Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter and section.
This pointer pattern extracts chapter.
Ἰστέον δ’ ὡς πρὸ τῆς παρούσης ὑποθέσεως Χρονικοὺς συντάξαντες Κανόνας, ἐπιτομήν τε τούτοις παντοδαπῆς ἱστορίας Ἑλλήνων τε καὶ βαρβάρων ἀντιπαραθέντες, ἢ πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ ἴδε πῶς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται· ποθεινή τε ἐστὶν πᾶσιν καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη.
Ὃν γὰρ ἡ ἐργάτις ἐκείνη τρόπον τὴν σοφίαν τιμῆσαι μαρτυρουμένη, τῶν εὐθαλῶν βλαστῶν ἀναλεγομένη τὰ πρόσφορα, ἐκ τῆς ἁπάντων ἐπισυναγωγῆς τε καὶ ἐργασίας βασιλεῦσι καὶ ἰδιώταις ὑγιεινοὺς, ᾗ φησὶν ἡ γραφὴ, παρέχεται τοὺς ἑαυτῆς πόνους, ταυτόν τι καὶ τὰς περὶ τοῦ Χριστοῦ Προφητικὰς ἡμῖν Ἐκλογὰς, ἀπάνθισμα τῶν τοῦ Θεοῦ λογικῶν λειμώνων τυγχανούσας, περιέξειν ἡγοῦμαι, τὴν μὲν τῶν κηρῶν εὔπλαστον δημιουργίαν ἐν ψιλαῖς ταῖς λέξεσιν ἀποσωζούσας, τὰ δ’ ἐν αὐτῷ τεθησαυρισμένα νοήματα καταλλήλῳ τῷ γλυκεῖ καὶ ὑγιεινοτάτῳ τῆς σοφῆς ἐν ἐκείνης γεννήματι εἴσω που ἐν ἀπορρήτοις ταμιευόμενος. Τίς γὰρ δὴ τῶν πιστῶν οὐκ ἂν ὁμολογήσαι πάσης διὰ σωμάτων ἡδονῆς τε καὶ ὠφελείας ἀσυγκρίτῳ διαφέρειν ὑπεροχῇ τὰς σωτηρίους περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραθέσεις,
Ἀλλὰ γὰρ τούτων ἐφάπτεσθαι μέλλοντας, ἀναγκαίως προδιαστείλασθαι ὡς πῆ μὲν προόντα οὐ μόνον Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν·
πῆ δὲ τὰς δύο παρουσίας αὐτοῦ προαναφωνοῦσι· τήν τε προτέραν,
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
. . . . . .
χωρὶς τῶν τεσσάρων στοιχείων τῶν παρ’ Ἑβραίοις ἀνεκφωνήτων, ὧν διὰ τῆς συνθέσεως τὸ σημαινόμενον ὄνομα ἄρρητον ὑπάρχον, καταχρηστικώτερον δὲ Κύριος ἐπικαλούμενον, οὐδέπω ποτὲ ἐπὶ ἀγγελικῆς παρείληπται δυνάμεως, ὡς ἐπιστήσεις καθ’ ὅλης τῆς θεοπνεύστου γραφῆς, ἔνθα ὁ Θεὸς ἢ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος ἀναγέγραπται κεχρηκέναι τίσι· πότερον ἐπὶ τὴν ἀγένητον τοῦ τῶν ὅλων Θεοῦ φύσιν ἀνενεκτέον τὰ δηλούμενα, ἢ ἐπὶ τὸν τούτου Λόγον, ὃν δεύτερον τυγχάνοντα τῶν ὅλων αἴτιον καὶ Θεὸν καὶ Κύριον κατὰ τὸ σημαινόμενον ἐκ τοῦ παρ’ Ἑβραίοις ἀρρήτου ὀνόματος προσαγορεύειν εἴωθεν ἡ θεία γραφή. Καὶ δῆτα ἐπὶ τοῦ παρόντος φήσαντος τοῦ λόγου, ὅτι δὴ κατέβη κύριος
, καὶ εἶπεν κύριος
τὰ ἀναγεγραμμένα, ζητήσαι ἄν τις εὐλόγως εἴτε ἐπί τινα τῶν ἀγγέλων, εἴτε ἐπὶ τὸ πρῶτον αἴτιον τὴν ἀναφορὰν ἔχει τὸ δηλούμενον. Ἀλλ’ ἐπὶ μὲν ἀγγέλων οὐχ’ οἷόν τε· τοῦτο μὲν, ὅτι κἀνταῦθα δεῦτε καὶ καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν
, καὶ τὸ, κατέβη κύριος ἰδεῖν τὴν πόλιν, οὐδαμῶς ἂν ἁρμόττοι περὶ τῆς αὐθεντείας λέγεσθαι. Λείπεται δὴ νοεῖν τὸν θεῖον Λόγον καὶ διὰ τῶν προκείμενων δηλοῦσθαι. Οὗτος δὴ τὴν τῶν ἁπάντων πρόνοιάν τε καὶ οἰκονομίαν πρὸς τοῦ Πατρός ἐπιτετραμμένος οὐ πώποτε διέλειπεν τότε μὲν δι’ ἑαυτοῦ, τότε δὲ δι’ ὑπηρετῶν ἀγγέλων τῷ πατρικῷ βουλήματι τὰ συντείνοντα ἐπὶ τῇ τῶν ὅλων ὠφελείᾳ τε καὶ σωτηρίᾳ διακονούμενος. Μυστικῆς δὲ καὶ ἀπορρήτου θεωρίας ἐχόμενα τὰ κατὰ τὸν τόπον οὐ νῦν ἀναπτύσσειν καιρός.
Πρῶτος ἀναγέγραπται γενόμενος χρηματισμὸς τῷ Ἁβραὰμ ὅτε εἶπεν αὐτῷ Κύριος· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μέγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλόγητος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε
, καὶ τὰ τούτοις ἑξῆς. Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.
Καὶ τρίτος, ὅτε ὁ Κύριος εἶπεν τῷ Ἁβραὰμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ
τὰ ἀναγεγραμμένα. Τέταρτος, ἐν ᾧ εἴρηται, μετὰ δὲ
καὶ μεθ’ ἕτερα· Ἐγὼ Κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων.
Πέμπτος, ὅτε ὤφθη Κύριος τῷ Ἁβραὰμ καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ Θεός, σου· εὐαρέστει ἐνώπιον ἐμοῦ,
καὶ τὰ λοιπά. Ἕκτος, ἐν ᾧ πάλιν ὤφθη αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεὶς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ προσεκύνησεν ἐπὶ τῆν γῆν καὶ εἶπεν· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου, ληφθήτω δή μικρὸν ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν.
Εἶτα μετά τινα ἐπιφέρεται, ὅτι ἐξαναστάντες ἐκεῖθεν ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων· Ἁβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συμπροπέμπων αὐτούς· ὁ δὲ Κύριος εἶπεν· Μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἅ ἐγὼ ποιῶ; Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτῶν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κύριου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Εἶπεν δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται.
Καὶ μετ’ ὀλίγα· καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἁβραὰμ δὲ ἦν ἑστηκὼς ἑναντίον Κυρίου· καὶ ἐγγίσας Ἁβραὰμ εἶπεν, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· ἐὰν
Καὶ μεθ’ ἕτερα φησὶν ἡ γραφή· Ἀπῆλθεν δὲ Κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ. Εἰσῆλθον δὲ καὶ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων.
Ἐπιστῆσαι ἄξιον πότερον ἄγγελος ὁ τυχὼν κατὰ τοὺς τόπους δηλοῦται ὁ τοὺς χρηματισμοὺς πρὸς τὸν Ἁβραὰμ πεποιημένος, ἢ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἢ τρίτος τίς παρὰ τούτους ὁ τοῦ Θεοῦ Λόγος, ὃν μετὰ τὸν ἀνωτάτω Πατέρα καὶ Θεὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἀποκαλεῖν ἔθος τῇ ἱερᾷ γραφῆ· ἔτι τε ζητῆσαι, τίς ἦν ὁ τῶν τριῶν τῶν ὀφθέντων τῷ Ἁβραὰμ ἀνδρῶν, πρὸς ὃν αὐτός τε εἶπεν, Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου· καὶ πάλιν, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; περὶ οὗ καὶ ἡ θεία γραφὴ οὐ μόνον πρῶτον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἱστορηκώς φησιν, ὤφθη δὲ αὐτῷ Κύριος, ἐπὶ τῇ Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐνώπιόν σου,
κεῖται μὲν ἐν τῷ Ἑβραϊκῷ τὸ κύριε, ἀλλ’ οὐ διὰ τῶν τεσσάρων στοιχείων τῶν παρ’ Ἑβραίοις ἐπὶ τοῦ ἀρρήτου ὀνόματος τοῦ Θεοῦ παραλαμβανομένων, δι’ ἐκτύπωμα σφραγίδος ἁγιάσμα[τος] κυρίου.
Καὶ ὅτι γε οὐκ ἀδιάφορόν ἐστι τῇ θείᾳ γραφῇ ἐπ’ ἄγγελων χρῆσθαι τῇ τοιαύτῃ προσηγορίᾳ, πρόδηλον ἐκ τοῦ σφόδρα παρατετηρημένως ποτὲ μὲν αὐτὸν τὸν Θεὸν ἢ τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον κύριον ὦφθαί τε καὶ κεχρηκέναι τοῖς δικαίοις ἱστορεῖν, ποτὲ δὲ ἀγγέλους ἀναγράφειν τοὺς ἑωραμένους. Σαφῶς οὖν ὁ τῇ Ἅγαρ ἀλωμένῃ ἐπιφανεὶς ἄγγελος ἦν· καὶ γὰρ ἐχρῆν ἐκείνῃ μὲν, ἅτε πλεῖστον ὅσον ἀπολειπομένῃ τοῦ Ἁβραὰμ, καὶ οὐδέν τι πλέον ἀγγελικῆς ὀπτασίας θεωρεῖν δυναμένῃ, κατάλληλον τὴν ὀπτασίαν γενέσθαι διὰ τῆς τοῦ ἀγγέλου παρουσίας, τῷ δὲ Ἁβραὰμ διὰ τῆς μείζονος αὐτοῦ τοῦ Θεοῦ ἐπιφανείας. Καὶ οἱ λοιποὶ δὲ αὐτοὶ τῶν πρὸς αὐτὸν τοῦ Θεοῦ φωνῶν οὐκ ἂν μὲν ἁρμόσειεν, εἰ ἐπὶ ἀγγέλους τίς αὐτοὺς ἀνάγειν πειρῷτο, μόνῳ δὲ
Πάντες μὲν οὖν οἱ διακόπτειν ἐθέλοντες τὴν τῆς παλαιᾶς πρὸς τὴν καινὴν διαθήκην σύμπνοιαν, ὥσπερ ἑρμαίῳ τοῖς τόποις ἐπιβαίνοντες σαφῶς ἐκ τούτων παριστάναι δοκοῦσιν ἑτέρον ὑπάρχειν τὸν τοῦ Χριστοῦ πατέρα, ὃν καὶ ἀόρατον ὑπὸ τῆς εὐαγγελικῆςεἶδον τὸν κύριον Σαβαὼθ,
καὶ τοῖς λοιποῖς προφήταις παραπλησίως· ἡμεῖς δὲ, (ἐπεὶ καὶ ἐν αὐτοῖς τοῖς πάλαι τοῦ Θεοῦ προφήταις ἐμφέρεταί τι θεῖον λόγιον ἐκ προσώπου τοῦ Θεοῦ φάσκων, δι’ ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι·
Καὶ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γὴν ἐγὼ πληρῶ; λέγει κύριος·
καὶ τῷ Μωσεῖ δὲ χρηματίζων φησὶν, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται,
) ὡς πρὸς τοὺς προειρημένους ὁμοῦ καὶ τοὺς ἐκ περιτομῆς, ἔτι τε τοὺς μὴ προσϊεμένους δευτέραν μετὰ τὴν ἀγένητον φύσιν προϋπάρχειν θεότητα τοῦ υἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς ὁ καὶ (κατὰ) ταύτας τὰς προφητείας ἀναλλοίωτος, καὶ ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέγων πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατ’ αὐτὸν τὸν νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τὸ, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται
, ἀλλοιούμενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἑαυτοῦ οὐσίαν εἰς (ἐν) μικροῖς τισὶ μορίοις τῆς γῆς χωρητὸς ἐγίγνετο, καὶ ἑωρᾶτο τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν ὅλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις ἀποφηναμέναις· εἰ μὴ ἄρα μὴ δὲ ὦφθαι τίς εἴποι αὐτὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὁρᾶν καὶ ἀκούειν, οὐ μὴν καὶ ἀληθῶς τί τῶν νομιζομένων φαίνεσθαι θεωρεῖν, οὐδὲ μὴν ἀκούειν κατ’ ἀλήθειαν, ἀπατωμένους δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ ἀνοίκειόν τε καὶ ἀλλότριον ὑπάρχει τῆς ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἑπαγάγῃ κύριος ἐπὶ Ἁβρααμ ἃ ἐλάλησεν πρὸς αὐτόν.
Ἀναμφιλέκτως γοὖν ταῦτα ὡς περὶ ἑτέρου κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς οὖν ἐστὶ οἷόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα εἰρηκέναι; Περὶ ποίου γὰρ ἕτερου παρ’ αὐτὸν κυρίου δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων φύσει· οἶδεν γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ τῇ τῶν μηδαμῶς ὁ χρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν
, ὅπερ ἀγγέλῳ τὸν θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν τε καὶ ἀπιθανώτατον, μόνῳ δὲ τῷ θείῳ Λόγῳ οἰκειότατον ἂν εἴη μετὰ τῶν ἄλλων φάσκειν καὶ τὸ, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· καὶ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν.
Καὶ πρέπει γε αὐτῷ ταῦτα λέγειν παιδεύοντι, ὅτι δὴ πάντα τὰ ἐξ ἀνθρώπων ὁσίως ἀνέρχομαι
φάσκων πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, παὶ Θεόν μου καὶ Θεὸν ὑμῶν
. Πεπλήρωται δ’ ὅ τε νόμος καὶ πᾶσα γραφὴ τοῦ τοιοῦδε χαρακτῆρος τοῦ κυρίου, τοῦτ’ ἔστιν τοῦ θείου Λόγου, ὡς περὶ ἑτέρου κυρίου διαλεγομένου, δῆλον δ’ ὅτι τοῦ Πατρός.
Καὶ ἀπέδρα Ἅγαρ ἀπὸ προσώπου αὐτῆς·
δῆλον ὅτι τῆς Σάρρας· εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος·
καὶ ἐν τοῖς ἑξῆς δεύτερον εἴρηται, εἶπεν δὲ αὐτὴν ὁ ἄγγελος Κυρίου· καὶ τρίτον δὲ, εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους·
καὶ αὖθις, εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ’ ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου·
καὶ μετὰ πάντας τοὺς λόγους εἴρηται, Καὶ ἐκάλεσεν τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν, Σὺ Θεὸς ὁ ἐπιδών με
· εἰ μὴ καὶ ἀπὸ προσώπου τῆς ἱερᾶς γραφῆς κύριος ὠνόμαστο καὶ ἐκάλεσεν τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτὴν
, κἂν ὑπέλαβέ τις τὴν Ἅγαρ Θεὸν ἐσφαλμένως ὑπειληφέναι τὸν ἄγγελον· νυνὶ δὲ ἡ γραφὴ μαρτυρεῖ, ὅτι Κύριος ἦν ὁ διὰ τοῦ προωνομασμένου χρηματίζων ἀγγέλου, δι’ οὗ ἅτε Κύριος καὶ Θεὸς ὢν πρεπόντως ἑαυτῷ ἔλεγε τὸ, Πληθύνων πληθυνῶ τὸ σπέρμα σου·
τοῦτο γὰρ Θεῷ μόνῳ ἁρμόζοι ἂν λέγειν, οὐκέτι δὲ καὶ ἀγγέλῳ· τούτῳ δ’ αὖ τῷ ῥήματι καὶ τὴν Ἅγαρ εἰκὸς ἐπιστήσασαν, συνεῖσάν τε ὅτι μόνου Θεοῦ γένοιτ’ ἄν ἡ τοιαύτη φωνὴ, εἰρηκέναι, ὅτι σὺ Θεὸς ὁ ἐπιδών με·
ἀλλὰ καὶ δεύτερον, ὅτε ἀποδιδράσκει μεθ’ ἑαυτῆς ἔχουσα τὸν υἱὸν, γέγραπται, ἐκάλεσεν δὲ ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐν τοῦ οὐρανοῦ
, καὶ εἶπεν αὐτῇ τὰ ἀναγεγραμμένα, ἐν οἷς ἐστιν καὶ τὸ, εἰς γὰρ ἔθνος ποιήσω αὐτό
· δῆλον δ’ ὅτι τὸ παιδίον· ὅπερ οὐκέτι τὸν ἄγγελον ἀξιόπιστον ἂν εἴη λέγειν, Θεοῦ γὰρ πάλιν ἡ ἐπαγγελία. Τίνος οὖν κυρίου ἐκάλεσεν ἡ Ἅγαρ τοὔνομα, Σὺ ὁ Θεὸς ὁ ἐπιδών με
, κἀνταῦθα τῆς γραφῆς ἐπὶ τοῦ κυρίου τὸ τετράγραμμον παρ’ Ἑβραίοις ὄνομα περιεχούσης; ἢ δῆλον ἐκ τῶν προαποδεδομένων, ὅτι δὴ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγου, ὃς ἐπιπαρὼν, καὶ τὰ κατ’ ἀνθρώπους ἐξ ἀρχῆς ἐφορῶν τε καὶ οἰκονομῶν, τοῖς μὲν ἐπαναβεβηκόσι καὶ τελείοις ἀνδράσιν, οἷος ἦν ὅ τε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, αὐτὸς δι’ ἑαυτοῦ παρείχετο τὰς ὀπτασίας· τοῖς δὲ τῆς τούτων ἀρετῆς ἀποδέουσιν, οἷος ἦν ὁ Λὼτ, καὶ οἱ ἐν τοῖς Κριταῖς Γεδεών τε καὶ Μανωὲ, καὶ ὅσοι τούτοις ἐμφέρονται παραπλήσιοι, λειτουργοῖς καὶ διακόνοις τοῖς ὑπ’ αὐτὸν θείοις ἀγγέλοις χρώμενος
ἥλιος· ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ.
