς λύμην ἀσελγείας κατέκρινεν, αἰσχροῖς ψηφίσμασιν
ἐπὶ τὰς ἡδονὰς παρακαλῶν τοὺς νέους· ἐν ᾧ κρείσσων εὑρέθη τῶν
χυδαίων ἡ ἐγκράτεια τῆς ἀκολαςίας τοῦ τυράννου. οὐδεὶς γὰρ ἑαυτὸν
καθῆκεν εἰς ἀνόσιον θυμηδίαν, καὶ τὸ ψήφισμα τοῦ βασιλέως τὴν
τοῦ δήμου σωφροσύνην οὐκ ἴσχυσεν ἀναχαιτίσαι. ὢ νόμων ἐπιμελητὴν
ἄριστον, ὢ τῆς τῶν πάντων ὑπηκόων σωφροσύνης διδάσκαλον,
ὢ κηδεμονίας στρατοῦ πρὸς τοὺς ἑαυτῶν πολίτας. ἐτίτρωσκον
τὰ στέρνα τῶν ὁμοφύλων οἱ μηδέποτε τὰ τῶν πολεμίων ἐν παρατάξει
μετάφρενα θεασάμενοι.
τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων
ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης.
τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο,
ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου
βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν
Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν
ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.
ἀλλὰ τίς
ἄν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως
ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα
ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν
ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι
τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν
εὐμοιρίᾳ νομίζονται τὴν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν
πῶς οὐ παντὶ τρόπῳ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν πρὸς
τοὺς ἀνθρώπους στοργὴν χαρακτηρίζουσιν;
Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας
θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἀφ´ οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν
αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἔδιον
τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι.
ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως
προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.
καὶ
ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην
λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ
σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ
Συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ
τοσαύτης, ὅσην ἄν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο.
ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο καὶ τὸν πόλεμον, τῆς
τοῦ θεοῦ προνοίας τῆν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν
θεὸν ταῖς ἡμετέρας εὐχαῖς συναρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ
δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ·
οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἄν
τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν
τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν
πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρπωπίνω πταισμάτων· χρὴ
Τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν
τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ
τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις
ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας
αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς
τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών,
ἀιδίου ζωῆς χορηγός.