Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Only volume 2 was captured.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts verse.
This pointer pattern extracts psalm.
Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Μακάριος οὖν ὁ τὰ ὄντως ὄντα ποθῶν. Ἀλλὰ πῶς ἐν ἀναιρέσει κακῶν ὁ μακαρισμός; κοινὸν γὰρ καὶ τῶν ἀψύχων καὶ τῶν ἀλόγων ἡ τῶν κακῶν ἀποχή· διὰ τοῦτο τοίνυν ἐπήγαγεν· Ἀλλ’ ἡ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ. Τοῦτο γὰρ οὐ μόνον πέφυκεν λογικοῦ, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀναλήψεως καταρχὴ, τῶν κακῶν ἡ φυγή. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις ἡ τῆς γῆς ἀναχώρησις, οὕτως ἐπὶ τῆς κατὰ Θεὸν προκοπῆς, ὁ χωρισμὸς τοῦ κακοῦ. Ἀλλὰ καὶ ὅλως δὲ πᾶσα ἀργία καὶ τῆς τυχούσης πράξεώς ἐστιν εὐμαρεστέρα, ὅποιον τό· Οὐ μοιχεύσεις, οὐ
Ἀσεβῶν, τῶν τὸν Θεὸν ἀγνοούντων.
Ἐπὶ καθέδραν, τὴν κακῶν ἐργασίαν, κατὰ διάδοσιν γενομένην.
Ἀλλ’ ἢ ἐν τῷ νόμῳ, τῷ εὐαγγελικῷ δηλονότι.
Μελετήσει, τῷ βουλεύματι αὐτοῦ.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἄν ποιῇ κατευοδωθήσεται.
Ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεοπνεύστῳ γραφῇ. — Ὁ δὲ Ἀκύλας τὸ μεταπεφυτευμένον ἐξέδωκε· ἐῤῥιζόμενος γὰρ τῶν πατριαρχῶν ῥίζαις, μεταπεφύτευται εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταφυτεύεσθαι λαμβανομένης,
Διεξόδους δὲ ὑδάτων, τὰς θείας γραφὰς, ἐν αἷς ἀπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κηρυσσόμενον.
Τὸν καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν.
Φύλλα δὲ αὐτοῦ, τὴν πλήρωσιν τῶν ἐντολῶν. Ἔλεγε δέ τις τῶν ἁγίων, φύλλα εἶναι τῶν ἀσκητῶν τὴν ταπεινοφροσύνην, σκέπουσαν αὐτῶν τοὺς καρποὺς, καὶ μηδέποτε πίπτουσαν. — Κατευδωθήσεται· οὐ γὰρ ἔστι πρᾶξις τῶν κατὰ Θεὸν γενομένων ἀνωφελής.
Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως.
Τίνες προτιθέασιν δεύτερον τὸ οὐχ οὕτως οὔτε δὲ τὸ ἑβραϊκὸν ἀνεδίπλωσε τὴν λέξιν, οὔτε τις τῶν ἑρμηνευσάντων ἐχρήσατο ἐπαναλήψει τῆς χρήσεως.
Διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει.
Εἰπὼν, οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς, εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν.
Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Τὸ γινώσκει, ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ πρὸς Μωϋσῆν· Γινώσκω σὲ παρὰ πάντας, καὶ ηὗρες χάριν παρ’ ἐμοί. Σημειωτέον καθολικῶς ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ Κυρίου· καλὸν γὰρ ὁδὸς δικαίων·
Ὑπόθεσις. Ἅλλ’ ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισμοῦ προετάχθη, τὸ δεύτερον ἔπος [τὰ] ἔξω τῆς ἀσεβείας γενόμενα ὑποτίθεται, τὸ εὐαγγελικὸν προαναφωνῆσαν μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γέννησιν τοῦ σήμερον μὲν γεννηθέντος δι’ ἡμᾶς Χριστοῦ (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ Πατρὸς. καὶ ἐν τῷ Πατρὶ ὄντος Υἱοῦ καὶ Θεοῦ· τήν τε βασίλειαν [λέγει] ἐπὶ τῶν ἀβασιλεύτων, οἱ διὰ τὸ μὴ δουλεύειν Θεῷ ἐπ’ ἔθνεσιν ἧσαν κατειλεγμένοι.
