Text encoded in accordance with the latest EpiDoc standards
1
Ἔστωσαν οὖν οἱ ἀριθμοὶ ν΄ ν΄ ν΄ μ΄ μ΄ λ΄· ἔσονται ἄρα οἱ πυθμένες ε΄ ε΄
έ δ΄ δ΄ γ΄· ὁ ἄρα ἐξ αὐτῶν στερεὸς γίνεται
μονάδων Ϛ. καὶ
ἐπεὶ τὸ πλῆθος τῶν δεκάδων ἐστὶν Ϛ΄ καὶ μετρούμενον ὑπὸ τετράδος λείπει
δύο, ἔσται ὁ ἐξ αὐτῶν στερεὸς τῶν δεκάδων μυριάδων ἁπλῶν
ἑκατόν. καὶ ἐπεὶ ὁ ἐκ τῶν δεκάδων στερεὸς ἐπὶ τὸν ἐκ τῶν πυθμένων
στερεὸν ποιεῖ τὸν ἐκ τῶν ἐξ ἀρχῆς στερεόν, αἱ ἄρα μυριάδες
ρ΄· ἐπὶ τὰς μονάδας Ϛ γενόμεναι ποιοῦσιν μυριάδας ξ΄ διπλᾶς, ὥστε ὁ ἐκ
τῶν ν΄ ν΄ ν΄ μ΄ μ΄ λ΄ στερεός ἐστιν μυριάδων ξ΄ διπλῶν.
2 ιε΄. Ἔστωσαν δὴ πάλιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἐφʼ ὧν τὰ Β, ὧν ἕκαστος
ἐλάσσων μὲν χιλιάδος μετρείσθω δὲ ὑπὸ
ἑκατοντάδος, καὶ δέον
ἔστω τὸν ἐξ αὐτῶν στερεὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα τοὺς ἀριθμούς.
Γεγονέτω, καὶ ὁ διπλάσιος τοῦ πλήθους αὐτῶν μετρείσθω πρότερον ὑπὸ
τετράδος, καὶ ὑποκείσθω ὑπὸ ἕκαστον τῶν Β ἑκατοντάς ἡ α΄, καὶ καθὸ
μετρεῖται ἕκαστος τῶν Β
τουτέστιν μονάδες ρκ΄. δείκνυται οὖν διὰ τῶν γραμμῶν ὁ
διὰ τῶν ἐχʼ ὧν τὰ Β στερεὸς μυριάδων διπλῶν ρκ, ἐπειδὴ καὶ ὁ διὰ τῶν ἐχʼ
ὧν
τὰ Β στερεὸς ἴσος ἐστὶν τῷ διὰ τῶν ἑκατοντάδων στερεῷ ἐπὶ
τὸν ἐκ τῶν πυθμένων στερεόν, τουτέστιν διπλῆ μυριάς α΄ ἐπὶ τάς ρκ΄
μονάδας.
3 Ἀλλ᾿ ὁ διπλάσιος τοῦ πλήθους τῶν ἐχʼ ὧν τὰ Β μὴ μετρείσθω ὑπὸ τετράδος·
μετρούμενος ἄρα λείψει δυάδα ἐξ
ἀνάγκης (τοῦτο γὰρ
προδέδεικται), ὥστε καὶ ὁ διπλάσιος τοῦ πλήθους τῶν ἑκατοντάδων
μετρούμενος ὑπὸ τετράδος· τὸ ἄρα πλῆθος τῶν ἑκατοντάδων μετρούμενον ὑπὸ
δυάδος λείψει μίαν ἑκατοντάδα. ὁ τοίνυν διὰ τῶν ἑκατοντάδων στερεὸς
ἔσται μυριάδων ρ΄ ὁμωνύμων τῷ Ζ, τουτέστι διπλῶν,
ὥστε
δῆλον ὅτι ὁ διὰ τῶν ἐχʼ ὧν τὰ Β μυριάδες εἰσὶν ρ ὁμώνυμοι τῷ Ζ γενόμεναι
ἐπὶ τὸν Ε τὰς ρκ΄ μονάδας. γίνονται μυριάς μία δισχίλιαι
διπλῶν μυριάδων.
4 ιϚ΄. Ἔστωσαν δύο ἀριθμοὶ οἱ ΑΒ, καὶ ὁ μὲν Α ὑποκείσθω ἐλάσσων μὲν
χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος,
οἷον μονάδες φ΄, ὁ
δέ Β ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, οἷον μονάδες
μ΄, καὶ δέον ἔστω τὸν ἐξ αὐτῶν ἀριθμὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα
αὐτούς.
Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν οἱ γὰρ ε΄ δ΄ πυθμένες αὐτῶν ὄντες
μο. ε΄ καὶ μο. δ΄ πολλαπλασιασθέντες ποιοῦσι μονάδας κ΄,
χιλιάκις δὲ ὁ κ΄ ἀριθμὸς ποιεῖ μυριάδας δύο ποιούσας τὸν ὑπὸ τῶν Α Β
γινόμενον. τὸ δὲ γραμμικὸν δῆλον ἐξ ὧν ἔδειξεν Ἀπολλώνιος.
5 ιζ΄. Ἐπὶ δὲ τοῦ ιη΄ θεωρήματος. Ἔστω πλῆθος ἀριθμῶν τὸ ἐχʼ ὧν τὰ Α, ὧν
ἕκαστος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, καὶ ἄλλο
πλῆθος ἀριθμῶν τὸ ἐχ’ ὧν τὰ Β, ὧν ἕκαστος ἐλάσσων μὲν χιλιάδος
μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν ἐχ᾿
ὧν τὰ Α Β στερεὸν εἰπεῖν μὴ πολλαπλασιάσαντα αὐτούς. Έστωσαν γὰρ
πυθμένες τῶν μὲν ἐχʼ ὧν τὰ Α οἱ ἐχʼ ὧν τὰ Η, μονάδες α΄ καὶ β΄ καὶ γ΄
καὶ δ΄ , τῶν δὲ ἐχʼ ὧν τὰ Β οἱ ἐχʼ ὧν τὰ Θ, μονάδες β΄ καὶ γ΄ καὶ δ΄ καὶ
ε΄, καὶ ληφθέντες τοῦ ἐκ τῶν πυθμένων στερεοῦ τῶν β΄ γ΄ δ΄ , τουτέστιν τοῦ Ε, μονάδων ὄντος βωπ΄,
τὸ πλῆθος τῶν ἐχʼ ὧν τὰ Α προσλαβὸν τὸν διπλασίονα τοῦ πλήθους τῶν ἐχʼ
ὧν τὰ Β μετρείσθω πρότερον ὑπὸ τετράδος
β΄ γ΄ δʼ ε΄κατὰ τὸν Ζ, μετρεῖ δὲ
αὐτούς. καὶ δείκνυσιν ὁ Ἀπολλώνιος τὸν ἐκ πάντων τῶν ἐχʼ ὧν τὰ
Α Β στερεὸν
μυριάδων τοσούτων, ὅσαι εἰσὶν ἐν τῷ Ε μονάδες,
ὁμωνύμων τῷ Ζ ἀριθμῷ, τουτέστιν τριπλῶν μυριάδων βωπ΄. μία γὰρ
μυριὰς ῥμώνυμος τῷ Ζ, τουτέστιν τριπλῆ, ἐπὶ τὸν Ε, τουτέστιν τά
βωπ΄, γενομένη ποιεῖ τὸν ἐκ τῶν στερεῶν ἀριθμὸν τῶν ἐφ᾿ ὧν τὰ Α Β· ὁ
ἄρα ἐκ τῶν
ἀριθμῶν στερεὸς τῶν ἐχʼ ὧν τὰ Α Β μυριάδες
εἰσὶν τοσαῦται, ὅσαι εἰσὶν ἐν τῷ Ε μονάδες, ὁμώνυμοι τῷ Ζ
ἀριθμῷ.
6 Ἀλλὰ δὴ τὸ πλῆθος τῶν ἐχʼ ὧν τὰ Α, προσλαβὸν
μετρούμενον ὑπὸ τετράδος καταλείπω δύο, ἐκ τῶν ἀριθμῶν στερεὸς τῶν
ἐξ᾿ ὧν τὰ Α Β μυριάδες εἰσὶν τοσαῦται ὁμώνυμοι τῷ Ζ, ὅσος ἐστὶν ὁ
ἑκατονταπλάσιος τοῦ Ε ἀριθμοῦ, ὅταν δὲ τρεῖς καταλειφθῶσιν, ἴσος ἐστὶν ὁ
ἐξ αὐτῶν στερεὸς μυριάσιν τοσαύταις ὁμωνύμοις τῷ Ζ, ὅσος
ἐστὶν ὁ χιλιαπλάσιος τοῦ Ε ἀριθμοῦ.
7 ιη΄. Ἐπὶ δὲ τοῦ ιθ΄ θεωρήματος. Ἔστω τις ἀριθμὸς ὁ Α ἐλάσσων μὲν
ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, καὶ ἄλλοι ὁσοιδηποτοῦν ἀριθμοὶ
ἐλάσσονες δεκάδος οἷον οἱ Β Γ ∠ Ε, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ
∠ Ε στερεὸν
εἰπεῖν.
Ἔστω γὰρ καθʼ ὃν μετρεῖται ὁ Α ὑπὸ τῆς δεκάδος ὁ Ζ, τουτέστιν ὁ πυθμὴν τοῦ Α, καὶ εἰλήφθω ὁ ἐκ τῶν Ζ Β Γ ∠ Ε στερεὸς καὶ ἔστω ὁ Η· λέγω ὅτι ὁ διὰ τῶν Α Β Γ ∠ Ε στερεὸς δεκάκις εἰσὶν οἱ Η.
Καὶ ἔστι φανερὸν διὰ τῶν ἀριθμῶν τοῦ γὰρ Α ὑποκειμένου, φέῤ εἰπεῖν,
μονάδων κ΄ καὶ τοῦ Β μονάδων γ΄ καὶ τοῦ Γ μονάδων δ΄ καὶ τοῦ ∠
μονάδων ε΄ καὶ τοῦ Ε μονάδων Ϛ΄, ὁ ἐξ αὐτῶν στερεὸς γίνεται μονάδες ζσ΄.
ἀλλὰ καὶ τοῦ Ζ ὄντος μονάδων β΄, ὅς ἐστι πυθμὴν τοῦ Α, ὁ ἐκ
τούτου καὶ τῶν Β Γ ∠ Ε στερεὸς δεκάκις γενόμενος ἔσται μονάδες
ζσ΄, ἴσος τῷ ἐκ τῶν Α Β Γ ∠ Ἑ στερεῷ. τὸ δὲ γραμμικὸν ὑπὸ τοῦ
Ἀπολλωνίου δέδεικται.
8 ιθ΄. Ἀλλὰ δὴ ἔστωσαν δύο ἀριθμοὶ οἱ Α Β, ὧν ἑκάτερος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, τῶν δὲ Γ ∠ Ε ἕκαστος ἐλάσσων δεκάδος ἔστω, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸν εἰπεῖν.
Ἔστωσαν γὰρ τῶν Α Β πυθμένες οἱ Ζ Η· λέγω ὅτι
ὁ ἐκ τῶν Α Β Γ
∠ Ε στερεὸς τοῦ ἐκ τῶν Ζ Η Γ ∠ Ε στερεοῦ ἑκατονταπλάσιός
ἐστιν.
Φανερὸν δὲ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων κ΄ καὶ τοῦ Β
μονάδων λ΄ καὶ τοῦ Γ μονάδων β΄ καὶ τοῦ ∠ μονάδων γ΄ καὶ τοῦ Ε
μονάδων δ΄ καὶ τοῦ Ζ
μονάδων β΄ καὶ τοῦ Η μονάδων γ΄· ὁ γὰρ
ὑπὸ τῶν Α Β Γ ∠ Ε στερεός ἐστιν μ δυ΄, ὁ δὲ ὑπὸ Ζ Η Γ ∠ Ε
μονάδες ρμδ΄, οὗτος δὲ γενόμενος ἑκατοντάκις ποιεῖ μ δυ΄. τὸ δὲ
γραμμικὸν ἐκ τῶν Ἀπολλωνίου.
9 κ΄. Ἀλλὰ δὴ ἔστωσαν τρεῖς ἀριθμοὶ οἱ Α Β Γ, καὶ
ἔστω
ἕκαστος αὐτῶν ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος,
ἕκαστος δὲ τῶν ∠ Ε Ζ ἔστω ἐλάσσων δεκάδος, καὶ ἔστωσαν τῶν Α Β Γ
πυθμένες οἱ Η Θ Κ, καὶ εἰλήφθω ὁ ἐκ τῶν Η Θ Κ ∠ Ε Ζ στερεὸς καὶ
ἔστω ὁ Ξ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ στερεὸς ἴσος ἐστὶν χιλίοις
τοῖς Ξ.
Ἔστι φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος λόγου χάριν μονάδων κ΄ καὶ τοῦ
Β μονάδων λ΄ καὶ τοῦ Γ μονάδων μ΄ καὶ τοῦ ∠ μονάδων β΄ καὶ τοῦ Ε
μονάδων γ΄ καὶ τοῦ Ζ μονάδων δ΄, τοῦ δὲ Η μονάδων β΄ καὶ τοῦ Θ μονάδων
γ΄ καὶ τοῦ Κ μονάδων δ΄ ὁ γὰρ ὑπὸ Α Β Γ ∠ Ε Ζ
στερεός ἐστιν μυριάδων νζ΄ ἁπλῶν καὶ μονάδων Ϛ, ὁ δὲ ὑπὸ τῶν Η Θ Κ
πυθμένων καὶ τῶν ∠ Ε Ζ ἔσται μονάδων φοϚ΄, αὗται δὲ χιλιάκις
γενόμεναι, τουτέστιν ἐκ πάντων στερεός, γίνεται μυριάδων ἁπλῶν νζ΄ καὶ
μονάδων Ϛ.
10 κα΄. Ἀλλὰ δὴ ἔστωσαν πλείους τριῶν οἱ Α Β Γ ∠ Ε,
Τὸ πλῆθος τῶν Α Β Γ ∠ Ε πρότερον μετρείσθω ὑπὸ τετράδος κατὰ τὸν Ο,
καὶ ἔστωσαν τῶν Α Β Γ ∠ Ε πυθμένες οἱ Κ Λ Μ Ν Ξ· ὅτι ὁ ἐκ τῶν Α Β
Γ ∠ Ζ Η Θ
στερεὸς ἴσος ἐστὶν μυριάσιν ὁμωνύμοις τῷ Ο
ὅσαι μονάδες εἰσὶν ἐν τῷ στερεῷ τῷ ἐκ τῶν Κ Λ Μ Ν ἐπὶ τὸν ἐκ τῶν Ζ Η
Θ.
Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὑποκειμένου λόγου χάριν μονάδων ι΄
καὶ τοῦ Β μονάδων κ΄ καὶ
τοῦ Γ μονάδων λ΄ καὶ τοῦ ∠
μονάδων μ΄, καὶ τῶν Κ Λ Μ Ν πυθμένων ὄντων μονάδων α΄ καὶ β΄ καὶ γ΄ καὶ
δ΄· ὁ ἄρα ἐκ τῶν Α Β Γ ∠ στερεός ἐστιν ἁπλῶν μυριάδων κδ᾿, ὁ δὲ ἐκ
τῶν Α Β Γ ∠ Ζ Η Θ μυριάδων ἁπλῶν ρμδ΄, ὁ δὲ ἐκ τῶν Κ Λ Μ Ν
πυθμένων μονάδων κδ΄ οὗτος δὲ γενόμενος
ἐπὶ τὸν ἐκ τῶν Ζ Η
Θ, ὄντα μονάδων Ϛ΄, ποιεῖ μονάδας ρμδ΄, ὅσαι μυριάδες ἁπλαῖ εἰσιν τοῦ ἐκ
τῶν Α Β Γ ∠ Ζ Η Θ στερεοῦ, διὰ τὸ καὶ τετράδα ἅπαξ μετρεῖν τὸ
πλῆθος τῶν Α Β Γ ∠.
11 Ἀλλὰ δὴ τὸ πλῆθος τῶν Α Β Γ ∠ Ε μὴ μετρείσθω
ὑπὸ
τετράδος· μετρούμενον δὴ ἤτοι α΄ ἢ β΄ ἢ γ΄ λείψει. εἰ μὲν οὖν ἕνα
λείψει, ἔσται ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδων ὁμωνύμων
τῷ Ο, ὅσος ἐστὶν ὁ ἐκ τῶν Κ Λ Μ Ν Ξ στερεὸς ἐπὶ τὸν ἐκ τῶν Ζ Η Θ
γενόμενος δεκάκις, εἰ δὲ δύο λείψει, ἑκατοντάκις γενόμενος ὁ
εἰρημένος . εἰ δέ τρεῖς λείψει, ὅσων ὁ ἐκ
τῶν Κ Α Μ Ν Ξ
στερεός
12 κβ΄. Ἔστω ὁ μὲν Α ἐλάσσων μὲν χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος,
ἕκαστος δὲ τῶν Β Γ ∠ ἐλάσσων δεκάδος,
καὶ δέον ἔστω
τὸν ἐκ τῶν Α Β Γ ∠ στερεὸν εἰπεῖν.
Κείσθω γάρ τοῦ μὲν Α πυθμὴν ὁ Ε, ὁ δὲ ἐκ τῶν Ε Β Γ ∠ ὁ Ζ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ στερεὸς ἑκατοντάκις ἐστὶν ὁ Ζ.
Φανερὸν δέ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὑποκειμένου,
φέῤ
εἰπεῖν, μονάδων τ΄ καὶ τοῖ Β μονάδων γ΄ καὶ τοῦ Γ μονάδων δ΄ καὶ τοῦ
∠ μονάδων ε΄· ὁ μὲν γάρ ὑπὸ τῶν Α Β Γ ∠ ἐστὶν μ η, ὁ δέ ὑπὸ
τῶν Ε Β Γ ∠ ἐστὶν μονάδων ρπ΄· οὗτος δὲ γενόμενος ἑκατοντάκις
ἔσται μ η. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.
13 κγ΄. Ἐπὶ δὲ τοῦ κδ΄ θεωρήματος. Τοῦ Α ὑποκειμένου λόγου χάριν μονάδων
σ΄ καὶ τοῦ Β μονάδων τ΄ καὶ τοῦ Γ μονάδων β΄ τοῦ δὲ ∠ μονάδων γ΄
καὶ τοῦ Ε μονάδων δ΄, ὁ στερεὸς ἐξ αὐτῶν ἔσται μυριάδων ἁπλῶν ρμδ΄, ἐπεὶ
τὸ διπλάσιον τοῦ πλήθους τῶν Α Β μετρεῖται ὑπὸ τετράδος
ἅπαξ κατὰ τὸν Κ, δὲ ὑπὸ τῶν Ζ H πυθμένων καὶ τῶν Γ ∠ Ε
ἐστιν μονάδων ρμδ΄ ὁ Θ στερεός ἁπλῶν οὖν μυριάδων ρμδ΄ ἐστὶν ὁ ἐκ
τῶν Α Β Γ ∠ Ε στερέος. Ἐὰν δὲ τὸ διπλάσιον τοῦ πλήθους
τῶν Α Β μὴ μετρῆται ὑπὸ τετράδος, δῆλον ὅτι μετρούμενον κατὰ τὸν Κ
λείψει δύο τοῦτο γάρ ἀνώτερον ἐδείχθη. διὰ δὴ τοῦτο ἐκ
τοῦ λείπεσθαι δύο μυριάδες εἰσὶν ἑκατὸν ὁμώνυμοι τῷ Κ, καὶ
ἔστιν ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς ὁ Θ ἴσος τῷ
14 κδ΄. Ἐπὶ δὲ τοῦ κε΄ θεωρήματος. Ἔστω τῶν μὲν Α Ε ἑκάτερος ἐλάσσων μὲν
ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν Γ ∠ Ε
ἔστω ἐλάσσων δεκάδος, καὶ
δέον ἔστω τὸν ἐξ
αὐτῶν στερεὸν εἰπεῖν.
Ἔστωσαν γάρ τῶν Α Β πυθμένες οἱ Θ Κ, καὶ τῷ ἐκ τῶν Θ Κ Γ ∠ Ε στερεῷ ἴσος ἔστω ὁ Λ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς ἴσος ἐστὶν ἑκατὸν τοῖς Λ.
Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων
κ΄ καὶ
τοῦ Β μονάδων κ΄, καὶ τοῦ Γ μονάδων ε΄ καὶ τοῦ ∠ μονάδων Ϛ΄ καὶ
τοῦ Ε μονάδων ζ΄, καὶ τῶν Θ Κ πυθμένων ὄντων μονάδων β΄· ὁ γὰρ ὑπὸ τῶν Θ
Κ Γ ∠ Ε γίνεται στερεὸς μονάδων ωμ΄, οὗτος δὲ ἑκατοντάκις
γενόμενος ἔσται μυριάδων η΄ μονάδων δ, ἴσος τῷ ἐκ τῶν
Α Β Γ
∠ Ε στερεῷ ἀριθμῷ.
15 κε΄. Τὸ δʼ ἐπὶ πᾶσι θεώρημα κϚ΄ πρότασιν ἔχει καὶ ἀπόδειξιν τοιαύτην.
Ἔστωσαν δύο ἀριθμοὶ ἢ πλείους οἱ Α Β, ὧν ἕκαστος ἐλάσσων μὲν χιλιάδος
μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, καὶ ἄλλοι ἀριθμοὶ ὁσοιδήποτε οἱ Γ
∠ Ε,
ὧν ἕκαστος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος
δὲ ὑπὸ δεκάδος, καὶ ἄλλοι πάλιν ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Ζ Η Θ, ὧν
ἕκαστος ἐλάσσων δεκάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ Ε Η Θ
στερεὸν εἰπεῖν.
Ἔστωσαν γὰρ τῶν Α Β Γ ∠ Ε πυθμένες οἱ Λ Μ Ν
Ξ Ο. ὁ δὴ
διπλάσιος τοῦ πλήθους τῶν Α Β μετὰ τοῦ τῶν Γ ∠ Ε ἁπλοῦ ἀριθμοῦ
ἤτοι μετρεῖται ὑπὸ τετράδος ἢ οὔ.
Μετρείσθω πρότερον ὑπὸ τετράδος κατὰ τὸν Κ, καὶ ὑποτετάχθωσαν τοῖς μὲν Α
Β ἑκατοντάδες αἱ Π Ρ, τοῖς δὲ Γ ∠ Ε δεκάδες αἱ Σ Τ Υ καὶ ὁ
διπλάσιος ἄρα τοῦ πλήθους τῶν Π Ρ μετὰ τοῦ πλήθους τῶν Σ Τ Υ
μετρεῖται ὑπὸ τετράδος κατὰ τὸν Κ. καὶ φανερὸν ὅτι ὁ ἐκ τῶν
Π Ρ Σ Τ Υ ἐπὶ τὸν ἐκ τῶν Λ Μ Ν Ξ Ο ἴσος ἐστὶ τῷ ἐκ τῶν Α
Β Γ ∠ Ε στερεῷ. εἰλήφθω δὴ ὁ ἐκ τῶν Α Μ Ν Ξ Ο Ζ Η Θ στερεὸς καὶ
ἔστω ὁ Φ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδες εἰσὶν
τοσαῦται ὁμώνυμοι τῷ Κ ὅσαι μονάδες εἰσὶν ἐν τῷ Φ. τοῦτο δὲ γραμμικῶς
Ἀπολλώνιος
ἀπέδειξεν.
16 Ἐὰν δὲ ὁ διπλάσιος τοῦ πλήθους τῶν Α Β μετὰ τοῦ πλήθους τῶν Γ ∠
Ε μὴ μετρῆται ὑπὸ τεράδος, μετρούμενος ἄρα κατὰ τὸν Κ λείψει ἢ ἕνα ἢ δύο
ἢ τρεῖς. εἰ μὲν οὖν ἕνα λείψει, ὁ ἐκ τῶν Π Ρ Σ Τ Υ στερεὸς μυριάδες
εἰσὶν δέκα ὁμώνυμοι τῷ Κ, εἰ δὲ δύο, μυριάδες ἑκατὸν
ὁμώνυμοι τῷ Κ, εἰ δὲ τρεῖς, μυριάδες χίλιαι ὁμώνυμοι τῷ Κ. καὶ δῆλον ἐκ
τῶν γεγραμμένων ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ Η Θ στερεὸς μυριάδες
εἰσὶν τοσαῦται, ὅσος ὁ δεκαπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ ἀριθμῷ, ἢ ὅσος ὁ
ἑκατονταπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ, ἢ ὅσος ὁ
χιλιαπλάσιος τοῦ Φ, ὁμώνυμοι τῷ Κ.
17 Τούτου δὴ τοῦ θεωρήματος προτεθεωρημένου πρόδηλον, πῶς
ἔστιν τὸν δοθέντα στίχον πολλαπλασιάσαι καὶ εἰπεῖν τὸν γενόμενον ἀριθμὸν
ἐκ τοῦ τὸν πρῶτον ἀριθμὸν
ὃν εἴληφε τὸ πρῶτον τῶν γραμμάτων
ἐπὶ τὸν δεύτερον ἀριθμὸν ὃν εἴληφε τὸ δεύτερον τῶν γραμμάτων
πολλαπλασιασθῆναι καὶ τὸν γενόμενον ἐπὶ τὸν τρίτον ἀριθμὸν ὃν εἴληφε τὸ
τρίτον γράμμα καὶ κατὰ τὸ ἑξῆς περαίνεσθαι μέχρι τοῦ διεξοδεύεσθαι τὸν
στίχον, ὃν εἶπεν Ἀπολλώνιος
ἐν ἀρχῇ κατὰ τὸν
στίχον οὕτως.
Ἀρτέμιδος κλεῖτε κράτος ἔξοχον ἐννέα κοῦραι (τὸ δὲ κλεῖτέ φησιν ἀντὶ τοῦ ὑπομνήσατε).
18 Ἐπεὶ οὖν γράμματά ἐστιν λη΄ τοῦ στίχου , ταῦτα δὲ περιέχει ἀριθμοὺς
δέκα τοὺς ρ΄ τ΄ σ΄ τ΄ ρ΄ τ΄ σ΄ χ΄ υ΄ ρ΄, ὧν ἕκαστος ἐλάσσων μέν ἐστιν
χιλιάδος μετρεῖται δὲ ὑπὸ
ἑκατοντάδος, καὶ ἀριθμοὺς ιζ΄ τοὺς
μ΄ ι΄ ο΄ κ΄ λ΄ ι΄ κ΄ ο΄ ξ΄ ο΄ ο΄ ν΄ ν΄ ν΄ κ΄ ο΄ ι΄, ὧν ἕκαστος ἐλάσσων
μέν ἐστιν ἑκατοντάδος μετρεῖται δὲ ὑπὸ δεκάδος, καὶ τούς λοιποὺς
σὺν ταῖς μονάσιν ια΄ τοὺς α΄ ε΄ δ΄ ε΄ α΄ ε΄ ε΄ ε΄ α΄ α΄,
ὧν ἕκαστος ἐλάσσων δεκάδος, ἐὼν ἄρα τοὺς δέκα ἀριθμοὺς τοῖς μὲν δέκα ἀριθμοῖς ὑποτάξωμεν
ἰσαρίθμους δέκα κατὰ τάξιν ἑκατοντάδος, τοῖς δὲ ιζ΄ ὁμοίως ὑποτάζωμεν
δεκάδας ιζ΄,
διπλασιάσωμεν καὶ τοὺς γενομένους κ΄ προσθῶμεν τοῖς εἰρημένοις ἁπλῶς
ἀριθμοῖς ἑπτακαίδεκα, τὰ γενόμενα ὁμοῦ λζ΄ ἕξομεν τῶν ὑπ᾿ αὐτοῦ
γενομένων ἀναλόγων, κἂν
φανερὸν ἐκ τοῦ ἀνώτερον λογιστικοῦ θεωρήματος
ιβ΄ ὅτι δέκα ἑκατοντάδες μετὰ τῶν ιζ΄ δεκάδων ποιοῦσι μυριάδας ἐνναπλᾶς
δέκα. αἱ γάρ δέκα ἑκατοντάδες δὶς γενόμεναι, τουτέστιν κ΄, καὶ
προσλαβοῦσαι τὰς ιζ΄ δεκάδας γίνονται λζ΄ ἀναλόγων ὄντα· μερισθέντα
δὲ τὰ λζ΄ εἰς τὸν δ΄ ποιεῖ τὸν
ἐκ τοῦ μερισμοῦ θ΄ καὶ
καταλείπεται α΄, ὡς εἶναι μυριάδας ἐνναπλᾶς δέκα τὰ ἐκ τῶν
ἑκατοντάδων δέκα καὶ δεκάδων ιζ΄.
19 Ἐπεὶ δὲ καὶ πυθμένες ὁμοῦ τῶν μετρουμένων ἀριθμῶν ὑπὸ ἑκατοντάδος καὶ
τῶν μετρουμένων ὑπὸ δεκάδος εἰσὶν οἱ ὑποκείμενοι κζ΄
μυριάδων τετραπλῶν
ιθ΄ καὶ τριπλῶν ϚλϚ΄ καὶ διπλῶν ηυπ΄.
20 Ἴσος δὲ τούτῳ συνάγεται καὶ ὁ διὰ τῶν τοῦ
στίχου πυθμένων ἅμα ταῖς μονάσιν
γ΄ ζ΄ β΄ ε΄ Ϛ΄ ζ΄ Ϛ΄ ζ΄ ε΄ ε΄ ε΄ ε΄ ε΄ α΄ β΄ ζ΄ δ΄ α΄ α΄
α΄.
ηυπ΄.
21 Αὗται δὴ συμπολλαπλασιαζόμεναι ἐπὶ τὸν ἐκ τῶν ἑκατοντάδων καὶ δεκάδων
στερεόν, τουτέστι τὰς προκειμένας μυριάδας ἐνναπλᾶς δέκα, ποιοῦσιν
μυριάδας τρισκαιδεκαπλᾶς ρҀϚ΄, δωδεκαπλᾶς τξη΄, ἑνδεκαπλᾶς δω΄.
ἐνναπλαῖ γὰρ ταῦτα γὰρ πάντα προδέδεικται.
μυριάδες ἐπὶ μὲν τετραπλᾶς ποιοῦσι
τρισχαιδεκαπλᾶς, ἐπὶ δὲ τριπλᾶς γενόμεναι ποιοῦσιν δωδεκαπλᾶς, καὶ
ὁμοίως ἐπὶ διπλᾶς πολλαπλασιασθεῖσαι γίνονται ἑνδεκαπλαῖ
22 Φατέον οὖν τὸν ἐξ ἀρχῆς στίχον
23 Πάλιν δεδόσθω στίχος ὁ ὑποκείμενος
25 Τῶν δὴ ἀναλόγων κβ΄ καὶ μετρουμένων ὑπὸ τετράδος καὶ δυάδος
ὑπολειπομένης ὅσαι μονάδες γεγόνασιν μέτρῳ εἰς ε΄,
τοσαυτάκις αὐξήσομεν τὸν ἐκβάντα διά τε τῶν μονάδων
καὶ
διὰ τῶν πεπολλαπλασιασμένων πυθμένων ἀριθμόν (λέγω δὲ
τοσαυτάκις κατὰ μυριάδων αὔξησιν), ὥστε γίνεσθαι τὸν πρότερον ὑπάρχοντα
μυριάδων τετραπλῶν δύο, τριπλῶν αωμθ΄, διπλῶν δυβ΄ καὶ ἁπλῶν εχ΄, νῦν
ἐνναπλῶν β΄, ὀκταπλῶν, αωμθ΄, ἑπταπλῶν δυβ΄, ἑξαπλῶν εχ΄.
26 Ὅτι δὲ περιλέλειπται τῶν ἀναλόγων δύο, ἅπερ ἐστὶ τῆς ἑκατοντάδος, τοσαυτάκις αὐξήσομεν τὸν εἰρημένον ἀριθμόν, ὥστε εἶναι μυριάδων ἐνναπλῶν σιη΄, ὀκταπλῶν δϠμδ΄, ἑπταπλῶν σνϚ΄.
27 Ῥητέον οὖν τὸν ἐξ ἀρχῆς στίχον
Περιέχει δὲ προβλήματα γεωμετρικὰ ἐπίπεδά τε καὶ στερεά.
1 Οἱ τὰ ἐν γεωμετρίᾳ ζητούμενα βουλόμενοι τεχνικώτερον διακρίνειν, ὦ
κράτιστε Πανδροσίον, πρόβλημα μὲν ἀξιοῦσι καλεῖν ἐφʼ οὗ προβάλλεταί τι
ποιῆσαι καὶ κατασκευάσαι,
θεώρημα δὲ ἐν ᾧ τινῶν ὑποκειμένων
τὸ ἑπίμενον αὐτοῖς καί πάντως ἐπισυμβαῖνον θεωρείται, τῶν παλαιῶν τῶν
μὲν προβλήματα πάντα, τῶν δὲ θεωρήματα εἶναι φασκόντων. ὁ μὲν οὖν τὸ
θεώρημα προτείνων συνιδὼν ὁντινοῦν τρόπον τὸ ἀκόλουθον τούτῳ ἀξιοῖ
ζητεῖν καὶ οὐκ ἂν ἄλλως ὑγιῶς
προτείνοι, ὁ δὲ τὸ πρόβλημα
προτείνων ἂν μὲν ἀμθὴς ᾖ καὶ παντάπασιν ἰδιώτης, κἂν·
ἀδύνατόν πως κατασκευασθῆναι προστάξῃ, σύγγνωστός ἐστιν καὶ ἀνυπεύθυνος.
τοῦ γὰρ ζητοῦντος ἔργον καὶ τοῦτο διορίσαι, τό τε δυνατὸν καὶ τὸ
δύνατον, κἂν ᾖ δυνατόν, πότε καὶ πώς καὶ ποσαχῶς δυνατόν.
ἐὰν δὲ προσποιούμενος ᾖ τὰ μαθήματά πως ἀπείρως προβάλλων, οὐκ ἔστιν
αἰτίας ἔξω. πρῴην γοῦν τινες τῶν τὰ μαθήματα προσποιουμένων εἰδέναι διὰ
σοῦ τὰς τῶν προβλημάτων προτάσεις ἀμαθῶς ἡμῖν ὥρισαν. περὶ ὧν ἔδει καὶ
τῶν παραπλησίων αὐτοῖς ἀποδείξεις τινὰς ἡμάς
εἰπεῖν εἰς
ὠφέλειαν σήν τε καὶ τῶν φιλομαθούντων ἐν τῷ τρίτῳ τούτῳ τῆς συναγωγῆς
βιβλίῳ. τὸ μὲν οὖν πρῶτον τῶν προβλημάτων μέγας τις γεωμέτρης εἶναι
δοκῶν ὥρισεν ἀμαθῶς· τὸ γάρ δύο δοθεισῶν εὐθειῶν δύο μέσας ἀνάλογον ἐν
συνεχεῖ ἀναλογίᾳ λαβεῖν ἔφασκεν εἰδέναι διʼ ἐπιπέδου
2 α΄. Ἔστωσαν δύο εὐθεῖαι αἱ ΑΒ ΑΓ πρὸς ὀρθὰς ἀλλήλαις, καὶ ἤχθω ἀπὸ τοῦ
Β τῇ ΑΓ παράλληλος ἡ Β∠, καὶ
κείσθω τῇ ΑΒ· ἴδη ἡ
Β∠, καὶ ἐπεζεύχθω ἡ ∠Γ, καὶ συμπιπτέτω τῇ ΒΑ κατὰ τὸ Ε, καὶ
ἀπὸ τοῦ Ε τῇ ΑΓ παράλληλος ἡ ΕΘ, καὶ ἐκβεβλήσθω ἡ Β∠, καὶ ἤχθω ἀπὸ
τοῦ ∠ τῇ ΒΕ παράλληλος ἡ ∠Η, καὶ κείσθωσαν τῇ Β∠ ἴσαι
αἱ ∠Ν ΝΛ ΛΞ ΞΚ καὶ διὰ τῶν Ν Λ Ξ Κ σημείων τῇ ΒΕ
παράλληλοι αἱ ΝΟ ΛΜ ΞΠ ΚΘ καὶ κείσθω τῇ ΒΑ ἴση ἡ ΚΡ, καὶ τετμήσθω δίχα ἡ
ΚP κατὰ τὸ Σ, καὶ ὡς ἡ ΚΘ πρὸς ΘΣ, οὕτως ἡ ΣΘ πρὸς ΘΤ, ὡς δέ ἡ ΣΘ πρὸς
ΘΤ, οὕτως ἡ ΘΤ πρὸς ΘΦ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς ΞΠ τῇ ΑΒ ἴση ἡ ΧΞ, καὶ
ἐπεζεύχθω ἡ ΧΚ καὶ ἡ ΚΦ καὶ ἀπὸ τοῦ
Σ τῇ XΦ παράλληλος ἡ
ΣΨ, ὑπὸ δὲ τοῦ Ψ τῇ ΚΞ παράλληλος ἡ ΨΩ, καὶ ἔστω ὡς ΛΜ πρὸς ΜΩ, οὕτως ἡ
ΩΜ πρὸς ΜΑ. ὡς δὲ ἡ ΩΜ πρὸς ΜΑ, οὕτως ἡ ΑΜ πρὸς ΜΒ, καὶ ἀφῃρήσθω ἀπὸ τῆς
ΟΝ τῇ ΑΒ ἴση ἡ ΝΓ, καὶ ἐπεζεύχθω ἡ ΓΛ καὶ ἡ ΓΒ, καὶ ἤχθω ἀπὸ τοῦ Ω τῇ ΒΓ
παράλληλος ἡ Ω∠, ἀπὸ δέ τοῦ ∠ τῇ ΛΝ
παράλληλος ἡ ΛΕ, καὶ ἔστω ὡς ἡ ∠Η πρὸς ΗΕ, οὕτως ΗΕ πρὸς ΗΖ, ὡς δὲ
ἡ ΕΗ πρὸς ΗΖ, οὕτως ἡ ΖΗ πρὸς ΗΘ, καὶ ἐπεζεύχθω ἡ ΘΓ, καὶ ἤχθωσαν τῇ ΘΓ
παράλληλοι αἱ ΖΚ ΕΛ, καὶ ἀπὸ τῶν Κ Λ ταῖς ΑΓ B∠ παράλληλοι αἱ ΚΜ
ΛΝ
δεῖξαι ὅτι τῶν ΑΓ Β∠ υέσαι ἀνάλογόν εἰσιν αἱ ΜΚ
ΝΛ.
3 Ταῦτα μὲν οὖν ἐκεῖνος γράψας ἐξέδωκεν ἡμῖν μὴ περιέχοντα καὶ τὴν
ἀπόδειξιν τοῦ προκειμένου προβλήματος. ἐπειδὴ δὲ καὶ Ἱέριος ὁ φιλύσοφος
καὶ ἄλλοι πολλοὶ τῶν αὐτοῦ μὲν ἑταίρων ἐμοὶ δέ γνωρίμων ἠξίωσαν
ἀποκρίνασθαί με τέως περὶ τῆς προκειμένης κατασκευῆς, ἐκείνου
τὴν ἀπόδειξιν ἐπαγγειλαμένου ποιήσασθαι, τοσοῦτον ἔχω τὸ νῦν εἰπεῖν,
ὡς οὖ δεόντως, ἀλλʼ ἀπείρως ἐχρήσατο τῇ κατασκευῇ. διχοτομήσας γάρ τὴν
ΡΚ εὐθεῖαν τῷ Σ καὶ ποιήσας ὡς μὲν τὴν ΚΘ εὐθεῖαν πρὸς τὴν ΘΣ, οὕτως τὴν
ΘΣ πρὸς τὴν ΘΤ, ἐποίησεν ἐν τῷ αὐτῷ λόγῳ καὶ τὴν ΓΘ
πρὸς
τὴν ΘΦ. πᾶσα δὲ ἀνάγκη μήτʼ ἐκεῖνον εὑρίσκειν τὸ σημεῖον τῆς τομῆς τοῦ
τρίτου λόγου, ὡς τὸ Φ, μήθʼ ἡμᾶς. τῆς δέ τοιαύτης ἀπορίας παρά τὴν αὐτοῦ
αἰτίαν ἐπακολουθούσης ἐνεφάνισεν ἑαυτὸν μηδέ τοῦτο συνιδόντα τὸ
ἀκόλουθον.
4 ἀδυνάτου γὰρ ὄντος ὁρισθῆναι τὸ τῆς τομῆς σημεῖον,
ὡς τὸ Φ
τοῦ τρίτου λόγου, μὴ πρότερον ὑποτεθέντος τοῦ λόγου ὃν ἔχει ἡ ΚΘ πρὸς
τὴν ΘΡ, τουτέστιν τοῦ ὃν ἔχει ἡ ΒΕ πρὸς τὴν ΕΑ, οὐ μόνον αὐτὸς πειρᾶται
ζητεῖν τὸ ἀδύνατον, ἀλλὰ καὶ ἡμᾶς ἀξιοῖ, ὑποτεθέντος μέντοι τοῦ λύγου
τοῦ ὃν ἔχει ἡ ΚΘ πρὸς τὴν ΘΡ, τουτέστιν ἡ ΒΕ
πρὸς τὴν ΕΑ,
καὶ δοθείσης τῆς ΚΘ, δέδοται ἡ ἐλάσσων εὐθεῖα τοῦ τρίτου λύγου. καὶ
δοθέν ἐστιν τὸ Θ σημεῖον· δοθὲν ἄρα καὶ τὸ ἕτερον πέρας τῆς ἐλαχίστης.
καὶ ὅτι ἤτοι μεταξὺ πίπτει τῶν Θ Ρ ἢ μεταξὺ τῶν Ρ Τ δῆλόν ἐστιν.
ὅτι γὰρ καὶ τὸ Τ μεταξὺ πίπτει τῶν Ρ Σ δείξομεν,
5 Ὑποκείσθω γάρ ὁ δοθεὶς λόγος πρότερον διπλάσιος τῆς ΚΘ πρὸς τὸν
ΘΡ, τουτέστιν τῆς ΒΕ πρὸς τὴν ΕΑ, · λόγος ἄρα καὶ τῆς ΚΘ πρὸς τὴν ΘΡ ὃν ἔχει τὰ β΄ πρὸς τὸ α΄,
τουτέστιν ὃν δ΄ πρὸς β΄ καὶ τῆς ΚΘ ἄρα πρὸς ΘΣ λόγος ἐστὶν ὃν δ΄ πρὸς γ΄
καὶ ἔστιν ὡς ἡ ΚΘ πρὸς ΘΣ, τουτέστιν ὡς δ΄ πρὸς γ΄, οὕτως ἡ ΘΣ πρὸς ΘΤ,
τουτέστιν ὡς γ΄ πρὸς β΄ καὶ δ΄΄. ὡς δὲ καὶ τὰ
ἢ τῆς Β∠ πρὸς
ΑΓ
γ΄ πρὸς τὰ β΄
καὶ δ΄΄, οὔτως αὐτὰ τὰ β΄ δ΄΄ πρὸς ἄλλην ἐάν γένηται, ἔσται
πρὸς ἐλάσσονα τῶν δύο μονάδων τῆς ΘΡ, ὥστε τὴν ἐλάσσονα
εὐθεῖαν τοῦ τρίτου λόγου καὶ πασῶν ἐλαχίστην ἐλάσσονα εἶναι
τῆς ΘΡ, καὶ τὸ τῆς τομῆς σημεῖον, ὡς τὸ Φ, μεταξὺ πίπτειν τῶν Θ Ρ.
Ἀλλὰ δὴ ὁ δοθεὶς λόγος ἔστω τετραπλάσιος· λόγος ἄρα τῆς ΚΘ πρὸς ΘΡ ὃν
ἔχει τὰ η΄ πρὸς β΄ καὶ τῆς ΘΚ ἄρα πρὸς ΘΣ λόγος ὃν ἔχει τὰ η΄ πρὸς τὰ ε΄
καὶ ἔστιν ὡς τὰ η΄ πρὸς τὰ ε΄, οὕτως τὰ ε΄ πρὸς τὰ γ΄ καὶ η΄΄· ὡς δέ τὰ
ε΄ πρὸς τὰ γ΄ καὶ τὸ η΄΄, οὕτως τὰ γ΄ καὶ τὸ η΄΄ πρὸς
ἐλάσσονα τῶν δύο, ὥστε πάλιν ἡ τομὴ τοῦ τρίτου λόγου μεταξύ πίπτει τῶν Θ
Ρ.
Πάλιν ὑποκείσθω λόγος τῆς ΚΘ πρὸς τὴν ΘΡ πενταπλάσιος λόγος ἄρα τῆς ΚΘ
πρὸς ΘΡ ὃν δέκα πρὸς δύο· καὶ τῆς ΚΘ ἄρα πρὸς τὴν ΘΣ λόγος ἐστὶν ὃν τὰ
ι΄ πρὸς
τὰ Ϛ΄. καὶ ἔστιν ὡς μὲν τὰ ι΄ πρὸς τά Ϛ΄, οὕτως
αὐτὰ τὰ Ϛ΄ πρὸς τὰ γ΄ S ι΄΄· ὡς δὲ τὰ Ϛ΄ πρὸς τὰ γ΄ S ι΄΄, οὕτως
Καὶ δῆλον ὡς πάντες μὲν οἱ ἐλάσσονες τοῦ τετραπλασίου 6 λόγου ποιοῦσιν
τὴν τοιαύτην τομὴν μεταξὺ τῶν
Ρ Θ, πάντες δὲ οἱ μείζους τοῦ
πενταπλασίου ποιοῦσι τὸ σημεῖον τῆς τομῆς μεταξὺ τῶν Ρ Τ, ὡς καὶ λῆμμα
περὶ τῆς τοιαύτης ἀναλογίας χρήσιμον ὑπέταξα.
Ἐπεὶ οὖν ἐδείξαμεν τὸ τῆς τομῆς σημεῖον, ὡς τὸ Φ, 7 ποτὲ μὲν μεταξὺ
πῖπτον τῶν Θ Ρ ποτὲ δὲ μεταξὺ τῶν Ρ Τ,
τοῦ τοιούτου μηδαμῶς
ὑπʼ αὐτοῦ θεωρηθέντος διʼ ἣν εἴπομεν. αἰτίαν αὐτὸς δὲ λέγει
δεικνύναι τὸ προκείμενον, ἐάν τε μεταξὺ τῶν Θ Ρ ᾖ τὸ Φ σημεῖον ἐάν
τε μεταξὺ τῶν Ρ Τ, ἐκεῖνο χρὴ πρὸ πάντων σκοπεῖν ὅτι, ὅπου ἂν
λάβῃ τὸ Φ, ἤτοι κάτω τοῦ Ρ ἢ ἄνω, οὐκ ἔσται ὡς ἡ ΣΘ πρὸς
ΘΤ, τουτέστιν ὡς ἡ ΚΘ πρὸς ΘΣ, οὕτως καὶ ἡ ΤΘ πρὸς ΘΡ. ἐὸν οὖν λέγῃ
γεγενήσθω ὡς μὲν ἡ ΚΘ πρὸς τὴν ΘΣ, οὕτως ἡ ΘΣ πρὸς τὴν ΘΤ, καὶ ἡ ΤΘ πρὸς
τὴν ΘΡ,” αὐτόθεν ἐλέγχεται τὸ ζητούμενον ὁμολογούμενον λαβών.
ἐκβληθείσης γὰρ τῆς ΞΚ καὶ ἴσης τεθείσης τῇ ΞΚ τῆς ΚΜα,
καὶ
ἐπιζευχθείσης τῆς ΜαΘ καὶ παραλλήλων ἀχθεισῶν τῇ ΚΜα διὰ τῶν Σ καὶ Τ καὶ
Ρ σημείων, γεγονὸς ἔσται τὸ ζητούμενον καὶ δῆλόν πως. ἔσται γὰρ καὶ ὡς ἡ
ΚΜα πρὸς ΣΜβ, οὕτως ἡ ΣΜβ πρὸς ΤΜΓ καὶ ἡ ΤΜΓ πρὸς τὴν ΡΜδ.
ἀδύνατόν ἐστι διʼ ἐπιπέδου θεωρίας λαβεῖν μεταξὺ τῶν Ρ Κ
δύο σημεῖα ὡς τὰ Γ Σ, ὥστε εἶναι ὡς τὴν ΚΘ πρὸς τὴν ΘΣ, οὕτως τὴν ΘΣ
πρὸς τὴν ΘΤ, καὶ τὴν ΓΘ πρὸς τὴν ΘΡ, ὥστε, κἂν τὸ Ζ λάβῃ ἀντὶ τοῦ Σ, καὶ
οὕτως ἀδύνατον ἔσται τὸ πρόβλημα στερεὸν γάρ ἐστιν τῇ φύσει.
8 διὰ τοῦτο δέ, οἶμαι, καὶ αὐτὸς εἰδὼς ὅτι τὸ ζητούμενον ὁμολογούμενον
λαμβάνεται, οὐκ ἐτόλμησεν εἰπεῖν τὸ ἕτερον πέρας τῆς ἐλαχίστης εὐθείας
ἔστω τὸ Ρ,” ἀνωτέρω δέ, τουτέστι μεταξύ τῶν Ρ Θ, λαβὼν αὐτὸ κατὰ τὸ Φ,
ἀποπληροῖ τὰ λοιπὰ τῆς κατασκευῆς ὡς βούλεται καὶ οὐδὲν
ἧττον εἰς τὸ ἐξ ἀρχῆς ἄπορον ἐμπίπτει λανθανόμενος. οὐ γὰρ ἑκὼν
ψευδογραφεῖ διὰ πλειόνων εἰς ἀπάτην τῶν ἐντυγχανόντων, ἀλλʼ ἑαυτὸν
παραλογιζόμενος, ὡς δείξω πρότερον κατὰ τὸν ὑγιῆ τρόπον ἐφοδεύσας τὸ
προκείμενον καὶ ὕστερον ἐλέγχων αὐτοῦ τὴν ὑπόθεσιν μὴ ὑγιῶς .
εἰλημμένην
9 Ἐπεὶ τοίνυν δοθείς ἐστιν ὁ τῆς ΚΘ πρὸς ΘΡ λόγος καὶ δοθεῖσά ἐστιν ἡ ΘΚ
(τοῦτο γὰρ ὑποκεῖσθαι δεῖ), δοθεῖσα ἄρα καὶ ἡ ΘΡ καὶ λοιπὴ ἡ ΡΚ. ἀλλὰ
καὶ ἡ ΣΡ ἡμίσεια οὖσα τῆς ΡΚ· ἦν δὲ καὶ ἡ ΡΘ δοθεῖσα· καὶ ὅλη
ἐστιν. εὑρήσθω οὖν τὸ Φ μεταξὺ τῶν Θ Ρ, ὡς καὶ διὰ τῶν ἀριθμῶν
ἐδείχθη. καὶ ἐπεὶ δέδοται ἡ ΦΡ διαφορὰ καὶ ἡ τὰ Ρ Χ ἐπιζευγνύουσα εὐθεῖα
ἴση οὖσα τῇ ΞΚ, δοθέν ἄρα τὸ ΦΧΡ τρίγωνον ὀρθογώνιον τῷ εἴδει καὶ τῷ
μεγέθει. δοθεῖσα ἄρα ἡ ὑπὸ ΡΦΧ γωνία, καὶ ἴση ἐστὶν τῇ ὑπὸ ΚΣΨ ἐκτὸς
γωνίᾳ· ἐκβληθείσης ἄρα καὶ τῆς ΩΨ ἐπὶ τὸ Ζ, δοθὲν ἔσται τὸ
ΣΖΨ τρίγωνον ὀρθογώνιον τῷ εἴδει. ἀλλὰ καὶ τῷ μεγέθει οὕτως: ἐπεὶ
γὰρ δοθεῖσά ἐστιν ἑκατέρα τῶν ΡΚ ΡΧ, δοθεῖσα ἔσται καὶ ἡ ΚΚ καὶ
λόγος ἐστὶν δοθεὶς τῆς ΧΚ πρὸς τὴν ΚΨ (ἱ αὐτὸς γάρ ἐστιν τῷ τῆς ΦΚ
πρὸς τὴν ΚΣ . δοθεῖσα ἄρα καὶ ἡ ΨΖ, παράλληλος οὖσα τῇ ΞΚ καὶ ἐπʼ
εὐθείας τῇ ΨΩ· δοθεῖσα ἄρα καὶ ἡ ΩΛ ἴση οὖσα τῇ ΖΚ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ
ΘΚ τῇ ΜΛ, ἐλάσσων δέ ἡ ΩΛ τῆς ΣΚ ἴση γὰρ ἢ ΩΛ τῇ ΚΖ), καὶ ἔστιν ὡς μὲν ἡ
ΚΘ πρὸς ΘΣ, οὕτως ἡ ΣΘ πρὸς τὴν
λόγῳ δοθέντι)· δοθεῖσα ἄρα καὶ ἡ ΨΚ, ἀλλὰ
καὶ ἡ ΨΣ δοθεῖσά ἐστιν, ἐπεὶ καὶ ὡς ἡ ΦΚ πρὸς τὴν ΚΣ, οὕτως ἡ ΦΧ
πρὸς τὴν ΨΣ· καὶ δοθεῖσα δέδεικται ἡ ΦΧ· δοθεῖσα οὖν ἐστιν καὶ ἡ ΨΣ.
ἦν δὲ καὶ ἡ ὑπὸ ΨΣΚ γωνία δοθεῖσα, ὥστε καὶ τὸ ΨΣΖ τρίγωνον
ὀρθογώνιον τῷ εἴδει καὶ τῷ
μεγέθει δεδομένον
ἔσται
ΘΤ καὶ ἡ ΤΘ πρὸς τὴν ΘΦ, ὡς
δὲ ἡ ΛΜ πρὸς ΜΩ, ἐδείχθη ἴση γὰρ τῇ ΖΚ
δοθείσῃ, δοθεῖσα δέ καὶ ἡ ΛΜ (ὅτι καὶ ἡ ΚΘ), καὶ λύγος ἄρα τῆς
ΛΜ πρὸς ΜΩ δοθείς. καὶ ἔστιν ὡς ἡ ΛΜ πρὸς τὴν ΜΩ, καὶ ἡ
ΩΜ πρὸς τὴν ΜΑ, καὶ δοθεῖσα ἡ ΩΜ· δοθεῖσα ἄρα καὶ ἡ ΜΑ.
10 διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΜΒ δοθεῖσά ἐστιν, ὥστε καὶ τὸ Β σημεῖον δοθέν
ἐστιν, ὅπερ ἔστω ὑποκείμενον, ὅπου βούλεται, ἤτοι μεταξύ τῶν Ϛ Μ, ὡς νῦν
ἐστιν,
ἢ μεταξὺ τῶν Ϛ Α,. τῆς ϚΛ ἴσης ὑποκειμένης ἑκατέρᾳ
τῶν ΚΡ ΑΒ
δύο σημεῖα τὰ Ω Α καὶ ποιήσας ὡς τὴν ΛΜ
πρὸς MΩ, τὴν ΩΜ πρὸς τὴν ΜΑ καὶ τὴν ΜΑ πρὸς τὴν ΜϚ, ὅπερ οὐδεὶς αὐτῷ
συγχωρεῖ. τοῦτο γὰρ καὶ οἱ παλαιοὶ ζητοῦντες ἠπύρησαν διὰ τῶν ἐπιπέδων
εὑρεῖν, ὡς καὶ αὐτὸς δείξω παραθέμενος τάς ἐκείνων φωνάς. καὶ αὐτὸς δὲ
οὐδὲν ἔχει
λέγειν ἀνασκευαστικόν, ἐὰν λέγωμεν αὐτῷ εἰ τὸ Ϛ
ἐξ πίπτει γὰρ
παρὰ τὴν ὑπόθεσιν τοῦ λόγου.
11 ὁμοίως οὖν τῆς ἀναλύσεως προχωρούσης ἐκ τοῦ
δεδόσθαι τὸ
ϚΒΓ τρίγωνον τῷ εἴδει καὶ τῷ μεγέθει, κἂν τύ Β τῆς τομῆς σημεῖον μεταξὺ
ἦ τῶν Ϛ Α, δεδομένου δὲ καὶ τοῦ ∠ΩΛ τριγώνου, ὁμοίως δὲ τοῖς
πρότερον καὶ τῆς ∠Ε δεδομένης, ἔσται δοθεὶς καὶ ὁ τῆς ∠Η
πρὸς τὴν ΗΕ λόγος, τουτέστιν ὁ τῆς ΕΗ πρὸς τὴν ΗΖ, τουτέστιν ὁ τῆς
ΖΗ πρὸς τὴν ΗΘ. καὶ οὐδαμῶς πάλιν ὁ τῆς ΔΗ πρὸς τὴν ΗϠ ἴσης
ὑποκειμένης καὶ νῦν τῇ ΚΡ, τουτέστιν τῇ ΑΒ, τῆς ∠Ϡ, κἂν τὸ Θ
μεταξὺ βούληται πίπτειν τῶν Ζ Ϡ. οὐδὲν γὰρ ἕξει καὶ ὧδε λέγειν
ἀνασκευαστικόν, ἀκούων παῤ ἡμῶν δεῖξον ὅτι μήτε μεταξὺ τῶν Ϡ Η μήτε
μεταξὺ τῶν
Ϡ Ζ πίπτει.”
εἰ δὲ κατὰ συγχώρησιν ἀπλῶς τὸ τῆς τοιαύτης τομῆς σημεῖον εἶναι κατὰ τὸ Ϡ
βούλεται, τὸ ζητούμενον καὶ νῦν ὡς ὁμολογούμενον ἔλαβεν. μὴ διδομένου δʼ
αὐτῷ τὴν τομὴν εἶναι κατὰ τὸ Ϡ σημεῖον (ἐπεὶ μηδὲ κατὰ τὸ Ρ συνεχωροῦμεν
ἐπὶ τῆς ΚΘ ποιούμενοι τὴν δεῖξιν), εἰ
καὶ ἄλλο τι μεταξὺ
τῶν Ε Η λαβεῖν ἐβούλετο, ὡς τὸ Ζ, αὐτὸς οὐκ οἶδά πως ἀπατηθεὶς τὸ Θ
ἔλαβεν. ὡς βούλεται
ἐστι τοῦ
Θ μεταξὺ τῶν Η Ϡ πίπτοντος, ὀξεῖα δὲ τοῦ Θ μεταξὺ τῶν Ϡ Ζ ὄντος· ἡ γὰρ
πρὸς τῷ Ϡ γωνία ὀρθή ἐστι, καθʼ ἣν μόνως γίνεται τὸ πρόβλημα, ἐάν τις
συγχωρήσῃ, καθὰ πολλάκις εἴπομεν, ἐπὶ θέσει δεδομένης εὐθείας τῆς
∠H, καὶ σημείου δοθέντος τοῦ Ϡ, λαβεῖν δύο σημεῖα
ὡς
Ε Ζ, ὥστε εἶναι ὡς μὲν τὴν ∠Η πρὸς τὴν ΗΕ, οὕτως τὴν ΗΕ πρὸς ΗΖ,
καὶ τὴν ΗΖ πρὸς τὴν ΗϠ.
13 μὴ διδομένου δὲ τούτου ἀδύνατον ἔσται τὸ προταθὲν ὑπʼ αὐτοῦ διὰ τῶν
ἐπιπέδων εὑρεθῆναι, ὡς καὶ διὰ τῶν ἀριθμῶν αὐτῶν ἀκολούθως τῇ ἀναλύσει
τοῖς βουλομένοις ἐξέσται πεισθῆναι, χρωμένοις
τῷ Πτολεμαίου
κανόνι περὶ τῶν ἐν κύκλῳ εὐθειῶν. ἀλλὰ τοῦτον μὲν ἀπορεῖν ὁμοίως τοῖς
ἄλλοις βέλτιον ἦν ἤπερ οὕτως εὑρίσκειν, ἡμεῖς δὲ τὰ ὑπερτεθέντα νῦν
δείξομεν.
14 β΄. Ἔστω τις εὐθεῖα ἡ ΑΗ τετμημένη εἰς ἴσα κατὰ τὰ B Γ ∠ Ε Ζ·
ὅτι ἐστὶν ὡς ἡ ΑΓ πρὸς ΓΒ, ἡ BΓ πρὸςτ
τὸ ἥμισυ τῆς ΒΓ, ὡς
δὲ ἡ Α∠ πρὸς ∠Β. οὕτως ἡ Β∠ πρὸς τὴν ∠Γ καὶ τὸ
τρίτον τῆς ΓΒ, ὡς δὲ ἡ ΑΕ πρὸς ΕΒ, οὕτως ἡ ΒΕ πρὸς τὴν ΕΓ καὶ τὸ
τέταρτον τῆς ΓΒ, ὡς δὲ ἡ ΑΖ πρὸς τὴν ΖΒ, οὕτως ἡ ΒΖ πρὸς τὴν ΖΓ καὶ τὸ
πέμπτον τῆς ΓΒ, ὡς δὲ ἡ ΑΗ πρὸς τὴν ΗΒ, οὕτως ἡ 8Η πρὸς
τὴν
ΗΓ καὶ τὸ ἕκτον τῆς ΓΒ.
Ἔστι δὲ φανερὸν τῶν ἀριθμῶν παραληφθέντων
ὁμώνυμον τῷ δοθέντι πλήθει τῶν ἴσων
εὐθειῶν.
15 γ΄. Έστωσαν ἴσαι εὐθεῖαι αἱ Α Β, μείζων δὲ ἡ Γ∠ τῆς Ν
ἐλάσσων οὖσα ἑκατέρας τῶν Α Β, καὶ πεποιήσθω ὡς μὲν ἡ Α
πρὸς τὴν Γ∠, ἡ Γ∠ πρὸς τὴν ΕΖ, καὶ ἡ ΕΖ πρὸς τὴν ΗΘ, ὡς δὲ ἡ
Β πρὸς τὴν Ν, ἡ Ν πρὸς τὴν Π καὶ ἡ Π πρὸς τὴν Ρ· λέγω ὅτι ἡ Ρ ἐλάσσον
ἐστὶν τῆς ΗΘ.
Ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ Γ∠ τῆς Ν, κείσθω τῇ Ν ἴση ἡ ΓΚ ἔστιν ἄρα ὡς
ἡ Α πρὸς τὴν ΓΚ, ἡ Β πρὸς τὴν Ν. καὶ ἐπεὶ ὡς ἡ Α πρὸς τὴν Γ∠, ἡ
Γ∠ πρὸς ΕΖ, γεγενήσθω ὡς ἡ Α πρὸς τὴν ΓΚ οὕτως ἡ ΓΚ πρὸς ΕΛ. ἔστι
δὲ καὶ ὡς ἡ Β πρὸς Ν, ἡ Ν πρὸς Π, καὶ ἴση ἐστὶν ἡ μὲν Α
τῇ
Β, ἡ δὲ ΓΚ τῇ Ν· διʼ ἴσου ἄρα καὶ ὡς ἡ Α πρὸς τὴν ΕΛ, ἡ Β πρὸς τὴν Π·
ἴση ἄρα ἡ ΕΛ τῇ Π. διὰ τὰ αὐτὰ δή ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Γ∠,
οὕτως ἡ ΕΖ πρὸς ΗΘ, ἔσται ἄρα καὶ ὡς ἡ Α πρὸς τὴν ΓΚ, ἡ ΓΚ πρὸς τὴν ΕΛ,
καὶ ἡ ΕΛ πρὸς ἐλάσσονα τῆς ΗΘ. ἔστω πρὸς τὴν
ΗΜ· ἐπεὶ οὖν
ἐστιν ὡς μὲν ἡ ΓΚ πρὸς τὴν ΕΛ, ἡ ΕΛ πρὸς τὴν ΗΜ, ὡς δὲ ἡ Ν πρὸς τὴν Π,
οὕτως ἡ Π πρὸς τὴν Ρ, καὶ ἴση ἐστὶν ἡ ΓΚ τῇ Ν, ἡ δὲ ΕΛ τῇ Π, ἴση ἄρα καὶ
ἡ Ρ τῇ ΗΜ· ἐλάσσων ἄρα ἡ P τῆς ΗΘ.
Ἄλλως τὸ αὐτό.
16 δ΄. Ἔστω ἴση ἡ Α τῇ Ε, μείζων δὲ ἡ Β τῆς Ζ, καὶ πεποιήσθω ὡς μὲν ἡ Α πρὸς Β, οὕτως ἡ Β πρὺς Γ καὶ ἡ Γ πρὸς ∠, ὡς δὲ ἡ Ε πρὸς τὴν Ζ, ἡ Ζ πρὸς τὴν Η, καὶ ἡ Η πρὸς τὴν Θ ὅτι μείζων ἐστὶν ἡ ∠ τῆς Θ.
Ἔπεὶ μείζων ἐστὶν ἡ Β τῆς Ζ, ἴση δὲ ἡ Α τῇ Ε, ἡ Β
ἄρα πρὸς
τὴν Α μείζονα λόγον ἔχει ἤπερ ἡ Ζ πρὸς τὴν Ε. ἀνάπαλιν ἡ Α πρὸς Β
ἐλάσσονα λόγον ἔχει ἥπερ ἡ Ε πρὸς Ζ. ὡς δὲ ἡ Α πρὸς Β, οὕτως ἡ Β πρὸς Γ
καὶ ἡ Β ἄρα πρὸς Γ ἐλάσσονα λόγον ἔχε. ἤπερ ἡ Ε πρὸς Ζ. ὡς δὲ
ἡ Η πρὸς Θ. ἐπεὶ οὖν ἡ μὲν Α πρὸς Β ἐλάσσονα λόγον ἔχει ἤπερ
ἡ Ε πρὸς Ζ, ἡ δὲ Β πρὸς Γ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ Ζ πρὸς Η, ἡ δὲ Γ
πρὸς ∠ ἐλάσσονα ἤπερ Α πρὸς Θ, διʼ ἴσου ἄρα ἡ Α πρὸς ∠
ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ Ε πρὸς Θ διὰ τὸ ἑξῆς. καὶ ἔστιν ἴση ἡ Α
τῇ Ε· μείζων ἄρα ἡ ∠ τῆς Θ, ὅπερ. ~
17 ε΄. Η Α πρὸς Β ἐλάσσονα λόγον ἐχέτω ἤπερ ἡ Γ πρὸς ∠· ὅτι καὶ ἐναλλὰξ ἡ Α πρὸς Γ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ Β πρὸς τὴν ∠
Πεποιήσθω ὡς ἡ Α πρὸς Β, οὕτως ἡ Γ πρὸς Ε·
μείζων ἄρα ἐστὶν
ἡ Ε τῆς ∠. ἐπεὶ οὖν ἐστιν ὡς ἡ Α πρὸς Β, οὕτως ἡ Γ πρὸς Ε, ἐναλλὰξ
ἄρα ὡς ἡ Α πρὸς Γ, οὕτως ἡ Β πρὸς Ε. ἡ δὲ Β πρὸς Ε ἐλάσσονα λόγον ἔχει
ἤπερ ἡ Β πρύς ∠· καὶ ἡ Α ἄρα πρὸς Γ ἐλάσσονα λύγον ἔχει ἤπερ ἡ Β
πρὸς ∠.
18 Ϛ΄ Τούτου δειχθέντος ἡ Α πρὸς Β ἐλάσσονα λόγον ἐχέτω ἤπερ ἡ ∠ πρὸς Ε, ἐχέτω δὲ καὶ ἡ Β πρὸς Γ ἐλάσσονα λόγον ἤπερ ἡ Ε πρὸς Ζ· ὅτι καὶ διʼ ἴσου ἡ Α πρὸς Γ ἐλάσσονα λύγον ἔχει ἤπερ ἡ ∠ πρὸς Ζ.
Ἐπεὶ γὰρ ἡ Α πρὸς Β ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ∠
πρὸς
Ε, ἐναλλὰξ ἡ Α πρὸς ∠ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ Β πρὸς Ε. διὰ τὰ
αὐτὰ καὶ ἡ Β πρὸς Ε ἐλάσσονα λόγον ἐχει ἤπερ ἡ Γ πρὸς Ζ. ἐπεὶ οὖν Α πρὸς
∠ πολλῷ ἐλάσσονα λόγον ἔχι. ἤπερ ἡ Γ πρὸς Ζ, ἐναλλὰξ ἡ Α πρὸς Γ
ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ∠ πρὸς Ζ, ὅπερ ~ .
19 ζ΄. Α μὲν οὖν ἔδει με προειπεῖν ἐστιν ταῦτα, παρεὶς
ἀρχὴν λαβὼν ἐντεῦθεν.
20 Τῶν ἐν γεωμετρίᾳ προβλημάτων οἱ παλαιοὶ τρία γένη φασὶν εἶναι, καὶ τὰ
μὲν αὐτῶν ἐπίπεδα καλεῖσθαι, τὰ δὲ στερεά, τὰ δὲ γραμμικά. τὰ μὲν οὖν
διʼ εὐθείας καὶ κύκλου περιφερείας δυνάμενα λύεσθαι λέγοιτο ἂν εἰκότως
ἐπίπεδα·
καὶ γάρ αἱ γραμμαὶ διʼ ὧν λύεται τὰ τοιαῦτα
προβλήματα τὴν γένεσιν ἔχουσιν ἐν ἐπιπέδῳ. ὅσα δὲ προβλήματα λύεται
παραλαμβανομένης εἰς τὴν εὕρεσιν μιᾶς τῶν τοῦ κώνου τομῶν ἢ πλειόνων,
ταῦτα στερεὰ κέκληται· πρὸς γὰρ τὴν κατασκευὴν ἀναγκαῖόν ἐστι χρήσασθαι
στερεῶν σχημάτων
ἐπιφανείαις, λέγω δὲ ταῖς κωνικαῖς. τρίτον
δʼ ἔτι καταλείπεται γένος ὃ καλεῖται γραμμικόν· γραμμαὶ γὰρ ἕτεραι παρἂ
τὰς εἰρημένας εἰς τὴν κατασκευὴν λαμβάνονται ποικιλωτέραν καὶ
βεβιασμένην ἔχουσαι τὴν γένεσιν, ὁποῖαι τυγχάνουσιν αἱ ἕλικες καὶ
τετραγωνίζουσαι καὶ κοχλοειδεῖς
καὶ κισσοειδεῖς, πολλὰ καὶ
παράδοξα περὶ αὑτὰς ἔχουσαι συμπτώματα.
21 τοιαύτης δὴ τῆς διαφορᾶς τῶν προβλημέτων οὔσης οἱ παλαιοὶ γεωμέτραι τὸ
προειρημένον ἐπὶ τῶν δύο εὐθειῶν πρόβλημα τῇ φύσει στερεὸν ὑπάρχον οὐχ
οἷοί τʼ ἦσαν κατασκευάζειν τῷ γεωμετρικῷ λόγῳ κατακολουθοῦντες,
ἐπεὶ μηδὲ τὰς τοῦ κώνου τομὰς ῥᾴδιον ἐν ἐπιπέδῳ γράφειν ἦν
ὡς δεῖ δύο δοθεισῶν εὐθειῶν ἀνίσων δύο μέσας ἀνάλογον λαβεῖν ἐν
συνεχεῖ ἀναλογίᾳ, τοῖς δὲ ὀργάνοις μεταλαβόντες αὐτὸ θαυμασίως
εἰς χειρουργίαν καὶ κατασκευὴν ἐπιτήδειον ἤγαγον, ὡς ἔστιν ἰδεῖν
ἀπὸ τῶν φερομένων ἐν τῷ Ἐρατοσθένους μεσολάβῳ
αὐτοῖς συνταγμάτων, λέγω
δʼἢ καταπαλτικοῖς. οὗτοι γὰρ ὁμολογοῦντες στερεὸν εἶναι τὸ
πρόβλημα τὴν κατασκευὴν αὐτοῦ μόνον ὀργανικῶς πεποίηνται συμφόνως
Ἀπολλωνίῳ τῷ Περγαίῳ ὃς καὶ τὴν ἀνάλυσιν αὐτοῦ πεποίηται διὰ τῶν τοῦ
κώνου τομῶν, καὶ ἄλλοι διὰ , Νικομήδης δὲ
λέλυκε διὰ κοχλοειδοῦς γραμμῆς, διʼ ἧς καὶ τὴν γωνίαν ἐτριχοτόμησεν.
τῶν Ἀρισταίου τόπων στερεῶν,
οὐδεὶς δὲ διὰ τῶν ἰδίως ἐπιπέδων καλουμένων
22 ἐκθησόμεθα οὖν τέσσαρας αὐτοῦ κατασκευάς μετά τινος ἐμῆς ἐπεξεργασίας,
ὧν πρώτην μὲν τὴν Ἐρατοσθένειον, δευτέραν
δὲ τὴν τῶν περὶ
Νικομήδη, τρίτην δὲ τὴν τῶν περὶ Ἥρωνα μάλιστα πρὸς τὰς χειρουργίας
ἁρμόζουσαν τοῖς ἀρχιτεκτονεῖν βουλομένοις, καὶ τελευταίαν τὴν ὑφ’ ἡμῶν
ἀνευρημένην. στερεοῦ γάρ παντὸς ἕτερον στερεόν, ὅμοιον τῷ δοθέντι,
κατασκευάζεται πρὸς τὸν δοθέντα λόγον, ἐὰν δύο τῶν
δοθεισῶν εὐθειῶν δύο μέσαι κατὰ τὸ συνεχές ἀνάλογον ληφθῶσιν, ὡς
Ἥρων ἐν μηχανικοῖς καὶ καταπαλτικοῖς.
23 Ἔστω οὖν πλινθίον πεπηγὸς τὸ ΑΒΓ∠, καὶ ἐν αὐτῷ τρίγωνα ὀρθογώνια
ἴσα τὰ ΑΕΘ ΜΖΚ ΝΗΛ ὀρθὰς ἔχοντα τάς πρὸς τοῖς Ε Ζ Η γωνίας, καὶ τὸ μὲν
ΑΕΘ προσπεπηρὸς
μενέτω, τὸ δὲ ΜΖΚ τὴν κίνησιν ἐχέτω ἐπὶ τῶν
ΑΒ Γ∠ κανόνων οὕτως ὥστε τὴν μὲν ΜΖ ἐπὶ τοῦ ΑΒ κανόνος φέρεσθαι
ἔχοντος σωλῆνα διʼ ὅλου, τὴν δὲ κορυφὴν τὴν Κ
τὴν ΑΓ τῆς ΛΞ καὶ διιστὰς τὰ ΜΖΚ ΝΗΛ τρίγωνα;
μέχρις ἂν κατʼ εὐθεῖαν γένηται τὰ Α Ξ σημεῖα ταῖς τῶν τριγώνων τομαῖς
ταῖς Π Ο, ἐπιζεύξει τὴν ΑΠΟΞ συμπίπτουσαν τῇ Γ∠ κατὰ τὸ Ρ (τοῦτο
γάρ κατʼ ἀνάγκην ὀφείλει ἐπακολουθεῖν), καὶ οὕτως τὸ προκείμενον αὐτῷ
συμβαίνει.
Ἐπεὶ γάρ ἐστιν ὡς ἡ ΑΓ πρὸς ΠΘ, οὕτως ἡ ΑΡ πρὸς ΠΡ, καὶ ἡ ΑΘ πρὸς ΠΚ, καὶ
ἡ ΘΡ πρὸς ΡΚ, καὶ ἡ ΠΘ πρὸς ΟΚ, καὶ ἡ ΠΡ πρὸς ΡΟ, καὶ ἡ ΠΚ πρὸς ΟΛ, καὶ
ἡ ΚΡ πρὸς ΡΛ, καὶ ἡ ΟΚ πρὸς ΛΞ τῶν ΑΓ ΛΞ
ἄρα δύο μέσαι
εἰσὶν αἱ ΠΘ ΟΚ κατὰ συνεχῆ ἀναλογίαν. καὶ ἔστι διπλασία ἡ ΑΓ τῆς ΛΞ·
διπλάσιος ἄρα καὶ ὁ ἀπὸ τῆς ΑΓ κύβος τοῦ ἀπὸ τῆς ΠΘ κύβου. εἰ δʼ ἄλλον
τινὰ λόγον ἔχει ὁ κύβος πρὸς τὸν κύβον, ἐκεῖνον τὸν λόγον ἔδει ἔχειν καὶ
τὴν ΑΓ πρὸς ΛΞ καὶ τὰ λοιπά ὁμοίως
κατασκευάζειν. καὶ
ἐκ τούτου φανεφὸν ὅτε ἀδύνατόν ἐστι τὸ προκείμενον διὰ τῶν ἐπιπέδων
λύεσθαι.
24 η΄. Κατὰ δὲ Νικομήδη δύο δοθεισῶν εὐθειῶν τῶν Γ∠ ∠Α δύο μέσαι κατὰ τὸ συνεχές λαμβάνονται τρόπῳ τοιῷδε.
Συμπεπληρώσθω τὸ ΑΒΓ∠ παραλληλόγραμμον, καὶ τετμήσθω δίχα ἑκατέρα
τῶν ΑΒ ΒΓ τοῖς Λ Ε σημείοις, καὶ ἐπιζευχθεῖσα ἡ Λ∠ ἐκβεβλήσθω καὶ
συμπιπτέτω τῇ ΓΒ
ἡ ΖΘΚ ποιοῦσα ἴσην τὴν ΘΚ τῇ ΑΛ ἢ τῇ ΓΖ (τοῦτο γὰρ ὡς δυνατὸν ἐδείχθη
διὰ τῆς
κοχλοειδοῦς γραμμῆς), καὶ ἐπιζευχθεῖσα ἡ Κ∠
ἐτβεβλήσθω καὶ συμπιπτέτω τῇ ΒΑ ἐκβληθείσῃ
κατὰ τὸ Μ· λέγω
ὅτι ἐστὶν ὡς ἡ ∠Γ πρὸς ΓΚ, ἡ ΓΚ πρὸς ΜΑ καὶ ἡ ΜΑ πρὸς τὴν
Α∠.