Οὐκ οἶμαι τινὰ τῶν ἅπαξ πεπιστευκότων ἱερὰς καὶ θεοπνεύστους ὑπάρχειν τὰς ἁγίας γραφὰς εὑρεσιλογεῖν τι εἰς τοὺς τόπους, ἀντιλέγειν πειρώμενον τοῖς περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραδεδομένοις, ὅτι τε προῆν ὑπόστασιν ἰδίαν ἔχων, καὶ ὅτι πρὸ τῆς ἐνανθρωπήσεως τὰς εἰς ἀνθρώπους οἰκονομίας ἐτέλει· δύο γὰρ κυρίους ἐνταῦθα σαφῶς ἡ γραφὴ παρίστησιν, εἴ γε Κύριος ἔβρεξεν παρὰ Κυρίου
. Τὸ δ’ ὅμοιόν ἐστιν εὑρεῖν παρὰ τῷ ἱερῷ ἀποστόλῳ φήσαντι, Δῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ·
καὶ Δῴη αὐτῷ εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
. Ἀλλὰ γὰρ ἐν τούτοις περὶ Πατρὸς καὶ Υἱοῦ διαρθροῦν λόγους, τῷ μὲν ἀγενήτῳ καὶ Πατρὶ τῶν ὅλων τὴν ἔβρεξεν Κυρίος παρὰ Κυρίου
, δὶς κατὰ τὸ Ἑβραϊκὸν καὶ τὸ τετράγραμμον ἐμφέρεται, ὡς σαφέστατα ἀνομολογεῖσθαι τὸ ἐπὶ δύο προσώπων, δῆλον δ’ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων καὶ τοῦ Λόγου αὐτοῦ, τὴν ἄρρητον ταύτην παραλαμβάνεσθαι σημείωσιν· ὡς μηκέτ’ ἀμφιβόλως ἔχειν, εἴ που ἂν φέροιτο ἡ τοιαύτη ἐπὶ τοῦ Θεοῦ προσηγορία, μὴ μόνον ἐπὶ τῆς ἀγενήτου φύσεως αὐτὴν παραλαμβάνεσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντος Λόγου.
Ἐν τῇ πρὸς τὸν Ἰακὼβ εὐλογίᾳ ὁ Ἰσαὰκ φησὶ μετά τινα καὶ ταῦτα· καὶ δουλευσάτωσάν σοι ἔθνη· καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου.
Τὰ λεγόμενα ὡς πρὸς τὸν Ἰακὼβ οὐ πάνυ τί φαίνεται δύνασθαι ἐπ’ αὐτὸν ἀνάγεσθαι, οὐδὲ μὴν ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον λαὸν τὸν ἐκ περιτομῆς· ποῖα γὰρ ἔθνη καὶ πότε ἐδούλευσεν αὐτῷ; ἢ τίνες ἄρχοντες αὐτῷ προσεκύνησαν; ὡς τίνα δὲ καὶ προσεκύνουν; πότε δὲ καὶ ἐκυρίευσε τοῦ ἀδελφοῦ αὐτοῦ; ἢ τίνες οἱ τοῦ πατρὸς αὐτοῦ υἱοὶ οἱ λεγόμενοι προσκυνήσειν αὐτῷ; Καὶ μὴν οὐχ εὑρίσκεταί γε ὁ Ἰσαὰκ ἑτερόν τινα παρὰ τὸν Ἰακὼβ ἐσχηκὼς ἢ μόνον τὸν Ἠσαῦ· πῶς οὖν πληθυντικῶς εἴρηται τὸ, προσκυνήσουσίν σοι
Ταῦτα δ’ ἐσημειωσάμεθα διὰ τὸ πολλάκις καὶ Ἰακὼβ τὸν Χριστὸν ἐν ταῖς προφητείαις χρηματίζειν, ὡς ἐν τοῖς οἰκείοις δειχθήσεται τόποις, ὑπονοοῦντες μὴ πῆ καὶ ταῦτα δύναται ταῖς περὶ αὐτοῦ μαρτυρίαις ἁρμόζειν. Ὥσπερ γοὖν καὶ τὰ κατὰ τὸν Ἰσαὰκ εἰς τὸν Χριστὸν μετείληφεν ὁ ἱερὸς ἀπόστολος φήσας, τῷ δὲ Ἁβραὰμ ἐδόθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστὸς,
ὅρα εἰ μὴ τὸν αὐτὸν τρόπον καὶ τὰ ἐνταῦθα ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένα μᾶλλον ἁρμόζοι ἂν τῷ
Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ ἀυτοῦ ἕως πρωΐ
. Εἶτα μετὰ βραχέα εἰπόντος τοῦ Ἰακὼβ, οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσης
· φησὶν πρὸς αὐτόν· Τί ὄνομά σοι; ὁ δὲ εἶπεν, Ἰακώβ. Εἶπεν δὲ αὐτῷ, Οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός.
Καὶ αὖθις μετ’ ὀλίγα, ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη ἡ ψυχή μου.
Οἷς ἐπιφέρει φάσκουσα ἡ γραφὴ, ἀνέτειλε δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ
. Τῷ μὲν Ἀβραὰμ ἀρχῆθεν ὑπὰρ ὁ Κύριος χρηματίζει, καὶ πολλάκις μὲν διαλέγεται, τρὶς δὲ αὐτῷ καὶ ὀφθεὶς ἀναγέγραπται, καὶ οὐκ ἐν νυκτὶ, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ Ἐγὼ κύριος ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου
, καὶ τὰ λοιπὰ, ἃ καὶ ἀπὸ τῶν ἑξῆς παρίσταται δι’ ἀγγέλου αὐτῷ εἰρηκώς· καὶ δεύτερον δὲ ἐν τῇ Μεσοποταμίᾳ, ὅτε ἐπιστὰς αὖθις ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος κύριος εἶπεν αὐτῷ, Ἀποστρέφου εἰς τὴν γῆν τῶν πατέρων σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ
. Καθ’ ὕπνον αὐτῷ ταῦτα καὶ δι’ ἀγγέλου εἴρηκεν· ὡς δὲ αὐτὸς ὁ Ἰακὼβ διδάσκει ἄνα (ἅμα) γοὖν τῇ θείᾳ φωνῇ τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἀνακαλέσας, μεθ’ ἕτερα τὸν γενόμενον αὐτῷ χρηματισμὸν ἀνατίθεται αὐταῖς λέγων, καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον, Ἰάκὼβ, καὶ τὰ ἑξῆς, ἐν οἷς φησὶν, Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ· οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου
. Μετὰ δὲ ταῦτα ὑποστρέψαντι αὐτῷ ἀπὸ τῆς Μεσοποταμίας πρῶτον μὲν ἤδη πρωΐας οὔσης συνήντησαν οἱ ἄγγελοι τοῦ Θεοῦ, περὶ ὧν καὶ εἶπεν, παρεμβολὴ Θεοῦ αὕτη
· καὶ εἰκός γε τούτους ἐκείνους εἶναι, οὓς πρότερον ἐπὶ τῆς κλίμακος ἑωράκει· εἶτα δὲ καὶ ἀνατέλλει αὐτῷ ὁ ἀνωτέρω δύνας ἥλιος μετὰ τὴν προεκτεθεῖσαν περικοπὴν, ἐν ᾗ φαίνεται παλαίων αὐτῷ οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός
. Μετὰ γοὖν τὴν ὀπτασίαν ἀνέτειλεν αὐτῷ ὁ ἥλιος· ἤδη δὲ προκόψαντι καὶ τελειωθέντι οὐκέτι καθ’ ὕπνους, ἀλλ’ οὐδὲ ἐν νυκτὶ, οὐδὲ δι’ ἀγγέλου, οὐδὲ μὴν δι’ ἀνθρωπίνου εἴδους, ἐν μέσῃ δὲ ἡμέρᾳ καὶ φωτὶ χρηματίζων αὐτῷ ὁ Θεὸς φησὶν, Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκέῖ
· καὶ ἐπὶ τούτοις πᾶσι τότε πρῶτον ἡ θεία γραφὴ μαρτυρεῖ ὅτι ὄφθη αὐτῷ ὁ Θεὸς ἐν Λουζᾶ, καὶ εὐλόγησεν αὐτὸν λέγων τὰ ἀναγεγραμμένα. Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον
. Ταῦτα δὲ ἡμῖν ἀναγκαίως παρατέθειται· δείκνυσιν γὰρ ὅτι μὴ εὐχερῶς μὴ δ’ ἐπὶ τῶν τυχόντων ἀνδρῶν ἡ θεία γραφὴ τὸν Θεὸν ὦφθαι ἱστορεῖ· οὔτ’ οὖν ἐπὶ τοῦ Ἀδὰμ, οὔτ’ ἐπὶ τοῦ μετατεθέντος Ἑνὼχ, ἀλλ’ οὐδ’ ἐπὶ τοῦ Νῶε, οὐδ’ ἐπ’ αὐτοῦ Μωσέως τετήρηται ὅτι ὄφθη τινὶ τούτων ὁ Θεὸς, καίτοι γε πολλάκις αὐτοῖς διειλέχθαι ἀναγεγραμμένος· ἀλλ’ οὐδ’ ἐπὶ ἑνός γε ἄλλου ὁ θεῖος λόγος τὸν Θεὸν ὦφθαι εἰσάγει, ἢ ἐπὶ μόνου τοῦ Ἁβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ· καὶ ἐπὶ μὲν τοῦ Ἁβραὰμ οὐ κατὰ τὸν πρῶτον αὐτῷ χρηματισμὸν ὤφθη, ἀλλὰ κατὰ τὸν δεύτερον καὶ κατὰ τὸν πέμπτον καὶ ἕκτον· ἐπὶ δὲ τοῦ Ἰακὼβ μετὰ τὰ ἀναγεγραμμένα πάντα· τῷ γὰρ Ἰσαὰκ δὶς μόνος χρηματίσας ὁ κύριος τὸ δὶς ὦφθαι αὐτῷ ἀναγέγραπται, εἰ καὶ τὸ δεύτερον ἐν ὅτι ἐνίσχυσας μετὰ Θεοῦ
; Οὕτως δὲ ἑώρων οἱ θεῖοι ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς·
ὃν λόγον καὶ ζωὴν θεασάμενος ὁ Ἰακὼβ ἐπιφέρει λέγων, εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον· καὶ ἐσώθη μου ἡ ψυχή
.
Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερῖ αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν
, καὶ τὰ ἐξῆς. Ὡς Ἰούδα σὲ αἰνέσεσαν οἱ ἀδελφοί σοι
· ὅτι γὰρ οὐ πρὸς τὸν ἕνα τῶν υἱῶν τοὺς λόγους ὁ πατριάρχης ἐποιεῖτο δῆλον τοῖς ἐπιστήσασι τῇ γραφῇ διηγηματικῶς φασκούσῃ, Ἐκάλεσε δὲ Ἰακὼβ τοῦς υἱοὺς αὐτοῦ, καὶ εἶπεν· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν
. Οὐκοῦν περὶ μελλόντων προφητεύσειν αὐτοῖς ἐπαγγέλλεται. Σαφὲς δὲ καὶ ἄλλως ὅτι μὴ πρὸς τὸν πατριάρχην Ἰούδαν αἱ τῆς προφητείας αἱ χεῖρές τε αὐτοῦ
, ἃς συμβολικῶς ἡγούμεθα εἶναι τὰς πράξεις, κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ
, τοῦτ’ ἔστιν τῶν νοητῶν πολεμίων φευγόντων αὐτὸν γεγόνασιν· οὗτος δὲ καὶ ὡς σκύμνος λέοντος
εἴρηται, εἴτε διὰ τὴν κατὰ σάρκα γένεσιν ἐκ βασιλικῆς φυλῆς, καὶ τῆς τοῦ Δαυὶδ ῥίζης, καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας
γεγενημένην· εἴτε διὰ τὴν θεότητα, ἧς ἑαυτὸν κενώσας ἐνηνθρώπισεν, δι’ ἥν εὐκαίρως καὶ τὸ, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης
, ὑπὸ τοῦ Ἰακὼβ ἀναπεφώνηται. Ὅτε μὲν οὖν τὴν ἐκ βλαστοῦ καὶ ἐκ ῥίζης αὐτοῦ γένεσιν ἐδήλου τοῦ Σωτῆρος, σκύμνον λέοντος αὐτὸν ὠνόμασεν, εἰπὼν, σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἱέ μου ἀνέβης
· ὅτε δὲ τὴν ἀνάβλησιν καὶ τὴν κατὰ τὸ πάθος αὐτοῦ κοίμησιν προφητεύει, ἀμφότερα αὐτὸν φησὶ καὶ ὡς λέοντα καὶ ὡς σκύμνον ἐν τῷ, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος
· τότε γὰρ οὐ μόνον ὡς ἐκ βασιλικοῦ τυγχάνων γένους, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλεὺς ὢν ἀνύψωτο· ὁμολογούντων αὐτὸν τῶν ἐθνῶν, εἰ καὶ μὴ οἱ. ἐκ περιτομῆς ἤθελον, ὡς ἄρα αὐτὸς εἴη ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ ἄλλως δὲ ῥηθείη ἂν, ἐπειδὴ πρὸς ἀντικειμένας δυνάμεις αἰρομένῳ πόλεμον. καὶ καταλύειν μέλλοντι ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλήλυθε
, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα
· καὶ, μὴ γνόντα αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν
· ὅρα μὴ τούτων ἕνεκεν κατά τινα βαθύτερον λόγον οὔτε λέοντα οὔτε σκύμνον, ἀλλ’ ὡς λέοντα καὶ σκύμνον γεγονέναι αὐτὸν παρὰ τὸν τοῦ πάθους καιρὸν ἡ προφητεία θεσπίζει· ἐπεὶ καὶ αὐτὸς τὸ ἑαυτοῦ πάθος τῷ τοῦ ὄφεως παραβάλλει λέγων, ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου
. Ἐπὶ τούτοις σεσιωπημένως τὸ κατὰ τὴν ἀνάστασιν αὐτοῦ μυστήριον ὑπαινίττεται διὰ τοῦ, τίς ἐγερεῖ αὐτόν;
Σαφὲς δ’ ἡμῖν ἐκ τοῦ συμπεράσματος γέγονε τίς ἤγειρεν Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν· δῆλον γὰρ ὅτι ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ.
Ἑξῆς δὲ λέγεται τὰ ἀπὸ τοῦ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ
· ἅπερ εἰ μὲν ἐξ ἑτέρας ἀναγινώσκοιμεν ἀρχῆς, λέγοιτο ἂν ὡς περὶ ἁπάντων τῶν ἐκ τοῦ Ἰουδαίων γένους καθηγησαμένων τοῦ λαοῦ, καὶ εἴη ἂν κατ’ αὐτὴν τὴν διάνοιαν ὁ
Καὶ ταῦτα μὲν εἰ ὡς ἀπὸ ἰδίας ἀρχῆς ἀναγινώσκοιμεν τὰ ἀπὸ τοῦ, οὐκ ἑκλείψει ἄρχων ἐξ Ἰούδα
· εἰ δ’ ὡς ἀκόλουθον τῇ πρὸ αὐτῆς διανοίᾳ καὶ τὴν μετὰ χεῖρας συνάπτομεν, ἑξῆς ἂν εἴη, τοῦ Χριστοῦ Ἰούδα νενοημένου κατὰ τὰ προαποδεδόμενα, τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ
ἐπὶ τοὺς μετὰ τὸν Χριστὸν ἄρχοντας καὶ ἡγουμένους τῆς ἐκκλησίας ἐκλαμβάνειν, οὓς ἡ προφητεία φησὶν μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ
· ὡς εἰ σαφέστερον ἔλεγεν, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ τῆς συντελείας ἐπιστάσης, κομίσηται τὴν κατὰ τῶν ὅλων βασιλείαν. Ὅτι δὲ καὶ ἡγουμένους τοὺς τοῦ Χριστοῦ μαθητὰς τὸ θεῖον ἀποκαλεῖ πνεῦμα σαφές ἐστιν ἐκ τοῦ λέγεσθαι περὶ τοῦ Ἰούδα, σὺ δὲ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνώστα μου
. Καὶ τούτοις δὲ χρὴ προσέχοντας τοὺς ὡς θείοις καὶ ἀληθέσι τοῖς ἱεροῖς λόγοις πεπιστευκότας μηδαμῶς θροεῖσθαι, μὴ δὲ μὴν σείεσθαι τὴν πίστιν ὑπὸ τῶν κατὰ καιροὺς διωγμῶν, καὶ μάλιστα τοῦ ἐνεστῶτος ὑπὲρ τοὺς πώποτε σφοδρότατα καθ’ ἡμῶν πνεύσαντος, καὶ τοιαῦτα ἐπιδειξαμένου κατά τε τῶν ἐκκλησιῶν καὶ παντὸς τοῦ λαοῦ, ὅποια οὔτε ἀπὸ γραφῆς οὔτε μὴν ἐκ παραδόσεως ἀρχαίων τίς ἐμνημόνευσεν. Ταῦτα δὲ φαμὲν, ἐπεὶ τάχα δόξειεν ἄντικρυς κατὰ τὸν ἐνεστῶτα διωγμὸν τἀναντία συμβεβηκέναι τοῖς εἰρημένοις, διὰ τὸ μὴ δὲ ἄθροισμα νῦν συνεστάναι δοκεῖν, μήτε τὸν Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ
, ὑπειληφότι μόνον αὐτὸν περιλελεῖφθαι τῶν λοιπῶν ἀνῃρημένων, ὁ αὐτὸς καὶ νῦν τοὺς ἀξίους τῆς αὐτοῦ προνοίας ἐφορᾷ, λεῖμμα κατ’ ἐκλογὴν χάριτος
καὶ ἡμῖν διαφυλάττων τοὺς πρὸς αὐτοῦ φρουρουμένους, καὶ πρὸς αὐτοῦ μόνου θεωρουμένους· περὶ ὧν εἴποιμεν ἂν καὶ αὐτοὶ τὸ, Εἰ μὴ Κύριος Σαβαὼθ’ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἄν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν
. Τὸ γάρ τοι εἰς τὸ παντελὲς ἐκλελοιπέναι νομίζειν τοὺς τοῦ λόγου προεστῶτας, ἄρχοντας καὶ ἡγουμένους ὑπὸ τῆς προφητείας ὠνομασμένους, ἕν τι τῶν ἀμηχάνων τυγχάνει, διὰ τὸ καὶ ὅρον τεθεῖσθαι τοῦ μὴ ἐκλείψειν ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ
· τοῦτ’ ἔστι τὰ ὑπὸ τοῦ Πατρὸς ἐπηγγελμένα τῷ Χριστῷ, φήσαντι (τος) πρὸς αὐτὸν, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πόδῶν σου
· ὅτε καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός
· τηνικαῦτα γὰρ καὶ τῶν ἔθνων προσδοκία τῶν ἐπὶ τοῦ παρόντος εἰς αὐτὸν πεπιστευκότων καιρὸν ἕξει τὰς προσδοκηθείσας ἐπαγγελίας κομίσασθαι ἐν τῇ προσδοκωμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Καὶ ταῦτα μὲν ταύτῃ· τὰ δ’ ἑξῆς ἀπὸ τοῦ, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ
, τῆς δι’ ἀλληγορίας ὑπονοίας ἀρτημένα
Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ
Καὶ μετ’ ὀλίγα· καὶ ἦλθον εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρός
. Καὶ μέθ’ ἕτερα· ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων
. Καὶ αὖθις· εἷπεν δὲ κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν
. Καὶ μετὰ πλεῖστα· ἐλάλησεν δὲ ὁ Θεὸς πρὸς Μωσῆν· καὶ εἶπεν πρὸς αὐτόν· Ἐγὼ κύριος, καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὤν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς
, καὶ τὰ ἑξῆς. Σφόδρα παρατετηρημένως ἐν τούτοις οὐχ ὁ Κύριος ἀλλ’ ὁ ἄγγελος ὦφθαι τῷ Μωσεῖ ἀναγέγραπται, δί’ οὗ καὶ ὁ Κύριος ὥσπερ δι’ ἑρμηνέως χρηματίζων διδάσκει, ὅτι μὴ εἴη ὑποβεβηκυῖά τις δύναμις ἡ χρηματίζουσα, ἀλλ’ αὐτὸς ὁ ὤν. Σαφέστερον δὲ τίς ἐστιν ὁ ὢν παριστᾷ ἐν τῷ φησὶν Ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν· καὶ τὸ ὄνομα μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς
· ὃ καὶ τοιοῦτον δοκεῖ μοι νοῦν περιέχειν· σοὶ μὲν τὸ ὄνομά μου τέως αὐτὸ μόνον δηλῶν φημὶ Ἐγὠ Κύριος· τοῖς δὲ σοῖς πατράσιν τὸ μὲν ὄνομά μου οὐκ ἐδήλωσα, καὶ μείζονος γὰρ ἄξιοι τῆς τοιαύτης γνώσεως ἐτύγχανον ὄντες· αὐτὸς δὲ ὤφθην αὐτοῖς καὶ τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον
ὑπάρχειν ἀπεδείκνυεν. Οὐκοῦν ὁ αὐτὸς καὶ νῦν ἐπιφαίνεται, ἀλλ’ οὐχ ὁμοίως γε τοῖς προπάτορσιν· ἐκείνοις γὰρ ἅτε μείζοσι καὶ τελειοτέροις αὐτὸς ὤφθη, καὶ δι’ ἑαυτοῦ τὴν διαθήκην αὐτοῦ πρὸς αὐτοὺς ἔστησεν· ἐπὶ δὲ τοῦ Μωσέως ὤφθη μὲν οὐχ ὁ Κύριος, ἀλλ’ ὁ ἄγγελος· ἐκάλεσε δὲ αὐτὸν οὐκέτι ὁ ἄγγελος, ἀλλ’ ὁ Κύριος· Κύριος μὲν γὰρ ἦν ὁ διαταττόμενος, ἄγγελος δὲ ὁ τοὺς θείους λόγους διακονούμενος· ὅθεν εἰ καί τι ἄλλο θαυμασίως ἐκπεφώνηται τῷ ἱερῷ ἀποστόλῳ, καὶ τὸ, ὁ μόνος διαταγῆς (γεὶς δι’) ἀγγέλων ἐν χειρὶ μεσίτου
· καὶ τὸ, εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος
. Σαφῶς γοὖν ἄγγελος εἰσῆκται καὶ ὁ Κύριος δι’ αὐτοῦ χρηματίζων· καὶ οὐδὲ ἅπαξ ἂν εὕροις δι’ ὅλης τῆς νομοθεσίας τὴν γραφὴν σημειουμένην ὡς ὅτι δὴ ὤφθη ὁ Θεὸς ἢ ὁ Κύριος τῷ Μωσεῖ, ὅπερ ἐπὶ μόνων τῶν τριῶν πατριαρχῶν εἰρημένον ἐμφαίνεται· ὡς ἐκ τούτων σαφὲς εἶναι, τὴν πᾶσαν νομοθεσίαν τοῖς κατὰ τὸν τότε λαὸν, οἷα δὴ νηπίοις τὰς ψυχὰς καὶ εἰσαγομένοις, διδομένην ὥσπερ διὰ παιδαγωγῶν καὶ οἰκονόμων παραδεδόσθαι, τυπικῶς τε αὐτοῖς καὶ εἰκονικῶς τὰ θεῖα διὰ συμβόλων ᾐνίχθαι, τῷ μὴ τὴν μυστικωτέραν καὶ πνευματικὴν οἷόν τε αὐτοὺς ἐπιδέξασθαι διδασκαλίαν, ἅτε γοὖν παισὶ τρόποις Αἰγυπτίοις ἐκδιῃτημένοις, καὶ πολλῆς ἔτι χρῄζουσιν ἐπιστρεφείας, πῦρ εἶναι ὁ Θεὸς, κατὰ τὸ, ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον
, καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον, καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, καὶ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ἐν τῇ παρεμβολῇ· καὶ ἐξήγαγε Μωσῆς τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος (Σινά. τὸ ὄρος) Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ’ αὐτοῦ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς αὐτοῦ ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα· ἐγίνοντο δὲ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ, κατέβη δὲ Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσε Κύριος Μωσῆν