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
Τὰ γὰρ ἔθνη τοῖς ἰδίοις ἁμαρτήμασι περισφίγγεται οὐκ ὄντα ἐλεύθερα· διό φησιν ὁ Χριστὸς, ἢ πρὸς τοὺς αὐτῷ διακονοῦντας ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ πρὸς τοὺς ἀποστόλους τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου, ταῦτα παρακαλῶν, αὐτῶν διασπᾶν τοὺς δεσμούς. Οἱ μὲν λαοὶ σωματικῶς τυγχάνοντες ὑπὸ τὸν τοῦ νόμου ζυγὸν, τοῦ δικαιώματα περιέχοντος οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι δὲ διὰ τοῦ Χριστοῦ τῷ πνευματικῷ νόμῳ, τῷ τὰ καλὰ δικαιώματα ἔχοντι καὶ προστάγματα, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνοντος γράμματος ζυγὸν, τοῦ Σωτῆρος λέγοντος πρὸς τοὺς προειρημένους συνεργοὺς τό· Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἤτοι ἀφ’ ἑαυτῶν ποιήσωμεν τοῦτον, μὴ περιμείναντες τῶν βαρουμένων τὴν δέησιν. Ἢ ὡς καὶ αὐτὸς ὑπὸ τὸν νόμον γενόμενος (ἐγράφη γάρ· καὶ περιεττμήθη, καὶ τοῖς σάββασιν αὐτῶν ἠκολούθησεν) τουτέστιν, ἀπ’ ἐμοῦ καὶ τῶν πειθομένων, ἤγουν τὸν ζυγὸν αὐτῶν ἡμέτερον βάρος ἡγούμενοι, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην, αὐτὸν ἀποῤῥίψωμεν· ταῦτα μὲν οὖν περὶ ἀνθρώπων, τῶν τε ἀπὸ ἐθνῶν καὶ τοῦ λαοῦ.
Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τὸ δέ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, πρὸς τοὺς βασιλεῖς τῆς γῆς, οὓς ὁ ἐν οὐρανοῖς ἐκγελάσεται Κύριος, φρόνημα γήϊνον ἔχοντας, καὶ μὴ νενομηκότας τὴν περὶ ἐνανθρώπησιν τοῦ Σωτῆρος σοφίαν.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ.
Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. καὶ Ἀλλὰ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργὴν Θεοῦ πειραθήσονται, καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου Λόγου πολέμιοι. Οὐκ εἶπε δέ· κολάσει αὐτοὺς, ἀλλὰ λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὑτοῦ· μετανοοῦντας γὰρ οὐκ ἐκόλασε, καθάπερ τοὺς Νινευΐτας. Ἀπειλεῖ γὰρ ἐπὶ σωτηρίᾳ Θεὸς, ἔφη, καὶ τοῖς Νινευΐταις ἔπεμψεν Ἰωνᾶν.
Ἐγὼ σήμερον γεγέννηκά σε.
Ἀεὶ τὸ σήμερον καλεῖται.
Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου.
Τούτων τὰς βασιλείας ἔδειξεν ὁ διάβολος τῷ Σωτῆρι καὶ τὴν δόξαν ἐν στιγμῇ χρόνου.
Δράξασθε παιδείας.
Παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς· ἤ γε πρακτική ἐστι διδασκαλία πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι.
Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἷ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Τὸ τηνικαῦτα ὑψοῦται νοῦς, ὁπηνίκα ἂν ἐπιβάλλῃ τῇ πολυποικίλῳ τοῦ Θεοῦ σοφίᾳ. — Τοῦ ἁγίου δόξα ὁ Θεός. Πᾶς δὲ οὖ δόξα ἐστὶν ὁ Θεὸς, ὑψοῦται ὑπ’ αὐτοῦ. κεφαλὴν, Τὴν τουτέστιν τῆς ψυχῆς τὸ ἔπαρμα. Ὥσπερ γὰρ ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεμεγεθυσμένου παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας, οὕτως καὶ διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς, ἡ κεφαλὴ ὑψοῦται, Θεοῦ συνεργοῦντος αὐτῇ.
Καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Ὅρα εἰ δύναται εἶναι ὄρος ἄγιον ὁ Μονογενὴς, ὅθεν ἐπακούσει ὁ Θεός.
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεὸς μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ ματαίως ἐχθραίνοντας πατάσσει. — Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυρίου τῶν ἁμαρτωλῶν ὀδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, δὴ τῷ Δαυίδ.
Ὑπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. — Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει πάντων· εἰκός γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστός πάντας ἐν αὐτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασιλεύει τῶν ζωοποιηθέντων. — Νομίζομεν τοίνυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. — Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνας μοι.
Οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ’ ἐν τῷ ἐπικαλεῖσθαι. – Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκομεν, τότε μάλιστα πλατυνόμεθα. Εἰ καὶ ὡς ἄνθρωπος ὁ προφήτης ἐπικαλεῖται, καὶ διὰ τὸ ἐπικαλεῖσθαι, εἰσακούεται ὑπὸ Θεοῦ τῆς δικαιοσύνης αὐτοῦ, λέγω δὲ τῆς δικαιοσύνης τοῦ λέγοντος, καὶ διὰ τοῦτο ἐν πλατυσμῷ κατὰ τοὺς καιροὺς τῆς θλίψεως γίνεται· ἀλλά γε ὡς πρὸς τὸν Θεὸν ὁ τοιοῦτος ὢν, κάτω ἐστίν. Οἱ γὰρ ὀφθαλμοὶ Κύριου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ δεῖται τοῦ οἰκτειρηθῆναι ὑπὸ Θεοῦ.
Υἰοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
Τό· υἱοὶ ἀνθρώπων, ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος τῷ τοιούτῳ χρῆσθαι σχηματισμῷ λέγουσιν· υἶες Ἀχαίων, καὶ τὰ ὅμοια. — Ἐνταῦθα γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον Κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πληρωμένη καὶ γνώσεως.
Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ.
Γνῶτε τοιγαροῦν οἱ πεποιθότες ἐπὶ πλήθη, ὡς θαυμαστὸν ἀπέδειξε τόν πεποιθότα ἐπ’ αὐτόν. — Περὶ Χριστοῦ προφητεύει Δαυὶδ ἐν τῷ ιεʹ ψαλμῷ, ὣς ἐστιν ἀληθὴς ὅσιος, καὶ μάρτυρες οἱ ἀπόστολοι περὶ αὐτοῦ, νοήσαντες τό· Οὔτε δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι, οὐ ταὐτὸ δὲ τὰ πιστεῦσαι καὶ γνῶναι· ὡς οὐδὲ ταὐτὸ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι Θεῷ καὶ γνῶναι τὸν Θεόν. Τοιγαροῦν τοῖς ἀποστόλοις ἥδη πεπιστευκόσι φησὶν ὁ Σωτήρ· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ὡς γάρ φησιν Ἡσαΐας· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Καὶ ὁ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Καὶ τό· Σχολάσατε δὲ καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεὸς, διαφέρειν δηλοῖ τοῦ πιστεύειν τὸ γνῶναι· Τοῦτο γὰρ τοῖς ἀπιστοῦσιν οὐκ εἴρηται· δείκνυσι δὲ καὶ ποίαν δεήσει γνῶσιν ἀπολαβεῖν, [καὶ] ὡς ἐθαυμαστώθησαν ὑπὸ Θεοῦ οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημά των. Μεγάλη
Ὀργιζεσθε, καὶ μὴ ἁμαρτάνετε.
Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν.
Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.
Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
Οἱ μὲν ἄγγελοι διὰ παντός βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ
Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου.
Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γραφῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρτωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοητῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τινες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προσκύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἃ ἐστι σκιὰ τῶν μελλόντων. — Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δικαίους.
Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης.
Ἡ κληρονομία τοῦ Χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική.
Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Ναὸς ἅγιός ἐστι τοῦ Θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. — Ἐν τῷ φόβῳ Θεοῦ ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ Κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου.
Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. — Τῶν ἐχθρῶν. Τῶν νοητῶν δηλονότι· πολλοὶ γὰρ οἱ ἐπιβουλεύοντες τῇ θεοφιλεῖ ψυχῇ, τῇ κατὰ Θεὸν αὐτῆς προκοπῇ διαβασκαίνοντες.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία.
Πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον, ἠνέγκατο αὐτῶν ἐπιβουλήν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Νεκρῶν ἔργων πεπληρωμένος.
Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε.
Οὐ γὰρ ἀφ’ ἑαυτοῦ ὁ Θεὸς ἐξωθεῖ τινα οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· τοῦ τοίνυν πλήθους τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς. Ταῦτα γὰρ, φησὶ, πάντα τὰ διαβούλια κατ’ ἐμοῦ ἐποιοῦντο, τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι· οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν, Θεὸν παραπικραίνουσι, θεομαχοῦντες σαφῶς. — Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας, εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. — Μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν.
Καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.
Τῶν ἐπιβούλων καταλυθέντων, ἡ εὐφροσύνη σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς εἰς αἰῶνα. Καὶ πῶς γὰρ οὐκ ἀγαλλίασις, ᾧ Θεὸς πάρεστιν, ὡς ἐν ἰδίῳ ναῷ ἐνοικῶν τε καὶ περιπατῶν; ὡς τό μακρύνεσθαι Θεοῦ, τῆς ἁμαρτίας αἰχμαλωτιζούσης, θρήνων ἐπάξιον. Τέλος δὲ τῶν ἀγαθῶν, ἀπολαβεῖν κληρονομίαν καὶ κλῆρον ἔχειν ἐνοικοῦντα Θεόν.
Ὅς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
Στέφανος, φησὶν, ἡμῖν τῶν πόνων χάρις, ἡ τὸ τέλος τούτῳ, καθάπερ ὅπλῳ τινὶ, φράττουσα ἡμᾶς.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησόν με, Κύριε· ὅτι ἀσθενής εἰμι, ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ’ ἐξοχὴν ἀμύνῃς. Λέγει οὖν· εἰ καὶ ἐξώτερον ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὀργὴ τάχιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι’ ἄλλης ἐλεγχθῆναι θεραπείας, οὐ τηλικούτους προσαγούσης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ὢν, καὶ ἰαθῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. — Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ.
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου.
Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν θανάτῳ.
Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου.
Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου.
Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου.
Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ὅπερ ἐστὶν οὐδέποτε. — Ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν.
Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός.