Ἐπεὶ γάρ ἡ ΒΓ τέτμηται δίχα τῷ Ε καὶ πρόσκειται
αὐτῇ ἡ ΓΚ,
τὸ ἄρα ὑπὸ ΒΚΓρ μετὰ τοῦ ἀπὸ ΓΕ ἴσον ἐστὶν τῷ ἀπὸ ΕΚ. κοινὸν προσκείσθω
τὸ ἀπὸ ΕΖ· τὸ ἄρα ὑπὸ ΒΚΓ μετὰ τῶν ἀπὸ ΓΕΖ, τουτέστιν τοῦ ἀπὸ ΓΖ, ἴσον
ἐστὶν τοῖς ἀπὸ ΚΕΖ. τουτέστιν τῷ ἀπὸ ΚΖ. καὶ ἐπεὶ ὡς ἡ ΜΑ πρὸς ΑΒ, ἡ
Μ∠ πρὸς ∠Κ, ὡς δὲ ἡ Μ∠ πρὸς
∠Κ,
οὕτως ἡ ΒΓ πρὸς ΓΚ, καὶ ὡς ἄρα ἡ ΜΑ πρὸς ΑΒ, οὕτως BΓ πρὸς ΓΚ. καὶ ἔστιν
τῆς μὲν ΑΒ ἡμίσεια ἡ ΑΛ, τῆς δέ ΒΓ διπλῆ ἡ ΓΗ· ἔσται ἄρα καὶ ὡς ἡ ΜΑ
πρὸς τὴν ΑΛ, οὕτως ἡ ΗΓ πρὸς ΓΚ. ἀλλʼ ὡς ἡ ΓΗ πρὸς ΓΚ οὕτως ἡ ΖΘ πρὸς ΘΚ
διὰ τὰς παραλλήλους
ἐπεὶ καὶ τῇ ΓΖ ἴση ἐστὶν ἡ ΑΛ
ἴση ἄρα καὶ ἡ ΜΛ τῇ ΖΚ. ἴσον ἄρα καὶ τὸ ἀπὸ ΜΛ τῷ ἀπὸ ΖΚ. καὶ ἔστι τῷ
μὲν ἀπὸ ΜΛ ἴσον τὸ ὑπὸ ΒΜΑ μετὰ τοῦ ἀπὸ ΛΑ, τῷ δὲ
ἀπὸ ΖΚ
ἴσον ἐδείχθη τὸ ὑπὸ ΒΚΓ μετὰ τοῦ ἀπὸ ΓΖ, ἧν τὸ ἀπὸ ΑΛ ἴσον τῷ ἀπὸ ΓΖ
(ἴση γὰρ ὑπόκειται ἡ ΑΛ τῇ ΓΖ)· ἴσον ἄρα καὶ λοιπὸν τὸ ὑπὸ ΒΜΑ λοιπῷ τῷ
ὑπὸ ΒΚΓ· ὡς ἄρα ἡ ΜΒ πρὸς ΒΚ, οὕτως ἡ ΓΚ πρὸς ΜΑ. ἀλλʼ ὡς ἡ ΜΒ πρὸς ΒΚ,
ἡ ∠Γ πρὸς ΓΚ· καὶ ὡς
ἄρα ἡ ∠Γ πρὸς ΓΚ, ἡ ΓΚ
πρὸς ΑΜ. ἔστι δὲ καὶ ὡς ἡ ΜΒ πρὸς ΒΚ, ἡ ΜΑ πρὸς Α∠· καὶ ὡς ἄρα ἡ
∠Γ πρὸς ΓΚ, ἡ ΚΓ πρὸς ΑΜ καὶ ἡ ΜΑ πρὸς Α∠.
25 θ΄. Κατὰ δὲ τοὺς περὶ τὸν Ἥρωνα, πῶς ἐστιν δυνατὸν δύο δοθεισῶν
εὐθειῶν δύο μέσας ἀνάλογον λαβεῖν ὀργανικῶς,
δείξομεν,
ἐπειδήπερ ἐστὶν τὸ πρόβλημα τοῦτο, καθά φησιν καὶ ὁ Ἥρων, στερεόν.
ἐκθησόμεθα δέ” φησιν “τῶν δείξεων τὴν μάλιστα πρὸς τὴν χειρουργίαν
εὔθετον.”
26 Ἔστωσαν γὰρ αἱ δοθεῖσαι εὐθεῖαι αἱ ΑΒ ΒΓ πρὸς ὀρθὰς ἀλλήλαις κείμεναι, ὧν δεῖ δύο μέσας ἀνάλογον εὑρεῖν.
Συμπεπληρώσθω τὸ ΑΒΓ∠ παραλληλόγραμμον, καὶ ἐκβεβλήσθωσαν αἱ
∠Γ ∠Α, καὶ ἐπεζεύχθωσαν αἱ ∠Β ΓΑ, καὶ παρακείσθω
κανόνιον πρὸς τῷ Β σημείῳ καὶ κινείσθω
Ἐπεὶ γὰρ ὀρθογώνιόν ἐστιν τὸ ΑΒΓ∠ παραλληλόγραμμον, αἱ τέσσαρες
εὐθεῖαι αἱ ∠Η ΗΑ ΗΒ ΗΓ ἴσαι ἀλλήλαις εἰσίν. ἐπεὶ οὖν ἴση ἡ
∠Η τῇ ΑΗ, καὶ διῆκται ἡ ΗΖ, τὸ άρα ὑπὸ ∠ΖΑ μετὰ τοῦ ἀπὸ ΑΗ
ἴσον ἐστὶν τῷ ἀπὸ ΗΖ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ὑπὸ ∠ΕΓ μετὰ τοῦ
ἀπὸ ΓΗ ἴσον ἐστὶν τῷ ἀπὸ ΗΕ. καὶ εἰσὶν ἴσαι αἱ ΗΕ ΗΖ· ἴσον
ἄρα καὶ τὸ ὑπὸ ∠ΖΑ μετὰ τοῦ ἀπὸ ΑΗ τῷ ὑπὸ ∠ΕΓ μετὰ τοῦ ἀπὸ
ΓΗ. ὦν τὸ ἀπὸ ΓΗ ἴσον ἐστὶν τῷ ἀπὸ ΗΑ· λοιπὸν ἄρα τὸ ὑπὸ ∠ΕΓ ἴσον
ἐστὶν τῷ ὑπὸ ∠ΖΑ· ὡς ἄρα ἡ Ε∠ πρὸς ∠Ζ ἡ ΖΑ πρὸς ΓΕ. ὡς
δὲ ἡ Ε∠ πρὸς
∠Ζ, ἥ τε ΒΑ πρὸς ΑΖ καὶ ἡ ΕΓ πρὸς
ΓΒ, ὥστε ἔσται καὶ ὡς ἡ ΑΒ πρὸς ΑΖ, ἥ τε ΖΑ πρὸς ΓΕ καὶ ἡ ΓΕ πρὸς ΓΒ·
τῶν ἄρα ΑΒ ΒΓ μέσαι ἀνάλογόν εἰσιν αἱ ΑΖ ΓΕ.
27 ι΄. Κύβος δὲ κύβου διπλάσιος οὐ μόνον εὑρίσκεται διὰ τοῦ ὑποκειμένου
ὀργάνου καὶ καθʼ ἡμάς, ἀλλὰ καὶ καθόλου
λόγον ἔχων τὸν
ἐπιταχθέντα.
Κατεσκευάσθω γὰρ ἡμικύκλιον τὸ ΑΒΓ, καὶ ἀπὸ τοῦ ∠ κέντρου πρὸς
ὀρθὰς ἀνήχθω ἡ ∠Β, καὶ κινείσθω κανόνιόν τι περὶ τὸ Α σημεῖον
οὕτως ὥστε τὸ μὲν ἓν πέρας αὐτοῦ περικεῖσθαι τυλίῳ τινὶ κατὰ τὸ Α
σημεῖον ἑστῶτι τὸ δὲ λοιπὸν μέρος ὡς περὶ κέντρον τὸ τυλάριον κινεῖσθαι
μεταξὺ
τῶν Β Γ. τούτων δὴ κατεσκευασμένων ἐπιτετάχθω δύο
κύβους εὑρεῖν λόγον ἔχοντας πρὸς ἀλλήλους δοθέντα. καὶ τῷ λόγῳ ὁ αὐτὸς
πεποιήσθω ὁ τῆς Β∠ πρὸς ∠Ε καὶ ἐπιζευχθεῖσα ἡ ΓΕ ἐκβεβλήσθω
ἐπὶ τὸ Ζ. παραγέσθω δὴ τὸ κανόνιον μεταξὺ τῶν Β Γ, ἕως οὗ τὸ
ἀπολαμβανόμενον
αὐτοῦ μέρος μεταξὺ τῶν ΖΕ ΕΒ εὐθειῶν ἴσον
γένηται τῷ μεταξὺ τῆς ΒΕ εὐθείας καὶ τῆς ΒΚΓ περιφερείας· τοῦτο γὰρ
πειράζοντες αἰεὶ καὶ μετάγοντες τὸ κανόνιον ῥᾳδίως ποιήσομεν. γεγονέτω
δή, καὶ ἐχέτω θέσιν τὴν ΑΗΘΚ, ὥστε ἴσας εἶναι τὰς ΗΘ ΘΚ. λέγω ὅτι ὁ ἀπὸ
τῆς Β∠
κύβος πρὸς τὸν ἀπὸ τῆς ∠Θ κύβον λόγον
ἔχει τὸν ἐπιταχθέντα, τουτέστιν τὸν τῆς ∠Β πρὸς ∠Ε.
Νοείσθω γὰρ ὁ κύκλος προσαναπεπληρωμένος καὶ ἐπιζευχθεῖσα ἡ Κ∠
ἐκβεβλήσθω ἐπὶ τὸ Λ, καὶ ἐπεζεύχθω ἡ ΛΗ· παράλληλος ἄρα ἐστὶν τῇ
Β∠ διὰ τὸ ἴσην εἶναι
τὴν μὲν ΚΘ τῇ ΘΗ, τὴν δὲ
Κ∠ τῇ ∠Λ. ἐπεζεύχθωσαν δὴ καὶ ἥ τε ΑΛ καὶ ἡ ΛΓ. ἐπεὶ οὖν
ὀρθή ἐστιν ἡ ὑπὸ ΗΑΛ ἐν ἡμικυκλίῳ καὶ κάθετος ἡ ΑΜ, ἔστιν ἄρα ὡς τὸ ἀπὸ
ΛΜ πρὸς τὸ ἀπὸ ΜΑ, τουτέστιν ὡς ἡ ΓΜ πρὸς ΜΑ, οὕτως τὸ ἀπὸ ΑΜ πρὸς τὸ
ἀπὸ ΜΗ (καὶ γὰρ ὡς ἡ ΛΜ
πρὸς τὴν ΜΑ, οὕτως ἡ ΜΑ πρὸς τὴν
ΜΗ, ὥστε καὶ ὡς τὸ ἀπὸ ΛΜ πρὸς τὸ ἀπὸ ΜΑ, οὕτως τὸ ἀπὸ ΑΜ πρὸς τὸ ἀπὸ
ΜΗ, καὶ ἡ ΓΜ πρὸς ΜΑ). κοινὸς προσκείσθω λόγος ὁ τῆς ΑΜ πρὸς ΜΗ. ὁ ἄρα
συγκείμενος ἔκ τε τοῦ
ὁ αὐτός
ἐστιν τῷ λόγῳ ὃν ἔχει ὁ ἀπὸ τῆς ΑΜ κύβος πρὸς τὸν ἀπὸ τῆς ΜΗ κύβον καὶ ὁ
τῆς ΓΜ ἄρα πρὸς τὴν ΜΗ λόγος ὁ αὐτός ἐστιν τῷ λόγῳ τοῦ ἀπὸ τῆς ΑΜ κύβου
πρὸς τὸν ἀπὸ τῆς ΜΗ κύθον. ἀλλʼ ὡς μὲν ἡ ΓΜ πρὸς ΜΗ, οὕτως ἡ Γ∠·
πρὸς ∠Ε, τουτέστιν ἡ Β∠ πρὸς ∠Ε, ὡς δὲ
ἡ
ΑΜ πρὸς ΜΗ, οὕτως ἡ Α∠ πρὸς ∠Θ, τουτέστιν ἡ ∠Β πρὸς
∠Θ· καὶ ὡς ἄρα ἡ Β∠ πρὸς ∠Ε, τουτέστιν ὡς ὁ δοθεὶς
λόγος, οὕτως ὁ ἀπὸ τῆς Β∠ κύβος πρὸς τὸν ἀπὸ τῆς ∠Θ κύβον.
ἐὰν οὖν ποιήσωμεν καὶ ὡς τὴν Β∠ πρὸς τὴν ∠Θ, οὕτως τὴν
∠Θ πρὸς ἄλλην τινά, οἷον τὴν ∠Ν,
ἔσονται τῶν
Β∠ ∠Ε δύο μέσαι ἀνάλογον αἱ ∠Θ ∠Ν.
28 ια΄. Τὸ δὲ δεύτερον τῶν προβλημάτων ἦν τόδε.
Ἐν ἡμικυκλίῳ τὰς τρεῖς μεσότητας λαβεῖν ἄλλος τις ἔφασκεν, καὶ ἡμικύκλιον
τὸ ΑΒΓ ἐκθέμενος, οὗ κέντρον τὸ Ε, καὶ τυχὸν σημεῖον ἐπὶ τῆς ΑΓ λαβών τὸ
∠, καὶ ἀπʼ
αὐτοῦ πρὸς ὀρθὰς ἀγαγών τῇ ΕΓ τὴν
∠Β, καὶ ἐπιζεύξας τὴν ΕΒ, καὶ αὐτῇ κάθετον ἀγαγὸν ἀπὸ τοῦ ∠
τὴν ∠Ζ, τὰς τρεῖς μεσότητας ἔλεγεν ἀπλῶς ἐν τῷ ἡμικυκλίῳ
ἐκτεθεῖσθαι, τὴν μὲν ΕΓ μέσην ἀριθμητικήν, τὴν δὲ ∠Β μέσην
γεωμετρικήν, τὴν δὲ ΒΖ ἁρμονικήν.
Ὅτι μὲν οὖν ἡ Β∠ μέση ἐστὶ τῶν Α∠ ∠Γ ἐν τῇ γεωμετρικῇ
ἀναλογίᾳ, ἡ δὲ ΕΓ τῶν Α∠ ∠Γ ἐν τῇ ἀριθμητικῇ μεσότητι,
φανερόν. ἐστι γὰρ ὡς μὲν ἡ Α∠ πρὸς ∠Β, ἡ ∠Β πρὸς
∠Γ, ὡς δὲ ἡ Α∠ πρὸς ἑαυτήν, οὕτως ἡ τῶν Α∠ ΑΕ ὑπεροχή,
τουτέστιν ἡ τῶν Α∠ ΕΓ, πρὸς τὴν τῶν
ΕΓ Γ∠. πῶς
δὲ καὶ ἡ ΖΒ μέση ἐστὶν τῆς ἁρμονικῆς
ποιοῦσι τὴν μείζονα ἄκραν τῆς ἁρμονικῆς
μεσότητος, δύο δὲ αἱ Β∠ καὶ μία ἡ ΒΖ τὴν μέσην, μία δὲ ἡ Β∠
καὶ μία ἡ ΒΖ τὴν ἐλαχίστην.
29 Πρότερον δὲ διαληπτέον περὶ τῶν τριῶν μεσοτήτων καὶ μετὰ ταῦτα
περὶ τῶν ἐν ἡμικυκλίῳ, εἶτα περὶ τῶν
ἀντικειμένων
αὐταῖς ἄλλων τριῶν κατὰ τούς παλαιούς, καὶ ὕστερον περὶ τῶν παρὰ τοῖς
νεωτέροις τεσσάρων ἀκολούθως ταῖς γνώμαις αὐτων, καὶ ὡς δυνατόν ἐστιν
ἑκάστην τῶν δέκα μεσοτήτων διὰ τῆς γεωμετρικῆς ἀναλογίας εὑρίσκειν, ἵνα
καὶ τὸν προκείμενον ἔλεγχον διὰ πλειόνων συστησώμεθα.
Περὶ τῶν τριῶν μεσοτήτων.
30 ιβ΄ Διαφέρει τοίνυν μεσότης ἀναλογίας τῷδε ὅτι εἰ μὲν τί ἐστιν ἀναλογία, τοῦτο καὶ μεσότης, οὐ μὴν καὶ ἀνάπαλιν. μεσότητες γάρ εἰσι τρεῖς, ὧν ἡ μέν ἀριθμητική, ἡ δὲ γεωμετρική, ἡ δὲ ἁρμονική.
Ἀριθμητικὴ μὲν οὖν λέγεται μεσότης, ὅταν τριῶν ὄντων ὅρων ὁ μέσος τῷ ἴσῳ
ἑνὸς μὲν τῶν ἄκρων ὑπερέχῃ, ὑπερέχηται δὲ ὑπὸ τοῦ λοιποῦ (ὡς ἔχει ὁ Ϛ΄
πρὸς τὸν θ΄ καὶ τὸν γ΄ ἀριθμόν), ἢ ὅταν ἦ ὡς ὁ πρῶτος ὅρος πρὸς αὑτὸν, ἡ
πρώτη ὑπεροχὴ πρὸς τὴν δευτέραν. πρῶτα δὲ ἀκούειν
δεῖ
τὰ ὑπερέχοντα.
Γεωμετρικὴ δὲ λέγεται μεσότης, τουτέστιν ἀναλογία κυρίως, ὅταν ἦ ὡς ὁ
μέσος ὅρος πρὸς ἕνα τῶν ἄκρων, οὕτως ὁ λοιπὸς πρὸς τὸν μέσον (ὡς ἔχει ὁ
Ϛ΄ ἀριθμὸς πρός τε τὸν ιβ΄ καὶ τὸν γ΄), καὶ ἄλλως: ὅταν ἦ ὡς ὁ πρῶτος
ὅρος πρὸς τὸν δεύτερον, ἡ πρώτη ὑπεροχὴ πρὸς τὴν
δευτέραν.
Ἁρμονικὴ δέ ἐστι μεσότης, ὅταν ὁ μέσος ὅρος τῷ αὐτῳ μέρει ὑπερέχῃ μὲν ἑνὸς τῶν ἄκρων, ὑπερέχηται δὲ ὑπὸ τοῦ λοιποῦ (ὡς ἔχει ὁ γ΄ ἀριθμὸς πρὸς τε τὸν β΄ καὶ τὸν Ϛ΄), ἢ ὅταν ᾖ ὡς ὁ πρῶτος ὄρος πρὸς τὸν τρίτον, ἡ πρώτη ὑπεροχὴ πρὸς τὴν δευτέραν.
Τούτων ὑποκειμένων εὑρήσομεν ὁμοῦ τάς τρεῖς μεσότητας ἐν ἐλαχίσταις εὐθείαις πέντε τὸν ἀριθμὸν προγραφέντων τῶνδε.
31 Ἔστω δὴ πρῶτον δοθεισῶν τῶν ΑΒ ΒΓ μέσην εὑρεῖν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν.
Ἤχθω πρὸς ὀρθὰς ἡ Γ∠, καὶ δίχα τετμήσθω ἡ ΑΒ τῷ Ε, καὶ περὶ κέντρον
τὸ Ε διὰ τοῦ Β περιφέρεια γραφεῖσα τεμνέτω τὴν πρὸς ὀρθὰς κατὰ τὸ
∠, καὶ τῇ τὰ Β ∠
ἐπιζευγνυούσῃ ἴση ἀφῃήσθω ἡ
ΒΖ, καὶ γίνεται ἡ ζητουμένη μέση ἡ ΒΖ. ἐπιζευχθεῖσα γὰρ ἡ ∠Α ὀρθὴν
περιέχει γωνίαν μετὰ τῆς Β∠ διὰ τὸ ἴσην εἶναι ἑκατέραν τῶν ΒΕ ΕΑ
τῇ ἐπιζευγνυούσῃ τὰ ∠ Ε. ἔστιν δὲ καὶ ἡ πρὸς τῷ Γ ὀρθή. καὶ
ἰσογώνιον ἄρα τὸ ΑΒ∠ τρίγωνον
τῷ ΒΓ∠, καὶ διὰ
τοῦτο αἱ περὶ τὴν κοινὴν αὐτῶν γωνίαν τὴν πρὸς τῷ Β πλευραὶ ἀνάλογόν
εἰσιν· ὡς ἄρα ἡ ΑΒ πρὸς ∠Β, ἡ Β∠ πρὸς ΒΓ, καὶ μέση τῶν ΑΒ ΒΓ
ἡ Β∠ ἴση τῇ ΒΖ.
32 ιγ΄. Ἔστω δὲ δοθεισῶν τῶν ΑΒ ΒΖ τὴν ἐλάσσονα ἄκραν λαβεῖν.
Τετμήσθω δίχα ἡ ΑΒ τῷ Ε, καὶ περὶ κέντρον τὸ Ε διὰ τοῦ Β περιφέρεια
γεγράφθω, καὶ αὕτη τετμήσθω ὑπὸ τῆς διὰ τοῦ Ζ περὶ κέντρον τὸ Β
γραφομένης περιφερείας
κατὰ τὸ ∠, καὶ κάθετος ἤχθω
κατὰ τὰ αὐτὰ τοῖς προειρημένοις ἐπὶ τῆς
μέσης.
Καὶ φανερὸν ὅτι, ἐὰν μὲν ὁ δοθεὶς τῆς ἀναλογίας λόγος ᾖ διπλάσιος,
ὥστε τὴν ΑΒ τῆς ΒΓ τετραπλασίαν εἶναι, ἡ
ἴση τῇ ∠Β
τιθεμένη διχοτομία ἐστὶν τῆς ΑΒ, τουτέστιν ἡ ΕΒ ἐστὶν, ἐὰν δὲ μείζων
ἢ διπλάσιος ὁ λόγος ἦ, ἐλάσσων ἐστὶ τῆς ἡμισείας, ἐὰν δὲ ἐλάσσων ᾖ
τοῦ διπλασίου, μείζων ἐστὶν τῆς ΕΒ ἡμισείας.
33 Ἔστω δὲ νῦν δοθεισῶν τῶν ΖΒ ΒΓ τὴν μείζονα ἄκραν
εὑρεῖν.
Ἤχθω δὴ πρὸς ὀρθὰς ἡ ΓΘ, καὶ περὶ κέντρον τὸ Β διά τοῦ Ζ γραφομένη
περιφέρεια τεμνέτω αὐτὴν κατὰ τὸ Θ, καὶ τῇ ΒΘ ἐπιζευχθείσῃ
πρὸς ὀρθὰς ἤχθω ἡ ΑΘ· γίνεται δὴ ἡ ΑΒ. τρίτη ἀνάλογον τῶν ΓΒ ΒΖ. καὶ γάρ
τοῦτο φανερὸν ἐκ τῶν προδεδειγμένων.
34 ιδ΄. Πάλιν ἔστωσαν δύο εὐθεῖαι αἱ ΑΒ ΒΓ, καὶ πρὸς
ὀρθὰς
τῇ ΑΒ ἡ ∠ΑΕ ὥστε ἴσην εἶναι τὴν Α∠ τῇ ΑΕ, καὶ ἐπεζεύχθωσαν
αἰ Β∠ ΕΓΖ, καὶ ἀπὸ τοῦ Ζ κάθετος ἐτι τὴν ΓΒ ἡ ΖΗ· ὅτι ἐστὶν ὡς ἡ
ΑΒ πρὸς ΒΗ, οὕτως ἡ τῶν ΑΒ ΒΓ ὑπεροχὴ πρὸς τὴν τῶν ΓΒ ΒΗ ὑπεροχήν.
Ἐπεὶ γάρ ἐστιν ὡς ἡ ΑΒ πρὸς ΒΗ, ἡ ∠Α πρὸς ΖΗ,
τουτέστιν ἡ ΑΕ πρὸς ΖΗ (ἴση γάρ ἐστιν ἡ ΑΕ τῇ Α∠), καὶ ὡς ἄρα ἡ ΑΒ
πρὸς ΒΗ, οὕτως ἡ ΑΕ πρὸς ΖΗ. ἀλλʼ ὡς ἡ ΑΕ πρὸς ΖΗ, οὕτως ἡ ΑΓ πρὸς ΓΗ
διὰ τὸ ἰσογώνια τοῦτο δὲ τὸ θεώρημα
χρήσιμόν ἐστιν εἰς τὴν ἁρμονικὴν μεσότητα· πρώτη γάρ ἐστιν ἡ ΑΒ,
δευτέρα ἡ ΒΓ, τρίτη ἡ ΒΗ.
35 Ἐὰν δὲ αἱ ΑΒ ΒΗ δοθῶσιν ἄκραι, ζητῶμεν δὲ τὴν μέσην, ἐπιζεύξαντες τὴν
Β∠, καὶ πρὸς ὀρθὰς ἄξαντες ἀπὸ τοῦ Η τὴν ΖΗ, καὶ ἀπὸ τοῦ Ζ ἐπὶ τὸ
Ε ἐπιζεύξαντες
τὴν ΖΓΕ, ἕξομεν τὴν ΓΒ μέσην τῶν ΑΒ ΒΗ. καὶ
ἡ ἀπόδειξις φανερά.
36 ιε΄. Δοθεισῶν δὲ τῶν ΕΒ ΒΓ τὴν μείζονα ἄκραν εὑρήσομεν ἀπὸ τοῦ Ε πρὸς
ὀρθὰς ἄξαντες τὴν ∠ΕΖ καὶ ἴσας θέντες τὰς ∠Ε ΕΖ, καὶ τὰς ΒΖ
∠Γ ἐπιζεύξαντες καὶ ἐκβαλόντες
ἐπι τὸ Η. ἡ γὰρ ἀπὸ
τοῦ Η ἐπὶ τὴν BΓ ἐκβληθεῖσαν κάθετος ἀγομένη ΗΘ ἴσην ἀποτέμνει τῇ
ζητουμένῃ τὴν ΘΒ. συμπεσοῦνται γὰρ αἱ Γ∠ ΒΖ ὡς ἐπὶ τὸ Η
ἠγμέναι· δεῖ γὰρ ὑποτίθεσθαι τὴν ΒΕ μείζονα τῆς ΕΓ.
37 ιϚ΄. Δύο πάλιν δοθεισῶν εὐθειῶν τῶν ΑΒ Γ, ὧν μείζων
ἡ ΑΒ,
μέσην ἐν ἴσῃ ὑπεροχῇ εὑρήσομεν οὕτως. κείσθω τῇ Γ ἴση ἡ ∠Β, καὶ ἡ
∠Α δίχα τετμήσθω κατὰ τὸ Ε, καὶ τῇ ΕΒ ἴση κείσθω ἡ Ζ. καὶ φανερὸν
ὅτι ἡ Ζ ἐστὶν ἡ ζητουμένη εὐθεῖα.
38 Ὁμοίως δὲ κἂν αἱ Ζ Γ δοθῶσιν, τὴν ὑπεροχὴν αὐτῶν προσθέντες τῇ Ζ τὴν γενομένην ἕξομεν ἴσην τῇ ΑΒ.
39 Ἤ πάλιν ἐὰν αἱ ΑΒ Ζ δοθῶσιν, ἡ ὑπεροχὴ αὐτῶν ἀπὸ τῆς Ζ ἀφαιρεθεῖσα ποιεῖ τὴν Γ τρίτην.
40 Ἔστω οὖν ἡ Ζ μέση τῶν ΑΒ Γ ἔν ἴσῃ ὑπεροχῇ· καὶ
ἔσται
ἀριθμητικὴ μεσότης τῶν ΑΒ Ζ Γ εὐθειῶν. γεγενήσθω δὲ καὶ ὡς ἡ Ζ πρὸς τὴν
Γ, ἡ Γ πρὸς Η· καὶ ἔσται τῶν Ζ Γ Η εὐθειῶν γεωμετρικὴ μεσότης, τουτέστιν
ἀναλογία κυρίως. κἂν διὰ τὸ προδειχθὲν δύο εὐθειῶν τῶν Γ Η, ὧν μείζων ἡ
Γ, τὴν Θ ποιησόμεθα, ὥστʼ εἶναι ὡς
τὴν Γ πρὸς τὴν Θ, οὕτως
τὴν τῶν Γ Η ὑπεροχὴν πρὸς τὴν τῶν Η Θ ὑπεροχήν, ἔσται ἄρα καὶ τῶν Γ Η Θ
εὐθειῶν ἁρμονικὴ μεσότης. ὁ αὐτὸς δὲ λόγος τῆς ΑΒ πρὸς τὴν Γ, καὶ τῆς Γ
πρὸς τὴν Θ, τῶν ἄκρων ὅρων ἐπί τε τῆς ἀριθμητικῆς μεσότητος καὶ τῆς
ἁρμονικῆς· ἔσονται οὖν πέντε
τὸν ἀριθμὸν ἐλάχισται εὐθεῖαι
περιέχουσαι τὰς τρεῖς μεσότητας δυνάμεναι καὶ ἀσύμμετροι εἶναι πρὸς
ἀλλήλας.
41 Ἅμα καὶ διʼ ἀριθμῶν ἐλαχίστων πέντε συνίστασθαι κατά τε τοὺς
πολλαπλασίους λεγομένους λύγους καὶ ἐπιμορίους καὶ τοὺς λοιπούς,
ἀδιαιρέτου γοῦν τῆς μονάδος
ὑποκειμένης. ἐπὶ μὲν γὰρ τοῦ
διπλασίου λόγου τῆς ΑΒ πρὸς τὴν Γ ἐν διπλασίῳ λόγῳ δοθείσης
ὑποδείγματος
τῶν τριῶν μεσοτήτων.
42 κἂν χωρὶς ἑκάστην τις ἐθέλῃ ἐκτίθεσθαι, διὰ τῶν προγεγραμμένων
εὔδηλον, τῶν τριῶν ὅρων ἐπὶ μὲν τῆς ἀριθμητικῆς μεσότητος ὄντων ἐν
ἐλαχίστοις ἀριθμοῖς γ΄ β΄ α΄, ἐπὶ δὲ τῆς γεωμετρικῆς δ΄ β΄ α΄, καὶ τῶν
κατὰ τὸν διδόμενον λόγον πυθμένων εἰς τοὺς ἰσάκις
πολλαπλασίους καὶ τοὺς ἐπιμορίους μεταλαμβανομένων καὶ τοὺς λοιπούς.
οἷον ἐπὶ τοῦ διπλασίου λόγου, τῆς ΑΒ πρὸς τὴν Γ λόγον ἐχούσης ὃν ἔχει τὰ
β΄ πρὸς τὸ α΄, τάξομεν ἀντὶ μὲν τῶν β΄ τὰ δ΄, ἀντὶ δὲ τοῦ α΄ τὰ β΄
ἐν ἴσῃ ὑπεροχῇ τῷ β΄. καὶ ἐπεὶ δεῖ τὸν μέσον αὐτῶν τῷ ἴσῳ
ὑπερέχειν καὶ ὑπερέχεσθαι, γίνεται ἡ Ζ εὐθεῖα μονάδων
τριῶν μέσον. καὶ ὁ τῆς Ζ πρὸς τὴν Γ λόγος ἡμιόλιος, ὡς γ΄
πρὸς β΄. ὁ αὐτὸς δὲ τούτῳ καὶ ὁ τῆς Γ πρὸς τὴν Η γενόμενος οὐ ποιεῖ τὸ
πρόβλημα τῆς μονάδος ἀδιαιρέτου μενούσης. πάντα ἄρα τρίς καὶ γίνεται
ἀντὶ μὲν τοῦ δ΄
ὁ ιβ΄, ἀντὶ δέ τοῦ γ΄ ὁ θ΄ ἀριθμός, καὶ
ἀντὶ τοῦ β΄ ὁ Ϛ΄. καὶ γίνεται ἡ Η εὐθεῖα μονάδων δ΄ καὶ ἡ Θ δηλονότι
μονάδων τριῶν καὶ τῶν τριῶν μεσοτήτων ἀριθμοὶ ιβ΄ θ΄ Ϛ΄ δ΄ γ΄.
43 ιζ΄. Ταῦτα μὲν οὖν περὶ τῶν τριῶν μεσοτήτων κατὰ τοὺς παλαιούς, ὅτι δὲ
καὶ ἐν ἡμικυκλίῳ δυνατόν ἐστιν
Ἐκκείσθω γὰρ τὸ ἡμικύκλιον ἔχον τὴν Β∠ κάθετον καὶ τὴν ΕΒ ἐκ
κέντρου, καὶ τὴν ∠Ζ κάθετον, καὶ ἤχθω διὰ τοῦ Β ἐφαπτομένη τοῦ
κύκλου ἡ ΘΗ καὶ ἐκβληθείσης τῆς
ΕΓΗ κείσθω τῇ ΒΗ ἴση ἡ ΒΘ,
καὶ ἐπεζεύχθω ἡ ∠ΚΘ· λέγω ὅτι ἐν τῇ ἁρμονικῇ μεσότητι ἡ ΕΚ μέση
ἐστὶν τῶν ΒΕ ΕΖ, μεγίστης οὔσης τῆς ΒΕ καὶ ἐλαχίστης τῆς ΕΖ.
Ἐπεὶ γὰρ ὀρθαί εἰσιν αἱ πρὸς τοῖς Β Ζ γωνίαι παράλληλός ἐστιν ἡ
∠Ζ τῇ ΘΗ, καὶ ἰσογώνιον τὸ ΕΒΗ. τρίγωνον ,
ἔστιν ἄρα ὡς ᾑ ΒΕ πρὸς ΕΖ, ἡ ΗΒ πρὸς Ζ∠. ἴση δὲ ἡ ΒΗ τῇ ΒΘ· καὶ ὡς
ἄρα ἡ ΒΕ πρὸς ΕΖ, ἡ ΒΘ πρὸς ∠Ζ. ἀλλʼ ὡς ἡ ΒΘ πρὸς τὴν ∠Ζ, ἡ
ΒΚ πρὸς ΚΖ, καὶ ἔστιν ἡ μὲν ΒΚ ὑπεροχὴ τῶν ΒΕ ΕΚ εὐθειῶν, ἡ δὲ
τῷ
ΕΖ∠ τριγώνῳ, τὸ δὲ ΒΘΚ τρίγωνον τῷ ΖΚ∠ τριγώνῳ
ΚΖ ὑπεροχὴ τῶν ΚΕ ΕΖ εὐθειῶν· ἐστιν ἄρα ὡς ἡ ΒΕ πρὸς τὴν
ΕΖ, οὕτως ἡ τῶν ΒΕ ΕΚ ὑπεροχὴ πρὸς τὴν τῶν ΚΕ ΕΖ ὑπεροχήν· ἁρμονικὴν ἄρα
μεσότητα περιέχουσιν αἱ ΒΕ ΕΚ ΕΖ εὐθεῖαι. μέσης οὔσης τῆς ΕΚ καὶ
μεγίστης τῆς ΒΕ καὶ ἐλαχίστης τῆς ΕΖ. ἐδείχθησαν δὲ καὶ αἱ μὲν
Α∠ EΓ Γ∠ τὴν ἀριθμητικήν, αἱ δὲ Α∠
Β∠ ∠Γ τὴν γεωμετρικήν· αἱ τρεῖς ἄρα μεσότητες ἐντεταγμέναι
εἰσὶν καὶ ἐν ἡμικυκλίῳ.
44 ιη΄. Ἐπεὶ δὲ καὶ Νικόμαχος ὁ Πυθαγορικὸς καὶ ἄλλοι τινὲς οὐ μόνον περὶ
τῶν πρώτων τριῶν μεσοτήτων εἰρήκασιν, αἳ χρήσιμοι τυγχάνουσιν μάλιστα
πρὸς τὰς τῶν παλαιῶν ἀναγνώσεις, ἀλλὰ καὶ περὶ ἄλλων τριῶν κατὰ τοὺς
παλαιούς, καὶ ἔτι ταῖς ἓξ ταύταις ἄλλαι ὑπὸ τῶν νεωτέρων
προσεύρηνται τέσσαρες, πειρασόμεθα καὶ περὶ τούτων εἰπεῖν ἐπιτονώτερον,
ἀκολουθήσαντες μέντοι γε τοῖς πρότερον, οἵτινες ἀπὸ μὲν τοῦ μείζονος
ὅρου ποιούμενοι τὴν μετάβασιν τρεῖς ἐξέθεντο τὰς προειρημένας ἀπὸ τοῦ ἐλάσσονος μείζονα μετροῦντες ἄλλας τρεῖς διαφερούσας τῶν
.
πρώτων
45 Ὅταν μὲν γὰρ ᾖ ὡς ὁ τρίτος ὅρος πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ πρώτου ὅρου ὑπεροχὴ πρὸς τὴν τοῦ δευτέρου, τὴν μεσότητα ὑπεναντίαν τῇ ἁρμονικῇ καλοῦσιν.
Ὅταν δʼ ᾖ ὡς ὁ τρίτος ὅρος πρὸς τὸν δεύτερον, ἡ τοῦ
πρώτου
ὑπεροχὴ πρὸς τὴν τοῦ δευτέρου, ἡ μεσότης καλεῖται πέμπτη καὶ ὑπεναντία
τῇ γεωμετρικῇ (τινὲς γὰρ αὐτὴν οὕτως ὀνομάζουσιν).
Ὅταν δὲ ὡς ὁ δεύτερος ὅρος ᾖ πρὸς τὸν πρῶτον, ἡ τοῦ πρώτου ὑπεροχὴ πρὸς
τὴν τοῦ δευτέρου, καλεῖται ἡ
μεσότης ἕκτη, λέγεται δὲ καὶ
αὐτὴ ὑπεναντία τῇ γεωμετρικῇ διά τὴν αὐτὴν τῶν λόγων ἀντακολουθίαν· ὡς
εἶναι κατʼ αὐτοὺς μεσότητας ἕξ.
46 Ὑπὸ δὲ τῶν νεωτέρων, ὡς εἴπομεν, ἄλλαι τέσσαρες τὸν ἀριθμὸν εὑρέθησαν
πῆ μὲν συμφερόμεναι, κέχρηνται
δὲ καὶ ὅροις ἰδίοις οἱ
ταύτας εὑρόντες νεώτεροι· καλοῦσι γὰρ τὴν μὲν τοῦ πρώτοῦ ὅρου
παρὰ τὸν δεύτερον ὑπεροχὴν πρώτην, τὴν δὲ τοῦ δευτέρου παρὰ τὸν τρίτον
ὑπεροχὴν δευτέραν, τὴν δὲ τοῦ πρώτου παρὰ τὸν τρίτον ὑπεροχὴν
Καὶ ὅταν ᾖ ὡς ἡ τρίτη ὑπεροχὴ πρὸς τὴν πρώτην, ὁ δεύτερος ὅρος πρὸς τὸν
τρίτον, τὴν μεσότητα ἑβδόμην
ἐκάλεσαν.
Μένοντος δὲ τοῦ αὐτοῦ λόγου τῶν ὑπεροχῶν, ὅταν γίνηται οὕτως ὁ πρῶτος ὅρος πρὸς τὸν δεύτερον, τὴν μεσότητα ὀγδόην ὀνομάζουσιν.
Ὅταν δὲ ᾖ ὡς ἡ τρίτη ὑπεροχὴ πρὸς τὴν πρώτην, ὁ
πρῶτος ὅρος
πρὸς τὸν τρίτον, τὴν μεσότητα ἐνάτην,
Ὅταν δὲ ᾖ ὡς ἡ τρίτη ὑπεροχὴ πρὸς τὴν δευτέραν, ὁ δεύτερος ὅρος πρὸς τὸν τρίτον, τὴν μεσότητα δεκάτην ὠνόμασαν.
47 Τούτων δὴ τῶν ὅρων ὑποκειμένων τὰς γενέσεις τῶν
δέκα
μεσοτήτων ἐκθησόμεθα καὶ διὰ τῆς γεωμετρικῆς ἀναλογίας, ὡς εἴπομεν.
ἀναλογία δὲ συνέστηκεν ἐκ λόγων. λόγου δὲ παντὸς ἰσότης
ἀρχή.
Ἡ τοίνυν γεωμετρικὴ μεσότης ἐκ τῆς ἰσότητος τὴν πρώτην λαβοῦσα γένεσιν
αὐτή τε αὑτὴν καὶ τὰς ἄλλας συστήσει
μεσότητας,
ἐνδεικνυμένη, καθά φησιν ὁ θειότατος Πλάτων, τὴν τῆς ἀναλογίας φύσιν
αἰτίαν τῆς ἁρμονίας πᾶσι καὶ τῆς εὐλόγου καὶ τεταγμένης γενέσεως· λέγει
γὰρ ἕνα δεσμὸν εἶναι
48 Τρεῖς ἀνάλογον ἔστωσαν ὅροι οἱ Α Β Γ καὶ συναμφοτέρῳ
μὲν
τῷ Α Γ μετὰ β΄ τῶν Β ἴσος ἐκκείσθω ὁ ∠, συναμφοτέρῳ δὲ τῷ Β Γ ὁ Ε,
τῷ δὲ Γ ὁ Ζ· λέγω ὅτι καὶ οἱ ∠ Ε Ζ ὅροι ἀνάλογόν εἰσιν.
Ἐπεὶ γάρ ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Β πρὸς τὸν Γ, ἔσται καὶ συνθέντι ὡς
συναμφότερος ὁ ΑΒ πρὸς τὸν Β,
οὕτως συναμφότερος ὁ ΒΓ πρὸς
τὸν Γ· καὶ πάντες ἄρα οἱ ἡγούμενοι πρὸς πάντας τοὺς ἑπομένους εἰσὶν ἐν
τῷ αὐτῷ λόγῳ ὡς συναμφότερος ὁ Α Β μετὰ συναμφοτέρου τοῦ Β Γ πρὸς
συναμφότερον τὸν Β Γ, οὕτως συναμφότερος ὁ Β Γ πρὸς τὸν Γ. καὶ ἔστιν
συναμφοτέρῳ μὲν τῷ Α Β μετὰ
συναμφοτέρου τοῦ Β Γ ἴσος ὁ
∠, συναμφοτέρῳ δὲ τῷ Β Γ ἴσος ὁ Ε, καὶ τῷ Γ ὁ Ζ· καὶ οἱ ∠ Ε
Ζ ἄρα ἀνάλογόν εἰσιν ἐν τῷ συναμφοτέρου τοῦ Α Β πρὸς τὸν Β
λόγῳ.
49 Διόπερ ἴσων μὲν ὑποκειμένων τῶν Α Β Γ οἱ ∠ Ε Ζ ἐν τῇ διπλασίᾳ
γένοιντʼ ἂν ἀναλογίᾳ· συναμφότερος γὰρ ὁ
Α Γ μετὰ δύο τῶν Β
διπλάσιος συναμφοτέρου τοῦ Β Γ, συναμφότερος δὲ ὁ Β Γ τοῦ Γ διπλάσιος·
τῶν δὲ Α Β Γ ἐν τῇ διπλασίᾳ ἀναλογίᾳ ὑποκειμένων, μεγίστου μὲν ὄντος ἐν
αὐτοῖς τοῦ Α οἱ ∠ Ε Ζ ἔσονται ἐν τῇ τριπλασίᾳ, ἐλαχίστου
ἡ κατὰ τοὺς ∠ Ε Ζ γεωμετρικὴ μεσότης ἐν ἐλαχίστοις
λέγοιτʼ ἂν ἀριθμοῖς τοῖς δ΄ β΄ α΄.
50 ιθ΄. Η ἁρμονικὴ μεσότης διὰ ἀναλογίας οὕτως συνίσταται καὶ τῆς
ἰσότητος ἐν τῇ τάξει τῆς ἀναλογίας διαφόρως κἀνταῦθα κἀν . ὑποκείσθωσαν ὅροι τρεῖς
ἀνάλογον οἱ Α Β Γ, καὶ δύο μὲν τοῖς Α καὶ τρισὶ τοῖς Β καὶ ἐνὶ τῷ Γ ἴσος
ἔστω ὁ ∠ δύο δὲ τοῖς Β καὶ ἑνὶ τῷ Γ ὁ Ε, ἑνὶ δὲ τῷ Β καὶ ἑνὶ τῷ Γ
ὁ Ζ· λέγω ὅτι οἱ
τοῖς ἑξῆς παραλαμβανομένης
∠ Ε Ζ τὴν ἁρμονικὴν ποιοῦσι
μεσότητα.
Ἐπεὶ γὰρ ἀνάλογόν εἰσιν οἱ Α Β Γ, ἔσονται καὶ ὡς δύο οἱ Α μετὰ τοῦ Β πρὸς
τὸν Β, οὕτως δύο οἱ Β μετὰ τοῦ Γ πρὸς τὸν Γ, καὶ πάντες πρὸς πάντας δύο
οἱ Α μετὰ τριῶν
τῶν Β καὶ ἑνὸς τοῦ Γ πρὸς τοὺς Β Γ,
τουτέστιν ὡς ὁ ∠ πρὸς τὸν Ζ, οὕτως δύο οἱ Α μετὰ τοῦ Β πρὸς τὸν Β.
καὶ εἰσὶν δύο μὲν οἱ Α μετὰ τοῦ
τὴν τῶν Ε Ζ ὑπεροχήν, ἡ μεσότης ἐστίν
ἁρμονική. καὶ δῆλον ὅτι λέγοιτʼ ἂν ἐν ἐλαχίστοις ἀριθμοῖς, μονάδων
ὑποτεθεισῶν ὁμοίως τῶν Α Β Γ, τοῖς Ϛ΄ γ΄ β΄.
51 κ΄. Ἡ τῇ ἁρμονικῇ ὑπεναντία μεσότης ἐκ τῆς ἀναλογίας οὕτως συνίσταται.
ὅρων ἀνάλογον ὑποκειμένων τῶν
Α Β Γ δύο μὲν τοῖς Α καὶ
τρισὶ τοῖς Β καὶ ἑνὶ τῷ Γ ἴσος ἔστω ὁ ∠, δύο δὲ τοῖς Α καὶ δύο
τοῖς Β καὶ ἑνὶ τῷ ὁ Ε, ἑνὶ δὲ τῷ Β καὶ ἑνὶ τῷ Γ ὁ Ζ· λέγω ὅτι οἱ ∠
Ε Ζ τὴν εἰρημένην ποιοῦσι μεσότητα.
Πάλιν γὰρ ὁμοίως τοῖς προδεδειγμένοις ἔσται ὡς ὁ ∠
πρὸς τὸν Ζ, οὕτως δύο οἱ Α μετὰ τοῦ Β πρὸς τὸν Β. καὶ εἰσὶν δύο μὲν οἱ Α
μετὰ τοῦ Β ὑπεροχὴ ᾗ ὑπερέχουσιν δύο οἱ Α καὶ δύο οἱ Β καὶ εἷς ὁ Γ ἑνὸς
τοῦ Β καὶ ἑνὸς τοῦ Γ, τουτέστιν ἡ τῶν Ε Ζ ὑπεροχή. εἷς δὲ ὁ Β ὑπεροχὴ ᾗ
ὑπιρέχουσι δύο οἱ A καὶ τρεῖς οἱ Β καὶ εἷς ὁ Γ δύο τῶν Α
καὶ δύο τῶν Β καὶ ἑνὸς τοῦ Γ, τουτέστιν ἡ τῶν ∠ Ε ὑπεροχή· ὡς ἄρα
ὁ Ζ πρὸς τὸν ∠, οὕτως ἡ τῶν ∠ Ε ὑπεροχὴ πρὸς τὴν τῶν Ε Ζ
ὑπεροχήν, ὕπερ ἐστὶ κατὰ τὴν μεσότητα τὴν τῇ ἁρμονικῇ ὑπεναντίαν. δῆλον
δʼ ὅτι καί, μονάδων ὑποτεθεισῶν τῶν Α Β Γ, εἴη ἂν ἐν ἐλαχίστοις ἀριθμοῖς
ἡ μεσότης τοῖς Ϛ΄ ε΄ β΄. ἡ αὐτὴ
καταγραφή.
52 Ἡ πέμπτη μεσότης ἐκ τῆς ἀναλογίας οὕτως συνίσταται. ἐκκείσθωσαν
ἀνάλογον ὅροι τρεῖς οἱ Α Β Γ, καὶ ἑνὶ μὲν
Ἐπεὶ γὰρ διὰ τὴν ἀναλογίαν ἐστὶν ὡς ὁ Α μετὰ τοῦ
Β πρὸς τὸν
Β, οὕτως ὁ Β μετὰ τοῦ Γ πρὸς τὸν Γ, ἔσται καὶ συναμφότερος ὁ ἡγούμενος ὁ
Α Β μετὰ συναμφοτέρου τοῦ Β Γ πρὸς τὸν ἑπόμενον συναμφότερον τὸν Β Γ,
τουτέστιν ὡς ὁ Ε πρὸς τὸν Ζ, οὕτως συναμφότερος ὁ Α Β πρὸς τὸν Β. καὶ
ἔστι συναμφότερος μὲν ὁ Α Β ἡ ὑπεροχὴ
ᾗ ὑπερέχει εἷς ὁ Α
καὶ δύο οἱ Β καὶ εἷς ὁ Γ ἑνὸς τοῦ Β καὶ ἑνὸς τοῦ Γ, τουτέστιν ἡ τῶν Ε Ζ
ὑπεροχή, ὁ δὲ Β ᾗ ὑπερέχει εἷς ὁ Α καὶ τρεῖς οἱ Β καὶ εἷς ὁ Γ ἑνὸς τοῦ Α
καὶ δύο τῶν Β καὶ ἑνὸς τοῦ Γ, τουτέστιν ἡ τῶν ∠ Ε ὑπεροχή· ὡς ἄρα
ὁ Ζ πρὸς τὸν E, οὕτως ἡ τῶν ∠ E ὑπεροχὴ πρὸς τὴν
τῶν
Ε Ζ ὑπεροχήν, ὅπερ τῇ πέμπτῃ συμβέβηκεν μεσότητι. καὶ λέγοιτʼ ἂν ἐν
ἐλαχίστοις ἀριθμοῖς τοῖς ε΄ δ΄ β΄, μονάδων ὑποτεθεισῶν τῶν Α Β Γ. ἡ
αὐτὴ δὲ καταγραφή.
53 Ἡ ἕκτη μεσότης ἐκ τῆς ἀναλογίας οὕτως συνίσταται. ἐκκείσθω ἡ αὐτὴ τῶν
Α Β Γ ὅρων ἀναλογία, καὶ ἑνὶ μὲν
τῷ Α καὶ τρισὶ τοῖς Β καὶ
δύο τοῖς Γ ἴσος ὁ ∠, ἑνὶ δὲ τῷ Α καὶ δύο τοῖς Β καὶ ἑνὶ τῷ Γ ὁ Ε,
ὁ δὲ Ζ ἔστω ἡ ὑπεροχὴ ᾗ ὑπερέχει συναμφότερος ὁ ΑΒ τοῦ Γ· λέγω ὅτι οἱ
∠ Ε Ζ τὴν προκειμένην ποιοῦσι μεσότητα.
Ἐπεὶ γὰρ διὰ τὴν ἀναλογίαν ἐστὶν ὡς ὁ Α μετὰ δύο
τῶν Β πρὸς
συναμφότερον τὸν Α Β, οὕτως ὁ Β μετὰ δύο τῶν Γ πρὸς συναμφότερον τὸν Β
Γ, καὶ πάντες οἱ ἡγού-
οὕτως δύο οἱ Α μετὰ τοῦ Β πρὸς συναμφότερον τὸν Α Β, καὶ
εἰσὶν δύο μὲν οἱ Α μετὰ τοῦ Β ὑπεροχὴ ᾗ ὑπερέχουσιν δύο οἱ Α καὶ τρεῖς
οἱ Β καὶ εἷς ὁ Γ δύο τῶν Β καὶ ἑνὸς τοῦ Γ, τουτέστιν ἡ τῶν ∠ Ζ
ὑπεροχή, συναμφότερος δὲ ὁ Α Β ὑπεροχή ἐστιν ᾗ ὑπερέχουσιν δύο οἱ Α καὶ
τρεῖς οἱ Β
καὶ εἷς ὁ Γ ἑνὸς τοῦ Α καὶ δύο τῶν Β καὶ ἑνὸς
τοῦ Γ, τουτέστιν ἡ τῶν ∠ Ε ὑπεροχή, καὶ ὡς ἄρα ὁ ∠ πρὸς τὸν
Ε, ἡ τῶν ∠ Ζ ὑπεροχὴ πρὸς τὴν τῶν ∠ Ε ὑπεροχήν, ὅπερ τὴν
ὀγδόην συνίστησι μεσότητα. καὶ λέγοιτʼ ἂν ἐν ἐλαχίστοις ἀριθμοῖς τοῖς Ϛ΄
δ΄ γ΄, μονάδων νοουμένων τῶν Α Β Γ.
55 κβ΄. Ἡ ἐνάτη μεσότης δι᾿ ἀναλογίας οὕτως συνίσταται. τῶν Α Β Γ ἀνάλογον ὑποκειμένων ἑνὶ μὲν τῷ Α καὶ δύο τοῖς Β καὶ ἑνὶ τῷ Γ ἴσος ἔστω ὁ ∠, ἑνὶ δὲ τῷ Α καὶ ἑνὶ τῷ Β καὶ ἑνὶ τῷ Γ ὁ E, ἑνὶ δὲ τῷ B καὶ ἐνὶ τῷ Γ ὁ Ζ· λέγω ὅτι οἱ ∠ Ζ τὴν ἐνάτην περιέχουσιν μεσότητα.
Ἐπεὶ γάρ ἐστιν ὡς συναμφότερος ὁ Α Β πρὸς τὸν Β, οὕτως συναμφότερος ὁ Β Γ
πρὸς τὸν Γ, καὶ πάντες πρὸς πάντας, ὡς ὁ Α μετὰ δύο τῶν Β καὶ τοῦ Γ πρὸς
συναμφότερον τὸν Β Γ, τουτέστιν ὡς ὁ ∠ πρὸς τὸν Ζ, οὕτως
συναμφότερος ὁ Α Β πρὸς τὸν Β, ἀλλὰ συναμφότερος μὲν
ὁ Α Β
ὑπεροχή ἐστιν ᾗ ὑπερέχει εἷς ὁ Α καὶ δύο οἱ Β καὶ εἷς ὁ Γ συναμφοτέρου
τοῦ Β Γ, τουτέστιν ἡ τῶν ∠ Ζ ὑπεροχή, ὁ δὲ Β ὑπεροχή ἐστιν ᾗ
ὑπερέχει εἷς ὁ Α καὶ δύο οἱ Β καὶ εἷς ὁ Γ ἑνὸς τοῦ Α καὶ ἑνὸς τοῦ Β καὶ
ἑνὸς τοῦ Γ, ἡ αὐτὴ
καταγραφή.
56 κγ΄. Ἡ δεκάτη μεσότης ἐκ τῆς ἀναλογίας οὕτως συνίσταται. πάλιν τριῶν ἀνάλογον ὄντων τῶν Α Β Γ τοῖς μὲν Α Β Γ ἴσος ἔστω ὁ ∠, τοῖς δὲ Β Γ ὁ Ε, τῷ δὲ Γ ὁ Ζ· λέγω ὅτι οἱ ∠ Ε Ζ κατὰ τὴν δεκάτην εἰσὶ μεσότητα.
Ἐπεὶ γὰρ ὡς συναμφότερος ὁ Β Γ πρὸς τὸν Γ, τουτέστιν
ὡς ὁ Ε
πρὸς τὸν Ζ, οὕτως συναμφότερος ὁ Α Β πρὸς τὸν Β, καὶ ἔστιν συναμφότερος
ὁ Α Β ὑπεροχὴ ᾗ ὑπερέχουσιν οἱ Α Β Γ τοῦ Γ, τουτέστιν ἡ τῶν ∠ Ζ
ὑπεροχή, ὁ δὲ Β, ᾗ ὑπερέχουσιν οἱ Β Γ τοῦ Γ, τουτέστιν ἡ τῶν Ζ ὑπεροχή,
ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Ζ, οὕτως ἡ τῶν
∠ Ζ ὑπεροχὴ
πρὸς τὴν τῶν Ε Ζ ὑπεροχήν, ὃ τῇ δεκάτη συμβέβηκεν μεσότητι. καὶ ποιοῦσιν
αὐτὴν ἐλάχιστοι ἀριθμοὶ οἱ γ΄ β΄ α΄, μονάδων ὑποτεθεισῶν τῶν Α Β Γ.
57 Ἔκκεινται δὲ τοῦ προχείρου χάριν καὶ οἱ ἀριθμοὶ ἑξῆς, καθʼ οὓς ἕκαστος
ὅρος τῆς ἀναλογίας πολλαπλασιαζόμενος
ποιεῖ μεσότητα
ἑκάστην, καὶ παράκεινται οἱ ἐλάχιστοι περιέχοντες αὐτάς. οἷον ἐπὶ τοῦ
τῆς ἕκτης μεσότητος πλινθίου ὁ μὲν πρῶτος στίχος ὁ α΄ γ΄ β΄ σημαίνει
τοῦθʼ ὅτι ὁ πρῶτος ὅρος τῆς ἀναλογίας ἅπαξ καὶ ὁ δεύτερος τρὶς καὶ ὁ
τρίτος δὶς συντεθέντες τὸν πρῶτον τῆς μεσότητος ὅρον
ὁ δὲ
δεύτερος τοῦ πλινθίου στίχος ὁ α΄ β΄ α΄ σημαίνει ὅτι ὁ πρῶτος τῆς
ἀναλογίας ὅρος ἅπαξ καὶ ὁ δεύτερος δὶς καὶ ὁ τρίτος ἅπαξ τὸν δεύτερον
ὅρον ἀποπληροῦσι τῆς μεσότητος. ὁ δὲ τρίτος τοῦ πλινθίου στίχος ἐπὶ μὲν
ὡς
γὰρ ὁ δεύτερος ὅρος πρὸς τὸν πρῶτον, τουτέστιν ὡς αἱ τέσσαρες
μονάδες πρὸς τὰς τὰ δʼ ὅμοια καὶ ἐπὶ τῶν ἄλλων
πλινθίων νοείσθω.
ἕξ, οὕτως ἡ ὑπεροχὴ τοῦ πρώτου παρὰ τὸν
δεύτερον, τουτέστιν ἡ τῶν ἓξ μονάδων παρὰ τὰς τέσσαρας ὑπεροχή,
αἵπερ εἰσὶ μονάδες δύο, πρὸς τὴν ὑπεροχὴν τοῦ δευτέρου ὁρου παρὰ τὸν
τρίτον, τουτέστι τῶν τεσσάρων μονάδων παρὰ τὴν μίαν, αἵπερ εἰσὶ
μονάδες τρεῖς. ἑκάτερος γὰρ λόγος (ἑκατέρου)
ὑφημιόλιος
αἳ τε γὰρ τέσσαρες μονάδες τῶν ἓξ καὶ δύο τῶν τριῶν τὸν αὐτὸν
ὑφημιόλιον περιέχουσι λόγον.
58 κδ΄. Τὸ δὲ τρίτον τῶν προβλημάτων ἦν τόδε.
Ἔστω τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ ὀρθὴν ἔχον τὴν
γωνίαν, καὶ
διήχθω τις ἡ Α∠, καὶ κείσθω τῇ ΑΒ ἴση ἡ ∠Ε, καὶ δίχα
τμηθείσης τῆς ΕΑ κατὰ τὸ Ζ καὶ ἐπιζευχθείσης τῆς ΖΓ δεῖξαι συναμφοτέρας
τὰς ∠ΖΓ δύο πλευρὰς ἐντὸς τοῦ τριγώνου μείζονας τῶν ἐκτὸς
συναμφοτέρων τῶν ΒΑΓ πλευρῶν.
Καὶ ἔστι δῆλον. ἐπεὶ γὰρ αἱ ΓΖΑ, τουτέστιν αἱ ΓΖΕ, τῆς ΓΑ μείζονές εἰσιν, ἴση δὲ ἡ ∠Ε τῇ ΑΒ, αἱ ΓΖ∠ ἄρα δύο τῶν ΓΑΒ μείζονές εἰσιν.
59 Ἦν δὲ τὸ προκείμενον ὑγιέστερον προτεῖναι καὶ οὕτως. ὀρθογωνίου
τυχόντος ὑποκειμένου τοῦ ΑΒΓ λαβεῖν τι σημεῖον
ἐντὸς τοῦ
τριγώνου, καὶ ἀπʼ αὐτοῦ δύο εὐθείας ἀγαγεῖν, μίαν μὲν τέμνουσαν τὴν ΒΓ,
τὴν δὲ λοιπὴν ἐπὶ τὸ Γ ἐρχομένην, ὥστε συναμφοτέρας μείζονας εἶναι τῶν
ἐκτός, ὁ προταθεὶς διάξας τυχοῦσαν τὴν
Α∠ καὶ θεὶς τῇ ΑΒ ἴσην τὴν ∠Ε καὶ τεμὼν δίχα τὴν ΕΑ κατὰ τὸ
Ζ ἀποδείξῃ τὸ Ζ σημεῖον ποιοῦν τὸ πρόβλημα. ἐπιζευχθείσης γὰρ τῆς ΓΖ δύο
αἱ ΓΖ∠ δύο τῶν ἐκτὸς ΓΑΒ μείζονές εἰσιν. ἀλλʼ ὅτι τοῦτο μέν, ὅπως
ἄν τις ἐθέλοι
προτείνειν, ἀπειραχῶς δείκνυται δῆλον, οὐκ
ἄκαιρον δὲ καθολικώτερον περὶ τῶν τοιούτων προβλημάτων διαλαβεῖν ἀπὸ τῶν
φερομένων παραδόξων Ἐρυκίνου προτείνοντας οὕτως.
60 κε΄. Ἐν παντί τριγώνῳ, πλὴν τοῦ ἰσοπλεύρου καὶ ἰσοσκελοῦς
τοῦ τὴν βάσιν ἐλάσσονα τῆς πλευρᾶς ἔχοντος, δυνατόν ἐστι συσταθῆναί
τινας ἐπὶ τῆς βάσεως ἐντὸς δύο εὐθείας ἴσας ταῖς ἐκτὸς ὁμοῦ
λαμβανομέναις. Ἔστω πρότερον ἀνισοσκελὲς τρίγωνον τὸ ΑΒΓ μείζονα ἔχον
τὴν ΑΒ τῆς ΒΓ, καὶ τετμήσθω συναμφότερος ἡ ΑΒΓ
δίχα κατὰ τὸ
∠, καὶ εἰλήφθω μεταξὺ τῶν ∠ Β τυχὸν σημεῖον τὸ Ε, καὶ τῇ ΑΓ
παράλληλος ἤχθω ἡ ΕΖ, καὶ ἐπʼ αὐτῆς τυχὸν τὸ Η, καὶ τῇ ΕΑ παράλληλος ἡ
ΗΘ καὶ ἐπιζευχθεῖσα ἡ ΗΓ ἐκβεβλήσθω. ἐπεὶ μείζονες αἱ μὲν ΕΒΖ τῆς ΕΖ αἱ
δὲ ΓΖΗ τῆς ΓΗ, συναμφότερος ἔρα ἡ ΕΒΓ
μετὰ τῆς ΗΖ μείζονές
εἰσι συναμφοτέρων τῶν ΕΖ ΗΓ. κοινὴ ἀφῃρήσθω ἡ ΖΗ· μείζων ἄρα καὶ
συναμφότερος ἡ ΕΒΓ συναμφοτέρου τῆς ΕΗΓ, καὶ μᾶλλον τῆς ΗΓ. ἔστω
συναμφοτέρῳ τῇ ΕΒΓ ἴση ἡ ΗΛ, καὶ περὶ κέντρον τὸ Η διὰ τοῦ Λ γεγράφθω
κύκλου περιφέρεια ἡ ΛΚΟ· τέμνει
δὴ ἑκατέραν τῶν ΓΘ ΘΗ, ἐπεὶ
ἡ ΑΕ, τουτέστιν ἡ ΘΗ,
Ἔστιν δὲ φανερόν· ἡ μὲν γὰρ ΗΘ τῇ ΑΕ, ἡ δὲ ΚΗ τῇ ΗΛ, τουτέστιν
συναμφοτέρῳ τῇ ΕΒΓ ἴση, καὶ γίνεται
ἀπειραχῶς.
61 κϚ΄. Ἔστω δὴ νῦν ἰσοσκελὲς τὸ ΑΒΓ τρίγωνον τὴν μὲν ΑΒ ἴσην ἔχον τῇ ΒΓ,
τὴν δὲ ΑΓ μείζονα ἑκατέρας αὐτων, καὶ περὶ κέντρον τὸ Α διὰ τοῦ Β
γεγράφθω κύκλου περιφέρεια ἡ ΒΕ∠, καὶ διήχθω τις ἡ ΑΕΖ τέμνουσα
τὴν ΒΓ
ἐκτὸς τῆς περιφερείας, καὶ εἰλήφθω ἐπὶ τῆς ΕΖ τυχὸν
σημεῖον τὸ Η, καὶ τῇ ΑΓ παράλληλος ἡ ΗΘ, καὶ ἐπʼ αὐτῆς τυχὸν τὸ Κ, καὶ
τῇ ΑΖ παράλληλος ἡ ΚΛ, καὶ ἐπιζευχθεῖσα ἡ ΚΓ ἐκβεβλήσθω ἐπὶ τὸ Μ, καὶ τῇ
ΕΗ ἴση ἀφῃρήσθω ἡ ΒΝ· ἔσται οὖν ἡ ΑΗ, τουτέστιν ἡ ΚΛ, ἴση
συναμφοτέρῳ τῇ ΑΒΝ, καὶ λοιπὴ ἡ ΝΓ ἐλάσσων τῆς ΚΛ. καὶ ἐπεὶ αἱ μὲν ΘΖΗ
τῆς ΘΗ μείζονές εἰσιν, αἱ δὲ ΓΘΚ τῆς ΓΚ, συναμφότεροι ἄρα αἱ ΓΖΗ μετὰ
τῆς ΘΚ μείζονές εἰσιν συναμφοτέρων τῶν ΓΚ ΗΘ. κοινὴ ἀφῃρήσθω ἡ ΘΚ· λοιπὴ
ἄρα συναμφότερος ἡ ΓΖΗ μείζων
τῶν ΓΚΗ. κοινὴ προσκείσθω ἡ
ΑΗ· συναμφότεροι
ΝΓ ἴση ἡ ΚΜ, καὶ περὶ κέντρον τὸ Κ διὰ τοῦ Μ γραφεῖσα κύκλου περιφέρεια
τεμνέτω τὴν ΓΛ κατὰ τὸ Ξ, καὶ ἐπεζεύχθω ἡ ΚΞ· λέγω δὴ ὅτι συναμφότερος ἡ
ΛΚΞ ἴση ἐστὶ συναμφοτέρῳ τῇ ΑΒΓ.
Ἔστι δὲ φανερόν. ἡ μὲν γὰρ ΚΛ ἴση ἐστὶ συναμφοτέρῳ
τῇ ΑΒΝ, ἡ
δὲ ΚΞ τῇ ΚΜ, τουτέστιν τῇ ΝΓ, καὶ γίνεται ἀπειραχῶς.
62 κζ΄. Λέγω δʼ ὅτι, ἐὰν ᾖ ἰσόπλευρον τὸ τρίγωνον ἢ ἰσοσκελὲς τὴν βάσιν
ἐλάσσονα τῆς πλευρᾶς ἔχον, ἀδύνατον ἔσται συσταθῆναι τὰς ἐντὸς ἴσας ταῖς
ἐκτός, ἀλλʼ αἱ ἐντὸς
ἐλάσσονες ἔσονται.
Ἔστω γὰρ τὸ ΑΒΓ τρίγωνον ἰσόπλευρον ἢ ἰσοσκελὲς ἔχον τὴν ΑΓ βάσιν ἐλάοσονα ἑκατέρας τῶν ΑΒ ΒΓ, καὶ συνεστάτωσάν τινες ἐντὸς αἱ ∠Ε ΕΗ· λέγω ὅτι ἐλάσσονές εἰσιν τῶν ΑΒ ΒΓ.
Ἐκβεβλήσθω ἡ ∠Ε ἐπὶ τὸ Ζ, καὶ ἐτεζεύχθω ἡ ΑΖ. ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ
ΒΑΓ γωνία τῇ ὑπὸ ΒΓΑ, μείζων ἡ ὑπὸ ΒΓΑ τῆς ὑπὸ ΖΑΓ. τῆς δʼ ὑπὸ ΒΓΑ μείων
ἡ ὑπὸ Ζ∠Α· πολλῷ ἄρα μείζων ἡ ὑπὸ Ζ∠Α τῆς ὑπὸ ΖΑ∠,
ὥστε καὶ ἡ ΑΖ μείζων τῆς Ζ∠. ἐπεὶ μείζων μὲν ἡ ὑπὸ
μείζων τῆς ΕΗ· ἐλάσσονες ἄρα εἰσὶν αἱ ΗΕ∠ τῶν ΑΒΓ.
63 κη΄ Ἐφ᾿ ὧν μέντοι τριγώνων αἱ ἐντὸς ἴσαι συνίστανται ταῖς ἐκτός, ἐπʼ ἐκείνων καὶ μείζους τῶν ἐκτὸς ἐντός τινες εἶναι δύνανται συναμφότεραι λαμβανόμεναι.
Ἔστωσαν γὰρ
β ἐν τῷ ΑΒΓ τριγόνῳ αἱ ∠ΕΖ ἴσαι ταῖς ΑΒΓ,
καὶ ἐκβεβλήσθω μία τῶν ἐντὸς ἡ ∠Ε ἐπὶ τὸ
Η, καὶ
μεταξὺ τῶν Ε Η εἰλήφθω τυχὸν σημεῖον τὸ Κ, καὶ ἐπεζεύχθω ἡ ΚΖ· ἔσονται
δὴ αἱ ∠ΚΖ μείζονες τῶν ∠ΕΖ, ὥστε καὶ τῶν ΑΒΓ. δῆλον δʼ ὅτι,
κἂν ἐντὸς τοῦ
ΑΒΓ τριγώνου τὸ Κ σημεῖον οὕτως ληφθῇ ὥστε
τὰς ∠ΕΖ περιέχεσθαι ὑπὸ τῶν ἀπʼ αὐτοῦ ἐπὶ τὰ ∠ Ζ
ἐπιζευγνυμένων, ὡς ἔχει ἐπὶ τῆς δευτέρας καταγραφῆς, καὶ οὕτως ἔσται τὸ
αὐτό, καὶ ἑκατέρως ἀπειραχῶς ἔσται τὸ προκείμενον.
64 κθ΄. Καὶ τούτου παραδόξου δοκοῦντος εἶναι τοῖς ἀγεω
μετρήτοις ἔτι παραδοξότερον φανεῖται τὸ μὴ μόνον συναμφότερον
συναμφοτέρῳ, ἀλλὰ καὶ ἑκατέραν τῶν συνισταμένων ἐντὸς ἑκατέρᾳ τῶν ἐκτὸς
καὶ ἴσην εἶναι δύνασθαι καὶ μείζονα κατὰ μίαν. δείκνυται δʼ οὕτως.
Ὑποκείσθω τὸ ΑΒΓ τρίγωνον τὴν ΑΒ τῆς ΒΓ μὴ ἐλάσσονα ἔχον, τὴν δὲ ΑΓ
ἑκατέρας αὐτῶν μείζονα, καὶ περὶ κέντρον τὸ Α διὰ τοῦ Β κύκλου
περιφέρεια
γεγράφθω ἡ ΒΕΖ, καὶ εἰλήφθω μεταξὺ αὐτῆς
καὶ τῆς ΒΓ εὐθείας τυχὸν σημεῖον τὸ ∠, καὶ
ἐπεζεύχθωσαν αἱ Α∠ ∠Γ. ἐπεὶ ἡ μὲν Α∠ μείζων τῆς ΑΒ
καὶ διὰ τὴν ὑπόθεσιν τῆς ΒΓ, ἡ δὲ ∠Γ ἐλάσσων τῆς ΒΓ,
ἐὰν ἐκβαλόντες τὴν ∠Γ τῇ ΒΓ ἴσην θῶμεν ἑκατέραν τῶν ∠Θ
∠Κ ὁ περὶ κέντρον τὸ ∠ διὰ τῶν Θ Κ γραφόμενος κύκλος τεμεῖ
τὴν ΑΖ. τεμνέτω κατὰ τὸ Η, καὶ μεταξὺ τῶν Α εἰλήφθω τυχὸν σημεῖον τὸ Α·
δῆλον δὴ ὅτι
ἐπιζευχθείσης τῆς, ∠Α ἑκατέρα τῶν
Α∠ ∠Λ ἑκατέρας τῶν ΑΒ ΒΓ ἔσται μείζων.
65 λ΄. Ἂν δὲ θέλωμεν ἑκατέραν ἑκατέρᾳ ἴσην εἶναι, δεήσει τὴν μὲν ΑΓ τῆς ΑΒ μείζονα ὑποθέσθαι, τὴν δὲ ΒΓ τῆς ΒΑ ἐλάσσονα.
Ἐχέτω γὰρ οὕτως, καὶ ὁμοίως ἡ ΒΕΖ περιφέρεια γεγράφθω, καὶ τὸ ∠
σημεῖον εἰλήφθω, καὶ ἐπεζεύχθωσαν αἱ ∠Α ∠Γ, καὶ τῆς ∠Γ
ἐκβληθείσης τῇ ΒΓ ἴση κείσθω
δὴ ὅτι ἐπιζευχθεῖσα ἑκατέρα τῶν ∠Μ ∠Η
ἴση ἔσται ἑκατέρᾳ τῶν ΑΒ ΒΓ.
66 λα΄. Μᾶλλον δʼ ἂν ἐπιταθείη τὸ παράδοξον, εἰ μὴ μόνον ἴσαι ἢ μείζους
ἁπλῶς εἶεν αἱ ἐπὶ τῆς βάσεως ἐντὸς τοῦ τριγώνου συνιστάμεναι τῶν
περιεχουσῶν δύο πλευρῶν,
ἀλλὰ καὶ λόγον ἔχοιεν πρὸς αὐτὰς
τὸν ἐπιταχθέντα.
Κατεσκευάσθωσαν γὰρ αἱ ΕΖΚ ἴσαι ταῖς ΑΒΓ (τοῦτο γὰρ ὡς δυνατόν ἐστι
γενέσθαι διὰ τῶν πρώτων εἴρηται ἐν ἀρχῇ), καὶ τὸ μὲν Π δίχα
τεμνέτω συναμφότερον τὴν ΑΒΓ, ἠ δὲ ΘΖΗ παράλληλος ἤχθω τῇ ΑΓ καὶ ἡ
ΖΕ δὲ , καὶ τῷ δοθέντι λόγῳ
ὁ αὐτὸς ἔστω ὁ τῆς ΑΒ πρὸς ΑΛ, καὶ τῇ ΑΓ παράλληλος ἤχθω ἡ ΛΜΝ, καὶ ἐπὶ
τῆς ΛΜΝ σημεῖον εἰλήφθω τὸ Μ, ὥστε τὰς διʼ αὐτοῦ ταῖς ΒΑ ΒΓ παραλλήλους
ἀγομένας τὰς ΜΟ Μ∠ περιλαμβάνειν τὸ Ζ. ἔσται δὴ καὶ συναμφοτέρου
τῆς
παράλληλος ἔστω τῇ ΒΑ
ΑΒΓ, τουτέστι συναμφοτέρου τῆς ΕΖΚ, πρὸς συναμφότερον
τὴν ΑΛ ΝΓ, τουτέστι πρὸς συναμφότερον τὴν ΟΜ∠, δοθεὶς λόγος· ἐν
ἄρα τῷ ΟΜ∠ τριγώνῳ ἐντὸς οὖσαι αἱ ΕΖΚ πρὸς τὰς ΟΜ∠
περιεχούσας λόγον ἔχουσι τὸν ἐπιταχθέντα.
Ἐπεὶ δὲ δεῖ τὴν ΛΜΝ ἀνώτερον πίπτειν τῆς ΗΘ, δεῖ τὴν ΒΑ τῆς ΑΛ ἐλάσσονα
εἶναι ἢ διπλασίαν (ἐπεὶ καὶ τῆς ΑΠ ἐλάσσων ἐστὶν ἢ διπλασία), ὥστε καὶ
τὸν δοθέντα λόγον δεήσει ἐλάσσονα εἶναι τοῦ διπλασίου. δῆλον δʼ ὅτι, ὅσῳ
ἂν ἡ μὲν ΑΒ τῆς ΒΓ πολλαπλασία γίνηται, ἡ δὲ Β
γωνία
ἀμβλύνηται, μᾶλλον αἱ ΕΖΚ τῷ διπλασίῳ συνεγγιοῦσι λόγῳ, καὶ μᾶλλον, εἰ
μὴ ἴσαι εἶεν αἱ ΕΖΚ ταῖς ΑΒΓ ἀλλὰ μείζους αὐτῶν, καὶ φανερόν, εἰ καθέτου
ἀχθείσης τῆς ΜΞ πρὸς τὰς ΟΜΞ συγκρίνονται. δυνατὸν δὲ καὶ καθʼ ἑτέρας
ἐφόδους τὸ αὐτό, ἀλλὰ πρὸς ἔνδειξιν Ἱκανὸς
ὁ τρόπος
οὗτος.