, καὶ τὰ ἑξῆς. Ὅτι μὲν οὖν κατέβη Κύριος διὰ τούτων μεμαρτύρηται· ὅτι δὲ καὶ ὤφθη οὐκέτι εἴρηται, ὃ ἐπὶ μόνων τῶν πατριαρχῶν τετήρηται. Οὐκοῦν παρουσία μὲν ἐγεγόνει τοῦ Κυρίου· ὀπτασία δὲ, οὐκ αὐτοῦ, ἀλλὰ δῆλον ὅτι τῶν ἀμφ’ αὐτὸν δορυφόρων ἀγγέλων, δι’ ὧν χρησίμως τῷ λαῷ φοβερὰν καὶ καταπληκτικὴν ἐποιήσατο τὴν ὀπτασίαν, εὐλάβειαν ὅμου καὶ φόβον καὶ πίστιν τὴν εἰς αὐτὸν κρατῦναι ἐν ἀυτοῖς προμηθούμενος εἰς φυλακὴν καὶ τήρησιν τῶν μελλόντων αὐτοῖς παραδίδοσθαι νόμων. Καὶ ὅτι γε πλείους ἐτύγχανον οἱ τῷ Κυρίῳ κατὰ τὴν νομοθεσίαν διακονούμενοι ἄγγελοι, Κύριος ἐκ Σινᾶ ἥκει, καὶ ἐπέφανεν ἐι Σιεὶρ ἡμῖν, καὶ κατέσπευσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσιν Κάδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ
, καὶ τὰ ἐξῆς· δι’ ὃ καὶ ὁ Στέφανος ἐν ταῖς Πράξεσιν ὡς πρὸς τὸν λαὸν ἀποτεινόμενος φησίν, οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε
.
Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στύλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ.
Εἶτ’ ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει γραφὴ, τί ποτε ἦν ἡ νεφέλη φάσκουσα· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ (στύλῳ) τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν
· καὶ πάλιν, Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· καὶ αὖθις, καὶ κατέβη κύριος ἐν στόλῳ νεφέλης
. Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μὲν τίς ἐτύγχανεν παρ’ αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι’ οὗ, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσιν
· ἀλλ’ ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι’ αἰσθητῆς φωνῆς ὁμίλει, ἐπὶ δὲ τῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεομένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ’ αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης γραφῆς· εἶπεν δὲ Κύριος πρὸς Μωσῆν, Βάδίζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου
. Καὶ πάλιν· Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου
. Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ’ ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ. Ἆρ’ οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατήει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν ἀνθρώποις, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἢ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ’ ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ κυρίου ὄντος ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ
, οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι·
καὶ ἥξω πρός σε καὶ εὐλογήσω σε
· ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς δεκαλόγου ὅταν φάσκῃ, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· χαὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην·
καὶ αὖθις· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι
. Ταῦτα γὰρ οὐ δι’ ἀγγέλου, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ὁ Κύριος πεπιστευμένως ἐν τοῖς δεκαλόγοις εἰρηκέναι πῶς οὐκ ἂν γένοιτο πρόδηλος, παιδεύων τὸν λαὸν τὰ περὶ τῆς εἰς τὸν ἀνωτάτω Πατέρα ἑαυτοῦ καὶ Θεὸν τῶν ὅλων εὐσεβείας;
Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φωλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ.
Ταῦτα μετὰ τῶν λοιπῶν ὥσπερ ἤμην μετὰ Μωσῇ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ’ ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς
· καὶ δι’ ὅλης τῆς γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ’ αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναιΚαὶ ἦν Κύριος μετὰ Ἰησοῦ
· τίνος ἂν λέγοιτο, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι
; Ἔοικεν οὖν διὰ τούτων οὐκ ἄλλον ἀλλ’ αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος,Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν,
. Ἆρα προδιατάσσεται τῷ λαῷ λέγων, Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷ
. Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σου
. Εἰ δ’ ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησὶν ὁ Κύριος, τὸ γὰρ ὄνομά μου ἑπικέκληται ἐπ’ αὐτῷ
. Ποῖον δὲ ἆρα ὄνομα ἢ αὐτὸ τὸ Ἰησοῦς; Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσὴς γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας, τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ
, πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῆ Μωσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν
Ἡνίκα δ’ ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στύλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ
οἷς καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιον σου, Κύριε, συμπορεύθητι μεθ’ ἡμῶν ἐνώπιος ἐνωπίῳ.
Μωσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παρρησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τίς ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ προφήτου προκοπή· ἀλλ’ ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὄφθη πῶ αὐτῷ ὁμοίως τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε
. Δι’ οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο. Εἰ γὰρ, ὡς νομίσειέν τις, ταυτόν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν ἐνώπιον ἐνωπίῳ τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, πρόσωπον πρὸς πρόσωπον, καὶ ποία δ’ ἂν ἔτι χῶρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τὸ, εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε
; πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται;
Διὰ τὶ δὲ λεγέτω ὁ βουλόμενος, οὐδ’ ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ κύριος ἐνώπιος ἐνωπίῳ, ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ γραφὴ λέγουσα, κατέβαινεν ὁ στύλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ
. Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἁβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβ ὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ· ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων, Ἡνίκα δὲ ἐλάλει Μωσῆς πάση συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἓν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς Μωσῆν
. Καὶ πάλιν· ἀνέβη Μωσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν
Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ’ εἶδος Κυρίου· καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυρίου· καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτοὺς, Ἀκούσατε δὴ τῶν λόγων μου· ἑὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωσῆς, πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ
; Ἄρ’ οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κυρίον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὅποτε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν Δευτερονομίῳ διδάσκει ὁ Μωσῆς λέγων, Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.
Πλὴν Μακάριοι λέγων οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται
· διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωσῆν· Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὰς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομα μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς
. Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωσῆς προκοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον, Ἐμφάνισόν
· ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι’ ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι’ ἐπικαλυμμάτων, μὴ δὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἁβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους. Τοῦτο γ’ οὖν δοκεῖ μοι σημαίνειν ἡ φάσκουσα λέξις, Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· ταύτῃ δὲ καὶ προακούσας Ἰθοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου
, ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καὶ φησίν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν
· πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω
, τὸ ἔτοιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, Δεῖξόν μοι τὴν δόξαν σου
· πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου
, καὶ τὰ ἑξῆς· διδάσκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἢν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου
· περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, καὶ καλέσω ἐν ὀνόματι Κυρίου
· ποίου γὰρ κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται; Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ’ ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· ἐπεὶ μὴ δ’ εἷς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὂς, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ
. Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι’ οὗ μόνου ἐστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷα Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου
. Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσεν, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων,
Ταῦτα γὰρ αὐτὸς φησὶ καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ’ ὴν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων, τὸ Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, καὶ τὰ ἑξῆς.
Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον ἀλλὰ Μωσῆν ταῦτα εἰρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι’ ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶν, Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενέας.
Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾶ τε (παρίσταται) φωνὰς, μείζονα κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ’ ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἰ τινὰ ἄλλην οἷός τε ἐστὶν κατὰ τοὺς τόπους ἐπιβαλεῖν διήγησιν· φυλάττων τὸ μὴ ἄγγελον εἶναι τὸν χρηματίζοντα, ἀλλ’ αὐτὸν τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον Κύριον, ὃς καὶ ἐνώπιος ἐνωπίῳ τῷ Μωσεῖ ἀναγέγραπται λελαληκέναι, ὃν καὶ ἀξιοῖ τὴν δι’ ἀγγέλων προστασίαν παραιτούμενος ὁ Μωσῆς λέγων, Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν.
Ἀλλὰ γὰρ οὐχ οἷόν τε ταῦτα ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον ἀναφέρειν· ὃς μεγάλων ἐφιεμένῳ τῷ Μωσεῖ τὴν τοῦ μείζονος ἐμφαίνει γνῶσιν, παιδεύων ἑαυτὸν ὅπως ἂν γινώσκῃ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Θεὸν Λόγον, δευτέρως καὶ αὐτὸν ὄντα μετὰ τὸν Πατέρα καὶ Κύριον καὶ Θεόν· καὶ πρώτην γε αὐτῷ ταύτην καὶ ἀναγκαιοτάτην παρέχει τὴν ὠφέλειαν, ὡς ἂν μήποτε τὰς περὶ Θεοῦ τῶν ὅλων ὑπονοίας ἐπὶ τὸν χρηματίζοντα αὐτῷ Λόγον διὰ τὴν ὑπερβολὴν τῆς δόξης τῶν θεωρουμένων ἐκλάβοι· διδάσκει [εἰ] δ’ οὖν αὐτὸν πρῶτον καὶ μόνον ἀληθινὸν Θεὸν ἡγεῖσθαι τοῦτον, ὃν αὐτὸς ἐπεκαλεῖτο λέγων, Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
Πρόσχες γὰρ ἐπιμελῶς τῷ ἀληθινὸς παραπλησίως εἰρημένῳ τῷ, ἵνα γιγνώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν
, ὑπὸ τοῦ αὐτοῦ Σωτῆρος ἐν τοῖς εὐαγγελίοις εἰρημένῳ· ταῦτα δ’ οὐκ ἂν ἐχώρησεν ὁ πᾶς λαὸς πρὸς ὃν, οἷα δὴ εἰσαγόμενον, ὑπὸ τοῦ χρηματίζοντος ἐλέγετο, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ
· ἐδέοντο γὰρ οὗτοι στοιχειώδους εἰσαγωγῆς ἔτι τῆς περὶ Θεοῦ μοναρχίας οὐχ οἷοίτε πῶς ὄντες τὰ περὶ Πατρὸς καὶ Υἱοῦ δόγματα διαρθροῦν, ἅτε ἔναγχος τῆς Αἰγυπτίων πολυθέου πλάνης ἀφεστηκότες. Τὸ δὲ Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ
λέγοιτ’ ἂν ἐκ προσώπου τοῦ Θεοῦ Λόγου ὁμοίως τῷ, Ἐγὼ καὶ ὁ
. Ὡς γ’ οὖν ὁ ἑωρακὼς αὐτὸν ἑώρακε τὸν πατέρα, κατὰ τὸ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με
· τὸν αὐτὸν τρόπον ὁ αὐτοῦ ἀκούων τοῦ ἐν αὐτῷ Πατρὸς ἤκουε λέγοντος τὸ, Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι πλῆν ἐμοῦ.
Ταῦτα δ’ ἡμῖν ὡς ἐν τηλικούτοις εἴρηται παραστῆσαι βουλομένοις, ὅτι δὴ ἀναμφιλέκτως οὔτε ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀγγελική τις δύναμις ἦν ἡ χρηματίζουσα τῷ Μωσεῖ, αὐτὸς δὲ ὁ θεῖος Λόγος, ὃν ἀκριβῶς πεπιστεύκαμεν μετὰ τὸν τῶν ὅλων Πατέρα καὶ Κύριον δεύτερον εἶναι τῶν ἀπάντων Θεόν τε καὶ Κύριον· ὥσπερ δὴ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης σαφέστερον ἡμᾶς παιδεύει λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ λόγος
· πολλῆς δ’ ἂν γένοιτο καὶ οὐχὶ τῆς Ἰδοὺ τόπος παρ’ ἐμοὶ καὶ στήσῃ ἐπὶ τῆς πέτρας
· ἀλλ’ ὁ μὲν ἀπόστολος τὴν πέτραν ἐδήλωσεν εἰπὼν, ἡ πέτρα δὲ ἦν ὁ Χριστός
. Οὐκ ἄλλον δὲ τῆς πέτρας ὄντα καὶ τὸν τόπον ὑπολαμβάνω τὸν αὐτὸν τυγχάνοντα τῷ ἀπαντήσαντι τῷ Ἰακὼβ ἔνθα γέγραπται, Ἐξῆλθεν δὲ ὁ Ἰακὼβ ἀπὸ τοῦ Φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳ
ἔνθα καὶ ἰδὼν ἐν ὁράματι τὴν κλίμακα καὶ τὸν ἐπ’ αὐτῆς ἐστηριγμένον κύριον, διυπνισθεὶς φησὶν, ὅτι ἔστιν Κύριος ἐν τῷ τόπῳ τούτῳ
· καὶ πάλιν εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστι τοῦτο ἄλλ’ ἢ οἶκος τοῦ Θεοῦ· καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ
. Ἀλλὰ καὶ τί τὸ πρόσωπον τοῦ Θεοῦ Λόγου, ὃ μὴ δύναται Μωσῆς ὁ νόμος, ἅτε ἀνθρώπινος καὶ σωματικώτερος ὢν, θεωρεῖν· τίνα τε τὰ ὀπίσθια αὐτοῦ, ἃ μόνον χωρεῖν οἷός τε ἦν ὁ τυπικὸς καὶ τῶν νοητῶν συμβολικῶς (κὸς) νόμος· πῶς τε εἴρηται τὸ, σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, καλύμματος καὶ σκέπης ἐπιτιθεμένου τῷ νόμῳ, ὡς διὰ τοῦτο τὸ καλύμμα τὰ μὲν ὀπίσω δύνασθαι ὁρᾶν, οὐκέτι δὲ τὰ προηγούμενα καὶ διαφέροντα· ἰδίᾳ κατὰ καιρὸν, ᾧ μέλει τῆς τούτων ἐρεύνης, ἐπιστήσας εἴσεται.
Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ· Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη
Χριστός ἐστιν ὁ ἐκ σπέρματος Ἰσραὴλ τὸ κατὰ σάρκα γεννηθεὶς, καὶ κυριεύσας ἐθνῶν πολλῶν· ποῖον γὰρ ὑπῆρξεν ἔθνος ἀγνοῆσαν τὴν ὑπ’ αὐτὸν δουλείαν, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ λόγου τῶν μαθητῶν αὐτοῦ, καὶ εἰς τὰ σπέρματα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν; Παρὰ γ’ οὖν πλείστοις καὶ αὐτῶν τῶν βαρβάρων πολλούς ἐστιν ἰδεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου
· καὶ κατὰ διάνοιαν δὲ, ὁπηνίκα ἐκ τῆς νοητῆς Αἰγύπτου καὶ τῶν τῇδε τόπων ἐπὶ τοὺς οὐρανοὺς ἅμα λαμβάνων αὐτὸν ὁ πατὴρ ὡδήγησεν· ἡ δὲ λεγομένη δόξα μονοκερώτων ἐν τῷ Σωτῆρι τὴν ἐν αὐτῷ θεότητα τῆς πατρικῆς αἰνίττεται μοναρχίας.