Κενός ἐστιν ὁ μὴ δυνάμενος λέγειν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος. Διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται, τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία, περὶ ὧν εἴρηται· Ἐπιτίμησον γὰρ, φησὶ, τοῖς θηρίοις τοῦ καλάμου, καί· Ὁ διάβολος, φησὶν ὁ Ἰὼβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον· οὗτος γὰρ βασιλέυς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι.
Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι.
Ἵνα χοϊκὸς, ἀντὶ ἐπουρανίου, γενοίμην.
Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον.
Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν,
Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει.
Ῥομφαία ἐστὶ νοητὴ, λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας.
Ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις.
Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι
Καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῆς χάριτος, κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δέδεται τ κορυφῇ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν.
Κολαστικόν καὶ τιμωρητικόν.
Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα εἷς ἦν ὁ λαός ὁ καλούμενος Ἰσραὴλ, ἀμπελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ
Ὠρ. Καὶ ὁ ὀγδοηκοστός ἐπιγέγραπται εἰς τὰ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν· πρός δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεσμεύων πρὸς ἄμπελον τόν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὧμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντός δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
Ὠρ. Ὠς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρτάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, παραδιδομένους κολάζει. Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας.
Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.
Εὐσεβίου. Πῶς δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ τῶν ὅλων Θεός, νοήσεις, ὅτι ἐπὶ μόνου τοῦ ἀνθρώπου ἀναγέγραπται
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἕτεροι δὲ πρὸς αὐτὸν, οὐ περὶ αὐτοῦ τὸν παρόντα φασὶν ᾄδεσθαι ψαλμὸν, ὑπὲρ τῆς ἀνθρωπείας ἐξομολογουμένου φύσεως τοῦ προφήτου, τῶν τελείων ἴδιον λέγοντος τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν· Ἀγαπήσεις γὰρ, φησὶ, τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου κτλ. Ὃ δὲ νῦν ἐμφαίνει τό· ἐν ὅλῃ καρδίᾳ μου, ὃ δὲ ποιεῖ, προφητικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προιδὼν, καὶ διηγεῖται ταῦτα, κοινωνοὺς τῆς ἐξομολογήσεως
Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὑπὲρ τῆς ἀνθρωπίνης τυραννουμένης φύσεως οὕτω πικρὰν αὐτῷ τὴν τιμωρίαν ἐπέθηκας. Ἐπετίμησας τοῖς ἔθνεσι, τουτέστι τὰ θεῖα διδάγματα διὰ τῶν ἀποστόλων καὶ τῶν ἐξῆς διδασκάλων αὐτοῖς παραδούς· ὧν δεξαμένων, ἀπώλετο [ὁ ἀσεβὴς], τοὺς κατὰ τὴν πλάνην προσκυνοῦντας οὐκ ἔχων. Οὕτω καὶ Λυκάοσι θῦσαι πειρωμένοις Παῦλος ἐπετίμα καὶ Βαρνάβας, εἰπόντες· Τί ποιεῖτε, ἄνδρες; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῶν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων ὑμᾶς ἐπιστρέφοντες. Καὶ Γαλάταις δὲ Παῦλος ἐπετίμα· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, ἐν οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Οὕτω Κορινθίοις· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Ἐξηλείφθη τοίνυν αὐτοῦ τὸ ὄνομα εἰς τὸν αἰῶνα. Ἅπασα γὰρ ἔσβεσται τελετὴ τῶν νῦν ἀνθρώπων καὶ ἀγνοούντων τὰ τῆς εὐσεβείας μυστήρια, τοσοῦτον καὶ τό· Ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει, ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κὰν τῷ μέλλόντι
Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἰοῦ, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα· λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμων ἁμαρτόντων, ἀνόμως ἀπολλυμένων. Φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν τοὺς ψεκτάς τε πράξεις καὶ ἀσεβὲς ἔχοντας φρόνημα.
Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν· πενήτων.
Τοιαύτη τίς ἦν; Ἡ διὰ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γενομένη, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν.
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου.
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν.
Καὶ μὴν κατὰ τῆς ἀρετῆς, ἀφθαρσίας λεγομένης, ὡς ἐν τῷ· Ἡ χάρις μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν ἐν ἀφθαρσίᾳ· ἡ ἐναντίως ἔχουσα κακία, λέγοιτο ἂν εἰκότως διαφθορὰ καὶ φθορά. Εἴρηται γοῦν· Εἴ τις φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ παρὰ τῷ προφήτῃ· Ἕνεκεν ἀκαθαρσίας διεφθάρηται φθορᾷ.
Γινώσκεται Κύριος κρίματα ποιῶν.
Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
Ἀποστρέφονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, ἵνα ἴδωσιν τὴν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον, πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τὰ ἔθνη. Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει... Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις.
Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ, ὁ δὲ ἁμαρτωλὸς ἐγκάθηται ἐνέδρᾳ.
Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
Καθάπερ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν· ἀλλ’ ὅμῶς κύψει, καὶ πεσεῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας.
Μὴ ἐπιλάθῃ τῶν πενήτων.
Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος.
Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει.
Ἀλλὰ κὰν μυριακὶς ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον.
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.
Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. — Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα· οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ.
Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος.
Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἦς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ.
Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ
Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Εἱ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν.
Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀπεσβεσθῆναι τὸ χάρισμα, οἱ μὲν ὅσιοι ἐκλέλοιπον, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν· οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι, καὶ ἐν τοῖς ἀληθέσιν ἡ ὁσιότης. Ὁ ἐπειδὴ οἱ ὅσιοι ἐκλελείπασιν, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν αἱρέσεων.
Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παῤῥησιάσομαι ἐν αὐτῷ.
Ἐὰν ἐκ τῆς ταλαιπωρίας τῶν πτωχῶν νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος, τίς ἀνιστάμενον οὐ δέδοικεν Κύριον; Καί· Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψώθητι Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι καὶ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, καὶ οὐκ εἰς τέλος ἐπιληθήσεται ὁ πτωχός. Ἢ καὶ οὕτως· οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ σῷ πνεύματι, στένουσιν ἀεὶ ταπεινούμενοι, προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον, τῇ ἐμῇ ἀναστάσει σωτηρίαν θήσομαι πᾶσιν ἀνθρώποις.
Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς... Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν.
Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυλάξεις
Εἰς τό τέλος, ψαλμός τῷ Δαυίδ.
Ὑπόθεσις Εὐσεβίου. Διὰ τό τέλος, τό παρὰ τῷ Θεῷ, πάντα τὰ πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος καρπός ὁ τῶν πόνων, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν τοῖς γνησίως ἀγωνιζομένοις προξενῶν. Ἐπεὶ τοίνυν καὶ ὁ Δαυὶδ τούτων εἷς ἦν, εἰς μὲν τὸ τέλος τῷ Θεῷ τὸν ψαλμόν καὶ τὴν ᾠδὴν ἀνέπεμπε. Κατὰ δὲ τὴν ἀρχὴν, ὡσανεὶ ἔτι ἀγωνιζόμενος, τὰς πρώτας προέφερε φωνάς
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τό πρόσωπόν σου ἀπ’ ἐμοῦ;
Τοῦ αὐτοῦ. Διδάσκων, τῆς μνήμης τοῦ Θεοῦ καιρῷ τινι ἀποπεπτωκέναι [τὴν λήθην]· (λήθην γὰρ ὁ Θεός ποιεῖται τῶν λανθανόντων αὐτοῦ· λανθάνει δὲ αὐτοῦ πᾶς ὁ ἁμαρτάνων)· ἀλλὰ καὶ ἐπεὶ ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀπό τῶν αἰσχρόν τι πραττόντων ἀναξίως τῶν αὐτοῦ ὀφθαλμῶν, τουτέστι τῆς θεωρητικῆς καὶ ἐπισκοπικῆς αὐτοῦ δυνάμεως, βιούντων μεγάλως φροντιζόντων περὶ τῆς κρίσεως τοῦ Θεοῦ, καὶ ἀγωνιῶν ἐφ’ οἶς ἑαυτῷ συνῄδει, πληττόμενός τε ὑπὸ τοῦ συνειδότος, καὶ τὴν ψυχὴν ὑπὸ λογισμῶν ἀνιώμενος, ἐπιλέγει·
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;
Τοῦ αὐτοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος ρμήνευσεν εἰπών· Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ’ ἡμέραν. Ταῦτα δὲ, φησὶν, ἐγράφη εἰς
Διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι.
Ἐλθὼν, φησὶν ὁ Κύριος, οὐδ’ ἕνα εὗρον χρηστότητος ἐργάτην, ἀλλ’ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, ἀλλ’ οὐχὶ ἡ φαύλη ἔννοια τάχα διαφθείρει, ἀλλ’ αὐτὸ ταύτης ἐπιτέλεσμα τῆς ἐννοίας.
Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
Ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. — Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου.
Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σαρκάς μου.
Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι.
Δι’ ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν.
Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Vatic. p. 691, 1.
Ὁ ἀνεπιλήπτως βιῶν, ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστας αὐτοῦ.
Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ.
Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς, ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως.
Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.
Εὐσεβίου. Ὅ γε μὴν ὁμοῦ πάντα προκατηριθμημένα κατορθώσας, ἀντιτελὴς γενόμενος, καὶ πᾶν τό σῶμα τῆς κατὰ Θεὸν πολιτείας ὁλόκληρον, ὥσπερ καὶ ὑγιὲς καὶ πᾶσιν ἀγαθοῖς λόγων τε καὶ ἔργων ἀπηρτισμένον διατηρήσας, οὐ σαλευθήσεται εἰς τόν αἰῶνα.
Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰ συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας· πάλαι μὲν, φησὶν, ἐπ’ ἀξίαν τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων· εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους, κλητούς τε καὶ ἐκλεκτοὺς ὀνομάζων.
Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου.
Γλῶσσαν νῦν λέγει τὸ χάρισμα τοῦ Πνεύματος.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός.
Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ἡ σκοτοῦται πταιομένη ψυχὴ λογική. — Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ, τουτέστι τῆς πρακτικῆς, τις δοκεῖ πρῶτον ὀδύνης, καὶ οὐ χαρᾶς πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδιδοῦσα τοῖς δι’ αὐτῆς γεγυμνασμένοις.
Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ· ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, ὡς κόρην ὀφθαλμοῦ.
Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν, ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ· Ἡ χείρ ἐστί σου, φησὶν, μή με στροβῇ τοσούτως. Καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεοῦ. Χείρ δὲ εὐεργετικὴ Θεοῦ οἱ ἄγγελοί εἰσιν, δι’ ὧν προνοεῖται κόσμου τοῦ αἰσθητοῦ, οἶς ἀντίκεινται δαίμονες, βουλομένοις πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ.
Ὠργίσθη, φησὶ, καὶ κατέβαλεν τὸ πῦρ, δι’ οὗ πάλιν τοὺς ἀνθρώπους κατέφλεγεν. Ἄνθρακες, ὁ τῶν ἀποστόλων χορός τούτου γὰρ τοῦ πυρὸς κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς
Καὶ ἔκλινεν οὐρανὸν, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβεὶν.
Χερουβεὶμ ἑρμηνεύεται γνῶσις καὶ σύνεσις· εἰς τοὺς δικαίους οὖν λέγει.
Καἱ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.
Ἔθετο τὸ σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον ἑαυτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ Μωϋσῆς πάλαι τὸ κάλυμμα μέσον ἑαυτοῦ τε καὶ πωρώσεως Ἰσραὴλ, εἰ μὴ ῥᾳδίως εἴδῃ σκοτεινὴ φύσις, τὸ ἀπόθετον κάλλος μὴ ῥᾳδίως ἐπιτυχοῦσα, ῥᾳδίως καὶ ἀποβάλλει, διὰ τὴν εὐκολίαν τῆς κτίσεως. Διὰ τοῦτο μέσον ἡμῶν τε καὶ Θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων· καὶ τοῦτό ἐστιν ἴσως ὃ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Διὸ καὶ Παῦλός φησιν· Ὁ μόνος ἔχων ἀθανασίαν, καὶ φῶς οἰκῶν ἀπρόσιτον.
Ῥύσεταί με, ὅτι ἐθέλησέν με.
Οὕτως ὁ ὑπὸ τῆς σῆς προνοίας ῥυσθεὶς, ἐλπίζω πάντων περιγενέσθαι τῶν δυσμενῶν, καὶ μὴ πρότερον ἀποστῆναι, ἕως αὐτοὺς αὖθις ὑπηκόους εἰργάσωμαι· τοῦτο γὰρ καὶ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
Καὶ ἡ παιδεία σου κτλ.
Τό· Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδωτίονός ἐστιν, ἀντὶ τοῦ· Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένον τοῖς Οʹ.
Συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου.
Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαυὶδ τῶν ἐχθρῶν βασιλεύσαντα· οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται.
Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον.
Ἀντὶ τοῦ· εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα.
Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων.
Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ’ ἡμᾶς.
Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
Εὐσεβίου. Νὺξ καὶ ἡμέρα τεταγμένα μέτρα τυγχάνοντα τῆς κατὰ καιρὸν ὑποχωρήσεως, κατά τε μείωσιν καὶ αὔξησιν, καὶ τὴν πρὸς ἄλληλα διὰ παντὸς ἀναλογίαν φυλάττοντα, κηρύττει διὰ τῶν ἔργων τὸν ἀμφότερα διαστήσαντα· οὖ γὰρ ἐν τοῖς κατὰ τύχην τὸ διηνεκὲς, καὶ ἀσύγχυτον, ἀλλὰ σοφίας ἔκγονος ἁρμονία. Αἱ δὲ τῶν λόγων αὐτῶν φωναὶ οὐκ εἰσὶ τῶν μὴ ἀκουομένων· πανταχοῦ γὰρ τῆς οἰκουμένης διὰ τῆς θέας ἀκούονται οὐρανῶν τε βλεπομένων, καὶ νυκτὸς καὶ ἡμέρας. Προσεχρήσατο δὲ τοῖς ῥητοῖς τούτοις ἐπὶ τῶν ἀποστόλων ὁ Παῦλος διὸ καὶ ἀορίστως ἔφη, ἀλλ’ οὐχ ὡς εἴωθεν ἐπὶ τῶν προηγουμένων λέγειν· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ. Καὶ πάλιν· Καθὼς προείρηκεν Ἡσαΐας. Καὶ πάλιν· Καθὼς γέγραπται. Καὶ αὖθις· Λέγει γὰρ ἡ γραφή. Σύμμαχος δὲ σαφέστερον ἐξέδωκεν· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, οὐ ῥήσεσιν, οὐδὲ
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ἀθανασίου.