67 λβ΄. Οὐ μόνον δʼ ἐπὶ τοῦ τριγώνου τῆς βάσεως αἱ εὐθεῖαι συνίστανται
συναμφότεραι μείζους τῶν ἐκτὸς αἱ ἐντός, ἀλλὰ καὶ ἐπὶ τετραπλεύρου δύο
τῶν τριῶν καὶ τρεῖς τῶν τριῶν, καὶ ἐπὶ τῶν ἔτι πολυπλευροτέρων
ὁμοίως ὁσαιδὴ αἱ ἐντὸς ὁσωνοῦν τῶν ἐκτὸς μείζους εἶναι
δύνανται.
Ἂν γὰρ ᾖ τρίγωνον τὸ ΑΒΓ ἐν ᾧ συνίστανται αἱ ∠ΕΖ
καὶ ἔτι αἱ ∠Κ ΚΕ ΕΖ τῶν τεττάρων τῶν ΑΠ ΠΗ
ΗΘ ΘΓ ἐν πενταπλεύρῳ. κἂν ἔτι κλασθῇ ἡ ΕΛΖ, μείζους ἔσονται τέτταρες αἱ
∠Κ ΚΕ ΕΛ ΛΖ τῶν τεττάρων τῶν ΑΠ ΠΗ ΗΘ ΘΓ. κἂν ἡ ΠΗΨΘ κλασθῇ, κἂν
ἔτι πρὸς πλείω σημεῖα τῶν Η Ψ καὶ τῶν Κ Λ ἡ κλάσις γίνηται, τὸ αὐτὸ
συμβήσεται.
καὶ ἐπὶ τὸ ἄπειρον, ὅσας ἄν τις ἐπιτάξῃ τὰς
ἐντὸς ὁσωνδὴ τῶν ἐκτὸς εἶναι μείζους, τῷ αὐτῷ τρόπῳ
κατασκευασθήσεται.
68 λγ΄. Δυνατὸν δὲ καὶ τὰς ἐντὸς ὁσαισδὴ ταῖς ἐκτὸς περιλαμβανούσαις πάσαις ὁμοῦ πάσας ἴσας εἶναι.
Κατασκευασθεισῶν γάρ, ὡς προδέδεικται, τῶν ΗΘ ΘΚ ΚΛ ΛΜ μειζόνων ὁσωνδὴ
τῶν ΑΒ ΒΓ Γ∠ ∠Ε ΕΖ, ἂν
69 λδ΄ Ῥᾴδιον δὲ ἀπὸ δύο σημείων τῶν Β Ε κλάσαι τὴν ΒΝΞΕ καθόλου τῇ δοθείσῃ εὐθείᾳ ἴσην τῶν κλασμάτων τὸ πλῆθος δοθὲν ἔχουσαν.
Ἔστω γὰρ τὰ μὲν δοθέντα σημεῖα τὰ Α Β, ἡ δὲ δοθεῖσα τῷ μεγέθει εὐθεῖα ΑΓ
μείζων τῆς ΑΒ, καὶ διῃρήσθω
ἡ ΒΓ εἰς τυχούσας εὐθείας τὰς
Β∠ ∠Ε ΕΓ μιᾷ ἐλάσσονας τοῦ τῶν κλασμάτων πλήθους, καὶ ἡ μὲν
ΑΘΒ κεκλάσθω τῆς ΑΒ ὑπερέχουσα τῇ Β∠ (ῥᾴδιον γὰρ ποιῆσαι), ἡ δὲ
ΑΗΘ κεκλάσθω τῆς ΑΘ ὑπερέχουσα τῇ
∠Ε, ἡ δὲ ΑΖΗ
κεκλάσθω τῆς ΑΗ ὑπερέχουσα τῇ ΕΓ· ἔσται δὴ τὸ πλῆθος τῶν ΑΖ ΖΗ ΗΘ ΘΒ
ἴσον τῷ δοθέντι, καὶ ἡ ἐκ πασῶν συγκειμένη εὐθεῖα ἴση τῇ ΑΓ. εὔκολον γὰρ
ἐκ τῆς κατασκευῆς τοῦτο συνιδεῖν καὶ ὅτι ἀπειραχῶς γίνεται.
70 λε΄. Δυνατὸν δὲ καὶ παραλληλόγραμμον εὑρεῖν, οὗ ἐπὶ τῆς βάσεως ἐντὸς εὐθεῖαι δύο συνίστανται ταῖς περιεχούσαις τρισὶν ἴσαι καὶ μείζους αὐτῶν προδιδαχθέντος τοῦδε.
Ἔστω ἡ ΑΒ τῆς ΒΓ δοθείσῃ μείζων ἢ ἐν λόγῳ ἀγαγεῖν παράλληλον τῇ AΓ τὴν ∠Ε καὶ ποιεῖν ἐν τῷ λόγῳ τὴν Α∠ πρὸς συναμφότερον τὴν ∠Ε ΒΓ.
Γεγονέτω. ἐπεὶ ἡ ΑΒ τῆς ΒΓ δοθείσῃ μείζων ἐστὶν ἢ ἐν λόγῳ, ἔστω λόγος τῆς
ΑΒ πρὸς τὴν ΒΓ μετὰ δοθείσης·
ἔστω τῆς Ζ. ὁ δʼ αὐτός ἐστιν
καὶ τῆς Α∠ πρὸς τὰς ∠Ε ΒΓ· καὶ λοιπῆς ἄρα τῆς Β∠ λόγος
πρὸς τὴν τῶν Ζ ∠Ε ὑπεροχὴν ὁ αὐτός ἐστίν. καὶ ἔστιν δοθεῖσα ἡ Ζ·
δοθεῖσα ἄρα καὶ ἡ ∠Ε *** θέσει ἄρα *** ὥστε καί, ἂν ἡ ΑΒ τῆς ΒΓ
μείζων ᾖ ἢ διπλῆ, δυνατὸν ἔσται ἀγαγεῖν
παράλληλον τὴν
∠Ε καὶ ποιεῖν τὴν Α∠ διπλῆν συναμφοτέρου τῆς ∠Ε
ΒΓ.
71 λϚ΄ Ἐκκείσθω δὴ τοιοῦτον τρίγωνον τὸ ΑΒΓ, ὥστε τὴν μὲν ΑΒ τῆς ΒΓ
μείζονα εἶναι ἢ διπλασίαν, τὴν δὲ ΑΓ τῆς ΓΒ διπλασίαν, καὶ ἤχθω
παράλληλος ἡ ∠Ε ποιοῦσα
τὴν Α∠ διπλασίαν
συναμφοτέρου τῆς ∠Ε ΒΓ, καὶ
Ἐπεὶ γὰρ ἡ μὲν ΖΑ διπλασία ἐστὶν τῆς ∠Ε, ἡ δὲ ΑΓ τῆς ΓΒ, ἔσται ὅλη
ἡ ΖΓ, τουτέστιν ἡ ΗΒ, διπλασία συναμφοτέρου τῆς ∠Ε ΒΓ· ἴση ἄρα
ἐστὶν τῇ Α∠. ἐπειδὴ
ἡ Α∠ τῆς ΒΓ μείζων ἢ
διπλασία, κατήχθω ἡ ∠Θ διπλασία τῆς ΒΓ ἴση ἄρα ἡ ∠Θ ταῖς ΗΖ
ΒΓ. ἐδείχθη δὲ καὶ ἡ Α∠ τῇ ΗΒ ἴοη· αἱ Α∠Θ ἄρα ἴσαι ταῖς ΖΗ
ΗΒ ΒΓ, καὶ ἔστιν παραλληλόγραμμον τὸ ΖΗΒΓ.
Δῆλον δʼ ὅτι καὶ μείζους αἱ Α∠Θ τῶν ΖΗ ΗΒ ΒΓ
δύνανται
εἶναι.
Καὶ ληφθέντος σημείου τινὸς τοῦ Κ μᾶλλον αἱ ΑΚ Κ∠ ∠Θ μείζους τῶν ἐκτός.
Καὶ εἰ, ὅσῳ μείζους εἰσίν, κλασθείη ἡ ΗΛ∠ τῷ αὐτῷ μείζων τῆς ΗΒ,
ἔσονται καὶ αἱ ΑΚ Κ∠ ∠Θ ἴσαι ταῖς
ΖΗ ΗΛ ΛΒ ΒΓ
ἐν πενταπλεύρῳ. καὶ ἐπὶ τῶν πολυπλευροτέρων ὁ αὐτὸς τρόπος, ὥσπερ καὶ
ἐπὶ τῶν ἀπὸ τυχόντος τετραπλεύρου συνισταμένων προδέδεικται.
72 λϚ΄. Ἕπεται τοῖς προειρημένοις καὶ τὰ τοιαῦτα. δοθέντος
παραλληλογράμμου χωρίου δυνατόν ἐστιν εὑρεῖν
ἕτερον
παραλληλόγραμμον, ὥστε αὐτὸ μὲν τὸ ἐπιταχθὲν μέρος εἶναι τοῦ δοθέντος,
ἑκάστην δὲ πλευρὰν ἑκάστης πολλαπλασίαν κατὰ τὸν δοθέντα ἀριθμόν.
Ἔστω γὰρ παραλληλόγραμμον τὸ ΑΒΓ, καὶ εἰλήφθω ἑκατέρα τῶν Ε∠
∠Ζ πολλαπλασία ἑκατέρας τῶν ΛΒ ΒΓ κατὰ τοὺς δοθέντας ἀριθμούς, καὶ
ἤχθω τῇ ∠Ε πρὸς ὀρθὰς ἡ ΕΚ, καὶ ἀπειλήφθω τὸ ὑπὸ ∠ΕΚ τὸ
ἐπιταχθὲν μέρος τοῦ ΑΓ παραλληλογράμμου, καὶ διὰ τοῦ Κ τῇ ∠Ε
παράλληλος ἤχθω ἡ ΘΚΛ, καὶ περὶ κέντρον τὸ ∠
περιφέρεια γραφεῖσα ἡ ΖΗΘ τεμνέτω τὴν ΘΚΛ κατὰ τὸ Θ καὶ ἐπιζευχθείσῃ τῇ
∠Θ παράλληλος ἤχθω ἡ ΕΛ. δῆλον δʼ ἐκ τῆς κατασκευῆς ὅτι αὐτὸ μὲν
τὸ ∠Λ παραλληλόγραμμον τὸ δοθὲν μέρος ἐστὶν τοῦ ΑΓ ὀρθογωνίου,
ἑκάστη
δὲ αὐτοῦ πλευρὰ ἑκάστης πολλαπλασία κατὰ τοὺς
προτεθέντας ἀριθμούς.
73 λη΄ Πάλιν τριγώνου δοθέντος ἔλασσον εὑρίσκεται τρίγωνον ἑκάστην ἔχον πλευρὰν ἑκάστης μείζονα.
Ἔστω γὰρ τρίγωνον τὸ ΑΒΓ, καὶ ἐκβεβλήσθω ἡ ΒΓ
βάσις ἐφʼ
ἑκάτερα μέρη, καὶ κείσθω τῇ μὲν ΑΒ ἴση ἡ Β∠, τῇ δὲ ΑΓ ἴση ἡ ΓΕ,
καὶ περὶ τὴν ∠Ε εὐθεῖαν τῷ ΑΒΓ ἴσον παραλληλόγραμμον παραβεβλήσθω
τὸ ∠Η, καὶ εἰλήφθω τι σημεῖον ἐπὶ τῆς ΒΓ τυχὸν τὸ Θ. ἐπεζεύχθωσαν
αἱ ΘΖ ΘΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ τῇ Β∠,
ἄρα ἐστὶν ἡ
∠Θ τῆς ΒΑ. ὁμοίως δὴ δείξομεν ὅτι καὶ ἡ ΕΘ τῆς ΑΓ μείζων. ἔστιν δὲ
καὶ ἡ ΖΗ τῆς ΒΓ μείζων· αἱ τρεῖς ἄρα αἱ ΘΖ ΖΗ ΗΘ κατὰ μίαν μείζονές
εἰσιν τῶν ΑΒ ΒΓ ΓΑ. ἐπεὶ δὲ τὸ ∠Η παραλληλόγραμμον
74 λθ΄. Τοῦτο μὲν ἐν τοῖς παραδόξοις φέρεται, γένοιτο
δʼ ἂν
παραδοξότερον, εἰ τὸ μὲν τρίγωνον αὐτὸ εὑρεθείη μέρος τοῦ δοθέντος
τριγώνου, ἑκάστη δὲ πλευρὰ ἑκάστης πολλαπλασία κατὰ τοὺς δοθέντας
ἀριθμοὺς ὡς ἐπὶ τοῦ παραλληλογράμμου προείρηται ἢ καὶ μείζων
ἢ πολλαπλασία. Ἔστω γὰρ τρίγωνον τὸ ΑΒΓ, καὶ συνεστάτω τρίγωνον
τὸ ΕΖΗ ἑκάστην πλευρὰν ἔχον ἑκάστης τῶν τοῦ ΑΒΓ πλευρῶν
πολλαπλασίαν κατὰ τοὺς δοθέντας ἀριθμοὺς ἢ καὶ μείζονας ἢ
πολλαπλασίας, καὶ περὶ κέντρον τὸ Η διὰ μὲν τοῦ Ε περιφέρεια
γεγράφθω ἡ ΕΘΚ, διὰ δὲ τοῦ Ζ περιφέρεια ἡ ΖΛΜ, καὶ διὰ τοῦ Η τῇ ΕΖ
παράλληλος
ἤχθω ἡ ΚΗΜ, καὶ κάθετος ἤχθω ἀπὸ τοῦ Η ἐπὶ τὴν
ΕΖ ἡ ΗΝ, καὶ ἔστω τὸ ἐπιταχθὲν μέρος τοῦ ΑΒΓ τριγώνου τὸ ὑπὸ ΚΜ ΗΠ
τοῦτο γὰρ προδέδεικται, καὶ τῇ ΚΜ παράλληλος ἤχθω ἡ ΘΠΛ,
καὶ ἐπεζεύχθωσαν αἱ ΗΘ ΗΛ. φανερὸν οὖν ἐκ τῆς κατασκευῆς ὅτι τὸ ΘΗΛ
τρίγωνον
ἔλασσόν ἐστιν ἢ τὸ ἥμισυ τοῦ ληφθέντος μέρους τοῦ
ΑΒΓ (ἐλάσσων γὰρ ἡ ΘΛ τῆς ΚΜ), ἑκάστη δὲ αὐτοῦ πλευρὰ ἑκάστης τῶν τοῦ
ΑΒΓ ἣ πολλαπλασία ἢ καὶ μείζων ἢ πολλαπλασία κατὰ τοὺς δοθέντας ἀριθμούς
(μείζων γὰρ ἡ ΘΛ τῆς ΕΖ).
75 μ΄. Εἰς τὴν δοθεῖσαν σφαῖραν ἐγγράψαι τὰ πήντε πολύεδρα, προγράφεται δὲ τάδε.
Ἔστω ἐν σφαίρᾳ κύκλος ὁ ΑΒΓ, οὗ διάμετρος ἡ ΑΓ καὶ κέντρον τὸ ∠,
καὶ προκείσθω εἰς τὸν κύκλον ἐμβαλεῖν εὐθεῖαν παράλληλον μὲν τῇ ΑΓ
διαμέτρῳ, ἴσην δὲ τῇ δοθείσῃ
μὴ μείζονι οὔσῃ τῆς ΑΓ
διαμέτρου.
Κείσθω τῇ ἡμισείᾳ τῆς δοθείσης ἴση ἡ Ε∠, καὶ τῇ ΑΓ διαμέτρῳ ἤχθω
πρὸς ὀρθὰς ἡ ΕΒ, τῇ δὲ ΑΓ παράλληλος ἡ ΒΖ, ἥτις ἴση ἔσται τῇ δοθείσῃ
διπλῆ γάρ ἐστιν τῆς Ε∠ (ἐπεὶ καὶ ἴσῃ τῇ ΕΗ, παραλλήλου ἀχθείσης
τῆς
ΖΗ τῇ ΒΕ).
76 μα΄. Ἔστωσαν ἐν σφαίρᾳ παράλληλοι κόκλοι οἱ ΑΚ∠ ΒΕΖΓ, ἡ δὲ διὰ τῶν B Γ ἀγομένη εὐθεῖα διάμετρος ἔστω τοῦ κύκλου, καὶ προκείσθω ἀγαγεῖν διάμετρον τοῦ ΑΚ∠ κύκλου παράλληλον τῇ ἐπὶ τὰ B Γ διαμέτρῳ.
Ἐκβεβλήσθω διὰ τῶν Β Γ σημείων ἐπίπεδον ἐρθὸν πρὸς τὸν κύκλον, καὶ
ποιήσει τομὴν ΑΒΓ∠ μέγιστον κύκλον· ὁ ΑΒΓ∠ ἄρα ἥξει καὶ διὰ
τῶν πόλων αὐτῶν καὶ δίχα τεμεῖ καὶ τὸν ΑΚ∠. ἡ ἄρα ἐπὶ τὰ Α ∠
ἐπιζευγνυμένη διάμετρος παράλληλός ἐστι τῇ ἐπὶ τὰ Β Γ. ἔστι δὲ
φανερόν· τετμήσθω γὰρ ἡ ΒΓ περιφέρεια δίχα τῷ Θ σημείῳ·
ἐπεὶ οὖν ἡ ΘΑ τῇ Θ∠ ἴση ἐστὶν (ἐκ πόλου γάρ). ὧν ἡ ΘΒ τῇ ΘΓ, καὶ
λοιπὴ ἄρα ἡ ΑΒ λοιπῇ τῇ Γ∠ ἐστὶν
77 Ἔστω δέ ἡ ἐπὶ τὰ Ε Ζ μὴ διάμετρος καὶ προκείσθω διάμετρον ἀγαγεῖν τοῦ ΑΚ∠ κύκλου παράλληλον τῇ ἐπὶ τὰ Ε Ζ.
Κείσθω τῇ ἡμισείᾳ τῆς ὑπεροχῆς ᾗ ὑπερέχει ἡμικύκλιον τῆς ΕΖ περιφερείας ἑκατέρα τῶν ΕΒ ΖΓ ἴση, καὶ διὰ τῶν Β Γ γεγράφθω ὁμοίως μέγιστος ὁ ΑΒΓ∠ ἔσται ἄρα ἡ ἐπὶ τὰ Α ∠ διάμετρος τοῦ ΑΚ∠ κύκλου παράλληλος τῇ ἐπὶ τὰ Ε Ζ, ὅτι καὶ αὐτὴ παράλληλος τῇ ἐπὶ τὰ Β Γ.
78 μβ΄. Ἔστωσαν ἐν παραλλήλοις ἐπιπέδοις παράλληλοι εὐθεῖαι αἱ ΑΕ ΓΖ, καὶ
ἐν τοῖς αὐτοῖς ἐπιπέδοις διήχθωσαν αἱ ΑΒ Γ∠ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ
διὰ τῶν ΑΕ ΓΖ ἐκβαλλομένου ἐπιπέδου ἴσας γωνίας ποιοῦσαι τὰς ὑπὸ ΒΑΕ
∠ΓΖ· ὅτι καὶ αἱ ΑΒ Γ∠ παράλληλοί εἰσι, τουτἐστιν
ὅτι ἐκβληθὲν τὸ διὰ τῶν Β Α Γ σημείων ἐπίπεδον ποιεῖ ἐν τῷ διὰ τῶν
△ Γ Ζ ἐπιπέδῳ τὴν Γ∠. Εἰ γὰρ ἑτέραν ποιήσει ἐκεῖ, περιέξει
μετὰ τῆς ΓΖ γωνίαν ἴσην τῇ ὑπὸ ΒΑΕ, ὅπερ ἐστὶν ἀδύνατον ἴση γὰρ
ὑπύκειται ἡ ὑπὸ ΒΑΕ τῇ ὑπὸ ∠ΓΖ.
79 μγ΄ Ἐκ τούτου φανερὸν ὅτι, ἐὰν ἐν παραλλήλοις ἐπιπέδοις κύκλοι ὦσιν
ὡς ὑπογεγραμμένοι, καὶ ἐν αὐτοῖς παράλληλοι εὐθεῖαι αἱ ΑΒ
Γ∠ ἐπὶ τὰ αὐτὰ τῶν Ε Ζ κέντρων ὅμοια τμήματα κύκλων
ἀπολαμβάνουσαι, παράλληλος ἔσται ἡ μὲν ΑΕ τῇ ΓΖ, ἡ δὲ ΒΕ τῇ
∠Ζ.
Ἴσαι γάρ γίνονται διὰ τὴν ὁμοιότητα τῶν τμημάτων αἵ τε Α Γ καὶ αἱ Β
∠ γωνίαι ἴσαι ἀλλήλαις, καὶ παράλληλοι αἱ ΑΒ Γ∠
ἐν παραλλήλοις ἐπιπέδοις.
80 μδ΄ Ἄν δὲ αἱ τά ὅμοια τῶν τμημάτων κύκλων ἀπολαμβάνουσαι παράλληλοι μὴ
ἐπὶ τὰ αὐτὰ μέρη τῶν κέντρων
ὦσιν, αἱ ἀπὸ τῶν κέντρων ἐπὶ τὰ
μὴ ὁμοίως κείμενα πέρατα τῶν παραλλήλων ἐπιζευγνύμεναι παράλληλοι
ἔσονται.
Δείκνυται γὰρ καὶ ὁμοίως ὡς ἐπὶ τῆς προκειμένης καταγραφῆς.
81 με΄. Ἔστωσαν ἐν σφαίρᾳ ἴσοι καὶ παράλληλοι κύκλοι
οἱ ΑΒ
Γ∠, καὶ ἐπὶ τὰ αὐτὰ μέρη τῶν κέντρων ἵσαι καὶ παράλληλοι αἱ AB
Γ∠· ὅτι αἱ ἐπιζευγνύουσαι τὰ πέρατα αὐτῶν τὰ Α Γ, Β ∠ ἴσαι
τέ εἰσιν καὶ παράλληλοι καὶ ὀρθαὶ πρὸς τὰ τῶν κύκλων ἐπίπεδα.
Ἔστι δὲ φανερὸν ἐκ τῶν προδεδειγμένων·
ἐπιζευχθεῖσαι γὰρ αἱ
ΑΕ ΓΖ παράλληλοι ἔσονται. καὶ εἰσὶν ἴσαι ἀλλήλαις: ὥστε καὶ αἱ ΑΓ ΕΖ
ἴσαι τε καὶ παράλληλοί εἰσιν. ὁμοίως καὶ αἱ ΕΖ Β∠.
καὶ ἔστιν ἡ ΕΖ ὀρθὴ πρὸς τὰ τῶν κύκλων ἐπίπεδα (περὶ γὰρ τοὺς αὐτοὺς
πόλους εἰσίν, καὶ ἡ διὰ τῶν πόλων αὐτῶν ἀγομένη ὀρθή ἐστιν πρὸς ἑκάτερον
αὐτῶν καὶ διὰ τῶν κέντρων αὐτῶν τε
καὶ τῆς σφαίρας
ἐλεύσεται, ὡς ἔστιν ἐν σφαιρικοῖς) καὶ αἱ ΑΓ Β∠ ἄρα ἴσαι τε καὶ
περάλληλοι καὶ ὀρθαί εἰσι πρὸς τοὺς κύκλους.
82 μϚ΄. Μὴ ἔστωσαν δὲ ἐπὶ τὰ αὐτὰ μέρη τῶν κέντρων
Τεμνέτωσαν γὰρ ἀλλήλας κατὰ τὸ Η, καὶ ἐπεζεύχθωσαν ἐπὶ τὰ κέντρα αἵ τε ΑΕ
ΕΗ καὶ αἱ ∠Ζ ΖΗ. ἐπεὶ
ἴση ἡ ΑΒ τῇ Γ∠, καὶ
ἐπιζευγνύουσιν αὐτὰς αἱ Α∠ ΒΓ, αἱ δ΄ ἄρα αἱ ΑΗ Η△ ΒΗ ΗΓ ἴσαι
ἀλλήλαις εἰσίν· τοῦτο γάρ φανερόν ἐστιν· ὥστε καὶ ἡ Α△ τῇ ΒΓ ἴση
ἐστίν. ἀλλὰ καὶ ἡ ΑΕ τῇ ∠Ζ ἐστὶν ἴση ἐκ κέντρου τῶν ἴσων
κύκλων. ἔστι δὲ καὶ αὐτῇ παράλληλος ἴση μὲν ἡ ὑπὸ
ΕΑΗ γωνία
τῇ ὑπὸ Η∠Ζ ἐναλλάξ. ἡ δέ ΑΗ βάσις τῇ
Η∠· ὥστε καὶ ἡ ὑπὸ ΑΗΕ γωνία ἴση ἐστὶν τῇ ὑπὸ ∠ΗΖ. κοινῆς
προστεθείσης τῆς ὑπὸ ΕΗ∠ γίνονται αἱ ὑπὸ ΑΗΕ ΕΜ∠, δυσὶν
ὀρθαῖς ἴσαι οὖσαι, ταῖς ὑπὸ ΕΗ∠ ∠ΗΖ ἴσαι ὥστε καὶ ταῖς
ὑπὸ ΕΗ∠ ∠ΗΖ δυσὶν ὀρθαῖς ἴσας εἶναι ἐπʼ
εὐθείας ἄρα ἐστὶν ἡ ΕΗ τῇ ΗΖ. καὶ ἴση ἐδείχθη ἡ ΕΗ τῇ ΗΖ· κέντρον ἄρα
ἐστὶν τὸ Η τῆς σφαίρας διὰ τὸ ἴσους ὑποκεῖσθαι τοὺς κύκλους διάμετροι
ἄρα τῆς σφαίρας αἱ Α∠ ΒΓ, καὶ ἴσαι ἀλλήλαις.
83 Ἄν δʼ ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευχθῶσιν αἱ ΑΓ Β∠,
ἴσαι
ἔσονται ἀλλήλαις τε καὶ ὀρθὰς μετὰ τῶν ΑΒ Γ∠ περιέξουσιν
γωνίας.
Τῇ γὰρ Γ∠ ἴσης καὶ παραλλήλου ἐφαρμοσθείσης τῆς ΘΗ, ἔσται ἡ ΘΗ ὀρθὴ
πρὸς ἑκατέραν τῶν ΘΓ ΑΘ, καὶ πρὸς τὸ αὐτῶν ἐπίπεδον, ὥστε καὶ ἡ
Γ∠· ὀρθὴ ἄρα ἐστὶν
ἡ ὑπὸ ΑΓ∠. ὁμοίως καὶ αἱ
λοιπαί.
84 μζ΄. Ἐὰν ὦσιν ἐν σφαίρᾳ παράλληλοι εὐθεῖαι, αἱ τὰ ὁμοταγῆ πέρατα αὐτῶν ἐπιζευγνύουσαι ἴσαι ἔσονται ἀλλήλαις· ἄν δὲ καὶ ἴσαι ὦσιν αἱ παράλληλοι, καὶ αὐταὶ παράλληλοι ἔσονται καὶ ὀρθαὶ πρὸς τὰς ὑποκειμένας παραλλήλους.
Ἔστιν δὲ φανερόν· ἐκβληθέντος γὰρ τοῦ διὰ τῶν παραλλήλων ἐπιπέδου γίνεται
κύκλος ἐν ᾧ εἰσιν αἱ παράλληλοι, καὶ αἱ ἐτιζευγνύουσαι τὰς ἐξ ἀρχῆς
παραλλήλους ἀνιούσας τραπέζιον ποιήσουσιν ἂν δὲ καὶ ἴσαι ὦσιν αἱ
παράλληλοι, αἱ ἐπιζευγνύουσαι αὐτὰς οὐκέτι τραπέζιον
ἀλλὰ
τετράγωνον ἤ ἑτερόμηκες περιέξουσιν.
85 Ἔστωσαν ἐν ὑποκειμένω ἐπιπέδῳ αἱ ΑΒ ΒΓ εὐθεῖαι ἴσας περιέχουσαι γωνίας μετὰ τῆς ∠ΒΕ ἐν τῷ αὐτῷ κειμένης ἐπιπέδῳ, καὶ ἐφεστάτω ἡ ΒΖ μεθʼ ἑκατέρας τῶν ΑΒ ΒΓ ἴσας περιέχουσα γωνίας· ὅτι ὀρθή ἐστιν τῇ ∠Ε.
Ἤχθω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετος ἡ ΖΗ, καὶ ἐπὶ τὰς ΑΒ ΒΓ αἱ ΗΓ
ΗΑ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ ΖΓ ΗΒ· αἱ ΑΖ ΖΓ ἄρα ὀρθαὶ ἔσονται ἐπὶ τὰς ΑΒ
ΒΓ. καὶ διὰ τὸ ἴσας εἶναι τὰς ὑπὸ τῶν ΑΒΖ ΓΒΖ γωνίας ἴσαι ἔσονται καὶ αἱ
ΑΒ ΒΓ, καὶ ΖΑ ΖΓ, καὶ ΗΑ ΗΓ, καὶ
γωνία ἡ ὑπὸ ΑΒΗ τῇ ὑπὸ
ΓΒΗ. ἀλλὰ καὶ ἡ ὑπὸ ∠ΒΑ τῇ ὑπὸ ΕΒΓ ὑπόκειται ἴση καὶ ὅλη ἄρα ὅλη·
κάθετος ἄρα ἡ ΗΕ ἐπὶ τὴν ∠Ε. ἔστιν δὲ καὶ ἡ ΖΗ ἐπὶ τὸ ἐπίπεδον·
καὶ ἡ ΖΒ ἄρα κάθετος ἐπὶ τὴν ∠Ε.
86 μη΄. Εἰς τὴν δοθεῖσαν σφαῖραν πυραμίδα ἐγγράψαι.
Ἐγγεγράφθω καὶ ἔστω σημεία τῶν γωνιῶε αὐτῆς ἐν τῇ ἐπιφανείᾳ τῆς σφαίρας
τὰ Α Β Γ ∠. ἤχθω δὴ διὰ τοῦ Α τῇ Γ∠ παράλληλος ἡ ΕΖ· ἴσας δὴ
περιέξει μετὰ τῶν
ΑΓ Α∠ γωνίας ἑκατέραν διμοίρου,
ἐν τῷ αὐτῷ ἐπιπέδῳ αὐταῖς οὖσα. καὶ ἐφέστηκεν ἡ ΑΒ ἴσας
ποιοῦσα μετὰ τῶν ΑΓ Α∠ γωνίας·
διὰ τὰ προδειχθέντα
ἄρα ὀρθή ἐστιν ἡ ΕΖ τῇ ΑΒ, καὶ ἐχάψεται τῆς σφαίρας ἐὰν γὰρ ἐκβληθῇ τὸ
διὰ τῶν ∠Α ΑΓ ἐπίπεδον,
ποιήσει κύκλον, ἐν ᾧ
ἰσόπλευρον ἐγγεγράψεται τρίγωνον τὸ Α∠Γ, καὶ τῇ Γ∠
παράλληλος ἡ ΕΖ ἐχάψεται ἄρα ἡ ΕΖ τοῦ κύκλου, ὥστε καὶ τῆς σφαίρας.
ἐκβληθέν οὖν τὸ διὰ τῶν ΕΖ ΑΒ ἐπίπεδον τομὴν ποιήσει τῆς σφαίρας κύκλον,
οὗ διάμετρος
ἔσται ἡ ΑΒ διὰ τὸ ὀρθὴν εἶναι τῇ ΕΖ ἐφαπτομένῃ
ὁμοίως. τἂν διὰ τοῦ ∠ τῇ ΑΒ παράλληλος ἀχθῇ ἡ ΗΘ, ἐτάψεται τῆς
σχαίρας, καὶ ὀρθὴ αὐτῇ ἔσται ἡ Γ∠. κἂν ἐκθληθῇ τὸ διὰ τῶν ΗΘ
Γ∠ ἐπίπεδον, κύκλον ποιήσει διάμετρον ἔχοντα τὴν Γ∠ ἴσον καὶ
παράλληλον τῷ διάμετρον ἔχοντι
τὴν ΑΒ παράλληλοι γὰρ αἱ ΕΖ
Γ∠ καὶ αἱ ΑΒ ΗΘ. ἤχθω διὰ τοῦ Κ κέντρου τῇ Γ∠ ὀρθὴ ἡ ΛΜ·
παράλληλος ἄρα ἐστὶν τῇ ΑΒ. κἂν ἐπιζευχθῶσιν αἱ ΒΛ ΒΜ, ἡ μὲν ΒΜ ὀρθὴ
ἔσται ἑκατέρᾳ τῶν ΑΒ ΛΜ καὶ τοῖς τῶν κύκλων ἐπιπέδοις, ἡ δὲ ΒΛ διάμετρος
τῆς σφαίρας (προδέδεικται
τὸ
ἀπὸ ΛΜ τοῦ ἀπὸ ΜΒ· ἡμιόλιον ἄρα τὸ ἀπὸ ΒΛ τοῦ ἀπὸ ΛΜ. καὶ ἔστιν δοθεῖσα
ἡ ΒΛ διάμετρος τῆς σφαίρας· δοθεῖσα ἄρα καὶ
ἡ ΛΜ τοῦ κύκλου
διάμετρος. καὶ οἱ κύκλοι θέσει, καὶ δοθέντα τὰ Α Β Γ ∠ σημεῖα.
Καὶ ἡ σύνθεσις φανερά·
δεήσει γὰρ ἐν τῇ σφαίρᾳ γράψαι δύο
κύκλους ἴσους καὶ παραλλήλους, ὥστε τὴν διάμετρον τῆς σφαίρας ἡμιολίαν
εἶναι δυνάμει τῆς ἑκατέρου διαμέτρου, καὶ ἀγαγεῖν δύο διαμέτρους
παραλλήλους τὰς ΑΒ ΛΜ, ὡς προεμάθομεν, καὶ τῇ ΛΜ διὰ τοῦ κέντρου
ὀρθὴν τὴν Γ∠, καὶ ἔχειν τὰ σημεῖα τῶν γωνιῶν τῆς
πυραμίδος τὰ Α Β Γ ∠. καὶ ἡ ἀπόδειξις ἀντίστροφος τῇ ἀναλύσει καὶ
συναποδέδεικται ὅτι ἡ διάμετρος τῆς σφαίρας ἡμιολία ἐστὶ δυνάμει τῆς
πλευρᾶς τῆς πυραμίδος.
88 μθ΄. Εἰς τὴν δοθεῖσαν σφαίραν κύβον ἐγγράψαι.
Ἐγγεγράφθω
καὶ ἔστω ἐν τῇ ἐπιφανείᾳ τῆς σφαίρας τοῦ κύβου ἴσα τε
καὶ παράλληλά ἐστιν. καὶ ἔσται ἐπεζευγμένη
ἡ ΓΕ διάμετρος
τῆς σφαίρσς. ἐπεζεύχθω καὶ ἡ ΕΗ. ἐπεὶ διπλάσιον τὸ ἀπὸ ΕΗ τοῦ ἀπὸ ΕΘ
τουτέστιν τοῦ ἀπὸ ΗΓ, καὶ ὀρθὴ ἡ ὑπὸ ΓΗΕ
γωνία, ἔσται τὸ
ἀπὸ ΓΕ τοῦ ἀπὸ ΕΗ ἡμιόλιον. δοθὲν δὲ τὸ ἀπὸ ΓΕ· δοθὲν ἄρα καὶ τὸ ἀπὸ ΕΗ.
καὶ ἐστιν διάμετρος τοῦ ΕΖΗΘ κύκλου· δοθεὶς ἄρα
ὁ κύκλος,
ὥστε καὶ ὁ ΑΒΓ∠ καὶ τὰ ἐν αὐτοῖς τετράγωνα καὶ τὰ τῶν γωνιῶν
σημεῖα τοῦ κύβου.
89 Καὶ ἡ σύνθεσις φανερά· δεῖ γὰρ κύκλους ἐν τῇ σφαίρᾳ γράψαι δύο
παραλλήλους καὶ ἴσων οὐσῶν τῶν διαμέτρων ἡμιολία ἔστω δυνάμει ἡ τῆς
σφαίρας διάμετρος, καὶ ἐγγράψαι
εἰς τὸν ἕτερον αὐτῶν
τετράγωνον τὸ ΑΒΓ∠, καὶ τῇ ΒΓ ἀγαγεῖν ἐν τῷ ἑτέρῳ κύκλῳ παράλληλον
τὴν ΖΗ ἴσην τῇ ΒΓ, ὡς προεδείξαμεν καθόλου ἴσην τῇ δοθείσῃ.
καὶ ἀπʼ αὐτῆς τετράγωνον συμπληρῶσαι τὸ ΕΖΗΘ, καὶ ἔχειν τὸν κύβον
ἐγγεγραμμένον. δειχθήσεται γὰρ ἀκολούθως τῇ
ἀναλύσει
τετράγωνον τὸ ΒΖΗΓ καὶ τὰ λοιπά, καὶ συναποδέδεικται ὅτι ἡ τῆς σφαίρας
διάμετρος δυνάμει τριπλασίων τῆς τοῦ κύβου πλευράς, καὶ ὅτι οἱ αὐτοὶ
κύκλοι τὰς τῆς πυραμίδος καὶ τὰς τοῦ κύβου περιέχουσι γωνίας· καὶ
90 ν΄. Εἰς τὴν δοθεῖσαν σφαῖραν ὀκτάεδρον ἐγγράψαι.
Ἐγγεγράφθω καὶ ἔστω σημεία τῶν γωνιῶν αὐτοῦ ἐν τῇ ἐπιφανείᾳ τῆς σφαίρας
τὰ Α Β Γ ∠ Ε Ζ, καὶ ἐκβληθέντα
τὰ διʼ αὐτῶν ἐπίπεδα
ποιείτω κύκλους τούς ΑΒΓ θένταΕΖ. ἐπεὶ ἀπὸ τοῦ ∠ ἴσαι πρὸς τὴν
ἐπιφάνειαν προσπεπτώκασιν αἱ ∠Α ∠Β ∠Ε ∠Ζ, ἔσται
τὰ Α Ζ Β ἐν ἑνὶ ἐπιπέδῳ καὶ γὰρ αἱ ἀπὸ τοῦ κέντρου τῆς σφαίρας ἐπʼ
αὐτὰ ἐπιζευγνύμεναι ἴσαι εἰσίν. καὶ εἰσὶν ἴσαι ἀλλήλαις
αἱ ΑΒ ΒΖ ΖΕ, καὶ εἰσὶν ἐν κύκλῳ τετράγωνον ἄρα τὸ ΑΕΖΒ, καὶ
παράλληλος ἡ ΕΖ τῇ ΑΒ. ὁμοίως καὶ ἡ μὲν ∠Ε τῇ ΒΓ, ἡ δὲ ∠Ζ τῇ
ΑΓ· παράλληλοι ἄρα καὶ οἱ κύκλοι· καὶ ἴσοι ἀλλήλοις, ἐπεὶ καὶ τὰ ἐν
αὐτοῖς ἰσόπλευρα τρίγωνα ἴσα ἐστίν. καὶ ἐπεὶ ἐν σφαίρᾳ ἴσοι καὶ
παράλληλοι
κύκλοι εἰσίν, καὶ ἐν αὐτοῖς ἴσαι εὐθεῖαι καὶ
παράλληλοι αἱ ΑΒ ΕΖ καὶ εἰσὶν οὐκ ἐπὶ τὰ αὐτὰ μέρη τῶν κέντρων, ἔσται
ἐπιζευγνυμένη ἡ ΑΖ διάμετρος τῆς σφαίρας καὶ αἱ ΑΕ ΖΒ ὀρθὰς μετὰ
τῶν ΑΒ ΕΖ περιέξουσι γωνίας, ὡς προδέδεικται. καὶ εἰσὶν ἴσαι
αἱ ΑΕ ΕΖ διπλάσιον
ἄρα τὸ ἀπὸ ΑΖ τοῦ ἀπὸ ΖΕ. τὸ δʼ ἀπὸ τῆς
διαμέτρου τοῦ ∠ΕΖ κύκλου ἐπίτριτον τοῦ ἀπὸ τῆς ΕΖ· ἡμιόλιον ἄρα τὸ
ἀπὸ τῆς ΑΖ τοῦ ἀπὸ τῆς διαμέτρου τοῦ ∠ΕΖ κύκλου δοθεῖσα ἄρα ἡ
διάμετρος, καὶ ὁ κύκλος, ὥστε καὶ ὁ ΑΒΓ καὶ τὰ ἐπʼ αὐτῶν σημεῖα.
91 Καὶ ἡ σύνθεσις ἀκολούθως· δεῖ γάρ ὁμοίως ἐγγρά
∠ΕΖ τρίγωνον, καὶ ἔχειν συνεσταμένον τὸ ὀκτάεδρον.
καὶ συναποδέδεικται ἡ διάμετρος τῆς σφαίρας διπλασίων δυνάμει τῆς
πλευράς τοῦ ὀκταέδρου. συνεύραται δʼ ὅτι εἴς γε τὴν τῆς πυραμίδος
ἐγγραφὴν καὶ εἰς τὴν τοῦ κύβου καὶ τοῦ ὀκταέδρου οἱ αὐτοὶ
παραλαμβάνονται κύκλοι ὧν εἰς , καὶ ὅτι ὁ αὐτὸς κύκλος περιλαμβάνει
τὸ τετράγωνον τοῦ κύβου καὶ τὸ τρίγωνον τοῦ ὀκταέδρου.
τὴν αὐτὴν σφαίραν
ἐναρμόζεται τὰ πολύεδρα
92 να΄. Εἰς τὴν δοθεῖσαν σφαῖραν εἰκοσάεδρον ἐγγράψαι.
Ἐγγεγράφθω, καὶ ἔστω ἐν τῇ ἐπιφανείᾳ σημεῖα τῶν
γωνιῶν αὐτοῦ
τὰ Α Β Γ, ∠ Ε Ζ, Η Θ Κ, Λ Μ Ν. ἐπεὶ ἀπὸ τοῦ B σημείου πρὸς τήν
ἐπιψάνειαν
προσπεπτώκασιν αἱ ΑΒ ΒΓ ΒΖ ΒΗ ΒΕ ἴσαι ἀλλήλαις,
ἐν ἑνὶ ἔσται ἐπιπέδῳ τὰ
Α ΓΖ Η Ε σημεῖα καὶ γὰρ αἱ ἀπὸ
τοῦ κέντρου τῆς σφαίρας ἐπʼ αὐτὰ ἐπιζευγνύμεναι ἴσαι εἰσίν.
καὶ ἴσαι ἀλλήλαις αἱ ΑΓ ΓΖ ΖΗ ΗΕ ΕΑ, καὶ εἰσὶν ἐν καὶ ἐν ἑνὶ ἐπιπέδῳ, καὶ ἔσται παράλληλος ἡ μὲν
ΑΓ τῇ ΕΖ ἐπιζευχθείσῃ, ἡ δὲ ΕΖ τῇ ΚΘ, ἡ δὲ ΚΘ τῇ ΛΜ· καὶ γὰρ τὸ
ΛΚ∠ΘΜ πεντάγωνόν
ἐστιν. ὁμοίως δειχθήσονται καὶ αἱ μὲν
ἐπιζευγνύουσαι τὰ Β Γ, Ε ∠, Η Θ, Λ Ν παράλληλοι, αἱ δὲ
ἐπιζευγνύουσαι τὰ Β Α, Ζ ∠, Η Κ, Μ Ν παράλληλοι. καὶ ὁμοίως ὁ περὶ
τὰ Α Β Γ κύκλος ἴσος καὶ παράλληλος τῷ περὶ τὰ Λ Μ Ν· ἴσα γὰρ καὶ ὅμοια
τὰ ἐν αὐτοῖς τρίγωνα
τὰ ΑΒΓ ΛΜΝ. οἱ δὲ περὶ τὰ ∠ Ε Ζ,
Η Θ σημεῖα κύκλοι ἴσοι καὶ παράλληλοι· καὶ γὰρ τὰ ἐν αὐτοῖς τρίγωνα ἴσα
καὶ ἰσόπλευρα· ἑκάστη γὰρ πλευρὰ πενταγώνου γωνίαν ὑποτείνει. ἐπεὶ οὖν
ἐν σφαίρᾳ οἱ περὶ τὰ ∠ Ε Ζ, Κ Η Θ κύκλοι ἴσοι εἰσὶν καὶ ἐν αὐτοῖς
ἰσοπλεύρων τριγώνων
πλευραὶ παράλληλοι αἱ ΕΖ ΚΘ μὴ ἐπὶ τὰ
αὐτὰ μέρη τῶν κέντρων , ἔσται ἡ ἐπιζευγνύουσα τὰ Ζ Κ διάμετρος τῆς
σφαίρας καὶ ὀρθὴ ἡ ὑπὸ ΖΕΚ γωνία· προδέδεικται γάρ. καὶ ἐπεὶ πεντάγωνόν
ἐστι τὸ ΗΕΑΓΖ, τῆς ΕΖ ἄκρον καὶ μέσον λόγον τεμνομένης, μεῖζον ἔσται
τμῆμα ἡ
ΑΓ· ἡ ἄρα ΕΖ πρὸς τὴν ΑΓ λόγον ἔχει ὃν ἡ τοῦ
ἑξαγώνου πλευρὰ πρὸς τὴν τοῦ δεκαγώνου. καὶ δύναται ἀμφο
δεκαγώνου. καὶ δοθεῖσα ἡ διάμετρος τῆς σφαίρας· δοθεῖσα ἄρα καὶ
ἑκατέρα τῶν ΕΖ ΑΓ,
ὥστε καί αἱ ἐκ τῶν κέντρων τῶν κύκλων
τρίτον μέρος οὖσαι δυνάμει τῶν ΕΖ ΑΓ· καὶ αὐτοὶ ἄρα
οἱ
κύκλοι δοθέντες, καὶ οἱ ἴσοι αὐτοῖς καὶ παράλληλοι, καὶ τὰ ἐν αὐτοῖς
σημεῖα τῶν τοῦ πολυέδρου γωνιῶν.
93 Καὶ ἡ σύνθεσις φανερά· δεήσει γὰρ ἐκθέσθαι δύο
εὐθείας,
πρὸς ἃς λόγον ἔχει ἡ διάμετρος τῆς σφαίρας ὃν ἡ τοῦ πενταγώνου πλευρὰ
πρὸς τὴν τοῦ ἑξαγώνου καὶ πρὸς τὴν τοῦ δεκαγώνου, καὶ ἐν τῇ σφαίρᾳ
γράψαι δύο κύκλους, ὧν αἱ ἐκ τῶν κέντρων τρίτον μέρος δυνάμει τῶν
ἐκτεθεισῶν εὐθειῶν ἑκατέρα ἑκατέρας, ὡς τοὺς ∠ΕΖ ΑΒΓ, καὶ
ἐπὶ τὰ ἕτερα μέρη τοῦ κέντρου τῆς σφαίρας ἴσους αὐτοῖς
γράψαι παραλλήλους τοὺς ΚΗΘ ΛΜΝ, καὶ ἐναρμόσαι ἐν ἑκάστῳ ἰσοπλεύρων
τριγώνων πλευρὰς παραλλήλους τὰς ΑΓ ΕΖ ΚΘ ΛΜ ἐνηλλαγμένως πρὸς τὰ κέντρα
κειμένας, καὶ ἐγγράψαι τὰ τρίγωνα ὅλα τὰ ποιοῦντα τὰς τοῦ πολυέδρου
γωνίας. καὶ ἡ ἀπόδειξις ἐκ τῆς ἀναλύσεως εὐχερής. συνορᾶται
δʼ ὅτι καὶ ἡ διάμετρος τῆς σφαίρας τριπλασία ἐστὶν δυνάμει τῆς τοῦ
πενταγώνου πλευράς τοῦ εἰς τὸν ∠ΕΖ κύκλον ἐγγραφομένου ἡ μὲν γὰρ
ΚΖ πρὸς τὴν ΖΕ
ὅπερ : ~
95 Δεῖ οὖν ἐν τῇ συνθέσει δύο ἐκθέσθαι, πρὸς ἃς λόγον ἔχει ἡ διάμετρος
τῆς σφαίρας ὃν ἡ τοῦ πενταγώνου πρός τε τὴν τοῦ ἑξαγώνου καὶ πρὸς τὴν
τοῦ δεκαγώνου, ἃς καὶ ἐπὶ τοῦ εἰκοσαέδρου ἐξεθέμεθα, καὶ γράψαι δύο
παραλλήλους
κύκλους ἐν τῇ ἐπιφανείᾳ τῆς σφαίρας ἐπὶ τὸ αὐτὸ
μέρος τοῦ κέντρου κειμένους, ὡς τοὺς ΖΗΘΚΛ ΑΒΓ∠Ε, ὧν αἱ ἐκ τῶν
κέντρων τρίτον μέρος εἰσὶ δυνάμει τῶν ἐκκειμένων εὐθειῶν ἑκατέρα
ἑκατέρας. καὶ τούτοις ἴσους ἄλλους δύο κύκλους καὶ παραλλήλους ἐπὶ τὰ
ἕτερα μέρη
τοῦ κέντρου τῆς σφαίρας, ὡς τοὺς ΜΝΞΟΠ ΡΣΤΥΦ καὶ
ἐναρμόσαι τὰς Ε∠ ΖΛ ΟΞ ΣΤ πενταγώνων πλευρὰς παραλλήλους, καὶ ἀπʼ
αὐτῶν ἀναγράψαι τὰ πεντάγωνα, διʼ ὧν αἱ τοῦ πολυέδρου συνίστανται
γωνίαι. καὶ φανερὸν ἐκ τῆς κατασκευῆς, ὅτι οἱ περιέχοντες κύκλοι τὰς τοῦ
δωδεκαέδρου
γωνίας οἱ αὐτοί εἰσιν τοῖς περιέχουσιν τὰς τοῦ
εἰκοσαέδρου γωνίας, καὶ ὅτι ὁ αὐτὸς κύκλος περιλαμβάνει τὸ τρίγμωνον τοῦ
εἰκοσαέδρου καὶ τύ πεντάγωνον τοῦ δω δεκαέδρου τῶν εἰς τὴν αὐτὴν σφαίραν
ἐγγραφομένων.
96 Ἔστω κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ ∠, διάμετροι δὲ αὐτοῦ πρὸς
ὀρθὰς ἀλλήλαις ἔστωσαν αἱ Α∠Γ Β∠Ε, καὶ
διήχθωσαν
αἱ ΕΜΝ ΒΘΖΗ, ὥστε ἴσην εἶναι τὴν ΘΖ τῇ ΖΗ· λέγω ὅτι ἐστὶν ὡς ἡ Ε∠
πρὸς ∠Μ, οὕτως ὁ ἀπὸ τῆς Ε∠ κέβος πρὸς τὸν ἀπὸ τῆς ∠Ζ
κύβον.
Ἐπεξεύχθω γὰρ ἡ Η∠ καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Λ, καὶ ἐπεζεύχθω ἡ ΛΘ καὶ
ἡ ΛΕ· παράλληλος ἄρα ἡ ΘΛ τῇ
Α∠Γ καὶ ἡ ΒΗ τῇ ΛΕ. ἐπεὶ
οὖν ἡ ΛΚ ἐν ἡμικυκλίῳ τῷ ΒΛΕ κάθετος ἦκται ἐπὶ τὴν Β∠Ε, ἡ ΚΛ ἄρα
μέση ἀνάλογόν ἐστιν τῶν ΕΚ ΚΒ· ἔστιν ἄρα ὡς τὸ ἀπὸ τῆς ΕΚ πρὸς τὸ ἀπὸ
τῆς ΚΛ, οὕτως ἡ ΕΚ πρὸς ΚΒ, τουτ
ὡς τὸ ἀπὸ τῆς Β∠
πρὸς τὸ ἀπὸ τὴς ∠Μ, οὕτως ἡ ΜΖ πρὸς ∠Μ. κοινοῦ ἄρα
προσληφθέντος λόγου τοῦ τῆς Β∠ πρὸς τὴν ∠Ζ ἔσται ὡς ἡ
Β∠ πρὸς τὴν ∠Μ, οὕτως ὁ ἀπὸ τῆς Β∠ κύβος πρὸς τὸν ἀπὸ
τῆς ∠Ζ, τουτέστιν ὡς ἡ Ε∠ πρὸς ∠Μ, οὕτως ὁ ἀπὸ τῆς
Ε∠ κύβος πρὸς τὸν
ἀπὸ τῆς ∠Ζ.
97 Ὀργανικῶς δὲ κατασκευασθήσεται τὸν τρόπον τοῦτον.
Ἔστω τύμπανον πρὸς κανόνα ἀπωρθωμένον, ἐν ᾧ καταγραφέντος κύκλου κέντρῳ
καὶ διαστήματι ἐλάττονι τῆς ἀπὸ τοῦ κέντρου τοῦ τυμπάνου, ὡς τοῦ ΑΒΓ,
πρὸς ὀρθὰς ἀλλήλαις ἤχθωσαν διὰ τοῦ κέντρου αἱ Β∠Ε Α∠Γ, καὶ
κατὰ τὸ Β σημεῖον τρηματίου γενομένου ἐμβεβλήσθω εἰς
αὐτὸ ἀξόνιον κυκλοτερές, καὶ περὶ τὸ ἀξόνιον περιβεβλήσθω κανὼν
διατρηθεὶς καὶ αὐτός, ὡς ὁ ΒΘΖΗ, ὥστε εὐλύτως περὶ τὸ Β κέντρον
περιάγεσθαι, περόνης ἐμβληθείσης εἰς τὸ ἀξόνιον τῆς κατεχούσης ἐν τῇ
περιαγωγῇ τὸν κανόνα.
τούτων δὲ οὕτως γενομένων κύβος κύβου
πολλαπλάσιος καθʼ ὁποιονοῦν ἀριθμὸν ῥᾳδίως κατασκευασθήσεται. προκείσθω
δὴ διπλασίονα κατασκευάσαι·
λαβόντες γὰρ τὴν ∠Ε
διπλασίονα τῆς ∠Μ ἐπιζεύξεμεν κανόνι τὴν ΕΜΝ, καὶ τὸν
κανόνα τὸν ΒΘΖΗ κινήσομεν περὶ τὸ Β κέντρον, ἕως ἂν ἡ αὐτῷ μέση μεταξὺ τῶν Θ Η διχοτομηθῇ ὑπὸ τῆς Α∠
κατὰ τὸ Ζ σημεῖον, ὥστε ἴσην εἶναι τὴν ΘΖ τῇ ΖΗ. τοιαύτην γὰρ θέσιν τοῦ
κανόνος λαβόντος ἀφορισθήσεται ἡ ∠Ζ, ἀφʼ ἧς ὁ ζητούμενος κύβος
ἀναγραφήσεται ἀκολούθως τῇ ἀποδείξει.
γραμμὴ
98 Ὑπομνηματικώτερον δὲ συνταχθείη ἂν τὸ αὐτὸ πρόβλημα οὕτως.
Ἔστω κύκλος ὁ ΑΒΓΕ περὶ κέντρον τὸ ∠, πρὸς ὀρθὰς δὲ ἀλλήλαις
διηγμέναι αἱ Α∠Γ Β∠Ε, καὶ ἀπὸ τοῦ Β πρὸς τὴν περιφέρειαν τοῦ
κύκλου ἐντὸς προσπίπτουσα ἡ ΒΖΗ·
μείζων ἄρα ἐστὶν ἡ ΒΖ τῆς
ΖΗ.
Ἐπεὶ γὰρ ἡ ΒΕ διὰ τοῦ κέντρου οὖσα μείζων ἐστὶ τῆς ΒΗ, καὶ ἡ ἡμίσεια ἄρα τῆς ἡμισείας μείζων· μείζων ἄρα ἡ Β∠ τῆς ἡμισείας τῆς ΒΗ. ἡ δὲ ΒΖ μείζων ἐστὶν τῆς Β∠· πολλῷ ἄρα ἡ ΒΖ μείζων ἐστὶ τῆς ἡμισείας τῆς ΒΗ, καὶ πολλῷ ἄρα καὶ τῆς ΖΗ.
Ἐπει ἡ ΒΖ μείζων ἐστὶν τῆς ΖΗ, ἴση τῇ ΖΗ κείσθω ἡ ΘΖ λέγω ὅτι ἐστὶν ὡς ἡ Ε∠ πρὸς τὴν ∠Μ, οὕτως ὁ ἀπὸ τῆς Ε∠ κύβος πρὸς τὸν ἀπὶ τῆς ∠Ζ.
99 Ἐπεζεύχθω γὰρ ἡ Η∠ καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Λ, καὶ ἐτεζεύχθω ἡ ΛΘ
καὶ ἡ ΛΕ· παράλληλος ἄρα ἡ ΘΛ τῇ
Α∠Γ καὶ ἡ ΒΗ τῇ
ΛΕ.
Ἐπεὶ γὰρ ἴση ἐστὶν η μὲν ΘΖ τῆ ΖΗ διὰ τὴν ὑπόθεσιν, ἡ δὲ Λ∠ τῇ
∠Η διὰ τὸ ἑκατέραν αὐεῶν ἀπὸ τοῦ κέντρου τοῦ κύκλου εἶναι, ἔστιν
ὡς ἡ ΘΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ Λ∠ πρὸς τὴν ∠Η, ἐὰν τριγώνοδ
ἀνέλογον μηθῶσιν αἱ πλευραί, ἡ ἐπὶ τὰς τομὰς ἐπιζευγνυμένη εὐθεῖα
παρὰ τὴν λοιπήν ἐστι τοῦ τριυγώνου πλευράν· παράλληλος ἄρα
ἡ ΘΛ τῇ Ζ∠. καὶ ἐπειδὴ δύο αἱ Β∠Η δυσὶ ταῖς Λ∠Ε ἴσαι
εἰσίν, καὶ γωνία ἡ ὑπὸ Β∠Η τῇ ὑπὸ Λ∠Ε ἐστὶν ἴση, καὶ βάσις ἡ
ΒΗ βάσει τῇ ΛΕ ἐστὶν ἴση, καὶ τὸ τρίγωνον τῷ τριγώνῳ, καὶ αἱ λοιπαὶ
γωνίαι ἴσαι εἰσὶν ἐκατέρα ἑκατέρᾳ, ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν,
ἴση ἄρα
ἡ μὲν ὑπὸ ΕΛΗ τῇ ὑπὸ ΛΗΒ, ἡ δὲ ὑπὸ ΗΒΕ τῇ ὑπὸ ΒΕΛ.
καὶ εἰσὶν ἐναλλάξ παράλληλος ἄρα ἡ ΒΗ τῇ ΛΕ.
100 Καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΚΛ τῇ ∠Γ, αἱ ὑπὸ ΛΚ∠
Κ∠Γ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὧν ὀρθὴ ἡ ὑπὸ
τῇ ΛΕ, ἡ δὲ ΘΛ τῇ ΖΞ, ὅμοιόν ἐστι τὸ μὲν ΛΚΕ τρίγωνον τῷ
ΒΚΘ, τὸ δὲ ΒΚΘ τῷ Β∠Ζ, καὶ ἔτι τὸ μὲν ΘΚΕ ὅμοιόν ἐστι τῷ
Μ∠Ε, τὸ δὲ ΛΚΕ τῷ Ξ∠Ε· ἰσογώνιον ἄρα ἕκαστον ἔκάστῳ. ἔστιν
ἄρα ὡς τὸ ἀπὸ τῆς ΕΚ πρὸς τὸ ἀπὸ τῆς ΚΛ, οὕτως τὸ ἀπὸ τῆς ΒΚ πρὸς τὸ
ἀπὸ τῆς ΚΘ. ὡς δὲ τὸ ἀπὸ τῆς ΒΚ πρὸς τὸ ἀπὸ τῆς ΚΘ, οὕτως
τὸ ἀπὸ τῆς Β∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ· ὡς ἄρα ἐστὶν τὸ ἀπὸ τῆς ΕΚ
πρὸς τὸ ἀπὸ τῆς ΚΛ, οὕτως ἐστὶν τὸ ἀπὸ τῆς Β∠ πρὸς τὸ ἀπὸ τῆς
∠Ζ. ἀλλʼ ὡς τὸ ἀπὸ τῆς ΕΚ πρὸς τὸ ἀπὸ τῆς ΚΛ, οὕτως ἡ ΕΚ πρὸς τὴν
ΚΒ· καὶ ὡς ἄρα ἡ ΕΚ πρὸς τὴν ΚΒ, οὕτως τὸ ἀπὸ τῆς
Β∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ. πάλιν ἐπεὶ ὅμοιόν ἐστι τὸ μὲν ΛΚΕ
τρίγωνον τῷ ΒΚΘ, τὸ δὲ ΘΚΕ τῷ Μ∠Ε, καὶ τὸ ΛΚΕ τῷ Ξ∠Ε τριγόνῳ
διὰ τὸ τὰς παραλλήλους ἰσογονία αὐτὰ ποιεῖν, ἔστιν ὡς μὲν ἡ ΕΚ πρὸς ΚΛ,
οὕτως ἡ ΒΚ
πρὸς ΚΘ, καὶ ἐναλλὰξ ὡς ἡ ΕΚ πρὸς τὴν ΚΒ, οὕτως
ἡ ΛΚ πρὸς τὴν ΚΘ, ὡς δὲ ἡ ΕΚ πρὸς ΚΛ, οὕτως ἡ Ε∠ πρὸς τὴν
∠Ξ, καὶ ἐναλλὰξ ὡς ἡ Ε πρὸς Ε∠, οὕτως ἡ ΚΑ πρὸς ∠Ξ.
ὁμοίως καί, ἐπεὶ ὡς ἡ ΕΚ πρὸς τὴν ΚΘ, οὕτως ἡ Ε∠ πρὸς ∠Μ,
καὶ ἐναλλὰξ ὡς ἡ ΚΕ πρὸς Ε∠,
οὕτως ἡ ΚΘ πρὸς τὴν
∠Μ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ ΚΛ πρὸς τὴν ∠Ξ, οὕτως ἡ ΘΚ πρὸς
τὴν Μ∠, καὶ ἐναλλὰξ
τὸ ἀπὸ τῆς Β∠ πρὸς τὸ ἀπὸ τῆς
∠Ζ· καὶ ὡς ἄρα τὸ ἀπὸ τῆς Β∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ, οὕτως
ἡ Ζ∠ πρὸς τὴν ∠Μ.
101 Ὅτι δὲ ἴση ἐστιν ἡ Ξ∠ τῇ ∠Ζ δῆλον. ἐπεὶ γὰρ παρέλληλός
ἐστιε ἡ ΛΞ τῇ ΖΗ, ἰσογώνιόν ἐστι τὸ ΛΞ∠ τρίγωνον τῷ Ζ∠Η. καὶ
ἐπεὶ δύο τρίγωνά ἐστιν τὰ ΛΞ∠ Ζ∠Η τὰς δύο γωνίας τὰς ὑπὸ
Ξ∠Λ ∠ΛΞ
ταῖς ὑπὸ Ζ∠Η ∠ΗΖ δυσὶν ἴσας
ἔχοντα καὶ μίαν πλευρὰν τὴν Λ∠ μιᾷ πλευρᾷ τῇ ∠Η ἴσην, καὶ αἱ
λοιπαὶ ἄρα πλευραὶ ταῖς λοιπαῖς ἴσαι ἔσονται ἑκατέρα ἑκατέρᾳ τῶν
ὑποτεινουσῶν τὰς ἴσας γωνίας. ἴση ἄρα ἡ ∠Ξ τῇ ∠Ζ.
102 Κοινοῦ ἄρα προσληφθέντος λόγου τοῦ τῆς Β∠ πρὸς
τὴν
∠Ζ, ἔσται ὡς ἡ B∠ πρὸς τὴν ∠Μ, οὕτως ὁ ἀπὸ τῆς
B∠ κύβος πρὸς τὸν ἀπὸ τῆς ∠Ζ, τουτέστιν ὡς Ε∠ πρὸς
Μ∠, οὕτως ὁ ἀπὸ τῆς Ε∠ κύβος πρὸς τὸν ἀπὸ τῆς ∠Ζ.
103 Καὶ τούτοις ἀκολούθως δύο τῶν Ε∠ ∠Μ δοθεισῶν ληψόμεθα τὰς
δύο μέσας ἀνάλογον ἐν τῇ συνεχεῖ ἀναλογίᾳ.
ἐκκείσθωσαν γὰρ
ταῖς Ε∠ ∠Ζ ∠Μ ἴσαι αἱ Ε∠ ∠Ζ ∠Μ. καὶ
ἐπεὶ δέδεικται ὡς τὸ ἀπὸ τῆς Ε∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ, οὕτως ἡ
∠Ζ πρὸς τὴν ∠Μ, δῆλον ὡς ἡ ∠Μ οὐκ ἔστι τρίτη ἀνάλογον
τῶν Ε∠ ∠Ζ.
Εἰ γὰρ δυνατόν, ἔστω ἡ ∠Μ τρίτη ἀνάλογον τῶν Ε∠ ∠Ζ.
ἐπεὶ
οὖν ἡ ∠Μ τρίτη ἀναλογόν ἐστι τῶν Ε∠
∠Ζ, ἔστιν ὡς ἡ Ε∠ πρὸς τὴν ∠Ζ, οὕτως ἡ ∠Ζ πρὸς
τὴν ∠Μ· καὶ ὡς ἄρα τὸ ἀπὸ τῆς Ε∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ,
οὕτως ἡ Ε∠ πρὸς ∠Μ, ἀλλʼ ἦν ὡς τὸ ἀπὸ τῆς Ε∠ πρὸς τὸ
ἀπὸ τῆς ∠Ζ, οὕτως ἡ ∠Ζ πρὸς ∠Μ· διʼ ἴσου ἄρα ἐστὶν ὡς
ἡ Ε∠ πρὸς τὴν ∠Μ, οὕτως ἡ ∠Ζ πρὸς τὴν ∠Μ·
ἑκατέρα ἄρα τῶν Ε∠ ∠Ζ
πρὸς τὴν ∠Μ τὸν
αὐτὸν ἔχει λόγον· ἴση ἄρα ἐστιν ἡ Ε∠ τῇ ∠Ζ, ὅπερ
Εἰλήφθω τῶν Ε∠ ∠Ζ τρίτη ἀνάλογον ἡ ΟΠ. ἐπεὶ οὖν τῶν Ε∠
∠Ζ τρίτη ἀνάλογόν ἐστιν ΟΠ, ἔστιν ὡς ἡ Ε∠ πρὸς τὴν ∠Ζ,
οὕτως ἡ ∠Ζ πρὸς τὴν ΟΠ. καὶ ὡς ἄρα
τὸ ἀπὸ τῆς ∠Ε
πρὸς τὸ ἀπὸ τῆς ∠Ζ, οὕτως ἡ Ε∠ πρὸς τὴν ΟΠ. ἀλλʼ ἦν ὡς τὸ
ἀπὸ τῆς Ε∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ, οὕτως ἡ ∠Ζ πρὸς τὴν
∠Μ· διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ Ε∠ πρὸς τὴν ΟΠ, οὕτως ἡ Ζ∠
πρὸς τὴν ∠Μ· καὶ ἐναλλὰξ ἄρα ἐστὶν ὡς ἡ Ε∠ πρὸς τὴν
∠Ζ, οὕτως ἡ ΟΠ
πρὸς τὴν ΔΜ. ἀλλʼ ἦν ὡς ἡ Ε∠
πρὸς τὴν ∠Z, οὕτως ἡ ∠Ζ πρὸς τὴν ΟΠ· καὶ ὡς ἄρα ἔ ∠Ζ
πρὸς τὴν ΟΠ, οὕτως ἡ ΟΠ πρὸς τὴν ∠Μ· αἱ Ε∠ ∠Ζ ΟΠ
∠Μ ἄρα τέσσαρες οὖσαι ἐν τῇ συνεχεῖ καὶ ἐφεξῆς ἀναλογίᾳ εἰσί· τῶν
Ε∠ ∠Μ ἄρα δύο μέσαι ἀνάλογόν εἰσιν αἱ ∠Ζ ΟΠ.
104 Τῆς δὲ ἀποδείξεως ἐπὶ τῆς προκειμένης καταγραφῆς ἀκολούθως τῇ
ὀργανικῇ κατασκευῇ γενομένης δῆλον ὡς ἡ μὲν ὀργανικὴ κατασκευή, δύο
δοθεισῶν εὐθειῶν ἀνίσων καὶ λόγου πρὸς ἀλλήλας τῶν εὐθειῶν δεδομένου,
εὑρίσκει τὰς δύο μέσας ἀνάλογον, ἐφʼ ὧν ὡς ἡ πρώτη πρὸς τὴν τετάρτην,
οὕτως τὸ ἀπὸ τῆς πρώτης εἶδος πρὸς τὸ ἀπὸ τῆς δευτέρας,
ἡ δὲ ἀπόδειξις, ὑποστησαμένη τινὰ εὐθεῖαν καὶ ἄλλας δύο λαβοῦσα διὰ τῆς
τῶν γραμμῶν καταγραφῆς ἐλάττονας μὲν τῆς πρώτης ἐφεξῆς δὲ αὐτῇ κειμένας
καὶ ἀλλήλαις ἀνίσους, εὑρίσκει ὡς τὸ ἀπὸ τῆς πρώτης πρὸς
τὸ
ἀπὸ τῆς δευτέρας, οὕτως τὴν δευτέραν πρὸς τὴν ἐλαχίστην. τούτων δὲ τῆς
τε πρώτης καὶ τῆς δευτέρας προσλαβοῦσα τρίτην ἀνάλογον ἀποδείκνυσιν τὰς
δύο μέσας ἀνάλογον οὕτως θεωρουμένας ὡς ἐπὶ τῆς ὀργανικῆς κατασκευῆς.
τούτων γὰρ τὸ μὲν συμπέρασμα τὸ αὐτό, διʼ ὧν δὲ τοῦτο
λόγου δοθέντος τοῦ ὃν ἔχει ἡ πρώτη εὐθεῖα πρὸς τὴν
τετάρτην, ἐν τῷ αὐτῷ λόγω γενέσθαι καὶ τὸ ἀπὸ τῆς πρώτης εἶδος πρὸς τὸ
ἀπὸ τῆς δευτέρας.
1 α΄. Ἐὰν ἦ τρίγωνον τὸ ΑΒΓ, καὶ ἀπὸ τῶν ΑΒ ΒΓ ἀναγραφῇ τυχόντα
παραλληλόγραμμα τὰ ΑΒ∠Ε ΒΓΖΗ,
καὶ αἱ ∠Ε ΖΗ
ἐκβληθῶσιν ἐπὶ τὸ Θ, καὶ ἐπιζευχθῇ ἡ ΘΒ, γίνεται τὰ ΑΒ∠Ε ΒΓΖΗ
παραλληλόγραμμα ἵσα τῷ ὑπὸ τῶν ΑΓ ΘΒ περιεχομένῳ παραλληλογράμμῳ ἐν
γωνίᾳ ἥ ἐστιν ἴση συναμφοτέρῳ τῇ ὑπὸ ΒΑΓ ∠ΘΒ.
Ἐκθεβλήσθω γὰρ ἡ ΘΒ ἐπὶ τὸ Κ, καὶ διὰ τῶν Α Γ
τῇ ΘΚ
παράλληλοι ἤχθωσαν αἱ ΑΛ ΓΜ καὶ ἐπεζεύχθω ἡ ΛΜ. ἐπεὶ παραλληλόγραμμόν
ἐστιν τὸ ΑΛΘΒ, αἱ ΑΛ ΘΒ ἴσαι τέ εἰσιν καὶ παράλληλοι. ὁμοίως καὶ αἱ ΜΓ
ΘΒ ἴσαι τέ εἰσιν καὶ παράλληλοι, ὥστε καὶ αἱ ΛΑ ΜΓ ἴσαι τέ εἰσιν καὶ
παράλληλοι. καὶ αἱ ΛΜ ΑΓ ἄρα ἴσαι τε
καὶ παράλληλοί εἰσιν·
παραλληλόγραμμον ἄρα ἐστὶν τὸ ΑΛΜΓ ἐν γωνίᾳ τῇ ὑπὸ ΛΑΓ, τουτέστιν
συναμφοτέρῳ
αὐτῆς βάσεώς ἐστιν τῆς ΛΑ καὶ ἐν ταῖς αὐταῖς
παραλλήλοις ταῖς ΛΑ ΘΚ), καὶ τὸ Α∠ΕΒ ἄρα τῷ ΛΑΚΝ ἴσον ἔστίν. διὰ
τὰ αὺτὰ καὶ τὸ ΒΗΖΓ τῷ ΝΚΓΜ ἴσον ἐστίν· τὰ ἄρα ∠ΑΒΕ ΒΗΖΓ
παραλληλόγραμμα τῷ ΛΑΓΜ ἴσα ἐστίν, τουτέστιν τῷ ὑπὸ ΑΓ ΘΒ ἐν γωνίᾳ τῇ
ὑπὸ ΛΑΓ,
ἥ ἐστιν ἴση συναμφοτέραις ταῖς ὑπὸ ΒΑΓ ΒΘ∠.
καὶ ἔστι τοῦτο καθολικώτερον πολλῷ τοῦ ἐν τοῖς ὀρθογωνίοις ἐπὶ τῶν
τετραγώνων ἐν τοῖς στοιχείοις δεδειγμένου.
2 β΄. Ἡμικύκλιον ἐπὶ τῆς ΑΒ ῥητὴν ἔχον τὴν διάμετρον, καὶ τῇ ἐκ τοῦ
κέντρου ἴση καὶ τῇ ΑΒ ἐπʼ εὐθείας ἡ ΒΓ,
καὶ ἐφαπτομένη ἡ
Γ∠, καὶ δίχα ἡ Β∠ περιφέρεια τῷ Ε σημείῳ καὶ ἐπεζεύχθω ἡ ΓΕ·
ὅτι ἡ ΓΕ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάσσων.
Ἑἰλήφθω τὸ Ζ κέντρον τοῦ ἡμικυκλίου, καὶ ἐπεζεύχθωσαν αἱ Ζθωσαν ΖΕ. ἐπεὶ
ὀρθή ἐστιν ἡ ὑπὸ Ζ∠Γ, ἐν ἡμι
κυκλίῳ ἐστὶν τῷ ἐπὶ τῆς
ΖΓ, οὗ κέντρον ἐστὶν τὸ Β. καὶ τῆς Β∠ ἐπιζευχθείσης ἰσόπλευρον
γίνεται τὸ ΒΖ∠ τρίγωνον, ὥστε διμοίρου μέν ἐστιν ἡ ὑπὸ ∠ΖΒ
γωνία, τρίτου δὲ ἡ ὑπὸ ΕΖΒ. ἤχθω κάθετος ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΑΒ διάμετρον
ἡ ΗΕ· ἰσογώνιον ἄρα τὸ ΓΖ∠ τρίγωνον τῷ ΕΖΗ
πρὸς τὸ ἀπὸ ΖΗ λόγος ἐστὶν ὃν ξδ΄ πρὸς ιβ΄. ἔστω δʼ ἡ ΖΒ τετραπλασία τῆς
ΒΘ· καὶ ἔστιν τῆς ΒΖ διπλασίων ἡ ΖΓ· λόγος ἄρα τῆς ΖΓ πρὸς τὴν ΖΘ, ὃν η΄
πρὸς ε΄ , καὶ τῆς ΖΘ πρὸς ΘΓ ὃν ε΄ πρὸς γ΄ καὶ τοῦ ἀπὸ τῆς ΖΓ ἄρα πρὸς
τὸ ἀπὸ τῆς ΖΘ λόγος ἐστὶν ὃν ξδ΄ πρὸς κε΄. ἐδείχθη
δὲ τοῦ
ἀπὸ ΓΖ πρὸς τὸ ἀπὸ ΖΗ λόγος ὃν ξδ΄ πρὸς ιβ΄· καὶ τοῦ ἀπὸ ΘΖ ἄρα πρὸς τὸ
ἀπὸ ΖΗ λόγος ἐστὶν ὡς κε΄ πρὸς ιβ΄ αἱ ΘΖ ΖΗ ἄρα ῥηταί εἰσιν δυνάμει
μόνον σύμμετροι, καὶ ἡ ΘΖ τῆς ΖΗ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
καὶ ὅλη ἡ ΖΘ σύμμετρός ἐστιν ῥητῇ τῇ
ΑΒ· ἀποτομὴ ἄρα
τετάρτη ἐστὶν ἡ ΘΗ. ῥητὴ δὲ ἡ ΖΓ καὶ ἡ διπλῆ αὐτῆς· ἡ ἄρα δυναμένη τὸ
δὶς ὑπὸ ΖΓ ΗΘ ἄλογός ἐστιν ἡ καλουμένη ἐλάσσων. καὶ δύναται τὸ δὶς ὑπὸ
ΓΖ ΗΘ ἡ ΓΕ· ἐλάσσων ἄρα ἐστὶν ἡ ΓΕ.
3 Ὅτι δὲ ἡ ΓΕ δύναται τὸ δὶς ὑπὸ ΓΖ ΗΘ, οὕτως ἔσταιε
δῆλον
ἐπεζεύχθω ἡ ΕΘ. ἐπεὶ τὸ ἀπὸ ΕΓ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΕΘ ΘΓ καὶ τῷ δὶς
ὑπὸ ΓΘ ΘΗ, ἔστιν δὲ καὶ τὰ ἀπὸ ΕΘ ΘΖ ἴσα τῷ ἀπὸ ΕΖ καὶ τῷ δὶς ὑπὸ ΖΘ ΘΗ
ἀνάλογον ἄρα ἐστὶν ὡς τὸ ἀπὸ ΓΕ πρὸς τὰ ἀπὸ ΕΘ ΘΓ μετὰ τοῦ δὶς
ὑπὸ ΓΘΗ, οὕτως τὰ ἀπὸ ΕΘ ΘΖ πρὸς τὸ , ἴσα ἄρα καὶ τὰ ἀπὸ ΓΕ ΕΘ
ΘΖ τοῖς ἀπὸ ΕΘ ΘΓ ΕΖ καὶ τῷ δὶς ὑπὸ ΓΘΗ μετὰ τοῦ
ἀπὸ ΕΖ μετὰ τοῦ δὶς
ὑπὸ ΖΘΗ. καὶ ὡς ἓν πρὸς ἕν, πάντα πρὸς πάντα. καὶ ἴσον ἐστὶν τὸ ἀπὸ
ΓΕ τοῖς ἀπὸ ΕΘΓ καὶ τῷ δὶς ὑπὸ ΓΘΗ
λοιπὸν
ἄρα τὸ ἀπὸ ΓΕ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΖΓ ΗΘ.