Μετὰ ταῦτα εἴρηται, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ· ὅσα γὰρ ὑπὸ τὴν διδαχὴν αὐτοῦ γέγονεν ἔθνη, ταῦτα πρότερον μερὶς τυγχάνοντα τῶν ἐχθρῶν αὐτοῦ μετὰ τὴν εἰς αὐτὸν πίστιν ἐπιτηδεῖα ὥσπερ εἰς βρῶσιν ἑαυτῷ κατεσκεύασεν· τὰ μὲν πάχη, τοῦτ’ ἔστιν πᾶν συμπεφυκὸς αὐτοῖς ὑλικὸν καὶ γήϊνον, λεπτύνων καὶ ἐξιχνεύων, καρποὺς δὲ τροφίμους διὰ τῆς ἑαυτοῦ γεωργίας αὐτοῖς ἐμποιῶν. Ταῦτα δὲ εἰργάσατο τοῖς νοητοῖς καὶ λογικοῖς βέλεσι, τὸν πάλαι τῶν ἐθνῶν ἄρχοντα ἐχθρὸν ὄντα ἑαυτοῦ κατατοξεύσας, τουτέστι τὸν διάβολον. Τὰ δ’ ἀπὸ τοῦ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, σχεδὸν αὐτοῖς ῥήμασι καὶ ὑπὸ τοῦ Ἰακὼβ ἐν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις εἴρηται· ἅτινα ὁποῖον ἔχει νοῦν κατὰ τὰ ὑποπεσόντα ἡμῖν ἐκθέμενοι οὐ παλιλογήσομεν· δῆλον δὲ τυγχάνει ὅπως ἡμεῖς οἱ τὸν Χριστὸν εὐλογοῦντες τοῦ Θεοῦ ηὐλογήμεθα· κ’ ἂν γὰρ βδελύσσοιντο ἡμᾶς ὡς καὶ τὸν πάλαι τοῦ Θεοῦ λαὸν οἱ Αἰγύπτιοι, ὅμως πληροῦταί γε καὶ ἐφ’ ἡμῖν τὸ, καθ’ ὅσον δὲ ἐταπείνουν αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον σφόδρα σφόόρα·
καὶ σαφὲς τίνα τρόπον τὴν κατάραν εἰλήφασιν οἱ ἐξαρχῆς αὐτὸν πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου
. Ἀλλ’ ὁ μὲν τὴν αὐτῶν ὑπομείνας κατάραν ὑπὸ τοῦ Πατρὸς ὑπερύψωται· οἱ δὲ πρὸς αὐτοῦ τοῦ Θεοῦ καταραθέντες ἐπίμονον εἰς αἰῶνα εἰλήφασιν ὄλεθρον·. ὃν εἰ ἐπ’ ἀκριβές τις ἐπεξίοι, δυνάμεως Θεοῦ κατόψεται μέγεθος, εἰς ἔτι νῦν μετιούσης τοὺς ἅπαξ πρὸς αὐτοῦ κατηραμένους. Ταῦτα οἱ καταρώμενοί σε καὶ κατάρανται
.
Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
Ὁ τοῦ Θεοῦ Λόγος κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
, ἄστρον οὐ μικρὸν οὐχὶ τῷ Ἰακὼβ ἀνέτειλεν, ἀλλ’ ἐκ τοῦ Ἰακώβ· ἀπὸ γὰρ τοῦ σωματικοῦ λαοῦ τῶν ἐκ περιτομῆς ἀρξάμενος, πᾶσιν ἐπέλαμψε τοῖς ἔθνεσι· μεταναστάς τε ἀπ’ ἐκείνων, οὐ μικροὺς πολέμους διεχειρίσατο, καθαίρων τὰς ἀντικειμένας δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας
, οὓς καταγωνισάμενος προνομὴν ἐποιήσατο εἰς τὸν αὐτοῦ κλῆρον, ἀπολαβὼν ὅσα πρότερον ὑπ’ ἐκείνους ἐτύγχανεν ἔθνη· περὶ ὧν ὁ Πατὴρ αὐτῷ κατεπηγγείλατο εἰπών· αἰτῆσαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμὲ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἁμάρτωμεν. Καὶ εἶπεν Κύριος πρός με, Ὀρθῶς πάντα, ὅσα ἐλάλησαν· προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅτι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτῶν.
Καὶ τί μᾶλλον ἔχοι τίς ἐκ τοῦ Ἰσραὴλ κατὰ Μωσέα προφήτην, τοῦτ’ ἔστιν νομοθέτην, τοῦ τῶν ἀνθρώπων γένους ἀναδεδειγμένον ἐπιδεῖξαι, ἢ μόνον Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, ὃς τῆς καινῆς διαθήκης τοῦ κατὰ τὸ εὐαγγέλιον βίου νομοθέτης ἅπασιν ἀναπέφανται τοῖς ἔθνεσιν, κατὰ τὴν ἐν ψαλμῷ φήσασαν προφητηκὴν εὐχήν· Κατάστησον Κύριε νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν;
Οὗτος δὲ καὶ ἐλυτρώσατο τῆς νοητῆς Αἰγύπτου, καὶ τῆς ἐν αὐτῇ πλινθοποιΐας, τῆς τε πικρᾶς ὑπὸ τὸν νοητὸν Φαραῶ δουλείας τοὺς δι’ αὐτοῦ προ(σ)εληλυθότας τῷ τῶν ὅλων Θεῷ· καὶ πάντα δὲ ἁπλῶς τὰ σωματικῶς ὑπὸ Μωσέως γεγονέναι ἱστορούμενα κατὰ τὸν πνευματικὸν νόμον ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεπράξατο. Ἐλήλυθεν ἆρα καὶ ὁ διαβόητος ἔτι καὶ νῦν παρά τε Σαμαρεῦσι καὶ ὁ ἄνθρωπος ὅς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνοματι μου, ἐκδικήσω ἐξ αὐτοῦ
. Ἐκδεδίκηται γ’ οὖν τὸ αἶμα πάντων τῶν ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου τοῦ φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ σταύρου σταύρου αὐτὸν φωνὴν, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
· ὅπερ καὶ παραυτίκα γέγονε, τοῦ Θεοῦ καθὼς προεῖπεν ἐκδικήσαντος τὸ αἷμα τοῦ Χριστοῦ ἔκ τε αὐτῶν ἐκείνων καὶ τῶν τέκνων αὐτῶν, ἅμα τε μετελθούσης αὐτοὺς τῆς δίκης, ὡς ἐξ ἐκείνου εἰς δεῦρο μὴ δ’ ὅλως ἆραι κεφαλὴν τὸ πᾶν ἔθνος δυνηθῆναι, πληρωθείσης καὶ ἑτέρας προφητείας Ἀμῶς φασκούσης, Οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι
· ἅπερ καὶ ὁ ἀπόστολος τῷ πνεύματι προϊδὼν, ἀνεφώνησεν εἰπὼν, Ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.
Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ’ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ’ ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ’ ἐκείνοις ὄντα καταργήσῃ
· ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι’ αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην. Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς.
Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαῖα ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν, Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ, Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα.
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ πάσης ἄρχων ἁγίας καὶ πνευματικῆς τοῦ Θεοῦ στρατιᾶς; Ὅρα δὲ μὴ εἰ καὶ ὁ αὐτὸς ὁ καὶ τῷ Μωσεῖ διὰ τοῦ ἀγγέλου χρηματίσας ἐν τῷ ὄρει ἀπὸ τῶν πρὸς τὸν Ἰησοῦν λόγων ὑποφαίνεται· ἅπερ γὰρ τούτῳ νῦν, ταῦτα καὶ Μωσεῖ ὁμοίως ἀρχομένῳ τῆς θεωρίας πρὸς τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου εἴρηται κατὰ τὸ, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου
, καὶ τὰ ἑξῆς. Πολυώνυμος δέ τις ὑπάρχων ὁ Χριστὸς τοῦ Θεοῦ, νῦν ἀρχιστράτηγος δυνάμεως Κυρίου
χρηματίζει· ὡς καὶ ἐν Ἡσαίᾳ, Μεγάλης βουλῆς ἄγγελος· ἐν τῷ, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος.
Εὕροις δ’ ἂν καὶ ἐν τῷ Μαλαχίᾳ ἄγγελον διαθήκης
αὐτὸν ὀνομαζόμενον, ἔνθα λέγεται, Καὶ ἐξαίφνης ἥξεῖ εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς χρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
Ὁ καταβὰς ἐκ τῶν οὐρανῶν Κύριος ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς πάλιν Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεῖ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος·
καὶ ἐν τοῖς ἑξῆς· καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῆ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἤξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον.
Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν ἔχομεν ἀρχιερέα μέγαν
, κατὰ τὸν ἀπόστολον, διεληλυθότα τοὺς οὐρανοὺς
, πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν ὑπήκοος αὐτῷ γενέσθαι
· ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν. ὡς ἀληθῶς λιθῶν συνεστῶσανμωρὰ τοῦ κόσμου ἐξελέξατο
καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα
μὴ ὑπερφρονῶν, μὴ δὲ τὰς τοιάσδε ψυχάς· ἀλλ’ οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ’ ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας
, περὶ τῶν ἀγίων τῶν ἐν τῇ ἐκκλησίᾳ εἴρηται, Χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ, μὴ ἄψησθε τῶν χριστῶν μοῦ
· τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ εὐαγγελίῳ, Ἰδοὺ, ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
Πλείονος δὲ σαφηνείας δεομένων τῶν τόπων, τούτοις ὡς οἷόν τε ἦν διὰ βραχέων εἰρημένοις ἀρκεσθησόμεθα.
Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὦν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.
Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ’ ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσοισιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς
· ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
Καὶ μὴν κατ’ οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν Δαυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδάσκει τῆς γραφῆς ἱστορία· πῶς δὲ τοῦ Δαυὶδ ἢ τοῦ Σολομῶνος ἡ βασιλεία ἕως αἰῶνος ἐνώπιόν
ἔστη τοῦ Θεοῦ, καὶ ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα
κατὰ τὴν φάσκουσαν ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου
, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· καὶ μεθ’ ἕτερα φάσκουσαν, Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου.
Καὶ πάλιν· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
Τὰ παραπλήσια δ’ ἂν εὕροις καὶ ἐν τῷ Ἱερεμίᾳ, ἔνθα εἴρηται, ὅτι τάδε λέγει Κύριος· οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἑξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας.
Ταῦτα γὰρ εἰ συνεξετάζοι τίς τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ’ οὓς ἡ ἐκ Δαυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ’ ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ Δαυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ’ ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν,
φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν· τίνι γὰρ εἶπεν ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι
Τὰ δ’ ἀπὸ τοῦ, καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ καὶ ἑλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν
, περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ, τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτῶν
· σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλησία τοῖς καὶ ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίνασίν μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν.
Ὅρα δὲ πῶς ῥάβδους ἀνδρῶν καὶ ἀφὰς υἱῶν ἀνθρώπων
τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾶν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ’ ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἁμαρτόντα, οὕτως καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν, τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα·
ζητήσει δ’ ἐπί τινας ἦν πρὸ τοῦ ἐξ ἐθνῶν λαοῦ τὸ τοῦ Θεοῦ ἔλεος, ὅπερ παντελῶς ἀπ’ αὐτῶν ἀπέστησας· οὗ τὸ ὅμοιον ποιήσειν ὑπισχνεῖται κατὰ τὸν τοῦ Χριστοῦ λαόν.
Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης.
Εἶτα ἐν τοῖς ἐξῆς· Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
Καὶ πάλιν μετὰ ταῦτα, ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀπορριφήσονται· καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.
Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασιν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εὐκαιρότερον δ’ ἂν ἐξετάζοιτο, ἐπεὶ δ´ ἂν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοι γε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη
νοοῖτ’ ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ
, ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἡσαίᾳ φησὶν, ὅλην τὴν ἡμέραν ἐξεπέτατα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα
. Καὶ ὅτι τὸ μὲν καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, καὶ τὸ λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου
, περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προφητεύεται· τὸ δὲ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
, περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ ἀπορριφήσεσθαι
φησὶν ὁ λόγος ἀποσφαλέντας τῶν συγκλεισμῶν ἑαυτῶν
, τουτέστιν ἀποπεπτωκότας· τῶν ὑπούλων καὶ ἀποκεκρυμμένων αὐτῶν ψευ(δο)δοξημάτων.
Καὶ νῦν κύριε ὁ Θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου·
ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι.
Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν
Καὶ ἔσται ὅτ’ ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετά σε, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος.
Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσάμενοι,
Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ, ὅτι ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι.
Καὶ εἰς ταῦτα εἰρηκότες ἅπαξ ὅτε τὰ ἐκ τῆς γ′ τῶν Βασιλειῶν ἐξεθέμεθα, νῦν οὐ δευτερώσομεν.
Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ. ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ’ αὐτοῦ οὐδ’ ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ
Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς, Ἐγώ εἰμι ἡ ἀλήθεια
, εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ’ ἑαυτὴν ἔχει· Μένει γὰρ
, φησὶν, ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ χρατεῖ· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα
, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀληθείας, εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας
, ᾧ καὶ αὐτοὶ προσθήσομεν τὸ ἀμήν.
Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ’ ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν.
α′. Πρώτου Ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ’ ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ.
β′. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας.
γ′. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ.
δ′. Περὶ τῆς δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνωσίας.
ε′. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται.
ϛ′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας.
ζ′. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ.
η′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας.
θ′. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κηρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου.
ι′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως.
ια′. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως.
ιβ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος.
ιγ′. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ.
ιδ′. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ.
ιε′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ, καὶ τῆς Ἱερουσαλήμ.
ις′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ.
ιζ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ.
ιη′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.
ιθ′. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας
κ′. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ.
κα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασιλεὺς καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται.
κβ′. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
κγ′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου.
κδ′. Περὶ τῆς τῶν ἔθνων κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς.
κε′. Περὶ τοῦ προδότου Ἰούδα.
κς′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως.
κζ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ δύο διαθηκῶν.
κη′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν.
κθ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ.
λ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς.
λα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς.
λβ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου.
λγ′. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ.
λδ′. Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρματος ἔσται Δαυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς ἐκκλησίας.
λε′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ.
λς′. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐρημίας τοῦ προτέρου λαοῦ.
λζ′. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς.
λη′. Περὶ δύο κυρίων Πατρὸς καὶ υἱοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους.
λθ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός.
μ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾷ.
μα´. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ Δαυίδ.
μβ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. μγ′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ.
μδ′. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου.
με′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.
Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός
. Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω (ἐξαίσιον?) ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δή ποτ’ οὖν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ, οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὸ, οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, τό τε ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
δι’ ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μὴ δ’ ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι, μὴ δὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μὴ δὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρημένα καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται
· ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖον ἐστὶν τὸ ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τῷ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι’ ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ’ αὐτὸν οὐ μόνον τοῖς μεθ’ ἡμέραν ἔργοις τε καὶ λόγοις ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου πνεύματος μαρτυρουμένου· ἀλλ’ εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ’ οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου πνεύματος μεμαρτύρηται, ὅτι μὴ ἁμαρτίαν ἐποίησεν, μὴ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Τὸ δ’ ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἐντεῦξις ἐπιτετηρημένως οὕτως μακάριος ὁ ἀνὴρ
, μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν
Ἵνατι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ’ αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ’ οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες, Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ὃν ἔχρισας Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ.
Οὐ μόνοι δὲ ἄρα οἱ κατ’ ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ’ αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο βασιλεῖς καὶ ἄρχοντες ὅλα τε ἔθνη καὶ λαοὶ διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησὶν, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἄγιον αὐτοῦ
, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οὐ χρὴ μέντοι γε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τῇ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρός γ’ οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγ χάνει, ἀπεκρίνατο λέγων, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου
· ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ’ οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσε βείας τοῦ προτέρου λαοῦ Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ
, ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἰερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ
Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ·
ὑπὸ τίνος δὲ κατεστάθη δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρός, τὸ υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·
καὶ τὸ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοὶ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστιν διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ’ οὕτως ἔχειν τὴν προφητείαν; Δαυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτα τινὲς ὠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοίαδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ Δαυὶδ, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;
Πῶς δὲ καὶ τὸ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς
, λέγοιτ’ ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; Διὰ τὶ δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν ἕτερον τοίνυν προσδοκᾶν αὐτοὺς ἀνάγκη μήδεν τοιοῦτον ὁποῖον τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς
, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Ὅλα δὲ τὰ κατὰ τὸν ψαλμὸν διηγεῖσθαι οὐ τοῦ παρόντος τυγχάνει καιροῦ, μάλιστα ὅτε πληρεστάτης ἤδη τετύχηκεν διηγήσεως.
Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ, Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
καὶ τὰ περὶ τῆς ἀναστάσεως Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ἁρμόσειε δ’ ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ Ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει.
Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ, Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ
, περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται ὑπὲρ τῶν ληνῶν
· ληνῶν νοουμένων τῶν ἀνὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρμόσαι Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν,
καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
ἐπιφέρεται τὸ, νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.
Εἴποι δ’ ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· ὅτε ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἴσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν
, καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τὸ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·
ἀνθ’ ὧν ἀμειβόμενος ὁ Πατὴρ δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν·
ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν’ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
Καὶ κατέστησεν δ’ αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·
ὅπερ καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.
Πρὸς τούτοις, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ
δι’ ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτήνων δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόγου δουλείαν ὑποταγή.
Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν· εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸσ τῶι Δαυίδ.
Ἀνθ’ ὧν ὁ Σύμμαχος ἐκδέδωκεν, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ Δαυίδ.
Ὥσπερ δ’ οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον περιέχοντα τὸν τρόπον· λαμανασσὴ Ἀλμαὺθ’ βεν μασμωρὰ Δαυίδ.
Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ Δαυίδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Ο′ νενοηκότας ἀπορρητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τί ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν, τῶι νικοποιῶι νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ Δαυίδ.
Καὶ ὅλα δὲ τὰ ῥητὰ ἐλέησόν με, κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών·
ποίας δὲ Σιὼν μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι’ αὐτοῦ σωθησομένων ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινὰ προφητεύεται, ἐν οἷς ἐστὶν καὶ τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν.
Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον, ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωσέως νόμον, δεικτέον τε ὡς ἅρα ἕτερόν τινα παρὰ Μωσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, δῆλον δ’ ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ’ οὖν τούτῳ τὸ, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσὶν,
ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ’ ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν κοινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν, ἐρρέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε·
ὃς καὶ θείᾳ καὶ ἀρρήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ’ ἐπὶ μέρος τὶ τῆς ὅλης οἰκουμένης, ἀλλ’ οὐδὲ ἐπ’ ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ’ ὥς ἐστιν ἐξ αὐτῆς παραλαβεῖν
Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ Ψαλμῷ ὁ Κύριος φησίν· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ
ἐξετάζομεν μὴ περὶ Χριστοῦ προσώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτωχῶν ὀνομαζομένων ψεκτῶς διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ Θεὸν πλούτου, κενώσας ἑαυτὸν, ἀναδεξάμενός τε μέχρι καὶ θανάτου τὸν ὑπὲρ αὐτῶν ἀγῶνα, νῦν ἀναστήσομαι, καὶ δὴ λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν παρὰ τοῦ Πατρὸς, πάντας τοὺς εἰς ἐμὲ πιστεύσαντας θήσομαι εἰς σωτηρίαν, καὶ παρρησιάσομαι ἐν αὐτῷ, ἤτοι τῷ Πατρὶ, ἢ τῷ πεπραγμένῳ μοι ἐπὶ σωτηρίᾳ τῶν τοσούτων ἀνδραγαθημάτων. Καὶ ἡ μὲν τοῦ ῥητοῦ τοιαύτη τίς ἂν εἴη διάνοια· τὰ μέντοι γε πρῶτα τοῦ Ψαλμοῦ, Σῶσόν με ὁ Θεὸς
περιέχοντα ὅτι ἐκλέλοιπεν ὅσιος,
καὶ τὰ ἑξῆς, τὸν καιρὸν καθ’ ὃν πέπονθεν ὁποῖός τις ὑπῆρχε δηλοῖ· ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ·
καὶ τὰ τούτοις δὲ ἐξῆς ἅπαντα κατ’ ἐκεῖνον πεπλήρωτο τὸν χρόνον.