Παστὸν τὴν Παρθένον ἐκάλεσεν, ἐξ ἦς ὁ νυμφίος Χριστὸς ἐπορεύετο, παντὸς ῥύπου καθαρὸς, ἀπὸ καθαρᾶς παστάδος προερχόμενος. Παστὰς δὲ τοῦ Χριστοῦ ἡ ἁγία Παρθένος, ἐπειδὴ χωρὶς ἀνδρὸς τεκοῦσα, νυμφίον ἔσχεν εἰκότως τὸν τικτόμενον αὐτὸν, ἀοράτῳ δυνάμει τὸν τόκον ἐνεργήσαντα. — Γίγας ἑρμηνεύεται ἐπιπίπτων, λαμβάνεται δὲ εἰς τόν Κύριον· αὐτὸς γὰρ ἠγαλλιάσατο κατὰ τὸν καιρὸν τῆς οἰκονομίας, τὴν ἡμετέραν σωτηρίαν πραγματευόμενος, καὶ ἐπέπεσε ταῖς δαιμονικαῖς φάλαγξι, καταργήσας αὐτῶν καθ’ ἡμῶν δυναστείαν. Ὁδὸν δὲ τὴν τοῦ Κυρίου ἐνανθρώπησιν νόησον, ἐν ἡ καθάπερ γίγας διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ σταυρῷ καὶ τῷ θανάτῳ πεπραγμένην ἀγαλλιώμενος ἔτρεχεν. Ἀρτίως ἠγαλλιάσατο ἐν τῷ εὐαγγελίῳ διὰ τὴν εὕρεσιν τοῦ ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενήκοντα
Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς.
Ὠρ. Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέψειεν ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὰ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νόμον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ἤδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τόν δημιουργὸν, διδάσκονται λοιπόν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν. — Διὰ τὴν ἐνάπειρον περὶ ἡμᾶς ἀγάπην αὐτοῦ, οὔτε πόρνον, οὕτε λῃστὴν παρατρέχει, τοὺς ἄγαν αὐτοῦ φυγόντας τὴν ἀγάπην, καὶ εἰς τὰ ἔσχατα τῆς ἁμαρτίας φθάσαντας.
Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό.
Ἀναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέροις τόν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παραβάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται.
Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδικαιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ᾧ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. — Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦλός
Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.
Ὁ δὲ Ἀκύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. Ἐπὶ γὰρ τοῖς κατορθοῦσι τὸ πάθος, ἐσθ’ ὅτε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι’ ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποστολικὸν, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσθῆναι τῆς ὑπερηφανείας· ἀφ’ ἧς ἁμαρτίας οὔσης μεγάλης καθαρισθεὶς, ἄμωμος ἔσομαι ἐξ ὑπερηφανείας, ἅμα καὶ τῶν κρυφίων καθαρισθείς· νῦν γὰρ οὔπω θαῤῥῶ.
Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.
Ῥυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. Πιαίνεται δὲ ὁλοκαύτωμα, ὅταν ὅλῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ἔσται δὲ τοῦτο, ὅταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν.
Οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἵπποις.
Νόει καί ἵππους τὰ σκριρτήματα τῶν παθῶν, εἰς [οἷς] ἐπιβαίνουσιν οἱ δαίμονες· ἅρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν, ἐν οἷς παρασκευάζονται καθ’ ἡμῶν.
Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν.
Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον Δαυίδ.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Λέγων πρὸς αὐτόν· Δεῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ὥσπερ ἀπὸ τοῦ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, οὕτως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ’ οὗ ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδοκωμένοις προβάλλων. Ἢ ὅτι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐτοῦ γενόμενος, εὐφραίνεται.
Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός.
Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ.
Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἡ αὐτὸς ἔπαινος ὤν.
Ἐγὼ δέ εἰμι σκώληξ.
Ὡς ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμβανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· Ἐγώ εἰμι ὁ σκώληξ.
Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με.
Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, ἅπαν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆξαι χρή.
Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου.
Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.
Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.
Ἑνικῶς δὲ νῦν, οὓς εἶπεν ἄνω κύνας, διὰ τὸ γένος καλεῖ. — Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν εἶπεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦσαν· ἀλλὰ καὶ ὅτι μόνη διὰ παντὸς εἶχε τοῦ Θεοῦ Λόγου τὴν ἕνωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονογενῆ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ὧν κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃρημένην· ἐξήκοντα μέν εἰσι βασιλίδες, ὀγδοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περιστερὰ τελεία, μονογενὴς οὖσα τῇ μητρὶ τῇ ἄνω Ἰερουσαλήμ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.