4 γ΄. Ἡμικύκλιον τὸ ἐπὶ τῆς ΑΓ ῥητὴν ἔχον τὴν διάμετρον, καὶ τῇ ἐκ τοῦ
κέντρου ἴση ἔστω ἡ Γ∠, καὶ ἐφαπτομένη ἡ ∠Β, καὶ δίχα
τετμήσθω ἡ ὑπὸ Γ∠Β γωνία ὑπὸ τῆς ∠Ζ· ὅτι ἡ ∠Ζ ὑπεροχή
ἐστιν ᾗ ὑπερέχει ἡ ἐκ δύο
ὀνομάτων τῆς μετὰ ῥητοῦ μέσον τὸ
ὅλον ποιούσης.
Εἰλήφθω γὰρ τὸ Η κέντρον τοῦ ἡμικυκλίου, καὶ ἐπεζεύχθω ἡ ΒΗ, καὶ ἐπὶ τῆς
Η∠ γεγράφθω ἡμικύκλιον τὸ ΗΒ∠, καὶ ἐκβεβλήσθω ἡ ∠Ζ ἐπὶ
τὸ Κ· ἴση ἄρα ἐστὶν ἡ ΒΚ περιφέρεια τῇ ΚΗ. ἤχθω κάθετος ἐπὶ τὴν ΑΓ ἡ ΚΛ.
καὶ ἐπεὶ ἑξαγώνου ἐστὶν πλευρὰ ἡ ΒΗ, ἡμίσεια δὲ τῆς
ἑξαγώνου ἡ ΚΛ (ἐκβαλλομένη γὰρ τὴν διπλῆν τῆς ΚΗ περιφερείας ὑποτείνει),
διπλασία ἄρα ἡ ΒΗ τῆς ΚΛ, τουτέστιν ἡ ΓΚ τῆς ΚΛ. καὶ ἔστιν ὀρθὴ ἡ ὑπὸ
ΚΛΓ· ἐπίτριτον ἄρα ἐστὶν τὸ ἀπὸ ΚΓ τοῦ ἀπὸ ΓΛ, τουτέστιν
τὸ
ἀπὸ ∠Γ τοῦ ἀπὸ ΓΛ· αἱ ∠Γ ΓΛ ἄρα ῥηταί εἰσιν δυνάμει μόνον
σύμμετροι, καὶ ἡ ∠Γ τῆς ΓΛ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ,
καὶ ἡ μείζων ἡ ∠Γ σύμμετρός ἐστιν ῥητῇ τῇ ΑΓ· ἐκ δύο ῥνομάτων ἄρα
πρώτη ἐστὶν ἡ Λ∠, ῥητὴ δὲ ἡ Η∠· ἡ ἄρα τὸ ὑπὸ τῶν Η∠Λ
χμρίον
καὶ ἐπεὶ τὸ μὲν ὑπὸ ∠ΗΘ ἴσον ἐστὶν τῷ ἀπὸ ΒΗ διὰ τὸ ἰσογώνια εἶναι
τὰ ΒΗΘ ΒΗ∠ τρίγωνα , τὸ δὲ ὑπὸ ∠ΗΛ ἴσον ἐστὶν τῷ ἀπὸ ΚΗ διὰ
τὸ ἰσογώνια εἶναι τὰ ΚΗΛ ΚΗ∠ τρίγωνα, ἔστιν ἅρα ὡς τὸ ὑπὸ
∠ΗΘ πρὸς τὸ ἀπὸ ΒΗ , οὕτως τὸ ὑπὸ ∠ΗΛ πρὸς τὸ ἀπὸ ΚΗ. καὶ
ἐναλλάξ. ὡς δὲ τὸ ὑπὸ ∠ΗΘ πρὸς τὸ ὑπὸ ∠ΗΛ, οὕτως ἡ ΘΗ πρὸς
τὴν ΗΛ κοινὸν γὰρ ὕψος τὸ ∠Η· καὶ ὡς ἄρα ἡ ΘΗ πρὸς τὴν
ΗΛ, οὕτως τὸ ἀπὸ ΒΗ, τουτέστιν τὸ ἀπὸ ΖΗ, πρὸς τὸ ἀπὸ ΗΚ· διελόντι
δὲ καὶ ἡ ∠Κ ἐκ δύο ὀνομάτων· λοιπὴ ἄρα ἡ ∠Ζ
ὑπεροχή ἐστιν ἡ ὑπερέχει ἡ ἐκ δύο ὀνομάτων τῆς μετά ῥητοῦ μέσον τὸ ὅλον
ποιούσης.
6 δ΄ Ἔστω κύκλος ὁ ΑΒΓ, οὗ κέντρον ἔστω τὸ Ε, διάμετρος δὲ ἡ ΒΓ, καὶ
ἐφαπτομένη ἡ Α∠ συμπίπτουσα τῇ
ΒΓ κατὰ τὸ ∠,
καὶ διήχθω ἡ ∠Ζ, καὶ ἐπιζευχθεῖσα ἡ ΑΕ ἐκβεβλήσθω ἐπὶ τὸ Η, καὶ
ἐπεζεύχθωσαν αἱ ΖΚΗ ΗΛΘ· ὅτι ἴση ἐστὶν ἡ ΕΚ τῇ ΕΛ.
Γεγονέτω καὶ ἤχθω τῇ ΚΛ παράλληλος ἡ ΘΞΜ· ἴση ἄρα καὶ ἡ ΜΞ τῇ ΞΘ. ἤχθω
ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΖΘ
κάθετος ἡ ΕΝ· ἴση ἔρα ἐστὶν ἡ ΖΝ τῇ
ΝΘ. ἦν δὲ καὶ ἡ ΜΞ τῇ ΞΘ παράλληλος ἄρα ἐστὶν ἡ ΝΞ τῇ ΜΖ· οὕτως
ἔστιν δέ
ὀρθὴ γάρ ἐστιν ἑκατέρα τῶν ὑπὸ τῶν ΕΑ∠ ΕΝ∠.
7 Συντεθήσεται δὴ οὕτως. ἐπεὶ ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ τῶν ΕΑ∠
ΕΝ∠, ἐν κύκλῳ ἐστὶν τὰ Α ∠ E Ν σημεῖα· ἴση ἄρα ἐστὶν ἡ ὑπὸ
ΑΝ∠ τῇ ὑπὸ ΑΕ∠. ἀλλʼ ἡ ὑπὸ ΑΕ∠ ἴση ἐστὶν τῇ ὑπὸ ΑΞΘ
διὰ τὰς παραλλήλους τὰς Ε∠
ΞΘ ἐν κύκλῳ ἄρα τὰ Α Ν Ξ Θ
σημεῖα ἴση ἄρα ἐστὶν ἡ ὑπὸ ΘΑΞ γωνία τῇ ὑπὸ ΘΝΞ. ἀλλʼ ἡ ὑπὸ ΘΑΞ ἴση
ἐστὶν τῇ ὑπὸ ΘΖΜ· παράλληλος ἄρα ἐστὶν ἡ ΖΜ τῇ ΝΞ. καὶ ἔστιν ἴση ἡ ΖΝ τῇ
ΝΘ· ἴση ἄρα ἐστὶν καὶ ἡ ΜΞ τῇ ΞΘ. καὶ ἔστιν ὡς ἡ ΞΗ πρὸς ΗE, οὕτως ἡ μὲν
ΞΜ πρὸς
ΕΚ , ἡ δέ ΘΞ πρὸς ΛΕ· καὶ ὡς ἄρα ἡ ΞΜ πρὸς ΕΚ,
οὕτως ἡ ΘΞ πρὸς ΛΕ. καὶ ἐναλλάξ. καὶ ἴση ἐστὶν ἡ ΜΞ τῇ ΞΘ· ἴση ἄρα καὶ ἡ
ΚΕ τῇ ΛΕ.
8 ε΄. Ἔστω κύκλος ὁ ΑΒΓ, καὶ ἐφαπτόμεναι αἱ Α.∠ ∠Γ, καὶ
ἐπεζεύχθω ἡ ΑΓ, καὶ διήχθω ἡ ΕΖ, ἔστω δέ ἡ ΕΗ
ἴση τῇ ΗΖ·
ὅτι καὶ ἡ ΘΗ τῇ ΗΚ ἐστὶν ἴση.
Ἤχθω τῇ ΑΓ παράλληλος ἡ ΕΜ, καὶ εἰλήφθω τὸ κέντρον τοῖ κύκλου τὸ Λ, καὶ
ἐπεζεύχθωσαν αἱ ΛΑ ΛΖ ΛΓ ΛΜ ΛΕ ΛΗ. ἐπεὶ ἴση ἐστὶν ἡ ΕΗ τῇ ΗΖ, ἴση ἐστὶν
καὶ ἡ ΜΓ τῇ ΓΖ. καὶ ἔστιν ἡ ΜΓʼ πρὸς βρθὰς τῇ ΓΛ·
ἄρα κάθετός
ἐστιν ἐπὶ τὴν ΕΖ· ἴση ἄρα ἐστὶν ἡ ΘΗ τῇ ΗΚ.
9 Ϛ΄ Ἔστω κύκλος ὁ ΑΒΓ καὶ ἐφαπτόμεναι αἱ Α∠ ∠Γ, καὶ
ἐτεζεύχθω ἡ ΑΓ καὶ διήχθω ἡ ΕΖ, καὶ ἔστω ἴση ἡ ΗΘ τῇ ΗΚ· ὅτι καὶ ἡ ΕΗ τῇ
ΗΖ ἐστὶν ἴση. Εἰλήφθω τὸ κέντρον τοῦ κύκλου
τὸ Α, καὶ
ἐπεζεύχθωσαν αἱ ΕΛ ΛΑ ΛΗ ΛΖ ΜΓ. ἐπεὶ ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ τῶν ΕΑΛ
ΕΗΛ, ἐν κύκλῳ ἐστίν τὰ E A H Λ σημεῖα ἴση ἄρα ἐστὶν ἡ ὑπὸ τῶν
ΗΑΛ γωνία τῇ ὑπὸ τῶν ΗΕΛ γωνίᾳ. πάλιν ἐπεὶ ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ
τῶν ΛΗΖ ΜΓΖ, ἐν κύκλῳ ἐστὶν τὰ Μ Η Ζ Γ σημεῖα· ἴση ἄρα ἐστὶν ἡ ὑπὸ τῶν
ΗΓΛ γωνία,
τουτέστιν ἡ ὑπὸ τῶν ΗΑΛ , τουτέστιν ἡ ὑπὸ τῶν
ΗΕΛ, τῇ ὑπὸ τῶν ΗΖΛ· ἴση ἄρα ἐστὶν καὶ ἡ ΕΛ τῇ ΛΖ. καὶ ἔστιν κάθετος ἡ
ΛΗ· ἴση ἄρα ἐστὶν ἡ ΕΗ τῇ ΗΖ.
10 Ἐὰν ὦσιν τρεῖς κύκλοι τῇ θέσει καὶ τῷ μεγέθει δεδομένοι καὶ
ἐφαπτόμενοι ἀλλήλων, καὶ ὁ περιλαμβάνων αὐτοὺς
κύκλος
δοθεὶς ἔσται τῷ μεγέθει. προγράφεται δὲ τάδε.
11 ζ΄. Γετράπλευρον τὸ ΑΒΓ∠ ὀρθὴν ἔχον τὴν ὑπὸ ΑΒΓ γωνίαν καὶ
δοθεῖσαν ἑκάστην τῶν ΑΒ ΒΓ Γ∠ ∠Α εὐθειῶν· δεῖξαι δοθεῖσαν
τὴν ἐπιζευγνύουσαν τὰ θειῶν· β σημεῖα τὴν Βθειῶν·.
Ἐπεζεύχθω ἡ ΑΓ καὶ κάθετοι ἥχθωσαν ἐπὶ μὲν τὴν ΓΔ ἡ ΑΗ, ἐπὶ δέ τὴν AΓ ἡ
ΒΕ. ἐπεὶ οὖν ἑκατέρα τῶν ΑΒ ΒΓ δοθεῖσά ἐστιν ἢ ἐν ἀριθμοῖς,
καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΑΒΓ, καὶ κάθετός ἐστιν ἡ ΒE, δοθεῖσα ἄρα ἔσται β
καὶ ἑκάστη τῶν ΑE EΓ· ΑΓ
ΒΕ (καὶ γὰρ τὸ ὑπὸ ΑΓΕ ἴσον ὂν τῷ
ἀπὸ BΓ γίνεται δοθέν καὶ δοθεῖσά ἐστιν ἡ ΑΓ, ὥστε ἑκάστη τῶν ΑΕ ΕΓ ΒΕ
ἔσται δοθεῖσα). πάλιν
ἐπεὶ δοθεῖσά ἐστιν ἑκάστη τῶν ΑΓ
Γ∠ ∠Α εὐθειῶν, καὶ κάθετός ἐστιν ἡ ΑΗ, δοθεῖσά ἐστι καὶ
ἑκάστη τῶν ∠Η ΗΓ ΑΗ (καὶ γὰρ ἡ ὑπεροχή τοῦ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ
∠Ἀ παρά τὴν Γ∠ παραβληθεῖσα ποιεῖ δοθεῖσαν τὴν τῆς
Γ∠ πρὸς Η∠ ὑπεροχήν, ὡς ἔστι λῆμμα· ὥστε καὶ
ἑκάστην τῶν ∠Η ΗΓ ΑΗ δεδόσθαι.. καὶ ἐπεὶ ἰσογώνιόν ἐστιν τὸ ΑΗΓ
τρίγωνον τῷ ΓΕΖ τριγώνῳ ἔστιν ὡς ἡ ΗΓ πρὸς ΓΕ, οὕτως ἥ τε ΑΓ πρὸς ΓΖ καὶ
ἡ ΑΗ πρὸς τὴν EΖ. καὶ ἔστι δοθεὶς ὁ τῆς ΗΓ πρὸς ΓΕ λόγος· δοθεῖσα ἄρα
ἔσται καὶ ἑκατέρα τῶν ΓΖ ΖΕ. ἀλλὰ καὶ ἑκατέρα τῶν ΕΒ
ΒΓ· καὶ ἑκάστη ἄρα τῶν ΖΒ ΒΓ ΓΖ δοθεῖσα. ἤχθω δὴ κάθετος ἐτὶ τὴν ΓΖ ἡ
ΒΘ· δοθεῖσα ἄρα ἐστὶν ἑκάστη τῶν ΖΘ ΘΓ· ΒΘ· ὥστε καὶ ἑκατέρα τῶν
∠Θ ΘΒ δοθεῖσά ἐστι. καὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΒΘ∠ δοθεῖσα ἄρα
ἐστὶν
ἡ Β∠.
Ἄλλως.
12 η΄· Ἤχθω κάθετος ἐπὶ τὴν ΑΓ ἡ ΜΕ καὶ ἐκβεβλήοθω ἐπὶ τὸ Ζ. ἐπεὶ δοθεῖσά
ἐστιν ἑκάστη τῶν Α∠ ∠Γ· ΓΑ, καὶ κάθετος ἡ ∠Ε, δοθεῖσα
ἔσται καὶ ἑκατέρα τῶν ΑΕ ΕΓ, καὶ ἐπεὶ ἰσογώνιόν ἐστιν τὸ
ΑΒΓ
τρίγωνον τῷ ΓΕΖ τριγώνῳ, ἔστιν ὡς ἡ ΓΕ πρὸς EΖ, ἡ ΓΒ πρὸς ΒΑ. δοθεὶς δὲ
ὁ τῆς ΓΒ πρὸς ΒΑ λόγος: δοθεὶς ἄρα καὶ ὁ
ΓΕ πρὸς ΕΖ λόγος.
καὶ δοθεῖσά ἐστιν ἡ ΓΕ· δοθεῖσα ἄρα καὶ ἡ ΕΖ. ἦν δὲ καὶ ἡ ∠Ε
δοθεῖσα καὶ ὅλη ἄρα ἡ ∠Ζ ἔσται δοθεῖσα. κατά ταὐτὰ δοθήσεται καὶ
ἑκατέρα τῶν
ΒΖ ΖΓ· ὡς γὰρ ἡ ΑΓ πρὸς ΒΓ, οὕτως ἡ ΖΓ πρὸς ΓΕ.
καὶ δοθεὶς ὁ τῆς ΑΓ πρὸς ΓΒ λόγος). ἤχθω δὴ πάλιν ἀπὸ τοῦ ∠
κάθετος ἡ ∠Η· δοθεῖσα ἄρα ἑκατέρα τῶν ΖΗ ΗΓ, ὣστε καὶ ἑκατέρα τῶν
ΒΗ Η∠ δοθεῖσά ἐστι. καὶ ὀρθή ἐστιν ἡ Η γωνία δοθεῖσα ἅρα ἐστὶν καὶ
ἡ Β∠.
13 θ΄. Ἰσοι κύκλοι τῇ θέσει καὶ τῷ μεγέθει δοθέντες, ὧν κέντρα τὰ Α Β, καὶ δοθὲν σημεῖον τὸ Γ, καὶ διὰ τοῦ Γ ἐφαπτόμενος τῶν κύκλων, ὧν κέντρα τὰ Α Β, γεγράφθω ὁ ΓΕΖ ὅτι δοθεῖσά ἐστιν αὐτοῦ ἡ διάμετρος.
Ἐπεζεύχθωσαν αἱ EΖΗ ΓΖΘ ΓΜΠ ΑΓΕ ΠΖΚ ΘΚ
ΘΗ· γίνεται δὴ
παράλληλος ἡ ΗΘ τῇ ΓΕ διὰ τὸ τὰς κατὰ κορυφὴν γωνίας τὰς ὑπὸ ΕΖΓ ΗΖΘ
ἴσας εἶναι, καὶ ὁμοίας
αἱ ΑΣ ΒΛ ἴση ἄρα ἡ ΑΣ τῇ ΒΛ· ὥστε καὶ ἡ μὲν ΒΜ τῇ
ΜΑ ἐστὶν ἴση, ἡ δὲ ΛΜ τῇ MΣ δύο γὰρ τρίγωνά ἐστιν τὰ BΛM
ΑΣΜ τὰς δύο γωνίας τὰς κατά κορυφὴν ἴσας ἔχοντα καὶ τὰς πρὸς τοῖς Λ Σ
σημείοις ὀρθάς, ἔχει δὲ καὶ μίαν πλευράν μιᾷ πλευρᾷ
ἴσην
τὴν ΒΛ τῇ ΑΣ). καὶ δοθεῖσά ἐστιν ἑκάστη τῶν ΜΛ ∠Β ΜΣ ΣΑ οὕτως
καὶ ἡ ΖΗ ΜΕ καὶ ΒΛ ΛΣ· οθεῖσα ἄρα καὶ ἑκατέρα
τῶν
ΒΜ ΜΑ εὐθειῶν. ἀλλὰ καὶ ἑκατέρα τῶν ΑΓ ΓΒ δοθεῖσά ἐστιν (θέσει γὰρ τὰ Α
B Γ σημεῖα) δοθὲν ἄρα τὸ ΑΒΓ τρίγωνον τῷ εἴδει· καὶ ἡ ΓΜ ἄρα δοθεῖσα
ἔσται (καθέτου ἀχθείσης ἀπὸ τοῦ Γ ἐπὶ τὴν ΑΒ). καὶ ἐπεὶ
δοθεῖσά ἐστιν ἡ ΝΡ διάμετρος τοῦ κύκλου, ἀλλὰ καὶ
ὑπὸ ΕΜΖ, τουτέστιν τὸ ὑπὸ τῶν ΓΜΠ. καὶ δοθεῖσά ἐστιν ἡ ΓΜ·
δοθεῖσα ἄρα καὶ ἡ ΓΠ. ἐπεὶ οὖν θέσει καὶ μεγέθει ἐστὶν κύκλος,
οὗ κέντρον τὸ Α , καὶ δοθεῖσα τῇ θέσει καὶ τῷ μεγέθει ἡ ΓΠ,
καὶ διηγμέναι αἱ ΠΖ∠ ΓΖΘ, ὥστε παράλληλον εἶναι τῇ ΓΠ τὴν
ΚΘ , δοθεῖσά ἐστιν ἡ διάμετρος τοῦ περὶ τὸ ΓΖΠ τρίγωνον
κύκλου, τουτέστιν τοῦ ΓΕΖ.
14 ί. Τρίγωνον τὸ ΑBΓ ἔχον ἑκάστην τῶν πλευρῶν δοθεῖσαν, καὶ σημεῖον
ἐντὸς τὸ ∠, καὶ ὧ ὑπερέχει ἡ Α∠ τῆς
Γ∠,
τούτῳ ὑπερεχέτω καὶ ἡ Γ∠ τῆς ∠Β, καὶ ἔστω ὑπεροχὴ δοθεῖσα·
ὅτι ἑκάστη τῶν Α∠
∠Γ ∠Β δοθεῖσά ἐστιν.
Ἐπεὶ ἡ τῶν Α∠ ∠Γ ὑπεροχή δοθεῖσά ἐστιν , ἔστω τῇ
ὑπεροχῇ ἴση ἑκατέρα τῶν ΑΕ ΒΖ· αἱ τρεῖς ἄρα αἱ Ε∠ ∠Γ
∠Ζ ἴσαι ἀλλήλαις εἰσίν. γεγράφθω περὶ κέντρον τὸ
15 ια΄. Τὰ μὲν οὖν λήμματα ταῦτα, τὸ δὲ ἀρχαϊκόν· τρεῖς
κύκλοι ἄνισοι ἐφαπτόμενοι ἀλλήλων δοθείσας ἔχοντες τὰς διαμέτρους, ὧν
κέντρα τὰ Α Β Γ, καὶ περὶ αὐτοὺς κύκλος ἐφαπτόμενος αὐτῶν ὁ ∠ΕΖ,
οὗ δέον ἔστω εὑρεῖν τὴν διάμετρον.
Ἔστω δὲ αὐτοῦ τὸ
κέντρον τὸ Η, καὶ ἐπὶ τὰ κέντρα τὰ Α Β Γ
ἐπεζεύχθωσαν αἱ ΑΒ ΑΓ ΓΒ καὶ ἔτι αἱ ΗΑ∠ ΗΒΖ ΗΓΕ. ἐπεὶ οὖν
αἱ διάμετροι τῶν κύκλων, ὧν κέντρα τὰ Α Β Γ, δοθεῖσαί
εἰσιν, γενήσεται καὶ ἑκάστη τῶν ΑΒ ΒΓ ΓΑ δοθεῖσα.
καὶ αἱ
τῶν ΑΗ ΗΓ ΗΒ διαφοραὶ δοθεῖσαι· διὰ ἄρα τὸ προγεγραμμένον δοθεῖσά ἐστιν
ἡ ΑΗ. ἀλλὰ καὶ ἡ Α∠ δοθεῖσά ἐστιν, ὥστε δοθεῖσά ἐστιν ἡ διάμετρος
τοῦ ∠ΕΖ κύκλου. καὶ τοῦτο μὲν ἐνθάδε μοι πέρας
ἔχει,
τὰ δὲ λοιπὰ ὑπογράψω.
16 ιβ΄ Ἕστω ἡμικύκλιον τὸ ΑΒΓ, καὶ κεκλάσθω ἡ ΓΒΑ, καὶ διήχθω ἡ Γ∠, καὶ ἴση ἔστω ἡ ΓΒ συναμφοτέρῳ τῇ AB △Γ, καὶ κάθετοι ἤχθωσαν ἐπὶ τὴv AΓ αἱ ΒΕ △Ζ ὅτι ἡ AΖ διπλασίων ἐστὶν τῆς BΕ.
Κείσθω γὰρ τῇ μὲν AΕ ἴση ἡ ΕΗ, τῇ δὲ ΑΒ ἴση ἡ
ΒΘ , καὶ
ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΑΘ ΘΗ ΘΖ, καὶ κάθετος ἤχθω ἡ ΘΚ, καὶ ἐπεζεύχθω ἡ
ΒΚ. ἐπεὶ ἡ ΓΒ ἴση ἐστὶν συναμφοτέρᾳ τῇ ΑΒ ∠Γ, ὧν ἡ ΒΘ τῇ BΑ ἐστὶν
ἴση, λοιπὴ ἄρα ἡ ΘΓ λοιπῇ τῇ Γ ∠ ἐστὶν ἴση καὶ τὸ ἀπὸ τῆς Γ
∠ ἄρα ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΓΘ. τῷ δὲ ἀπὸ τῆς
∠Γ ἴσον ἐστὶν τὸ ὑπὸ τῶν ΑΓΖ· καὶ τὸ ὑπὸ τῶν ΑΓΖ ἄρα ἴσον ἐστὶν
τῷ ἀπὸ τῆς ΓΘ· ἴση ἄρα ἐστὶν ἡ ὑπὸ τῶν ΖΘΓ γωνία τῇ ὑπὸ τῶν ΘΑΗ γωνίᾳ.
πάλιν ἐπεὶ τὸ ὑπὸ τῶν Γ ΑΕ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΑΒ, καὶ τὸ δὶς ἄρα ὑπὸ
τῶν Γ ΑΕ, τουτέστιν τὸ ὑπὸ τῶν Γ ΑΗ, ἴσον ἐστὶν τῷ δὶς
ἀπὸ
τῆς ΑΒ, τουτέστιν τῷ ἀπὸ τῆς ΑΘ ἴση ἄρα ἐστὶν ἡ ὑπὸ τῶν ΑΘΗ γωνία τῇ ὑπὸ
τῶν ΘΓΖ γωνίᾳ. ἔστιν δὲ καὶ ἡ ὑπὸ τῶν ΘΑΗ ἴση τῇ ὑπὸ τῶν ΖΘΓ· λοιπὴ ἄρα
ἡ ὑπὸ τῶν ΑΗΘ λοιπῇ τῇ ὑπὸ τῶν ΘΖΓ ἐστὶν ἴση καὶ ἡ ὑπὸ ΘΗΖ ἄρα τῇ ὑπὸ
ΘΖΗ ἐστὶν ἴση. καὶ κάθετος
ἦκται ἡ ΘΚ· ἴση ἄρα ἐστὶν ἡ ΖΚ
τῇ ΚΗ. καὶ ἐπεὶ ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ τῶν ΑΒΘ ΑΚΘ, ἐν κύκλῳ ἐστὶν
τὸ ΑΒΘΚ τετράπλευρον ἴση ἄρα ἐστὶν ἡ ὑπὸ τῶν ΒΘΑ γωνία τῇ ὑπὸ τῶν ΒΚΑ.
ἡμίσους δέ ἐστιν ἡ ὑπὸ τῶν ΒΘΑ· ἡμίσους ἅρα ἐστὶν καὶ ἡ ὑπὸ τῶν ΒΚΑ.
ὀρθὴ δέ
ἐστιν ἡ ὑπὸ τῶν ΒΕΚ· ἴση ἄρα ἐστὶν ἡ ΒΕ τῇ ΕΚ. τῆς
17 τγ΄. Ἔστω ἡμικύκλιον τὸ ΑΒΓ, καὶ κεκλάσθω ἡ ΑΒ ∠, καὶ ἔστω ἴση ἡ
ΑΒ τῇ Β ∠, καὶ τῇ Β ∠ πρὸς ὀρθάς ἤχθω
ἡ
∠Ε, καὶ ἐπεζεύχθω ἡ ΒE, καὶ αὐτῇ πρὺς ὀρθὰς ἤχθω ἡ ΕΖ, καὶ τὸ
κέντρον τὸ Η, καὶ ἔστω ὡς ἡ ΑΗ πρὸς Η ∠, οὕτως ἡ ∠Θ πρὸς
ΘΖ, καὶ ἐπεζεύχθω ἡ ΘΕ· ὅτι ἡ ὑπὸ τῶν ΒΕ ∠ γωνία ἴση ἐστὶν τῇ ὑπὸ
τῶν ∠ΕΘ γωνίᾳ.
Ἤχθω ἀπὸ τοῦ ἐπὶ τὴν ΒΕ κάθετος ἡ ΗΚ·
ἄρα ἐστὶν ἡ ΒΚ τῇ ΚΕ.
καὶ ἔστιν ἀρθὴ ἡ ὑπὸ τῶν Β ∠E· αἱ τρεῖς ἄρα αἱ BΚ Κ ∠ ΚΕ
ἴσαι ἀλλήλαις εἰσίν. καὶ παράλληλός ἐστιν ἡ ΗK τῇ ΕΖ, καὶ ἐπεὶ ἐζήτουν
τὴν ὑπὸ τῶν ΚΕ ∠ γωνίαν τῇ ὑπὸ τῶν ∠ΕΘ γωνίᾳ ἴσην, καὶ
ἔστιν ἴση ἡ ∠Κ τῇ ΚΕ, ὅτι ἄρα ἴση ἐστὶν ἡ ὑπὸ ΚΕ ∠ γωνία
τῇ ὑπὸ Κ ∠Ε, ὅτι ἄρα καὶ ἡ ὑπὸ Κ ∠Ε τῇ ὑπὸ
∠ΕΘ ἴση ἐστίν , ὅτι ἄρα παράλληλός ἐστιν ἡ ∠Κ τῇ ΕΘ.
Ἤχθω καὶ τῇ σΕ παράλληλος ἡ ΚΛ, καὶ ἐκβεβλήσθω ἡ Γ ∠ ἐπὶ τὸ Λ, καὶ
ἐπεζεύχθω ἡ BΛ. ἐπεὶ οὖν ἡ μὲν ΚΛ τῇ ∠Ε ἐστὶν παράλληλος, ἡ δὲ ΚΗ
τῇ EΖ, ζητεῖται
δὲ καὶ ἡ Κ ∠ τῇ ΕΘ παράλληλος, ὅτι
ἄρα διὰ τὸ ἰσογώνιον εἶναι τὸ μὲν ΚΛΗ τρίγωνον τῷ Κ ∠Ζ τριγώνῳ, τὸ
δὲ ∠ΚΗ τῷ ΕΘΖ, ἔστιν ὡς μὲν ἡ ΛΗ πρὸς ΗK, ἡ ∠Ζ πρὸς ΖΕ, ὡς
δὲ ἡ ΚΗ πρὸς Η ∠, ἡ ΕΖ πρὸς ΖΘ· ὅτι ἄρα καὶ ὡς ἡ ΛΗ πρὸς Η
∠, οὕτως ἡ ∠Ζ πρὸς ΖΘ (διʼ ἴσου γάρ)·
ὅτι ἄρα
καὶ ἁς ἡ Λ ∠ πρὸς τὴν ∠Η, οὕτως ἡ ∠Θ πρὸς τὴν ΘΖ
(διελόντι γάρ). ὑπέκειτο δέ καὶ ὡς ἡ ∠Θ πρὸς
τῶν Λ ∠ ΑΗ ἐστὶν
ἴση ὅτι ἄρα καὶ ἡ ΒΛ τῇ Λ ∠ ἐστὶν ἴση. ἔστιν δέ· ἐπεὶ γάρ
παράλληλός ἐστιν ἡ ΚΛ τῇ ∠Ε, καὶ ἔστιν ἴση ἡ ∠Κ τῇ ΚΕ, ἴση
ἐστὶν καὶ ἡ ὑπὸ τῶν BΚΛ γωνία τῇ ὑπὸ τῶν ΛΚ ∠. ἐπεὶ οὖν ἴση ἐστὶν
ἡ BΚ τῇ Κ ∠ καὶ γωνία ἡ ὑπὸ τῶν ΒΚΛ γωνίᾳ τῇ ὑπὸ τῶν ∠ΚΛ
ἐστὶν ἴση, καὶ ἡ ΒΛ ἄρα τῇ Λ ∠ ἐστὶν ἴση.
18 Καὶ ἡ σύνθεσις ἀκολούθως τῇ ἀναλύσει. ἐπεὶ γὰρ ἴση ἐστὶν ᾗ ∠Κ
τῇ ΚΕ, ἴση καὶ γωνία ἡ ὑπὸ Κ ∠Ε τῇ ὑπὸ ΚΕ ∠ ἀλλʼ ἡ μέν ὑπὸ Κ
∠Ε τῇ ὑπὸ ∠ΚΛ ἐστὶν ἴση, ἡ δὲ ὑπὸ ΚΕ ∠ τῇ ὑπὸ ΒΚΛ
ἐστὶν ἴση διὰ τὰς ΚΛ Ε ∠
παραλλήλους· καὶ ἡ ὑπὸ ΒΚΛ
ἄρα τῇ ὑπὸ ∠ΚΛ ἐστὶν ἴση. ἔστιν δέ καὶ ἡ BΚ εὐθεῖα τῇ Κ ∠
ἴση καὶ βάσις ἄρα ἡ ΒΛ βάσει τῇ Λ ∠ ἐστὶν ἴση, ὥστε καὶ γωνία ἡ
ὑπὸ τῶν ΛΒ ∠ τῇ ὑπὸ B ∠Α, τουτέστιν τῇ ὑπὸ ∠ΑΒ,
τουτέστιν τῇ ὑπὸ ΑΒΗ. κοινὴ ἀφῃρήσθω ἡ ὑπὸ ΑΒ ∠ λοιπὴ ἄρα ἡ ὑπὸ
ΛΒΑ λοιπῇ τῇ ὑπὸ ∠ΒΗ ἐστὶν ἴση. ἀλλὰ καὶ ἡ ὑπὸ Β
∠Η τῇ ὑπὸ ΒΑΛ ἐστὶν ἴση δύο δὴ τρίγωνά ἐστιν τὰ Β ∠ΗΒΑΛ τὰς
δύο γωνίας ταῖς δύο γωνίαις ἴσας ἔχοντα καὶ μίαν πλευράν τὴν ΑΒ τῇ Β
∠ ἴση ἔρα ἡ μέν ΒΗ τῇ ΒΛ, ἡ δὲ ∠Η τῇ ΛΑ, ὥστε καὶ ἡ Λ
∠ τῇ ΑΗ ἐστὶν ἴση. ἐπεὶ οὖν
ὑπόκειται ὡς ἡ ΑΗ πρὸς Η
∠, ἡ ∠Θ πρὸς ΘΖ, ἴση δὲ
εἶναι τὰς ΕΖ ΚΗ·
ἴση ἄρα καὶ ἡ ὑπὸ ΕΘΖ τῇ ὑπὸ Κ ∠Η· παράλληλος ἄρα ἐστὶν καὶ ἡ Κ
∠ τῇ ΕΘ ἴση ἄρα ἐστὶν ἡ ὑπὸ Κ ∠Ε, τουτέστιν ἡ ὑπὸ ΚΕ ∠
γωνία τῇ ὑπὸ ∠ΕΘ.
19 ιδ΄ Φέρεται ἔν τισιν ἀρχαία πρότασις τοιαύτη ὑποκείσθω τρία ἡμικύκλια
ἐχαπτόμενα ἀλλήλων τὰ ΑΒΓ ΑκείσθωΕ
ΕΖΓ, καὶ εἰς τὸ μεταξὺ
τῶν περιφερειῶν αὐτῶν χωρίον, ὃ δὴ καλοῦσιν ἄρβηλον, ἐγγεγράφθωσαν
κύκλοι ἐφαπτόμενοι τῶν τε ἡμικυκλίων καὶ ἀλλήλων ὁσοιδηποτοῦν , ὡς οἱ
περὶ κέντρα τὰ Η Θ Κ Λ δεῖξαι τὴν μὲν ἀπὸ τοῦ Η κέντρου κάθετον ἐπὶ τὴν
ΑΓ ἴσην τῇ διαμέτρῳ τοῦ περὶ
τὸ Η. κύκλου, τὴν δʼ ἀπὸ τοῦ Θ
κάθετον διπλασίαν τῆς διαμέτρου τοῦ περὶ τὸ Θ κύκλου, τὴν δʼ ἀπὸ τοῦ Κ
κάθετον τριπλασίαν, καὶ τὰς ἑξῆς καθέτους τῶν οἰκείων διαμέτρων
ολλαπλασίας κατὰ τοὺς ἑξῆς μονάδι ἀλλήλων ὑπερέχοντας ἀριθμοὺς ἐπʼ
ἄπειρον γινομένης τῆς τῶν κύκλων
ἐγγραφῆς. δειχθήσεται δὲ
πρότερον τὰ λαμβανόμενα.
20 τέ. Ἔστωσαν δύο κύκλοι οἱ ΖΒ ΒΜ περὶ κέντρα τὰ Α Γ ἐχαπτόμενοι ἀλλήλων
κατὰ τὸ Β, καὶ μείζων ἔστω ὁ ΒΜ, ἄλλος δέ τις ἐφαπτόμενος αὐτῶν κατὰ τὰ
Κ Λ περὶ κέντρον τὸ Η ὁ ΚΛ, καὶ ἐπεζεύχθωσαν αἱ ΓΗ
κατὰ τὸ ∠· δεῖξαι ὅτι ἐστὶν ὡς ἡ
ΑΒ πρὸς BΓ, οὕτως ἡ ΑΕ πρὸς ΕΓ.
Ἔστιν δὲ φανερόν ἐπιζευχθείσης τῆς Γ ∠· γίνεται γὰρ
ἰσογώνια τὰ Γ ∠Λ ΛΚΗ τρίγωνα τάς κατά κορυφὴν γωνίας πρὸς τῷ
Λ ἴσας ἔχοντα καὶ περὶ τὰς Γ Η γωνίας τὰς
πλευράς
ἀνάλογον ἔχοντα, ὥστε ἴσας εἶναι τὰς ὑπὸ ∠ΓΗ ΓΗΑ
γωνίας ἐναλλάξ, καὶ παράλληλον τὴν Γ ∠ τῇ ΑΗ, καὶ ὡς τὴν ΑΕ πρὸς
τὴν ΕΓ, τὴν ΑΚ πρὸς Γ ∠, τουτέστιν τὴν ΑΒ πρὸς BΓ.
21 Καὶ τὸ ἀναστρόφιον δὲ φανερόν ἐστιν. ἐὰν γὰρ ᾖ ὡς
ἡ ΑΒ
πρὸς ΒΓ, οὕτως ἡ ΑΕ πρὸς ΕΓ, ἡ Κέστιν ἐπʼ τὐθείας γίνεται τῇ
∠Ε.
Παράλληλός τε γάρ ἐστιν ἡ ΑΚ τῇ Γ ∠ καὶ ἔστιν ὡς ἡ ΑΒ πρὸς βΓ,
τουτέστιν ὡς ἡ ΑΕ πρὸς ΕΓ, ἡ ΑΚ πρὸς Γ ∠· ἐπʼ εὐθείας ἄρα ἐστὶν ἡ
Κ ∠ τῇ ∠Ε. εἰ γὰρ
ἡ διὰ τῶν Κ Ε οὐχ ἥξει καὶ
διὰ τοῦ ∠, ἀλλὰ διὰ τοῦ Θ, γίνεται ὡς ἡ ΑΕ πρὸς ΕΓ, ἡ ΑΚ πρὸς ΓΘ,
ὅπερ ἀδύνατον. ὁμοίως οὐδὲ τοῦ ∠ ἐκτὸς ἥξει τέμνουσα τὴν Γ
∠ ἐκβληθεῖσαν,
Ἢ οὕτως. διὰ τοῦ Κ τῇ ΑΕ παράλληλος ἡ ΚΝ ἤχθω, καὶ γίνεται
παραλληλόγραμμον τὸ ΑΓΝΚ, καὶ ἴση ἡ ΑΚ
τῇ ΓΝ. καὶ ἐπεί ἐστιν
ὡς ἡ ΑΕ πρὸς ΕΓ, οὕτως ἡ ΑΚ, τουτέστιν ἡ ΓΝ, πρὸς Γ ∠ , διελόντι
ὡς ἡ ΑΓ πρὸς ΓΕ, ἡ Ν ∠ τρὸς ∠Γ. ἐναλλὰξ ὡς ἡ ΑΓ, τουτέστιν
ὡς ἡ ΚΝ, πρὸς Ν ∠, οὕτως ἡ ΕΓ πρὸς Γ ∠. καὶ περὶ τὰς ἴσας
γωνίας τὰς πρὸς τοῖς Ν Γ αἱ πλευραὶ ἀνάλογόν εἰσιν ὅμοιον
ἄρα ἐστὶν τὸ Ε ∠Γ τρίγωνον τῷ ∠ΝΚ τριγώνῳ· ἴση ἄρα ἐστὶν ἡ
ὑπὸ Ε ∠Γ γωνία τῇ ὑπὸ Ν ∠Κ. καὶ ἔστιν εὐθεῖα ἡ ΓΝ· εὐθεῖα
ἄρα καὶ ἡ Κ ∠Ε.
22 Λέγω δὴ ὅτι καὶ τὸ ὑπὸ ΚΕΛ ἴσον ἐστὶν τῷ ἀπὸ EΒ.
Ἔπεὶ γὰρ ὡς ἡ ΑΕ πρὸς ΕΓ, οὕτως ἡ ΑΒ πρὸς ΒΓ,
τουτέστιν πρὸς
ΓΖ, ἔσται καὶ ἡ λοιπὴ ἡ ΒΕ πρὸς λοιπὴν τὴν ΕΖ ὡς ἡ ΑΕ πρὸς ΕΓ, τουτέστιν
ὡς ἡ ΚΕ πρὸς Κ ∠. ἀλλʼ ὡς μὲν ἡ ΚΕ πρὸς Ε ∠, οὕτως τὸ ὑπὸ
ΚΕΛ πρὸς τὸ ὑπὸ ΛΕ Ε ∠, ὡς δὲ ἡ ΒΕ πρὸς EΖ, οὕτως τὸ ἀπὸ τῆς ΒΕ
πρὸς τὸ ὑπὸ BΕΖ, καὶ ἔστιν ἴσον τὸ ὑπὸ ΛΕ Ε ∠
τῷ ὑπὸ
ΒΕ ΕΖ· ἴσον ἄρα καὶ τὸ ὑπὸ ΚΕΛ τῷ ἀπὸ EΒ.
23 ιϚ΄ . ∠ύο ἡμικύκλια τὰ BΗΓ· BΕ ∠, καὶ ἐφαπτόμενος αὐτῶν
κύκλος ὁ ΕΖΗΘ, ἀπὸ δὲ τοῦ κέντρου αὐτοῦ τοῦ Α κάθετος ἤχθω ἐπὶ τὴν BΓ
βάσιν τῶν ἡμικυκλίων ἡ ΑΜ· ὅτι ἐστὶν ὡς ἡ ΜΒ πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ
ΕΖΗΘ
Ἤχθω διὰ τοῦ Α τῇ BΓ παράλληλος ἡ ΘΖ. ἐπεὶ
οὖν δύο κύκλοι οἱ
BΗΓ· EΖΗΘ ἐχάπτονται ἀλλήλων κατὰ τὸ Η, καὶ διάμετροι ἐν αὐτοῖς
παράλληλοί εἰσιν αἱ BΓ ΖΘ, εὐθεῖα ἔσται ἥ τε διὰ τῶν Η Θ B καὶ ἡ διὰ τῶν
Η Ζ Γ, πάλιν ἐπεὶ δύο κύκλοι οἱ ΒΕ ∠ EΖΗΘ ἐχάπτονται ἀλλήλων κατὰ
τὸ Ε, καὶ ἐν αὐτοῖς παράλληλοι διάμετροί εἰσιν
αἱ ΘΖ B
∠, εἐθεῖα ἔσται ἥ τε διὰ τῶν Ζ Ε B καὶ ἡ δμὼ τῶν Θ Ε ∠.
ἤχθωσαν καὶ ἀπὸ τῶν Θ Ζ σημείων κάθετοι αἱ ΘΚ ΖΛ· ἔσται δὴ διὰ μὲν τὴν
ὁμοιότητα τῶν ΒΗΙ ΒΘΚ τριγώνων ὡς ἡ ΒΓ πρὸς ΒΗ, οὕτως ἡ ΒΘ πρὸς τὴν ΒΚ,
καὶ τὸ ὑπὸ ΓΒ ΒΚ περιεχόμενον χωρίον ἴσον τῷ ὑπὸ
ΗΒ ΒΘ, διὰ
δὲ τὴν ὁμοιότητα τῶν ΒΖΛ ΒΕ ∠ τριγώνων ὡς ἡ ∠Β πρὸς τὴν ΒΕ,
οὕτως ἡ ΒΖ πρὸς ΒΛ, καὶ τὸ ὑπὸ ∠Β ΒΛ ἴσον τῷ ὑπὸ ΖΒ ΒΕ, καὶ ἔστιν
ἴσον τὸ ὑπὸ ΗΒ ΒΘ τῷ ὑπὸ ΖΒ ΒΕ· ἴσον ἄρα καὶ τὸ ὑπὸ ΓΒ ΒΚ τῷ ὑπὸ
∠Β ΒΛ , ἂν δέ ἡ ἀπὸ τοῦ Ζ κάθετος ἐπὶ τὸ ∠
καὶ κοινῶς τῷ ὑπὸ ∠ΒΛ, ὡς ἄρα ἡ ΓΒ πρὸς Β
∠, οὕτως ἡ ΛΒ πρὸς τὴν ΒK. συνθέντι ὡς ἡ Γ ∠ πρὸς ∠Β,
ἡ ΚΛ πρὸς ΚΒ· ὥστε καὶ ὡς ἡ Γ ∠ πρὸς τὴν τῶν ΓΒ Β ∠
ὑπεροχήν, οὕτως ἡ ΚΛ πρὸς τὴν τῶν ΛΒ ΒΚ ὑπεροχήν. καὶ ἔστι τῆς μὲν ΚΛ
ἡμίσεια ἡ ἐκ τοῦ κέντρου τοῦ ΕΖΗΘ κύκλου ἀντὶ τῆς ΛΜ, ἡ δὲ ΒΜ
ἡμίσεια τῆς τῶν ΛΒ ΒΚ ὑπεροχῆς διὰ τὸ ἴσην εἶναι τὴν ΛΜ τῇ ΜΚ, ὥστε καὶ
ὡς ἡ ΜΒ πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ΕΖΗΘ κύκλου, οὕτως ἐπὶ μὲν τῆς
πρώτης καταγραφῆς συναμφότερος ἡ ΓΒ Β ∠ πρὸς τὴν ὑπεροχὴν αὐτῶν
τὴν Γ ∠, ἐπὶ δὲ τῆς δευτέρας καὶ τῆς τρίτης ἡ τῶν ΓΒ Β ∠
ὑπεροχὴ πρὸς συναμφότερον τὴν ΓΒ ∠, τουτέστιν τὴν Γ ∠
ἀνάπαλιν γάρ.
24 Συνθεωρεῖται δʼ ὅτι καὶ τὸ ὑπὸ τῶν ΒΚ ΑΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΑM. διὰ γὰρ τὴν ὁμοιότητα τῶν ΒΘΚ ΖΛΓ τριγώνων ἐστὶν ὡς ἡ ΒΚ πρὸς ΚΘ, οὕτως ἡ ΖΛ πρὸς τὴν ΛΓ, καὶ τὸ ὑπὸ ΒΚ ΛΓ ἴσον τῷ ὑπὸ ΘΚ ΖΛ, τουτέστιν τῷ ἀπὸ τῆς ΑΜ.
Γίνεται δὲ καὶ διὰ μὲν τὸ εἶναι ὡς τὴν BΓ πρὸς τὴν Γ ∠, οὕτως τὴν
ΒΛ πρὸς ΚΛ, τὸ ὑπὸ ΒΓ καὶ τῆς ΚΛ, τουτέστιν τῆς τοῦ κύκλου διαμέτρου,
ἴσον τῷ ὑπὸ ΒΛ ∠Γ, διὰ δὲ τὸ εἶναι ὡς τὴν Β ∠ πρὸς τὴν Γ
∠ , οὕτως τὴν BΚ πρὸς ΚΛ, τὸ ὑπὸ τῆς B ∠ καὶ τῆς ΚΛ,
τουτέστιν τῆς τοῦ
κύκλου διαμέτρου, ἴσον τῷ ὑπὸ ΒΚ
∠Γ.
25 ιζ´. Τῶν αὐτῶν ὑποκειμένων γεγράφθω κύκλος ὁ ΘΡΤ ἐφαπτόμενος τῶν τε ἐξ
ἀρχῆς ἡμικυκλίων καὶ τοῦ ΕΗΘ κύκλου κατὰ τὰ Θ P Γ σημεία, καὶ ἀπὸ τῶν Α
Π κέντρων κάθετοι ἤχθωσαν ἐπὶ τὴν ΒΓ· βάσιν αἱ ΑΜ ΠΝ
λέγω
ὅτι ἐστὶν ὡς ἡ ΑΜ μετά τῆς διαμέτρου τοῦ ΕΗ κύκλου πρὸς τὴν διάμετρον
αὐτοῦ, οὕτως ἡ ΠΝ πρὸς τὴν τοῦ ΘΡΤ κύκλου διάμετρον.
Ἤχθω τῇ Β ∠ τρὸς ὀρθὰς ἡ ΒΖ· ἐφάπτεται ἄρα τοῦ ΒΗΓ ἡμικυκλίου. καὶ
ἐπιζευχθεῖσα ἡ ΑΠ ἐκβεβλήσθω
ἐπὶ τὸ Ζ. ἐπεὶ διὰ τό
προδειχθέν ὡς συναμφότερος ἡ
τοῦ ΕΗΘ
κύκλου, καὶ ἡ ΒΝ πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ ΘΡΤ κύκλου ἔσται ἄρα καὶ
ἐναλλὰξ ὡς ἡ ΜΒ πρὸς τὴν ΒΝ, ἡ ΑΘ ἐκ τοῦ κέντρου τοῦ ἅ7Θ κύκλου πρύς τὴν
κύκλου.
καὶ τῶν ΕΗΘ ΡΘΤ κύκλων ἐχάπτεταί τις κύκλος ὁ ΒΡΕ∠ κατὰ τὰ P Ε
σημεῖα διὰ ἄρα τὸ προδειχθὲν ιε´ θεώρημα ἡ τὰ P Ε σημεῖα ἐπιζευγνύουσα
εὐθεῖα ἐκβαλλομένη ἐπὶ τὸ Ζ σημεῖον πεσεῖται, καὶ ἴσον ἔσται τὸ ὑπὸ ΕΖP
περιεχόμενον ὠρθογώνιον τῷ ἀπὸ τῆς ΘΖ τετραγώνῳ.
ἐστιν δὲ
καὶ τῷ ἀπὸ τῆς ΖΒ τετραγώνῳ ἴσον τὸ ὑπὸ ΕΖΡ· ἴσον ἄρα καὶ τὸ ἀπὸ ΖΒ τῷ
ἀπὸ ΖΘ· ἴση ἄρα ἡ ΒΖ τῇ ΖΘ. ἐπεὶ δὲ καὶ ἡ μὲν ΜΑ ἐκβληθεῖσα τέμνει τὴν
τοῦ ΕΗΘ κύκλου περιφέρειαν κατὰ τὸ Σ, ἢ δὲ ΠΝ τέμνει τὴν τοῦ ΘΡΤ κύκλου
περιφέρειαν κατὰ τὸ Ο σημεῖον, ἴση ἄρα
ἐστὶν ἡ μὲν ΑΘ τῇ
ΑΣ, ἡ δὲ ΠΟ τῇ ΠΘ, καὶ ἡ τὰ Ο Σ σημεῖα ἐπιζευγνύουσα ἥξει διὰ τοῦ Θ ἴση
γάρ ἐστιν ἡ ὑπὸ ΘΑΣ γωνία τῇ ὑπὸ ΘΠΟ γωνίᾳ ἐναλλάξ, καὶ ἰσογώνιόν ἐστιν
τὸ ΑΘΣ τρίγωνον τῷ ΠΘΟ τριγώνῳ , καὶ ἔστιν εὐθεῖα ἡ ΑΠ· εὐθεῖα ἅρα ἐστὶν
καὶ ἡ διὰ τῶν
Σ Θ Ο σημείων ἀπαγομένη. ἥξει δὲ καὶ διὰ τοῦ
Β· εὐθεῖα γὰρ ἡ ΘΟΒ διὰ τὶ εἶναι ὡς τὴν ΒΖ πρὸς ΖΘ , οὕτως τὴν ΟΠ πρὸς
τὴν ΠΘ , ἴσων οὐσῶν τῶν ὑπὸ ΒΖΘ ΟΠΘ γωνιῶν ἐν παραλλήλοις ταῖς ΒΖ ΟΠ·
καὶ τοῦτο
ΠΟ·
ἴση ἄρα ἡ AΣ ΣΚ. ἐπεὶ οὖν ὅλη ἡ ΑΚ ὅλῃ τῇ διαμέτρῳ τοῦ ΕΗΘ κύκλου ἐστὶν
ἴση, καὶ ἔστιν ὡς ἡ ΚΜ πρὸς ΚΣ, οὕτως ἡ ΝΠ πρὸς ΟΠ, ἔσται καὶ ὡς ἡ ΜΚ
πρὸς τὴν ΚΑ, τουτέστιν ὡς ἡ ΜΑ μετά τῆς διαμέτρου τοῦ ΕΗΘ κύκλου πρὸς
τὴν διάμετρον, οὕτως ἡ ΝΠ πρὸς
τὴν τοῦ ΘΡΤ κύκλου
διάμετρον, ὅπερ: ~
26 ιη´ Τούτων προτεθεωρημένων ὑποκείσθω ἡμικύκλιον τὸ ΒΗΓ, καὶ ἐπὶ τῆς
βάσεως αὐτοῦ τυχὸν σημεῖον εἰλήφθω τὸ ∠, καὶ ἐπὶ τῶν Β∠
∠Γ ἡμικύκλια γεγράφθω τὰ ΒΕ∠ ∠ΥΓ, καὶ ἐγγεγράφθωσαν
εἰς τὸν μεταξὺ τόπον τῶν τριῶν
περιφερειῶν τὸν καλούμενον
ἄρβηλον κύκλοι ἐχαπτόμενοι τῶν ἡμικυκλίων καὶ ἀλλήλων ὁσοιδηποτοῦν, ὡς
οἱ περὶ τὰ κέντρα τὰ Α ΠΟ, καὶ ἀπὸ τῶν κέντρων αὐτῶν κάθετοι ἐπὶ τὴν ΒΓ
ἤχθωσαν αἱ ΑΜ ΠΝ ΟΣ· λέγω ὅτι ἡ μὲν ΑΜ ἴση ἐστὶν τῇ διαμέτρῳ τοῦ περὶ τὸ
Α κύκλου , ἡ δὲ
ΠΝ διπλῆ τῆς διαμέτρου τοῦ περὶ τὸ Π
κύκλου, ἡ δὲ ΟΣ τριπλῆ τῆς διαμέτρου τοῦ περὶ τὸ Ο κύκλου, καὶ αἱ ἑξῆς
κάθετοι τῶν οἰκείων διαμέτρων πολλαπλάσιαι κατὰ τοὺς ἑξῆς μονάδι ἀλλήλων
ὑπερέχοντας ἀριθμούς.
Ἤχθω διάμετρος ἡ ΘΖ παράλληλος τῇ BΓ, καὶ
ὑπο ΓΒ ΒΚ ἴσον ἐστὶν τῷ ὑπὸ ΛΒ Β∠, ἔστιν ἅρα ὡς ἡ ΓΒ
πρὸς ΒΛ, οὕτως ἡ ∠Β πρὸς ΒΚ· ἐναλλὰξ ὡς ἡ ΓΒ πρὸς Β∠, οὕτως
ἡ ΛΒ πρὸς ΒΚ· διελόντι ὡς ἡ Γ∠ πρὸς ∠Β, ἡ ΛΚ πρὸς ΚΒ·
ἀνάπαλιν ὡς ἡ Β∠ πρὸς ∠Γ, ἡ ΒΚ πρὸς ΚΛ· πάλιν ἐπεὶ τὸ ὑπὸ ΒΓ
ΓΛ ἴσον ἐστὶν τῷ
ὑπὸ ΚΓ Γ∠, ἔστιν ἔρα ὡς ἡ ΒΓ πρὸς
ΓΚ, οὕτως ἡ Γ∠ πρὸς ΓΛ· ἐναλλὰξ ὡς ἡ ΒΓ πρὸς τὴν Γ∠, ἡ ΚΓ
πρὸς τὴν ΓΛ· διελόντι ἄρα ἐστὶν ὡς ἡ B∠ πρὸς ∠Γ, οὕτως ἡ ΚΛ
πρὸς τὴν ΛΓ· ἦν δὲ καὶ ὡς ἡ Β∠ πρὸς τὴν Γ∠, ἡ ΒΚ πρὸς τὴν
ΚΛ· καὶ ὡς ἄρα ἡ ΒΚ πρὸς τὴν ΚΛ, οὕτως
ἡ KΛ πρὸς τὴν ΛΓ)·
ἴσον ἄρα τὸ ὑπὸ τῶν ΒΚ ΓΛ τῷ ἀπὸ τῆς ΚΛ. προδέδεικται δὲ τὸ ὑπὸ ΒΚ ΛΓ
ἴσον καὶ τῷ ἀπὸ ΑΜ· ἴση ἄρα ἐστὶν ἡ ΑΜ τῇ ΚΛ, τουτέστιν τῇ ΖΘ διαμέτρῳ
τοῦ περὶ τὸ Α κύκλου. ἐπεὶ δὲ καὶ τοῦτο
τῆς διαμέτρου, καὶ ἔστιν ἐν τῷ αὐτῷ λόγῳ ἡ ΟΣ πρὸς τὴν
διάμετρον τοῦ περὶ τὸ Ο κύκλου καὶ ἡ ΟΣ ἄρα τριπλασία τῆς διαμέτρου τοῦ
περὶ τὸ 0 κύκλου. καὶ ὁμοίως καὶ ἡ τοῦ ἑξῆς κύκλου κάθετος τῆς διαμέτρου
τετραπλασία, καὶ αἱ ἑξῆς κάθετοι τῶν καθʼ αὐτὰς διαμέτρων εὑρεθήσονται
πολλαπλάσιαι κατὰ τοὺς ἑξῆς μονάδι ἀλλήλων ὑπερέχοντας
ἀριθμούς, καὶ τοῦτο συμβαῖνον ἐπὶ τὸ ἄπειρον ἀποδειχθήσεται.
27 Ἂν δʼ ἀντὶ τῶν BΗΓ. ∠ΥΓ περιφερειῶν εὐθεῖαι ὦσιν ὀρθαὶ πρὸς τὴν
Β∠, ὡς ἐπὶ τῆς τρίτης ἔχει καταγραφῆς, τὰ αὐτὰ
συμβήσεται περὶ τούς ἐγγραφομένους
κύκλους· αὐτόθεν γὰρ ἡ
ἀπὸ τοῦ Α κέντρου κάθετος ἐπὶ τὴν Β∠ ἴση γίνεται
τῇ
τοῦ περὶ τὸ Α κύκλου διαμέτρῳ.
Ἂν δὲ αἱ μὲν ΒΗΓ ΒΕ∠ μένωσιν
περιφέρειαι, ἀντὶ δὲ τῆς
∠ΥΓʼ περιφερείας εὐθεῖα ὑποτεθῇ (ὡς ἐπὶ τῆς τετάρτης ἔχει
καταγραφῆς) ἡ ∠Ζ ὀρθὴ πρὸς τὴν ΒΓ, τῆς μὲν BΓ πρὸς τὴν Γ∠
τετραγωνικὸν ἐν ἀριθμοῖς λόγον
ἐχούσης, σύμμετρος ἔσται ἡ
ἀπὸ τοῦ Α κάθετος τῇ διαμέτρῳ
ἡ ἀπὸ
τοῦ Α κάθετος, τῆς διαμέτρου τοῦ περὶ τὸ Α κύκλου , καὶ ἡ μὲν ἀπὸ τοῦ Π
τριπλῆ, δʼ ἀπὸ τοῦ O τετραπλῆ, καὶ ἑξῆς κατὰ τοὺς ἑξῆς ἀριθμούς.
28 ιθ´ Τὸ ὑπερτεθὲν λῆμμα. ἡμικύκλια τὰ BΗΓ ΒΑ∠, καὶ ἀρθὴ ἡ
∠Ε, καὶ κύκλος ἐφαπτόμενος ὁ ΘΗΖΑ· ὅτι
ἐστὶν ὡς ἡ ΒΓ
πρὸς τὴν Γ∠ μήκει, οὕτως ἡ ∠Ζ πρὸς τὴν διάμετρον τοῦ ΘΗΖΑ
κύκλου δυνάμει.
Ἤχθω διάμετρος ἡ ΘΖ· εὐθεῖαι ἄρα αἱ ΖΑΒ ΘΑ∠. κάθετος ἤχθω ἡ ΘΚ·
ἔσται ἄρα διὰ τὰ προδεδειγμένα τὸ ὑπὸ τῶν ΓΒ ΒΚ περιεχόμενον χωρίον ἴσον
τῷ ἀπὸ τῆς1Β∠
τετραγώνῳ ὡς ἄρα ἡ ΒΓ πρὸς ΓΒ∠,
οὕτως ἡ ΒΒ∠ πρὸς Β∠Κ, τουτέστιν πρὸς ΘΖ. ὡς δὲ ἡ ΒΒ∠
πρὸς ΘΖ, ἡ Β∠Α πρὸς ΘΑ, ὡς δὲ ἡ Β∠Α πρὸς ΑΘ, οὕτως τὸ ἀπὸ
τῆς
29 κ´ . Ἔτι καὶ τοῦτο διὰ τῶν προγεγραμμένων λημμάτων
τεθεώρηται. ἔστω ἡμικύκλια τὰ ΑΒΓ Α∠Ε, καὶ γεγράφθωσαν
ἐφαπτόμενοι τῶν περιφερειῶν αὐτῶν κύκλοι οἱ περὶ τά κέντρα τὰ Ζ Η Θ, καὶ
οἱ συνεχεῖς αὐτοῖς ὡς ἐπὶ τὸ Α. ὅτι μὲν οὖν ἡ ἀπὸ τοῦ Ζ κάθετος ἐπὶ τὴν
ΑΓ ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου τοῦ περὶ τὸ Ζ κύκλου δῆλον,
λέγω δʼ ὅτι καὶ ἡ μὲν ἀπὸ τοῦ Η κάθετος τριπλασία τῆς ἐκ τοῦ κέντρου τοῦ
περὶ τὸ Η κύκλου, ἡ δὲ ἀπὸ τοῦ Θ πενταπλασία, καὶ αἱ ἑξῆς κάθετοι τῶν ἐκ
τῶν κέντρων πολλαπλάσιαι κατὰ τοὺς ἑξῆς περισσούς ἀριθμούς.
Ἐπεὶ γὰρ προδέδεικται ὡς ἡ ἀπὸ τοῦ Ζ κάθετος μετὰ
τῆς
διαμέτρου πρὸς τὴν διάμετρον, οὕτως ἡ ἀπὸ τοῦ Η κάθετος πρὸς τὴν ἰδίαν
διάμετρον, καὶ ἔστιν ἡ ἀπὸ τοῦ Ζ κάθετος μετὰ τῆς διαμέτρου ἡμιολία τῆς
διαμέτρου, τῆς ἄρα ἐκ τοῦ κέντρου ἔσται τριπλασία. πάλιν ἐπεί ἐστιν ὡς ἡ
ἀπὸ τοῦ Η κάθετος μετὰ τῆς διαμέτρου πρὸς τὴν
διάμετρον ,
οὕτως ἡ ἀπὸ τοῦ Θ κάθετος πρὸς τὴν διάμετρον, ἡ δʼ ἀπὸ τοῦ Η κάθετος
μετὰ τῆς διαμέτρου πρὸς τὴν διάμετρον λόγον ἔχει ὃν ἔχει τὰ πέντε πρὸς
τὰ δύο, ἕξει καὶ ἡ ἀπὸ τοῦ Θ κάθετος πρὸς τὴν διάμετρον τὸν αὐτὸν λόγον·
τῆς ἄρα ἐκ τοῦ κέντρου ἔσται πενταπλασία.
ὁμοίως
δειχθήσονται καὶ αἱ ἑξῆς κάθετοι τῶν ἐκ τῶν κέντρων πολλαπλάσιαι κατὰ
τοὺς ἑξῆς περισσοὺς ἀριθμούς.
30 κα΄. Τὸ ἐπὶ τῆς ἕλικος τῆς ἐν ἐπιπέδῳ γραφομένης θεώρημα προὔτεινε μὲν Κόνων ὁ Σάμιος γεωμέτρης , ἀπέδειξεν δὲ Ἀρχιμήδης θαυμαστῇ τινι χρησάμενος ἐπιβολῇ. ἔχει δὲ γένεσιν ἡ γραμμὴ τοιαύτην.
31 Ἔστω κύκλος οὗ κέντρον μὲν
τὸ Β, ἡ δὲ ἐκ τοῦ κέντρου ἡ ΒΑ.
κεκινήσθω ἡ ΒΑ εὐθεῖα οὕτως ὥστε τὸ μὲν Β μένειν, τὸ δὲ Α ὁμαλῶς
φέρεσθαι κατὰ τῆς τοῦ κύκλου περιφερείας, ἅμα δὲ αὑτῇ
ἀρξάμενόν τι σημεῖον ἀπὸ τοῦ Β φερέσθω κατʼ αὑτῆς ὁμαλῶς ὡς ἐπὶ τὸ Α,
καὶ ἐν ἴσῳ χρὸνῳ τό τε ἐπὸ τοῦ Β σημεῖον τὴν ΒΑ διερχέσθω καὶ τὸ Α τὴν
τοῦ κύκλου περιφέρειαν γράψει δὴ τὸ κατὰ τὴν ΒΑ κινούμενον
σημεῖον ἐν τῇ περιφορᾷ γραμμὴν οἵα ἐστὶν ἡ ΒΕΖΑ, καὶ ἀρχὴ μὲν αὐτῆς
ἔσται τὸ Β σημεῖον, ἁρχὴ δὲ τῆς περιφορᾶς ἡ ΒΑ, αὐτὴ δὲ ἡ γραυμὴ ἕλιξ
καλεῖται. καὶ τὸ ἀρχικὸν αὑτῆς ἐστι σύμπτωμα τοιοῦτον.
32 Ἥτις γὰρ ἂν διαχθῇ πρὸς αὖτὴν ὡς ἡ ΒΖ καὶ ἐτβληθῇ,
ἔστιν
ὡς ἡ ὅλη τοῦ κύκλου περιφέρεια πρὸς τὴν Α∠Γ περιφέρειαν, οὕτως ἡ
ΑΒ εὔθεῖα πρύς τὴν ΒΖ.
Τοῦτο δὲ συνιδεῖν ῥᾴδιον ἐκ τῆς γενέσεως· ἐν ᾧ μὲν γὰρ τὸ Α σημεῖον τὴν
ὅλην κύκλου περιφέρειαν
διέρχεται, ἐν τούτῳ καὶ τὸ ἀπὸ τοῦ
Β τὴν ΒΑ, ἐν ᾧ δὲ τὸ Α τὴν Α∠Γ περιφέρειαν, ἐν τούτῳ καὶ τὸ ἀκὸ
τοῦ Β τὴν ΒΖ εὐθεῖαν. καὶ εἰσὶν αἱ κινήσεις αὗται ἑαυταῖς
ἰσοταχεῖς, ὥστε καὶ ἀνάλογον εἶναι.
33 Φανερὸν δὲ καὶ τοῦτο ὅτι, αἵτινες ἂν διαχθῶσιν ἀπὸ
34 κβ΄. Δείκνυται δέ τὸ περιεχόμενον σχῆμα ὑπό τε τῆς ἕλικος καὶ τῆς εὐθείας τῆς ἐν ἀρχῇ τῆς περιφορᾶς τρίτον μέρος τοῦ περιλαμβάνοντος αὐτὴν κύκλου.
Ἔστω γάρ ὅ τε κύκλος καὶ ἡ προειρημένη γραμμή, καὶ ἐκκείσθω
παραλληλόγραμμον ὀρθογόνιον τὸ ΚΝΛΠ, καὶ ἀπειλήφθω μὲν ΑΓ περιφέρεια
μέρος τι τῆς τοῦ κύκλου περιφερείας, ἡ δέ ΚΡ εὐθεῖα τῆς ΚΠ τὸ αὐτὸ
μέρος, καὶ ἐπεζεύχθωσαν ἥ τε ΓΒ καὶ ἡ ΒΑ, καὶ τῇ μὲν ΚΝ παράλληλος
ἡ ΡΤ, τῇ δέ ΚΠ ἡ ΩΜ, καὶ περὶ τὸ Β κέντρον περιφέρεια ἡ ΖΗ.
ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΑΒ εὐθεῖα πρὸς ΑΗ, τουτέστιν ἡ ΒΓ πρὸς ΓΖ, οὕτως ἡ
ὅλη τοῦ κύκλου περιφέρεια πρὸς τὴν ΓΑ (τοῦτο γάρ ἐστιν τὸ ἀρχικὸν τῆς
ἕλικος σύμπτωμα) , ὡς δὲ ἡ τοῦ κύκλου περιφέρεια πρὸς
τὴν
ΓΑ, ἡ ΠΚ πρὸς ΚΡ, ὡς δέ ἡ ΠΚ πρὸς τὴν ΚΡ, ἡ ΛΚ πρὸς τὴν ΚΩ, τουτέστιν ἡ
ΡΤ πρὸς τὴν ΡΩ, καὶ ὡς ἄρα ἡ ΒΓ πρὸς τήν ΓΖ, ᾗ ΓΡ πρὸς ΡΩ. καὶ
ἀναστρέψαντι· καὶ ὡς ἄρα τὸ ἀπὸ τῆς ΒΓ πρὸς τὸ ἀπὸ τῆς ΒΖ, οὕτως τὸ ἀπὸ
τῆς ΡΤ πρὸς τὸ ἀπὸ τῆς ΓΩ. ἀλλʼ ὡς
μὲν τὸ ἀπὸ τῆς ΒΓ πρὸς
τὸ ἀπὸ τῆς ΒΖ , οὕτως ὁ ΑΒΓ τομεὺς πρὸς τὸν ΖΒΗ τομέα. ὡς δὲ τὸ ἀπὸ PΓ
πρὸς τὸ ἀπὸ ΤΩ, οὕτως ὁ ἀπὸ τοῦ ΚΤ παραλληλογράμμου κύλινδρος περὶ ἄξονα
τὸν ΝΤ πρὸς τὸν ἀπὸ τοῦ ΜΤ παραλληλογράμμου κύλινδρον περὶ τὸν αὐτὸν
ἄξονα· καὶ
ὡς ἄρα ὁ ΓΒΑ τομεὺς πρὸς τὸν ΖΒΗ τομέα, οὕτως ὁ
ἀπὸ τοῦ ΚΤ παραλληλογράμμου κύλινδρος περὶ ἄξονα τὸν
35 ὁμοίως δὲ ἐὰν τῇ μέν ΑΓ ἴσην θῶμεν τὴν Γ∠, τῇ δὲ ΚΡ ἴσην τήν ΡΧ,
καὶ τὰ αὐτὰ κατασκευάσωμεν, ἔσται ὡς ὁ ∠ΒΓ τομεύς πρὸς τὸν ΕΒΘ ,
μῦτως ὁ ἀπὸ τοῦ ΡΦ παραλληλογράμμου κύλινδρος περὶ ἄξονα
τὸν
ΓΦ τπρὸς τὸν ἀπὸ τοῦ ΞΦ παραλληλογράμμου κύλινδρον περὶ τὸν αὐτὸν ἄξονα.
τῷ δʼ αὐτῷ τρόπῳ ἐφοδεύσαντες δείξομεν ὡς ὅλον τὸν κύκλον πρὸς πάντα τὰ
ἐγγεγραμμένα τῇ ἕλικι ἐκ τομέων σχήματα, οὕτως τὸν ἀπὸ τοῦ ΝΠ
παραλληλογράμμου κύλινδρον περὶ ἄξονα τὸν ΝΛ πρὸς
πάντα τὰ
τῷ ἀπὸ τοῦ ΚΝΛ τριγώνου περὶ τὸν ΛΝ ἄξονα κώνῳ ἐγγραφόμενα ἐκ κυλίνδρων
σχήματα, καὶ πάλιν ὡς τὸν κύκλον πρὸς πάντα τά περιγραφόμενα τῇ ἕλικι ἐκ
τομέμων σχήματα, οὕτως τὸν κύλινδρον πρὸς πάντα τὰ τῳ αὐτῷ κώνῳ ἐκ
κυλίνδρων περιγραφόμενα σχήματα, ἐξ οὗ
φανερὸν τι ὡς ὁ
κύκλος πρὸς τὸ μεταξὺ τῆς ἕλικος καὶ τῆς ΑΒ εὐθείας σχῆμα, οὕτως ὁ
κύλινδρος πρὸς τὸν κῶνον. τριπλάσιος δὲ ὁ κύλινδρος τοῦ κονοῦ·
τριπλάσιος ἅρα καὶ ὁ κύκλος τοῦ εἰρημένου σχήματος.
36 κγ΄. Γῷ δʼ αὐτῷ τρόπῳ δείξομεν ὅτι, κἂν διαχθῇ τις
εἰς
τὴν ἕλικα ὡς ἡ ΒΖ καὶ διὰ τοῦ περὶ τὸ κέντρον τύ Β γραφῇ κύκλος, τὸ
περιεχύμενον σχῆμα ὑπό τε τῆς ΖΕΒ ἕλικος καὶ τῆς ΖΒ εὐθείας τρίτον μέρος
ἐστὶν τοῦ περιεχομένου σχήματος ὑπό τε τῆς ΖΗΘ περιφερείας τοῦ κύκλου
καὶ τῶν ΖΒΘ εὐθειῶν.
37 Ἡ μέν οὖν ἀπόδειξις τοιαύτη τίς ἐστιν, ἔξῆς δὲ γράφομεν θεώρημα περὶ τὴν αὐτὴν γραμμὴν ὑπάρχον ἱστορίας ἄξιον.
κδ΄. Ἔστω γὰρ ὅ τε κύκλος ὁ προειρημένος ἐν τῇ γενέσει.
Γεγράφθω γὰρ διὰ τοῦ Ζ κύκλος περὶ κέντρον τὸ B ὁ ΖΗΘ. ἐπεὶ οὖν ἐστιν ὡς
τὸ ὑπὸ τῆς ΑΖΕΒ γραμμῆς καὶ τῆς ΑΒ εὐθείας περιεχόμενον σχῆμα πρὸς τὸ
ὑπὸ τῆς
ΖΕΒ γραμμῆς καὶ τῆς ΖΒ εὐθείας περιεχόμενον σχῆμα,
οὕτως ὁ ΑΓ∠ κύκλος πρὸς τὸ ὑπὸ τῆς ΖΗΘ περιφερείας καὶ τῶν ΖΒΘ
εὐθειῶν περιεχόμενον σχῆμα (ἑκάτερον γάρ
ἑκατέρου τρίτον
ἐδείχθη μέρος), ὁ δὲ ΑΓ∠ κύκλος πρὸς τὸ ὑπὸ τῶν ΖΒΘ εὐθειῶν καὶ
τῆς ΖΗΘ περιφερείας ἀπολαμβανόμενον χωρίον τὸν συγκείμενον ἔχει λόγον ἔκ
τε τοῦ ὃν ἔχει ὁ ΑΓ∠ κύκλος πρὸς τὸν ΖΗΘ κύκλον καὶ ἐξ οὗ ὃν ἔχει
ὁ ΖΗΘ κύκλος πρὸς τὸ ὑπὸ τῶν ΖΒΘ εὐθειῶν καὶ
τῆς ΖΗΘ
περιφερείας ἀπολαμβανόμενον χωρίον, ἀλλʼ ὡς μὲν ὁ ΑΓ∠ κύκλος πρὸς
τὸν ΖΗΘ κύκλον, οὕτως τό ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΖ, ὡς δέ ὁ ΖΗΘ
κύκλος πρὸς τύ εἰρημένον χυρίον , ἡ ὕλη αὐτοῦ περιφέρεια πρὸς τὴν ΖΗΘ ,
τουτέστιν ἡ τοῦ ΑΓ∠ κύκλου περιφέρεια πρὸς
τὴν
Γ∠Α τουτέστιν διὰ τὸ σύμπτωμα τῆς γραμμῆς ἡ ΑΒ εὐθεῖα πρὸς τὴν ΒΖ,
καὶ τὸ μεταξὺ ἄρα τῆς ἕλικος καὶ τῆς ΑΒ εὐθείας σχῆχα πρὸς τὸ μεταξὺ τῆς
ἕλικος καὶ τῆς ΒΖ λόγον ἔχει τὸν συγκείμενον ἔκ τε τοῦ τῆς ΑΒ πρὸς τὸ
ἀπὸ τῆς ΖΒ καὶ ἐκ τοῦ τῆς ΑΒ πρὸς ΒΖ. οὗτος δὲ ὁ
λόγος ὁ
αὐτός ἐστι τῷ τοῦ ἀπὸ τῆς ΑΒ κύβου πρὸς τὸν ἀπὸ τῆς ΒΖ κύβον.