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδαν, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
Ὅτι δὲ καὶ ταῦτα εἰς πρόσωπον ἀναφέρεται Χριστοῦ μαρτυρεῖ ὁ Πέτρος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, δι’ ὧν ταῦτα φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς ἀπὸ Θεοῦ δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ὃν ὁ Θεὸς ἀνεστήσεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ’ ὅτι οὐκ ἦν δυνατὸν πρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Δαυὶδ γὰρ λέγει, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ πάντος.
Εἶτα τινὰ μεταξὺ εἰπὼν, ἐπιφέρει ταῦτα κατὰ λέξιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἕως τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ
τοῦ δὴ Πέτρου τοίνυν ἀποδεδωκότος εἰς τὸν Σωτῆρα τὴν τῆς προφητείας ἑρμηνείαν, παρέσται τῷ μὴ πάρεργον τὴν τούτων ἔρευναν ποιουμένῳ, ἤτοι ἐπ’ αὐτῷ πᾶσαν τὴν ἐν τῷ Ψαλμῷ λέξιν ἀκολούθως ἐφαρμόζειν οἷς καὶ ὁ Πέτρος ἐξείληφεν, ἢ τοῖς ὑφ’ ἑτέρων εἰς τὸν Ψαλμὸν ὑπομνηματισθεῖσιν ἐντυχεῖν· ἡμῖν γὰρ ὁ σκοπὸς οὐδέν τι πλεῖον τῶν εἰρημένων λέγειν εἰς τοὺς τόπους ἐπιτρέπει.
Καὶ τὸ λεγόμενον ἐν ἑκκαιδεκάτῳ Ψαλμῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπισκέψω νυκτὸς, ἐπύρωσάς με,
, ὡς ἀπὸ Χριστοῦ φωνῆς τυγχάνον ἐσημειωσάμεθα, ἐπεὶ μὴ ἄλλως ἀνθρωπείᾳ φύσει τοῦτο φάσκειν ἁρμόττει· καὶ πάντες δὲ οἱ ἐν τῷ ψαλμῷ λόγοι τῷ ἐνορῶντι ἀκριβῶς αὐτοὺς ἐπὶ τὸν Σωτῆρα ἀναφέρεσθαι δύνανται.
Ἐπεὶ καὶ τὸν ἕπτα καὶ δέκατον Ψαλμὸν οὐκ ἐξ ἄλλου τινὸς λέγεσθαι νομιοῦσιν οἱ ἐκ περιτομῆς ἢ τοῦ Δαυὶδ, διὰ τὸ καὶ τὴν ἐπιγραφὴν αὐτοῦ τοῦτο δοκεῖν ἐμφαίνειν, θλίψομεν αὐτοὺς οὐ δυναμένους σώζειν ἐπ’ αὐτοῦ τὸ, Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό
Ποίων γὰρ ἐθνῶν εἰς κεφαλὴν καταστάντα τὸν Δαυὶδ ἔχοιεν παραστῆσαι, ἢ ποῖος οὗτος λαὸς, ὃν οὐκ ἐγνώκει μὲν αὐτὸς πρότερον, ὅμως δὲ ἐδούλευσεν αὐτῷ εἰς ἀκουὴν ὠτίου ὑπακούσας αὐτῷ· τίνες δὲ καὶ οἱ ψευσάμενοι αὐτῷ υἱοὶ ἀλλότριοι λεγόμενοι, καὶ οἱ παλαιωθέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν; Ἀλλ’ ἡμῖν οὐδ’ ὅλως τί τῶν ἐν τῷ ψαλμῷ λεγομένων προσκόψει ἐκ προσώπου τοῦ Χριστοῦ, τοῦ κατασταθέντος εἰς κεφαλὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτην ἐκλαμβάνουσι τὴν προφητείαν θεωροῦσί τε αὐτὴν ἐναργῶς πεπληρωμένην· ἦμεν γὰρ, ἦμεν ἀληθῶς ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας
, καὶ διὰ τοῦτο μὴ ἄξιοι τῆς τοῦ λόγου τοῦ Θεοῦ γνώσεως· ἀλλὰ νῦν γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ’ αὐτῶ, ἡμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθημεν ἐγγὺς
, καὶ ἐδουλεύσαμεν τῷ πάλαι μὴ γνόντι ἡμᾶς, καὶ εἰς ἀκοὴν ὠτίου ὑπηκούσαμεν αὐτῷ, παραδεξάμενοι τὸν τῆς καινῆς διαθήκης αὐτοῦ λόγον, ὃν διέθετο πρὸς ἡμᾶς. Θαυμασίως δὲ μετὰ τὸ λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι
, καὶ τὴν περὶ ἡμῶν κλῆσιν τὰ περὶ τῆς προτέρας συναγωγῆς ἐκτίθεται διὰ τοῦ, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
, ἰσοδυναμοῦν τῷ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·
οὗτοι δὲ καὶ ἐπαλαιώθησαν χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν, καὶ μὴ παραδεξάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ· ὃς ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν κατεστάθη ὑπὸ τοῦ Πατρὸς εἰς κεφαλὴν τῶν δουλευσάντων, καὶ εἰς ἀκοὴν ὠτίου ὑπακουσάντων αὐτῷ Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.
Οἶμαι δὲ καὶ τὰ περὶ τῆς θεότητος καὶ τῆς εἰς ἀνθρώπους καταβάσεως αὐτοῦ ἐν τοῖς πρώτοις δηλοῦσθαι τοῦ Ψαλμοῦ· ἅπερ οὐ τῆς ἐν παρέργῳ καὶ παραδρομῇ δέοιτ’ ἂν ἐξηγήσεως ἀπορρητότερον εἰρημένα, οἷα ἐστὶν ἀπὸ τοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ Χερουβὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων·
καὶ ὅσα τούτοις παραπλησίως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρεται.
Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ζητοῦμεν τίνων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ τὰ ῥήματα ἕως τῶν περάτων τῆς ἐν τῷ ἡλίῳ ἔθετο τὸ
ἡλίου νοουμένου τῆς θεότητος, εἰς ἣν τὴν ἑαυτοῦ μονὴν καὶ τὴν οἱονεὶ κατασκήνωσιν ἔθετο, ἢ καὶ ὅπερ ἐκ τῆς παρθένου ἔλαβεν σῶμα, ὅπερ ἦν ὡσπερεὶ σκήνωμα τῆς ἐν αὐτῷ καταμενούσης θείας δυνάμεως· οὗτος δὲ καὶ ὥσπερ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἡγαλλιάσατο ὡς γίγας δραμεῖν ὁδόν·
οἷα γάρ τις νυμφίος διὰ τὴν αὐτοῦ νύμφην τὴν ἐκκλησίαν ἐκ τῶν πατρικῶν διαναστὰς κόλπων, καὶ ὁποῖά τις γίγας ἀνδρεῖος καὶ ἰσχυρὸς τὸν ἀγῶνα τὸν προκείμενον αὐτῷ διαθλήσας, νικήσας τε καὶ καταγωνισάμενος τοὺς ἀντιπάλους, ἠγαλλιάσατο τὴν αὐτοῦ σύζυγόν τε καὶ νύμφην ἀπολαβών· γεγένηται δὲ αὐτοῦ καὶ ἡ ἔξοδὸς ἀπ’ ἄκρου τοῦ οὐρανοῦ·
καὶ πάλιν, τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου αὐτοῦ· ἐπεὶ μὴ δ’ εἷς ἄλλος ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου·
καὶ πάλιν, ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν
, κατὰ τὸν ἱερὸν ἀπόστολον· ἀλλὰ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ·
περὶ ἧς καὶ αὐτὸς εἶπεν τὸ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
Εὐχερῶς δ’ ἄν τις ἑαυτῷ τούτοις ἀναλόγως ἐξεργάσεται τὰ κατὰ τὸν τόπον.
Τὸ ἐν τῷ ἐννεακαιδεκάτῳ ψαλμῷ λεγόμενον, Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ,
ἐμφαίνει πῶς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐκ τοῦ θανάτου σωτηρίαν· αὐτῷ γὰρ εἴρηται καὶ τὸ, Ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου·
καὶ ὅλα δὲ τὰ κατὰ τὸν
Τὸ μὲν Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς,
καὶ τὰ ἑξῆς, εἴποι ἄν τις ἐπὶ τὸν Δαυὶδ ἀναφέρεσθαι δύνασθαι· τό γε μὴν ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμεμῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰώνος,
οὐκέτι τῷ Δαυὶδ ἁρμόζει διὰ τὸ καὶ τὴν τελευτὴν αὐτοῦ ἐμφαίνεσθαι καὶ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἧς οὐ πολὺν χρόνον ἐτῶν περιωρίσθαι. Εἴη ἂν οὖν ὁ Χριστὸς ὁ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς βασιλεύειν ἐπὶ Σιὸν ὄρος τὸ ἐπουράνιον καταστάς· ὃς καὶ ζωὴν ᾐτήσατο τὸν Πατέρα οὐχὶ ἑαυτῷ, αὐτὸς γὰρ ἦν ἡ
Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με;
ὑπ’ ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ.
Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπ’ αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων δηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκελησίας ὑμνήσω σε·
καὶ πάλιν· οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, κεαὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἑκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν·
ἢ περὶ τίνος ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν χεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν·
τίνα δὲ μόσχοι πολλοὶ
καὶ ποταποὶ τὴν φύσιν, κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπ’ αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος·
καὶ ἐπὶ τούτοις, τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν
τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων, διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
λυέτωσαν δὲ ταῦθ ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
μέχρι τοῦ, ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος.
Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα
καὶ τὸ, προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.
Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ’ ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.
Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζ′ εἴρητο, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.
Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ δι’ αὐτὴν σκώληκα χρηματίσαντα, ὅν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν,
μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν·
τότε δὲ καὶ ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν
ἑαυτῶν κατ’ αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν·
αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ’ αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.
Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ’ αὐτοῦ ἐπιβουλὴν, δι’ ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με·
καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ’ αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἑκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν· οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας·
ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς
ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ ὤρυξαν
, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου,
παραθέσθαι· οἷς ἐξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·
ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον·
ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον·
ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, δλὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται·
οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Καὶ ταῦτα τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων.
Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.
Καὶ πάλιν, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθρούς σου ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Καὶ ἐνταῦθα σαφῶς τῷ Δαυὶδ μεθ’ ὅρκου ὑπὸ τοῦ Θεοῦ ἐπαγγελία περὶ τοῦ Χριστοῦ δίδοται, ὡς ἂν ἐκ σπέρματος αὐτοῦ γεννηθήσεσθαι μέλλοντος, καὶ καθέξοντος αὐτοῦ τὸν θρόνον. Πολλῆς δ’ ἐξετάσεως χρῄζοι ἂν τὰ κατὰ τοὺς τόπους, ἐπεὶ μὴ δοκῇ σωματικῶς ὁ Χριστὸς ἐπὶ τὸν θρόνον τοῦ Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κεκαθικέναι, ἃ καὶ ὑπερθησόμεθα διὰ τὸ μὴ τῆς παρούσης εἶναι πραγματείας παρὰ τὸν προκείμενον σκοπὸν κατατρίβειν τὴν σχολὴν ἐπὶ τὴν τοῦ ψαλμοῦ διήγησιν· εὐγνωμόνως δέ τοι χρὴ μὴ ἀπὸ μιᾶς γραφῆς, εἰ μὴ εἴη δυνατὴ κατὰ τὸ σωματικὸν ἐφαρμόζειν τῷ Χριστῷ, τὰ πολλαχῆ σαφῶς περὶ αὐτοῦ εἰρημένα παρακρούεσθαι· ἑπομένους γε μὴν ἀληθεῖ λόγῳ, καὶ αὐτῇ τῇ θείᾳ παρισταμένους γραφῇ, ἐφίσταναι προσήκει, ὃς ποτὲ μὲν αὐτὸν πτωχόν τινα καὶ εὐτελῆ καὶ ἄτιμον, μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος, ἐλεύσεσθαι προφητεύει, ἄλλοτε δὲ βασιλέα ἔντιμον αὐτὸν φησίν· ὧν τὰ μὲν καὶ σωματικῶς ἀποπεπληρῶσθαι δύναται, τὰ δὲ κατὰ μόνον τὸν πνευματικὸν τῆς γραφῆς νοῦν, ἤδη δὲ τίνα καὶ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν πληρωθήσεσθαι προσδοκητέον. Πλὴν καὶ βασιλεὺς Ἰουδαίων ἐχρημάτισεν ὁ Κύριος οὗτός ἔστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Καὶ τὸ ἐνθάδε λεγόμενον, ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι,
ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα μαρτυρηθέντες οὐνκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
Δῆλον δ’ ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γ’ οὖν, Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταῦτῃ, ᾗ ἐπορεύομην, ἔκρυψαν παγίδα μοι·
καὶ πάλιν, ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.
Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθ’ ὧν ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου.
Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ τὰ ἔθνη
ἵν’ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθ’ ἣν ἐπεβουλεύθη, περιέχοντα.
Ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ λέγεται, κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι,
ἐν δὲ τῷ ιζ′, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη.
Ἐσημειωσάμεθα μὲν οὖν κἀκεῖ καὶ τὸ ῥητὸν, καὶ ἐνταῦθα δὲ ταυτὸν ποιοῦντες περὶ τοῦ Λόγου τοῦ Θεοῦ ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Κλίνας γὰρ οὐρανοὺς τῷ κενῶσαι ἑαυτὸν τῆς ἐπουρανίου καὶ ἐν μορφῇ Θεοῦ δόξης, εἰς τὰ κατώτερα τῆς γῆς κατελήλυθεν δι’ ἣν ἀνεδέξατο ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας οἰκονομίαν· ὅθεν πρὸ τοῦ ἐκτεθέντος ῥητοῦ ἀποθαυμάσας ὁ λόγος φησί· Κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;
Εἰς τοῦτο γὰρ κλίνας τοὺς λεγομένους οὐρανοὺς κατελήλυθεν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἂν γνωσθείη ἐνανθρω πήσας τῷ τῶν ἀνθρώπων γένει πρότερον ἀγνοούμενος αὐτῷ· καὶ οὐ περιεφρόνησεν παρ’ οὐδὲν ἡγησάμενος τὸν γενόμενον υἱὸν ἀνθρώπου, τοῦτ’ ἔστι πᾶσαν τὴν λογικὴν καὶ κατ’ εἰκόνα Θεοῦ γενομένην ψυχήν· καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ πνευματικῶς ἐκλαμβάνων νοήσειας.
Καὶ τὸ, ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ,
παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
ὃ καὶ αὐτὸ πεπληρωμένον ἐστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς.
Καὶ τὸ ἐνθάδε λεγόμενον, Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
, ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν, Αἰνεῖτε τὸν Κύριον,
τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δ’ ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν·
ἀλλ’ ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἐξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα.
Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ’ αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ βασιλέως καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς, καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως αὐτοῦ· καὶ τῆς τῶν ἐθνῶν κατακρατήσεως.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου, καὶ περὶ τῆς ἐκκλησίας.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου, καὶ τῆς τῶν ἁγίων ἐκκλησίας ὡς νύμφης, καὶ περὶ τῶν ἐν τοῖς τόποις ἐπικεκρυμμένων μυστηρίων.
Περὶ τοῦ Χριστοῦ ὡς περιπατήσαντος ἐπὶ θαλάττης, καὶ τὸ μέγα κῆτος χειρωσαμένου.
Περὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Χριστοῦ καθόδου.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ πανθῆρος.
Περὶ τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, καὶ τῆς τοῦ βασιλείου αὐτῶν καταπαύσεως, τῆς τε τοῦ Χριστοῦ ἐξ Αἰγύπτου μετακλήσεως.
Ὡς ὁ Θεὸς Λόγος Θεὸς ὀνομαζόμενος, κύριον ὁμολογεῖ τὸν Πατέρα.
Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἕτερον παρ’ ἑαυτὸν εἶναι τὸν Πατέρα διδάσκει.
Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ.
Ὡς ὁ Θεὸς Λόγος Κύριος καὶ Θεὸς ὀνομαζόμενος ἀκηκοέναι τινὰ παρὰ Κυρίου ὁμολογεῖ.
Ὡς ἡ περὶ τὸν Ἰωνᾶν οἰκονομία τὸ πάθος τοῦ Χριστοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν σημαίνει.
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ὡς περὶ κυρίου.
Περὶ τῆς τοῦ προτέρου λαοῦ καὶ τῆς Ἰσραὴλ καὶ τοῦ Σιὼν ὄρους ἐρημίας, καὶ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ ὡς περὶ ὄρους, καὶ περὶ τῆς τῶν ἐθνῶν προσαγωγῆς· καὶ τοῦ καινοῦ νόμου τοῦ κατὰ τὴν καινὴν διαθήκην.
Περὶ Βηθλεὲμ καὶ τῆς ἐν αὐτῇ τοῦ Χριστοῦ γενέσεως· καὶ ὡς πρὸ τῶν αἰώνων ὁ Χριστὸς ὑπῆρχεν.
Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως.
Ὡς ὁ Θεὸς Λόγος Κύριος παντοκράτωρ ὀνομαζόμενος ὑπὸ Κυρίου παντοκράτορος τοῦ Πατρὸς ἀπεστάλθαι λέγει.
Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἥξειν ἐπὶ τὴν Ἱερουσαλὴμ προλέγει τὰ ἔθνη ἐπ’ αὐτὸν καταφεύξεσθαι ἀπεσταλμένον ὑπὸ κυρίου παντοκράτορος.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ· καὶ ὅτι αὐτὸς ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ περὶ τῆς οἰκοδομῆς τῆς ἐκκλησίας.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἥξοντος ἐπὶ ὑποζυγίῳ καὶ πώλῳ, καὶ ὁλοθρεύσοντος τὸ πάλαι οἰκοῦν ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων ἵππικόν τε καὶ ὁπλιτικόν· καὶ περὶ τῆς τῶν ἐθνῶν εἰρήνης.
Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος, Κυρίου τοῦ Πατρὸς μέμνηται.
Περὶ τῶν λ’ ἀργυρίων ἀνθ’ ὧν ὁ Ἰούδας προύδωκε τὸν Χριστὸν τοῖς Ἰουδαίων ἄρχουσιν, οὓς νῦν ὁ λόγος Χαναναίους καλεῖ· καὶ περὶ τῆς ἀποβολῆς αὐτῶν.
Περὶ τοῦ πάθους τοῦ Χριστοῦ· καὶ τοῦ τῶν ἀποστόλων ἐπ’ αὐτῷ σκανδαλισμοῦ.
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας.
Περὶ τῆς καινῆς διαθήκης, καὶ τοῦ νόμου τῆς ἀληθείας τοῦ Χριστοῦ ὡς ἀγγέλου Κυρίου παντοκράτορος.
Περὶ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ ὡς περὶ ἀγγέλου τῆς διαθήκης τοῦ Θεοῦ.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἡλίου δικαιοσύνης.