Τέλειος ὁ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γνωριζόμενος, ᾧ καὶ βασιλεὺς, ἀλλ’ οὐ ποιμὴν ἐπιγράφεται Κύριος· ὁ δὲ προκόπτων ἐν εἰσαγωγῇ, πρόβατον κληθείη Θεοῦ, καὶ ποιμαίνεται ὑπ’ αὐτοῦ, καὶ τὸ εὐαγγέλιον νέμεται, καὶ πίνει ὕδωρ, οὗ ὁ πιὼν οὐ διψᾷ· οὔπω δὲ τῆς ἀληθινῆς ἀμπέλου τὸν οἶνον, καὶ ἀναπαύεται διὰ λυτροῦ παλιγγενεσίας, ἀποτιθέμενος τὸ τῶν ἁμαρτημάτων φορτίον. Καὶ ἄλλως δὲ ὁ τὸ πρᾶον καὶ εὐσταθὲς κατορθώσας Χριστοῦ, ὑπ’ αὐτοῦ ποιμαίνεται ἐπὶ τὴν χλόην, τις ἐστὶν ἠθικὴ διδασκαλία, ἐν ᾧ κατεσκήνωσέ με, φησὶν, ἀλλ’ οὐ κατῴκισε. Καὶ ἀλλαχοῦ δὲ, φησίν· αὐτὸς ποιμαίνει ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὅρα δὲ καὶ νόει τὴν χλόην, καὶ νοητὸν αὐτῆς τόπον, καὶ νοητὸν ἀναπαύσεως ὕδωρ, τῷ ἔτι ποιμαινομένῳ διδόμενον, ἕως λογικῆς τραπέζης,
Τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Ἐπέβη γὰρ ὥσπερ ὁ ποιμὴν, καὶ προέτριψε τρίβους, ὡς ἰδίου αὐτοῦ προβάτου τοῖς ἴχνεσιν ἐπακολουθεῖν. Δικαιοσύνη μὲν οὖν ἡ πρακτικὴ τῶν δικαίων ἕξις, ἧς αἱ κατὰ τὴν ἐνέργειαν τρίβοι. Εἰ δὲ δικαιοσύνην εἴποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύτης τὰς κατ’ εἶδος ἀρετὰς, ἐφ’ ἃς ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον. Τὴν ψυχήν μου, φησὶν, ἐπέστρεψε, πλανηθεῖσαν ἐκ τῶν οἰκείων ἢ καταπεσοῦσαν· ἢ ἐκπεσοῦσαν τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· εἶτα ἐπιστρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς.
Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά.
Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυσικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθανεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπομένουσι θανάτου, ἢ κινδύνους, ἣ σώματος λύσιν.
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον σου μεθύσκον ὡς κράτιστον.
Τί βούλεται τό· ἐξεναντίας τῶν θλιβόντων με; Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι, ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους ἐπικειμένους καθ’ ἕκαστον ἀγώνισμα, οὕτως καθ’ ἑκάστην θλῖψιν· ἡνία ἃν θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις, αἱ ἀντικείμεναι, νόει μοι ἡτοιμασμένην τράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλῖψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέζας μου, ἵν’ εὐχαριστῶν λέγης μετὰ τοῦ ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Ἐν ἀρχαῖς δὲ ἐφάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπὲι οὖν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν ἔχει λογικῶν τροφῶν, ηὐτρεπισμένην ὑπὸ Κυρίου... Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τις ἐστὶν ἐν τῷ βίῳ τούτῳ, δι’ ἐσόπτρου καὶ δι’ αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· Κἀγὼ θήσομαι ὑμῖν διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Ὅθεν καὶ τό· ἡτοίμασας, εἴρηται, ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ Θεὸς ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν κτλ. Καὶ τό· ἐνώπιον δέ μου, δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων. Καὶ διὰ τούτων θλιβόντων με ἀνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Καὶ γὰρ ὅτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ἔχομεν τοὺς ἀντικειμένους, φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ οἱ ἀντικείμενοι πολλοί. — Οὖ
Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Τίς ἐστιν ὁ καταδιώκων ἔλεος; Χριστὸν Θεοῦ δύναμιν ἔμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ ὅτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε ὅτι αὐτός ἐστιν καὶ ὁ ἔλεος ὁ διώκων· ἔμψυχος ἔλεος σε διώκει. Τοὺς ἔλαττον φεύγοντας καταλαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς ἄγει, ἵνα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οἶκον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐφραίνετο συντελειωθείς.
Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ.
Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν τὰς
Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων.
Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη· εἰ γὰρ πάντα δι’ αὐτοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γεγενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Οὕτως λέγει Κύριος Παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγεται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. Ἀναμφισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ εἴρηται.
Μνήσθητι τῶν οἰκτιρμῶν σου.
Ὅποιος γάρ πότε, ἐὰν ᾖ ὁ ἄνθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ.
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς.
Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
Λέγοις δ’ ἃν καὶ ἄλλους ἀκάκους τοὺς ἐστηρημένους κακίας, ἢ τοὺς ἁπλωστέρους εὐθεῖς δὲ, τοὺς τελείους· ἢ ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν.
Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
Λεκτέον ταῦτα πρὸς τοῦς θεωροῦντας ἱπποδρομίας καὶ θέατρα, ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων.
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.
Τόπος Κυρίου, εἰρήνη ψυχῆς· ἐγεννήθη γὰρ, φησὶ, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαψυλάττων, ταῦτα λέγει τὰ ῥήματα.