μείου οὕτως ὥστε διὰ παντὸς φέρεσθαι τὸ ∠ ἐπὶ τῆς ΑΒ εὐθείας καὶ μὴ
ἐκπίπτειν ἑλκομένης τῆς Γ∠ΕΖ διὰ τοῦ Ε. τοιαύτης δὴ κινήσεως
γενομένης ἐφ᾿ ἑκάτερα φανερὸν ὅτι τὸ Γ σημεῖον γράψει γραμμὴν οἵα ἐστὶν
ἡ ΛΓΜ, καὶ ἔστιν αὐτῆς τὸ σύμπτωμα τοιοῦτον. ὡς ἂν εὐθεῖα προσπίπτῃ
τις ἀπὸ τοῦ Ε σημείου πρὸς τὴν γραμμήν, τὴν ἀπολαμβανομένην
μεταξὺ τῆς τε ΑΒ εὐθείας καὶ τῆς ΛΓΜ γραμμῆς ἴσην εἶναι τῇ Γ∠
εὐθείᾳ· μενούσης γὰρ τῆς ΑΒ καὶ μένοντος τοῦ Ε σημείου, ὅταν γένηται τὸ
∠ ἐπὶ τὸ Η, ἡ Γ∠ εὐθεῖα τῇ ΗΘ ἐφαρμόσει καὶ τὸ Γ σημεῖον ἐπὶ
τὸ Θ
πεσεῖται· ἴση ἄρα ἐστὶν ἡ Γ∠ τῇ ΗΘ. ὁμοίως καὶ
ἐὰν ἑτέρα τις ἀπὸ τοῦ Ε σημείου πρὸς τὴν γραμμὴν προσπέσῃ, τὴν
ἀποτεμνομένην ὑπὸ τῆς γραμμῆς καὶ τῆς ΑΒ εὐθείας ἴσην ποιήσει τῇ
Γ∠ ἐπειδὴ τούτῃ ἴσαι εἰσὶν αἱ προσπίπτουσαι. καλείσθω
δέ, φησιν, ἡ μὲν ΑΒ εὐθεῖα κανών,
τὸ δὲ σημεῖον πόλος,
διάστημα δὲ Γ∠, ἐπειδὴ ταύτῃ ἴσαι εἰσὶν αἱ προσπίπτουσαι πρὸς τὴν
ΛΓΜ γραμμήν, αὐτὴ δὲ ἡ ΛΓΜ γραμμὴ κοχλοειδὴς πρώτη (ἐπειδὴ καὶ ἡ δευτέρα
καὶ ἡ τρίτη καὶ ἡ τετάρτη ἐκτίθεται εἰς ἄλλα θεωρήματα
χρησιμεύουσαι).
40 κζ΄. Ὅτι δὲ ὀργανικῶς δύναται γράφεσθαι ἡ γραμμὴ καὶ ἐπ᾿ ἔλαττον ἀεὶ
συμπορεύεται τῷ κανόνι, τουτέστιν ὅτι πασῶν τῶν ἀπό τινων σημείων τῆς
ΛΓΘ γραμμῆς ἐπὶ τὴν ΑΒ εὐθεῖαν καθέτων μεγίστη ἐστὶν ἡ Γ∠ κάθετος,
ἀεὶ δὲ ἡ ἔγγιον τῆς Γ∠ ἀγομένη κάθετος τῆς ἀπώτερον
μείζων ἐστίν , καὶ ὅτι, εἰς τὸν μεταξὺ τόπον τοῦ κανόνος καὶ τῆς
κοχλοειδοῦς ἐάν τις ᾖ εὐθεῖα, ἐκβαλλομένη τμηθήσεται ὑπὸ τῆς
κοχλοειδοῦς, αὐτὸς ἀπέδειξεν ὁ Νικομήδης,
41 Διὰ δὴ τῶν εἰρημένων φανερὸν ὡς δυνατόν ἐστιν γωνίας δοθείσης ὡς τῆς
ὑπὸ ΗΑΒ καὶ σημείου ἐκτὸς αὐτῆς
τοῦ Γ διάγειν τὴν ΓΗ καὶ
ποιεῖν τὴν ΚΗ μεταξὺ τῆς γραμμῆς καὶ τῆς ΑΒ ἴσην τῇ δοθείσῃ.
Ἤχθω κάθετος ἀπὸ τοῦ Γ σημείου ἐπὶ τὴν ΑΒ ἡ ΓΘ καὶ ἐκβεβλήσθω, καὶ τῇ
δοθείσῃ ἴση ἔστω ἡ ∠Θ, καὶ πόλῳ μὲν τῷ Γ, διαστήματι δέ τῷ
δοθέντι, τουτέστιν τῇ ∠Θ,
κανόνι δὲ τῷ ΑΒ γεγράφθω
κοχλοειδὴς γραμμὴ πρώτη ἡ Ε∠Η συμβάλλει ἄρα τῇ ΑΗ διὰ τὸ
προλεχθέν. συμβαλλέτω κατὰ τὸ Η, καὶ ἐπεζεύχθω ἡ ΓΗ· ἴση ἄρα καὶ ἡ ΚΗ τῇ
δοθείσῃ.
42 κη΄. Τινὲς δὲ τῆς χρήσεως ἕνεκα παρατιθέντες κανόνα
τῷ Γ
κινοῦσιν αὐτόν, ἕως ἂν ἐκ τῆς πείρας ἡ μεταξὺ ἀπολαμβανομένη τῆς ΑΒ
εὐθείας καὶ τῆς Ε∠Η γραμμῆς ἴση γένηται τῇ δοθείσῃ· τούτου γάρ
ὄντος τὸ προκείμενον ἐξ ἀρχῆς δείκνυται λέγω δέ κύβος κύβου διπλάσιος
εὑρίσκεται). πρότερον δέ δύο δοθεισῶν εὐθειῶν δύο μέσαι κατὰ τὸ
συνεχὲς ἀνάλογον λαμβάνονται, ὧν ὁ μὲν Νικομήδης τὴν
κατασκευὴν ἐξέθετο μόνον, ἡμεῖς δέ καὶ τὴν ἀπόδειξιν ἐφηρμόσαμεν τῇ
κατασκευῇ τὸν τρόπον τοῦτον.
43 Δεδόσθωσαν γὰρ δύο εὐθεῖαι αἱ ΓΛ ΛΛ πρὸς ὀρθὰς ἀλλήλαις, ὧν δεῖ δύο
μέσας ἀνάλογον κατὰ τὸ συνεχές εὑρεῖν, καὶ συμπεπληρώσθω τὸ ΑΒΓΛ
παραλληλόγραμμον, καὶ τετμήσθω δίχα ἑκατέρα τῶν ΑΒ ΒΓ τοῖς ∠ Ε
σημείοις, καὶ ἐπιζευχθεῖσα μὲν ἡ ∠Λ ἐκβεβλήσθω καὶ συμπιπτέτω
τῇ ΓΒ ἐκβληθείσῃ κατὰ τὸ Η, τῇ δὲ ΒΓ πρὸς ὀρθὰς ἡ ΕΖ, καὶ
προσβεβλήσθω ἡ ΓΖ ἴση οὖσα τῇ Α∠, καὶ ἐπεζεύχθω ἡ ΖΗ καὶ αὐτῇ
παράλληλος ἡ ΓΘ, καὶ γωνίας οὔσης τῆς ὑπὸ τῶν ΚΓΘ ἀπὸ δοθέντος τοῦ Ζ
διήχθω ἡ ΖΘΚ ποιοῦσα ἴσην τὴν ΘΚ τῇ Α∠ ἢ τῇ ΓΖ (τοῦτο γὰρ
ὡς δυνατὸν ἐδείχθη διὰ τῆς κοχλοειδοῦς γραμμῆς), καἰ
ἐπιζευχθεῖσα ἡ ΚΛ ἐκβεβλήσθω καὶ συμπιπτέτω τῇ ΑΒ ἐκβληθείσῃ κατὰ τὸ Μ·
λέγω ὅτι ἐστὶν ὡς ἡ ΛΓ πρὸς ΚΓ, ἡ ΚΓ πρὸς ΜΑ, καὶ ἡ ΜΑ πρὸς τὴν ΑΛ.
Ἐπεὶ ἡ ΒΓ τέτμηται δίχα τῷ Ε καὶ πρόσκειται αὐτῇ
ἡ ΚΓ, τὸ
ἄρα ὑπὸ ΒΚΓ μετὰ τοῦ ἀπὸ ΓΕ ἴσον ἐστὶν τῷ ἀπὸ ΕΚ. κοινὸν προσκείσθω τὸ
ἀπὸ ΕΖ τὸ ἄρα ὑπὸ ΒΚΓ μετὰ τῶν ἀπὸ ΓΕΖ , τουτέστιν τοῦ ἀπὸ ΓΖ, ἴσον
ἐστὶν τοῖς ἀπὸ ΚΕΖ, τουτέστιν τῷ ἀπὸ ΚΖ. καὶ ἐπεὶ ὡς ἡ ΜΑ πρὸς ΑΒ, ἡ ΜΛ
πρὸς ΛΚ, ὡς δὲ ἡ ΜΛ πρὸς
ΛΚ, οὕτως ἡ ΒΓ πρὸς ΓΚ, καὶ ὡς ἄρα
ἡ ΜΑ πρὸς ΑΒ,
οὕτως ἡ ΖΘ πρὸς ΘΚ
διὰ τὰς παραλλήλους τὰς ΗΖ ΓΘ· καὶ συνθέντι ἄρα ὡς ἡ Μ∠ πρὸς
∠Α, ἡ ΖΚ πρὸς
ΚΘ. ἴση δέ ὑπόκειται καὶ ἡ Α∠ τῇ
ΘΚ ἐπεὶ καὶ τῇ ΓΖ ἴση ἐστὶν ἡ Α∠· ἴση ἄρα καὶ ἡ
Μ∠ τῇ ΖΚ· ἴσον
ἄρα καὶ τὸ ἀπὸ Μ∠ τῷ ἀπὸ ΖΚ. καὶ
ἔστι τῷ μὲν ἀπὸ Μ∠ ἴσον τὸ ὑπὸ ΒΜΑ μετὰ τοῦ ἀπὸ ∠Α, τῷ δὲ
ἀπὸ ΖΚ ἴσον ἐδείχθη τὸ ὑπὸ ΒΚΓ μετὰ τοῦ ἀπὸ ΖΓ, ὧν τὸ ἀπὸ Α∠ ἴσον
τῷ ἀπὸ ΓΖ (ἴση γὰρ ὑπόκειται ἡ Α∠ τῇ ΓΖ)· ἴσον ἄρα καὶ τὸ ὑπὸ ΒΜΑ
τῷ ὑπὸ ΒΚΓ· ὡς ἄρα
ἡ ΜΒ πρὸς ΒΚ, ἡ ΓΚ πρὸς ΜΑ. ἀλλʼ ὡς ἡ ΒΜ
πρὸς ΒΚ, ἡ ΛΓ πρὸς ΓΚ· ὡς ἄρα ἡ ΛΓ πρὸς ΓΚ, ἡ ΓΚ πρὸς ΑΜ. ἔστι δὲ καὶ ὡς
ἡ ΜΒ πρὸς ΒΚ, ἡ ΜΑ πρὸς ΑΛ· καὶ ὡς ἄρα ἡ ΛΓ πρὸς ΓΚ, ἡ ΓΚ πρὸς ΑΜ, καὶ ἡ
ΑΜ πρὸς ΑΛ.
44 κθ΄. Τούτου δειχθέντος πρόδηλον ὅπως δεῖ κύβου δοθέντος κύβον ἄλλον εὑρεῖν κατὰ τὸν δοθέντα λόγον.
Ἔστω γὰρ ὁ δοθεὶς λόγος τῆς Α εὐθείας πρὸς τὴν Β, καὶ τῶν Α B δύο μέσαι
ἀνάλογον κατὰ τὸ συνεχὲς εἰλήφθωσαν αἱ Γ ∠· ἔσται ἄρα ὡς ἡ Α πρὸς
τὴν Β, οὕτως
ὁ ἀπὸ τῆς Α κύβος πρὸς τὸν ἀπὸ τῆς Γ κύβον·
τοῦτο γὰρ δῆλον ἐκ τῶν στοιχείων.
45 λ΄. Εἰς τὸν τετραγωνισμὸν τοῦ κύκλου παρελήφθη τις
Ἐκκείσθω τετράγωνον τὸ ΑΒΓ∠ καὶ περὶ κέντρον τὸ
Α
περιφέρεια γεγράφθω ἡ ΒΕ∠ καὶ κινείσθω ἡ μὲν ΑΒ οὕτως ὥστε τὸ μὲν
Α σημεῖον μένειν τὸ δὲ Β φέρεσθαι κατὰ τὴν ΒΕ∠ περιφέρειαν, ἡ δέ
ΒΓ παράλληλος ἀεὶ διαμένουσα τῇ Α∠ τῷ σημείῳ φερομένῳ κατὰ τῆς ΒΑ
συνακολουθείτω, καὶ ἐν ἴσῳ χρόνῳ ἥ τε ΑΒ κινουμένη
ὁμαλῶς
τὴν ὑπὸ ΒΑ∠ γωνίαν, τουτέστιν τὸ Β σημεῖον τὴν ΒΕ∠
περιφέρειαν, διανυέτω , καὶ ἡ ΒΓ τὴν ΒΑ εὐθεῖαν παροδευέτω, τουτέστιν τὸ
Β σημεῖον κατὰ τῆς ΒΑ φερέσθω. συμβήσεται δῆλον τῇ Α∠ εὐθείᾳ ἅμα
ἐφερμόζειν ἑκατέραν τήν τε ΑΒ καὶ τὴν ΒΓ. τοιαύτης δὴ γινομένης
κινήσεμως
τεμοῦσιν ἀλλήλας ἐν τῇ φορᾷ αἱ ΒΓ ΒΑ εὐθεῖαι κατά
τι σημεῖον αἰεὶ συμμεθιστάμενον αὑταῖς, ὑφ᾿ οὗ σημείου γράφεταί τις ἐν
τῷ μεταξὺ τόπῳ τῶν τε ΒΑ∠ εὐθειῶν καὶ τῆς ΒΕ∠ περιφερείας
γραμμὴ ἐπὶ τὰ αὐτὰ κοίλη, οἵα ἐστὶν ἡ ΒΖΗ, ἣ καὶ χρειώδης εἶναι δοκεῖ
πρὸς τὸ τῷ δοθέντι
κύκλῳ τετράγωνον ἴσον εὑρεῖν. τὸ δὲ
ἀρχικὸν αὐτῆς σύμτοιοῦτόν ἐστιν. ἥτις γάρ ἂν διαχθῇ τυχοῦσα πρὸς τὴν
περιφέρειαν, ὡς ἡ ΑΖΕ, ἔσται ὡς ὅλη ἡ περιφέρεια πρὸς τὴν Ε∠, ἡ ΒΑ
εὐθεῖα πρὸς τὴν ΖΘ· τοῦτο γὰρ ἐκ τῆς γενέσεως τῆς γραμμῆς φανερὸν
ἐστιν.
46 λα΄. Δυσαρεστεῖται δὲ αὐτῇ ὁ Σπόρος εὐλόγως διὰ
πρὸς τὴν ΒΕ∠ περιφέρειαν ἐπιστάμενον; ἐν
γὰρ τούτῳ τῷ λόγῳ καὶ τά τάχη τῶν κινήσεων ἀνάγκη εἶναι. ἐπεὶ πῶς οἷόν
τε συναποκαταστῆναι τάχεσιν ἀκρίτοις χρώμενα, πλὴν εἶ μὴ ἂν κατὰ τύχην
ποτέ συμβῇ; τοῦτο δὲ πῶς οὐκ ἀλογον; ἔπειτα δὲ τύ πέρας αὐτῆς ᾧ χρῶνται
πρὸς τὸν τετραγμωνισμὸν
τοῦ κύκλου, τουτέστιν καθʼ ὃ τέμνει
σημεῖον τὴν Α∠ εὐθεῖαν, οὐχ εὑρίσκεται. νοείσθω δὲ ἐπὶ τῆς
προκειμένης τὰ λεγόμενα καταγραφῆς ὁπόταν χὰρ αἱ ΓΒ ΒΑ φερόμεναι
συναποκατασταθῶσιν, ἐφαρμόσουσιν τῇ Α∠ καὶ τομὴν οὐκέτι ποιήσουσιν
ἐν ἀλλήλαις· παύεται γὰρ ἡ τομὴ
πρὸ τῆς ἐπὶ τὴν Α∠
ἐφαρμογῆς ἥπερ τομὴ πέρας αὖ ἐγένετο τῆς γραμμῆς, καθʼ ὃ τῇ Α∠
εὐθείᾳ συνέπιπτεν. πλὴν εἰ μὴ λέγοι τις ἐπινοεῖσθαι προσεκβαλλομένην τὴν
γραμμήν, ὡς ὑποτιθέμεθα τὰς εὐθείας, ἕως τῆς Α∠· τοῦτο δʼ οὐχ
ἕπεται ταῖς ὑποκειμέναις ἀρχαῖς, ἀλλʼ ὡς ἂν ληφθείη
τὸ Η
σημεῖον προειλημμένου τοῦ τῆς περιφερείας πρὸς τὴν εὐθεῖαν λόγου. χωρὶς
δέ τοῦ δοθῆναι τὸν λόγον τοῦτον οὐ χρὴ τῇ τῶν εὑρόντων ἀνδρῶν δόξῃ
πιστεύοντας παραδέχεσθαι τὴν γραμμήν μηχανικωτέραν πως οὖσαν
καὶ
μηχανικοῖς. ἀλλά πρότερον παραδεκτέον ἐστὶ τὸ δι᾿ αὐτῆς
δεικνύμενον πρόθλημα.
47 Τετραγώνου γάρ ὄντος τοῦ ΑΒΓ∠ καὶ τῆς μέν περὶ τὲ κέντρον
τὸ Γ περιφερείας τῆς ΒΕ∠, τῆς δέ ΒΗΘ τετραγωνιζούσης
γινομένῃς, ὡς προείρηται, δείκνυται, ὡς ἡ ∠ΕΒ περιφέρεια πρὸς τὴν
ΒΓ εὐθεῖαν, οὕτως ἡ ΒΓ πρὸς
τὴν ΓΘ εὐθεῖαν. εἰ γὰρ μὴ
ἔσκιμ, ἤτοι πρὸς μείζονα ἔσται τῆς ΓΘ ἢ πρὸς ἐλάσσονα.
48 Ἔστω πρότερον, εἰ δυνατόν, πρὸς μείζονα τὴν ΓΚ, καὶ περὶ κέντρον τό Γ
περιφέρεια ἡ ΖΗΚ γεγράφθω τέμνουσα
τήν γραμμὴν κατὰ τὸ Η,
καὶ κάθετος ἡ ΗΛ, καὶ ἐπιζευχθεῖσα ἡ ΓΗ ἐκβεβλήσθω ἐπὶ τὸ Ε. ἐπεὶ οὖν
ἐστιν ὡς ἡ ∠ΕΒ περιφέρεια πρὸς τὴν ΒΓ εὐθεῖαν, οὕτως ἡ ΒΓ,
τουτέστιν ἡ Γ∠, πρὸς τὴν ΓΚ, ὡς δὲ ἡ Γ∠ πρὸς
τὴν ΓΚ, ἡ ΒΕ∠ περιφέρεια πρὸς τὴν ΖΗΚ περιφέρειαν (ὡς γὰρ ἡ
διάμετρος τοῦ κύκλου πρὸς τὴν διάμετρον, ἡ περιφέρεια
τοῦ
κύκλου πρὸς τὴν περιφέρειαν), φανερὸν ὅτι ἴση ἐστὶν ἡ ΖΗΚ περιφέρεια τῇ
ΒΓ εὐθείᾳ. καὶ ἐπειδὴ διὰ τὸ σύμπτωμα τῆς γραμμῆς ἐστιν ὡς ἡ ΒΕ∠
περιφέρεια πρὸς τὴν Ε∠, οὕτως ἡ ΒΓ πρὸς τὴν ΗΛ, καὶ ὡς ἦρ ἡ ΖΗΚ
πρὸς τὴν ΗΚ περιφέρειαν , οὕτως ἡ ΒΓ εὐθεῖα πρὸς τὴν
ΗΛ.
καὶ ἐδείχθη ἴση ἡ ΖΗΚ περιφέρεια τῇ ΒΓ εὐθείᾳ· ἴση ἄρα καὶ ἡ ΗΚ
περιφέρεια τῇ ΗΛ εὐθείᾳ, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐστὶν ὡς ἡ ΒΕ∠
περιφέρεια πρὸς τὴν ΒΓ εὐθεῖαν, οὕτως ἡ ΒΓ πρὸς μείζονα τῆς ΓΘ.
49 λβ΄. Λέγω δέ ὅτι οὐδέ πρὸς ἐλάσσονα. εἰ γὰρ δυνατόν,
ἔστω
πρὸς τὴν ΚΓ, καὶ περὶ κέντρον τὸ Γ περιφέρεια
ὡς
τὴν ΖΜΚ πρὸς τὴν ΜΚ , πὕτως τὴν ΒΓ εὐθεῖαν πρὸς τὴν ΗΚ. ἐξ ὧν φανερὸν
ὅτι ἴση ἔσται ἡ ΜΚ περιφέρεια τῇ ΚΗ εὐθείᾳ , ὅπερ ἄτοπον. οὖκ ἄρα ἔσται
ὡς ἧ ΒΕ∠ περιφέρεια πρὸς τὴν ΒΓ ἐθεῖαν, οὕτως ἡ ΒΓ πρὸς ἐλάσσονα
τῆς ΓΘ. ἐδείχθη δέ ὅτι οὐδὲ πρὸς μείζονα·
πρὸς αὐτὴν ἄρα
τὴν ΓΘ.
50 Ἔστι δὲ καὶ τοῦτο φανερὸν ὅτι ἡ τῶν ΘΓ ΓΒ εὐθειῶν τρίτη ἀνάλογον
λαμβανομένη εὐθεῖα ἴση ἔσται τῇ ΒΕ∠ περιφερείᾳ, καὶ ἡ τετραπλασίων
αὐτῆς τῇ τοῦ ὅλου κύκλου περιφερείᾳ. εὑρημένης δέ τῇ τοῦ κύκλου
περιφερείᾳ ἴσης
εὐθείας πρόδηλον ὡς δὴ καὶ αὐτῷ τῷ κύκλῳ
ῥᾴδιον ἴσον τετράγωνον συστήσασθαι· τὸ γάρ ὑπὸ τῆς περιμέτρου τοῦ κύκλου
καὶ τῆς ἐκ τοῦ κέντρου διπλάσιόν ἐστι τοῦ κύκλου, ὡς Ἀρχιμήδης
ἀπέδειξεν.
51 λγ΄. Αὕτη μὲν οὖν ἡ γένεσις
τῆς γραμμῆς ἐστιν , ὡς
εἴρηται, μηχανικωτέρα, γεμωμετρικῶς δὲ διὰ τῶν πρὸς ἐπιφανείαις τόπων
ἀναλύεσθαι δύναται τὸν τρόπον τοῦτον.
Θέσει κύκλου τεταρτημόριον τὸ ΑΒΓ, καὶ διήχθω, ὡς ἔτυχεν, ἡ Β∠, καὶ
κάθετος ἐπὶ τὴν ΒΓ ἡ ΕΖ λόγον ἔχουσα
Νοείσθω γὰρ ἀπὸ τῆς Α∠Γ περιφερείας ὀρθοῦ κυλίνδρου ἐπιφάνεια, καὶ
ἐν αὐτῇ ἕλιξ γεγραμμένη δεδομένη τῇ θέσει ἡ ΓΗΘ , καὶ πλευρά τοῦ
κυλίνδρου ἡ Θ∠, καὶ
τῷ τοῦ κύκλου ἐπιπέδῳ ὀρθαὶ
ἤχθωσαν αἱ ΕΙ ΒΛ ἀνεσταμέναι ὀρθαί, διὰ δὲ τοῦ Θ τῇ Β∠
παράλληλος ἡ ΘΛ. ἐπεὶ λόγος τῆς ΕΙ εὐθείας πρὸς τὴν ∠Γ περιφέρειάν
ἐστιν δοθεὶς διὰ τὴν ἕλικα, δοθεὶς δὲ καὶ ὁ τῆς ΕΖ λόγος πρὸς τὴν
∠Γ, ἔσται καὶ τῆς ΕΖ πρὸς ΕΙ λόγος δοθείς. καὶ
εἰσὶν
αἱ ΖΕ ΕΙ παρὰ θέσει· καὶ ἡ ΖΙ ἄρα ἐπιζευχθεῖσα παρὰ θέσει. καὶ ἔστιν
κάθετος ἐπὶ τὴν ΒΓ· ἐν τέμνοντι ἄρα ἐπιπέδῳ ἡ ΖΙ, ὥστε καὶ τὸ Ι. ἔστιν
δὲ καὶ ἐν κυλινδρικῇ ἐπιφανείᾳ (φέρεται γὰρ ἡ ΘΛ διά τε τῆς ΘΗΓ ἕλικος
καὶ τῆς ΛΒ εὐθείας καὶ αὐτῆς τῇ θέσει δεδομένης
αἰεὶ
παράλληλος οὖσα τῷ ὑποκειμένῳ ἐπιπέδῳ)· πρὸς γραιμμῇ ἄρα τὸ Ι, ὥστε καὶ
τὸ Ε. τοῦτο μὲν οὖν ἀνελύθη καθόλου, ἂν δʼ ὁ τῆς ΕΖ εὐθείας πρὸς τὴν
∠Γ περιφέρειαν
52 λδ΄. Δύναται δὲ καὶ διὰ τῆς ἐν ἐπιπέδῳ γρσφομένης ἕλικος ἀναλύεσθαι
τὸν ὅμοιον τρόπον. ἔστω γὰρ ὁ τῆς ΕΖ πρὸς τὴν ∠Γ περιφέρειαν λόγος
ὁ αὐτὸς τῷ τῆς ΑΒ πρὸς
τὴν Α∠Γ περιφέρειαν, καὶ ἐν ᾧ ἡ
ΑΒ εὐθεῖα περὶ τὸ Β κινουμένη παροδεύει τὴν Α∠Γ περιφέρειαν,
σημεῖον ἐπʼ αὐτῆς ἀρξάμενον ἀπὸ τοῦ Α ἐπὶ τὸ Β παραγινέσθω θέσιν
λαβούσης τὴν ΓΒ τῆς ΑΒ, καὶ ποιείτω τὴν ΒΗΑ ἕλικα. ἔστιν ἄρα ὡς ἡ ΑΒ
πρὸς ΒΗ, ἡ Α∠Γ περιφέρεια πρὸς
τὴν Γ∠, καὶ
ἐναλλάξ. ἀλλὰ καὶ ἡ ΕΖ πρὸς ∠Γ· ἴση ἄρα ἡ ΒΗ τῇ ΖΕ. ἤχθω τῷ
ἐπιπέδῳ ὀρθὴ ἡ ΚΗ ἔση τῇ ΒΗ· ἐν κυλινδροειδεῖ ἄρα ἐπιφανείᾳ τῇ ἀπὸ τῆς
ἕλικος τὸ Κ. ἀλλὰ καὶ ἐν κωνικῇ (ἐπιζευχθεῖσα γὰρ ἡ ΒΚ ἐν κωνικῇ γίνεται
ἐπιφανείᾳ ἡμίσειαν ὀρθῆς κεκλιμένη πρὸς τὸ ὑποκείμενον
καὶ
ἠγμένῃ διὰ δοθέντος τοῦ Β)· πρὸς γραμμῇ ἄρα τὸ Κ. ἤχθω διὰ τοῦ Κ τῇ ΕΒ
παράλληλος ἡ ΛΚΙ, καὶ ὀρθαὶ τῷ ἐπιπέδῳ αἱ ΒΛ ΕΙ· ἐν πλεκτοειδεῖ ἄρα
ἐπιφανείᾳ ἡ ΛΚΙ (φέρεται γὰρ διά τε τῆς ΒΛ εὐθείας θέσει οὔσης καὶ διὰ
θέσει γραμμῆς πρὸς ᾗ τὸ Κ)· καὶ
τὸ Ι ἄρα ἐν ἐπιφανείᾳ. ἀλλὰ
καὶ ἐν ἐπιπέδῳ (ἴση γὰρ ἡ ΖΕ τῇ ΕΙ, ἐπεὶ καὶ τῇ ΒΗ, καὶ γίνεται παρὰ
θέσει ἡ ΖΙ κάθετος οὖσα ἐπὶ τὴν ΒΓ)· πρὸς γραμμῇ ἄρα τὸ Ι,
53 λε΄. Ὥσπερ ἐν ἐπιπέδῳ νοεῖται γινομένη τις ἕλιξ φερομένου σημείου κατʼ
εὐθείας κύκλον περιγραφούσης, καὶ ἐπὶ στερεῶν φερομένου σημείου κατά
μιᾶς πλευράς τινʼ
ἐπιφάνειαν περιγραφούσης, οὕτως δέ καὶ ἐπὶ
σφαίρας ἕλικα νοεῖν ἀκόλουθόν ἐστι γραφομένην τὸν τρόπον τοῦτον.
54 Ἔστω ἐν σφαίρᾳ μέγιστος κύκλος ὁ ΚΛΜ περὶ πόλον τὸ Θ σημεῖον, καὶ ἀπὸ
τοῦ Θ μεγίστου κύκλου τεταρτημύριον γεγράφθω τὸ ΘΝΚ , καὶ ἡ μέν ΘΝΚ
περιφέρεια,
περὶ τὸ Θ μένον φερομένη κατὰ τῆς ἐπιφανείας ὡς
ἐπὶ τὰ Λ Μ μέρη, ἀποκαθιστάσθω πάλιν ἐπὶ τὸ αὐτό, σημεῖον δέ τι
φερόμενον ἐπʼ αὐτῆς ἀπὸ τοῦ Θ ἐπὶ τὸ Κ παραγινέσθω· γράφει δή τινα ἐπὶ
τῆς ἐπιφανείας ἕλικα, οἳα ἐστὶν ἡ ΘΟΙΚ , καὶ ἥτις ἂν ἀπὸ τοῦ Θ γραφῇ
μεγίστου
κύκλου περιφέρεια , πρὸς τὴν ΚΛ περιφέρειαν λόγον
ἔχει ὃν ἡ ΛΘ πρὸς τὴν Θ0· λέγω δὴ ὅτι, ἄν ἐκτεθῇ τεταρτημύριον τοῦ
μεγίστου ἐν τῇ σφαίρᾳ κύκλου τὸ ΑΒΓ περὶ κέντρον τὸ ∠, καὶ
ἐπιζευχθῇ ἡ ΓΑ, γίνεται ὡς ἡ τοῦ ἡμισφαιρίου ἐπιφάνεια πρὸς τὴν μεταξὺ
τῆς ΘΟΙΚ ἕλικος
καὶ τῆς ΚΝΘ περιφερείας ἀπολαμβανομένην
ἐπιφάνειαν, οὕτως ὁ ΑΒΓ∠ τομεύς πρὸς τύ ΑΒΓ τμῆμα.
Ἤχθω γὰρ ἐφαπτομένη τῆς περιφερείας ἡ ΓΖ , καὶ περὶ κέντρον τὸ Γ διὰ τοῦ
Α γεγράφθω περιφέρεια ἡ ΑΕΖ· ἴσος ἄρα ὁ ΑΒΓ∠ τομεὺς τῷ ΑΕΖΓ
(διπλασία μὲν γὰρ ἡ πρὸς τῷ ∠ γωνία τῆς ὑπὸ ΑΓΖ, ἥμισυ δέ τὸ ἀπὸ
∠Α τοῦ ἀπὺ ΑΓ)· ὅτι ἄρα καὶ ὡς αἱ εἰρημέναι ἐπιφάνειαι
πρὸς ἀλλήλας, οὕτως ὁ ΑΕΖΓ τομεύς πρὸς τὸ ΑΒΓ τμῆμα.
55 ἔστω, ὃ μέρος ἡ ΚΛ περιφέρεια τῆς ὅλης τοῦ κύκλου περιφερείας, καὶ τὸ
αὐτὸ μέρος περιφέρεια ἡ ΖΕ τῆς ΖΑ, καὶ ἐτεζεύχθω ἡ ΕΓ· ἔσται δὴ καὶ ἡ ΒΓ
τῆς ΑΒΓ τὸ αὐτὸ μέρος. ὃ δέ μέρος ἡ ΚΛ τῆς ὅλης περιφερείας, τὸ
αὐτὸ καὶ ἡ ΘΟ τῆς ΘΟΛ. καὶ ἔστιν ἴση ἡ ΘΟΛ τῇ ΑΒΓ· ἴση ἄρα
καὶ ἡ ΘΟ τῇ ΒΓ. γεγράφθω περὶ πόλον τὸν Θ διὰ τοῦ Ο περιφίρεια ἡ ΝΟ ,
καὶ διὰ τοῦ B περὶ τὸ Γ· κέντρον ἡ ΒΗ. ἐπεὶ οὖν ὡς ἡ ΛΚΘ σφαιρικὴ
ἐπιφάνεια πρὸς τὴν ΟΘΝ, ἡ ὅλη τοῦ ἡμισφαιρίου ἐπιφάνεια πρὸς
τὴν τοῦ τμήματος ἐπιφάνειαν οὗ ἡ ἐκ τοῦ πόλου ἐστὶν ἡ Θ0 , ὡς δʼ τοῦ
ἡμισφαιρίου ἐπιφάνεια πρὸς τὴν τοῦ τμήματος ἐπιφάνειαν, οὕτως ἐστὶν τύ
ἀπὸ τῆς τὰ Θ Λ ἐπιζευγνυούσης εὐθείας τετράγωνον πρὸς τὸ ἀπὸ τῆς ἐπὶ τὰ
Θ Ο , ἢ τὸ ἀπὸ τῆς ΕΓ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς
ὁμοταγεῖς τῷ ΟΘΝ , οὕτως πάντες οἱ ἐν τῷ ΑΖΓ τομεῖς οἱ
ἴσοι τῷ ΕΖΓ, τουτέστιν ὅλος ὁ ΑΖΓ τομεύς, πρὸς τούς περιγραφομένους περὶ
τὸ ΑΒΓ τμῆμα τούς ὁμοταγεῖς τῷ ΓΒΗ. τῷ δʼ αὐτῷ τρόπῳ δειχθήσεται καὶ ὡς
ἡ τοῦ ἡμισφαιρίου ἐπιράνεια πρὸς τούς ἐγγραφομένους
τῇ
ἕλικι τομέας, οὕτως ὁ ΑΖΓ τομεύς πρὸς τοῖς ἐγγραρομένους τῷ ΑΒΓ τμήματι
τομέας, ὥστε καὶ ὡς ἡ τοῦ ἡμισφαιρίου ἐπιφάνεια πρὸς τὴν ὑπὸ τῆς ἕλικος
ἀπολαμβανομένην ἐπιφάνειαν, οὕτως ὁ ΑΖΓ τομεύς, τουτέστιν τὸ ΑΒΗ∠
τεταρτημόριον, πρὸς τὸ ΑΒΓ τμῆμα.
56 συνάγεται
δέ διὸ τούτου ἡ μὲν ἀπὸ τῆς ἕλικος
ἀπολαμβανομένη ἐπιφάνεια πρὸς τὴν ΘΝΚ περιφέρειαν ὀκταπλασία τοῦ ΑΒΓ
τμήματος ἐπεὶ καὶ ἡ τοῦ ἡμισφαιρίου ἐπιφάνεια τοῦ ΑΒΓ∠ τομέως), ἡ
δὲ μεταξὺ τῆς ἕλικος καὶ τῆς βάσεως τοῦ ἡμισφαιρίου ἐπιφάνεια ὀκταπλασία
τοῦ ΑΓ∠ τριγώνου, τουτἐστιν
ἴση τῷ ἀπὸ τῆς διαμέτρου
τῆς σφαίρας τετραγώνῳ.
57 λς΄. Τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον εἰς τρία ἴσα τεμεῖν οἱ παλαιοὶ
γεωμέτραι θελήσαντες ἠπόρησαν διʼ αἰτίαν τοιαύτην. τρία γένη φαμὲν εἶναι
τῶν ἐν γεωμετρίᾳ προβλημάτων, καὶ τὰ μὲν αὐτῶν ἐπίπεδα καλεῖσθαι, τὰ δὲ
στερεά, τὰ δέ γραμμικά, τά μὲν οὖν διʼ εὐθείας καὶ
κύκλου
περιφερείας δυνάμενα λύεσθαι λέγοιτʼ ἂν εἰκότως ἐπίπεδα καὶ γάρ αἱ
γραμμαὶ διʼ ὧν εὑρίσκεται τὰ τοιαῦτα προβλήματα τὴν γένεσιν ἔχουσιν ἐν
ἐπιπέδῳ. ὅσα δέ λύεται προβλήματα παραλαμβανομένης εἷς τὴν εὕρεσιν μιᾶς
τῶν τοῦ κώνου τομῶν ἢ καὶ πλειόνων, στερεά ταῦτα κέκληται·
πρὸς γάρ τὴν κατασκευὴν χρήσασθαι στερεῶν σχημάτων ἐπιφανείαις, λέγω δέ
ταῖς κωνικαῖς, ἀναγκαῖον. τρίτον δέ τι προβλημάτων ὑπολείπεται γένος τὸ
καλούμενον γρσμμικόν· γραμμαὶ γάρ ἕτεραι παρά τάς εἰρημένας εἰς τὴν
κατασκευὴν λαμβάνονται ποικιλωτέραν ἔχουσαι τὴν γένεσιν
καὶ
βεβιασμένην μᾶλλον, ἐξ ἀτακτοτέρων ἐπιφανειῶν καὶ κινήσεων
ἐπιπεπλεγμένων γεννώμεναι.
58 τοιαῦται δέ εἶσιν αἵ τε ἐν τοῖς πρὸς ἐπιφανείαις καλουμένοις τόποις
εὑρισκόμεναι γραμμαὶ ἕτεραί τε τούτων ποικιλώτεραι καί πολλαὶ τὸ πλῆθος
ὑπὸ Δημητρίου τοῦ Ἀλεξανδρέως ἐν ταῖς γραμμικαῖς
ἐπιστάσεσι
καὶ Φίλωνος τοῦ Τυανέως ἐξ ἐπιπλοκῆς πλεκτοειδῶν τε καὶ ἑτέρων παντοίων
ἐπιφανειῶν εὑρισκόμεναι πολλὰ καὶ θαυμαστὰ συμπτώματα περὶ αὐτάς
ἔχουσαι. καί τινες αὐτῶν ὑπὸ τῶν νεωτέρων ἠξιώθησαν λόγου πλείονος, μία
δέ τις ἐξ οὐτῶν ἐστιν ἡ καὶ παράδοξος ὑπὸ
τοῦ Μενελάου
κληθεῖσα γραμμή. τοῦ δὲ αὐτοῦ γένους ἕτεραι ἕλικές εἰσιν τετραγωνίζουσαί
τε καὶ κοχλοειδεῖς καὶ κισσοειμδεῖς.
59 δοκεῖ δέ πως ἁμάρτημα τὸ τοιοῦτον οὐ μικρὸν εἶναι τοῖς γεωμέτραις,
ὅταν ἐπίπεδον πρόβλημα διὰ τῶν κωνικῶν ἢ τῶν γραμμικῶν ὑπό τινος
εὑρίσκηται, καὶ τὸ σύνολον
ὅταν ἐξ ἀνοικείου λύηται γένους,
οἷόν ἐστιν τὸ ἐν τῷ πέμπτῳ
ἴσην ἀποδεῖξαι τῇ πρὸς ὀρθὰς ἀγομένῃ εὐθείᾳ τῇ ἐκ τῆς
γενέσεως ἕως τῆς ἐφαπτομένης τῆς ἕλικος. τοιαύτης δή τῆς διαφορᾶς τῶν
προβλημάτων ὑπαρχούσης οἱ πρότεροι γεωμέτραι τὸ προειρημένον ἐπὶ τῆς
γωνίας πρόβλημα τῇ φύσει στερεὸν ὑπάρχον διὰ τῶν ἐπιπέδων ζητοῦντες οὐχ
οἷοί τʼ
ἦσαν εὑρίσκειν· οὐδέπω γὰρ αἱ τοῦ κύνου τομαὶ
συνήθεις ἦσαν αὐτοῖς, καὶ διὰ τοῦτο ἠπόρησαν· ὕστερον μέντοι διὰ τῶν
κωνικῶν ἐτριχοτόμησαν τὴν γωνίαν εἰς τὴν εὕρεσιν χρησάμενοι τῇ
ὑπογεγραμμένῃ νεύσει.
60 Παραλληλογράμμου δοθέντος ὀρθογωνίου τοῦ ΑΒΓ∠
καὶ
ἐκβληθείσης τῆς ΒΓ, δέον ἔστω διαγαγόντα τὴν ΑΕ ποιεῖν τὴν ΕΖ εὐθεῖαν
ἴσην τῇ δοθείσῃ.
Γεγονέτω, καὶ ταῖς ΕΖ Ε∠ παράλληλοι ἤχθωσαν αἱ ∠Η ΗΖ. ἐπεὶ
οὖν δοθεῖσά
ἐστιν ἡ ΖΕ καὶ ἔστιν ἴση τῇ ∠Η, δοθεῖσα
ἄρα καὶ ἡ ∠Η. καὶ δοθέν τὸ ∠· τὸ Η ἄρα πρὸς θέσει κύκλου
περιψερείᾳ. καὶ ἐπεὶ τὸ ὑπὸ ΒΓ∠ δοθέν καὶ ἔστιν ἴσον τῷ ὑπὸ ΒΖ
Ε∠ δοθὲν ὥρα καὶ τύ ὑπὸ ΒΖ Ε∠, τουτέστιν τὸ ὑπὸ
ΒΖΗ·
61 λζ΄. Συντεθήσεται δή τὸ πρόβλημα οὕτως. ἔστω τὸ δοθὲν
παραλληλόγραμμμον τὸ ΑΒΓ∠, ἡ δὲ δοθεῖσα εὐθεῖα τῷ μεγέθει ἡ Μ,
καὶ ἵση αὐτῇ ἔστω ∠Κ, καὶ γεγράφθω
διὰ μέν τοῦ ∠
περὶ ἀσυμπτώτους τάς ΑΒΓ ὑπερβολή ἡ ∠ΗΘ (τοῦτο γὰρ ἑξῆς
ἀποδείξομεν), διὰ δὲ τοῦ Κ περὶ κέντρον τὸ ∠ κύκλου περιφέρεια ἡ
ΚΗ τέμνουσα τὴν ὑπερβολὴν κατὰ τὸ Η, καὶ τῇ ∠Γ παραλλήλου ἀχθείσης
τῆς ΗΖ ἐπεζεύχθω ΖΑ λέγω ὅτι ἡ ΕΖ ἴση ἐστὶν τῇ M.
Ἐπεζεύχθω
γὰρ ἡ Η∠ καὶ τῇ ΚΑ παράλληλος ἥχθω ἡ ΗΛ. τὸ ἔρα ὑπὸ ΖΗΛ, τουτέστιν
τὸ ὑπὸ ΒΖΗ, ἴσον ἐστὶν τῷ ὑπὸ Γ∠Α, τουτέστιν τῷ ὑπὸ ΒΓ Γ∠.
ἔσειν ἄρα ὡς ἡ ΖΒ πρὸς ΒΓ, τουτέστιν ὡς ἡ Γ∠ πρὸς ∠Ε, οὕτως
ἡ Γ∠ πρὸς ΖΗ· ἡ ἄρα Ε∠ ἴση τῇ ΖΗ· παραλληλόγραμμον
ἄρα τὸ ∠ΕΖΗ· ἴση ἄρα ἡ ΕΖ τῇ ∠Η, τουτέστιν τῇ
∠Κ, τουτέστιν τῇ M.
62 λη΄. Δεδειγμένου δή τούτου τρίχα τέμνεται ἡ δοθεῖσα γωνία εὐθύγραμμος οὕτως.
Ἔστω γὰρ ὀξεῖα πρότερον ἡ ὑπὸ ΑΒΓ, καὶ ἀπό τινος
σημείου
κάθετος ἡ ΑΓ, καὶ συμπληρωθέντος τοῦ ΓΖ παραλληλογράμμου
μέρος
ἐστὶν ἡ ὑπὸ ΕΒΓ.
Τετμήσθω γὰρ ἡ Ε∠ δίχα τῷ Η, καὶ ἐπεζεύχθω ἡ ΑΗ· αἱ τρεῖς ἄρα αἱ
∠Η ΗΑ ΗΕ ἴσαι εἰσίν· διπλῆ ἄρα ἡ ∠Ε τῆς ΑΗ. ἀλλὰ καὶ τῆς ΑΒ
διπλῆ ἴση ἄρα ἐστὶν ἡ ΒΑ τῇ ΑΗ, καὶ ἡ ὑπὸ ΑΒ∠ γωνία τῇ ὑπὸ
ΑΗ∠. ἡ δὲ ὑπὸ
ΑΗ∠ διπλασία τῆς ὑπὸ ΑΕ∠,
τουτέστιν τῆς ὑπὸ ∠ΒΓ· καὶ ἡ ὑπὸ ΑΒ∠ ἄρα διπλῆ ἐστιν τῆς ὑπὸ
∠ΒΓ. καὶ ἐὰν τὴν ὑπὸ ΑΒ∠ δίχα τέμωμεν, ἔσται ἡ ὑπὸ ΑΒΓ γωνία
τρίχα τετμημένη.
63 λθ΄. Ἐὰν δὲ ἡ δοθεῖσα γωνία ὀρθὴ
τυγχάνῃ, ἀπολαβόντες
τινὰ τὴν ΒΓ ἰσόπλευρον ἐπʼ αὐτῆς γράψομεν τὸ Β∠Γ, καὶ τὴν ὑπὸ
∠ΒΓ γωνίαν δίχα τεμόντες ἕξομεν τρίχα τετμημένην τὴν ὑπὸ ΑΒΓ
γωνίαν.
64 μ΄. Εσιω δὲ ἀμβλεῖα ἡ γωνία καὶ τῇ ΓΒ πρὸς ὀρθὰς ἡ Β∠, καὶ τῆς
μὲν ὑπὸ ∠ΒΓ τρίτον ἀπειλήφθω μέρος ἡ ὑπὸ ∠ΒΖ, τῆς δὲ ὑπὸ
ΑΒ∠ ὀξείας γωνίας τρίτον ἡ ὑπὸ ΕΒ∠ (ταῦτα γὰρ ἡμῖν
προδέδεικται)·
καὶ ὅλης ἄρα τῆς ὑπὸ ΑΒΓ γωνίας τρίτον μέρος
ἐστὶν ἡ ὑπὸ ΕΒΖ. ἐὰν δὲ τῇ ὑπὸ ΕΒΖ ἴσην συστησόμεθα προς ἑκατέραν τῶν
ΑΒΓ, τρίχα τεμοῦμεν τὴν δοθεῖσαν
γωνίαν.
65 μα΄. Τὸ δὲ ὑπερτεθὲν πρόβλημα νῦν ἀναλύσομεν. θέσει οὐσῶν δύο εὐθειῶν
τῶν ΑΒΓ καὶ δοθέντος σημείου τοῦ
Γεγονέτω, καὶ γεγράφθω ἡ Ε∠Ζ, καὶ ἤχθω ἀπὸ ποῦ ∠ ἐφαπτομένη
αὐτῆς ἡ Α∠Γ, καὶ διάμετρος ἡ ΗΒ∠, καὶ τῇ ΒΓ παράλληλος ἡ
∠Θ. θέσει ἄρα αἱ Η∠ ∠Θ, καὶ
δοθὲν τὸ Θ.
καὶ ἐπεὶ ἀσύμπτωτοί εἰσιν αἱ ΑΒΓ τῆς ὑπερβολῆς, καὶ ἐφαπτομένη ἡ ΑΓ, ἴση
ἄρα ἡ Α∠ τῇ ∠Γ, καὶ τὸ ἀφ᾿ ἑκατέρας αὑτῶν τετράγωνον ἴσον
ἐστίν τῷ τετάρτῳ τοῦ πρὸς τῇ Η∠ εἴδους. ταῦτα γὰρ ἐν τῷ δευτέρῳ
τῶν κωνικῶν ἀποδέδεικται. ἐπεὶ οὖν ἴκη ἡ Γ∠ τῇ ∠Α,
ἴση καὶ ἡ ΒΘ τῇ ΘΑ. καὶ δοθεῖσα ἡ ΒΘ· δοθεῖσα ἄρα καὶ ἡ ΘΑ.
καὶ δοθὲν τὸ Θ· δοθὲν ἄρα καὶ τὸ Α· θέσει ἄρα ἡ Α∠Γ. καὶ δοθεῖσα
τῷ μεγέθει ἡ ΑΓ, ὥστε καὶ τὸ ἀπὸ ΑΓ δοθέν ἐστιν. καὶ ἔστιν ἴσον τῷ πρὸς
τῇ Η∠ εἴδει. δοθέν ἄρα καὶ τύ πρὸς τῇ Η∠ εἶδος. καὶ δοθεῖσα
ἡ Η∠ (διπλῆ γάρ ἐστιν τῆς Β∠ τῷ μεγέθει
δεδομένης διὰ τὸ δοθέν ἑκάτερον εἶναι τῶν Β Δ)· δοθεῖσα ἔρα καὶ ἡ ὀρθία
τοῦ εἴδους πλευρά. γέγονεν δὴ πρόβλημα τοιοῦτον· θέσει καὶ μεγέθει δύο
δοθεισῶν εὐθειῶν τῆς τε Η∠ καὶ τῆς ὀρθίας γράψαι περὶ διάμετρον
τὴν Η∠ ὑπερβολήν, ἧς
66 μβ΄. Συντεθήσεται δὴ οὕτως. ἔστωσαν αἱ μὲν τῇ θέσει
δοθεῖσαι εὐθεῖαι αἱ ΑΒΓ, τὸ δὲ δοθὲν σημεῖον τὸ ∠, καὶ τῇ μὲν ΒΓ
παράλληλος ἤχθω ἡ ∠Θ, τῇ δὲ ΒΘ ἴση ἡ ΘΑ, καὶ ἐπιζευχθεῖσα ἡ
Α∠ ἐκβεβλήσθω ἐπὶ τὸ Γ, ἐπιζευχθεῖσα δέ καὶ ἡ Β∠ ἐκβεβλήσθω
καὶ τῇ Β∠ ἴση κείσθω ἡ ΒΗ, καὶ τῷ ἀπὸ τῆς ΑΓ ἴσον ἔστω τὸ ὑπὸ τῆς
Η∠ καὶ ἑτέρας τινὸς τῆς Κ, καὶ περὶ διάμετρον τὴν
Η∠ καὶ ὀρθίαν τὴν Κ γεγράφθω ὑπερβολὴ ἡ Ε∠Ζ , ὥστε τὰς
καταγομένας ἐπὶ τὴν Η∠ παραλλήλους εἶναι τῇ ΑΓ· ἡ ἄρα ΑΓ ἐφάπτεται
τῆς τομῆς. καὶ ἔστιν ἡ Α∠ τῇ ∠Γ ἴση (ἐπεὶ καὶ ἡ ΒΘ τῇ ΘΑ) ,
καὶ φανερὸν ὅτι τὸ ἀφ᾿
ἑκατέρας τῶν Α∠ ∠Γ
τέταρτόν ἐστι τοῦ πρὸς τῇ Η∠ εἴδους· αἱ ἄρα ΑΒΓ ἀσύμπτωτοί εἰσι
τῆς Ε∠Ζ ὑπερβολῆς· γέγραπται ἅρα διὰ τοῦ ∠ περὶ τὰς δοθείσας
εὐθείας ἀσυμπτώτους ὑπερβολή.
67 μγ΄. Καὶ ἄλλως τῆς δοθείσης περιφερείας τὸ τρίτον
ἀφαιρεῖται μέρος, χυρὶς τῆς νεύσεως, διὰ στερεοῦ τόπου τοιούτου.
Θέσει ἡ διὰ τῶν Α Γ, καὶ ἀπὸ δοθέντων ἐπʼ αὐτῆς τῶν Α Γ κεκλάσθω ἡ ΑΒΓ
διπλασίαν ποιοῦσα τὴν ὑπὸ ΑΓΒ γωνίαν τῆς ὑπὸ ΓΑΒ· ὅτι τὸ Β πρὸς
ὑπερβολῇ. Ἤχθω κάθετος ἡ Β∠, καὶ
τῇ Γ∠ ἴση
ἀπειλήφθω ἡ ∠Ε· ἐπιζευχθεῖσα ἄρα ἡ ΒΕ ἴση ἔσται τῇ ΑΕ. κείσθω καὶ
τῇ ∠Ε ἴση ἡ ΕΖ· τριπλασία ἄρα ἡ ΓΖ τῆς Γ∠. εστω καὶ ἡ
ΑΓ τῆς ΓΗ τριπλασία· ἔσται δὴ δοθέν τὸ Η, καὶ λοιπή ἡ ΑΖ
τῆς Η∠ τριπλασία. καὶ ἐπεὶ τῶν ἀπὸ ΒΕ ΕΖ ὑπεροχή ἐστιν τὸ ἀπὸ
Β∠ ἔστιν δὲ καὶ τὸ ὑπὸ ∠Α ΑΖ τῶν οὐτῶν ὑπερυχή, ἔσται ἄρα τὸ
ὑπὸ ∠ΑΖ , τουτέστιν
τὸ τρὶς ὑπὸ Α∠Η, ἴσον τῷ
ἀπὸ Β∠· πρὸς ὑπερβολῇ ἄρα τὸ Β, ἧς πλαγία μὲν τοῦ πρὸς ἄξονι
εἴδους ἡ ΑΗ, ἡ δέ ὀρθία τριπλασία τῆς ΑΗ. καὶ φανερὸν ὅτι τὸ Γ σημεῖον
ἀπολαμβένει πρὸς τῇ Η κορυφῇ τῆς τομῆς τὴν ΓΗ ἡμίσειαν τῆς πλαγίας τοῦ
εἴδους πλευρᾶς τῆς ΑΗ.
Καὶ ἡ σύνθεσις φανερά· δεήσει γάρ τὴν ΑΓ τεμεῖν ὥστε διπλασίαν εἶναι τὴν
ΑΗ τῆς ΗΓ, καὶ περὶ ἄξονα τὸν ΑΗ γράψαι διὰ τοῦ Η ὑπερβολήν, ἧς ὀρθία
τοῦ εἴδους πλευρά τριπλασία τῆς ΑΗ, καὶ δεικνύναι ποιοῦσαν μὐτὴν τὸν
εἰρημένον διπλάσιον λόγον τῶν γωνιῶν. καὶ ἔτι τῆς
δοθείσης
κύκλου περιφερείας τὸ γ΄ ἀποτέμνει μέρος ἡ τοῦτον
68 μδ΄ Ἑτέρως δὲ τὴν ἀνάλυσιν τοῦ τρίχα τεμεῖν τὴν γωνίαν ἢ περιφέρειαν
ἐξέθεντό τινες ἄνευ τῆς νεύσεως. ἔστω δὲ ἐπὶ περιφερείας ὁ λόγος· οὐδὲν
γὰρ διαφέρει γωνίαν
ἢ περιφέρειαν τεμεῖν.
Γεγονέτω δή, καὶ τῆς ΑΒΓ περιφερείας τρίτον ἀπειλήφθω μέρος ἡ ΒΓ, καὶ
ἐπεζεύχθωσαν αἱ ΑΒ ΒΓ ΑΓ· διπλασίων ἄρα ἡ ὑπὸ ΑΓΒ τῆς ὑπὸ ΒΑΓ. τετμήσθω
δίχα ἡ ὑπὸ ΑΓβ τῇ Γ∠, καὶ κάθετοι αἱ ∠Ε ΖΒ· ἴση ἄρα
ἡ Α∠ τῇ ∠Γ, ὥστε καὶ ἡ ΑΕ τῇ ΕΓ δοθὲν ἄρα τὸ Ε.
ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΑΓ πρὸς ΓΒ, οὕτως ἡ Α∠ πρὸς ∠Β,
τουτέστιν ἡ ΑΕ πρὸς ΕΖ, καὶ ἐναλλὰξ ἄρα ἐστὶν ὡς ἡ ΓΑ πρὸς ΑΕ, ἡ ΒΓ πρὸς
ΕΖ. διπλῆ δὲ ἡ ΓΑ τῇ ΑΕ· διπλῆ ἄρα καὶ ἡ ΒΓ τῆς ΕΖ· τετραπλάσιον ἔρα τὸ
ἀπὸ ΒΓ,
τουτέστιν τὰ ἀπὸ τῶν ΒΖΓ, τοῦ ἀπὸ τῆς ΕΖ. ἐπεὶ οὖν
δύο δοθέντα ἐστὶν τὰ Ε Γ, καὶ ὀρθὴ ἡ ΒΖ, καὶ λόγος ἐστὶν τοῦ ἀπὸ ΕΖ πρὸς
τὰ ἀπὸ τῶν ΒΖΓ, τὸ Β ἄρα πρὸς ὑπερβολῇ. ἀλλὰ καὶ πρὸς θέσει περιφερείᾳ·
δοθὲν ἄρα τὸ Β. καὶ ἡ σύνθεσις φανερά.
69 με΄. Τὸ μὲν οὖν τὴν δοθεῖσαν γωνίαν ἢ περιφέρειαν τρίχα τεμεῖν στερεόν ἐστιν, ὡς προδέδεικται, τὸ δὲ τὴν δοθεῖσαν γωνίαν ἢ περιφέρειαν εἰς τὸν δοθέντα λόγον τεμεῖν γραμμικόν ἐστιν καὶ δέδεικται μὲν ὑπὸ τῶν νεωτέρων, γραφήσεται δὲ καὶ ὑφ᾿ ἡμῶν διχῶς.
70 Ἔστω γὰρ κύκλου τοῦ ΚΛΘ περιφέρενει ἡ ΛΘ, καὶ δέον ἔστω τεμεῖν αὐτὴν εἰς δοθέντα λόγον.
Ἐπὶ τὸ κέντρον αἱ ΛΒΘ, καὶ τῇ ΒΘ πρὸς ὀρθὰς ἡ ΒΚ, καὶ διὰ τοῦ Κ γεγράφθω
τετραγωνίζουσα γραμμὴ ἡ ΚΑ∠Γ, καὶ κάθετος ἀχθεῖσα
ἡ ΑΕ τετμήσθω κατὰ τὸ Ζ, ὥστε εἶναι ὡς τὴν ΑΖ πρὸς ΖΕ, οὕτως τὸν δοθέντα
λόγον
εἰς ὃν διελεῖν θέλομεν τὴν γωνίαν, καὶ τῇ μὲν ΒΓ
παράλληλος ἡ Ζ∠, ἐπεζεύχθω δὲ ἡ Β∠, καὶ κάθετος ἡ ∠Η.
ἐπεὶ οὖν διὰ τὸ σύμπτωμα τῆς γραμμῆς ἐστιν ὡς ἡ ΑΕ πρὸς ∠Η,
τουτέστιν πρὸς ΖΕ, ἡ ὑπὸ ΑΒΓ γωνία πρὸς
τὴν ὑπὸ ∠ΒΓ,
διελόντι ἄρα ἐστὶν ὡς ἡ ΑΖ πρὸς ΖΕ, τουτέστιν ὡς ὁ δοθεὶς λόγος, οὕτως ἡ
ἀπὸ ΑΒ∠ γωνία πρὸς τὴν ὑπὸ ∠ΒΓ, τουτέστιν ἡ ΛΜ περιφέρεια
πρὸς ΜΘ.
71 μϚ΄. Ἑτέρως δὲ τέμνεται κύκλου τοῦ ΑΗΓ ἡ ΑΓ περιφέρεια. ὁμοίως ἐπὶ τὸ
κέντρον αἱ ΑΒΓ, καὶ γεγράφθω
διὰ τοῦ Β ἕλιξ ἡ ΒΖ∠Γ,
ἧς ἡ ἐν τῇ γενέσει εὐθεῖα ἡ ΓΒ, καὶ τῷ δοθέντι λόγῳ ὁ αὐτὸς ἔοτω ὁ τῆς
∠Ε πρὸς ΕΒ, καὶ διὰ τοῦ Ε περὶ κέντρον τὸ Β κύκλου περιφέρεια ἡ
ΕΖ τέμνουσα τὴν ἕλικα κατὰ τὸ Ζ, καὶ ἐπιζευχθεῖσα ἡ ΒΖ
ἐκβεβλήσθω ἐπὶ τὸ Η· ἔστιν ἄρα διὰ τὴν ἕλικα ὡς ἡ ∠Β πρὸς ΒΖ,
τουτέστιν πρὸς ΒΕ, οὕτως ἡ ΑΗΓ περιφέρεια πρὸς ΓΗ, καὶ διελόντι
ὡς ἡ ∠Ε πρὸς ΕΒ, οὕτως ἡ ΑΗ περιφέρεια πρὸς
72 μζ΄. Ἐκ δὴ τούτου φανερὸν ὡς δυνατόν ἐστιν ἀπὸ δύο κύκλων ἀνίσων ἴσας περιφερείας ἀφελεῖν.
Γεγονέτω γάρ, καὶ ἀφῃρήσθωσαν ἴσαι αἱ ΑΗΒ ΓΘ∠, ἔστω δὲ μείζων ὁ
περὶ κέντρον τὸ Ε· μείζων ἄρα ἡ ὁμοία τῇ ΓΘ∠ τῆς ΑΗΒ. ἔστω οὖν τῇ
ΑΗΒ ὁμοία ἡ ΓΘ· λόγος ἄρα ὁ τῆς ΑΗΒ πρὸς ΓΘ δοθείς· ὁ γὰρ αὐτός ἐστιν
ταῖς ὅλαις τῶν κύκλων περιφερείαις ἢ ταῖς τῶν κύκλων διαμέτροις.
ἴση δὲ ἡ ΑΗΒ τῇ ΓΘ∠· λόγος ἄρα δοθεὶς καὶ τῆς
ΓΘ∠ πρὸς τὴν ΓΘ. καὶ διελόντι. γέγονεν οὖν τέμνειν τὴν ΓΘ∠
περιφέρειαν εἰς δοθέντα λόγον κατὰ τὸ Θ· τοῦτο δὲ προγέγραπται.
73 μη΄. Ἰσοσκελὲς τρίγωνον συστήσασθαι ἔχον ἑκατέραν
τῶν
πρὸς τῇ βάσει γωνιῶν λόγον ἔχουσαν δοθέντα πρὸς τὴν λοιπήν.
Γεγονέτω, καὶ συνεστάτω τὸ ΑΒΓ, καὶ περὶ κέντρον τὸ Β διὰ τῶν Α Γ κύκλος
γεγράφθω ὁ Α∠Γ, καὶ ἐκθεβλήσθω
λόγος. ἐπεὶ οὖν ἡ ΑΓ∠
περιφέρεια τοῦ ἡμικυκλίου εἰς δοθέντα λόγον τέτμηται, δοθέν ἐστιν τὸ Γ,
καὶ δοθὲν τῷ εἴδει τὸ ΑΒΓ τρίγωνον.
Συντεθήσεται δὲ οὕτως. ἔστω γὰρ δοθεὶς λόγος, ὃν ἔδει ἔχειν ἑκατέραν τῶν
πρὸς τῇ βάσει γωνιῶν πρὸς τὴν
λοιπήν, ὁ τῆς ΕΖ πρὸς ΖΗ, καὶ
τετμήσθω ἡ ΖΗ δίχα τῷ Θ, καὶ ἐκκείσθω κύκλος ὁ Α∠Γ περὶ κέντρον τὸ
Β καὶ διάμετρον τὴν Α∠, καὶ τετμήσθω ἡ ΑΓ∠ περιφέρεια κατὰ
τὸ Γ, ὥστε εἶναι ὡς τὴν ∠Γ περιφέρειαν πρὸς τὴν ΓΑ, οὕτως τὴν ΕΖ
πρὸς ΖΘ (τοῦτο γὰρ προγέγραπται, καὶ
καθόλου πῶς ἡ δοθεῖσα
περιφέρεια εἰς δοθέντα λόγον τέμνεται), καὶ ἐπεζεύχθωσαν αἱ ΒΓ ΓΑ
Γ∠. ἐπεὶ οὖν ἐστιν ὡς ἡ ∠Γ περιφέρεια πρὸς τὴν ΓΑ, τουτέστιν
ὡς ἡ ὑπὸ ∠ΑΓ γωνία πρὸς τὴν ὑπὸ Α∠Γ, οὕτως ἡ ΕΖ κρὸς ΖΘ, καὶ
τὰ διπλάσια τῶν ἑπομένων, ὡς ἄρα ἡ ὑπὸ ΓΑΒ πρὸς
τὴν ὑπὸ
ΑΒΓ, οὕτως ἡ ΕΖ πρὸς ΖΗ· ἰσοσκελὲς ἄρα τρίγωνον συνέσταται τὸ ΑΒΓ ἔχον
ἑκατέραν τῶν πρὸς τῇ βάσει γωνιῶν λόγον ἔχουσαν τὸν δοθέντα πρὸς τὴν
λοιπήν.
74 μθ΄. Δεδειγμένου δὴ τούτου φανερὸν ὡς δυνατὸν ἐγγράψαι πολύγωνον εἰς
κύκλον ἰσόπλευρον καὶ ἰσογώνιον
πλευρὰς ἔχον ὅσας ἄν τις
ἐπιτάξῃ.
75 Πῶς δ᾿ εὑρίσκεται κύκλος οὗ ἡ περιφέρεια ἴση ἐστὶ τῇ δοθείσῳ εὐθείᾳ,
συνιδεῖν εὔκολον. Εὑρήσθω γὰρ τῇ Γ εὐθείᾳ ἴση ἡ τοῦ Α κύκλου περιφέρεια,
καὶ ἐκκείσθω κύκλος τυχὼν ὁ Β, καὶ τῇ περιφερείᾳ αὐτοῦ ἴση διὰ τῆς
τετραγωνιζούσης εὑρήσθω ἡ ∠ εὐθεῖα.
ἔστιν ἄρα ὡς ἡ Γ
πρὸς τὴν ∠, οὕτως ἡ ἐκ τοῦ κέντρου τοῦ Α κύκλου πρὸς τὴν ἐκ τοῦ
κέντρου τοῦ Β. λόγος δὲ τῆς ∠ πρὸς Γ· λόγος ἄρα καὶ τῶν ἐκ τοῦ
κέντρου πρδς ἀλλήλας. καὶ ἔστιν δοθεῖσα ἡ ἐκ τοῦ κέντρου τοῦ Β· δοθεῖσα
ἄρα καὶ ἡ ἐκ τοῦ κέντρου τοῦ Α, ὥστε καὶ αὐτὸς
ὁ Α. καὶ
φανερὰ ἡ σύνθεσις.
76 ν΄. Εὐθείας τῇ θέσει καὶ τῷ μεγέθει δεδομένης τῆς ΑΒ γράψαι διὰ τῶν Α Β κύκλου περιφέρειαν λόγον ἔχουσαν τὸν δοθέντα πρὸς τὴν ΑΒ εὐθεῖαν.
Γεγράφθω ἡ ΑΓΒ, καὶ ἐκκείσθω τεταρτημόριον κύκλου
θέσει
δεδομένον τὸ ΖΗΕ, καὶ γεγράφθω τετραγωνίζουσα ἡ ΖΘΚ, καὶ τῇ βεβηκυίᾳ
γωνίᾳ ἐπὶ τῆς ΑΓ περιφερείας πρὸς τῇ ΖΕ περιφερείᾳ ἴση συνεστάτω ἡ ὑπὸ
ΕΗΛ, καὶ ἤχθωσαν κάθετοι αἱ ΛΜ ΘΝ. ἔσται οὖν διὰ τὸ ἰδίωμα τῆς γραμμῆς
ὡς ἡ ΕΛΖ περιφέρεια πρὸς τὴν ΖΗ εὐθεῖαν,
τουτέστιν ὡς ἡ ΛΗ
πρὸς ΗΚ, οὕτως ἡ ΛΕ περιφέρεια πρὸς τὴν ΘΝ εὐθεῖαν. ἀλλὰ καὶ ὡς ἡ ΘΗ
πρὸς τὴν ΗΛ,
ἴσην τῇ ὑπὸ ΚΗΘ, καὶ περὶ κέντρον τὸ Ξ διὰ τοῦ Α γράψαι
κύκλου περιφέρειαν τὴν ΑΓΒ ἔχουσαν λόγον πρὸς τὴν ΑΒ βάσιν τὸν αὐτὸν τῷ
δοθέντι.
77 να΄. Οὐκ ἀπίθανον δὲ οὐδὲ τὸ γωνίας ἀσυμμέτρους εὑρεῖν. διὰ τούτου γὰρ
καὶ τοῦ αὐτοῦ κύκλου ἀσύμμετροι
ληφθήσονται περιφέρειαι,
κἂν ῥητὴν ὑποστησώμεθα τὴν μίαν γωνίαν ἢ περιφέρειαν, ἄλογος ἡ λοιπὴ
γενήσεται.
Ἐκκείσθω τὸ ΑΒΓ τεταρτημύριον, καὶ ἐν αὐτῷ τετραγωνίζουσα ἡ ΑΕ∠Ζ,
καὶ διήχθω ἡ ΒΕ, καὶ τῇ ΒΓ παράλληλος ἡ ΕΗ, καὶ ἀπειλήφθω ἡ ΒΘ
ἀσύμμετρος μήκει τῇ
ΒΗ, καὶ ἤχθω παράλληλος ἡ ∠Θ, καὶ
ἐπεζεύχθω ἡ ∠Β· λέγω ὅτι ἀσύμμετρός ἐστιν ἡ ἀπὸ ΕΒΖ γωνία τῇ ὑπὸ
∠ΒΖ.
Ἤχθω κάθετος ἡ ∠Ν· ἔστιν ἄρα διὰ τὴν γραμμὴν ὡς ἡ ΕΚ πρὸς ∠Ν,
οὕτως ἡ ὑπὸ ΕΒΖ γωνία πρὸς τὴν ὑπὸ ∠ΒΖ. ἀσύμμετρος δὲ ἡ ΕΚ τῇ
∠Ν (ἐπεὶ καὶ ἡ ΗΒ τῇ
ΒΘ)· ἀσύμμετρος ἄρα καὶ ἡ γωνία
τῇ γωνίᾳ, κἂν ῥητὴν κἂν ἡμίσειαν
ὀρθῆς, ἄλογος ἔσται ἡ ὑπὸ ∠ΒΖ.
78 νβ΄. Τῆς ὑπὸ Ἀρχιμήδους ἐν τῷ περὶ ἑλίκων βιβλίῳ λαμβανομένης νεύσεως
τὴν ἀνάλυσίν σοι κατέταξα, ἵνα τὸ βιβλίον διερχόμενος περὶ τῶν
ἑλίκων μὴ διαπορῇς.
δὲ εἰς αὐτὴν οἱ ὑπογεγραμμένοι
τόποι καὶ πρὸς ἄλλα πολλὰ τῶν στερεῶν προβλημάτων χρήσιμοι.
Θέσει εὐθεῖα ἡ ΑΒ, καὶ ἀπὸ δοθέντος σημείου τοῦ Γ προσπιπτέτω τις ἡ
Γ∠, καὶ πρὸς ὀρθὰς τῇ ΑΒ ἡ ∠Ε, ἔστω δὲ
λύγος
τῆς Γ∠ πρὸς ∠Ε· ὅτι τὸ Ε πρὸς ὑπερβολῇ.
Ἤχθω διὰ τοῦ Γ τῇ πρὸς ὀρθὰς παράλληλος ἡ ΓΖ· δοθὲν ἄρα τὸ Ζ. καὶ τῇ ΑΒ
παράλληλος ἡ ΕΗ, καὶ τῷ τῆς Γ∠ πρὸς ∠Ε λόγῳ ὁ αὐτὸς ἔστω τῆς
ΓΖ πρὸς
τῶν ΖΘ ΖΚ· δοθὲν ἄρα ἑκάτερον τῶν Θ Κ. ἐπεὶ οὖν
ἐστιν ὡς τὸ ἀπὸ τῆς Γ∠ πρὸς τὸ ἀπὸ τῆς ∠Ε, οὕτως τὸ ἀπὸ τῆς
ΓΖ πρὸς τὸ ἀπὸ τῆς ΖΘ, καὶ λοιποῦ ἄρα τοῦ ἀπὸ τῆς Ζ∠, τουτέστιν
τοῦ ἀπὸ τῆς ΕΗ, πρὸς λοιπὸν τὸ ὑπὸ τῶν ΚΗΘ λόγος ἐστὶν δοθείς. καὶ ἔστι
δοθέντα
79 νγ΄. Ἔστω θέσει καὶ μεγέθει δοθεῖσα ἡ ΑΒ, καὶ πρὸς ὀρθὰς ἡ ∠Γ,
ἔστω δὲ τὸ ὑπὸ τῶν ΑΓΒ ἴσον τῷ ὑπὸ δοθείσης καὶ τῆς Γ∠· ὅτι τὸ
∠ σημεῖον ἅπτεται θέσει
παραβολῆς.
Τετμήσθω γὰρ ἡ ΑΒ δίχα τῷ Ε, καὶ πρὸς ὀρθὰς ἡ ΕΖ, καὶ τῷ ἀπὸ τῆς ΕΒ
ἴσον ἔστω τὸ ὑπὸ τῆς δοθείσης καὶ τῆς ΕΖ· δοθὲν ἄρα τὸ Ζ.
καὶ τῇ ΑΒ παράλληλος ἡ ∠Η· λοιπὸν ἄρα
τὸ ἀπὸ τῆς ΕΓ,
τουτέστιν τὸ ἀπὸ τῆς ∠Η, ἴσον ἐστὶ τῷ ὑπὸ τῆς δοθείσης καὶ τῆς ΖΗ.
καὶ ἔστι δοθὲν τὸ Ζ· τὸ ἄρα ∠ σημεῖον ἅπτεται παραβολῆς
κατερχομένης διὰ τῶν Α Ζ Β, ἧς ἄξων ἐστὶν ὁ ΕΖ.
80 νδ΄. Τούτων προγεγραμμένων προκειμένη
Γεγονέτω γάρ, καὶ κείσθω τῇ ΕΑ ἴση, καὶ τῇ ΒΓ
πρὸς ὀρθὰς ἤχθω
ἡ ∠Ζ ἴση τῇ Α∠. ἐπεὶ οὖν πρὸς θέσει τὴν ΒΓ ἀπὸ δοθέντος τοῦ
Α προσβέβληται ἡ Α∠, καὶ ἴση τῇ πρὸς ὀρθὰς ἐφέστηκεν ἡ ἀπὸ το
ἄρα ὑπὸ Β∠Γ ἴσον ἐστὶν τῷ ὑπὸ δοθείσης
καὶ τῆς ∠Ζ· τὸ Ζ ἄρα πρὸς παραβολῇ δοθὲν ἄρα τὸ Ζ. ἀναλο
δεικνύουσιν ὡς καὶ διὰ τῶν ἐπιπέδων εὑρεῖν ἔστιν εὐθεῖαν
ἴσην τῇ τοῦ κύκλου περιφερείᾳ χρησάμενον τοῖς ἐπὶ τῆς ἕλικος εἰρημένοις
θεωρήμασιν.
Περιέχει δὲ συγκρίσεις τῶν ἴσην περίμετρον ἐχόντων ἐπιπέδων σχημάτων πρὸς ἄλληλά τε καὶ τὸν κύκλον, καὶ συγκρίσεις τῶν ἴσην ἐπιφάνειαν ἐχόντων στερεῶν σχηηάτων πρὸς ἄλληά τε καὶ τὴν σφαῖραν.
1 Σοφίας καὶ μαθημάτων ἔννοιαν ἀρίστην μὲν καὶ τελειοτάτην
ἀνθρώποις θεὸς ἔδωκεν, ὦ κράτιστε Μεγεθίον, ἐκ μέρους δέ που καὶ τῶν
ἀλόγων ζῴων μοῖραν ἀπένειμέν τισιν. ἀνθρώποις μὲν οὖν ἅτε λογικοῖς οὖσι
τὸ μετὰ λόγου καὶ ἀποδείξεως παρέσχεν ἕκαστα ποιεῖν, τοῖς δὲ λοιποῖς
ζῴοις ἄνευ λόγου τὸ χρήσιμον καὶ βιωφελὲς αὐτὸ μόνον
κατά
τινα φυσικὴν πρόνοιαν ἑκάστοις ἔχειν ἐδωρήσατο. τοῦτο δὲ μάθοι τις ἂν
ὑπάρχον καὶ ἐν ἑτέροις μὲν πλείστοις γένεσιν τῶν ζῴων, οὐχ ἥκιστα δὲ κἀν
ταῖς μελίσσαις· ἥ τε γὰρ εὐταξία καὶ πρὸς τὰς ἡγουμένας τῆς ἐν αὑταῖς
πολιτείας εὐπείθεια θαυμαστή τις, ἥ τε φιλοτιμία καὶ
καθαριότης ἡ περὶ τὴν τοῦ μέλιτος συναγωγὴν καὶ ἡ περὶ τὴν φυλακὴν αὐτοῦ
πρόνοια καὶ οἰκονομία πολὺ μᾶλλον θαυμασιωτέρα. πεπιστευμέναι γὰρ, ὡς
εἰκός, παρὰ θεῶν κομίζειν τοῖς τῶν ἀνθρώπων μουσικοῖς τῆς ἀμβροσίας
ἀπόμοιράν τινα ταύτην οὐ μάτην ἐκχεῖν εἰς γῆν καὶ ξύλον ἤ
τινα ἑτέραν ἀσχήμονα καὶ ἄτακτον ὕλην ἠξίωσαν, ἀλλ᾿ ἐκ τῶν ἡδίστων ἐπὶ
γῆς φυομένων ἀνθέων συνάγουσαι τὰ κάλλιστα κατασκευάζουσιν ἐκ τούτων εἰς
τὴν τοῦ μέλιτος ὑποδοχὴν ἀγγεῖα τὰ καλούμενα κηρία πάντα μὲν ἀλλήλοις
ἴσα καὶ ὅμοια καὶ παρακείμενα, τῷ δὲ σχήματι ἑξάγωνα.