Περὶ τοῦ πάθους τοῦ Χριστοῦ ὡς περὶ ἀρνίου.
Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τοῦ τῶν Ἰουδαίων ἀφανισμοῦ, καὶ περὶ τῆς ἐρημώσεως τῆς Ἰερουσαλήμ.
Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς τῶν Ἰουδαίων δυσσεβείας, καὶ ὀνομαστὶ περὶ τοῦ προδότου Ἰούδα.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἐκ σπέρματος Δαυὶδ, καὶ τῆς εἰς αἰῶνας συστάσης ἐκκλησιαστικῆς ἱερουργίας.
Περὶ τῆς καινῆς διαθήκης ἑτέρας παρὰ τὴν διὰ Μωσέως παλαιάν· καὶ περὶ τῶν κατὰ τὸ εὐαγγέλιον νόμων.
Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ Θεοῦ ἐξ οὐρανῶν κατιόντος καὶ μετὰ ἀνθρώπων πολιτευσομένου.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ Δαυὶδ ἀναστησόμενου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ τοῦ Δαυὶδ ἀναστησόμενου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ.
Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ θεοῦ. 20
Περὶ τῆς τοῦ Χριστοῦ παρουσίας ὡς περὶ υἱοῦ ἀνθρώπου· καὶ περὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ.
Περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ ὡς ἐπὶ τοὺς χρόνους τοῦ Χριστοῦ συμπληροῦνται μεθ’ οὓς προφητεύεται τὰ περὶ τοῦ παντελοῦς ὀλέθρου τοῦ Ἰουδαίων λαοῦ.
Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ’ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ’ ἀναλεξόμεθα δι’ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνώσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ παὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·
καὶ πάλιν, ὃς ἑγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ.
Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστι Θεοῦ, δι’ οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο·
καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα,
κατὰ τὸν ἀποστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ ἀλήθεια καὶ φῶς ἀληθινὸν,
καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.
Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·
ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
τούτου δὲ καὶ οἱπροσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ.
Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δ’ ἐδιδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν
Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν μωρίαν τοῦ κηρύγματος
σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων, ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων·
ἐν δὲ ξή ψαλμῷ, σὺ ἔγνως τὴν ἀφροσύνην μου·
φησὶν δὲ ὅτι καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ,
ὥσπερ ἐπ’ ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ (τῷ) μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ (ἔτι) τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δ’ ὅτι καὶ θεία ὑπεράνθρωπος· δι’ ὃ καὶ ἐπιφέρει λέγων, Θεὸς δ’ ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα·
εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς. Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν, ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν·
προτάξας τὸ κατεληλυθέναι αὐτὸν, εἶτ’ ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου·
μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενοςἈναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις.
Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; Δι’ ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται· τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν; Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δ’ ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται Θεοῦ σωτηρία
· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας, αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε, Τεκνία, ἔτι μικρὸν
καὶ τῶν μετ’ ἐκείνους ἐν ἀπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα;
Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Ἐπεὶ Χριστὸς σοφία Θεοῦ
ὢν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ, ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα·
ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ’ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων,
ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης, οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ,
ἀλλ’ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ’ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι ματαιότητα ματαιοτήτων
;
Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ’ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἓν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τῷ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἑξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.
Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ, ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα,
τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι’ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας.
Τούτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι’ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ’ ἑτέραν· ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν.
Φασὶ δ’ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν·
δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ, ἄνθρωπος
, φησὶν, οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου·
Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ’ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ’ οἷοί τε ἦσαν εἰδέναι τὸ. μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι καὶ σοφία τοῦ
καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσαι τοὺς πιστεύοντας·
ἀλλὰ καὶ οἱ λόγοι αὐτοῦ,
φησὶν, οὐκ εἰσὶν ἀκουόμενοι·
οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστιν,
Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ’ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ’ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς
Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης·
καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?) μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ ἸησοῦςΚατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου·
ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν.
Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν, καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας; Ἦλθες δὲ ἐπὶ πυγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου,
Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον, ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον; Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτέρα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·
αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρς’ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς,
οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου, καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν·
δῆλον δ’ ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα, οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν
τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἡνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ’ (οὐκ) οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας.
Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι;
φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ’ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·
ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν·
Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα.
Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ,
ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστι κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ’ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ’ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ’ ὧν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ’ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει.
Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ’ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινι παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει.
Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν.
Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου.
Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ,
δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου,
ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ.
Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου·
σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ·
ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ·
δύναται καὶ περὶ τοῦ Ἡρώδου κατεσιωπήθη βασιλεὺς Ἰσραήλ·
ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ’ αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Εἰ δ’ ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται·
καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ’ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ’ ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὠβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι
Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι.
Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ’ ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.
Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα·
καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου·
ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία.
Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ’ ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας.
Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.
Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς
Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας·
τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν.
Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός.
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λεγεσθαι ὑπειλήφαμεν.
Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ
Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς
καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ’ ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ ιο καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν
Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐ(ν χιλι) άσιν Ἰούδα· ἐξ οὗ μοι ἑξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχο(ντα) ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰώνων·
.... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς (κα)τὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ.......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως.... .. ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν .......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε .............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν α...... ..... νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς .............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ ........... ρʹ καγένεσιν, μὴ δ’ ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου......... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως . .. ...... σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο... ... υ· ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα ... ....... γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν ... . . . τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν ........ υσιν ὅς τις ποτ’ εἴη παραστῆσαι τὸν ... προφητευόμενον ὡς ατελῆ ..... κατ’ αὐτούς· δῆλον
Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς
Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἔθνων ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ’ ἂν καὶ τετ’ . . . . τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων . ............ κληφθείη τὰ κατὰ τὸν τόπον.
...... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ....... εύσαντα ὑμᾶς·
εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων, (γνώσε)σθε, ὅτι Κύριος παντοχράτωρ
Ὁ λέγων ἁ ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο ...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν ........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ . ... ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν.
..... καὶ εὐφραίνου θύγατερ Σιὼν, ὅτι ἰδοὺ, ἐγὼ ἔρχομαι, καὶ ...... σκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ... .. ολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐ ..... λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ... γνώσῃ, ....... . παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ.
Καὶ τίς ......... ὁ ταῦτα φάσκων καὶ ὁμολογῶν ἀπεστάλθαι ὑπὸ παντοκράτορος, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γένους ἀποσταλείς· ὃς τὰ προκείμενα ........ .. ἐπουράνιον Σιών· ἧς παράδειγμα τὸ ἐπὶ γῆς ὄρος ἐτύγ . . . ... καὶ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀπὸτείνεται· προ . ..... . ενος αὐτῇ τὴν κλῆσιν τῶν δι’ αὐτοῦ σωθησομέ ... ὑπ’ αὐτοῦ βασιλευθησομένων ἐν αὐτῇ.
Καὶ ............... τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἐστῶτα πρὸ προσω . . . . τοῦ Κυρίου, καὶ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικει ... .. αὐτῷ.
καὶ εἶπεν πρὸς τοὺς ἐστηκότας πρὸ τῆς ... . τοῦ αὐτοῦ, λέγων, Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ· καὶ εἷπεν, Ἰδοὺ, ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε ........ δήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Καὶ πάλιν μετ’ ὀλίγα λέλεκται πρὸς αὐτόν· Ἄκουε δὴ ...... ρεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου· διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι, ἰδοὺ, ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν.
Καὶ αὖθις μεθ’ ἕτερα· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων.
Καὶ μετὰ βραχέα· Καὶ λήψῃ ἀργύριον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτὸν, Τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ, ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ
Ἑπεὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁ θαυμάσιος ἀπόστολος ἀρχιερέα μέγαν ὠ(νόμασε) διεληλυθότα τοὺς οὐρανοὺς, ἀναφέροιτ’ ἂν ἐπ’ αὐτὸν εἰκότως ...... καὶ ὁ κατὰ τὴν προφητείαν τῇ τε αὐτῇ προσωνυμίᾳ καὶ τῷ αὐτῷ ἀξιώματι τετιμημένος· ταύτη τε . ............25 ρηματίσας· τοῦτον δὴ οὖν ὁ Κύριος ἔδειξεν τῷ προφήτω ... .. τιρυπώση περιβεβλημένον τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ τὴν καθ’ ἡμᾶς αἰχμαλωσίαν αἰνιττόμενος κάθοδον, καθ’ ἣν ...... .. ῶν κηρύξαι Τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα·
καὶ ὑποκάτ. . . . . . . . . . ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου
καὶ τὰς . . . . . καὶ τὰ ἐπὶ τὸν Χριστὸν ἀναφέροιτ’ ἂν, τῆς προσηκούσης . . (τυ)χόντα διηγήσεως· πλὴν καὶ τοῖς ἐκ περιτομῆς καὶ . . . . . . . . . . αλὸν . . . . . παραθέσθαι. ἐπεὶ μὴ δ’ ὅλως προφήτην ἀπὸ τῆς . . . . . . περσου βασιλείας· καὶ τῶν τῆς προφητείας χρόνων . . . . . . . . . . . . ἐγηγερμένον ἔχοιεν ἐπιδεῖξαι, μὴ ὅτι γε Ἰωάννην καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὶς δὴ οὖν ὁ προφητευόμενος ὥρα λέγειν. . . . εἰ δὲ λέγοιεν, ταῦτα εἰς τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ἀναφέρεται, δεικτέον αὐτοῖς ὅτι μηδαμῶς ἐκείνῳ τὰ λεγόμενα ἁρμόζει· πότε γὰρ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἀνατολή; διὰ τί δὲ καὶ ταύτης ἀξιοῦται τῆς προσηγορίας; πῶς δὲ ἁρμόσει αὐτῷ τὸ, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ·μάλιστα δὲ τὸ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν
εἰ γὰρ αὐτὸς ἐτύγχανεν ὢν ὁ ἱερεὺς ὁ μέγας, τίς δ’ ἂν εἴη ὁ ἐκ δεξιῶν αὐτοῦ, ἕτερος ὢν παρ’ αὐτὸν ἱερεύς; σαφῶς δὲ ἕτερον παρ’ ἐκεῖνον εἶναι διδάσκει τὸν λεγόμενον ἀνατολήν· πρὸς γὰρ τὸν αὐτὸν Κύριον καὶ το(ὺς) . . ἀμφ’ αὐτοῦ(ὸν) φησὶν ὁ λόγος· Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου· ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·
εἰ δὴ οὖν αὐτῷ ταῦτα εἴρηται, πῶς ἂν ἔτι χώραν ἔχει(οι) τὸ περὶ αὐτοῦ λέγεσθαι νομίζειν τὸ, ἰδοὺ ἀνὴρ ἀνατολὴν . . . . . . αὐτῷ;
Σαφῶς δὴ διὰ τούτων δύο παρίσταται πρόσωπα· ἓν μὲν ᾧ τὸ θεῖον
Χαῖρε . . . . . . θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα . . . . . . ἔρχεταί σοι δίκαιος καὶ σώζων,
Θυγάτηρ Σιὼν, ᾖ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχάνει ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἔστιν μητὴρ ἡμῶν.
Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος (ἐπι)δημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας (ἀνεί) ληφεν, νοουμένης· μεθ’ ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὐρήσετε ὄνον καὶ
Τούτων δ’ οὕτως ἐχόντων, παραθετέον τὰ ῥήτα τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις· δεικτέον τε αὐτὸ δὲ καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον
Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν . . . . τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ . . . . . . . . ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρεύσε· τότ . . . . . . λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον . . . . . . . . . . . . . . . . . ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ . . . . . . . .τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ . . . . . . κατ . . . . . . . . . . γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ’ ὁμοια . . . . . . . . . οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευσ . . . . γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων . . . . . τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς . . . . . . . . κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως . . . . ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν . . . . . . ην τοῦ θείου λόγου προφητείαν.
Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι . . . . . . . . καυχήσονται, λέγει Κύριος.
Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύ(σειν ὑπι)σχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. Διὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν.
Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν. Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ μαλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα, ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν . . . . . . . . . . τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ.
Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν . . . των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς . . . . . . . . . . γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως . . . . . . . . . . . . . . . . λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε . . . . . . . . . . . αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν . . . . τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε . . . . . . οὐδ’ ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνω.
Ταῦτα δ’ ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς ο’ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ’ αὐτὸν δηλούμενα· καὶ νῦν δ’ οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὸν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθε(σπίζει) γραφή. Λέγοιτο δ’ ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας
ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ’ οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι,
ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι.
Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός; οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς
τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ’ ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου·
οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ’ αὐτοῦ, (Ἀντὶ τῷ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·)
τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ’ ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χώνευτήριον, τοῦτ’ ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ’ ὅτι τὸ κατ’ αὐτοῦ δρασθὲν αὐτοῖς· λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ. Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν
. Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Σαφέστερον γ’ οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθηκὴν τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ·
καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης.
Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας.
Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης,
ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν.
Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου· καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ.
Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα.
Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ’ ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.
Ὥσπερ χεὶρ καὶ ἀπ’ ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν,
παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι’ εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ’ ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφές πως μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ’ ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν Δανιὴλ
Ἡ διαθήκη ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόμωτός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κύριου παντοκράτορός ἐστιν.
Καὶ ταῦθ’ ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ,
λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων
ἐπορεύετο μετ’ αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ’ αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων ὁ τῆς μεγάλης βουλῆς· ἄγγελος,
διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα.
Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήμης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ παθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.
Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα . . . ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς· τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς,
τοῦτ’ ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ’ ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγελλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτῷ;
καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ’ αὐτοῦ τοῦ παντοκράτορος Κύριου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ παυστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται,
καὶ τὰ λοιπά· δι’ ὧν καθ’ ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία· ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ’ οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει·
ἔνθα βασιλεὺς
μὲν ἡ θεότης καὶ αὐτὸς υἱὸς τοῦ βασιλέως.
Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.
Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·
ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου,
ἔν τινι τῶν προφητῶν εἰρημένον.
Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ’ ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα.
Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.
Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς (κα)τὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος,
κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς
καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτῷ οὐ μὴ μνησθῇ ἔτι·
ἅπερ ἐκ προσώπου λέλέκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτο ἐστι τὸ σῶμά μου,
τοῦτο δ’ ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ’ ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ·
εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα.
Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς ; Βαδίσατε, συναγάγετε πάντα τὰ θήρια τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἑγενήθη εἰς ἀφανισμὸν ἀπωλείας· δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.
Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου·
περὶ ἀφῆκα τὴν κληρονομίαν μου,
κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Αὐτὸς δ’ ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου· ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν,
φησὶν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.
Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ’ αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν·
διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν,
διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ’ ἑξῆς, καὶ μάλιστα τὸ, δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ,
ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν.
Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτω τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ
Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου.
Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δἰκαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατάσκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.
Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν
Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας.
Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδισθήσεται μετὰ Δαυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα Δαυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι.
Καὶ αὖθις μετὰ βραχέα εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκη(ν) μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα. Ἰακὼβ καὶ Δαυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ. τοῦ σπέρματος αὐτοῦ ἄρχοντα.
Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ Δαυὶδ ἀνατολή; Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ·
ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ’ ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ,
καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, ἥλιος δικαιοσύνης
ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστιν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ’ οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι’ ἔργων ἀγαθῶν καὶ λόγων
Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γγῶθι τὴν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς
Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν. Τί δ’ ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ’ ἔστι τὴν ἔγγραφον ἐν τοῖς (ἐντὸς) τῶν εὐαγγελικῶν βιβλίων. Ἑξῆς δ’ ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς
Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.
Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι’ αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς.
Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ἀλλ’ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ καὶ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὸν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν
Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, φησὶ, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν, καὶ τὰ ἑξῆς· διδασκόμεθα δὲ ἀπὸ τοῦ ἱεροῦ ἀποστόλου ὡς ἄρα ὁ καταβὰς Ἰησοῦς Χριστὸς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν·
ὃς καὶ λαβὼν τὴν τοῦ ἁγίου Πνεύματος δωρεὰν κατεβίβασέ τε καὶ ἐξέχεεν ἐπὶ τὰς τῶν παραδεξαμένων αὐτῶν(ὴν) ψυχάς· ὅθεν καὶ ἐν ψαλμοῖς εἴρηται τὸ, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας
Ἑξῆς δὲ ἐν τῇ προκειμένῃ γραφῆ ὁ λόγος φησὶν, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·
Τίς δὲ οὗτος, ἢ ὁ ἀναβὰς εἰς τὸν οὐρανὸν καὶ καταβάς; Τῷ γὰρ τίς ἀνέβη εἰς τὸν οὐρανὸν
ἐρωτηματικῶς εἰρημένῳ ἀποδέδοται τὸ, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·
σαφέστερον τοῦτο δηλοῖ τὸ ἑξῆς εἰρημένον, τὸ, μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.
Πρὸς τοῦτον οὖν δῆλον ὅτι τὸν τοῦ Θεοῦ Λόγον οὐ λογισθήσεται ἕτερος τῶν ἐπικτητὴν τὴν τοῦ Θεοῦ προσηγορίαν ἐσχηκότων· μετὰ τοῦτο δέ φησιν ἐπὶ τῆς γῆς ὤφθη·
δῆλον ὅτι μετὰ τὸ διὰ νόμου καὶ προφητῶν τὴν πᾶσαν ὁδὸν τῆς ἐπαγγελίας δεδωκέναι· ἐξεῦρεν γὰρ, φησὶ, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· εἶτα μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὠφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἑκερετίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ προβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖ[ς] αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποι μὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης.
Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα· τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ’ αὐτοῦ, ἣ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται;
Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ. ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐπεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ’ οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον
Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σὺ· ἐγὼ σήμερον γεγέννηκά σε·
καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν,
λεγόμενον ἐν ιζ′, ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.
Περὶ τίνος δὲ ἄλλου προσήκει[ν] τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν,
ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ
καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται.
Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν.
Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον·
καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.
Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς
Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός;
συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ,
φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ·
ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας.
Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ Δανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάνων, ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι’ ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος, ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω;
ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν,
ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες. Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι
Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἑννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἄγιον ἀγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων(ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβδομάδες ξβ′· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήμην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς· ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἑρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς
Ἡ μὲν οὖν περικοπὴ οὕτω πῶς ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δ’ ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ο′ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ Σωτῆρος ἢ ἀπὸ τούτου τὰ παραπτώματα παλαιοῦται, καὶ αἱ ἁμαρτίαι συντελοῦνται διὰ τὴν ἄφεσιν, αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἀπαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται (παρὰ) τὴν ἐκ νόμου· ὁράσεις τέ καὶ προφητεῖαι μέχρις Ἰωάννου· χρίεται ἅγιος ἀγίων· πρὸ γὰρ τῆς τοῦ Σωτῆρος παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. Ἄρξασθαι δὴ τῶν ἀριθμῶν, τοῦτ’ ἔστιν τῶν ο′ ἑβδομάδων, ἅ ἐστιν ἔτη υϛ′, ὁ ἄγγελος ὑποτίθεται ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οὐκοδομῆσαι Ἱερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεώς τε ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλὴμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο. Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ
Εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται, καὶ πλεῖστα ἄτοπα ἀπαντήσει· ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ο′ ἑβδομάδων, ἔτη ρ′ καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας· εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν σλ′ περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τ′ παρατείνασαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἔτος ἑκκαιδέκατον εἰς ἔτη ξ′· ἀπὸ δὲ Ἀρταξέρξου ο′ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. Ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκαστοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει καὶ Ὀλυμπιάδος
Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν· φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβ′ διαιρέσεως, ἥν ὁ θεῖος λόγος πάντως ποῦ μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας, καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβομάδες ξβ′ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος
. Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ’ ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ’ ὃν ὁ Δανιὴ λπροφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον· Καὶ ἐν τῷ πρώτῳ ἔτει
Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα μ’ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος,
καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Κατὰ δὲ τὸν Ἰώσηπον ο’ (θ’) καὶ μ’ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζ′ κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοχρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους.
Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζ′ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλοι οὖν δι’ ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβ’ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ’ Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ’ ἥν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἀπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται σ’· ἐντεῦθεν δ’ ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζ′ καὶ ο′ καὶ ρ′ διαγενέσθαι ἡ πρώτη ἕως χριστοῦ ἡγουμένου
, τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θ′ καὶ ξ′ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ’ ἔστι χρόνωνί(ον) γ′ καὶ π′ καὶ υ′ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων. Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ’ ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἑξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θ′ κατασχοῦσα τελευτᾷ· μεθ’ ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ’ ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν Ἡρώδης φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, (τοῦτον δ’ εἶναι αὐτῷ πατέρα,) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι.
Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν·
καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ’ ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διελειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον· διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.
Τίνα μὲν οὖν τρόπον ἡ τῶν προρρηθεισῶν ἑβδομάδων τῶν τε προτέρων νζ′ , καὶ τῶν ἐπὶ ταύταις ξβ′, προφητεία, ἐν αἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης χριστός τις καὶ ἀρχιερεὺς ἡγεῖτο τοῦ λαοῦ, ὡς διὰ τουτὶ εἰρῆσθαι τῷ χρησμῷ τὸ, ἕως χριστοῦ ἡγουμένου
, πέρας εἴληφεν εἰς τοὺς κατὰ Ἡρώδην χρόνους, ὡς δύναμις ἡμῖν, δεδήλωται· πῶς δ’ ἐπὶ τούτοις μετὰ τὴν συμπλήρωσιν τοῦ προδηλωθέντος τῶν ἑβδομάδων χρόνου ἐξωλοθρεύθη χρίσμα, ὅτι μὴ κρίμα ἦν ἐν αὐτῷ,
ὥσπερ δ’ οὖν τὸ λόγιον μηνύει, σημαῖνον ὅτι μετὰ κρίσεως εὐλόγου τὸ χρίσμα τὸ κατὰ τὴν ἀρχιερωσύνην ἐπὶ τοῦ δηλουμένου καιροῦ συντελεσθήσεται, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι τῇ τε τοῦ νόμου διατάξει, (ἐν ᾗ διὰ βίου μέχρις αὐτῆς τελευτῆς προστέτακται τὴν ἀρχιερωσύνην τοὺς οἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν,) καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ, δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς ἀκολούθως τῇ περὶ αὐτῶν νομοθεσίᾳ τῆς τιμῆς ἠξιῶσθαι, ὅπως τε κατ’ αὐτὸν Ἡρώδην οὐ μόνον τὰ τῆς τοιαύτης περὶ τοὺς ἀρχιερεῖς διαταγῆς συγχεῖταί τε καὶ διαφθείρεται, ἀλλὰ καὶ τῆς ἁγίας στολῆς, ἣν ὑπομόνον
Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ (Ῥω)μαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ οὐκ ἐξ ἱερέων οὖσιν, πλὴν ἑνὸς Ἀριστοβούλου, τὴν τιμὴν ἀπένεμεν· τὸν δὲ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ἀπὸ Παρθῶν αἰχμαλωσιασθέντος υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν
Ταῦτα μὲν περὶ τούτων ὁ Ἰώσηπος· περὶ δὲ τῆς ἀρχιερατικῆς στολῆς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας ταῦτα ἱστορεῖ·
Ἡρώδης δὲ βασιλεύσας τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ’ αὐτῷ τὸν λαὸν δι’ αὐτήν. Ἔπρασσε δὲ τὰ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος. υἱὸς ὢν, παρ’ οὖ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν
Ἐκ δὴ τούτων ἀναμφίλεκτος γένοιτ’ ἂν ἀπόδειξις, ὅτι δὴ κατὰ τοὺς δηλουμένους χρόνους τὰ τῆς προφητείας περιγραφῆς ἔτυχεν· εἰ δὲ μὴ συνομολόγοιεν τούτοις οἱ ἐκ περιτομῆς, αἰτητέον αὐτοὺς ἑτέραν παρὰ τὴν ἡμετέραν τῆς γραφῆς διήγησιν, καὶ δεικτέον ὡς ἄρα κατ’ αὐτοὺς ψευδεῖς ἀνάγκη τὰς τοῦ τηλικούτου Γαβριὴλ ἀπελέγχεσθαι προρρήσεις, εἰ μηδὲν τῶν προαναπεφωνημένων ἐξ ἐκείνου καὶ εἰς δεῦρο χιλίων ἤδη πλησιαζόντων ἐτῶν γεγένηται· ἀλλ’ ἡμῖν γε σαφῶς ἀληθὴς ὁ λόγος ἀποδείκνυται κατὰ τὰς ἀβιάστως παρατεθείσας ἡμῖν διηγήσεις, αἷς ἀκολούθως εὐχερὲς ἀποδοῦναι τίνα τρόπον καὶ ἡ μετὰ πάσας ὑστάτη ἐπιφερομένη ἑβδομὰς μία ἐνεδυνάμωσεν διαθήκην πολλοῖς, τὴν καινὴν διαθήκην τοῦ σωτηρίου κηρύγματος, τὴν ἐπὶ πᾶσαν διαδοθεῖσαν τὴν οἰκουμένην, καὶ οὐκέτι μὲν ἑνὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει, ἀλλ’ ἤδη καὶ πλείοσι κηρυχθεῖσαν, ὥστ’ ἂν διὰ τοῦτο εἰρῆσθαι καὶ τὸ, δυναμώσει διαθήκην πολλοῖς ἐβδομὰς μία.
Ἐπιστῆσαι δὲ εὔλογον, ὅτι μὴ ἑξῆς ταῖς λοιπαῖς ἑβδομάσιν ἡ τελευταία ἑβδομὰς μία συνῆπται, ἥν φησιν ὁ λόγος δυναμώσειν διαθήκην τοῖς πολλοῖς· οὐ γὰρ ὡς ἐπὶ τῶν ζ′ καὶ ξβ′ ἑβδομάδων καὶ ἐπὶ τῆς μιᾶς πεποίηκεν· ἐπ’ ἐκείνων μὲν γὰρ διελὼν τοῦ παντὸς χρόνου τὸν ἀριθμὸν εἰς τε τὰς ζ′ καὶ ἑξῆς τὰς ξβ′ ἑβδομάδας συνημμένην πεποίηται τὴν διαίρεσιν, ταῖς ζ′ τὰς ξβ′ συνάψας, καὶ μηδένα χρόνον μὴ δὲ πρᾶξιν μεταξὺ καταλιπὼν, ὅτι μὴ δ’ ἐμφέρεταί τι ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ
, ὃ καὶ πρόδηλον τίνα τρόπον πέρας εἴληφεν ἐπὶ τῶν Ἡρώδου χρόνων· εἶτα φησὶ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ
Τίς δὲ διαφθερεῖ ἢ τῶν ψυχῶν ὁ διαφθορεὺς διάβολος; Τίς δὲ ὁ ἐρχόμενος ἡγούμενος, ἢ ὁ ἐξ ἐθνῶν πρῶτος αὐτῶν ἡγησάμενος Ἡρώδης, καὶ οἱ μετ’ αὐτὸν εἰς δεῦρο τὴν κατὰ Ἰουδαίων ἡγεμονίαν διειληφότες; Ὥσπερ γ’ οὖν τοὺς πάλαι αὐτῶν ἡγουμένους ἀρχιερεῖς χριστὸν ἡγούμενον
αἰνιγματωδῶς προσεῖπεν ἡ προφητεία, τὸν αὐτὸν τρόπον τοὺς μετὰ τὴν ἐκείνων κατάπαυσιν ἐξ ἐθνῶν αὐτῶν ἄρξαντας ἐρχόμενον ἡγούμενον
προσηγόρευσεν, φήσασα, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ·
ὅπερ σαφέστερον ὁ Ἀκύλας ἐκδέδωκε ποιήσας, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου.
Καὶ πρόδηλον ὅπως ὁ λαὸς καὶ ὁ στρατὸς τῶν μετὰ τοὺς χριστοὺς ἡγουμένους τὴν κατὰ Ἰουδαίων ἀρχὴν διαδεξαμένων ἐξ ἐθνῶν ἡγουμένων, νόμοις ἐθνῶν χρώμενος, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διέφθειρεν, καὶ ὁ κατὰ διάνοιαν δὲ τῶν ψυχῶν ἡγούμενος φθορεὺς σὺν τῷ ἡγουμένῳ τῷ κατὰ τὴν προφητείαν ἐληλυθότι πᾶσαν φθορὰν ἐνηργήσατο αὐτῷ τε πρότερον τῷ λαῷ, καὶ τοῖς τὴν πόλιν ἐνοικοῦσι πολίταις, ἔπειτα δὲ καὶ τῷ ναῷ καὶ τῇ πάλαι συντελουμένῃ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός.
Εἶθ’ ὡς διεφθορότων τῶν προδεδηλωμένων τὰ διαληψόμενα αὐτοὺς προδιδάσκων ὁ λόγος φησὶ, καὶ κοπήσονται ἐν τῷ κατακλυσμῷ, καὶ ἐπὶ τοσοῦτόν γε κοπήσονται, ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς·
ἔτι δὲ τούτων συντελουμένων τε καὶ ἐνεργουμένων, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.
Αὕτη δ’ ἂν εἴη ἡ τοῦ σωτηρίου κηρύγματος, δι’ οὗ τῆς καινῆς τὴν παράδοσιν διαθήκης ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πολλοῖς τοῖς μαθητευθεῖσιν αὐτῷ ἐνεδυνάμωσε· τότε μὲν πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συμπολιτευόμενος, τότε δὲ καὶ μετὰ τὴν ἀνάληψιν δι’ ἡμερῶν μ′ ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· διὸ καὶ παρήγγελλεν αὐτοῖς ἀπὸ Ἰεροσολύμων μὴ χωρίζεσθαι.
Ταύτης δὲ τῆς ἑβδομάδος ἐν τῷ ἡμίσει δι’ ἣν πέπονθεν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν καὶ τὰ ἀκόλουθα τῆς θείας ἐπληρώθη προρρήσεως, ἀμφὶ γοὖν τὰ τρία ἥμισυ ἔτη κηρύξας, καὶ ἀπὸ τῆς τῶν εὐαγγελίων παρίσταται γραφῆς· διὸ εἴρηται, καὶ εν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή·
καὶ σαφές γε ὅπως ἅμα τῷ πάθει δυνάμει ἤρθη ἐξ αὐτῶν θυσία καὶ σπονδή· ὅτε κατὰ μὲν τὴν τῶν εὐαγγελίων γραφὴν τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κατω·
κατὰ δὲ τὴν τοῦ Ἰωσήπου ἱστορίαν,
Ἐν αὐτῇ τῇ πεντηκοστῇ νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας, μεταβαίνομεν(ωμεν) ἐντεῦθεν.
Ταῦτα δὲ κατὰ λέξιν καὶ ἕτερα τούτοις παραπλήσια δυναμώσασαν διαθήκην πολλοῖς
ἀποδοθεῖσαν ἑρμηνείαν· ταύτην γὰρ εἰς τὴν ἐν δεκάσιν. ἑβδομάδα μεταλαβὼν ὁ λόγος παρίστη τὸν σύμπαντα τῶν ἀποστόλων χρόνον εἰς ἐβδομηκονταετίαν συντείνειν, ἐν ᾗ τὸ κήρυγμα τῆς καινῆς διαθήκης οὐκέτι ἐνὶ, ἀλλὰ πολλοῖς ἔθνεσι κηρυχθὲν εἰς πᾶσαν ἐνεδυναμώθη τὴν οἰκουμένην· καὶ γὰρ οὖν ἐκ τῶν ἱστοριῶν δείκνυται Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς μετὰ τὴν ἀνάληψιν αὐτοῦ ἔτεσιν ἐπιβιοὺς ο′, μέχρι γὰρ τῆς Τραϊανοῦ λόγος ἔχει παραμεῖναι αὐτὸν βασιλείας, κατά τε ταύτην τὴν διήγησιν πρόδηλον ὅπως ἐν τῷ ἡμίσει ταύτης τῆς ἐν δεκάσιν ἑβδομάδος ἤρθη θυσία καὶ σπονδὴ, καὶ τὸ λεγόμενον βδέλυγμα τῆς ἐρημώσεως
ἔστη ἐν τόπῳ ἁγίῳ. Τὰ γοὖν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἐπὶ τὴν ὑστάτην κατὰ Οὐεσπασιανὸν πολιορκίαν εἰς ἔτη πέντε καὶ τριάκοντα συντείνει· ἅπερ ἂν γένοιτο τῆς ἀποδοθείσης ἑβδομάδος τὸ ἥμισυ· ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων·
ὅπερ βδέλυγμα ἐρημώσεως
μέχρι συντελείας βίου παραμεῖναι δηλοῖ τὸ λόγιον, φάσκον, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
Ἀλλὰ ταῦτα μὲν ἐπιτεμόμενοι τὴν διήγησιν παρατεθείμεθα· ὥρα δὲ ἤδη μετελθεῖν καὶ ἐπὶ τὸν Ἡσαΐαν· ὃς μόνος ἀπὸ πασῆς τῆς παλαιᾶς ἡμῖν περιλέλειπται γραφῆς.
κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ,
φησὶν, οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου·
καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων, προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου.
Ἄρ’ οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα. ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ’ αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ τάδε λέγει Κύριος
ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος· ἐκ γὰρ Σιὼν,
φησὶν, ἐξελεύσεται νόμος,
ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει(ξει) πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύῃ τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·
ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν·
ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας. Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ·’ ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν ἐν
γὰρ ταῖς ἐσχάταις ἡμέραις,
δῆλον δ’ ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς ὄρος
τὸ πνευματικὸν τοῦ Θεοῦ
, τοῦτ’ ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳἘγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορπουμένη·
καὶ ὅτε πεπλήρωται τὸ, Ἀκούσατε λόγων Κύριοι, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος;
καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει, τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ’ ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ’ ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις·
δι’ ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη
μεθ’ ἃ πάντα τελευτῶν Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
Τοσαῦτα καὶ τηλικαῦτα κατ’ αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι’ ἧς εἴρηται τὸ, Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.
Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ’ ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται, ὄρος τοῦ Θεοῦ, ὄρος πῖον·
καὶ τὸ, ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ
. Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν· οἶκος δ’ ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ’ ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ’ αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ’ ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ’ ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ’ ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε ἀποδεδομένου. ὄρους καὶ τοῦ δεδηλωμένου οἴκου, ἡμεῖς οἱ ἐξ ἐθνῶν διὰ τῆς εἰς ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·
ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.
Τούτων δ’ ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι’ ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων, ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου.
Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. Δύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν
Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν,
καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι’ ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι’ ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν.
Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων οὐαὶ τῇ ψυχῇ αὐτῶν·
ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων, τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται·
ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων, ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν
. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ’ αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ’ ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ’ ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ’ ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν· οὐαὶ γὰρ
, φησὶν ὁ λόγος, τῇ ψυχῇ αὐτῶν·
καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δικαίον, ὅτι δύσχρηστος ἡμῖν ἔστιν.
Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.
Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος·
καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ·
ἁρμόζοι δ’ ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ’ ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ’ εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ’ αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι.
Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω
Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ’ εἰ φάσκοιεν μὴ γεγράφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, ο′ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ’ ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ’ αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδα[ν] κατ’ αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ’ ἑτέρουὃ ἔστι μεθ’ ἡμῶν ὁ Θεός·
ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς· ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ’ ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ’ ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ’ ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μἔμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ’ αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ
Καὶ εἷπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον (χάρτου) καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην(ῆτιν), καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων.
Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι’ οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ’ ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦκαὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν,
καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφητικῆς ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται·
ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ’ ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ,
φησὶν, ἔλαβεν καὶ ἕτεκεν υἱόν.
Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν
, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι
. Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ’ οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ,
φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν χόσμον·
ἀφ’ ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ’ αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσιν
, ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ·
ἃ λέγοιτ’ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς
, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων·
ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ’ ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς(ὼς) πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ’ ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ’ ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ’ εἰ ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλίκονδε σκῦλα Σαμαρείας ἐναντίων(ον) βασιλέως Ἀσσυρίων,
καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα·
καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ’ αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν Δαμασκοῦ,
καὶ ποῖα σκῦλα Σαμαρείας,
ἢ ποίων Ἀσσυρίων ἐναντίον,
μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους.
Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
Καὶ τὸ, Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς
ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ, καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ·
καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ(έν) τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη.
Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ
Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον.
Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν ※ τῶν ο´ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος
χρηματίζει· ※ κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ ※ ὄνομα αὐτοῦ ἐστὶν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς ※ δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης·
καὶ κατὰ τὸν ※ Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παρα δοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης.
Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι(εν) παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ’ ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει
Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ’ ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν·
ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι’ ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα.
Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον
Οὐδ’ αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ’ ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην [ἐν ταῖς] ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα
Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς.
Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ’ ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει·
ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς,
καὶ διϊενούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.
Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία,
οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν
. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται μετ’
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ’ ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν.
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποιήτα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.
Περὶ τὴς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μελλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρεπιδημεῖν καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου.
Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ’ οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ’ ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ’ ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας.
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ μόρφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὐτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ’ ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ’ ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ, καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων,
εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ
Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Ἐπιγραφή τις ἐν Ψαλμοῖς ὑπὲρ τοῦ ἀγαπητοῦ
φέρεται· καὶ πάλιν εἴρηται, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ·
δείκνυται δ’ ἐν τοῖς τό ποις Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.
Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.
Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ’ ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε γραώδεις
οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον·
Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῆ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα·
ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ’ ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται
περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται, Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,
καὶ ἀκρογωνιαῖος
ὠνόμασται· τοῦτον δὲ καὶ Δανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν
Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ’ ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ, καταστήσεις με εἰς
Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας.
Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον· τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι’ οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν.
Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.
Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν, ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ,
καὶ διὰ τούτων δηλοῦται· εἶεν δ’ ἂν οἱ ὑπ’ αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ, μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ·
Εὐφράθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται.
Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον
ἀνώμβρησεν· ὑφ’ ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου,
τοῦτ’ ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται·
οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ’ ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ’ ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα ἀρθήσεται ἡ βασιλεία τῷ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν.
Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν, ἐγὼ φωνὴ βοῶντος ἐν
Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοι ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται.
Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ’ ἢν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ’ ἀξίαν ἑκάστῳ
Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἑκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα ※ αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται.
Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις;
Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν’ οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀορατοις δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ καὶ διώξεται αὐτούς·
ἵν’ οὕτως κατὰ τὸ πάντων τέλος ἐκιωχθέντον αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς δὲ ἑνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα;
Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ’ ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι
Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεύμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου,
σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ’ οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ο′, καθ’ ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶ Ἰσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμόζεῖν ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν,
τί δ’ ἂν εἴποι εἰς τὸ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει,
καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν;
Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὠβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ, ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καεθημένους ἐν σκότει;
Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ’ αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·
τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ, ἵνα πληρωθῇ τὸ ῥηθὲν δλὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν,
καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ’ ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται, Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι.
Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν,
ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ’ ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέ δεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι(οιγῆναι) τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν.
Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην.
Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο, Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ,
καὶ τὰ ἐξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα.
Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα,
Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα· καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ,
φησὶν, γεγόνασιν εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίαν
γάρ τοι οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ’ αὐτῶν καὶ δι’ ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι, Ἐγὼ νενίκηκα τὸν κόσμον.
Μαρτυρεῖ οἱ δὲ γὰρ,
φησὶ, καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθύσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.
Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι ὁ Θεὸς ἐν σοί ἐστιν,
τούτῳ προσφωνῶν φησὶν· ὁ λόγος τὸ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν·
ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·
δι’ ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ, οὐκ ἔστιν Θεὸς πλὴν σοῦ,
ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται,
δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ’ ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ’ αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ, ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ,
προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ’ ἑαυτοὺς τὸν τοῦ
Ἄκουέ μου Ἰαπὠβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀχούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ※ Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἑπάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.
Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ’ ἂν ἄλλος εἴη Κύριος ὁ
καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ,
ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἀπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς·
αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα·
ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ’ ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ’ οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με·
αὐτὸς δ’ ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς,
καὶ γειηθήτω τάδε καὶ τάδε·
καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν·
ταύτην(ῃ) γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ’ ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστιν πραγματείας.
Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήμην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλάσα σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς
Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι·
πρὸς δὲ τῷ μὴ ἁρμόζειν καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι’ μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι.
Ἀλλὰ καὶ τὸ, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς,
παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος· τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ, Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου;
Οὗτος γάρ ἐστιν ὁ μόνος κατ’ ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται ὁρῶν τὸν Θεὸν,
κατ’ ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ πτερνιστὴς
, καθ’ ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ Ἰακὼβ ὁ παῖς μου,
εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ Ἰακὼβ ὁ παῖς μου
εἴρηται, οὕτως ἐνθάδε τὸ μέγα σοι ἐστι τοῦ κληθῆναί σε παῖδά μου·
καὶ ὡς ἐκεῖ τὸ, Ἰσραὴλ ὁ ἐκλεκτός μου
λέλεκται, οὕτως ἐνθάδε τὸ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε.
Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει·
ἐν δὲ τῇ μετὰ χεῖρας, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε.
Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι’ αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς· φησὶν δὲ, τοῦ καταστῆσαι τὴν γῆν
, τοῦτ’ ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.
Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνήματι Λάζαρε δεῦρο ἔξω,
ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.
Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα. Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ ἐκ κοιλίας
φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου·
ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ’ ὄναρ εἶπεν μεθ’ ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ·
ἐπιφέρει δ’ ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν·
καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλειτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος,
ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ’ ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι·
τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα,
καὶ τὰ ἑξῆς, λέγοιτ’ ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,
καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι·
ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ·
οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·
καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας.
Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων·
καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος,
ἀλλ’ ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν,
καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει.
Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμκαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δ’ ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι;
Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων, μὴ οὐκ ἰσχύει ἡ χεὶρ
καὶ τὰ ἑξῆς ἕως τοῦ, ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ,
ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων, Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον·
καὶ αὖθις ἐπάγει[νετὰ] τὰ λοιπὰ φάσκων, Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα,
καὶ τὰ μέχρι τοῦ, ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με.
Δυνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. Οὐκ οἴδαμεν οὖν εἰ ἕξει τίς περὶ τῆς προκειμένης ἐνδύσω τὸν οὐρανὸν σκότος,
καὶ ἐπιφέροντα ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τὸ, Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.
Τίνι δ’ ἂν ἄλλῳ παρὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν πρέποι λέγειν καὶ τὸ, τίς ὁ κρινόμενος μοι ἀντιστήτω μοι·
ἢ περὶ τίνος λέγοιτ’ ἂν τὰ ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ,
ἢ περὶ μόνου τοῦ Χριστοῦ, τοῦ κατὰ τὰς γραφὰς αἰσχύνης καταφρονήσαντος, κενώσαντός τε ἑαυτὸν καὶ μέχρι μαστίγων ταπεινώσαντος, ὅτε κατὰ τὴν προκειμένην περὶ αὐτοῦ προφητείαν φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν σταυρωθῆναι, τότε δὲ καὶ ῥαπίσματα προφήτευσον ἡμῖν Χριστὲ τίς ἐστιν ὁ παίσας σε;
Ἔοικε δὲ τὰ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κεφαλαίου περὶ τῆς τῶν Ἰουδαίων λέγεσθαι συναγωγῆς· ἰδοὺ γὰρ,
φησὶν, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.
Ἦλθεν γὰρ ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ,
καὶ οὐχ εὗρε τινὰ ἐν αὐτοῖς ἄνθρωπον, ἀλλὰ καὶ πρώτους μὲν αὐτοὺς ἐκάλεσεν· οὐκ ἦν δ’ ὁ λαὸς ὑπακούων. Δι’ ὃ φησὶν, δι’ ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων·
τὰ δ’ ἐπὶ τέλει τῆς περικοπῆς ἀκολούθως μετὰ τὴν ἐκείνων ἀποβολὴν ἐπὶ τὴν ἐξ ἐθνῶν ἀναφέρεται κλῆσιν· ἀπὸ τοῦ, τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ἐπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ.
Ἡμεῖς γὰρ ἀληθῶς ἦμεν οἱ πορευόμενοι ἐν σκότει·
καὶ οὐκ ἦν ἡμῖν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν φῶς, ἀλλὰ νῦν διὰ τὴν τοῦ Θεοῦ χάριν πεποίθαμεν ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἐπιστηριζόμεθα ἐπὶ τῷ Θεῷ· τοῖς δὲ μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οἷς καὶ ἀνωτέρω εἴρητο τὸ, ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς φάγεται ὑμᾶς, ἐπιφέρει ὁ λόγος φάσκων, ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε,
καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς καὶ τὸ, δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν,
ἐκ προσώπου λέλεκται τοῦ Χριστοῦ ἐπονειδίζοντος αὐτοῖς καὶ ἀπελέγχοντος τὴν εἰς αὐτὸν γεγενημένην τοῦ Ἰουδαίων λαοῦ παρανομίαν.
Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός.
Καὶ αὕτη ἐπὶ τὸν Σωτῆρα εὐλογώτατα ἁρμόζοι ἂν ἡ προφητεία, ἐπὶ τῆς ἐπιδημίας αὐτοῦ πληρωθέντος τοῦ, ὅτι ἐγώ
Τῷ μὲν οὖν προτέρῳ λαῷ εἰς πρόσωπον εἴρηται τὰ ἀπὸ τοῦ, δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν·
τὰ δ’ ἀπὸ τοῦ, διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου τῇ ἡμέρᾳ ἐκείνῃ,
νοοῖτο ἂν περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν. Αὐτὸς οὖν ἐστιν ὁ καὶ πρότερον πῆ μὲν δί’ ἀγγέλων, πῆ δὲ καὶ διὰ προφητῶν ἀνθρώποις ὁμιλήσας· καὶ μέντοι ἐκείνους αὖθις παραγενόμενος, καὶ δι’ ἑαυτοῦ τὴν σωτηρίαν πᾶσι κηρύξας, ὁποῖον ἔχει νοῦν ὁ φιλομαθὴς ἐρευνήσας εἴσεται.
Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη, τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ὥψησθε· ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κύριου· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε,
Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδὸς οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν κακώσει καὶ ἐν πληγῇ. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη
Εὐφράνθητι στέῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Καὶ πότ’ ἄλλοτε ὡς ἐπὶ τῇ παρουσία τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν βραχίονα τὸν μέγαν, οὐκ ἄλλον ὄντα τοῦ Λόγου αὐτοῦ, ὁ Πατὴρ καὶ Θεὸς τῶν ὅλων ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν, ἃ καὶ ἰδόντα τὴν δεδωρημένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ σωτηρίαν ἀφίστασθαι τῆς προτέρας προστάττεται πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ’ ὅτι τὰ ἱερὰ οὐχ οὗτός ἔἐστιν ὁ υἱὸς Ἰωσήφ· οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ’ ἡμῖν;
Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ’ αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ’ ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ’ ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ’ αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, (περὶ ὧν ἐλέχθη τὸ, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό,
) εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ συνέσχον γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ Κύριε, τίς ἐπίστευσεν τῇ ἀχοῇ ἡμῶν;
Ὅπερ οὐκ ἐστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ’ ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, τίνι ἀπεκαλύφθη;
Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων, καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.
Ἑξῆς αὐτοῖς λέγεται, ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,
καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ’ ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·
ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Ἐπιφέρεται τούτοις, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν·
δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖνδιὰ τὰς ἁμαρτίας ἡμῶν·
μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;
Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι’ αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος, ἐτραυματίσθη γὰρ,
φησὶ, διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν·
συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ’ αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει· πάντες ὡς πρόβατα
καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ·
καὶ ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Τίς δ’ οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον·
ἢ τί δ’ ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν;
Τίς δ’ ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ’ ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι
Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ’ εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν (φήσαιεν) περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ’ αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς· ἀλλ’ οὐ καθ’ ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ’ ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·
καὶ δι’ ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ’ αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ·
ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον, τούτου χάριν τὰ τοιαδὶ πείσοντα. εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗται εισιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ,
ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται.
Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, μαὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν· ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἔνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.
Τούτοις τὰ λεγόμενα συνίησιν ὑποδεχόμενος ὁ λόγος πνευματικὰς τροφὰς, θείαν τε καὶ οὐράνιον τρυφὴν, ἔτι τε ζωὴν οὐ τὴν σαρκὸς ἀδιάφορον, ἀλλὰ τὴν ἀΐδιον τῆς ψυχῆς. Προσυπισχνεῖται τοῖς αὐτοῖς διαθήκην αἰώνιον διαθήσεσθαι, ἥν τινα φησὶ τὰ ὅσια Δαυὶδ τὰ πιστὰ
περιέξειν. Τίς ἂν οὖν εἴη καὶ αὕτη μετὰ τὴν πρὸς καιρὸν τὴν διὰ Μωσέως καινή τις καὶ αἰώνιος διαθήκη δοθήσεσθαι τούτοις, πρὸς οὓς ὁ λόγος, προφητευομένη; Ἡ καινὴ τῶν ἱερῶν εὐαγγελίων γραφὴ, τὰ ὅσια Δαυὶδ περέχουσα διὰ τὸν ἐκ σπέρματος αὐτοῦ γενόμενον Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ· τοῦτον δὲ καὶ μαρτύριον δεδωκέναι φησὶν ὁ Θεὸς οὐχὶ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσιν, ἄρξοντα τούτων καὶ τούτοις προστάξοντα, οὐχὶ δὲ τῷ προτέρῳ καὶ ἑδόξασα καὶ πάλιν δοξάσω.
Ὅρα δ’ εἰ μὴ συγγενῆ τυγχάνει τοῖς ἐνθάδε ῥητοῖς φάσκουσι τὸ, ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε· καὶ λαοὶ οἳ οὐκ ἔγνωσάν σε ἐπὶ σὲ καταφεύξονται,
τὰ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ, ἔνθα ἐλέγετο, ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσιν.
Τούτοις ὅμοια τυγχάνει καὶ τὰ ἐν ἑπτὰ καὶ δεκάτῳ Ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι.
Ἡμεῖς μὲν οὖν ἀληθεῖς πιστεύοντες τὰς πρὸφητείας
Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκοδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον;
Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ’ ἀλήθειαν παρὰ πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν, ἴδετε ὡς ὁ δίκαιος αἴρεται·
ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ, ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
Εἶτά φησιν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ·
ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν
Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ;
Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ ἄνδρες δίκαιοι,
φησὶν, αἴρονται,
οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ’ ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ’ ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἐξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ, ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.
Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.
Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα αἰώνιον εὐαγγέλιον
ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγελιον.
Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· ※ Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδὶαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ※ τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι
Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ’ ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ’ ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν, πτύξας τὸ βιβλίον,
φησὶ, σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη,
αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν, Μακάριοι οἱ
καὶ ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους,
περὶ ὧν εἴρηται, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν (τοῦ) νοητῶν (τοῦ) Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι·
ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ’ αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας, ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ·
οὗτος δέ ἐστιν ὁ καλέσας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου,
ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ᾽ ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ᾽ ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν, Μακάροι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν. Τίνες δ᾽ ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη·
ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶνμέτοχοι γὰρ τοῦ γεγόναμεν.
Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφηεύεται #καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας,# ἐπὶ (εὶ) τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ
Ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγεν τὸ, περίλυπός ἐστιν ἡ ψυχή μου,
καὶ τὸ, νῦν ἡ ψυχή μου τετάρακτα,
ἐπ᾽ οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ (ὁ) μὲν νυμφίος ὑπῆρχεν τῆς μὴ ἐχούσης σπιλον ἢ ῥυτίδα νύμφης ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ (ῷ) περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ (ου) κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γὴν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς
Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη.
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσὸρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.
Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν (φεν) ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίας, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλῶν αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται· εἴπατε ταῖς θυγατράσι
(δηλαδὴ ταῖς ἐξ ἐθνῶν ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν, ἥτις ἐστι μητὴρ ἡμὼν
κατὰ τὸν ἀπόστολον·) ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν,
καὶ τὰ τούτοις ἑξῆς, δι’ ὧν δηλοῦται ἡ δευτέρα τοῦ Χριστοῦ παρουσία, ὅτε κριτὴς ἥξει ἀποδώσων ἑκάστῳ τῶν ἐπὶ τοῦ παρόντος πόνων τοὺς μισθοὺς, καὶ ὧν ἕκαστος φαύλων εἰργάσατο νῦν τὰς ἀμοιβάς. Ἑξῆς τούτοις οἱονεὶ ἐπερωτῶν ὁ λόγος φησὶν, Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων
(ὃ ἑρμηνεύεται γήϊνος) ἐρύθημα ἱματίων ἐκ Βοσόρ· οὕτως ὡραῖος ἐν
Τοῦτο δὲ ἔοικεν εἰρηκέναι ἀποθαυμάζων τὸ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὴν κένωσιν, καὶ τὴν ἐπὶ γῆς διατριβὴν, καὶ μετὰ τὸ πάθος, καὶ τὴν κάθοδον τὴν εἰς νεκροὺς, ὡραῖον καὶ λαμπρὸν τοῦ κάλλους τοῦ Σωτῆρος ἐν μηδενὶ συγχυθέντος, μηδὲ ῥύπον μήτε μὴν κηλίδα καὶ σπίλον ἀπὸ τῆς ὑλικῆς καὶ σωματικῆς καταστάσεως τῶν τε γηΐνων καὶ ἀνθρωπείων πραγμάτων ἀναδεξαμένου· ἔτι δὲ καὶ τὴν ἰσχὺν αὐτοῦ καταπληττόμενος, τὴν πᾶσαν τοῦ διαβόλου στρατιὰν καταγωνισαμένου. Ἐπιφέρει τὸ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος;
πρὸς ἧν πεῦσιν ὁ Σωτὴρ ἀποκρίνεται, διδάσκων ὅστις ποτὲ εἴη, καὶ φησὶν, Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίμα σωτηρίου.
Πάλιν δὲ πρὸς αὐτὸν ὁ λόγος ὡς διὰ τὸ πάθος φησὶν, διὰ τί σοῦ ἐρυθρὰ τὰ ἱμάτια,
καὶ τὰ ἑξῆς· οἷα γὰρ ἀμνὸς τοῦ Θεοῦ, ἄρας εἰς ἑαυτὸν τὰς ἁμαρτίας τοῦ κόσμου, ἐκ τῶν ἡμετέρων ἁμαρτιῶν ἐρυθρὰ τὰ ἱμάτια περιεβάλετο· ὡς διὰ τοῦτο καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά·
ταῦτα δ’ ἦν τὰ ἐκ τῶν ἡμετέρων ἁμαρτημάτων ἐνδύματα· δι’ ἃ μικρῷ πρόσθεν ἐλέγετο, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·
αὐτὸς γάρ τοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Πάλιν δ’ ὁ Σωτὴρ ἀμειβόμενος τὴν ἐρώτησιν, ὅθεν ἐρυθρὰ γένοιτο αὐτοῦ τὰ ἱμάτια διδάσκει λέγων, ἐκ τῶν ἐθνῶν·
ἅπερ ἔθνη, μηδενὸς ἀνθρώπων αὐτῷ συνεργοῦντος, μόνος ὑπέταξεν, καταπατήσας τὴν ἀντικειμένην πᾶσαν δύναμιν τῶν πολεμίων αὐτῷ πονηρῶν πνευμάτων.
Καὶ ἐμνήσθη Κύριος ἡμερῶν αἰωνίων· ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον.
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ὑπὸ τοῦ Κυρίου ἀναβιβασθεὶς ἐκ τῆς γῆς, ποιμὴν τῶν τοῦ Θεοῦ προβάτων, ἢ ὁ Σωτὴρ ἡμῶν ὁ ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ; Οὗτος γάρ ἐστιν
Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος. καὶ πάντα τὰ ἐπίδοξα ἡμὼν συνέπεσαν· καὶ
Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, Ἰδού εἰμι ἔθνει οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα· ἐπὶ δὲ σε ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.
Καὶ ἐνταῦθα προφητευθείσης πρότερον τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, ἑξῆς σημαίνεται ἡ τῶν ἐθνῶν ἐκλογὴ διὰ τοῦ Χριστοῦ γενομένη· ἐκ προσώπου γάρ τοι τοῦ λαοῦ εὐχὴν ἀναπέμψαντος τοῦ προφήτου, ὁ ἰδοὺ πάρειμι.
Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐθνῶν κλήσεως σαφῶς ὁ λόγος προφητεύει· ἑξῆς δὲ αὖθις δυσωπητικώτατα πρὸς τὸν τῶν Ἰουδαίων λόγον ἐπιφέρει λέγων, ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου, πρὸς λαὸν ἀπειθοῦντα καὶ
Δύναταί γε μὴν διὰ τούτων καὶ τὸ σχῆμα τοῦ κατὰ τὸν σταυρὸν πάθους αὐτοῦ σημαίνεσθαι.
Τοσαῦτα καὶ τὰ ἀπὸ τοῦ Ἡσαίου· ἀλλὰ γὰρ ἐν τέτταρσι καὶ τὴν τῶν Ἐκλογῶν ὑπόθεσιν ἐν τῷ τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς ἐνάτῳ τούτῳ συγγράμματι περιγράψαντες, ἐν τῷ δεκάτῳ τοῖς ἀπὸ τῶν ἀθέων αἱρέσεων τὸν λογισμὸν καταβεβλαμμένοις ἑτέραν ἁρμόττουσαν ἔφοδον παρασχεῖν πειρασόμεθα.