2 τοῦτο
δ᾿ ὅτι κατά τινα γεωμετρικὴν μηχανῶνται πρόνοιαν
οὕτως ἂν μάθοιμεν. πάντως μὲν γὰρ ᾤοντο δεῖν τὰ σχήματα παρακεῖσθαί τε
ἀλλήλοις καὶ κοινωνεῖν κατὰ τὰς πλευράς, ἵνα μὴ τοῖς μεταξὺ
παραπληρώμασιν ἐμπίπτοντά τινα ἕτερα ταῦτα γὰ ?? δύναται συμπληροῦν ἐξ αὑτῶν
τὸν περὶ τὸ αὐτὸ σημεῖο?? τόπον, ἑτέρῳ δὲ τεταγμένῳ σχήματι τοῦτο ποιεῖν
ἀδύνατον ?? ὁ γὰρ περὶ τὸ αὐτὸ σημεῖον τόπος ὑπὸ Ϛ΄ μὲν τριγώνα ??
ἰσοπλεύρων καὶ διὰ Ϛ΄ γωνιῶν, ὧν ἑκάστη διμοίρου ἐστ?? ὀρθῆς,
συμπληροῦται, τεσσάρων δὲ τετραγώνων καὶ δ΄ ὀ ὁ ἡρ θῶν γωνιῶν
αὐτοῦ, τριῶν δὲ ἑξαγώνων καὶ ἐξαγώνου γ?? νιῶν τριῶν, ὧν
ἑκάστη α΄ γ΄΄ ἐστὶν ὀρθῆς. πεντάγωνα δὲ τὰ τρία μὲν οὐ φθάνει
συμπληρώσαι τὸν περὶ τὸ α??ὐτὸ σημεῖον τόπον, ὑπερβάλλει δὲ τὰ τέσσαρα
τρεῖς μὲν γὰρ
τοῦ πενταγώνου γωνίαι δ΄ ὀρθῶν ἐλάσσονές
εἰσιν (ἑκάστη γὰρ γωνία μιᾶς καὶ ε″ ἐστὶν ὀρθῆς), τέσσαρες δὲ γωνίαι
μείζους τῶν τεσσάρων ὀρθῶν. ἑπτάγωνα δὲ οὐδὲ τρία περὶ τὸ αὐτὸ σημεῖον
δύναται τίθεσθαι κατὰ τὰς πλευρὰς ἀλλήλοις παρακείμενα τρεῖς γὰρ
ἑπταγώνου γωνίαι τεσσάρων
ὀρθῶν μείζονες (ἑκάστη γάρ ἐστιν
μιᾶς ὀρθῆς καὶ τριῶν ἑβδόμων). ἔτι δὲ μᾶλλον ἐπὶ τῶν πολυγωνοτέρων ὁ
αὐτὸς ἐφαρμόσαι δυνήσεται λόγος. ὄντων δὴ οὖν τριῶν σχημάτων τῶν ἐξ
αὑτῶν δυναμένων συμπληρῶσαι τὸν περὶ τὸ αὐτὸ σημεῖον τόπον, τριγώνου τε
καὶ τετραγώνου καὶ ἑξαγώνου,
τὸ πολυγωνότερον εἵλαντο διὰ
τὴν σοφίαν αἱ μέλισσαι πρὸς τὴν παρασκευήν, ἅτε καὶ πλεῖον ἑκατέρου τῶν
λοιπῶν αὐτὸ χωρεῖν ὑπολαμβάνουσαι μέλι.
3 Καὶ αἱ μέλισσαι μὲν τὸ χρήσιμον αὑταῖς ἐπίστανται μόνον τοῦθ᾿ ὅτι τὸ
ἑξάγωνον τοῦ τετραγώνου καὶ τοῦ τριγώνου
μεῖζόν ἐστιν καὶ
χωρῆσαι δύναται πλεῖον μέλι τῆς ἴσης εἰς τὴν ἑκάστου κατασκευὴν
ἀναλισκομένης ὕλης,
δὲ πρότερον ὅτι τῶν ἀνισοπληθεῖς
μὲν ἐχόντων τὰς γωνίας τεταγμένων πολυγώνων, τὴν δὲ περίμετρον ἴσην, τὸ
πολυγωνότερον ἀεὶ καὶ μεῖζόν ἐστιν.
4 α΄. Ἔστω δύο πολύγωνα ἰσόπλευρά τε καὶ ἰσογώνια τὰ ΑΒΓ ∠ΕΖ, καὶ
ἔστωσαν ἴσαι μὲν αὐτῶν αἱ περίμετροι,
πολυγωνότερον δὲ τὸ
∠ΕΖ· λέγω ὅτι τὸ ∠ΕΖ μεῖζον τοῦ ΓΑΒ.
Εἰλήφθω γὰρ τὰ κέντρα τῶν περιγραφομένων αὐτοῖς κύκλων τὰ Η Θ, κάθετοι
ἤχθωσαν αἱ ΗΚ ΘΛ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ ΗΓ Θ∠ ΘΖ. ἐπεὶ οὖν
πολυγωνότερόν
ἐστιν τὸ Ε∠Ζ τοῦ ΑΒΓ, πλεονάκις ἡ
∠Ζ τὴν τοῦ ∠ΕΖ πολυγώνου καταμετρεῖ περίμετρον ἤπερ ἡ ΑΓ τὴν
τοῦ ΑΒΓ μείζων ἄρα ἡ ΑΓ τῆς ∠Ζ (ἴσαι γὰρ ὑπόκεινται αἱ
περίμετροι), ὥστε καὶ ἡ ΑΚ μείζων τῆς ∠Λ (ἡμίσεια γὰρ ἑκατέρα
ἑκατέρας). κείσθω τῇ ∠Λ ἴση ἡ ΚΜ, καὶ ἐπεζεύχθω
ΜΗ.
καὶ ἐπεί, ὃ μέρος ἐστὶν ἡ ΑΓ εὐθεῖα τῆς τοῦ ΑΒΓ πολυγώνου περιμέτρου, τὸ
αὐτὸ μέρος ἐστὶν καὶ ἡ ὑπὸ ΑΗΓ γωνία τεσσάρων ὀρθῶν (ἐπειδὴ ἰσόπλευρόν
ἐστι τὸ πολύγωνον), ὁμοίως δὲ καί, ὃ μέρος ἐστὶν ἡ ∠Ζ τῆς τοῦ
∠ΕΖ περιμέτρου; τὸ αὐτὸ μέρος ἐστὶν ἡ ὑπὸ ∠ΘΖ
γωνία τεσσάρων ὀρθῶν, καὶ εἰσὶν ἴσαι αἱ περίμετροι ἀλλήλαις καὶ αἱ δ΄
ὀρθαὶ ταῖς δ΄ ὀρθαῖς, ἔστιν ἄρα ὡς ἡ ΑΓ πρὸς τὴν ΑΒΓ περίμετρον, οὕτως ἡ
Η γωνία πρὸς δ΄ ὀρθάς. ὡς δὲ ἡ περίμετρος τοῦ ∠ΕΖ, τουτέστιν τοῦ
ΑΒΓ, πρὸς τὴν ∠Ζ, αἱ δ΄ ὀρθαὶ πρὸς τὴν ὑπὸ ∠ΘΖ γωνίαν·
λήμμασιν δέδεὶκται)· καὶ ἡ ὑπὸ ΑΗΚ ἄρα γωνία
πρὸς τὴν ὑπὸ ∠ΘΛ μείζονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΑΗΚ γωνία πρὸς τὴν
ὑπὸ ΜΗΚ· μείζων ἄρα ἡ ὑπὸ ΜΗΚ τῆς ὑπὸ ∠ΘΛ. ἔστιν δὲ καὶ ἡ πρὸς τῷ
Κ ὀρθὴ ἴση τῇ πρὸς τῷ Λ· λοιπὴ ἄρα ἡ ὑπὸ ΗΜΚ τῆς ὑπὸ Θ∠Λ ἐλάσσων.
ἔστω τῇ ὑπὸ Θ∠Λ ἴση ἡ ὑπὸ ΚΜΝ· καὶ ἔστιν ἴση ἡ
∠Λ τῇ ΚΜ· καὶ ἡ ΛΘ ἄρα τῇ ΚΝ ἴση ἐστίν· μείζων ἄρα ἡ ΘΛ τῆς ΚΗ.
ἴσαι δὲ αἱ περίμετροι· μεῖζον ἄρα τὸ ὑπὸ ΛΘ καὶ τῆς περιμέτρου τοῦ
∠ΕΖ περιεχόμενον ὀρθογώνιον τοῦ ὑπὸ τῆς ΚΗ καὶ τῆς περιμέτρου τοῦ
ΑΒΓ. καὶ ἔστιν
τῶν εἰρημένων χμρίων ἡμίση τὰ πολύγωνα·
μεῖζον ἄρα τὸ ∠ΕΖ πολύγωνον τοῦ ΑΒΓ. τὸ γὰρ ὕψος ἴσον ἐστὶ
τῆς περιμέτρου τῆς αὐτῆς οὔσης τῶν δύο εὐθυγράμμων, καὶ αἱ βάσεις
ἄνισοι αἱ ΘΛ ΗΚ, καὶ ὡς ἡ ΘΛ βάσις πρὸς τὴν ΗΚ βάσιν, οὕτως τὸ
παραλληλόγραμμον τὸ ὑπὸ ΘΛ καὶ
τῆς περιμέτρου τοῦ
∠ΕΖ πολυγόνου πρὸς τὸ παραλληλόγραμμον τὸ ὑπὸ τῆς ΗΚ καὶ τῆς
περιμέτρου τοῦ ΑΒΓ. καὶ τὰ ἡμίση πολύγωνα ἄνισα, ὥστε μεῖζον τὸ
∠ΕΖ τοῦ ΑΒΓ.
5 β΄. Ἔστω πάλιν τὸ πολύγωνον τὸ ΑΒΓ ἰσόπλευρόν τε καὶ ἰσογώνιον ἴσην ἔχον τὴν περίμετρον τῇ τοῦ ΔΕΖ κύκλου περιφερείᾳ· λέγω ὅτι μείζων ἐστὶν ὁ ∠ΕΖ κύκλος τοῦ ΑΒΓ πολυγώνου.
Εἰλήφθω τοῦ μὲν ∠ΕΖ κύκλου κέντρον τὸ Θ, τοῦ
περὶ τὸ
ΑΒΓ πολύγωνον περιγραφομένου κύκλου κέντρ τὸ Η, καὶ περιγεγράφθω περὶ
τὸν κύκλον πολύγωνον ὅμο τῷ ΑΒΓ τὸ ΛΜΝΞΟ, καὶ ἐπεζεύχθω ἡ Θ∠, καὶ
κάθε ἀπὸ τοῦ Η ἐπὶ τὴν ΑΓ ἤχθω ἡ ΗΚ. ἐπεὶ οὖν μείζ ἐστὶν ἡ τοῦ ΛΜΝΞΟ
πολυγόνου περίμετρος τῆς τοῦ ∠.
κύκλου περιφερείας,
ὡς ἐν τῷ περὶ σφαίρας καὶ κυλίνδρ Ἀρχιμήδει ὑπόκειται διὰ τὸ
περιέχειν αὐτήν, ἡ δὲ τ κύκλου περιφέρεια ἴση ἐστὶν τῇ τοῦ ΑΒΓ
πολυγόνου πε μέτρῳ, καὶ ἡ τοῦ ΛΜΝΞΟ πολυγώνου περίμετρος μείζ τῆς τοῦ
ΑΒΓ πολυγώνου περιμέτρου. καὶ ἔστιν ὅμοια
πολύγωνα· μείζων
ἄρα ἡ Λ∠ τῆς ΑΚ. καὶ ἔστιν ὁμο τὸ ΑΗΚ τρίγωνον τῷ ΛΘ∠
τριγώνῳ (καὶ γὰρ τὰ ὅλα τ λύγωνα ὅμοιά ἐστι)· μείζων ἄρα καὶ ἡ Θ∠
τῆς ΗΚ. δὲ ἡ τοῦ ∠ΕΖ κύκλου περιφέρεια τῇ τοῦ ΑΒΓ πολυγώ περιμέτρῳ
μεῖζον ἄρα τὸ ὑπὸ τῆς ∠Θ καὶ τῆς τοῦ ∠ κύκλου περιφερείας
τοῦ ὑπὸ τῆς ΗΚ καὶ τῆς τοῦ Α. πολυγώνου περιμέτρου. καὶ ἔστι τὸ μὲν ὑπὸ
τῆς ∠Θ τῆς τοῦ κύκλου περιφερείας διπλάσιον τοῦ ∠ΕΖ κύκ.
(καὶ τοῦτο γὰρ ὑπὸ Ἀρχιμήδους ἐν τῷ περὶ τῆς τοῦ κύκ περιφερείας
δέδεικται), τὸ δὲ ὑπὸ τῆς ΗΚ καὶ τῆς ΑΒΓ πολυγώνου περιμέτρου διπλάσιον
τοῦ ΑΒΓ πο γώνου, καὶ τὰ ἡμίση· μείζων ἄρα ὁ κύκλος τοῦ ΑΒΓ τ
λυγώνου.
6 Ὅτι μὲν οὖν τὸ ὑπὸ τῆς περιμέτρου τοῦ κύκ. καὶ τῆς ἐκ τοῦ κέντρου
διπλάσιόν ἐστι τοῦ κύκλου Ἀρ
Ἔστω. γὰρ κύκλος ὁ ΑΒΓ∠, καὶ τοῦ ὑπὸ τῆς περιμέτρου αὐτοῦ καὶ τῆς
ἐκ τοῦ κέντρου ἥμισυ ἔστω τὸ Ζ
χωρίον· λέγω ὅτι ἴσον ἐστὶν
τὸ Ζ χωρίον τῷ ΑΒΓ∠ κύκλῳ.
7 Ἔστω γὰρ. πρότερον, εἰ δυνατόν, ἔλασσον. δυνατὸν ἄρα ἐστὶν ἀκολούθως τῇ
ἀγωγῇ τῇ ἐν τῷ δωδεκάτῳ τῶν στοιχείων ἐγγράψαι εἰς τὸν ΑΒΓ∠ κύκλον
πολύγωνον, ὥστε
τὸ ἐγγραφὲν πολύγωνον μεῖζον εἶναι τοῦ Ζ
χωρίου, εἰ πρότερον ἐγγραφείη τετράγωνον εἰς τὸν κύκλον καὶ αἱ
περιφέρειαι τῶν περιλειπομένων τμημάτων αἰεὶ δίχα τέμνοιντο, μέχρις ἂν
λειφθείη τινὰ τμήματα ἐλάσσονα ὄντα τῆς ὑπεροχῆς ἧ ὑπερέχει ὁ ΑΒΓ∠
κύκλος τοῦ Ζ χωρίου. ἐγγεγράφθω
καὶ ἔστω τὸ ΑΒΓ∠Ε,
καὶ ἀπὸ τοῦ Η κέντρου ἤχθω ἐπὶ μίαν. πλευρὰν τοῦ ΑΒΓ∠Ε πολυγώνου
ἐπὶ τὴν Γ∠ κάθετος ἡ ΗΘ. ἐπεὶ οὖν ἡ περίμετρος τοῦ ΑΒΓ∠
κύκλου μείζων ἐστὶ τῆς περιμέτρου τοῦ ΑΒΓ∠Ε ὁποσαγώνου, ἡ δ᾿ ἐκ
τοῦ κέντρου μείζων τῆς ΗΘ, τὸ ἄρα ὑπὸ
τῆς περιμέτρου τοῦ
ΑΒΓ∠ κύκλου καὶ τῆς ἐκ τοῦ κέντρου μεῖζόν ἐστιν τοῦ ὑπὸ τῆς
περιμέτρου τοῦ ΑΒΓ∠Ε πολυγώνου καὶ τῆς ΗΘ. καὶ τὰ ἡμίση· μεῖζον
ἄρα τὸ Ζ χωρίον τοῦ ΑΒΓ∠Ε πολυγώνου, ὅπερ ἀδύνατον ὑπόκειται γὰρ
ἔλασσον· οὐκ ἄρα μείζων ἐστὶν ὁ ΑΒΓ∠ κύκλος τοῦ Ζ
χωρίου.
8 Λέγω δὴ ὅτι οὐδὲ ἐλάσσων. εἰ γὰρ δυνατόν, ἔστω ἐλάσσων· δυνατὸν ἄρα
περιγράψαι περὶ τὸν ΑΒΓ∠ κύκλον πολύγωνον, ὥστε τὸ Ζ χωρίον μεῖζον
εἶναι τοῦ περιγεγραμμένου πολυγώνου, εἰ πρότερον τετράγωνον περιγραφείη
περὶ τὸν κύκλον καὶ δίχα ἀεὶ τεμνομένων τῶν
ἀπολειπομένων ἀνάγκῃ
γενέσθαι δέδεικται. περιγεγράφθω οὖν, ὡς εἴρηται, τὸ πολύγωνον καὶ ἔστω
τὸ
ΚΛΜΝΞ, καὶ ἐπεζεύχθω ἀπὸ τοῦ Η κέντρου ἐπὶ μίαν τῶν
συναφῶν τὴν Ο ἡ ΗΟ. ἐπεὶ οὖν ἡ περίμετρος τοῦ ΚΛΜΝΞ πολυγώνου μείζων
ἐστὶν τῆς περιμέτρου τοῦ ΑΒΓ∠ κύκλου, τὸ ἄρα ὑπὸ τῆς περιμέτρου
τοῦ ΚΛΜΝΞ πολυγώνου καὶ τῆς ΗΟ μεῖζόν ἐστιν τοῦ ὑπὸ τῆς περιμέτρου
τοῦ ΑΒΓ∠ κύκλου καὶ τῆς ΗΟ. καὶ τὰ ἡμίση· τὸ ἄρα
ΚΛΜΝΞ πολύγωνον μεῖζον τοῦ Ζ χωρίου, ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ
ἔλασσον· οὐκ ἄρα τὸ Ζ χωρίον μεῖζον τοῦ ΑΒΓ∠ κύκλου.
Ἐδείχθη δὲ ὅτι οὐδὲ ἔλασσον ἴσον ἄρα. καὶ ἔστι
τοῦ χωρίου
διπλάσιον τὸ ὑπὸ τῆς περιμέτρου τοῦ ΑΒΓ∠ κύκλου καὶ τῆς ἐκ τοῦ
κέντρου τοῦ κύκλου.
9 δ΄. Οὐ μόνον δὲ τῶν τεταγμένων ἐπιπέδων σχημάτων, ἅ ἐστιν ἰσόπλευρά τε
καὶ ἰσογώνια, ὁ κύκλος γίνεται μείζων, ἀλλὰ καὶ τῶν ἀνισοπλεύρων καὶ τῶν
ἀνομοιογωνίων,
ὅταν τὴν αὐτὴν αὐτοῖς περίμετρον ἔχῃ.
δειχθήσεται γὰρ ὅτι καὶ τῶν ἰσοπεριμέτρων σχημάτων πολυγώνων καὶ πλευρὰς
ἰσοπληθεῖς ἐχόντων τὸ μέγιστον ἰσόπλευρόν τέ ἐστιν καὶ ἶσογώνιον.
πρότερον οὖν τὰ εἰς τὴν ἀπόδειξιν αὐτοῦ λαμβανόμενα θεωρήματα
προγράψομεν.
10 Ἔστω τρίγωνον τὸ ΑΒΓ μείζονα ἔχον τὴν ΑΒ τῆς ΒΓ, καὶ εὐθεῖα ἡ Ε, ἥτις ἔστω ἐλάσσων μὲν τῆς ΑΒ, μείζων δὲ τῆς ΒΓ· ὅτι δυνατόν ἐστιν ἐπὶ τῆς ΑΓ δύο εὐθείας συσταθῆναι, ὥστε συναμφοτέρας μὲν ἴσας εἶναι ταῖς ΑΒΓ, μίαν δὲ αὐτῶν ἴσην τῇ Ε.
Ὅσον γὰρ ὑπερέχουσιν αἱ ΑΒ ΒΓ τῆς Ε, ἔστω ἡ Ζ· ἡ Ζ ἄρα τῆς μὲν ΑΒ ἐλάσσων
ἐστὶν (ὅτι συναμφότεραι αἱ ΑΒΓ ταῖς Ε Ζ ἴσαι εἰσίν, ὧν ἡ Ε τῆς ΓΒ
μείζων), τῆς δὲ ΓΒ μείζων (ἐπεὶ συναμφότεραι πάλιν αἱ
ΑΒΓ
ταῖς Ε Ζ ἴσαι, ὧν ἡ Ε τῆς ΑΒ ἐλάσσων). ἐπεὶ οὖν αἱ ΑΒΓ τῆς ΑΓ μείζονές
εἰσιν, καὶ αἱ Ε Ζ ἄρα
τῆς ΑΓ μείζονές εἰσιν. ἐπεὶ δὲ καὶ αἱ
ΑΓΒ τῆς ΑΒ μείζονές εἰσιν, καὶ ἔστι τῆς μὲν ΓΒ μείζων ἡ Ε, τῆς δὲ ΑΒ
ἐλάσσων ἡ Ζ, πολλῷ ἄρα αἱ ΑΓ Ε τῆς Ζ μείζονές εἰσιν. ὁμοίως ἐπεὶ αἱ ΑΓΒ
τῆς ΑΒ μείζονες, ἀλλὰ τῆς μὲν ΓΒ μείζων ἡ Ζ,
τῆς δὲ ΑΒ
ἐλάσσων ἡ Ε, πολλῷ ἄρα αἱ ΑΓ Ζ τῆς Ε μείζονές εἰσιν· δυνατὸν ἄρα ἐστὶν
ἐκ τῶν ΑΓ Ε Ζ τρίγωνον συστήσασθαι. συνεστάτω τὸ ΑΓ∠ καὶ φανερὸν ὅτι εἰ μὲν ἴσαι εἰσὶν αἱ Ε Ζ, ἰσοσκελὲς ἔσται τὸ
ΑΓ∠ τρίγωνον, εἰ δὲ ἄνισοι, ἡ μείζων αὐτῶν ἴση ἔσται τῇ
Γ∠.
11 ε΄. Τῶν ἰσοπεριμέτρων τριγώνων καὶ τὴν αὐτὴν βάσιν ἐχόντων τὸ ἰσοσκελὲς μέγιστόν ἐστιν, καὶ ἀεὶ τὸ ἰσοσκελέστερον μεῖζον.
Ἐπὶ γὰρ τῆς ΒΓ βάσεως ἰσοπερίμετρα ἔστω τρίγωνα, ἰσοσκελὲς μὲν τὸ ΑΒΓ,
ἰσοσκελέστερον δὲ τὸ Β∠Γ τοῦ ΒΕΓ
(δυνατὸν γὰρ
κατασκευάσαι διὰ τὸ προδειχθὲν ἔναγχος)· λέγω ὅτι μέγιστον μέν ἐστι τὸ
ΑΒΓ, μεῖζον δὲ τὸ Β∠Γ τοῦ ΒΕΓ.
ἔσται παράλληλος οὖσα τῇ ΒΓ διὰ τὰς ἐναλλὰξ γωνίας· ἐκβληθείσης ἄρα τῆς
ΓΕ ἄχρι τῆς ∠Λ παραλλήλου καὶ συμπιπτούσης κατὰ τὸ Λ καὶ
ἐπιζευχθείσης τῆς ΒΛ ἔσται τὸ ΒΓ∠ τρίγωνον ἴσον τῷ ΒΛΓ ἐπὶ
τῆς αὐτῆς βάσεως τῆς ΓΒ καὶ παραλλήλων τῶν ΒΓ ∠Λ, ὥστε
μεῖζον εἶναι
τὸ ΑΒΓ τρίγωνον τοῦ ΒΕΓ ἐλάσσονος ὄντος τοῦ
Β∠Γ.
12 Ϛ΄ Πάλιν ἔστω δύο τρίγωνα ὀρθογώνια ὅμοια τὰ ΑΒΓ ∠ΕΖ ἴσας ἔχοντα τὰς Γ Ζ γωνίας· λέγω ὅτι τὸ ἀπὸ ΑΓ ∠Ζ ὡς μιᾶς ἴσον ἐστὶ τῷ τε ἀπὸ ΒΓ ΕΖ ὡς μιᾶς καὶ τῷ ἀπὸ ΑΒ ∠Ε ὡς μιᾶς.
Ἐκβεβλήσθω γὰρ ἡ ΕΖ ἐπὶ τὸ Η, καὶ κείσθω τῇ ΒΓ ἴση ἡ ΕΗ, καὶ διὰ μὲν τοῦ
Η παράλληλος τῇ ∠Ε ἀχθεῖσα συμπιπτέτω τῇ ∠Ζ ἐκβληθείσῃ κατὰ
τὸ Κ, διὰ δὲ τοῦ ∠ παράλληλος τῇ ΖΗ ἡ ∠Θ. ἐπεὶ οὖν ἴση ἐστὶν
ἡ ∠Θ τῇ ΗΕ ἐν παραλληλογράμμῳ, τουτέστιν τῇ ΒΓ, καὶ ἡ ὑπὸ
Κ∠Θ γωνία τῇ Ζ ἴση, τουτέστιν τῇ Γ, καὶ ὀρθὴ ἡ Θ τῇ
Β, καὶ λοιπὴ ἡ Κ τῇ Α, ἰσογώνια ἄρα τὰ ΚΘ∠ ΑΒΓ τρίγωνα καὶ ἴσα τὸ
ἄρα ἀπὸ ΚΖ ἴσον ἐστὶν τοῖς ἀπὸ ΚΗΖ, τουτέστιν τὸ ἀπὸ ΑΓ ∠Ζ ὡς μιᾶς
τῷ τε ἀπὸ ΑΒ ∠Ε ὡς μιᾶς καὶ τῷ ἀπὸ ΒΓ ΕΖ ὡς μιᾶς.
13 ζ΄. Τὰ ὅμοια ἰσοσκελῆ τρίγωνα συναμφότερα τῶν ἐπὶ ταῖς αὐταῖς βάσεσι συναμφοτέρων ἰσοσκελῶν τριγώνων ἀνομοίων μὲν ἀλλήλοις καὶ τοῖς ὁμοίοις, ἰσοπεριμέτρων δὲ αὐτοῖς, μείζονά ἐστιν.
Ἔστω ὅμοια ἰσοσκελῆ τρίγωνα τὰ ∠ΖΒ ΒΑΓ, καὶ
ὅτι
αἱ γωνίαι ἄνισοί εἰσιν· τοῦτο δὲ ὡς δυνατὸν κατασκευάσαι
δειχθήσεται· λέγω ὅτι τὰ ∠ΒΖ ΒΑΓ συναμφότερα τῶν ∠ΕΒ ΒΛΓ
συναμφοτέρων μείζονά
ἐστιν.
Ἐπεζεύχθωσαν αἱ ΕΖ ΑΛ, καὶ ἐκβεβλήσθωσαν ἐπὶ τὰς βάσεις· τεμοῦσι δὴ αὐτὰς
δίχα τε καὶ πρὸς ὀρθάς· ἴσαι γάρ εἰσιν αἱ ∠ΕΖ ταῖς ΒΕΖ, καὶ βάσεις
ἴσαι αἱ ∠Ζ ΖΒ διὰ τὸ ἰσοσκελῆ εἶναι τὰ τρίγωνα, καὶ γωνίαι ἴσαι
καὶ , ὥστε καὶ
τὰς ἐκτὸς γωνίας Ζ Ζ ἴσας εἶναι
ὅμοια τὰ ∠ΕΖ ΖΕΒ τρίγωναἴσαι εἰσὶν ταῖς ἐντός, ἴσαι
δέ εἰσιν καὶ αἱ ∠ Β, καὶ αἱ λοιπαὶ αἱ Η Η ἴσαι· ὀρθαὶ ἄρα εἰσίν·
καὶ ἴσαι αἱ ∠Η ΗΒ. ὁμοίως δὲ καὶ αἱ ΒΜ ΜΓ ἴσαι εἰσίν, καὶ ὀρθαὶ αἱ
Μ Μ. τεμνέτωσαν οὖν κατὰ τὰ Η Μ, καὶ
ἐκβεβλήσθω ἡ ΕΗ, καὶ
κείσθω αὐτῇ ἴση ἡ ΗΘ, καὶ ἐπεζεύχθω ἡ ΘΒ· ἔσται δὴ ἴση ἡ ὑπὸ ΕΒΗ τῇ ὑπὸ
ΘΒΗ. ἀλλὰ ἡ ὑπὸ ΕΒΗ μείζων τῆς ὑπὸ ΑΒΓ (ὅτι καὶ τῆς ὑπὸ ΖΒΗ ἴσης· ὅμοια
γὰρ τὰ ∠ΒΖ ΒΑΓ τρίγωνα)· καὶ ἡ ὑπὸ ΘΒΗ ἄρα μείζων τῆς ὑπὸ ΑΒΓ· ἡ
ἄρα τὰ Θ Λ σημεῖα
ἐπιζευγνύουσα τέμνει τὴν ΒΜ, ὑποκειμένης
τῆς ∠ΒΓ εὐθείας καὶ τῆς ΘΒΝ ἐκβεβλημένης ἔξωθεν τῆς ΑΒ, ὅτι
ἐλάσσων ἐστὶν ἡ ὑπὸ ΑΒΓ τῆς ὑπὸ ΘΒΗ, τουτέστιν τῆς κατὰ κορυφὴν τῆς ὑπὸ
ΝΒΓ, καὶ πολλῷ ἡ ὑπὸ ΛΒΓ ἐλάσσων, ὥστε τὴν ΒΜ τέμνεσθαι ὑπὸ τῆς ΘΛ κατὰ
τὸ Κ
καὶ φανερὸν ὅτι οὐ τὴν ΜΓ τέμνει, ἵνα μὴ τὴν ΛΜ ἐκβαλλομένην τέμῃ
κατ᾿ ἄλλο σημεῖον τοῦ Λ.
14 ἐπεὶ οὖν αἱ ∠ΕΒ Β∠Γ ταῖς ∠ΖΒ ΒΑΓ ἴσαι εἰσίν
(ὑπόκεινται γὰρ
καὶ τὸ ἀπὸ συναμφοτέρου ἄρα τῆς ΖΒΑ ὡς
μιᾶς μεῖζόν ἐστιν τοῦ ἀπὸ ΘΛ.
ἀλλὰ τῷ μὲν ἀπὸ συναμφοτέρου
τῆς ΖΒΑ ὡς μιᾶς ἴσα εἰσὶν τὰ ἀπὸ συναμφοτέρου
τῆς ΖΗ ΑΜ
μετὰ τοῦ ἀπὸ συναμφοτέρου τῆς ΗΒΜ ὡς μιᾶς, τουτέστιν τοῦ ἀπὸ ΗΜ, διὰ τὴν
τῶν ΗΖΒ ΒΑΜ τριγώνων ὀρθογωνίων ὁμοιότητα (τοῦτο γὰρ προεδείχθη), τῷ δὲ
ἀπὸ ΘΛ, τουτέστιν
τῷ ἀπὸ συναμφοτέρου τῆς ΘΚ ΚΛ ὡς μιᾶς,
ἴσα ἐστὶν τὰ ἀπὸ συναμφοτέρου τῆς ΛΜ ΗΘ ὡς μιᾶς, τουτέστιν τοῦ ἀπὸ ΛΜ ΗΕ
ὡς μιᾶς, μετὰ τοῦ ἀπὸ συναμφοτέρου τῆς ΗΚ ΚΜ ὡς μιᾶς, τουτέστιν τοῦ ἀπὸ
ΗΜ, διὰ τὸ αὐτὸ προδειχθέν· τὸ ἄρα ἀπὸ συναμφοτέρου τῆς ΑΜ ΖΗ ὡς
μιᾶς μετὰ τοῦ ἀπὸ ΗΜ μεῖζόν ἐστι τοῦ ἀπὸ συναμφοτέρου τῆς
ΕΗ ΛΜ ὡς μιᾶς μετὰ τοῦ ἀπὸ ΗΜ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ ΗΜ· λοιπὸν ἄρα τὸ
ἀπὸ συναμφοτέρου τῆς ΖΗ ΑΜ ὡς μιᾶς μεῖζόν ἐστιν τοῦ ἀπὸ συναμφοτέρου τῆς
ΗΕ ΛΜ ὡς μιᾶς· καὶ μήκει ἄρα μείζων ἡ ΖΗ ΑΜ ὡς
μία τῆς ΕΗ
ΛΜ ὡς μιᾶς. τὰ δ᾿ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα τρίγωνα πρὸς ἄλληλά ἐστιν ὡς αἱ
βάσεις: ἔστιν ἄρα ὡς μὲν ἡ ΗΕ πρὸς ΗΖ, τά τε ἡμίση τῶν τριγώνων τὸ ΕΗΒ
πρὸς ΖΗΒ καὶ τὰ ὅλα τρίγωνα διπλάσια τὸ ∠ΕΒ πρὸς
∠ΖΒ, ὡς δὲ ἡ ΛΜ πρὸς ΜΑ, τὸ ΜΛΓ πρὸς τὸ ΜΑΓ,
καὶ τὸ
διπλάσιον ΒΛΓ πρὸς τὸ ΒΑΓ· καὶ συνθέντι ἄρα
τριγώνων.
15 η΄. Ἔστω ἐπὶ ἀνίσων βάσεων τῶν ΑΒ Γ∠ ἰσοσκελῆ τρίγωνα τὰ ΑΕΒ
Γ∠Ζ, καὶ ἡ μὲν ΑΕ τῇ ΓΖ ἴση ἔστω, ἡ δὲ ΑΒ τῆς ∠Γ μείζων
(ἀνόμοια ἄρα τὰ τρίγωνα)· δεῖ δὴ ἐπὶ τῶν ΑΒ Γ∠ ὅμοια ἰσοσκελῆ
τρίγωνα συστήσασθαι,
ὥστε τὰς δ΄ πλευρὰς αὐτῶν ἅμα ἴσας
εἶναι ταῖς ΑΕΒ ΓΖ∠ ἅμα.
Ἐκκείσθω γὰρ ἡ ΗΘ εὐθεῖα ἴση οὖσα ταῖς ΑΕΒ ΓΖ∠, καὶ τετμήσθω κατὰ
τὸ Κ, ὥστε εἶναι ὡς τὴν ΗΚ πρὸς ΚΘ, οὕτως τὴν ΑΒ βάσιν πρὸς τὴν
Γ∠, τετμήσθω δὲ καὶ ἑκατέρα
τῶν ΗΚ ΚΘ δίχα κατὰ τὰ Λ
Μ σημεῖα. ἐπεὶ οὖν ἡ ΗΘ συναμφοτέρων τῶν ΑΒ Γ∠ μείζων ἐστίν (ὅτι
καὶ αἱ ΑΕΒ ΓΖ∠), καὶ ἔστιν ὡς ἡ ΑΒ πρὸς Γ∠, ἡ ΗΚ πρὸς ΚΘ,
μείζων ἄρα καὶ ἡ μὲν ΗΚ τῆς ΑΒ, ἡ δὲ ΚΘ τῆς Γ∠. καὶ τέτμηται
ἑκατέρα δίχα· τῶν ἄρα ΑΒ ΗΛ ΛΚ αἱ δύο
τῆς λοιπῆς μείζονές
εἰσιν πάντη μεταλαμβανόμεναι. ὁμοίως καὶ τῶν Γ∠ ΚΜ ΜΘ. συνεστάτω
οὖν ἐκ μὲν τῶν ΑΒ ΗΛ ΛΚ τὸ ΑΞΒ τρίγωνον (φανερὸν γὰρ ὅτι ἔξω πίπτουσιν
τῶν ΑΕΒ διὰ τὸ μείζους εἶναι τὰς ΗΛΚ τῶν ΑΕΒ· ἡ μὲν γὰρ ΑΕΒ ἡμίσεια τῆς
ΗΘ, ἴσαι γὰρ αἱ ΑΕΒ ταῖς
ΓΖ∠, καὶ αἱ δ΄ ἅμα εὐθεῖαι
τῇ ΗΘ, ἡ δὲ ΗΚ μείζων ἢ ἡμίσεια τῆς ΗΘ), ἐκ δὲ τῶν Γ∠ ΚΜΘ τὸ
ΓΝ∠ (ὑμοίως
16 Τὸ δὲ ΑΕΒ τρίγωνον τοῦ ΓΖ∠ τριγώνου ποτὲ μὲν μεῖζον
γίνεται, ποτὲ δὲ ἔλασσον, ποτὲ δὲ ἴσον αὐτῷ. ἔστω γὰρ τρίγωνον τὸ
ΠΡΣ ἴσην ἔχον τὴν μὲν ΠΡ τῇ ΖΓ, τὴν δὲ ΡΣ τῇ ∠Ζ, τὴν δὲ ΠΣ τῇ
Γ∠· ἴσα ἄρα καὶ ὅμοιά ἐστι τὰ ΓΖ∠ ΠΡΣ τρίγωνα ἀλλήλοις.
ἐπεὶ οὖν ἡ ΑΒ μείζων ἐστὶν
τῆς Γ∠, τουτέστιν τῆς
ΠΣ, καὶ αἱ ΑΕ ΕΒ ἴσαι ταῖς ΠΡ ΡΣ (ἐπεὶ καὶ ταῖς ΓΖ Ζ∠ ἑκατέρα
ἑκατέρᾳ), γωνία ἄρα ἡ ὑπὸ ΑΕΒ τῆς ὑπὸ ΠΡΣ μείζων ἐστίν ἐπεὶ καὶ τῆς
ὑπὸ ΓΖ∠ μείζων ἐστίν). κείσθω ἡ ὑπὸ ΠΡΤ γωνία τῇ Ε ἴση, καὶ ἡ
ΡΤ τῇ ΡΣ, καὶ ἐπεζεύχθω ἡ ΠΤ· ἴσον ἄρα καὶ ὅμοιον
τὸ
ΠΡΤ τρίγωνον τῷ ΑΕΒ τριγώνῳ. ἐκβεβλήσθω δὲ ἡ ΠΣΥ, καὶ τῇ ΑΒ ἴση ἡ
ΠΥ, καὶ ἐπεζεύχθω ἡ ΡΥ· μείζων ἄρα ἡ ΡΥ τῆς ΡΣ καὶ τῆς ΡΤ (ἑκατέρα
γὰρ τῶν ΠΡ ΡΤ ἴση ἐστὶν τῇ ΡΣ). τὸ οὖν ΠΡΤ τρίγωνον τῷ ΑΕΒ ἴσον
ἐστὶν καὶ ὅμοιον, τῷ δὲ ΠΡΣ τὸ ΠΡΤ ἤτοι ἴσον ἐστίν,
ἐὰν
ἡ ΓΣ παράλληλος ᾖ τῇ ΡΠ, καὶ αἱ ἐναλλὰξ γωνίαι ἴσαι ὦσιν αἱ ὑπὸ ΡΠΤ
ΠΤΣ (ἐπὶ γὰρ τῆς αὐτῆς βάσεώς
ἐὰν δὲ ἡ παράλληλος ᾖ τῇ ΡΠ, διὰ τὰς ἴσας ἐναλλὰξ
ὑπὸ ΡΠΤ ΠΤΦ γωνίας καὶ τὸ ΠΡΤ ἴσον τῷ ΡΠΦ, ὥστε μεῖζον εἶναι τὸ ΠΡΣ
τοῦ ΠΡΘ, τουτέστιν τοῦ ΠΡΤ, ὥστε καὶ τὸ ΑΕΒ τρίγωνον ἴσον ὂν τῳ ΠΡΤ
τριγώνῳ ἤτοι μεῖζόν ἐστιν ἢ ἴσον ἢ ἔλασσον τοῦ ΠΡΣ, τουτέστιν τοῦ
ΓΖ∠.
17 Τὸ λοιπὸν τῶν ἐν ὑπερθέσει
18 θ΄. Τούτων προγραφέντων τὸ προκείμενον δείξομεν, τουτέστιν ὅτι τῶν ἰσοπεριμέτρων εὐθυγράμμων σχημάτων καὶ τὰς πλευρὰς ἰσοπληθεῖς ἐχόντων τὸ μέγιστον ἰσόπλενρόν τέ ἐστιν καὶ ἰσογώνιον.
Ἔστω γὰρ πολύπλευρον τὸ ΑΒΓ∠Ε μέγιστον τῶν ἰσοπερι ?? μέτρων αὐτῷ
καὶ ἰσοπληθεῖς πλευρὰς ἐχόντων· λέγω ὅτι ἰσό όπλευρόν ἐστιν. μὴ γάρ,
ἀλλ᾿ εἰ δυνατόν, ἔστωσαν αἱ ΑΒΓ ἄνισοι, καὶ ἐπεζεύχθω ἡ ΑΓ, ἐφ ἧ
συνεστάτω τρίγωνον ἰσοσκελς τὸ ΑΖΓ, ὥστε συναμφοτέρας τὰς ΑΖΓ ἴσας εἶναι
συναμφοτέραις ταῖς ΑΒΓ διὰ τὸ δ΄. ἐπεν οὖν πρὸ τριῶν ἐδείχθη ὅτι τῶν ἐπὶ
τῆς αὐτῆς βάσεως ἰσοπε ριμέτρων τριγώνων τὸ ἰσοσκελὲς μέγιστόν ἐστιν,
μεῖζον ἄρα τὸ ΑΖΓ τοῦ ΑΒΓ τριγώνου. κοινοῦ προστεθέντος τοῦ ΑΓ∠Ε
τετραπλεύρου ἔσται τι χωρίον τὸ ΖΓ∠ΕΑ τοῦ ΑΒΓ∠Ε μεγίστου,
ἰσοπερίμετρον αὐτῷ καὶ ἰσαρίθμους πλευρὰς ἔχον, μεῖζον, ὅπερ ἀδύνατον·
ἰσόπλευρον ἄρα ἐστὶν τὸ ΑΒΓ∠Ε. καὶ φανερὸν ὅτι τὸ ἰσοπλευρότερον
ἀεὶ
19 ι΄. Λέγω δὴ ὅτι καὶ ἰσογώνιόν ἐστι τὸ ΑΒΓ∠Ε πολύπλευρον. μὴ γάρ,
ἀλλ᾿ εἰ δυνατόν, ἔστω ἡ Β γωνία τῆς ∠ μείζων. καὶ ἡ ΑΓ εὐθεῖα τῆς
ΓΕ ἄρα μείζων (ἴσαι γὰρ
αἱ ΑΒΓ Γ∠Ε). συνεστάτω ἐπὶ τῶν
ΑΓ ΓΕ ἀνίσων ὅμοια ἰσοσκελῆ τρίγωνα, ὡς πρὸ ἑνὸς ἐδείχθη, τὰ. ΑΖΓ ΓΗΕ
τὰς ΑΖΓ ΓΗΕ πλευρὰς συναμφοτέρας ἴσας ἔχοντα συναμφοτέραις ταῖς ΑΒΓ
Γ∠Ε. μείζονα δὴ ἔσται τὰ συσταθέντα τὰ ΑΖΓ ΓΗΕ ἅμα τῶν ἐξ ἀρχῆς
ΑΒΓ Γ∠Ε· καὶ
τοῦτο γὰρ δέδεικται πρὸ δύο. κοινοῦ
προστεθέντος τοῦ ΑΓΕ τριγώνου ἔσται τὸ αὐτὸ ἄτοπον τὸ γὰρ ΑΖΓΗΕ μεῖζον
ἔσται τοῦ ΑΒΓ∠Ε μεγίστου καὶ ἰσοπεριμέτρου αὐτῷ. καὶ ἰσογώνιον τὸ
ΑΒΓ∠Ε πολύπλευρον τῶν ἄρα ἰσοπεριμέτρων εὐθυγράμμων σχημάτων καὶ
τὰς πλευρὰς
ἰσοπληθεῖς ἐχόντων τὸ μέγιστον ἰσόπλευρόν τέ
ἐστιν καὶ ἰσογώνιον.
Καὶ δῆλον ὅτι μέγιστος πάντων τῶν ἰσοπεριμέτρων σχημάτων ὁ κύκλος, ἐπειδὴ
τοῦ ἰσοπεριμέτρου τεταγμένου σχήματος, ἐστιν ἰσόπλευρόν τε καὶ
ἰσογώνιον, ἐδείχθη
μείζων.
20 ια΄. Τῆς αὐτῆς δέ ἐστιν τοῖς προειρημένοις θεωρίας καὶ τοῦτο. τῶν ἴσην ἐχόντων περιφέρειαν κυκλικῶν τμημάτων μέγιστόν ἐστι τὸ ἡμικύκλιον. δείξομεν δὲ τοῦτο προγράψαντες πρότερον τὰ εἰς αὐτὸ λαμβανόμενα.
21 Αἱ τῶν κύκλων περιφέρειαι πρὸς ἀλλήλας εἰσὶν ὡς αἱ διάμετροι.
Ἔστωσαν δύο κύκλοι οἱ ΑΒ Γ∠, καὶ διάμετροι αὐτῶν αἱ ΑΒ Γ∠·
λέγω ὅτι ἐστὶν ὡς ἡ τοῦ ΑΒ κύκλου περιφέρεια
Ἐπεὶ γάρ ἐστιν ὡς ὁ ΑΒ κύκλος πρὸς τὸν Γ∠ ΓΑ κύκλον, οὕτως τὸ ἀπὸ
ΑΒ πρὸς τὸ ἀπὸ Γ∠, ἀλλὰ τοῦ μὲν ΑΒ κύκλου τετραπλάσιόν ἐστι τὸ
περιεχύμενον όρθογώνιον
ὑπό τε τῆς ΑΒ εὐθείας καὶ τῆς τοῦ
κύκλου περιφερείας, τοῦ δὲ Γ∠ κύκλου τετραπλάσιόν ἐστιν τὸ ὑπὸ τῆς
Γ∠ εὐθείας καὶ τῆς τοῦ Γ∠ κύκλου περιφερείας (τοῦτο γὰρ
προδέδεικται), καὶ ὡς ἄρα τὸ ὑπὸ τῆς ΑΒ καὶ τῆς περιφερείας τοῦ ΑΒ
κύκλου πρὸς τὸ ὑπὸ τῆς Γ∠ καὶ τῆς
τοῦ Γ∠ κύκλου
περιφερείας, οὕτως τὸ ἀπὸ τῆς ΑΒ τετράγωνον πρὸς τὸ ἀπὸ τῆς Γ∠.
καὶ ἐναλλὰξ ὡς τὸ ὑπὸ τῆς τοῦ ΑΒ κύκλου περιφερείας καὶ τῆς ΑΒ πρὸς τὸ
ἀπὸ ΑΒ, οὕτως τὸ ὐπὸ τῆς τοῦ Γ∠ κύκλου περιφερείας καὶ τῆς
Γ∠ πρὸς τὸ ἀπὸ Γ∠ ὡς ἄρα ἡ τοῦ ΑΒ κύκλου περιφέρεια
πρὸς τὴν ΑΒ, οὕτως ἡ τοῦ Γ∠ περιφέρεια πρὸς τὴν
Γ∠, καὶ ἐναλλὰξ ὡς ἡ τοῦ ΑΒ περιρέρεια πρὸς τὴν τοῦ Γ∠
περιφέρειαν, οὕτως ἡ ΑΒ πρὸς τὴν Γ∠.
22 ιβ΄. Τοῦτο ἀποδείκνυται καὶ χωρὶς τοῦ λαβεῖν ὅτι τὸ ὑπὸ τῆς διαμέτρου
τοῦ κύκλου καὶ τῆς περιφερείας τετραπλάσιόν
ἐστιν τοῦ
κύκλου. τά γὰρ ἐγγραφόμενα τοῖς κύκλοις ἢ περιγραφύμενα ὅμοια πολύγωνα
τὰς περιμέτρους ἔχει λόγον ἐχούσας πρὸς ἀλλήλας τὸν αὐτὸν ταῖς ἐκ τῶν
κέντρων, ὥστε καὶ αἱ τῶν κύκλων περιφέρειαι πρὸς ἀλλήλας εἰσὶν ὡς αἱ
διάμετροι.
23 Πάλιν ἔστω κύκλος ὁ ΑΒΓ περὶ κέντρον τὸ ∠, ἐκ τοῦ κέντρου δὲ αὐτοῦ ἡ ∠Β, καὶ ἀπὸ τοῦ ∠ διήχθω τις ἡ ∠Ε· ὅτι ἐστὶν ὡς ἡ ΑΒΓ περίμετρος τοῦ κύκλου πρὸς τὴν ΒΖΕ περιφέρειαν, οὕτως ὁ ΑΒΓ κύκλος πρὸς τὸν Β∠Ε τομέα.
Εἰ μὲν οὖν σύμμετρύς ἐστιν ἡ ΒΖΕ περιφέρεια τῇ ΑΒΓ περιμέτρῳ τοῦ κύκλου,
ἐπεὶ διαιρεθείσης εῆς ΑΒΓ περιμέτρου τοῦ κύκλου εἷς τὰ μέτρα καὶ ἀπὸ τῶν
τῆς διαιρέσεως σημείων ἐπὶ τὸ ∠ κέντρον ἐπιζευχθεισῶν εὐθειῶν
ιέ τοῦ έ στοιχείων.
24 εἰ δὲ μὴ ἔστιν σύμμετρος τῇ ΒΖΕ περιφρείρ,
ὐμοίως ἐστὶν ὡς
ὁ ΑΒΓ κύκλος πρὸς τὸν Β∠Ε τομέα, οὕτως ἡ ΑΒΓ περμετρος πρὸς τὴν
ΒΖΕ περιφέρειαν. ἔστω, εἶ δυνατόν, ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν Β∠Ε
τομέα, οὕτως ἡ ΑΒΓ περφιετρος ἀετοῦ πρὸς τὴν ΒΖ περιφέρειαν πρότερον
ἐλάσσονα οὖσαν τῆς ΒΖΕ περιφερείας,
καὶ εἰλήφθω τις ἑτέρα
περιφέρεια ΒΗ τῆς μὲν ΒΖ μείζων τῆς δὲ ΒΖΕ ἐλάσσων, σύμμετρος δὲ οὖσα τῇ
ΑΒΓ περιμέτρῳ ὡς ἔστιν λῆμμα σφαιρικῶν, καὶ ἐπεζεύχθω ἡ ∠Η. ἔστιν
οὖν διὰ τὰ προειρημένα καὶ ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν Β∠Η τομέα,
οὕτως ἡ ΑΒΓ περμετρος τοῦ κύκλου
πρὸς τὴν ΒΖΗ περι ειαν.
ἀλλὰ ἡ ΑΒΓ περίμεπρος τοῦ κύκλου πρὸς τὴν Η περιψέρειαν ἐλάσσονμ λόγον
ἔχει ἤπερ πρὸς τήν ΒΖ περιφέρειαν, τουτέσειν ἥπερ ὁ ΑΒΓ κύκλος πρὸς τὸν
Β∠Ε τομέα· καὶ ὁ ΑΒΓ οὖν κύκλος πρὸς τὸν Β∠Η τομέα ἐλάσσονα
λόγον ἓξει ἤπερ
πρὸς τὸν Α∠Ε τομέα, ὅπερ ἄτοπον· οὐκ
ἄρα ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν Α∠Ε τομέα, οὕτως ἡ ΑΒΓ περίμετρος
αὑτοῦ πρὸς τὴν ΒΖ περιφέρειαν ἐλάσσονα οὖσαν τῆς ΒΖΕ περιφερείας.
25 λέγω δὴ ὅτι οὐδὲ πρὸς μείζονα τῆς ΒΖΕ. εἰ γὰρ δυνατόν, ἔστω πρὸς τὴν
ΒΕΤ περιφέρειαν, καὶ εἰλήφθω
τις ὁμοίως ἡ ΒΕΘ περιφέρεια
τῆς μὲν ΒΖΕ περιφερείας μείζων τῆς δὲ ΒΕΓ περιφερείας ἐλάσσων, σύμετρος
δὲ πρὸς τὴν ΑΒΓ περίμετρον τοῦ κύκλου, καὶ ἐπεζεύχθω ἡ ∠Θ. ἐπεὶ
οὖν πάλιν ἐστὶν ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν Β∠Θ τομέα, οὕτως ἡ ΑΒΓ
περίμετρος τοῦ κύἰέ
ἥπερ ἐστὶν ἄτοπον οὐκ ἄρα ὡς ὁ ΑΒΓ κύκλος
πρὸς τὸν Β∠Γ τομέα, οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς μείξονα τῆς
ΒΖΕ περιφέρειαν. ἐδείχθη δὲ ὅτι οὐδέ πρὸς ἐλάσσονα· ἔστιν ἄρα ὡς ὁ ΑΒΓ
κύκλος πρὸς τὸν Β∠Ε τομέα, οὕτως ἡ ΑΒΓ περίμετρος αὐτοῦ πρὸς τὴν
ΒΖΕ περιφέρειαν.
26 ιγ΄. Τὰ ὅμοια τμήματα τῶν κύκλων πρὸς ἄλληλά ἐστιν ὡς τὰ ἀπὸ τῶν βάσεων τετράγωνα πρὸς ἄλληλα, καὶ αἱ περιφέρειαι δὲ αὐτῶν πρὸς ἀλλήλας εἰσὶν ὡς αἱ βάσεις.
Ἐστω ὅμοια τμήματα κύκλων τὰ ΑΒΓ ∠ΕΖ λέγω ὅτι ὡς μὲν τὸ ΑΒΓ τμῆμα
πρὸς τὸ ∠ΕΖ , οὕτως τὸ ἀκὸ
τῆς ΑΓ τετράγμωνον πρὸς τὸ
ἀπὸ τῆς ∠Ζ, ὡς δὲ ἡ ΑΒΓ πιριφέρεια πρὸς τὴν ∠ΕΖ, οὕτως ἡ ΑΓ
πρὸς ∠Ζ.
Προσαναπεπληρώσθωσαν οἱ κύκλοι, καὶ εἰλήφθω αὐτῶν κέντρα τὰ Η Θ, καὶ
ἐπεζεύχθωσαν αἱ ΑΗΓ ΔΘΖ. ἐπεὶ οὖν ὅμοιά ἐσειν τὰ ΑΒΓ ∠ΕΖ τμήματα,
ἴση ἐστὶν ἡ πρὸς
τῷ Η γωνία τῇ πρὸς τῷ Θ, καὶ ὅμοιον τὸ ΑΗΓ
τρίγπωνον τῷ ∠ΘΖ , καὶ ἡ ΑΒΓ περιφέρεια ὁμοία τῇ ∠ΕΖ. ἔστιν
ἄρα ὡς ὁ ΑΒΓ κύκλος πρὸς τὸν ΑΗΓΒ τομέα, οὕτπως ἡ περίμετρος τοῦ ΑΒΓ
κύκλου πρὸς τὴν ΑΒΓ περιφέρειαν, τουτέστιν δ΄ ῥρθαὶ πρὸς τὴν Η γωνίαν.
ὡς δὲ ὁ
∠ΕΖ κύκλος πρὸς τὸν ∠ΘΖΕ τομέα, οὕτως ἡ
περίμετρος τοῦ ∠ΕΖ κύκλου πρὸς τὴν ∠ΕΖ περιφέρειαν,
τουτέσετν δʼ ῤρθαὶ πρὸς τὴν Θ γμωνίαν. καὶ ἴση ἐστὶν ἡ Θ γωνία τῇ
τῆς ∠Θ, τουτέστιν τὸ ΑΗΓ τρίγωνον πρὸς τὸ
∠ΘΖ τρίγωνον· καὶ ὡς ἄρα ὁ ΑΗΓΒ τομεὺς πρὸς τὸν ∠ΘΖΕ τομέα
οὕτως τὸ ΑΗΓ τρίγωνον πρὸς τὸ ∠ΘΖ τρίγωνον. καὶ λοιπὸν τὸ ΑΒΓ
τμῆμα πρὸς τὸ ∠ΕΖ τμῆμά ἐστιν ὡς τὸ ΑΗΓ τρίγωνον πρὸς τὸ ∠ΘΖ
τρίγωνον, τουτέστιν ὡς
τὸ ἀπὸ τῆς ΑΓ τετράγωνον πρὸς τὸ ἀπὸ
τῆς ∠Ζ.
27 Λέγω δὴ ὅτι ἐστὶν καὶ ὡς ἡ ΑΒΓ περιφέρεια πρὸς τὴν ∠ΕΖ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΔΖ.
Τῶν γὰρ αὐτῶν κατασκευασθέντων ἐστὶν ὡς ἡ τοῦ ΑΒΓ κύκλου περιφέρεια πρὸς
τὴν τοῦ ∠ΕΖ κύκλου περιφέρειαν,
οὕτως ἡ ΑΒΓ
περιφέρεια πρὸς τὴν ∠ΕΖ. ὡς δὲ αἱ τῶν κύκλων περιφέρειαι πρὸς
ἀλλήλας, οὕτως ἡ ΑΗ πρὸς τὴν ∠Θ, τουτέστιν ἡ ΑΓ πρὸς τὴν ∠Ζ
καὶ ὡς ἄρα ἡ ΑΒΓ περιφέρεια πρὸς τὴν ∠ΕΖ, οὕτως ἡ ΑΓ· πρὸς τὴν
∠Ζ.
28 ιδ΄. Ἔστωσαν δύο κύκλοι καὶ πρὸς τοῖς κέντροις οὐτῶν ἴσαι γωνίαι
ἔστωσαν αἱ ὑπὸ ΑΒΓ ∠ΕΖ περιεχύιιεναι, καὶ ἐφαπτύμεναι μὲν αἰ ΑΗ
∠Θ, κάθετοι δὲ αἰ ΑΚ ∠Λ
δεῖξαι ὅτι ἐστὶν ὡς τὸ
ΑΗΚ τρίγωνον πρὸς τὸ ΑΓΚ τρίγραμμον, οὕτως καὶ τὸ ∠ΘΛ τρίγωνον
πρὸς τὸ ∠ΖΛ
τρίγρεμμον.
Ἔστι δέ φανερὸν ἐκ τοῦ προγεγραμμένου. ὅμοιον γὰρ γίνεται τὸ ΑΗΚ τρίγωνον
τῷ ∠ΘΛ, καὶ τὸ ΑΓΚ τρίγραμμον τῷ ∠ΖΛ τριγράιιμῳ , καὶ
λόγον ἔχει πρὸς ἄλληλα ἑκάτερον
29 ιέ. Ἔστω τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, καὶ περὶ κέντρον τὸ Γ διὰ τοῦ Α
περιφέρεια γεγράφθω ἡ Α∠, ὀρθὴ δέ ἔστω ἡ πρὸς τῷ Β γωνία δεῖξαι
ὅτι ὁ Α∠Γ τομεὺς
πρὸς τὸ μεὺςΑΒ τρίγραμμον μείζονα
λόγον ἔχει ἤπερ ὀρθὴ γωνία πρὸς τὴν ὑπὸ τῶν ΒΓΑ περιεχομένην.
Ηχθὼ τῇ ΓΑ ὀρθὴ ἡ ΖΑ (ἐφάπτεται ἄρα τῆς Α∠ περιφερείας), καὶ διὰ
τοῦ Β περὶ κέντρον τὸ Α περιφέρεια γεγράφθω ἡ ΕΒΗ, καὶ κάθετος ἐπὶ τὴν
ΑΖ ἤχθα
ἡ ΒΘ. ἐπεὶ οὖν μείζονα λόγον ἔχει τὸ ΕΒΖ τρίγραμμον
πρὸς τὸ ΕΒΘ τρίγραμμον ἤπερ πρὸς τὸν ΕΑΒ τομέα , καὶ συνθέντι μείζονα
λόγον ἔχει τὸ ΖΘΒ τρίγωνον πρὸς τὸ ΕΘΒ τρίγραμμον ἤπερ τὸ ΖΑΒ τρίγωνον
πρὸς τὸν ΕΑΒ τομέα, ὡς δὲ τὸ ΖΘΒ τρίγωνον πρὸς τὸ ΕΒΘ τρίγραμμον,
οὕτως τὸ ΖΑΒ τρίγωνον πρὸς τὸ Α∠Β τρίγραμμον διά τὸ
ἴσας εἶναι τὰς ὑπὸ ΕΑΒ ΑΓ∠ γωνίας (τοῦτο γὰρ προδέδεικται), καὶ τὸ
ΖΑΒ τρίγωνον πρὸς τὸ ∠ΑΒ τρίγραμμον μείζονα λόγον ἔχει ἤπερ τὸ
αὐτὸ τρίγωνον πρὸς τὸν ΕΑΒ τομέα, κείζων ἄρα ὁ ΕΑΒ τομεὺς τοῦ ∠ΑΒ
τριγραμμου μείζονα ἄρα λόγον ἔχει ὁ ΕΑΒ τομεὺς ρὸς τὸν
ΑΗΒ τομέα ἤπερ τὸ ∠ΑΒ τρίγραμμον πρὸς τὸν ΑΗΒ τομέα. τὸ δὲ
∠ΑΒ τρίγραμμον πρὸς τὸν ΑΗΒ τομέα μείζονα λόγον ἔχει ἢ πρὸς τὸ ΑΒΓ
τρίγωνον· πολλῷ ἄρα ὁ ΕΑΒ τομεὺς πρὸς τὸν ΒΑΗ τομέα μείζονα λόγον
ἔχει ἢ τὸ ∠ΑΒ τρίγραμμον πρὸς τὸ ΒΑΓ τρίγωνον. ὡς δὲ
ὁ ΕΑΒ τομεὺς πρὸς τὸν BAH τομέα, οὕτως ἡ ὑπὸ ΖΑΒ πρὸς τὴν ὑπὸ ΒΑΓ. καὶ ἡ
ὑπὸ ΖΑΒ ἄρα πρὸς τὴν ὑπὸ ΒΑΓ μείζονα λόγον ἔχει ἢ τὸ ∠ΑΕ
τρίγραμμον πρὸς τὸ ΒΑΓ τρίγωνον. καὶ ἀνάπαλιν τὸ ΒΑΓ τρίγωνον πρὸς
τὸ ΒΑ∠ τρίγραμμον μείζονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΒΑΓ
καὶ ὅμοιον τὸ ΖΑΒ τρίγωνον τῷ ΑΓΖ).
30 ιϚ΄. Ἔστω πάλιν ὀρθογώνιον τρίγωνον τὸ ΑΒΓ ὀρθὴν ἔχον τὴν πρὸς τῷ Β,
καὶ περὶ κέντρον τὸ Γ δμὼ τοῦ Α γεγράφθω κύκλου περιφέρεια ἡ Α∠·
λέγω ὅτι ὁ ΑΓ∠ τομεὺς πρὸς τὸ ΑΒ∠ τρίγραμμον μείζονα λόγον
ἔχει ἤπερ
ὀρθὴ γωνία πρὸς τὴν ὑπὸ ΑΓ∠.
Ἤχθω τῇ ΑΓ ὀρθὴ ἡ ΑΕ, καὶ ἐκθεβλήσθω ἡ ΒΑ, καὶ διὰ τοῦ Γ σημείου περὶ
κέντρον τὸ Α γεγράφθω κύκλου περιφέρεια ἡ ΕΓΖ. ἐπεὶ οὖν περὶ τὴν αὐτὴν
ἐκ τοῦ κέντρου τὴν ΓΑ γεγρσμμέναι εἰσὶν αἱ περιφέρειαι, φανερὸν
ὅτι ἴσων εἰσὶ κύκλων. καὶ μείζαων ἐστὶν ἡ ὑπὸ ΑΓ∠
γωνία τῆς ὑπὸ ΓΑΕ· μείζων ἄρα ἐστὶν ὁ ΑΓ∠ τομεὺς τοῦ ΑΓΕ τομέως·
μείζονα ἄρα λόγον ἔχει ὁ ΑΓ∠ τομεὺς πρὸς τὸ ΑΒΓ τρίγωνον ἤπερ ὁ
ΑΓΕ τομεὺς πρὸς τὸ αὐτὸ τρίγωνον, καὶ πολὺ μᾶλλον ἤπερ ὁ ΑΓΕ τομεὺς πρὸς
τὸν
ΑΓΖ τομέα. ὡς δὲ ὁ ΑΓΕ τομεὺς πρὸς τὸν ΓΑΖ, οὕτως ἡ ὑπὸ
ΕΑΓ γωνία πρὸς νὴν ὑπὸ ΓΑΖ. καὶ ὁ ΑΓ∠ ἄρα τομεὺς πρὸς τὸ ΑΒΓ
τρίγωνον μείζονα λόγον ἔχει ἤπερ ἡ ὑπὸ ΕΑΓ γωνία πρὸς τὴν ὑπὸ ΓΑΖ. καὶ
ἀνάπαλιν καὶ συνθέντι καὶ ἀναστρέψαντι μείζονα λόγον ἔχει
ὁ ΑΓ∠ τομεὺς πρὸς τὸ ΑΒ∠ τρίγραμμον ἤπερ ἡ ὑπὸ
ΕΑΓ γωνία πρὸς τὴν ὑπὸ ΕΑΖ , τουτέστιν ἤπερ ὀρθὴ πρὸς τὴν ὑπὸ ΑΓ∠
(ἔστιν γὰρ ἡ ὑπὸ ΕΑΖ γωνία ἴση τῇ ὑπὸ ΑΓ∠, ὅτι καὶ ἡ μὲν ὑπὸ
ΑΓ∠ ἴση ἐστὶν ὀρθῇ τῇ ὑπὸ ΓΒΑ καὶ τῇ ὑπὸ ΒΑΓ).
31 ιξ΄. Τούτων πρθγεγραμμένων τὸ προκείμενον θεμωρηφα συγκρινικὸν ὑπάρχον δείξομεν οὕτως.
Ἔστω δύο τμήματα κύκλων τὰ ΑΒΓ ∠ΕΖ ἴσας ἔχοντα τὰς ΑΒΓ ∠ΕΖ
περιφερείας, καὶ ἔστω ἡμικύκλιον μὲν τὸ ΑΒΓ, τὸ δὲ Ε∠Ζ πρότερον
ἔλαττον ἡμικυκλίου λέγω ὃτι
μεῖζόν ἐστιν τὸ ἡμικόκλιον τοῦ
τμήματος.
Εἰλήφθω κέντρα τῶν κύκλων τὰ Η. Θ, καὶ ὀρθὴ μὲν ἡ ΗΒ, ἀπὸ δὲ τοῦ Θ
κάθετος ἐπὶ τὴν ∠Ζ ἡ ΘΚΕ, καὶ τῇ ∠Ζ παράλληλος ἡ ΛΜ, καὶ
ἐπεζεύχθω ἡ ΛΘ. ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΛΕ περιφέρεια πρὸς τὴν ΒΑ, οὕτως ἡ
ΛΘ
εὐθεῖα πρὸς τὴν ΑΗ (αἱ γὰρ τῶν κύκλων περιφέρειαι πρὸς
ἀλλήλας εἰσὶν ὡς αἱ διάμετροι), ἴση δὲ ἡ ΑΒ περιφέρεια τῇ ∠Ε,
ἔστιν ἄρα ὡς ἡ ΛΕ πιριφέρεια πρὸς τὴν Ε∠, οὕτως ἡ ΛΘ πρὸς τὴν ΑΗ.
ὡς δὲ ἡ ΕΛ περιφέρεια πρὸς τὴν ∠Ε, ὁ ΛΘΕ τομεύς πρὸς τὸν ΕΘ∠
τομέα. καὶ ἔχει
τὸ ἀπὸ τῆς ΛΘ πρὸς τὸ ἀπὸ τῆς ΑΗ διπλασίονα
λόγον τοῦ τῆς ΘΛ πρὸς ΗΑ, τὸ δέ ἀπὸ τῆς ΘΛ πρὸς τὸ ἀπὸ ΑΗ, τουτέστιν ὁ
ΛΘΕ τομεὺς πρὸς τὸν ΑΗΒ, διπλασίονα λόγον ἔχει ἤπερ ὁ ΛΕΘ τομεύς πρὸς
τὸν ∠ΕΘ τομέα· τῶν ἄρα ΛΕΘ ΑΒΗ τομέων μέσος ἀνάλογόν ἐστιν ὁ
∠ΕΘ
τομεύς. καὶ ἐπεὶ ἔχει διὰ τὸ προδειχθὲν λῆμμα
μείζονα λόγον ὁ Ε∠Θ τομεὺς πρὸς τὸ Ε∠Κ τρίγραμμον ἤπερ ὀρθὴ
γωνία, τουτέστιν ἡ ὑπὸ ΛΘΕ, πρὸς τὴν ὑπὸ ∠ΘΕ, τουτἐστιν ἥπερ ὁ ΛΘΕ
τομεὺς πρὸς τὸν ∠ΘΕ, ὡς δὲ ὁ ΛΘΕ τομεὺς πρὸς τὸν ∠ΘΕ, οὕτως
ὁ ∠ΘΕ τομεὺς πρὸς τὸν ΑΗΒ
τομέα, ὁ ἄρα ∠ΘΕ
τομεὺς πρὸς τὸ ∠ΕΚ τρίγραμμον μείζονα
32 ιή. Ἔστω δὴ πάλιν τὸ ∠ΕΖ τμῆμα μεῖζον ἡμικυκλίου
λέγω ὅτι καὶ οὕτως μεῖζόν ἐστι τὸ ἡμικύκλιον.
Κατεσκευάσθω γὰρ τὰ αὐτά. ὁμοίως δὴ δείξομεν ὅτι ἐστὶν ὡς ὁ ΛΘΕ τομεὺς
πρὸς τὸν κλίουΘΕ, οὕτως ὁ ∠ΘΕ τομεὺς πρὸς τὸν ΑΗΒ (ἴσαι γὰρ αἱ ΑΒ
∠Ε περιφέρειαι). καὶ ἐπεὶ διὰ τὸ πρὸ δύο λῆμμα μείζονα λόγον ἔχει
ὁ ∠ΘΕ
τομεὺς πρὸς τὸ ∠ΚΕ τρίγραμμον ἤπερ ὀρθὴ
γωνία, τουτέστιν ἡ ὑπὸ ΛΘΕ, πρὸς τὴν ὑπὸ ∠ΘΕ, τουτέστιν ἥπερ ὁ ΛΘΕ
τομεὺς πρὸς τὸν ∠ΘΕ, τουτέστιν ἤπερ ὁ ∠ΘΕ τομεὺς πρὸς τὸν
ΑΒΗ, ἔσται μείζων ὁ ΑΗΒ τομεὺς τοῦ ∠ΕΚ τριγράμμου. καὶ τὰ
διπλάσια· μεῖζον ἔρα τὸ ΑΒΓ
ἡμικύκλιον τοῦ ∠ΕΖ
τμήματος· πάντων ἄρα τῶν ἴσας ἐχόντων τάς περιφερείας κυκλικῶν τμημάτων
μέγιστόν ἐστιν τὸ ἡμικύκλιον.
Περὶ τῶν στερεῶν.
33 τθ΄. Τὸν πρῶτον καὶ δημιουργὸν τῶν πάντων θεὸν οἱ
φιλόσοφοί φασιν εἰκότως τῷ κόσμῳ σχῆμα περιθεῖναι σφαιρικὸν ἐκλεξάμενον
τῶν ὄντων τό κάλλιστον , τά τε προσόντα τῇ σφαίρᾳ φυσικὰ συμπτώματα
λέγοντες ἔτι καὶ τοῦτο προστιθέασιν ὅτι πάντων τῶν στερεῶν σχημάτων τῶν
ἴσην ἐχόντων τὴν ἐπιφάνειαν μεγίστη ἐστὶν ἡ σφαῖρα.
τἄλλα
μὲν οὖν ὅσα προσεῖναι λέγουσιν αὐτῇ πρόδηλά τέ ἐστιν καὶ παραμυθίας
ἐλάσσονος δεῖται, τὸ δʼ ὅτι μείζων ἐστὶ τῶν ἄλλων σχημάτων οὔδʼ οἱ
φιλόσοφοι δεικνύουσιν, ἀλλʼ ἀποφαίνονται μόνον, οὕτε παραμυθήσασθαι
ῥᾴδιον ἄνευ θεωρίας πλείονος. φέρʼ οὖν, ὥρπερ ἐν τοῖς πρόσθεν
34 πρότερον δὲ περὶ τῶν στερεῶν
κὐτῶν, πρὸς ἃ δεῖ συγκρίνειν
τὴν σφαῖραν, ὀλίγα προδιαληψόμεθα· πολλὰ γὰρ ἐπινοῆσαι δυνατὸν στερεὰ
σχήματα παντοίας ἐπιφανείας ἔχοντα, μᾶλλον δʼ ἄν τις ἀξιώσειε λόγου τὰ
τετάχθαι δοκοῦντα καὶ τούτων πολὺ πλέον τούς τε κώνους καὶ
κυλίνδρους καὶ τὰ καλούμενα πολύεδρα.
ταῦτα δʼ
ἐστὶν οὐ μόνον τὰ παρά τῷ θειοτάτῳ Πλάτωνι πέντε σχήματα, τουτέστιν
τετράεδρόν τε καὶ ἔξάεδρον, ὀκτάεδρύν τε καὶ δωδεκάεδρον, πέμπτον δʼ
εἶκοσάεδρον, ἀλλὰ καὶ τὰ ὑπὸ Ἀρχιμήδους εὑρεθέντα τρισκαίδεκα τὸν
ἀριθμὸν ὑπὸ ἰσοπλεύρων μὲν καὶ ἰσογωνίων οὐχ ὁμοίων
δέ
πολυγώνων περιεχόμενα.
τὸ μέν γὰρ πρῶτον ὀκτάεδρόν ἐστιν περιεχόμενον ὑπὸ τριγύνων δ΄ καὶ ἑξαγώνων δ΄ .
τρία δέ μετὰ τοῦτο τεσσαρεσκαιδεκάεδρα, ὧν τὸ μὲν πρῶτον περιέχεται
τριγμνοις η΄ καὶ τετραγώνοις ς΄, τὸ δέ
δεύτερον τετραγώνοις
Ϛ΄ καὶ ἑξαγώνοις η΄ , τὸ δέ τρίτον τριγώνοις η΄ καὶ ὀκταγώνοις Ϛ΄.
μετὰ δέ ταῦτα ἑκκαιεικοσάεδρά ἐστιν δύο , ὧν τὸ μὲν πρῶτον περιέχεται τριγώνοις η΄ καὶ τετραγμώνοις ιη΄ , τὸ δέ δεύτερον τετραγώνοις β΄, ἑξαγώνοις η΄ καὶ όκταγώνοις Ϛ΄.
μετὰ δέ ταῦτα δυοκαιτριακοντάεδρά ἐστιν τρία, ὧν τὸ μέν πρῶτον περιέχεται
τριγώνοις κ΄ καὶ πενταγώνεις ιβ΄,
μετὰ δὲ ταῦτα ἓν ἐστιν ὀκτωκαιτριακοντάεδρον περιὑπὸ τριγμώνων λβ΄ καὶ τετραγώνων Ϛ΄ .
μετὰ δὲ τοῦτο δυοκαιεξηκοντάεδρά ἐστι δύο ὧν τὸ
μὲν πρῶτον
περιέχεται τριγώνοις κ΄ καὶ τετραγώνοις λ΄ κεὶ πενταγώνοις ιβ΄, τὸ δὲ
δεύτερον τετραγώνοις λ΄ καὶ ἔξαγώνοις κ΄ καὶ δεκαγώνοις ιβ΄.
μετὰ δέ ταῦτα τελευῖόν ἐστιν δυοκατενενηκοντάεδρον, ὃ περιέχεται τριγώνοις π΄ καὶ πενταγώνοις ιβ΄.
35 Ὅσας δὲ γωνίας ἕκαστον ἔχει στερεάς τῶν ιγ΄ τούτων σχημάτμων πολυέδρων
καὶ ὅσας πλευράς, διὰ τοῦδε τοῦ τρέπου θεωρεῖται· ὅσων μὲν γάρ ἀπλῶς
πολυέδρων αἱ στερεαὶ γωνίαι τρισὶν ἐπιπέδοις περιέχονται γωνίεις, ἐξ
αριθμηθεισῶν εῶν ἐπιπέδων γωνιῶν ἃς ἔχουσιν πᾶσαι αἱ
ἕδραι
τοῦ πολυέδρου, δῆλον ὡς ὁ τῶν στερεῶν γωνιῶν ἁριθμὸς τρίτον μέρος ἐστὶ
τοῦ γενομένου ἀριθκοῦ, ὅσων δὲ πολυέδρων ἡ στερεὰ γωνία περιέχεται
τέσσαρσιν ἐπιπέδοις, ἐξαριθμηθεισῶν πασῶν τῶν ἐπιπέδων γωνιῶν ἃς ἔχουσιν
αἱ ἕδραι τοῦ πολυέδρου, τοῦ γενομένου ἀριθμοῦ τὸ τέταρτον
μέρος ἐστὶν ὁ ἀριθμὸς ἡ τῶν στερεῶν γωνιῶν τοῦ πολυέδρου. ὁμοίως δὲ εαὶ
ὅσσων πολοέδρων ἡ στερεὰ γωνία περιέχεται ὑπὸ έ γωνιῶν ἐπιπέδων , τὸ
πέμπτον τοῦ πλήθους τῶν ἐπιπέδων γωνιῶν ἐστιν ὦ ἀριθμὸς τοῦ πλήθους τῶν
στερεῶν γωνιῶν.
36 Τῶν δὲ πλευρῶν τὸ πλῆθος ἃς ἕεαστον ἔχει τῶν πολυέδρων τόνδε τὸν
τρόπον εὑρήσομεν. ἐξαριθκηθεισῶν γὰρ πασῶν τῶν πλευρῶν ἅς ἔχει τὰ
ἐπίπεδα τὰ περιέχαντα τὸ
ἐπεὶ περιέχεται τριγόνοις δ΄ καὶ ἑξαγώνοις δ΄ , γωνίας μὲν ἔχει στερεάς
ιβ΄, πλευρὰς δὲ ιη΄ τῶν μὲν γὰρ τεσσάρων τριγώνων αἳ τε γωνίαι ιβ΄ εἰσιν
καὶ αἱ πλευραὶ ιβ΄, τῶν δέ δʼ ἑξαγόνων αἳ τε γωνίαι κδ΄ εἰσιν καὶ αἱ
πλευραὶ κδ΄ γενομένου δὴ τοῦ ἀριθμοῦ παντὸς λϚ΄ ἀναγκαῖόν ἐστιν τὸν
μὲν τῶν στερεῶν γωνιῶν ἀριθμὸν τρίτον μέρος εἶναι τοῦ
προειρημένου ἀριθμοῦ, ἐπεὶ καὶ ἑκάστη τῶν στερεῶν αὐτοῦ γωνιῶν ἐπιπέδοις
γωνίαις περιέχεται γ΄ , τὸ δὲ τῶν πλευρῶν πλῆθος τὸ ἥμισυ τοῦ ἀριθμοῦ,
τουτέστιν τοῦ λϚ΄ , ὥστε εἶναι πλευράς ιη΄ .
τῶν δέ τετρακαιδεκαέδρων τὸ πρῶτον περιέχεται τριγόνοις η΄ καὶ
τετραγώνοις Ϛ΄ , ὥστε ἔχειν στερεάς μέν γωνίας β΄ (ἑκάστη γάρ αὐτοῦ
γωνία ὑπὸ τεσσάρων ἐπιπέδων γαωνιῶν περιέχεται), πλευρὰς δέ
ἔχει κδ΄ τὸ δὲ δεύτερον τῶν τετρακαιδεκαέδρων , ἐπεὶ
περιέχεται τετραγώνοις Ϛ΄
καὶ ἑξαγώνοις η΄ , ἔξει στερεάς
μὲν γωνίας κδ΄ (ἑκάστη γάρ τῶν γωνιῶν αὐτοῦ περιέχεται ὑπὸ γ΄ γωνιῶν
ἐπιπέδων), πλευρὰς δέ ἔχει λϚ΄. τὸ δὲ τρίτον τῶv
τετρακαιδεκαέδρων ἐπεὶ περιέχεται τριγώνοις ή καὶ ῤκταγώνοις Ϛ΄ , ἕξxι
στερεὰς μὲν χωνίας κδ΄ , πλευρὰς δὲ λϚ΄.
τῶν δὲ ἑκκαιεικοσαέδρων τὸ μέν πρῶτον, ἐπεὶ περιέχεται τριγόνοις τε ή καὶ
τετραγώνοις ιή , ἔξει στερεὰς μέν γωνίας κδ΄ , πλευράς δὲ μή . τὸ δὲ
δεύτερον τῶν ἑκκαιεικοσαέδρων , ἐπεὶ περιέχεται τετραγόνοις ιβ΄ καὶ
ἑξαγώνοις ή καὶ ὀκταγώνοις Ϛ΄, ἔξει στερεάς μέν γωνίας
μή .
πλευρὰς δὲ οβ΄.
τῶν δέ δυοκαιτριακονταέδρων τὸ μέν πρῶτον , ἐπεὶ περιέχεται τριγώνοις τε
κ΄ καὶ πενταγώνοις ιβ΄, ἕξει στερεάς
ξ΄, πλευρὰς δὲ ç΄.
τὸ δὲ ὀκτωκαιτριακοντάεδρον, ἐπεί περιέχεται τριγμώνοις τε λβ΄ καὶ τετραγώνοις ἕξ, ἕξει στερεὰς μὲν γωνίας κδ΄, πλευρὰς δέ ξ΄.
τῶν δὲ δυοκαιεξηκονταέδρων τὸ μὲν πρῶτον, ἐπεὶ
περιέχεται
τριγώνοις τε κ΄ καὶ τετραγώνοις λ΄ καὶ πενταγώνοις ιβ΄, ἕξει στερεάς μὲν
γωνίας ξ΄, πλευρὰς δὲ ρκ΄. τὸ δὲ λοιπὸν τῶν δυοκαιεξηκονταέδρων, ἐπεὶ
περιέχεται τετραγώνοις λ΄ καὶ ἑξαγύνοις κ΄ καὶ δεκαγώνοις ιβ΄, ἕξει
στερεὰς μὲν γωνίας ρκ΄, πλευρὰς δὲ ρπ΄.
τὸ δὲ δυοκαιενενηκοντάεδρον, ἐπεὶ περιέχεται τριγμώνοις τε π΄ καὶ πενταγώνοις ιβ΄, ἕξει στερεὰς μὲν γωνίας ξ΄, πλευρὲς δὲ ρν΄.
37 Ταῦτα μὲν οὖν τὰ ιγ΄ σχήματα ἤτοι ἀνομοιογώνια ὄντα ἢ ὑπὸ
ἀνίσων καὶ ἀνομοίων πολυγώνων περὶεχόμενα
διὰ τὸ
ἀτακτότερον παρῃτήσθω τὸ νῦν , τὰ δὲ καλούμενα έ σχήματα τῇ σφαίρᾳ
συγκρίνειν ἄξιον ὑπὸ γὰρ ἴσων καὶ ὁμοίων ἐπιπέδων περιεχμενα μόνα ταῦτα
τὰς στερεὰς γωνίας ἴσας ἔχει, καὶ διὰ τοῦτʼ εὔτακτα παρὰ τὰ λοιπὰ μᾶλλόν
ἐστιν. ὅτι δὲ πλείω τῶν ε΄ τούτων ἀδύνατόν ἐστιν
εὑρεῖν
ἄλλα σχήματα ἴσοις καὶ ὁμοίοις ἰσοπλεύροις πολυγόνοις περιλαμβανύμενα,
καὶ ὑπὸ τοῦ Εὐκλείδου καὶ ὑπό τινων ἄλλων ἀποδέδεικται. συγκρίνμωμεν οὖν
αὐτὰ ταῦτα πρότερον τὰ πολύεδρα τῇ σφαίρᾳ.
38 Ἔστω γὰρ σφαῖρα μὲν ἐν ᾗ τὸ Α, ἒν δέ τι τῶν
προειρημένων
ε΄ σχημάτων ἴσην ἔχον τὴν σύμπασαν ἐπιφάνειαν
Νοείσθω γὰρ εἰς τύ πολύεδρον ἐγγεγραμμένη σφαίρα, ὥστε τῶν περιεχόντων
ἐπιπέδων ἅπτεσθαι· μείζμων ἄρα ἐστὶν ἡ τοῦ πολυέδρου ἐπιφάνεια τῆς
ἐπιφανείας τῆς ἐγγεγραμμένης
σφαίρας· περιέχει γὰρ αὐτήν.
ἀλλʼ ἡ τοῦ πολυέδρου ἐπιφάνεια ἴση ἐστὶν τῇ τῆς Α σφαίρας ἐπιφανείᾳ,
ὥστε καὶ ἡ τῆς Α σφαίρας ἐπιφάνεια μείζων ἐστὶν τῆς ἐπιφανείας τῆς
ἐγγεγραμμένης τῷ πολυέδρῳ σφαίρας· καὶ ἡ ἐκ τοῦ κέντρου ἄρα τῆς Α
σχαίρας μείεζων ἐστὶν
τῆς ἐκ τοῦ κέντρου τῆς ἐγγεγραμμένης
σφαίρας. ἴση δὲ ἡ τῆς Α σφαίρας ἐπιφάνεια τῇ τοῦ πολυέδρου ἐπιφανείᾳ· ὁ
ἄρα κῶνος ὁ βάσιν μὲν ἔχων κύκλον ἴσον τῇ ἐπιφανείᾳ τῆς Α σφαίρας, ὥψος
δὲ ἴσον τῇ ἐκ τοῦ κέντρου τῆς A σφαίρας, μείζων ἐστὶν τῆς πυραμίδος τῆς
βάσιν ἐχούσης ὐθύγραμμον
τὸ ἴσον τῇ τοῦ πολυέδρου ἐπιφανείᾳ
καὶ ὕψος τὴν ἐκ τοῦ κέντρου τῆς ἐγγεγραμμένης αὐτῷ σφαίρας. ἀλλʼ ὁ μὲν
κῶνος ἴσος ἐστὶν τῇ Α σφαίρᾳ (τοῦτο γὰρ ἐκ τῶν ὑπʼ Ἀρχιμήδους
δεδειγμένων ἐν τῷ περὶ σφαίρας καὶ κυλίνδρου καὶ τῶν ἄλλων ὑφ’ ἡμῶν
ὑποτεταγμένων λημμάτων
ἐστὶ φανερόν), ἡ δὲ πυραμὶς ἴση τῷ
πολυέδρῳ· μείζων ἄρα καὶ ἡ Α σφαῖρα τοῦ ὑποκειμένου πολυέδρου.
39 κ΄ . Ἔχει δέ τινα σύγκρισιν καὶ ταῦτα τὰ ε΄ σχήματα πρὸς ἄλληλα, περὶ
ἧς ὕστερον ἐπισκεψόμεθα· δείκνυται γάρ ὑποκειμένων ἴσων τῶν ἐπιφανειῶν
τὸ πολυεδρόεερον
ἀεὶ καὶ μεῖζον. οἷον τὸ μὲν εἰκοσάεδρον
τοῦ δωδεκαέδρου, τὸ δὲ δωδεκάεδρον τοῦ ὀκταέδρου , καὶ ὁμοίως τὸ μέν
ὀκτάεδρον τοῦ κύβου, ὁ δέ κύβος τῆς πυραμίδος· ὅμοιον γάρ τι πέπονθεν τὰ
στερεά ταῦτα τοῖς ἐπιπέδοις πολυώνοις· καὶ γὰρ ἐπʼ ἐκείνων, ὁπότε τὰς
περιμέτρους ἴσας
40 πρόδηλον δʼ ὅτι καὶ ὁ κῶνος καὶ ὁ κύλινδρος ἑκάτερος ὁ ἴσην ἔχων
ἐπιφάνειαν τῇ τῆς σφαίρμς ἐλάσσων ἐστὶν αὐτῆς. ὁ μὲν γὰρ κῶνος ὁ βάσιν
ἔχων ἴσην τῇ ἐπιφανείᾳ
τῆς σφαίρας, ὅλην δὲ τὴν ἐπιφάνειαν
μείζονα τῆς ἐπιφανείας τῆς σφαίρας, ἴσος αὐτῇ καταλαμβάνεται, ὅταν τὸ
ὕψος αὐτοῦ ἴσον ᾗ τῇ ἐκ τοῦ κέντρου τῆς σφαίρας, ὁ δὲ κύλινδρος ὁ τὴν
αὐτὴν βάσιν ἔχων τῷ κώνῳ , ἥ ἐστιν ἴση τῇ ἐπιφανείᾳ τῆς σφαίρας, ὕψος δὲ
τὸ γ΄ τοῦ ἄξπνος
τοῦ κώνου, καὶ ἴσος ὢν τῷ κύνῳ, ἴσος
εὑρίσκετει καὶ τῇ σφσίρᾳ μείζονα τὴν ἐπιφάνειαν ἔχων αὐτῆς· αἱ γὰρ δύο
βάσεις αὐτοῦ τῆς βάσεως τοῦ κώνου , τουεέστιν τῆς ἐπιφανείας τῆς
σφαίρας, διπλασίους εἰσίν, ὥστε ὅταν ἑκάτερον τῶν σχημάτων ἴσην ἔχῃ τὴν
ἐπιφάνειαν τῇ τῆς σφαίρας,
τότʼ ἐξ ἀνάγκης ἡ σφαῖρα
ἑκατέρου σχήματος μείζων ἐστίν.
41 Τοσαῦτα μὲν οὖν περὶ τῆς συγκρίσεως τῆς εφαίρας πρὸς τὰ ε΄ σχήματα καὶ
τὸν κῶνον καὶ κύλινδρον, τὰ δʼ ὑπὸ τοῦ Ἀρχιμήδους, ὡς εἴρηται, δειχθέντα
καὶ ἄλλως ἀπδείξομεν, πρνγράψαντες ὅσα εἰς τὰς ἀποδείξεις αύτῶν
συντείνει λημμάτια.
42 (ά ), Ἡμικύκλιον τὸ ἐπὶ τῆς ΑΒ διαμέτρου καὶ τυχοῦσαι ἐπὶ τὴν διάμετρον κάθετοι αἱ Γ∠ ΕΖ, καὶ ἐφαπτομένη ἡ ΓΕ. ὅτι τὸ δὶς ὑπὸ ΖΕΓ· ἴσον ἐστὶν τῷ ὑπὸ ΑΒ ∠Ζ.
Ἤχθω ἀπὸ τοῦ Ε κάθετος ἐπὶ τὴν Γ∠ ἡ ΕΗ, καὶ ληφθέντος τοῦ Θ κέντρου
ἐπεζεύχθω ἡ ΕΘ, ἐπεὶ οὖν ὀρθὴ ἧ ὑπὸ ΓΕΘ τῇ ὑπὸ ΖΕΗ ἐστὶν ἴση, κοινῆς
ἀφαιρεθείσης τῆς ὑπὸ ΗΕΘ ἔσται λοιπὴ ἡ ὑπὸ ΓΕΗ τῇ ὑπὸ ΖΕΘ ἴση. ἀλλὰ καὶ
ὀρθὴ ἢ Ζ τῇ Η ἴση· ἰσογώνιον ἄρα
ἡ δέ ∠Ζ τῇ ΗΕ. ἡ δέ τὴν λοιπὴν
ὑποτείνουσα τοῦ ΓΕΘ ἡμικυκλίου ἐστὶν ἡ ΕΘ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ μὲν Κ
γωνία τῇ Θ, ἡ δὲ ὑπὸ ΘΕΓ
ἐν τῷ ἡμικυκλίῳ γωνία ὀρθὴ ἴση
ἐστὶν τῇ Η, ἰσογώνια ἄρα ἐστὶν τὰ ΘΕΓ ΚΕΗ τρίγωνα ἔστιν ἄρα ὡς ἡ ΘΕ πρὸς
ΕΓ, ἡ ΚΗ πρὸς ΗΕ τὸ ἄρα ὑπὸ τῆς ΘΕ καὶ τῆς ΕΗ, τουτέστιν τῆς ∠Ζ,
ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΗΚ ΓΕ, τυτέστιν τῷ ὑπὸ συναμφοτέρου τῆς Γ∠
ΕΖ καὶ τῆς ΓΕ.
45 κγ΄ (δ΄), Καὶ ἐκ τούτου φανερὸν ὕτι, ἐὰν ἡμικνκλίου τινὸς ὡς τοῦ ΑΒΓ
περιφέρειά τις ὡς ἡ ΑΓ∠ διαιρεθῇ εἰς ὁποσαοῦν ἴσα καὶ ἐπιζευχθῶσιν
εὐθεῖαι, αἱ ὑπὸ τῶν ἐτιζευχθεισῶν τῶν ΑΕ ΕΖ ΖΓ ΓΗ Η∠ κατὰ τὴν περὶ
ἄξονα τὴν ΑΒ στροφὴν γινόμεναι ἐπιφάνειαι ἴσαι είσίν
κύκλῳ
οὗ ἡ ἐκ τοῦ κέντρου δύναται, ἐπιζεοχθείσης τῆς ΕΒ, τὸ ὑπὸ ΕΒ ΑΘ.
Ἡ μὲν γὰρ ὑπὸ τῆς Η∠ ινομένη ἐτιτάνεια ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ
κέντρου δύναται τὸ ὐπὸ συναμφοτέρου τῆς ΗΚ ∠Θ καὶ τῆς Η∠
ὧν μέση ἀνάλογόν ἐστιν ἡ ἐκ τοῦ . λέγει γάρ Ἀρχιμήδης ὅτι ἐὰν κῶνος ἰσοσκελὴς
ἐπιπέδῳ τμηθῇ παραλλήλῳ τῇ βάσει, τῇ μεταξὺ τῶν παλλήλων ἐπιπέδων
ἐπιφανείᾳ τοῦ κώνου, ἴσος ἐστὶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου μέσον λόγον
ἔχει τῆς πλευρᾶς τοῦ κύνου τῆς μεταξύ τῶν παραλλήλων
κέντρυυ τοῦ
εἰρημένου κύκλου
ἐπιπέδων καὶ τῆς ἴσης ἀμφοτέραις ταῖς ἐκ τῶν κέντρων τῶν κύκλων τῶν ἐν
τοῖς περαλλήλοις ἐπιπέδοιςʼ᾿ ὥστε ἡ ὑπὸ τῆς Η∠ γινυμένη
ἐπιμφάνεια ἴση ἐστὶν κύκλῳ οὗ ἡ καὶ γὰρ
τοῦ κύκλου προσαναπληρουμένου καὶ τῆς ἴσης τῇ ΕΒ εἰς τὸν κύκλον
ἐναρμοζομένης , καὶ
ἐπὶ τῶν ἑξῆς τὰ αὐτά.
διὰ τοῦ Η. γίνεται τὸ ὑπʼ αὐτῆς καὶ τῆς ΛΚ
ἴσον τῷ ὑπὸ συναμφοτέρου τῆς ΓΛ ΗΚ καὶ τῆς δ ΓΗ. ἡ δέ ὑπὸ τῆς ΕΖ ἴση
ἐστὶν κύκλῳ
οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τώ ὑπὸ ΕΒ MΝ
τοῦτο γάρ ἴσον τῷ ὑπὸ συναμφοτέρου τῆς ΕΝ ΖΜ καὶ τῆς ΕΖ
καὶ ἡ ὑπὸ τῆς ἐσχάτης τῆς ΑΕ κωνικὴ
ἐπιφάνεια γινομένη ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΕΒ
ΑΝ, ὅπερ ἴσον ἐστὶν τῷ ὑπὸ ΑΕΝ (καὶ γὰρ ἰσογώνία ἐστιν τὰ ΑΕΒ ΑΕΝ
τρίγωνα, καὶ ἡ ὑπὸ τῆς ΑΕ γινομένη ἐπιφάνεια ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ
κέντρου
δύναται τὸ ὑπὸ ΑΕΝ. καὶ τοῦτο γὰρ Ἀρχιμήδης
ἀπέδειξεν). καὶ ἡ ὑπὸ πασῶν ἄρα τῶν ∠Η ΗΓ ΓΖ ΖΕ ΕΑ γινομένη
σύνθετος ἐπιφάνεια ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΕΒ
ΑΘ.
∠ῆλον δὲ ὅτι καὶ ἐὰν ἡ ὅλη τοῦ ἡμικυκλίου περιφέρεια
εἰς ἴσα διαιρεθῇ, ὧν μία ἐστὶν ἡ ΑΕ, καὶ ἐπιζευχθῶσιν εὐθεῖαι, ἡ
γινομένη ὑπὸ πασῶν τῶν τοῦ πολυγώνου πλευρῶν ἐπιφάνεια κατὰ τὴν ὐμοίαν
στροφὴν ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΕΒΑ.
46 κδ΄ (ε΄). Διῃρήσθω δὲ πάλιν ἡ τοῦ ἡμικυκλίου περιφέρεια εἰς ἴσα ὑποσαοῦν, ἀφ᾿ ὧν ἐφαπτόμεναι ἤχθωσαν, ὡς καταγέγραπται· ὅτι αἱ ὑπὸ τῶν Γ∠ ∠Ε ΕΖ ΖΗ ΗΘ γινύμεναι ἐπιφάνειαι κατά τὴν ὐμοίαν στρυρὴν ἴσαι εἰσὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΒ.
Κάθετοι ἤχθωσαν ἀπὸ τῶν ∠ Ε Ζ Η ἐπὶ τὴν διάμετρον. διὰ δὴ τὸ ἴσην
εἶναι τὴν ΓΞ τῇ Ξ∠ καὶ καθέτους τὰς ΓΑ ∠Κ , τὸ ὑπὸ ΒΑΚ ἴσον
ἐστὶν τῷ ὑπὸ συνσμφοτέρου τῆς ΓΑ ∠Κ καὶ τῆς Γ∠ τοῦτο γὰρ β΄
θεωρήιματι προδέδεικται. ἀλλὰ ἡ ὑπὸ τῆς Γ∠ γινομένη ἐπιφάνεια
ἴση ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ
συναμφοτέρου τῆς ΓΑ ∠Κ καὶ τῆς Γ∠ διὰ τὸ αὐτὸ Ἀρχιμήδους ιζ΄
θεωρημα· καὶ ὁ κύκλος ἄρα οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΒΑΚ ἴσος
ἐστὶν τῇ ὑπὸ τῆς Γ∠ γινομένῃ ἐτιφανείᾳ. ὁμοίως δὲ καὶ ὁ κύκλος οὖ
ἡ ἐκ ταῦ
κέντρου δύναται τὸ ὑπὸ ΑΒ ΚΛ, διὰ τὸ ἴσην εἶναι
πάλιν τὴν ∠Ο τῇ ΟΕ, ἴσος ἐστὶν τῇ ὑπὸ τῆς ∠Ε γινομένη
ἐπιφανείᾳ. καὶ ἐπὶ τῶν ἑξῆς τὰ αὐτά. καὶ ὁ κύκλος ἄρα οὗ
κε΄. Ἤ οὕτως τὸ αὐτό. ἐγγεγράφθω τὸ ΑΓ∠ΕΖΗΘΒ πολύγωνον εἰς ἕτερον
ἡμικύκλιον περὶ τὸ αὐτὸ κέντρον, καὶ ἔστω αὐτοῦ διάμετρος ἡ ΡΣ, καὶ
κάθετοι ὁμοίως ἤχθωσαν·
γίνεται δὴ διπλῆ ἡ μὲν Γ∠ τῆς
ΓΡ, ἡ δὲ ΗΘ τῆς ΘΣ διὰ τὸ προκείμενον, καὶ διὰ τοῦτο Γ∠ μετὰ τῆς
Γ∠Θ ἴση ἐστὶν τῇ ΡΘΣ. ὑποτείνει δὲ τὴν Γ∠Θ ἡ, ἐπὶ τὰ Γ Θ
ἐπιζευγνυμένη ἴση τῇ ΑΒ ἔσται δὴ διὰ τὸ γ΄ θεώρημα τὸ ὑπὸ ΘΓ ΑΚ,
τουτέστιν τὸ ὑπὸ BΑΚ, ἵκον τῷ
ὑπὸ συναμφοτέρου τῆς ΓΑ
∠Κ καὶ τῆς Γ∠, καὶ τὸ ὑπὸ ΒΑ ΚΛ τῷ ὑπὸ συναμφοτέρου τῆς
∠Κ ΕΛ καὶ τῆς ∠Ε. καὶ ἐπὶ τῶν ἑξῆς τὰ αὐτά. καὶ πάντα ἅρα
πᾶσιν ἴσα καὶ ὁ κύκλος ἄρα οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΒ ἴσος ἐστὶν
ταῖς ὑπὸ τῶν Γ∠ ∠Ε Ε∠ ΖΗ ΗΘ γινομέναις
ἐτιφανείαις.
47 κϚ΄ (Ϛ΄). Ημικύκλιον οὗ διάμετρος ἡ ΑΒ, καὶ ἤχθω
ἡ γινομένη ὑπὸ πασῶν τῶν ΑΓ Γ∠ ∠Ε
ΕΖ ΖΗ ἐπιφάνεια τοῦ κύκλου οὖ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΗ μείζων ἐστὶν
κύκλῳ οὗ ἐκ τοῦ κέντρου δύναται τὸ ἥμισυ τοῦ ἀπὸ τῆς ἐπὶ τὰ Ζ Θ.
Ἤχθωσαν κάθετοι ἀπὸ τοῦ Ζ, ἐπὶ μὲν τὴν ΑΒ ᾗ ΖΛ, ἐπὶ δέ τὴν ΗΡ ἡ ΖΚ, τῆς
ΖΚ καθέτου, ὀξείας μέν
οὔσης τῆς ὑπὸ ΖΗΘ , μεταξὺ τῶν Η Θ
πιπτοόσης, ἀμβλείας δέ οὕσης τῆς ὑπὸ ΖΗΘ , ἐκτὸς τοῦ Η, ὡς ἔχουσιν αἰ
καταγραφαί. ἐπεὶ οὖν τὸ δὶς ὑπὸ ΡΗΘ ἢ ΡΗΖ ἴσον ἐστὶν τῷ ὑπό ΑB ΛΡ (τοῦτο
γάρ ἐν τῷ α’ θεμωρήματι δέδεικται), κοινὸν προσκείσθω τὸ ὑπὸ ΒΑΛ μετὰ
τοῦ ὑπὸ
ΗΘΚ ἴσον ἄρα καὶ τὸ ὑπὸ ΒΑΛ μετὰ τοῦ ὑπὸ ΒΑ ΛΡ καὶ
τοῦ ὑπὸ ΗΘΚ τῷ τε δὶς ὑπὸ ΡΗΘ καὶ τῷ ὑπὸ ΒΑΛ μετὰ τοῦ ὑπὸ ΗΘΚ. ἀλλὰ τῷ
ὑπὸ ΒΑΛ μετὰ τοῦ πώ ΒΑ ΛΡ, τουτέστιν τῷ ὑπὸ ΒΑΡ, ἴσον ἐστὶν τὸ ἀπὸ τῆς
ΑΗ. ἴσον ἄρα καὶ τὸ ἀπὸ τῆς ΑΗ μετὰ τοῦ ὑπὸ ΗΘΚ
τῷ δὶς ὑπὸ
ΡΗΘ μετὰ τοῦ ὑπὸ ΗΘΚ καὶ τοῦ ὑπὸ ΒΑΛ.
48 ἀλλὰ τῷ δὶς ὑπὸ ΡΗΘ καὶ τῷ ὑπὸ ΗΘΚ ἴσον ἐστὶν τὸ ὑπὸ συναμφοτέρου τῆς
ΗΡΚ καὶ τῆς ΗΘ μετὰ τοῦ ἀπὸ ΗΘ (τοῦτο γὰρ ἑξῆς δειχθήσεται). καὶ τὸ ἄρα
ἀπὸ ΑΗ
ἄρα ἀπὸ ΘΗ
μετὰ τοῦ ὑπὸ ΘΗΚ ἄσον ἐστὶν τῷ ἡμίσει τοῦ ἀπὸ τῆς ἐπὶ τὼ Ζ Θ. τῷ δέ ἀπὸ
ΘΗ μετὰ τοῦ ὑπὸ ΘΗΚ ἴσον ἐστὶν τὸ ὑπὸ ΚΘΗ διὰ τὸ γʼ τοῦ β΄ στοιχείων·
καὶ τὸ ἥμισυ ἄρα τοῦ ἀπὸ τῆς ἐπὶ τὼ Ζ Θ ἄσον ἐστὶν τῷ ὑπὸ ΚΘΗ.
Καὶ ἐπεὶ τὸ ἥμισυ εοῦ ἀπὸ τῆς ἐπὶ τὰ Ζ Θ ἔλασσόν
ἐστιν ἀεὶ
τοῦ δὶς ἀπὸ Ζ H, δῆλον ὡς ἡ ὑπὸ τῶν AΓ Γ∠ ∠Ε ΕΖ ΖΗ γινομένη
ἐπιφάνεια τοῦ κύκλου οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΗ μετὰ δύο κύκλων, ὧν
ἐκ κέντρου ἐστὶν ἡ ΖΗ, ἐλάσσων ἐστίν.
49 κζ΄ (ή ). Οτι τὸ δὶς ὑπὸ ΡΗΘ μετὰ τοῦ ὑπὸ ΚΘΗ
ἴσον τῷ ὑπὸ
συναμφντέρου τῆς ΗΡΚ καὶ τῆς ΗΘ μετὰ τοῦ ἀπὸ ΗΘ.
Κείσθω τῇ μὲν ΗΡ ίση ἡ ΡΣ, τῇ δὲ ΘΡ ἡ ΡΛ. λοιπὴ ἄρα ἡ ΛΣ τῇ ΘΗ ἐστὶν ἴση.
ἐπεὶ οὖν τὸ ὑπὸ ΡΗΘ ἴσον ἐστὶν τῷ ὑπὸ ΡΘΗ. μετὰ τοῦ ἀπὸ ΗΘ, καὶ τὸ δὶς
ἄρα
ὑπὸ ΡΗΘ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΡΘΗ μετὰ τοῦ δὶς ἀπὸ ΗΘ.
ἴση δὲ ἡ μὲν ΗΡ τῇ ΡΣ, ἡ δὲ ΘΡ τῇ ΡΛ, ἴσον ἄρα τὸ ὑπὸ ΣΗΘ τῷ ὑπὸ ΛΘΗ
μετὰ τοῦ δὶς ἀπὸ ΗΘ. κοινὸν προσκείσθω τὸ ὑπὸ ΚΘΗ τὸ ἔρα ὑπὸ ΣΗΘ τουτέστιν τὸ ὑπὸ ΗΣΛ μετὰ τοῦ ὑπὸ ΚΘΗ, τουτέστιν τοῦ ὑπὸ ΚΗΘ
καὶ τοῦ ἀπὸ ΗΘ, τουτέστιν τὸ ὑπὸ συναμφοτέρου τῆς ΗΡΚ καὶ τῆς ΗΘ μετὰ
τοῦ ἀπὸ ΗΘ, ἴσον ἐστὶν τῷ ὑπὸ ΜΘΗ μετὰ τοῦ δὶς ἀπὸ ΗΘ καὶ τοῦ ὑπὸ ΚΘΗ.
ἴσον δὲ τὸ μὲν ὑπὸ ΛΘΗ μετὰ τοῦ ἀπὸ ΗΘ τῷ ὑπὸ ΛΗΘ,
τὸ δέ ἀπὸ
ΗΘ τῷ ὑπὸ ΗΘ ΜΣ. ἴσον ἄρα καὶ τὸ ὑπὸ ΣΗΘ, ὅπερ ἐστὶν τὸ δὶς ὑπὸ ΡΗΘ,
μετὰ τοῦ ὑπὸ ΚΘΗ τῷ ὑπὸ συναμφοτέρου τῆς ΗΡΚ καὶ τῆς ΗΘ μετὰ τοῦ ἀπὸ
ΗΘ.
50 κή (θ΄ ) Εὐθεῖα ἡ ΑΒ, καὶ ἐπʼ αὐτῆς τυχόντα σημεῖα τὰ Γ ∠ ὅτι τὸ
ὑπὸ συναμφοτέρου τῆς ΒΑ Α∠ καὶ τῆς ΓΒ
μετὰ τοῦ ἀπὸ ΓΒ
ἴσον τῷ δὶς ὑπὸ ΑΒ ΒΓ μετὰ τοῦ ὑπὸ ΒΓ∠.
Τῇ Α∠ ἴση ἡ ΑΕ, τῇ δέ ΑΓ ἡ ΑΖ λοιπὴ ἄρα ἡ Γ∠ τῇ ΕΖ ἐστὶν ἴση.
ἐπεὶ οὖν τὸ ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ ὑπὸ ΑΓΒ μετὰ τοῦ ἀπὸ ΓΒ διὰ τὸ γ΄
θεώρημα τοῦ β΄ στοιχείων, τὸ ἄρα δὶς ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ
ΑΓΒ μετὰ τοῦ δὶς ἀπὸ ΓΒ. τῷ δέ δὶς ὑπὸ ΑΓΒ ἴσον ἐστὶν τὸ
ὑπὸ ΖΓΒ (διπλῆ γάρ ἐστιν ἡ ΖΓ τῆς ΓΑ) καὶ τὸ ὑπὸ ΖΓΒ ἄρα μετὰ τοῦ δὶς
ἀπὸ ΓΒ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΑΒΓ. κοινὸν προσκείσθω τὸ ὑπὸ ΓΒ ΕΖ, ὅπερ
ἐστὶν τὸ ὑπὸ ΒΓ Γ∠ τὸ ἄρα ὑπὸ ΕΓ ΓΒ μετὰ τοῦ δὶς
ἀπὸ
ΓΒ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΑΒΓ μετὰ τοῦ ὑπὸ ΒΓ∠ ἀλλὰ τῷ ὑπὸ ΕΓΒ μετὰ
τοῦ δὶς ἀπὸ ΓΒ ἴσον ἐστὶ τὸ ὑπὸ ΕΒΓ μετὰ τοῦ ἀπὸ ΓΒ (τὸ γὰρ ὑπὸ ΕΓΒ μετὰ
τοῦ ἀπὸ ΓΒ ἴσον ἐστὶν τῷ ὑπὸ ΕΒΓ διὰ τὸ αὐτὸ στοιχείων)· καὶ τὸ ὑπὸ ΕΒΓ
ἔρα, ὅπερ ἐστὶν τὸ ὑπὸ συναμφοτέρου
τῆς ΒΑ Α∠ καὶ τῆς
ΒΓ, μετὰ τοῦ ἀπὸ ΓΒ, ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΑΒΓ μετὰ τοῦ ὑπὸ ΒΓ∠
ὥστε τὸ ὑπὸ συναμφοτέρου τῆς ΒΑ∠ καὶ τῆς ΓΒ μετὰ τοῦ ἀπὸ
ΓΒ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΑΒΓ μετὰ τοῦ ὑπὸ ΒΓ∠.
51 κθʼ (ί). Εστω τις κύκλου περιφέρεια ἡ ΚΑΒΓ καὶ εὐθεῖα ἡ ∠ ὅτι δυνατόν ἐστιν ἀπειραχῶς ἀπολαβεῖν τὴν ΚΑ περιφέρειαν μέρος οὖσαν τῆς ΚΒΓ, ὅπως. ἐφαπτομένων ἀχθεισῶν τῶν ΚΕ ΑΕ, ἐλάσσονες ὦσιν αὗται τῆς ∠.
Ἔστω γάρ ἐφατομένη ἡ ΚΗ
ἴση τῇ ∠, καὶ ἐπὶ τὸ κέντρον γ
ἡ ΗΒΘ. τέμνοντες δὴ τὴν ΚΒΓ περιφέρειαν δίχα καὶ τὴν ἡμίσειαν αὐτῆς
δίχα, καὶ τοῦτο ἀεὶ ποιμῦντες λείψομέν τινα περιφέρειαν
ὡς
τὴν ΚΑ ἐλάσσονα τῆς ΚΑΒ. καὶ ἤχθω ἐραπτομένη τοῦ τμήματος ἡ ΑΕ ἴση ἄρα
ἐστὶν ἡ ΑΕ τῇ ΚΕ, καὶ ἔσται γεγονὸς τὸ ζητούμενον· ἡ γὰρ διὰ τῶν Θ Α
ἐκβάλλεται ἐπὶ τὸ Ζ, καὶ αἱ ΚΕΑ
τῆς ΚΖ ἐλάσσονές εἰσιν διὰ
τὸ μείζονα εἶναι τὴν ΖΕ ἑκατέρας τῶν ΑΕ ΕΚ, ὀρθῆς οὕσης τῆς ὑπὸ ΖΑΕ, καὶ
πολὺ μᾶλλον τῆς ∠ ἴσης ὑποκειμένης τῇ ΚΗ.
52 λ΄ (τά ). Παντὸς τμήματος σφαίρας ἡ κυρτὴ ἐπιφάνεια ἴση ἐστὶν κύκλῳ οὗ
ἡ
ε ἐκ τοῦ κέντρου ἴση ἐστὶν τῇ ἐκ τοῦ πόλου τοῦ
τμήματος.
Ἔστω γὰρ τμῆμα σφαίρας, οὗ πόλος μέν
ἐστιν τὸ Κ σημεῖον , ἐκ
πόλου δέ ἡ ΚΒ, καὶ ὁ διὰ τῶν Κ Β μέγιστος, οὗ διάμετρος ἡ ΚΓ, ἐφʼ ἣν
κάθετος ἡ ΒΑ λέγαω
Ἔστω γάρ, εἶ δυνατόν , ἄνισα ταῦτα, καὶ πρότερον μείζων ἡ τοῦ τμήματος
ἐπιφάνεια, καὶ τῆς ὐπεροχῆς αὑτῶν
νοείσθω ἐλάσσων κύκλος, οὗ
διάμετρος ἡ Θ, ὥστε τὴν ἐπιφάνειαν τοῦ τμήματος μείζθνa εἶναι τῶν δύο
κύκλων, οὗ ἡ ἐκ κέντρου ἐστὶν ἡ ΚΒ καὶ οὗ διάμετρος ἡ Θ, καὶ διῃρήσθω ἠ
ΚΒ περιφέρεια εἰς ἴσας ὁποσοσοῦν, καὶ ἐφαπτύμεναι ἤχθωσαν, ὡς
καταγέγραπται, ὥστε ἑκάστην
αὐτῶν ἐλάσσονα εἶναι τῆς
δυναμένης τὸ η΄΄ τοῦ ἀπὸ Θ· τοῦτο γὰρ ὡς δυνατὸν προγέγραπται. ἐπεὶ οὖν
μεῖζόν ἐστιν τὸ ἀπὸ Θ τοῦ ὀκτάκις ἀπὸ ΗΒ, καὶ ὁ περὶ διάμετρον ἄρα τὴν Θ
κύκλος μείζων ἐστὶν δύο κύκλων ὧν ἐκ κέντρου ἐστὶν ἡ ΗΒ. οὗτοι δὲ οἱ δύο
κύκλοι καὶ ὁ
κύκλος οὗ ἡ ἐκ κέντρου ἐστὶν ἡ ΚΒ, ὡς
προδέδεικται τῷ Ϛ΄ θεωρήματι, μείζονές εἰσιν τῆς γινομένης ὑπὸ τῶν
ἐφαπτομένων ἐπιφανείας, ἥτις περιγέγραπται περὶ τὸ τμῆμα τῆς σφαίρας
ἔσται ἄρα αὕτη ἡ ἐπιφάνεια, καὶ πολὺ μᾶλλον ἡ τοῦ τμήματος τῆς σφαίρας,
ἐλάσσων κύκλων οὗ τε ἡ ἐκ
κέντρου ἐστὶν ἡ ΚΒ καὶ οὗ
διάμετρυς ἐστὶν ἡ Θ. ἀλλὰ καὶ μείζων ὑπόκειται, ὅπερ ἄτοπον.
53 (ιβ΄). Ἔστω δὲ μείζων ὁ κύκλος οὗ ἡ ἐκ κέντρου ἐστὶν ἡ ΚΒ τῆς
σφαιρικῆς ἐπιφανείας τοῦ τμήματος· καὶ ὁ κύκλος ἄρα οὗ ἡ ἐκ τοῦ κέντρου
δύναται τὸ ὑπὸ ΓΚΑ
μείζων ἐστίν τῆς κυρτῆς ἐπιφανείας τοῦ
τμήματος. νοείσθω δὲ μεταξὺ αὐτῶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ
ὑπὸ Θ ΚΑ· μείζων ἄρα ἐστὶν ἡ ΚΓ τῆς Θ· ἔστω τῇ Θ κατὰ τὴν περὶ ἄξονα τὴν ΚΑ στροφῆς ἀποκατάστασιν
περιέχεαι
ὑπὸ τῆς τοῦ τμήματος ἐπιφανείας καὶ τήν αὐτὴν
αὑτῷ βάσιν ἔξει καὶ ἔστιν ἴση μὲν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρον
δύναται, ἐτιζευχθείσης τῆς ΓΛ, τὸ ὑπὸ ΛΓ ΚΑ διὰ τὸ δ΄ θεώρημα, ἐλάσσων
δέ τῆς σφαιρικῆς τοῦ τμήματος ἐπιρανείας· πολλῷ ἄρα ὁ κύκλος οὗ ᾗ ἐκ
κέντρου δύναταμι
τὸ ὑπὸ ΟΓ ΚΑ ἢ τὸ ὑπὸ Θ ΚΑ ἐλάσσων ἐστὶν
τῆς σφαιρικῆς τοῦ τμήματος ἐπιφανείας. ἀλλὰ καὶ μείζων ὑπόκειται μεταξύ
ὢν τοῦ τμήματος καὶ τοῦ κύκλου θὗ ἡ ἐκ κέντρου ἐστὶν ἡ ΚΒ, ὅπερ ἀδύνατον
ἴσα ἅρα ἐστὶν τὰ ζητούμενα.
Καὶ δῆλον ὡς, ἐὰν τὸ Α κέντρον ᾖ, γίνεται τὸ τμῆμα ἡμισφαίριον, καὶ ἔσεαι
ἡ ἐπιφάνεια τῆς σφαίρας ὅλης ἴση κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΚΓ, ἢ
καὶ ἐξ ἀμφοτέρων τῶν τμημάτων, ὁποῖα ἔν ἧ,
τὸ αὐτὸ
συναχθήσεται.
54 λβ΄ (ιγ΄ ). Ἐὰν ὦσιν γ΄ εὐθεῖαι ὡς αἰ Α Β Γ, ὁ κῶνος
Ἐκκείσθωσαν γὰρ
δύο κύκλοι οἱ Ε Ζ, καὶ τοῦ μὲν Ε ἡ ἐκ τοῦ
κέντρου δυνάσθω τὸ ὑπὸ Α Β, τοῦ δὲ Ζ ἡ ἐκ τοῦ κέντρου δυνάσθω
τὸ ὑπὸ Β Γ, ὕψος δὲ τοῦ μὲν Ε κώνου ἔστω τὸ ΕΗ ἴσον τῇ Γ, τοῦ δὲ Ζ
ὕψος τὸ ΖΘ ἴσον ἔστω τῇ Α. ἐπεὶ οὖν ἐστιν ὡς ἡ Α πρὸς Γ, τουτέστιν
ὡς ἡ ΖΘ πρὸς τὴν ΕΗ, τὸ ὑπὸ Α Β πρὸς τὸ ὑπὸ B Γ
τουτέστιν ἡ ἐκ τοῦ κέντρου τοῦ Ε πρὸς τὴν ἐκ τοῦ κέντρου τοῦ
Ζ, τουτέστιν ὁ Ε πρὸς τὸν Ζ, ἴσος ἄρα ὁ κῶνος οὗ βάσις μὲν ὁ Ε
κύκλος, ὕψος δὲ τὸ ΕΗ, τῷ κύνῳ οὗ βόσις μὲν ὁ Ζ κύκλος, ὕψος δὲ τὸ ΖΘ·
ἀντιπεπόνθασιν γάρ
αὐτῶν αἱ βάσεις τοῖς ὕψεσιν.
55 λγ΄ (ιδ΄). Τρίγωνον τὸ ΑΒΓ, καὶ μενούσης τῆς ΒΓ περιενεχθὲν τὸ
τρίγωνον εἰς τὸ αὐτὸ ἀποκαθεστάτω· ὅτι τὸ γινόμενον ὑπ᾿ αὐτοῦ στερεὸν
ἴσον ἐστὶν κώνῳ οὗ ἡ μὲν βάσις ἐστὶν ἴση τῇ ὑπὸ τῆς ΑΒ ἐν τῇ στροφῇ
γινομένῃ κωνικῇ
ἐπιφανείᾳ, ὕψος δὲ ἡ ἀπὸ τοῦ Γ ἐπὶ τὴν ΑΒ
κάθετος.
Ἤχθωσαν γὰρ ἐπὶ τὰς ΑΒ ΒΓ κάθετοι ἀπὸ τῶν Α Γ αἱ ΓΕ Α∠. ἐπεὶ ὀρθή
ἐστιν ἡ ∠ ὁρθῇ τῇ Ε ἴση, κοινὴ
κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ
ὑπὸ ΒΑ∠, ὕψος δέ ἡ ΓΕ, ἴσος ἐστὶν κώνῳ οὗ βάσις μέν ἐστιν κύκλος
οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ Α∠, ὕψος δὲ ἡ ΒΓ· (διὰ τὸ
ἀντιπεπονθέναι πάλιν τάς βάσεις αὐτῶν τοῖς ὕψεσιν). καὶ ἔστι τὸ
γινόμενον ὑπὸ τοῦ ΑΒΓ τριγώνου ἐν τῇ στροφῇ
στερεὸν ἴσον τῷ
κώνῳ οὗ βάσις μέν ἐστιν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου ἡ Α∠, ὕψος δὲ ἡ
BΓ· τὸ αὐτὸ ἔρα στερεὸν ἴσον ἐστὶν τῷ κύνῳ τῷ βάσιν μὲν ἔχοντι κύκλον οὗ
ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ BΑ∠, ὕψος δὲ τὴν ΓΕ κάθετον. ἀλλʼ
ὁ μὲν κύκλος οὗτος ἴσος ἐστὶν τῇ ὑπὸ τῆς
ΑΒ ἐν τῇ στροφῇ
γινομένη κωνικῇ ἐπιφανείᾳ διὰ τὸ ιε΄ πάλιν Ἀρχιμήδους θεύρημα
παντὸς γάρ κώνου ἰσοσκελοῦς ἡ ἐπιφάνεια, χωρὶς τῆς βάσεως, ἴση
ἐστὶν κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου μέσον ἀνάλογον ἔχει τῆς πλευρᾶς τοῦ
κώνου καὶ τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου ὅς ἐστιν βάσις τοῦ . ἐὰν ἄρα μενούσης τῆς BΓ περιενεχθὲν τὸ
τρίγωνον εἰς τὸ αὐτὸ ἀποκατασταθῇ ὅθεν ἤρξατο φέρεσθαι, τὸ γινόμενον ὑπʼ
αὐτοῦ στερεὸν ἴσον ἐστὶν κώνῳ οὗ βάσις μέν ἐστιν ἴση τῇ ὑπὸ τῆς ΑΒ ἐν τῇ
στροφῇ γινομένη κωνικῇ ἐπιφανείᾳ, ὕψος δὲ ἡ ἀπὸ τοῦ Γ ἐπὶ τὴν ΑΒ
κάθετος.
κώνου
56 λδ΄ (ιε΄). Ἔστω πάλιν τρίγωνον τὸ ΑΓΖ καὶ τυχοῦσα διήχθω ἡ ΓΒ, ἧς
μενούσης περιενεχθὲν τὸ τρίγωνον εἰς τὸ
Ἐκβεβλήοθω ἡ ΖΑ
ἐπὶ τὸ Β· διὰ τὸ προδειχθὲ ἄρα τὸ ὑπὸ τοῦ
ΑΒΓ τριγώνου γινόμενον στερεὸν ἴσον ἐστὶν κώνῳ οὗ βάσις μὲν ἴση ἐστὶν
τῇ ἐπιφανείᾳ τοῦ κώνου ἣν ποιεῖ ἡ ΑΒ, ὕψος δὲ ἧ ἀπὸ τοῦ
Γ ἐπὶ τὴν ΒΑ, τὸ δὲ ὑπὸ τοῦ ΒΖΓ γινόμενον ὁμοίως ἴσον ἐστὶν κύνῳ οὗ ἡ
μὲν βάσις ἴση ἐστὶ τῇ ἐπιφανείᾳ τοῦ κύνου ἣν ποιεῖ ἡ ΒΖ, ὕψος δέ τὸ
αὐτό· καὶ
λοιπὸν ἅρα τὸ ὑπὸ τοῦ ΑΓΖ γινόμενον στερεὸν ἴσον
ἐστὶν κύνῳ οὗ ἡ μὲν βάσις ἴση ἐστὶν τῇ ἐπιφανείᾳ τοῦ κολούρου κώνου ἣν
ποιεῖ ἡ ΑΖ, ὕψος δὲ τὸ αὐτό ἡ ἀπὸ τοῦ Γ ἐπὶ τὴν ΑΖ.
57 λε΄ (ιϚ΄). Ἔστω δὲ παράλληλος ἡ ΑΖ τῇ ΒΓ καὶ
ἤχθωσαν αἱ
ΖΓ Α∠ ὅτι τὸ ὑπὸ τοῦ ΑΒΖ τριγώνου ἐν τῇ στροφῇ γινόμενον στερεὸν
ἴσον ἐστὶν κύνῳ οὗ βάσις μέν ἐστιν κύκλος οὗ ἡ ἐκ κέντρου ἐστὶν ἡ ΓΖ,
ὕψος δὲ ἡ διπλῆ τῆς ΑΖ, τουτέστιν τῆς ∠Γ.
Ἐπεὶ γάρ ὁ ἀπὸ τοῦ ΑΓ παραλληλογράμμου
κύλινδρος ἴσος ἐστὶν
κώνῳ βάσιν μὲν ἔχοντι κύκλον οὗ ἠ ἐκ τοῦ κάντρου ἐστὶν ἡ Α∠ ὕψος
δὲ τὴν τριπλασίαν τῆς Δ∠Γ, ὁ δέ ὑπὸ τοῦ ΑB∠ τριγώνου
γινόμενος κῶνος βάσιν μὲν ἔχει τὴν αὐτήν, ὕψος δέ τὴν Β∠ τὸ ἄρα
ὑπὸ τοῦ ΑΒ∠ τριγώνου μετὰ τοῦ ὑπὲ
γινόμενον στερεὸν ἴσον ἐστὶν κώνῳ τῷ
βάσιν μὲν ἔχοντι τὴν αὐτήν, ὕψος δὲ τὴν διπλασίαν τῆς ∠Γ ἢ τῆς
ΑΖ.
58 Ἔτι δὲ καὶ τοῦτο φανερὸν ὅτι τῇ ὑπὸ τῆς ΑΖ γινομένη ἐπιφανείᾳ
κυλινδρικῇ ρὔσῃ, ἴσος ἐστὶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου μέσον λόγον ἔχει
τῆς πλευρᾶς τοῦ κυλίνδρου
καὶ τῆς διαμέτρου τῆς βάσεως
(τοῦτο γὰρ Ἀρχιμήδησ ἔδειξεν ιδ΄ θεωρήματι περὶ σφαίρας καὶ κυλίνδρου)
ὥστε ἡ ὑπὸ τῆς ΑΖ γινομένη ἐπιφάνεια ἴση ἐστὶν κύκλψ οὗ ἡ ἐκ τοῦ κέντρου
δύναται τὸ δὶς ὑπὸ τῶν ΖΓ∠.
59 λϚ΄ (ιζ΄). Ἐὰν μέντοι τὸ Β μεταξὺ ᾗ τῶν ∠ Γ,
δείκνυται. ὁ γὰρ ὑπὸ τοῦ Α∠ΓΖ παραλληλογράμμου γινόμενος
κύλινδρος, τοῖς ὑπὸ τῶν ΑΒ∠ ΖΒΓ τριγώνων γινομένοις κώνοις τὴν
αὐτὴν ἔχων αὐτοῖς βάσιν καὶ ὕψος τὴν ∠Γ, ὑπερέχει οὐτῶν
τῷ ἀπὸ τῆς αὐτῆς βάσεως κώνῳ ὕψος ἔχοντι τὴν διπλασίαν τῆς ∠Γ,
ὥστε καὶ
τὸ ὑπὸ τοῦ ΑΒΖ τριγώνου γινόμενον στερεὸν ἴσον
ἐστὶν τῷ αὐτῷ κώνῳ, ὅπερ: ~
60 λζ΄ (ιη΄). Ἔστω τετράπλευρον τὸ ΑΒΓ∠, καὶ ἀπὸ τοῦ ἐπὶ τὰς
Α∠ ∠Γ κάθετοι ἴσαι, καὶ διήχθω τις ἡ ΒΕ, καὶ μενούσης αὐτῆς
περιενεχθὲν τὸ τετράπλευρον εἰς τὸ
αὐτὸ ἀποκαθεστάτω ὅτι τὸ
γινόμενον ὑπὸ τοῦ τετραπλεύρου στερεὸν ἴσον ἐστὶν κώνῳ οὗ ἡ μὲν βάσις
ἴση ἐστὶν ταῖς ὑπὸ τῶν Α∠ ∠Γ ἐν τῇ στροφῇ γινομέναις
ἐπιφανείαις, ὕψος δὲ ἡ ἀπὸ τοῦ Β ἐπὶ μίαν τῶν Α∠ ∠Γ,
κάθετος.
Ἐπεζεύχθω ἡ Β∠ τὸ ἄρα ὑπὸ τοῦ τετραπλεύρου γινόμενον στερεὸν τὸ ὑπὸ
τῶν ΑΒ∠ ∠ΓΒ τριγώνων ἐστὶν γινόμενον. καὶ δέδεικται πρὸ
δυοῖν τὸ μέν ὑπὸ τοῦ ΑΒ∠ γινόμενον ἴσον κώνῳ οὗ ἡ μὲν βάσις ἴση
ἐστὶν τῇ ὑπὸ τῆς Α∠ γινομένη ἐπιφανείᾳ, ὕψος δὲ ἡ ἀπὸ τοῦ Β ἐπὶ
μίαν
τῶν Α∠ ∠Γ κάθετος, τὸ δὲ ὑπὸ τοῦ ∠ΒΓ
τριγώνου ἴσον κώνῳ οὗ ἡ μὲν βάσις ἴση ἐστὶν τῇ ὑπὸ τῆς ∠Γ γινομένῃ
ἐτιφανείᾳ, ὕψος δὲ τὸ αὐτό· καὶ ὅλον ἄρα τὸ ὑπὸ τοῦ ΑΒΓ∠
τετραπλεύρου γινόμενον στερεὸν ἴσον ἐστὶν κώνῳ οὗ ἡ μὲν βάσις ἴση ἐστὶν
ταῖς ὑπὸ τῶν Α∠ ∠Γ γινομέναις
κατὰ τὴν στροφὴν
ἐπιφανείαις, ὕψος δέ ἡ ἀπὸ τοῦ Β ἐπὶ μίαν τῶν Α∠ ∠Γ.
61 λη΄ (ιθ΄). Κἂν ἀντὶ τοῦ τετραπλεύρου δὲ πεντάπλευρον ἦ τὸ ∠ ΑΒΖΓ
ἢ καὶ ὁποσασοῦν πλευρὰς ἔχον, ὥστε τὰς ἀπὸ τοῦ Β ἐφ’ ἑκάστην τῶν
Α∠ ∠Γ ΓΖ καθέτους
ἴσας εἶναι, δειχθήσεται
ὁμοίως τὸ ὑπὸ τοῦ πολυγώνου γινόμενον στερεὸν ἴσον κύνῳ πὗ ἡ μὲν βάσις
ἴση ἐστὶν ταῖς ὑπὸ τῶν Α∠ ∠Γ ΓΖ γινομέναις ἐπιφανείαις, ὕψος
δέ μία τῶν εἰρημένων ἴσων καθέτων. καὶ οὐδὲν διαφέρει, ἂν ἡ ἐσχάτη
ἐφαρμόζῃ τῇ ΕΒ. ἑξῆς τὸ σχῆμα.
62 λθ΄ (κ΄). Τὸ δʼ αὐτό ἐστιν τῷ εἰρημένῳ λέγειν ὅτι, ἐὰν περὶ ἡμικύκλιον
οὗ κέντρον τὸ Σ, γραφή τι πολύγωνον ὑποσασοῦν ἔχον πλευράς, ὡς τὸ
ΒΕΖΘΛΓ, μενούσης δὲ τῆς ΒΓ περιενεχθέν τὸ πολύγωνον εἰς τὸ αὐτὸ ἀποκα-
Σ ἀγόμεναι ἐπὶ τὰς πλευρὰς κάθετοι. ὡς αἱ ΣΜ, ΣΚ ΣΗ ΣΑ
Σ∠, ἴσαι εἰσίν. καὶ οὐ διαφέρει, ἐὰν τὸ ∠ τῷ O, ἢ τὸ Μ τῷ Ξ
ταὐτὸν ἦ.
Δῆλον δʼ ὅτι, κἂν περὶ τομέα κύκλου, οἷον τὸν ΞΣΑ ἢ ΜΣΑ περιγραφῇ τι πολύγωνον, τὰ αὐτὰ δειχθήσεται.
63 μ΄ (κα΄). Πᾶσα σφαῖρα ἴση ἐστὶν κώνῳ οὗ βάσις μέν ἐστιν ἡ ἐπιφάνεια τῆς σφαίρας, ὕψος δὲ ἡ ἐκ τοῦ κέντρου.
Ἔστω γὰρ σφαῖρα ἧς διάμετρος ἡ ΑΒ, κέντρον δὲ τὸ Γ, καί, εἰ δυνατόν,
πρότερον ἔστω μείζων ὁ κῶνος οὗ βάσις
μὲν ἡ ἐπιφάνεια τῆς
σφαίρας, τουτέστιν ὁ κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΒ, ὕψος δὲ ἡ ΓΒ
ἐκ τοῦ κέντρου τῆς σφαίρας, καὶ μεταξὺ αὐτῶν, τουτέστιν ἐλάσσων μὲν τοῦ
κώνου, μείζων δὲ τῆς σφαίρας, νοείσθω κῶνος ἄλλος, οὗ ἡ μὲν βάσις ἐστὶν
ἡ αὐτή, ὕψος δὲ ἡ Β∠,
ἐλάσσων οὖσα τῆς ΓΒ, καὶ
ἡμικυκλίου ὄντος τοῦ ΑΕΒ ἤχθω ἡ ΑΚ δυναμένη τὸ δὶς ὑπὸ ΑΒ Γ∠· καὶ
λοιπὸν ἄρα τὸ δὶς ὑπὸ ΑΒ∠ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ἐπὶ τὰ Κ Β. καὶ τὰ
ἡμίση· τὸ ὑπὸ ΑΒ∠ ἴσον ἐστὶν ἡμίσει τῷ ἀπὸ τὸ γὰρ δὶς ὑπὸ ΑΒ∠ μετὰ τοῦ δὶς
ὑπὸ ΑΒ Γ∠, τουτέστιν τὸ δὶς ὑπὸ ΑΒΓ, τὸ ἀπὸ ΑΒ ἐστὶν ἴσον ὸν
τοῖς ἀπὸ ΑΚΒ, ὀρθῆς οὔσης τῆς πρὸς τῷ Κ ἐν ἡμικυκλίῳ.
64 ἐγγεγράφθω δὴ εἰς τὸ ἡμικύκλιον πολύγωνον ἰσόπλευρον
ἀρτιόπλευρον τὸ ΑΕΖΗΘΛΒ, ὥστε ἐλάσσονα
εἶναι
τὴν ΒΛ περιφέρειαν τῆς BΛΚ (δυνατὸν δὲ τοῦτο· τέμνοντες γάρ τὸ
ἡμικύκλιον δίχα καὶ τὴν ἡμίσειαν περιφέρειαν δίχα καὶ τοῦτο ἀεὶ
ποιοῦντες λείψομέν τινα περιφέρειαν ἐλάσσονα τῆς ΒΛΚ, ὡς τὴν ΒΛ).
65 καὶ ἐπεζεύχθω ἡ ΑΛ, καὶ παράλληλος αὐτῇ ἡ ΓΟ. ἐπεὶ οὖν ἰσογώνιόν
ἐστιν τὸ ΑΛΒ τρίγωνον τῷ ΓΟΒ τριγώνῳ καὶ διπλῆ ἐστιν ἡ μὲν
ΑΛ τῆς ΓΟ, ἡ, δὲ ΛΒ τῆς ΒΟ, καὶ ἐλάσσων ἐστὶν ἡ ΛΒ τῆς ΑΛ, τὸ ἄρα ὑπὸ ΑΛ
ΓΟ μεῖξόν ἐστιν ἡμίσους τοῦ ἀπὸ τῆς ΛΒ. διὰ ταὐτὰ δὴ κἂν μὲν τὴν ΚΒ
ἐπιζεύξωμεν, παράλληλον δὲ διὰ τοῦ Γ μέχρι τῆς ΚΒ. τῇ
ΑΚ
ἀγάγωμεν, τὸ ὑπὸ τῆς ἀγομένης παραλλήλου καὶ τῆς ΑΚ μεῖζόν ἐστιν ἡμίσους
τοῦ ἀπὸ τῆς ΚΒ εὐθείας· καὶ
ΑΒ∠, ὕψος δὲ ἡ ΑΒ. ἀλλʼ ὁ κῶνος οὗ βάσις μέν ἐστιν κύκλος οὗ ἡ ἐκ
τοῦ κέντρου δύναται τὸ ὑπὸ ΑΛ ΓΟ, ὕψος δὲ ἡ ΑΒ, ἴσος ἐστὶν κώνῳ οὗ ἡ μὲν
βάσις ἐστὶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΑΛ ΑΒ, ὕψος δὲ ἡ
ΓΟ· καὶ ὁ κῶνος ἄρα οὗτος, τουτέστιν οὗ ἡ μὲν βάσις
ἐστὶν
κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΛΑΒ, ὕψος δὲ ἡ ΓΟ, μείζων
ἐστὶν τοῦ κώνου, οὖ ἡ μὲν βάσις ἐστὶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται
τὸ ὑπὸ ΑΒ∠, ὕψος δὲ ἡ ΑΒ, τουτέστιν τοῦ ἴσου κώνου οὗ ἡ μὲν βάσις
ἐστὶν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΒ, ὕψος δὲ ἡ
Β∠ ὡς γὰρ τὸ ἀπὸ ΑΒ πρὸς τὸ ὑπὸ ΑΒ∠, οὕτως ἡ ΑΒ πρὸς
Β∠.
66 καὶ δέδεικται τῷ δ΄ θεωρήματι ἡ γινομένη ὑπὸ πασῶν τοῦ πολυγώνου
πλευρῶν ἐπιφάνεια κατὰ τὴν ὁμοίαν στροφὴν ἴση κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου
δύναται τὸ ὑπὸ ΛΑΒ· καὶ ὁ κῶνος ἄρα οὗ ἡ βάσις μέν ἐστιν
οὗ
ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΛΑΒ, ὕψος δέ
ἡ Β∠. ὑπόκειται δὲ καὶ ὁ κῶνος οὗτος μείζων τῆς
σφαίρας· πολλῷ ἄρα μεῖζόν ἐστιν τῆς σφαίρας τὸ στερεὸν σχῆμα τὸ
ἐγγεγραμμένον εἰς αὐτήν, ὅπερ ἀδύνατόν ἐστιν.
67 μα΄. (κβ΄). Ἔστω δέ ἐλάσσων τῆς σφαίρας ὁ εἰρημένος κῶνος, οὗ βάσις
μέν ἐστι κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν
ἡ ΑΒ, ὕψος δὲ ἡ
ΓΒ, τουτέστιν οὗ βάσις μέν ἐστιν κύκλος οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ
ὑπὸ ΑΒΓ, ὕψος δὲ ἡ ΑΒ ὡς γὰρ ἡ ΑΒ πρὸς ΒΓ, οὕτως τὸ ἀπὸ ΑΒ πρὸς τὸ
ὑπὸ ΑΒΓ, καὶ μεταξὺ τῆς σφαίρας καὶ τοῦ κώνου νοείσθω κῶνος οὗ
βάσις μέν ἐστιν ἡ αὐτή, ὕψος δέ ἡ Κ
μείζων τῆς ΑΒ, καὶ
περιγεγράφθω περὶ τὸ ἡμικύκλιεν πολύγωνον ἰσόπλευρον, ὥστε μίαν αὐτοῦ
πλευρὰν τὴν ∠Ε τῆς ὐπεροχῆς τῶν Κ ΑΒ ἔλάσσονα εἶναι. καὶ ἔστιν
μείζων ἡ ∠Ε τῶν ∠Α ΒΜ, ἐπεὶ καὶ ἡ Ν∠ τῆς ∠Α καὶ
ἡ ∠Μ ἄρα τῆς Κ ἐλάσσων ἐστίν.
68 ἐπεὶ δὲ καὶ ἡ γινομένη
ὑπὸ τοῦ πολυγώνου ἐπιφάνεια κατά
τὴν περὶ ἄξονα τὴν
τὸ ὑπὸ ∠Μ ΑΒ, ὕψος δὲ ἡ ΓΒ ἐκ τοῦ κέντρου τῆς
σφαίρας διὰ τὸ κʼ θεύρημα, τῷ δὲ κώνῳ οὗ ἡ ἐκ τοῦ κέντρου τῆς
βάσεώς ἐστιν ἡ ΑΒ, ὕψος δὲ ἡ BΓ, τουτέστι τῷ. κώνῳ, οὗ ἡ μὲν βάσις
ἐστὶν ἴση κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ΑΒΓ, ὕψος δὲ ἡ
ΑΒ, ἴσος ἐστὶν κῶνος, οὗ . καὶ
ἔστιν μείζων ἡ Κ τῆς ∠Μ, ὁ δὲ κῶνος, οὗ βάσις μέν ἐστιν κύκλος οὗ
ἡ ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ Κ ΑΒ, ὕψος δὲ ἡ BΓ, ἐλάσσων ἐστὶν τῆς
ἡ μὲν βάσις ἐστὶν κύκλος οὗ ἡ
ἐκ τοῦ κέντρου δύναται τὸ ὑπὸ ∠Μ ΑΒ, ὕψος δὲ ἡ ΒΓ, διὰ τὸ
εἶναι πάλιν ὡς τὸ ὑπὸ ∠Μ ΑΒ πρὸς τὸ ὑπὸ ΑΒΓ, οὕτως τὴν ΑΒ πρὸς
τὴν ΒΓ, καὶ ἀντιπεπονθέναι τάς βάσεις τοῖς ὕψεσιν καὶ τὸ γινόμενον
ἄρα ὑπὸ τοῦ πολυγώνου στερεὸν κατὰ τὴν
περὶ ἄξονα τὴν
∠Μ στροφὴν ἴσον ἐστὶν κύνῳ οὗ ἡ βάσις μέν ἐστιν κύκλος οὗ ἡ ἐκ
τοῦ κέντρου δύναται τὸ ὑπὸ ∠Μ ΑΒ, ὕψος δὲ ἡ ΒΓ
σφαίρας· πολλῷ ἄρα μᾶλλον τὸ περιγεγραμμένον
στερεὸν ἔλασσόν ἐστιν τῆς σφαίρας, ὅπερ ἀδύνατον. ἴσος ἄρα ὁ κῶνος τῇ
σφαίρᾳ.
69 μβ΄ (κγ΄). Σφαίρας δοθείσης καὶ λόγου, τεμεῖν τὴν ἐπιφάνειαν τῆς
σφαίρας ἐπιπέδῳ τινί, ὥστε τὰς ἐπιφανείας
τῶν τμημάτων πρὸς
ἀλλήλας λόγον ἔχειν τὸν αὐτὸν τῷ δοθέντι.
Ἔστω γὰρ σφαῖρα, ἧς μέγιστος κύκλος ὁ Α∠ΒΕ, καὶ διάμετρος ἡ ΑΒ, ὁ
δὲ δοθεὶς λόγος ὁ τῆς Ζ πρὸς Η, καὶ
κέντρου τῇ Α∠, ὁ δὲ Κ τὴν ἐκ τοῦ κέντρου
ἴσην ἔχων τῇ ∠Β· ἔσται ἄρα ὁ μὲν Θ κύκλος ἴσος τῇ ἐπιφανείᾳ τοῦ
∠ΑΕ τμήματος, ὁ δὲ Κ τοῦ ∠ΒΕ τμήματος· τοῦτο γὰρ
προδέδεικται. καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ Α∠Β καὶ κάθετος ἡ
∠Γ, ἔστιν ὡς ἡ ΑΓ πρὸς ΓΒ, τουτέστιν ἡ Ζ
πρὸς Η, τὸ
ἀπὸ Α∠ πρὸς τὸ ἀπὸ ∠Β, τουτέστιν τὸ ἀπὸ τῆς ἐκ τοῦ κέντρου
τοῦ Θ κύκλου πρὸς τὸ ἀπὸ τῆς ἐκ τοῦ κέντρου τοῦ Κ κύκλου, τουτέστιν ὁ Θ
κύκλος πρὸς τὸν Κ κύκλον, τουτέστιν ἡ ἐπιφάνεια τοῦ ∠ΑΕ τμήματος
πρὸς τὴν ἐπιφάνειαν τοῦ ∠ΒΕ τμήματος τῆς σφαίρως.
70 μγ΄. Ὄντων δὲ τούτων φανερὸν ὅτι καὶ πάσης σφαίρας ὁ κύλινδρος ὁ βάσιν μέν ἔχων ἴσην τῷ μεγίστῳ κύκλῳ τῶν ἐν τῇ σφαίρᾳ, ὕψος δὲ ἴσον τῇ διαμέτρῳ τῆς σφαίρας, αὐτός τε ἡμιόλιός ἐστιν τῆς σφαίρας, καὶ ἡ ἐπιφάνεια αὐτοῦ τῆς ἐπιφανείας τῆς σφαίρας.
Ἡμικυκλίου γὰρ ὄντος τοῦ ΑΕΓ, οὗ διάμετρος ἡ ΑΓ, διχοτομία δέ τὸ Ε, καὶ
κέντρον τὸ Ζ, ὁπόταν τρεῖς ἀχθῶσιν ἐφαπτόμεναι διὰ τῶν ΑΕΓ, ὡς αἱ ΑΒ
Β∠ ∠Γ, μενούσης δὲ τῆς ΑΓ περιενεχθὲν τὸ ἡμικύκλιον εἰς τὸ
αὐτὸ πάλιν ἀποκατασταθῇ ὅθεν ἤρξατο φέρεσθαι, ὁ
γινόμενος
ὑπὸ τοῦ ΑΒ∠Γʼ παραλληλογράμμου ὀρθογωνίου κύλινδρος πρὸς τὴν
σφαῖραν τὴν ὑπὸ τοῦ ἡμικυκλίου γινομένην ἡμιόλιον λόγον ἕξει ὅνπερ καὶ ἡ
ἐπιφάνεια αὐτοῦ πρὸς τὴν ἐπιφάνειαν τῆς σφαίρας. ἐπεὶ γὰρ ἡ ὑπὸ τῆς
Β∠ γινομένη ἐπιφάνεια τοῦ κυλίνδρου ἴση ἐστὶν κύκλῳ οὗ
ἡ ἐκ τοῦ κέντρου μέση ἀνάλογόν ἐστιν τῆς Β∠ καὶ
συναμφοτέρου τῆς ΑΒ Γ∠, τουτέστιν τῷ κύκλῳ οὗ ἡ ἐκ τοῦ κέντρου ἐστὶν ἡ ΑΓ, οὗτος δὲ ὁ κύκλος ἴσος ἐστὶν τέσσαρσι
μεγίστοις τῶν ἐν τῇ σφαίρᾳ, δέδεικται δὲ καὶ ἡ τῆς σραίρας ἐπιφάνεια δ΄
μεγίστοις ἴση, ἡ ἄρα ὑπὸ τῆς Β∠ γινομένη ἐπιφάνεια ἴση ἐστὶν τῇ
τῆς σφαίρας ἐπιφανείᾳ· μετὰ δύο ἄρα κύκλων, οἵ εἰσιν βάσεις τοῦ
κυλίνδρου, λόγον ἔχει
πρὸς τὴν τῆς σφαίρας ἐπιφάνειαν, ὃν
ἔχει τὰ Ϛ΄ πρὸς τὰ δ΄ οὗτος δὲ ὁ λόγος ἡμιόλιός ἐστιν. καὶ ἐπεὶ ὁ κῶνος
ὁ βάσιν μὲν ἔχων ἴσην
τῇ ἐπιφανείᾳ τῆς σφαίρας, ὕψοε δὲ τὴν
ἐκ τοῦ κέντρου τῆς σφαίρας
71 Ἐδείχθη δὲ ἀνώτερον, κἂν μὴ εἰς δύο ἴσα ἡ περιφέρεια τοῦ
ἡμικυκλίου τμηθῇ, ἀλλʼ εἰς ὁποσαοῦν, καὶ ἀπʼ αὐτῶν ἐφαπτόμεναι
ἀχθῶσιν, ὡς ἐκεῖ καταγέγραπται, ἡ ὑπὸ πασῶν τῶν ἐφαπτομένων γινομένη
κατὰ τὴν ὁμοίαν στροφὴν ἐπιφάνεια ἴση ἐστὶν ὁμοίως δ΄ μεγίστοις
κύκλοις.
72 Καὶ τὰ μὲν περὶ τῶν ὑπὸ Ἀρχιμήδους δειχθέντων ἐν τῷ περὶ σφαίρας καὶ
κυλίνδρου τοσαῦτʼ ἐστίν, ἑξῆς δὲ τούτοις γράψομεν, ὡς ὑπεσχόμεθα, τὰς
συγκρίσεις τῶν ἴσην ἐπιφάνειαν ἐχόντων πέντε σχημάτων, πυραμίδος τε
καὶ κύβου καὶ ὀκταέδρου δωδεκαέδρου τε καὶ εἰκοσαέδρου
ταὶ τὴν ἔφπδον τῶν ἀποδείξεων ἐχούσας, οὐ διὰ τῆς
ἀναλυτικῆς λεγομένης θεωρίας, διʼ ἧς ἔνιοι τῶν παλαιῶν τῶν προειρημένων
σχημάτων, ἀλλά διὰ τῆς κατὰ σύνθεσιν ἀγωγῆς ἐπὶ τὸ σαφέστερον
καὶ συντομώτερον ὐπʼ ἐμοῦ διεσκευασμένας ἐπεὶ καὶ τὰ λήμματα πάντα
μικρά τε καὶ μεγάλα διὰ τοὺς πολλοὺς τῶν φιλομαθούντων κατέταξα τὸν
ἀριθμὸν ἑκκαίδεκα ὧν .
προγράφεται δὲ
ἐστιν ἐνταῦθα χρείατῶν συγκρίσεων τάδε.
73 μδ΄ (α΄). Παντὸς ἰσοπλεύρου τριγώνου τὸ ἀπὸ μιᾶς πλευρᾶς τετράγωνον μεῖζον μέν ἐστιν ἢ διπλάσιον τοῦ ἰσοπλεύρου τριγώνου, ἔλασσον δὲ ἢ τετραπλάσιον.
Ἔστω γὰρ τρίγωνον ἰσόπλευρον τὸ ΑΒΓ καὶ κάθετος ἐπὶ τὴν ΒΓ βάσιν ἡ ΑΘ
(δίχα δηλονότι τέμνουσα τὴν ΒΓ), καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΒΓ τετράγωνον
τὸ Β∠ΕΓ (δῆλον γὰρ ὅτι ὑπερπεσεῖται τὸ ΑΒΓ τρίγωνον διὰ τὸ
ἐλάσσονα εἶναι τὴν ΑΘ κάθετον τῆς πλευρᾶς τοῦ τριγώνου),
καὶ διὸ τοῦ Α παράλληλος ἤχθω τῇ ΒΓ ἡ ΖΑΗ. ἐπεὶ οὖν τετραπλῆ ἐστιν ἡ ΑΒ
τῆς ΒΘ δυνάμει, ἐπίτριτος ἄρα ἐστὶν ἡ ΑΒ τῆς ΑΘ δυνάμει, τουτέστιν ἡ
∠Β τῆς ΒΖ· ἡ ∠Β ἄρα τῆς ΒΖ, ἐλάσσων ἐστὶν ἢ διπλῆ. καὶ ἔστιν
ὡς ἡ ∠Β πρὸς ΒΖ, τὸ ΒΕ τετράγωνον πρὸς τὸ ΖΓ
καὶ τὸ
ΒΕ ἄρα τετράγωνον ἔλασσόν ἐστιν ἢ διπλάσιον τοῦ ΖΓ παραλληλογράμμου
τουτέστιν ἢ τετραπλάσιον τοῦ ΑΒΓ τριγώνου. τὸ ΒΕ ἄρα τετράγωνον ἔλασσον
μὲν ἢ τετραπλάσιόν ἐστιν, μεῖον δὲ ἢ διπλάσιον τοῦ ΑΒΓ τριγώνου.
74 με΄ (β΄). Ἡ ἀπὸ τοῦ κέντρου τῆς σφαίρας νῆς περιλαμβανούσης τὸ ὀκτάεδρον ἐπὶ τὸ ἐπίπεδον τοῦ ὀκταέδρου κάθετος δυνάμει τρίτον μέρος ἐστὶν τῆς ἐκ τοῦ κέντρου τῆς σφαίρας.
Ἔστω τρίγωνον τοῦ ὀκταέδρου τὸ ΑΒΓ, ἐν τῇ σφαίρᾳ ὄν, καὶ περὶ αὐτὸ
κύκλος, καὶ ἀπὸ τοῦ ∠ κέντρου τῆς σφαίρας ἐπὶ τὸ τοῦ κύκλου
ἐπίπεδον κάθετος ἡ ∠Ε· φανερὸν δὴ ἐκ τῶν σφαιρικῶν ὅτι τὸ Ε
κέντρον ἐστὶν τοῦ κύκλου. ἐπεζεύχθωσαν αἱ ΕΒ Β∠· ὅτι τὸ ἀπὸ τῆς
∠Β
ἐκ τοῦ κέντρου τῆς σφαίρας τριπλάσιον τοῦ ἀπὸ
∠Ε.
Ἐπεὶ γὰρ ἐδείχθη ἐν τῷ ὀκταέδρῳ ὅτι ἡ τῆς σφαίρας διάμετρος δυνάμει
διπλασία ἐστὶν τῆς τοῦ ὀκταέδρου πλευρᾶς, ἔστιν δὲ καὶ τῆς ἐκ τοῦ
κέντρου τῆς σφαίρας δυνάμει τετραπλασία, διπλάσιον ἄρα τὸ ἀπὸ ΒΓ τοῦ ἀπὸ
Β∠. καὶ
ἐπεὶ τὸ ἀπὸ BΓ τοῦ μὲν ἀπὸ ΒΕ τριπλάσιόν
ἐστιν διὰ τὸ ιβ΄ τοῦ ιγ΄ στοιχείων, τοῦ δέ ἀπὸ Β∠ ἐστὶν
διπλάσιον, τὸ ἄρα ἀπὸ Β∠ τοῦ ἀπὸ ΒΕ ἡμιόλιον. ἴσον δὲ τὸ ἀπὸ
Β∠ τοῖς ἀπὸ ΒΕ∠· τὰ ἄρα ἀπὸ ΒΕ∠ ἡμιόλια τοῦ ἀπὸ ΒΕ·
διπλάσιον ἄρα τὸ ἀπὸ ΒΕ τοῦ ἀπὸ ∠Ε· τριπλάσια
ἄρα τὰ
ἀπὸ ΒΕ Ε∠, τουτέστιν τὸ ἀπὸ B∠, τοῦ ἀπὸ ∠Ε.
Ἄλλως τὸ αὐτό.
75 μϚ΄ (γ΄). Ἐκκείσθω τετράγωνον, ἐφʼ οὗ τὸ ἥμισυ τοῦ ὀκταέδρου ἔστω τὸ
ΑΒΓ∠Ε, καὶ ἐπεζεύχθωσαν αἳ τε ΑΓ Β∠ διάμετροι τοῦ τετραγώνου
καὶ ἡ ΕΖ· ΕΖ ἄρα ἐκ
κέντρου ἐστὶν τῆς περιλαμβανούσης τὸ
ὀκτάεδρον σφαίρας, ὡς ἐν τοῖς στοιχείοις· ἀπὸ τοῦ Ζ κέντρου τοίνυν ἐπὶ
τὴν ΑΒ κάθετος ἤχθω ἡ ΖΗ (ἴση ἄρα ἡ ΑΗ τῇ ΗΒ), καὶ ἐπεζεύχθω ἡ ΕΗ. καὶ
ἐπεὶ ἰσόπλευρόν ἐστιν τὸ ΑΒΕ τρίγωνον, καὶ ἴση ἐστὶν ἡ ΑΗ τῇ ΗΒ, καὶ ἡ
ΕΗ ἥξει διὰ
ΖΗΑ
ὀρθή· καὶ λοιπὴ ἄρα ἡ ὑπὸ ΑΖΗ ἡμίσος; ὀρθῆς· ἴση ἄρα ἡ ΑΗ τῇ ΖΗ
διπλάσιον ἄρα τὸ ἀπὸ ΑΖ τοῦ ἀπὸ ΖΗ. ἴση δὲ ἡ ΑΖ τῇ ΕΖ· τριπλάσια ἄρα τὰ
ἀπὸ ΕΖΗ τοῦ ἀνὸ ΖΗ. ἀλλὰ τὰ ἀπὸ ΕΖΗ ἴσα ἐστὶν τῷ ἀπὸ ΕΗ διὰ τὸ ὀρθὴν
εἶναι τὴν ΕΖ πρὸς τὸ ΑΒΓ∠ τετράγωνον·
καὶ τὸ ἀπὸ ΕΗ
ἄρα τριπλάσιόν ἐστιν τοῦ ἀπὸ ΖΗ καὶ ἔστιν ὡς ἡ ΕΗ πρὸς τὴν ΗΖ, οὕτως ἡ
ΕΖ πρὸς τὴν ΖΘ διὰ τὸ ἰσογώνια εἶναι τὰ ΕΖΗ ΕΖΘ τρίγωνα καὶ τὸ ἀπὸ τῆς
ΕΖ ἄρα ἐκ τοῦ κέντρου τῆς σφαίρας τοῦ ἀπὸ τῆς ΖΘ καθέτου ἐπὶ τὸ ἐπίπεδον
τοῦ ὀκταέδρου τριπλάσιόν
ἐστιν.
76 μζ΄ (δ΄). Ἔστω τρίγωνον ἰσόπλευρον τὸ ΑΒΓ ἐγγεγραμμένον εἰς σφαῖραν,
κέντρον δὲ τῆς σφαίρας τὸ ∠, καὶ ἤχθω ἀπʼ αὐτοῦ ἐπὶ τὸ τοῦ
τριγώνου ἐπίπεδον κάθετος ἡ ∠Ε (τὸ Ε ἄρα κέντρον ἐστὶν τοῦ περὶ τὸ
ΑΒΓ τρίγωνον
γραφομένου κύκλου, ὡς ἔστιν ἐν σφαιρικοῖς),
καὶ ἐπιζευχθεῖσα ἡ ΑΕ ἐκβεβλήσθω· ὅτι ἡ ΑΕ τῆς ΕΖ διπλῆ ἐστιν.
Ἐπεζεύχθωσαν γὰρ αἱ ΒΕ ΕΓ· ἴσαι ἄρα ἀλλήλαις εἰσίν. καὶ ἐπεὶ τρίτου μὲν
ὀρθῆς ἐστιν ἑκατέρα τῶν ὑπὸ
ΒΑΕ ΕΒΖ, διμοίρου δὲ ὁρθῆς
ἑκατέρα τῶν ὑπὸ ΒΕΖ ΑΒΓ, ἰσογώνιόν ἐστιν τὸ ΑΒΖ τρίγωνον τῷ ΒΕΖ τριγώνῳ·
ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς ΒΖ, ἡ ΒΕ, τουτέστιν ἡ
77 μη΄ (ε΄.) Ἔστω κύκλος ὁ ΑΒΓ∠ περὶ κέντρον τὸ Ε καὶ διάμετρον τὴν
ΑΓ, πενταγώνου δὲ ἔστω ἡ ∠ΗΒ πρὸς ὀρθὰς οὖσα τῇ ΑΓ διαμέτρῳ, καὶ
κείσθω τῇ ΓΗ ἴση ἡ
ΖΗ· ὅτι ἡ ΕΓ ἄκρον καὶ μέσον λόγον
τέτμηται κατὰ τὸ Ζ, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΕΖ.
Ἐπεζεύχθωσαν γὰρ αἱ Ε∠ Ζ∠ Γ∠. ἐπεὶ οὖν ἡ Γ∠ δ
περιφέρεια δεκαγώνου ἐστίν
(πενταγώνου γὰρ ἡ ∠ΓΒ),
εἴη ἂν ἡ ὑπὸ ∠ΕΓ γωνία δύο πέμπτων ὀρθῆς· ὤστε ἑκατέρα τῶν ὑπὸ
ΕΓ∠ Ε∠Γ τεσσάρων πέμπτων ὀρθῆς
ἐστιν. ἀλλʼ ἐπεὶ
ἡ ΖΗ τῇ ΗΓ ἴση ἐστίν, κοινὴ δὲ ἡ ∠Η καὶ πρὸς ὀρθὰς τῇ ΖΓ, ἔστιν
ἄρα καὶ ἡ ∠Ζ εὐθεῖα τῇ ΛΓ ἴση· ὥστε καὶ ἡ ὑπὸ ∠ΖΓ ἴση οὖσα
τῇ ὑπὸ ∠ΓΖ τεσσάρων πέμπτων
ἐστὶν ὀρθῆς. δύο δὲ
πέμπτων ἐστὶν ἡ ὑπὸ ΖΕ∠· λοιπὴ ἄρα ἡ ὑπὸ Ε∠Ζ δύο πέμπτων
ὀρθῆς ἐστιν ἴση ἄρα ἡ ὑπὸ ∠ΕΖ τῇ ὑπὸ Ε∠Ζ ὥστε καὶ πλευρὰ ἡ
ΕΖ τῇ Ζ∠ ἴση ἐστίν, τουτέστιν τῇ ∠Γ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ
ὑπὸ Ε∠Γ τῇ ὑπὸ ΕΓ∠, τουτέστιν τῇ ὑπὸ ∠ΑΓ, καὶ
κοινὴ ἡ ὑπὸ ∠ΓΖ, λοιπὴ ἄρα ἡ. ὑπὸ ∠ΕΓ λοιπῇ τῇ
ὑπὸ Ζ∠Γ ἐστὶν ἴση ἰσογώνιον ἄρα τὸ ∠ΕΓ τρίγωνον τῷ ∠ΖΓ
τριγώνῳ ἔστιν ἄρα ὡς ἡ ΕΓ πρὸς Γ∠, οὕτως ἡ Γ∠ πρὸς ΓΖ· τὸ
ἄρα ὑπὸ ΕΓΖ ἴσον ἐστὶν τῷ ἀπὸ Γ∠. ἴση δὲ ἡ Γ∠ τῇ ΕΖ τὸ ἄρα
ὑπὸ EΓΖ ἴσον ἐστὶν τῷ ἀπὸ EΖ ἡ
ΕΓ ἄρα ἄκρον καὶ μέσον λόγον
τέτμηται κατὰ τὸ Ζ, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ EΖ.
78 μθ΄ (Ϛ΄). Ἐὰν εὐθεῖα γραμμὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, τὸ ἀπὸ τῆς ὅλης πρὸς τὸ πεντάκις ἀπὸ τῆς ἐλάσσονος μείζονα λόγον ἔχει ἤπερ δ΄ πρὸς γ΄.
Εὐθεῖα γὰρ ἡ ΑΒ ἄκρον καὶ μέσον λόγον τετμήσθω κατὰ τὸ Γ, καὶ ἔστω ἔλασσον αὐτῆς τμῆμα τὸ ΓΒ· λέγω ὅτι τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ πεντάκις ἀπὸ ΓΒ μείζονα λόγον ἔχει ἤπερ δ΄ πρὸς γ΄.
Κείσθω τῇ ΓΒ ἴση Γ∠· γίνεται ἄρα, διὰ τὸ ἄκρον
καὶ
μέσον λόγον τετμῆσθαι τὴν ΑΒ εὐθεῖαν, τὸ ἀπὸ ΑΒ καὶ τὸ ἀπὸ ΓΒ ἴσα τῷ
τρὶς ἀπὸ ΑΓ, ὡς ἔστιν στοιχείοις δʼ τοῦ τρισκαιδεκάτου θεωρήματι,
τουτέστιν τῳ τρὶς ὑπὸ ΑΒΓ. ἀλλὰ τὸ τρὶς ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ τρὶς ὑπὸ
ΑΓΒ καὶ τῷ τρὶς ἀπὸ ΓΒ (ἐπεὶ καὶ τὸ ἅπαξ ὑπὸ ΑΒΓ
ἴσον ἐστὶν
τῷ ὑπὸ ΑΓΒ καὶ τῷ ἀπὸ ΒΓ, ὥς ἔστι στοιχείοις τὸ γ΄ θεώρημα τοῦ β΄)· τὰ
ἄρα ἀπὸ ΑΒΓ ἴσα ἐστὶν τῷ τρὶς ὑπὸ ΑΓΒ καὶ τῷ τρὶς ἀπὸ ΓΒ· κοινοῦ
ἀφαιρεθέντος τοῦ ἀπὸ ΒΓ λοιπὸν ἄρα τὸ ἀπὸ ΑΒ ἴσον ἐστὶ τῷ τρὶς ὑπὸ ΑΓΒ
καὶ τῷ δὶς ἀπὸ ΒΓ, τουτέστιν τῷ τρὶς
ὑπὸ ΑΓ∠ καὶ τῷ
δὶς ἀπὸ Γ∠. ἀλλὰ τὸ τρὶς ὑπὸ ΑΓ∠ ἴσον ἐστὶν τῷ τρὶς ἀπὸ
Α∠Γ καὶ τῷ τρὶς ἀπὸ Γ∠ (ἐπεὶ καὶ τὸ ἅπαξ ὑπὸ ΑΓ∠ ἴσον
τῷ ὑπὸ Α∠Γ καὶ τῷ ἀπὸ ∠Γ διὰ τὸ αὐτὸ γ΄ τοῦ β’ στοιχείων
θεώρημα)· τὸ ἄρα ἀπὸ ΑΒ ἴσον ἐστὶν τῷ τρὶς ὑπὸ Α∠Γ καὶ τῷ πεντάκις
ἀπὸ Γ∠, τουτέστιν τῷ πεντάκις ἀπὸ ΓΒ.
79 κείσθω δὴ τῇ ΑΔ ἴση ἡ ∠Ε· φανερὸν γὰρ ὅτι ἐλάσσων ἐστὶν ἡ
∠Α τῆς Γ∠, ἐπειδήπερ καὶ ἡ ΓΑ ἄκρον καὶ μέσον λόγον
τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν τὸ ∠Γ. καθόλου γάρ, ἐὰν
ἄκρον καὶ μέσον λόγον εὐθεῖα γραμμὴ τμηθῇ,
ὡς ἡ ΑΒ, καὶ τὸ
ἔλασσον τμῆμα οἷον τὸ ΓΒ, καὶ τῇ ΓΒ ἴση τεθῇ ἡ Γ∠, καὶ ἡ ΑΓ ἄκρον
καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὑτῆς τμῆμά ἐστιν τὸ ∠Γ,
διὰ τὰ αὐτὰ καὶ ἡ ∠Γ ἄκρον καὶ μέσον λόγον τέτμηται τῷ Ε, καὶ γάρ,
τῇ ∠Γ ἴσης τεθείσης τῆς ΓΒ, ἡ ὅλη ἄκρον καὶ μέσον λόγον
τέτμηται κατὰ τὸ Γ· ἐλάσσων ἄρα ἐστὶν καὶ ἡ ΕΓ ἑκατέρας τῶν Α∠
∠Ε, ἐπειδήπερ ἐστὶν ὡς ἡ ΑΓ πρὸς Γ∠, ἡ Γ∠ πρὸς
∠Α, τουτέστιν πρὸς τὴν ∠Ε. καὶ διελόντι ὡς ἡ · τὸ ἄρα τετράκις
ὑπὸ ∠ΕΓ μεῖζόν ἐστιν τοῦ ὑπὸ ∠ΓΕ. κοινὸν προσκείσθω τὸ
τετράκις ὑπὸ ∠ΓΕ· τὸ ἄρα τετράκις ὑπὸ ∠ΕΓ7 καὶ τὸ τετράκις
ὑπὸ ∠ΓΕ, τουτέστιν τὸ τετράκις ἀπὸ ∠Ε, μεῖζον
Α∠ πρὸς Γ∠, ἡ ΕΓ πρὸς ∠Ε. ἐλάσσων δὲ ἡ Α∠
τῆς ∠Γ· ἐλάσσων ἄρα καὶ ἡ ΕΓ· τῆς ΔΕ
τοῦ πεντάκις ὑπὸ ζονΓΕ. ἀλλὰ τὸ τετράκις ὑπὸ ∠Γ· καὶ τὸ τετράκις
ἀπὸ ∠Ε ἴσον ἐστὶν τῷ τετράκις ὑπὸ Γ∠Ε· τὸ ἄρα τετράκις ὑπὸ
Γ∠Ε μεῖζον τοῦ πεντάκις ὑπὸ ∠ΓΕ. κοινὸν προσκείσθω τὸ
πεντάκις ὑπὸ Γ∠Ε τὸ ἄρα ἐννάκις ὑπὸ Γ∠Ε μεῖζόν ἐστιν τοῦ
πεντάκις ὑπὸ Γ∠Ε καὶ τοῦ πεντάκις
ὑπὸ ∠ΓΕ,
τουτέστιν τοῦ πεντάκις ἀπὸ ∠Γ· τὸ ἄρα τρὶς ὑπὸ Α∠Γ πρὸς τὸ
πεντάκις ἀπὸ ∠Γ μείζονα λόγον ἔχει ἤπερ πρὸς τὸ ἐννάκις ὑπὸ
Α∠Γ. λόγος δὲ τοῦ τρὶς ὑπὸ Α∠Γ πρὸς τὸ ἐννάκις ὑπὸ
Α∠Γ, ὃν α’ πρὸς γ΄ τὸ ἄρα τρὶς ὑπὸ Α∠Γ πρὸς τὸ πεντάκις ἀπὸ
∠Γ μείζονα λόγον ἔχει ἥπερ α’
πρὸς γ΄ συνθέντι τὸ ἄρα
τρὶς ὑπὸ Α∠Γ καὶ πεντάκις ἀπὸ ∠Γ, τουτέστιν τὸ πεντάκις ἀπὸ
ΓΒ, πρὸς τὸ πεντάκις ἀπὸ ΓΒ μείζονα λόγον ἔχει ἤπερ δ΄ πρὸς γ΄ ἐδείχθη
δὲ τὸ τρὶς ὑπὸ Α∠Γ καὶ τὸ πεντάκις ἀπὸ ΓΒ ἴσον τῷ ἀπὸ ΑΒ
τετραγώνῳ· τὸ ἄρα ἀπὸ ΑΒ τετράγωνον πρὸς τὸ πεντάκις
ἀπὸ ΓΒ
μείζονα λόγον ἔχει ἤπερ δ΄ πρὸς γ΄.
80 Ἐκ δὴ τούτου φανερὸν ὅτι καὶ τὸ ἀπὸ τῆς ΑΒ τοῦ πεντάκις ἀπὸ τῆς BΓ μεῖζόν ἐστιν.
81 ν΄ (ζ΄). Γῆς ἀπὸ τοῦ κέντρου τῆς σφαίρας τῆς περιλαμβανούσης τὸ
εἰκοσάεδρον ἐφʼ ἓν ἐπίπεδον τῶν τοῦ
εἰκοσαέδρου καθέτου τὸ
δυνάμει δωδεκαπλάσιον μεῖζόν ἐστιν τοῦ δυνάμει πενταπλασίου τῆς πλευρᾶς
τοῦ εἰκοσαέδρου. Ἐκκείσθω κύκλος ὁ ΑΒΓ ὁ δεχόμενος τὸ πεντάγωνον τοῦ
εἰκοσαέδρου, ὡς ἐν στοιχείοις, καὶ ἔστω ἡ μὲν ΑΓ
διάμετρος
τοῦ κύκλου, τὸ δὲ Ε κέντρον, ἡ δὲ ∠ΚΒ πενταγώνου αὕτη δέ ἐστιν ἡ
τοῦ εἰκοσαέδρου πλευρά, ὡς ἐν τοῖς στοιχείοις, καὶ ἀπὸ τῶν Ε Γ
ἀνεστάτωσαν ὀρθαὶ τῷ ἐπιπέδῳ τοῦ κύκλου αἱ ΖΕΗ ΓΛ, καὶ ἑκατέρα μὲν τῶν
ΕΘ ΓΛ ἑξαγώνου, ἑκατέρα δὲ τῶν ΕΖ ΗΘ δεκαγώνου, καί
τετμήσθω
ἡ ΕΘ δίχα κατὰ τὸ Ο τὸ Ο ἄρα σημεῖον κέντρον ἐστὶν τῆς σφαίρας, ὡς ἐν
τοῖς στοιχείοις ιϚ΄ θεώργμα τοῦ ιγ΄. ἐπεζεύχθωσαν αἱ Λ∠ ΛΒ ΛΚ ΒΓ.
ἐπεὶ οὖν ἑξαγώνου ἐστὶν ἡ ΓΛ, δεκαγώνου δὲ ἡ ΒΓ, καὶ ὀρθή ἐστιν ὑπὸ ΒΓΛ,
πενταγώνου ἄρα ἐστιν ἡ ΒΛ διὰ τὸ ι΄ θεώρημα
τοῦ ιγ΄· ὁμοίως
καὶ ἡ Λ∠. ἔτι δὲ καὶ ἡ Β∠ τὸ ἄρα ΒΛ∠ τρίγωνον
ἰσόπλευρόν ἐστιν τῶν περιεχόντων τὸ εἰκοσάεσρον. καὶ ἐπεὶ ἡ ΛΚ τῇ
Β∠ πρὸς ὀρθάς ἐστιν, καὶ τὸ διὰ τῶν ΑΓ ΚΛ ἄρα ἐπίπεδον, ὅπερ ἐστὶν
τὸ διὰ τῶν ΕΗ ΓΛ παραλλήλων, ὀρθόν ἐστιν πρὸς τὴν B∠ καὶ ἡ
· καὶ πάντα ἄρα τὰ διὰ τῆς
ΒΔ∠ ἐπίπεδα, ὧν ἐστιν καὶ τὸ Β∠Λ τρίγωνον, ὁρθά ἐστιν πρὸς
τὸ διὰ τῶν ΕΗ. ΓΛ παραλλήλων ἐπίπεδον, ἐν ᾧ ἐστιν καὶ τὸ ΓΚΛ τρίγωνον
ὥστε καὶ τὸ Β∠Λ τρίγωνον
E∠ ἄρα ὀρθή ἐστιν πρὸς αὐτό ταῦτα γὰρ ἐν τοῖς
στερεοῖς τῶν στοιχείων ἐδείχθη
ὀρθόν ἐστιν πρὸς τὸ ΓΚΛ.
ἤχθω ἐπὶ τὴν ΚΛ κάθετος ἡ 0Ν· δύο οὖν ἐπίπεδά ἐστιν ὀρθὰ ἀλλήλοις τό τε
ΓΚΛ καὶ τὸ R∠Λ, καὶ τῇ κοινῇ τομῇ αὐτων τῇ ΚΛ ἐν ἑνὶ τῶν ἐπιπέδων
ὀρθή ἐστιν ἡ ΟΝ· καὶ ἡ ΟΝ ἄρα κάθετός ἐστιν
ΛΙ τῇ ΙΚ ἴση (τριγώνου γὰρ τοῦ ΓΚΛ παρὰ τὴν ΓΚ ἦκται ἡ ΙΜ, καὶ ἔστιν ἴση
ἡ ΓΜ τῇ ΜΛ). καὶ διπλῆ ἐστιν ἡ ΛΝ τῆς ΝΚ· οἳων ἄρα ἡ ΚΛ Ϛ΄, ἡ ΛΝ δ΄ καὶ
ἡ ΚΝ β΄, καὶ ἑκατέρα τῶν ΛΙ ΙΚ τριῶν, καὶ λοιπὴ ἡ ΙΝ ἑνός· τριπλῆ ἄρα ἡ
ΛΙ τῆς ΙΝ λέγω οὖν ὅτι δώδεκα τὰ ἀπὸ ΟΝ
μεῖζονά ἐστιν ε΄
τῶν ἀπὸ B∠.
82 Κείσθω τῇ ΚΓ ἴση ἡ ΚΞ· διὰ μὲν οὖν τὸ ε΄ θεώρημα τῶν προγραφομένων ἡ
ΕΓ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Ξ, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά
ἐστιν ἡ ΕΞ, διὰ δὲ τὸ Ϛ΄ τὸ ἀπὸ τῆς ΕΓ τοῦ πεντάκις ἀπὸ τῆς
ἐλάσσονος τῆς ΞΓ μεῖζον τὸ ἄρα ἀπὸ τῆς ΕΓ τοῦ μὲν ἀπὸ τῆς ΞΓ μεῖζόν
ἐστιν ἢ πενταπλάσιον, τοῦ δὲ ἀπὸ τῆς ΚΓ μεῖζον ἢ εἰκοσαπλάσιον. καὶ
ἔστιν ὡς τὸ ἀπὸ ΕΓ πρὸς τὸ ἀπὸ ΚΓ, τὸ ἀπὸ ΓΛ πρὸς τὸ ἀπὸ ΓΚ, τουτέστιν
τὸ ἀπὸ ΟΝ πρὸς τὸ ἀπὸ ΝΙ (ἰσογώνια γὰρ τὰ ΟΝΙ
ΛΙΜ ΛΚΓ
τρίγωνα)· τὸ ἄρα ἀπὸ ΟΝ εἴκοσι τῶν ἀπὸ ΝΙ μεῖζόν ἐστιν. καὶ λϚ΄ ἄρα τὰ
ἀπὸ ΟΝ ψκ΄ τῶν ἀπὸ ΝΙ μείζονά ἐστιν. ψκ΄ δὲ τὰ ἀπὸ ΝΙ ὀγδοήκοντά ἐστιν
τὼ ἀπὸ ΛΙ ἐδείχθη γὰρ τριπλῆ ἡ ΛΙ τῆς ΙΝ). ὀγδοήκοντα δέ τὰ ἀπὸ ΙΛ
εἴκοσί ἐστιν τὰ ἀπὸ ΛΚ (διπλῆ γάρ
ἡ ΛΚ τῆς ΛΙ). εἴκοσι δὲ
τὰ ἀπὸ ΚΛ ιε΄ ἑστὶν τὰ ἀπὸ Β∠
83 να΄ (η΄). Εὰν δύο εὐθεῖαι ἄκρον καὶ μέσον λόγον τμηθῶσιν,
ἐν ἀναλογίᾳ εἰσὶν τῇ ὑποκειμένῃ.
Τετμήσθω γὰρ ἡ μὲν ΑΒ ἄκρον καὶ μέσον λόγον κατὰ τὸ Γ, καὶ τὸ μεῖζον
τμῆμα αὐτῆς ἔστω ἡ ΑΓ, ὁμοίως δὲ καὶ ἡ ∠Ε κατὰ τὸ Ζ, καὶ τὸ μεῖζον
τμῆμα ἔστω ἡ ∠Ζ, λέγω ἔτι ὡς ὅλη ἡ ΑΒ πρὸς τὸ μεῖζον τμῆμα τὴν ΑΓ,
οὕτως ὅλη ἡ ∠Ε πρὸς τὸ μεῖζον τμῆμα τὴν
∠Ζ.
Ἐπεὶ γὰρ τὸ μὲν ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΑΓ, τὸ δὲ ὑπὸ τῶν
∠ΕΖ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ∠Ζ, ἔστιν ἄρα ὡς τὸ ὑπὸ τῶν ΑΒΓ
πρὸς τὸ ἀπὸ τῆς ΑΓ, οὕτως τὸ ὑπὸ τῶν ∠ΕΖ πρὸς τὸ ἀπὸ τῆς ∠Ζ·
καὶ ὡς
ἄρα τὸ τετράκις ὑπὸ τῶν ΑΒΓ πρὸς τὸ ἀπὸ ΑΓ, οὕτως τὸ
τεπράκις ὐπὸ ∠ΕΖ πρὸς τὸ ἀπὸ ∠Ζ, καὶ συνθέντι ὡς τὸ τετράκις
ὐπὸ ΑΒΓ μετὰ τοῦ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΑΓ, οὕτως τὸ τετράκις ὑπὸ ∠ΕΖ
μετὰ τοῦ ἀπὸ ∠Ζ πρὸς τὸ ἀπὸ ∠Ζ. ἀλλὰ τὸ μὲν τετράκις ὑπὸ ΑΒΓ
μετὰ τοῦ
ἀπὸ ΑΓ τὸ ἀπὸ συναμφοτέρου ἐστὶν τῆς ΑΒ καὶ ΒΓ7
διὰ τὸ η΄ θεώρημα τοῦ β΄ στοιχείων, τὸ δὲ τετράκις ὑπὸ ∠ΕΖ μετὰ
τοῦ ἀπὸ ∠Ζ τὸ ἀπὸ συναμφοτέρου ἐστὶν τῆς ∠ΕΖ· καὶ ὡς ἄρα τὸ
ὑπὸ συναμφοτέρου τῆς ΑΒΓ πρὸς τὸ ἀπὸ τῆς ΑΓ, οὕτως τὸ ἀπὸ συναμφοτέρου
τῆς ∠ΕΖ πρὸς τὸ ἀπὸ
∠Ζ· καὶ μήκει ἄρα ὡς
συναμφότερος ἡ ΑΒΓ πρὸς ΑΓ, οὕτως συναμφότερος ἡ ∠ΕΖ πρὸς
∠Ζ. καὶ συνθέντι ὡς συναμφότεραι αἱ ΑΒ ΒΓ μετὰ τῆς ΑΓ, τουτέστιν
δύο αἱ ΑΒ, πρὸς ΑΓ, οὕτως συναμφότεραι αἱ ∠Ε ΕΖ μετὰ τῆς ∠Ζ,
τουτέστιν δύο αἱ ∠Ε, πρὸς ∠Ζ. καὶ τῶν ἡγουμένων
τὰ ἡμίση, ὡς ἡ ΑΒ πρὸς ΑΓ, οὕτως ἡ ∠Ε πρὸς ∠Ζ.
84 Ἐκ δὴ τούτου φανερὸν ὅτι, ἐὰν ὦσιν δύο εὐθεῖαι ἴσαι, ὡς αἱ ΑΒ
∠Ε, καὶ ἑκατέρα αὐτῶν ἄκρον καὶ μέσον λόγον τμηθῇ κατὰ τὰ Γ Ζ,
ἔσται τὰ μείζονα τμήματα αὐτῶν ἴσα καὶ τὰ ἐλάσσονα ὁμοίως ἴσα. ἐπεὶ γάρ,
ὡς ἐδείχθη, ἐστὶν ὡς ἡ ΑΒ πρὸς ΑΓ, οὕτως ἡ ∠Ε πρὸς Ζ∠, καὶ
ἐναλλάξ: ~
85 νβ΄ (θ΄). Ἔστω ἡμικύκλιον τὸ ΑΒΓ, οὗ κέντρον τὸ Ε, καὶ τριπλῆ ἡ ΑΓ τῆς
Γ∠, καὶ τῇ ΑΓ πρὸς ὀρθὰς ἡ ∠Β, καὶ ἐπεζεύχθω ἡ ΒΓ· ἡ ΑΓ ἄρα
τῆς ΒΓ δυνάμει τριπλασίων ἐστίν (ὡς γὰρ ἡ ΑΓ πρὸς Γ∠, οὕτως τὸ ἀπὸ
τῆς
ΑΓ πρὸς τὸ ἀπὸ τῆς ΓΒ διὰ τὴν ὁμοιότητα τῶν ΑΒΓ
Β∠Γ τριγώνων). τετμήσθω δʼ ἡ ΒΓ ἄκρον καὶ μέσον λόγον τῷ Θ, καὶ τὸ
μεῖζον τμῆμα
ἔστω ἡ ΒΘ, καὶ γεγενήσθω ἡ ΓΕ τῆς ΕΖ δυνάμει
πενταπλῆ (δυνατὸν δὲ τοῦτο ἡ γὰρ ΕΓ τῆς Ε∠ μήκει,
τριπλῆ δυνάμει ἐνναπλῆ)· λέγω ὅτι λόγος ἐστὶν
τῆς ΒΘ πρὸς τὴν ΓΖ δυνάμει ὃν ε΄ πρὸς γ΄.
Κείσθω τῇ ΕΖ ἴση ἡ ΕΗ, καὶ ἡ ΖΗ ἄκρον καὶ μέσον λόγον τετμήσθω τῷ Κ, καὶ
ἔστω μείζων ἡ ΖΚ. καὶ ἐπεὶ εὐθεῖα ἡ ΓΕ ἑαυτῆς τμήματος τῆς ΕΖ
πενταπλάσιον
δύναται, καὶ ἡ διπλῆ τῆς ΕΖ ἄκρον καὶ μέσον
λόγον τέτμηται τῷ Κ, ἡ ΚΖ ἄρα ἴση ἐστὶν τῇ ΖΓ διὰ τὸ θεώρημα τοῦ ιγ΄
στοιχείων ὥστε καὶ ἡ ΓΗ. ἄκρον καὶ
ἐστιν,
τῆς δὲ ΗΖ πενταπλῆ, οἵων ἄρα δυνάμει ἡ ΑΓ ιε΄, τοιούτων ἡ μὲν ΒΓ ε΄, ἡ
δὲ ΖΗ γ΄· ἡ ΒΓ ἄρα πρὸς ΖΗ λόγον ἔχει δυνάμει ὃν ε΄ πρὸς γʼ ὥστε καὶ ἡ
ΒΘ πρὸς ΖΓ λόγον ἔχει δυνάμει ὃν ε΄ πρὸς γ΄.
86 νγ΄ (ι΄). Πάλιν ἔστω ἡμικύκλιον τὸ ΑΒΓ οὗ κέντρον
τύ Ζ,
καὶ πενταπλάσιον τὸ ἀπὸ ΓΖ τοῦ ἀπὸ ΕΖ, καὶ τῇ ΑΓ πρὸς ὀρθὰς ἡ ΒΕ, καὶ
ἐπιζευχθεῖσα ἡ ΒΓ ἄκρον καὶ μέσον λόγον τετμήσθω τῷ Δ, καὶ ἔστω μείζων ἡ
B∠· ὅτι τὰ ἀπὸ ΓB Β∠ πενταπλάσια τοῦ ἀπὸ ΓΕ.
Κείσθω τῇ ΕΖ ἴση ἡ ΖΓ· ἡ ΗΓ ἄρα ἄκρον καὶ μέσον
λόγον
τέτμηται τῷ Ε, καὶ τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΕΗ. καὶ ἐπεὶ τὸ ὑπὸ ΗΓΕ ἴσον
ἐστὶν τῷ ἀπὸ ΕΗ, ἴση δέ ἐστιν ἡ ΕΓ τῇ ΑΗ (ὅτι καὶ ἡ ΕΖ τῇ ΖΗ), ἴσον ἄρα
τὸ ὑπὸ ΑΕΓ τῷ ἀπὸ ΕΗ. καὶ ἔστιν ὡς μὲν τὸ ἀπὸ ΕΗ, τουτέστιν τὸ ὑπὸ ΑΕΓ,
πρὸς τὸ ἀπὸ ΕΓ, οὕτως τὸ ἀπὸ
ΒΓ πρὸς τὸ ἀπὸ Β∠ (ἐπεὶ
καὶ ὡς ἡ ΗΕ πρὸς ΕΓ, ἡ ΓΒ πρὸς Β∠). ὡς δὲ τὸ ὑπὸ ΑΕΓ πρὸς τὸ ἀπὸ
ΕΓ, οὕτως ΕΑ πρὸς ΕΓ τοῦτο γάρ δείκνυται διὰ τοῦ α’ τοῦ Ϛ΄
στοιχείων, τετραγώνου ἀναγραφέντος ἀπὸ τῆς ΕΓ καὶ συμπληρωθέντος τοῦ
ἐπὶ τῆς ΑΕ παραλληλογράμμου καὶ
ὡς ἄρα ἡ ΑΕ πρὸς
ΕΓ, τὸ ἀπὸ ΓΒ πρὸς τὸ ἀπὸ Β∠.
89 ἐκκείσθω οὖν κύκλος ὁ περιλαμβάνων τὸ τρίγωνον τοῦ εἰκοσαέδρου, καὶ
ἀπὸ τοῦ κέντρου τυχοῦσα διηγμένη ἡ ΝΞ ἄκρον καὶ μέσον λόγον τετμήσθω τῷ
Ο, καὶ μεῖζον ἔστω τμῆμα τὸ ΟΝ· δεκαγώνου ἄρα ἡ Ν0 διὰ
τὸ
προδειχθέν. καὶ ἐπεὶ ἡ τοῦ τριγώνου τοῦ ἰσοπλεύρου τοῦ εἰς τὸν κύκλον οὗ
κέντρον τὸ Ν γραφομένου τριπλασία ἐστὶν δυνάμει τῆς ΝΞ ἐκ κέντρου, ὡς
ἔστιν ἐν τῷ ιγ΄ βιβλίῳ στοιχείων, ἦν δὲ ἡ τοῦ τριγώνου ἡ ΚΒ, τὸ ἄρα ἀπὸ
τῆς ΚΒ τριπλάσιον τοῦ ἀπὸ ΝΞ. καὶ εἰσὶν ἀμφότεραι
ἄκρον καὶ
μέσον λόγον τετμημέναι· διὰ τὸ ἐν ἀρχῆ τοίνυν ἐστὶν ὡς ἡ ΒΚ πρὸς ΝΞ, ΚΜ
πρὸς ΝΟ. καὶ τὰ τετράγωνα. καὶ ὡς ἓν πρὸς ἕν, πάντα πρὸς πάντα· τὰ ἄρα
ἀπὸ ΒΚΜ τῶν ἀπὸ ΞΝΟ ἐστὶν τριπλάσια. ἐδείχθη δὲ καὶ τοῦ ἀπὸ ΖΗ τὰ ἀπὸ
τῶν ΒΚΜ τριπλάσια
ἴσα ἄρα τὰ ἀπὸ ΞΝΟ τῷ ἀπὸ ΖΗ. καὶ ἔστιν ἡ
μὲν ΝΞ ἑξαγώνου, ἡ δὲ ΝΟ δεκαγώνου ἡ ΖΗ ἄρα πενταγώνου ἐστὶν πλευρὰ τοῦ
εἰς τὸν κύκλον, οὗ κέντρον τὸ Ν, γραφομένου (δέδεικται γὰρ ἐν τῷ ιγ΄
στοιχείων καὶ τοῦτο). ἡ δὲ ΖΗ πενταγώνου οὖσα πλευρὰ καὶ δωδεκαέδρου
πλευρά
ἐστιν ὁ αὐτὸς ἄρα κύκλος περιλαμβάνει τὸ τρίγωνον
τοῦ εἰκοσαέδρου καὶ τὸ πεντάγωνον τοῦ δωδεκαέδρου.
90 νϚ΄ (ιγ΄). Ἄλλως ὅτι αὐτὸς κύκλος περιλαμβάνει τοῦ εἰκοσαέδρου
τρίγωνον καί τοῦ δωδεκαέδρου πεντάγωνον. Ἐκκείσθω τις σφαῖρα καὶ
ἐγγεγράφθω εἰς αὐτὴν δωδεκάεδρον
καὶ εἰκοσάεδρον, καὶ ἔστω
τοῦ μὲν δωδεκαέδρου
Ἐπεζεύχθω ἡ ΕΓ· κύβου ἄρα τοῦ ὑπὸ τὴν αὐτὴν
σφαῖραν τῷ
δωδεκαέδρῳ πλευρά ἐστιν ἡ ΓΕ· τοῦτο γὰρ ἐδείχθη ιγ΄ στοιχείων. εἰλήφθω
τὸ κέντρον τοῦ κύκλου τὸ Κ, καὶ κάθετος ἀπʼ αὐτοῦ ἡ ΚΛ, καὶ ἐκβεβλήσθω
ἐπὶ τὰ Γ Θ, καὶ ἐπεζεύχθω ἡ ΕΘ· δεκαγώνου ἄρα ἐστὶν ἡ ΕΘ. καὶ ἐπεὶ τὸ
ἀπὸ τῆς ΓΘ, τουτέστιν τὰ ἀπὸ τῶν
ΓΕΘ τετραπλάσια τοῦ ἀπὸ
ΘΚ, τὰ ἄρα ἀπὸ ΓΕ ΕΘ ΘΚ πενταπλάσια τοῦ ἀπὸ ΘΚ. ἀλλὰ τοῖς ἀπὸ ΕΘ ΘΚ ἴσον
τὸ ἀπὸ τῆς ΕΖ (ἡ γάρ τοῦ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου
καὶ τὴν τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων, ὡς ἔστιν
ιγ΄ στοιχείων) τὰ
ἄρα ἀπὸ ΓΕ ΕΖ πενταπλάσια τοῦ ἀπὸ ΘΚ.
91 ἐκκείσθω δὴ καὶ ἡ τῆς σφαίρας διάμετρος ἡ ΑΒ καὶ εὐθεῖά τις ἡ ΜΝ, ὥστε
πενταπλάσιον εἶναι τὸ ἀπὸ ΑΒ τοῦ ἀπὸ ΜΝ, ὡς ἔστιν λήμμα ιγ΄ στοιχείων.
ἔστιν δὲ καὶ ἡ τῆς σφαίρας
ια΄ λῆμμα. καὶ ἐπεί ἐστιν τὸ ἀπὸ ΑΒ τοῦ ἀπὸ ΜΝ
πενταπλάσιον, ἔστιν δὲ καὶ τὸ ἀπὸ ΑΒ τοῦ ἀπὸ ΓΕ τῆς πλευρᾶς τοῦ κύβου
τριπλάσιον, ὡς ἔστιν ιγ΄ στοιχείων, τρία ἄρα τὰ ἀπὸ ΓΕ ἴσα ἐστὶν ε’ τοῖς
ἀπὸ MΝ. ὡς δὲ τρία τὰ ἀπὸ ΓΕ πρὸς τρία τὰ ἀπὸ Γ∠, οὕτως πέντε τὰ
ἀπὸ ΜΝ πρὸς πέντε τὰ ἀπὸ ΜΞ (τῆς γὰρ ΓΕ κύβου πλευρᾶς
ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά ἐστιν ἡ τοῦ δωδεκαέδρου
πλευρά, ὡς ἔστιν ιγ΄ στοιχείων)· τρία ἄρα τὰ ἀπὸ ΓΕ καὶ τρία τὰ ἀπὸ ΖΕ
ἴσα ἐστὶν πέντε τοῖς ἀπὸ ΜΝ καὶ πέντε τοῖς ἀπὸ ΜΞ. πέντε
τοῦ περὶ τὸ ΠΡΣ γραφομένου διὰ τὸ ιβ΄ τοῦ ιγ΄ στοιχείων. τρία δὲ τὰ ἀπὸ
ΓΕ καὶ τρία τὰ ἀπὸ ΖΕ ἴσα ἐστὶν δεκαπέντε τοῖς ἀκὸ τῆς ἐκ τοῦ κέντρου
τοῦ κύκλου τοῦ περιγραφομένου περὶ τὸ Γ∠ΕΖΗ πεντάπλευρον (ἐδείχθη
γὰρ τὰ ἀπὸ ΓΕΖ τοῦ ἀπὸ ΘΚ πενταπλάσια) δεκαπέντε
ἄρα τὰ ἀπὸ
τῆς ἐκ τοῦ κέντρου τοῦ περὶ τὸ ΠΡΣ τρίγωνον κύκλου ἴσα ἐστὶν δεκαπέντε
τοῖς ἀπὸ τῆς ἐκ τοῦ κέντρου τοῦ περὶ τὸ Γ∠ΕΖΗ κύκλου ὥστε καὶ τὸ
ἓν τῷ ἑνὶ ἴσον· ἡ ἄρα διάμετρος ἴση τῇ διαμέτρῳ, καὶ ὁ κύκλος τῷ κύκλῳ·
ὁ αὐτὸς ἄρα κύκλος περιλαμβάνει τό τε τοῦ δωδεκαέδρου
πεντάγωνον καὶ τὸ τοῦ εἰκοσαέδρου τρίγωνον τῶν εἰς τὴν αὐτὴν σφαῖραν
ἐγγραφομένων.
92 νζ΄ (ιδ΄). Τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων τὰ δώδεκα πεντάγωνα μείζονά ἐστιν εἴκοσι τριγώνων.
Ἔστω κύκλος ὁ περιλαμβάνων τό τε τρίγωνον τοῦ εἰκοσαέδρου
καὶ τὸ πεντάγωνον τοῦ δωδεκαέδρου ὁ ΒΓ∠Ε, καὶ ἐγγεγράφθω εῖς αὐτὸν
τριγώνου μὲν πλευρὰ ᾑ ΒΕ, πενταγώνου δὲ ἡ Γ∠, καὶ ἔστωσαν
παράλληλοι, καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τὸ Α, καὶ ἀπʼ αὐτοῦ
κάθετος ἐπὶ τὰς παραλλήλους ἡ ΑΖΗΘ, καὶ ἐπεζεύχθωσαν αἱ
ΑΒ
ΑΓ Α∠ ΑΕ ΒΘ ΓΘ. ἐπεὶ οὖν ΒΕ τριγώνου πλευρά ἐστιν, ἡ ΒΘ ἄρα
ἑξαγώνου ἐστίν. πάλιν ἐπεὶ ἡ Γ∠ πενταγώνου
δωδεκάεδρόν ἐστιν (ἔκαστον γὰρ πεντάγωνον πέντε ἔχει τρίγωνα
ὅμοια τῷ ΓΑ∠), ξ΄ δὲ τὰ ΒΑΕ τὸ εἰκοσάεδρόν ἐστιν (ἕκαστον γὰρ
τρίγωνον τρία ἔχει ὅμοια τῷ ΒΑΕ)· μείζονα ἄρα τὰ δώδεκα πεντάγωνα εἴκοσι
τριγώνων τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων.
93 νή (ιε'). Τὸ ὑπερτεθέν. ἔστω κύκλος ὁ ΑΒΓ∠ οὗ κέντρον τὸ Κ, καὶ διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις αἱ ΑΓ Β∠, καὶ ἑξαγώνου μὲν περιφέρεια ἡ ∠Ε, δεκαγώνου δὲ ἡ ∠Ζ, καὶ αἱ ΕΘ ΖΗ. κάθετοι ἐπὶ τὴν Β∠ διάμετρον ὅτι τὸ ὑπὸ ΖΗΚ μεῖζόν ἐστιν τοῦ ὑπὸ ΕΘΚ.
Ἔστω γὰρ ὀκταγώνου ἡ ∠Ο· οἵων ἄρα ὁ κύκλος τξ΄, τοιούτων ἡ μὲν
∠Ε ξ΄, ἡ δὲ ∠Ζ λϚ΄, ἡ δὲ Ο∠ με΄· λοιπὴ ἄρα ἡ ΖΟ θ΄ ἡ
δὲ ΟΕ ιε΄. κείσθω οὖν τῇ ΖΟ ἴση ἡ ΟΡ· καὶ λοιπὴ ἄρα ἡ ΑΡ τῇ ∠Ζ ἴση
ἐστίν. ἐπιζευχθεῖσαι
πολλῷ τῆς ΚΝ. καὶ ἔστιν ὡς ἡ ΝΚ πρὸς ΚΞ, ἡ ΖΗ πρὸς ΗΞ·
ἐλάσσων ἔρα καὶ ἡ ΖΗ τῆς ΗΞ. ἀλλὰ ᾑ ΖΗ μείζων ἐστὶν τῆς ἀπὸ τοῦ Ε ἐπὶ
τὴν ΑΚ καθέτου, τουτέστιν τῆς ΘΚ (τῇ γὰρ ἀπὸ τοῦ P καθέτῳ ἴση ἐστὶν ἡ
ΖΗ)· ἡ ΗΘ ἄρα πρὸς ΘΝ μείζονα λύγον ἔχει ἤπερ πρὸς
τὴν ΗΞ.
καὶ συνθέντι ἡ ΗΚ πρὸς ΚΘ μείζονα λόγον ἔχει ἤπερ ἡ ΘΞ πρὸς τὴν ΞΗ,
τουτέστιν ἤπερ ἡ ΕΘ πρὸς τὴν ΖΗ· τὸ ἄρα ὑπὸ ΖΗΚ μεῖζόν ἐστιν τοῦ ὑπὸ
ΕΘΚ.
94 νθ΄ (ιϚ΄). Ἐὰν τρίγωνον ἰσοσκελὲς ἔχον τὴν πρὸς τῇ κορυφῇ γωνίαν
τεσσάρων πέμπτων ὀρθῆς καὶ ἰσόπλευρον
αὐτῷ ἴσον ἦ,
δείκνυται τὸ ἀπὸ μιᾶς πλευρᾶς τοῦ ἰσοπλεύρου πρὸς τὸ ἀπὸ μιᾶς
πλευρᾶς, τῶν ἴσων πλευρῶν τοῦ ἰσοσκελοῦς ἐλάσσονα λόγον
ἔχον ὔπερ εὐθείας ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ ἀπὸ τῆς ὅλης πρὸς
τὸ πεντάκις ἀπὸ τῆς ἐλάσσονος.
Ἔστω γὰρ ἰσοσκελὲς τρίγωνον τὸ Β∠Ε ἔχον τεσσάρων πέμπτων τὴν πρὸς
τῷ Ε
κύκλῳ οὗ κέντρον τὸ Ε καὶ διάμετρος ΑΕΖΓ κάθετος οὖσα
ἐπὶ τὴν Β∠ πενταγώνου
ἄρα ἐστὶν ἡ ΒΖ∠ πλευρά.
ἐὰν δὲ ἀπολάβωμεν ἑκατέραν
τοῦ μὲν ΕΗΘ μεῖζον ἔσται τοῦ δὲ ΚΕΛ ἔλασσον.
95 Ἐπεὶ γὰρ λόγος ἐστὶν τοῦ ἀπὸ ΘΕ πρὸς τὸ ἀπὸ ΕΜ ὃν δ΄ πρὸς γ΄, ἴση δὲ ἡ
ΘΕ τῇ ΕΓ, λόγος ἄρα καὶ τοῦ ἀπὸ EΓ πρὸς τὸ ἀπὸ ΕΜ ὃν δ΄ πρὸς γ΄. ὡς δὲ
τὸ ἀπὸ ΕΓ πρὸς τὸ ἀπὸ ΕΜ, τὸ ἀπὸ ΚΛ πρὸς τὸ ἀπὸ ΘΗ,
τουτέστιν τὸ ΚΕΛ τρίγωνον πρὸς τὸ ΕΗΘ τρίγωνον. καὶ τὰ ἑξαπλᾶ· τὸ
περιγεγραμμένον ἑξάγωνον πρὸς τὸ ἐγγεγραμμένον λόγον ἔχει ὃν δ΄ πρὸς γ΄,
τουτέστιν ὃν ιβ΄ πρὸς θ΄. τοῦ δὲ περιγεγραμμένου ἑξαγώνου πρὸς ε΄
τρίγωνα τὰ ΚΕΛ λόγος ἐστὶν ὃν ιβ΄ πρὸς ι΄ καὶ πέντε ἄρα τρίγωνα
τὰ ΚΕΛ μείζονά ἐστιν τοῦ ἐγγεγραμμένου ἑξαγώνου πολλῷ ἄρα
τοῦ ἐγγεγραμμένου πενταγώνου μείζονά ἐστιν (ἐν γὰρ κύκλῳ τὸ
ἐγγεγραμμένον πεντάγωνον ἰσόπλευρον τοῦ ἐγγραφομένου ξαγώνου ἔλασσόν
ἐστιν)· ἔλασσον ἄρα τὸ ∠ΕΒ τοῦ ΚΕΛ.
Λέγω δὴ ὅτι καὶ τοῦ ΕΗΘ μεῖξόν ἐστιν. εἰλήφθω γὰρ ἡ ΓΝ περιφέρεια
ἑκαγώνου
καὶ κάθετος ἡ ΝΗ. καὶ ἐπεὶ διὰ τὸ πρὸ τούτου τὸ
ὑπὸ ∠ΖΕ μεῖζόν ἐστιν τοῦ ὑπὸ ΝΞΕ. καὶ
ἔστιν ἴσον τῷ
ὑπὸ ΝΞΕ τὸ ὑπὸ ΘΜΕ (πάντα γὰρ πᾶσίν ἐστιν ἴσα), καὶ τὸ ὑπὸ ∠ΖΕ ἄρα
μεῖζόν ἐστιν τοῦ ὑπὸ ΘΜΕ, ὥστε καὶ τὸ
Β∠Ε τρίγωνον
μεῖζόν ἐστιν τοῦ ΘΕΗ τριγώνου.
96 Τὸ ἄρα τῷ Β∠Ε ἴσον συνιστάμενον ἰσόπλευρον, ὥστε τὴν βάσιν αὐτοῦ
παράλληλον εἶναι τῇ ΗΘ ἢ τῇ ΚΛ, μεταξὺ τῶν Κ Θ πίπτει. ἐπεὶ οὖν
δέδεικται ἐν τῷ Ϛ΄ λήμματι ὅτι εὐθείας ἄκρον καὶ μέσον λόγον τεμνομένης
τὸ ἀπὸ τῆς ὅλης πρὸς τὸ πεντάκις ἀπὸ τῆς ἐλάσσονος μείζονα
λόγον ἔχει ἤπερ δ΄ πρὸς γ΄, ἔχει δὲ καὶ τὸ ἀπὸ τῆς ΚΕ πρὸς τὸ ἀπὸ τῆς
ΕΓ, τουτέστιν τὸ ἀπὸ τῆς ΕΘ, λόγον ὃν δ΄ πρὸς γ΄, πολλῷ ἄρα τὸ ἀπὸ τῆς
ὅλης εὐθείας πρὸς τὸ πεντάκις ἀπὸ τῆς ἐλάσσονος μείζονα λόγον ἔχει ἤπερ
τὸ ἀπὸ τῆς μεταξὺ τῶν ΚΕ ΘΕ τοῖ ἰσοπλεύρου τριγώνου
πλευρᾶς
πρὸς τὸ ἀπὸ τῆς ΕΘ, τουτέστιν τῆς Ε∠ τοῦ ἰσοσκελοῦς.
97 ξ΄. Τὰ μὲν οὖν λαμβανόμενα εἰς τὰς συγκρίσεις τῶν ἴσην ἐπιφάνειαν
ἐχόντων πέντε σχημήτων ἐδείχθη καθʼ αὑτά, δεικτέον δʼ ἐφεξῆς ὅτι τὸ μὲν
εἰκοσάεδρον μέγιστόν
ἐστιν, μετὰ δὲ τοῦτο τὸ δωδεκάεδρον,
εἶτα τὸ ὀκτάεδρον, μετὰ δὲ τὸ ὀκτάεδρον ὁ κύβος, ἐλάχιστον δὲ τὸ τῆς
πυραμίδος.
98 Ἔστω δὲ πρῶτον ἐπὶ τοῦ κύβου καὶ τῆς πυραμίδος ὁ λόγος, καὶ ἔστω κύβου
μὲν τετράγωνον τὸ ΑΒΓ, πυραμίδος
δὲ τρίγωνον τὸ ∠ΕΖ.
ἐπεὶ οὖν ἴσαι ὑπόκεινται τῶν σχημάτων αἱ ἐπιφάνειαι, ἓξ ἄρα τετράγωνα τὰ
ΑΒ ἴσα ἐστὶν τέσσαρσι τριγώνοις τοῖς μάτωνΕΖ· λόγος ἄρα τοῦ μάτωνΕΖ
τριγώνου πρὸς τὸ ΑΒ τετράγωνον ὃν γ΄ πρὸς β΄. ἤχθω δὴ ἀπὸ τῆς κορυφῆς
τῆς πυραμίδος ἐπὶ τὸ ἐπίπεδον κάθετος
ἡ ΗΘ, καὶ ἐπεζεύχθω ἡ
ΕΘ· φανερὸν δὴ ὅτι τὸ Θ κέντρον ἐστὶν τοῦ περὶ τὸ ∠ΕΖ τρίγωνον
γραφομένου κύκλου·
τοῦ ἀπὸ ΕΖ, πρὸς τὸ ἀπὸ τοῦ τρίτου τῆς ΗΘ λόγος ἐστὶν ὃν νδ΄
πρὸς δ΄ καὶ ἐπεὶ παντὸς ἰσοπλεύρου τριγώνου τὸ ἀπὸ μιᾶς πλευρᾶς
τετράγωνον ἔλασσον ἢ τετραπλάσιόν ἐστιν τοῦ ἰσοπλεύρου τριγώνου, τέσσαρα
ἄρα τρίγωνα τὰ γωναΕΖ,E ἅπερ ἐστὶν ἓξ τετράγωνα τὰ ἀπὸ ΑΓ,
μείζονά ἐστιν τοῦ ἀπὸ ΕΖ· τὸ ἄρα ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΕΖ μείζονα λόγον
ἔχει ἢ ὃν α΄ πρὸς Ϛ΄, τουτέστιν ἢ ὃν θ΄ πρὸς νδ΄ τοῦ δὲ ἀπὸ ΕΖ πρὸς τὸ
ἀπὸ τοῦ τρίτου τῆς ΗΘ λόγος ἐστὶν ὃν νδ΄ πρὸς δ΄, ὡς ἐδείχθη, καὶ διʼ
ἴσου τὸ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ τοῦ τρίτου τῆς ΗΘ μείζονα λόγον
ἔχει ἤπερ τὰ θ΄ πρὸς τὰ δ΄ καὶ μήκει ἄρα ἡ ΑΓ πρὸς τὸ τρίτον τῆς ΗΘ
μείζονα λόγον ἔχει ἤπερ τὰ γ΄ πρὸς τὰ β΄. ἐδείχθη δὲ λόγος τοῦ ∠ΕΖ
τριγώνου πρὸς τὸ ΑΒ τετράγωνον, ὃν γ΄ πρὸς β'· τὸ ∠ΕΖ ἄρα τρίγωνον
πρὸς τὸ ΑΒ τετράγωνον ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΑΓ
πρὸς τὸ
γ΄ τῆς ΗΘ. καὶ ἀνάπαλιν ἡ ΑΓ πρὸς τὸ τρίτον τῆς ΗΘ μείζονα λόγον ἔχει
ἤπερ τὸ ∠ΕΖ τρίγωνον πρὸς τὸ ΑΒ τετράγωνον. ἐὰν ἄρα ποιῶμεν ὡς τὴν
ΑΓ πρὸς τὸ τρίτον τῆς ΗΘ, οὕτως τὸ ∠ΕΖ τρίγωνον πρὸς ἄλλο τι,
ἔσται πρὸς ἔλασσον χωρίον τοῦ ΑΒ τετραγώνου καὶ ἔστιν
ὁ μὲν
κύβος τὸ ΑΒ τετράγωνον ἐφʼ ὕψος τὴν ΑΓ, ἡ δὲ πυραμὶς τὸ ∠ΕΖ
τρίγωνον ἐφʼ ὕψος τὸ τρίτον τῆς ἀπὸ τῆς κορυφῆς τῆς πυραμίδος ἀγομένης
καθέτου ἐπὶ τὸ ∠ΕΖ τρίγωνον μείζων ἄρα ὁ κύβος τῆς πυραμίδος.
99 ξα΄. Τὸ ὀκτέδρον τοῦ κύβου μεῖζόν ἐστιν.
Ἔστω γὰρ ὀκταέδρου μὲν τρίγωνον τὸ ΑΒΓ, κύθου δὲ τετράγωνον τὸ ΖΗ, καὶ
ἀπὸ τοῦ κέντρου τῆς περιλαμβανούσης τὸ ὀκτάεδρον σφαίρας ἔστω κάθετος
ἠγμένη ἐπὶ τὸ ΑΒΓ τρίγωνον ἡ ∠Ε, καὶ ἐπεζεύχθωσαν αἱ ∠Β ΒΕ.
ἐπεὶ
οὖν ὑπόκειται ὀκτὼ τρίγωνα τὰ ΑΒΓ ἴσα ἓξ τετραγώνοις
τοῖς ΖΗ, λόγος ἄρα τοῦ ΖΗ τετραγώνου πρὸς τὸ ΑΒΓ τρίγωνον ὃν δ΄ πρὸς γ΄
καὶ ἔστιν διὰ τὸ α’ λῆμμα καθόλου παντὸς τριγώνου ἰσοπλεύρου τὸ ἀπὸ μιᾶς
πλευράς τετράγωνον μεῖζον ἢ διπλάσιον τσῦ ἰσοπλεύρου τριγώνου
καὶ τὸ ἀπὸ βΓ ἄρα μεῖζόν ἐστιν ἢ ς΄ οἵων τὸ ἀπὸ ΖΘ δ΄. τέσσαρα ἄρα
πρὸς Ϛ΄, τουτέστιν λϚ΄ πρὸς νδ΄ μείζονα λόγον ἔχει ἤπερ τὸ ἀπὸ ΖΘ πρὸς
τὸ ἀπὸ ΒΓ. καὶ ἐπεὶ δμὰ τὸ β’ λῆμμα λόγος ἐστὶν τοῦ ἀπὸ Β∠ πρὸς τὸ
ἀπὸ ∠Ε ὃν γʼ πρὸς α’, ἴσον δὲ τὸ ἀπὸ Β∠ τοῖς ἀπὸ ΒΕ∠,
λόγος ἄρα τοῦ ἀπὸ ∠Ε πρὸς τὸ ἀπὸ ΕΒ ὃν α’ πρὸς
β'. τοῦ δὲ ἀπὸ ΒΓ πρὸς τὸ ἀπὸ ΒΕ ὃν Ϛ΄ πρὸς β΄ διὰ τὸ ιβ΄ τοῦ ιγ΄
στοιχείων· λόγος ἄρα τοῦ ἀπὸ ∠Ε πρὸς τὸ ἀπὸ ΒΓ ὃν α’ πρὸς Ϛ΄,
τουτέστιν ὃν θ' πρὸς νδ΄ τοῦ δὲ ἀπὸ τοῦ γʼ τῆς ∠Ε πρὸς τὸ ἀπὸ
∠Ε λόγος ἐστὶν ὃν α’ πρὸς
θ΄ (τὰ γὰρ μήκει τριπλάσια
δυνάμει ἐνναπλάσια καὶ τὰ μήκει ἐπίτριτα δυνάμει ἔνατά
ἐστιν)· καὶ τοῦ ἀπὸ τοῦ τρίτου οὖν τῆς ∠Ε πρὸς τὸ ἀπὸ ΒΓ λόγος
ἐστὶν ὃν α΄ πρὸς νδ΄ ἐδείχθη δὲ ὅτι λϚ΄ πρὸς νδ΄ μείζονα λόγον ἔχει ἤπερ
τὸ ἀπὸ ΖΘ πρὸς τὸ ἀπὸ ΒΓ· διʼ ἴσου ἄρα λϚ΄ πρὸς
α’ μείζονα
λόγον ἔχει ἤπερ τὸ ἀπὸ ΖΘ πρὸς τὸ ἀπὸ τοῦ γ΄ τῆς ∠Ε· καὶ μήκει ἄρα
Ϛ΄ πρὸς α΄ μείζονα λόγον ἔχει ἤπερ ἡ ΖΘ πρὸς τὸ γ΄ τῆς ∠Ε. λόγος
δὲ Ϛ΄ τετραγώνων τῶν ΖΗ πρὸς α΄ ὃν Ϛ΄ πρὸς α΄ καὶ ἔστιν τὰ Ϛ΄ τετράγωνα
ἴσα η΄ τριγώνοις τοῖς ΑΒΓ· καὶ η΄ ἄρα τρίγωνα τὰ ΑΒΓ
πρὸς
τὸ ΖΗ τετράγωνον μείζονα λόγον ἔχει ἤπερ ἡ ΖΘ
100 ξβ΄. Ἔστω δεῖξαι ὅτι τὸ εἰκοσάεδρον τοῦ ὀκταέδρου
μεῖξόν
ἐστιν.
Καὶ ἔστω ὀκταέδρου μὲν τρίγωνον τὸ ΑΒΓ, εἰκοσαέδρου δὲ τὸ ∠ΕΖ, καὶ
ἤχθωσαν ἀπὸ τῶν κέντρων τῶν σφαιρῶν τῶν περιλαμβανουσῶν τὰ στερεὰ ἐπὶ τὰ
ἐπίπεδα τῶν στερεῶν κάθετοι αἱ ΗΘ ΚΛ. ἐπεὶ οὖν ἐδείχθη ἐν τῷ ζ΄
θεωρήματι τῶν προγραφομένων ὅτι δώδεκα τὰ ἀπὸ ΗΘ μείζονά
ἐστιν πέντε τῶν ἀπὸ ΕΖ, πέωτε δὲ τὰ ἀπὸ ΕΖ δύο ἐστὶν τὰ ἀπὸ ΒΓ (ἐπείπερ
καὶ πέντε τρίγωνα τὰ ∠ΕΖ ἴσα ἐστὶν δυσὶ τριγόνοις τοῖς ΑΒΓ· καὶ
γὰρ τετραπλάσια κʼ τρίγωνα τοῖς η΄ ἴσα ἐστίν, καὶ ὡς τὸ τρίγωνον πρὸς τὸ
τρίγωνον, οὕτως τὸ τετράγωνον πρὸς τὸ τετράγωνον τῶν
ὁμοίων σχημάτων πρὸς ἄλληλα διπλασίονα λόγον ἐχόντων ἤπερ τῆς ὁμολόγου
πλευρᾶς πρὸς τὴν ὁμόηολον πλευράν), δύο δὲ τὰ ἀπὸ ΒΓ δώδεκά ἐστιν τὰ ἀπὸ
ΚΛ (προδέδεικται γὰρ λόγος τοῦ ἀπὸ ΒΓ πρὸς τὸ ἀπὸ ΚΛ ὃν Ϛ΄ πρὸς α’),
δώδεκα ἄρα τὰ ἀπὸ ΗΘ μείζονά ἐστιν δώδεκα τῶν ἀπὸ ΚΛ·
μείζων ἅρα ἡ ΘΗ τῆς ΚΛ. καὶ τὸ Ϛ΄ τῆς ΘΗ τοῦ γ΄ τῆς ΚΛ μεῖζον. καὶ ἐπεὶ
τὸ μὲν εἰκοσάεδρόν ἐστιν εἴκοσι τρίγωνα τὰ ∠ΕΖ ἐφʼ ὕψος τὸ γ΄ τῆς
ΗΘ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τρίγωνα τὰ ΑΒΓ ἐφʼ ὕψος τὸ γ΄ τῆς ΚΛ,
καὶ ἔστιν κ΄ τρίγωνα τὰ ∠ΕΖ ἴσα ὀκτὼ τριγόνοις τοῖς
ΑΒΓ διὰ τὴν ὑπόθεσιν, μεῖζον ἄρα τὸ εἰκοσάεδρον τοῦ ὀκταέδρου.
101 ξγ΄. Τὸ εἰκοσάεδρον τοῦ δωδεκαέδρου μεἳζόν ἐστιν.
Ἔστω γὰρ πεντάγωνον μὲν τὸ ΑΒΓ ἓν τῶν τοῦ δωδεκαέδρου, τρίγωνον δὲ τὸ
∠ΕΖ ἓν τῶν τοῦ εἰκοσαέδρου, καὶ ἤχθωσαν ἀπὸ τῶν κέντρων τῶν
σφαιρῶν τῶν περιεχουσῶν τὰ στερεὰ σχήματα ἐπὶ τὰ ∠ΕΖ ΑΒΓ ἐπίπεδα
κάθετοι αἱ ΗΘ ΚΛ, καὶ ἐπεζεύχθωσαν αἱ Η∠ Θ∠
ΚΑ ΑΛ. ἐπεὶ οὖν ἐδείχθη ἐν τῷ ιβ΄ θεωρήματι τῶν προγραφομένων ὅτι ὁ
αὐτὸς κύκλος περιλαμβάνει τό τε πεντάγωνον τοῦ δωδεκαέδρου καὶ τὸ
τρίγωνον τοῦ εἰκοσαέδρου τοῦ εἶς τὴν αὐτὴν σφαῖραν ἐγγραφομένου τῷ
δωδεκαέδρῳ, ὥστε
ἡ ΑΛ ἐκ τοῦ κέντρου ἐστὶν τοῦ κύκλου τοῦ
περιλαμβάνοντος τὸ τρίγωνον τοῦ εἰκοσαέδρου, ἡ δὲ ΚΛ ἡ ἀπὸ τοῦ κέντρου
τῆς σφαίρας ἐπʼ αὐτὸν κάθετος, ἡ δὲ ΚΑ ἡ ἐκ τοῦ κέντρου τῆς σφαίρας,
ἀλλὰ καὶ τὸ ΗΘ∠ τρίγωνον ὁμοίως ἐστὶν λαμβανόμενον διὸ δὴ καὶ
ὅμοιόν ἐστιν τῷ ,
ΚΛΑ τριγώνῳ. ὡς γάρ ἡ τῆς σφαίρας
διάμετρος τῆς περιλαμβανούσης τὸ δωδεκάεδρον πρὸς τὴν ΑΛ, οὕτως ἡ
τῆς σφαίρας τῆς περιλαμβανούσης τὸ εἰκοσάεδρον πρὸς τὴν ∠Θ.
ἀλλὰ καὶ ὡς ἡ τοῦ τριγώνου ἰσοπλεύρου πλευρὰ τοῦ ἐγγραφομένου εἰς
τὸν κύκλον τὸν δεχόμενον τὸ τρίγωνον
τοῦ εἰκοσαέδρου
καὶ τὸ πεντάγωνον τοῦ δωδεκαέδρου πρὸς τὴν ΑΛ, οὕτως ἡ Ε∠ πρὸς
∠Θ καὶ ὡς ἄρα ἡ ΚΑ ἐκ κέντρου σφαίρας πρὸς ΑΛ, οὕτως ἡ
Η∠ ἐκ κέντρου σφαίρας πρὸς ∠Θ. καὶ ὀρθαί εἰσιν αἱ πρὸς
τοῖς ΛΘ γωνίαι· ὅμοιον ἄρα τὸ ΑΚΛ τρίγωνον τῷ ∠ΗΘ
τριγώνῳ
καὶ ἐπεὶ πάλιν ἐδείχθη ἐν τῷ μδ΄
θεωρήματι τῶν προγραφομένων
καὶ ἡ ∠Θ μείζων ἐστὶν τῆς ΑΛ. καὶ ἔστιν ὅμοια τὰ
∠ΗΘ ΑΚΛ τρίγωνα ὡς ἄρα ἡ ∠Θ πρὸς ΘΗ, οὕτως ἡ ΑΛ πρὸς ΛΚ, καὶ
ἐναλλὰξ ὡς ἡ ∠Θ πρὸς ΑΛ, ἡ ΗΘ πρὸς ΚΛ. μείζων δέ ἡ ∠Θ τῆς ΑΛ
μείζων ἄρα καὶ ἡ ΗΘ τῆς ΚΛ. καὶ τὸ τρίτον ἄρα τῆς ΗΘ τοῦ τρίτου τῆς
ΚΛ μεῖζόν ἐστιν. καὶ ἔστιν τὸ μὲν εἰκοσάεδρον εἴκοσι
τρίγωνα τὰ ∠ΕΖ ἐπὶ τὸ τρίτον τῆς ΗΘ, τὸ δὲ δωδεκάεδρόν ἐστιν
δώδεκα πεντάγωνα τὰ ΑΒΓ ἐπὶ τὸ τρίτον τῆς ΚΛ. καὶ ὑπόκειται κ΄ τρίγωνα
τὰ ∠ΕΖ ιβ΄ πενταγώνοις τοῖς ΑΒΓ ἴσα· μεῖζον ἄρα τὸ εἰδοσάεδρον τοῦ
δωδεκαέδρου.
102 ξδ΄. Τὸ δωδεκάεδρον τοῦ ὀκταέδρου μεῖζόν ἐστιν.
Ἔστω δωδεκαέδρου μὲν πεντάγωνον τὸ Φ??Τ καὶ κάθετος ἡ ΥΩ ἀπὸ τοῦ κέντρου
τῆς σφαίρας τῆς περιλαμβανούσης τὸ δωδεκάεδρον ἐπὶ τὸ Φ??Τ πεντάγωνον
ἠγμένη,
103 Ἐκκείσθω δὲ καὶ τὸ ληφθὲν θεώρημα εἰς τὴν σύγκρισιν τοῦ εἰκοσαέδρου
καὶ ὀκταέδρου οὗ σημεῖον ἀστήρ,
διʼ οὗ ἐδείχθη
δώδεκα τὰ ἀπὸ ΟΝ μείζονα πέντε τῶν ἀπὸ Β∠. ἔστω δὲ καὶ τὸ Α,Β,Γ
τρίγωνον εἰκοσαέδρου, καὶ κάθετος ἀπὸ τοῦ ∠ ἡ ∠,Ε, ὡς ἐν τῷ
προκειμένῳ θεωρήματι· ὅμοιον ἄρα τὸ ΥΦΩ τῷ τε ∠,Α,Ε τριγώνῳ καὶ τῷ
ΟΝΛ καὶ ιβ΄ τὰ ἀπὸ ∠,Ε μείζονα ε’ τῶν ἀπὸ ἐπεὶ οὖν διὰ
τοῦ ιϚ΄ λημματίου ἐδείχθη ὅτι, ἐὰν ᾗ τρίγωνον ἰσοσκελές ὡς τὸ 𝒢ΩΤ ἔχον
τὴν πρὸς τῷ Ω γωνίαν τεσσάρων πέμπτων ὀρθῆς καὶ ἰσόπλευρον ἴσον αὐτῷ ὡς
τὸ Μ Μ Μ, τὸ ἀπὸ Μ Μ πρὸς τὸ ἀπὸ 𝒢Ω ἐλάσσονα
,Β,Γ,
τουτέστιν ιβ΄ τὰ ἀπὸ ΥΩ μείζονα ε΄ τῶν ἀπὸ 𝒢Τ,
λόγον ἔχει
ἤπερ εὐθείας ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ ἀπὸ τῆς ὅλης πρὸς τὸ
πεντάκις ἀπὸ τῆς ἐλάσσονος, καὶ ἡ ΕΓ εὐθεῖα ἄκρον καὶ μέσον λόγον
τέτμηται κατὰ τὸ Ξ, τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ
ιε΄ τριγώνοις τοῖς 𝒢ΩΤ, τουτέστιν ιε΄ τοῖς Μ Μ Μ, ὥστε
καὶ τὸ δὶς ἀπὸ ΣΠ ἴσον ἐστὶν τῷ πεντεκαιδεκάκις ἀνὸ Μ Μ τὸ ἔρα ἀπὸ τῆς
ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ τῆς ΚΓ μείζονα λόγον ἔχει ἥπερ δύο τὰ ἀπὸ ΣΠ
πρὸς τὸ πεντεκαιδεκάκις ἀπὸ ΩΦ ἴση γάρ ἐστιν ἡ Ω𝒢 τῇ ΩΦ).
δύο δὲ τὰ ἀπὸ ΣΠ ιβ΄ ἐστιν τὰ ἀπὸ ΚΨ, ὡς ἐδείχθη ἐν τῇ συγκρίσει τοῦ
κύβου καὶ ὀκταέδρου· τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ πεντάκις ἀπὸ ΞΓ μείζονα
λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ κρὸς ιε΄ τὰ ἀπὸ ΩΦ. καὶ ἔστιν ἴση ἡ ΞΚ τῇ
ΚΓ· τὸ ἄρα ἀπὸ τῆς ΕΓ πρὸς τὸ εἰκοσάκις ἀπὸ τῆς
ΚΓ μείζονα
λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ· ὥστε καὶ λϚ΄ τὰ ἀπὸ
ΕΓ, τουτέστιν λϚ΄ τὰ ἀπὸ ΓΛ, πρὸς ψκ΄ τὰ ἀπὸ ΓΚ μείζονα λόγον ἔχει ἤπερ
ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ. ἀλλʼ ὡς κὲν ἡ ΓΛ πρὸς ΓΚ, ἡ ΑΜ πρὸς
ΙΜ, ὡς δὲ ἡ ΛΜ πρὸς ΜΙ, ἡ 0Ν πρὸς
ΝΙ ὥστε καὶ λϚ΄ τὰ ἀπὸ ΟΝ
πρὸς ψκ΄ τὰ ἀπὸ ΝΙ, τουτέστιν π΄ τὰ ἀπὸ ΙΛ (τριπλασία γὰρ ἐν τῷ ζ΄
λήμματι ἐδείχθη ἡ ΙΛ τῆς ΙΝ), τουτέστιν κ΄ τὰ ἀπὸ Κ∠, τουτέστιν
ιε΄ τὰ ἀπὸ Β∠ (ἐπίτριτος γὰρ ἡ Β∠ τῆς ΚΛ δυνάμει), μείζονα
λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΚΨ πρὸς ιε΄ τὰ ἀπὸ
ΩΦ ὥστε καὶ
οβ΄ τὰ ἀπὸ ΟΝ πρὸς ε’ τὰ ἀπὸ ΒΑ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΧΨ
πρὸς ιε΄ τὰ ἀπὸ
τὰ ἀπὸ ΧΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΘ. καὶ ἔστιν ὅμοιον τὸ
∠ Α,Ε τρίγωνον τῷ ΥΦΩ τριγώνῳ καὶ ιβ΄ ἄρα τὰ ἀπὸ ΥΩ πρὸς ιε΄ τὰ
ἀπὸ ΩΦ μείζονα λόγον ἔχει ἤπερ ιβ΄ τὰ ἀπὸ ΧΨ πρὸς ιε΄ τὰ ἀπὸ ΩΦ· μείζων
ἄρα ἡ ΓΩ κάθετος τῆς ΧΨ καθέτου. καὶ ὑπόκεινται αἱ ἐπιφάνειαι ἴσαι τῶν
στερεῶν
σχημάτων μεῖζον ἄρα τὸ δωδεκάεδρον τοῦ
ὀκταέδρου.
104 ξε΄. Ὅτι μὲν οὖν τῶν ε΄ σχημάτων τούτων ἃ δὴ καὶ πολύεδρα καλεῖται τὸ
πολυεδρότερον αἰεὶ μεῖζόν ἐστιν φανερὸν ἐκ τῶν ἀποδεδειγμένων, ὅτι δὲ
πλείω τῶν πέντε τούτων ἀδύνατόν ἐστιν εὑρεῖν ἄλλα σχήματα ἴσοις καὶ
ὁμοίοις ἰσοπλεύροις πολυγώνοις περιεχόμενα μάθοι τις ἂν καὶ
οὕτως.
105 Πᾶσαν στερεὰν γωνίαν ἐκ τριῶν ἐλαχίστων συνεστάναι
τρεῖς τεσσάρων ὀρθῶν οὐκ εἰσὶν ἐλάττους),
ὑπὸ δὲ πενταγώνου τριῶν μόνων δυνατόν, ὡς καὶ συνέστηκεν ἡ τοῦ
δωδεκαέδρου. πάλιν δέ τέσσαρες μέν ἢ πλείους τετραγώνου γωνίαι περιέχειν
στερεάν γωνίαν οὐ δύνανται (τεσσάρων γὰρ ὀρθῶν οὖκ εἰσὶν ἐλάττους),
τρεῖς δὲ περιέχουσιν τὴν τοῦ
κύβου. κατὰ τὰ αὐτὰ δὲ καὶ
ἰσοπλεύρου τριγώνου ἓξ μὲν ἢ πλείους γωνίαι τεσσάρων ὀρθῶν οὐκ εἰσὶν
ἐλάττους, καὶ διὰ τοῦτο στερεὰν γωνίαν οὐ περιέχουσι, πέντε δὲ καὶ
τέσσαρες καὶ τρεῖς δύνανται, καὶ περιέχεται ὑπὸ μέν πέντε ἡ τοῦ
εἰκοσαέδρου, ὑπὸ δὲ τεσσάρων ἡ τοῦ ὀκταέδρου, ὑπὸ
δὲ τριῶν
ἡ τῆς πυραμίδος. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι παρὰ ταύτας οὐκ ἔστιν
ἄλλη στερεὰ γωνία ἐξ ἴσων καὶ τοῦ αὐτοῦ πολυγόνου συνεστηκυῖα γωνιῶν,
ὥστε οὐδὲ πολύεδρον εὑρεῖν ἄλλο παρὰ τὰ προειρημένα πέντε δυνατόν ἐστιν
ὑπὸ ἴσων καὶ ὁμοἰων πολυγώνων περιεχόμενον.