Text encoded in accordance with the latest EpiDoc standards
(9) Στίχ. ι´. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ;
Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος
ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται,
Στ. ιη´. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἅγγελος (10) λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελρῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
Στ. ιθ´. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆ οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
(11) Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὅνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑ ρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατʼ αὐτῶν. Ἀλλʼ ὅτε (12) εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.
(13) Στίχ. β´. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;
Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατανᾶς. Ὅταν δὲ ἐπερωτῶν ἵδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν.
(14) Στ. θ´. Χρόνου δὲ προβεβηκότος, εἷπεν αὐτῷ ὁ γυνὴ αὐτοῦ.
Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετʼ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἵδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ.
(15) Στ. θ´ Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος
καρτερήσεις;
Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον
ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην
ἕλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς
δέ φασιν οὐδέ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλʼ αὐτὸν
Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν.
Στ. θ´. Ἀλλ᾿ εἶπόν ῥῆμα (16) εἰς Κόριον, καὶ τελεύτα.
Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον (17) τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὤσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο.
(18) Στ. ι´. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χερός Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος,
ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ
ἐνεδίδου. Ἀλλʼ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην,
αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ᾿
ὤσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης,
καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο,
οὕτε γαλήνης οὕσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλʼ
ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ
τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν (19) ἐφύσησεν,
οὔτε πενία ἐταπείνωσεν, οὕτε, κατὰ ῥοῦν τῶν
πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς,
οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας (20) ἀνατραπείσης, καὶ
πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν
ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν
πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον,
καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς
ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ
τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ
τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον
ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος
τρόπῳ τελευτῆς,
ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας,
ἀλλʼ οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ
δὲ καὶ ἐπεμβαίνοντας, ἀλλʼ οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας·
εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλʼ οὐχὶ καὶ εἰς τὸ
πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον
ἐμπτύοντας, ἀλλʼ οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρει
(23), ἀλλὰ δωματίου καὶ σκέπης ἀπήλαυσε, καὶ
οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς
εἰ δὲ μὴ ἕσχε τοὺς χεῖρα ὀρέγοντας, ἄλλʼ οὐχὶ καὶ
Στίχ. ια´. Παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας
πρὸς αὐτὸν, ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς,
Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ
Μιναίων βασιλεύς.
(24) Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παραίνεσις. Ἐλιφάζ· Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισ μός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμὸς. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν.
(25) Στίχ. ια´. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.
Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι
παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι διαφόρους
ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον
πολλοὶ μὲν ᾕκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμφορᾶς
καὶ ἅπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ
(26) Στίχ. ια´. Κοὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
Ὁ Σύμμαχος οἵτως ἐξέδωκε· Συνετάξατο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυθήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψάμενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο.
(27) Στίχ. ιβ´. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλάς αὐτῶν.
Στίχ. ιγ´. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας.
Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωῒθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφʼ ἑσπέρας μέχρι πρωῒ. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τί. ς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὅ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἄρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνηθείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς (27·) γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ.
(28) Ἀλλʼ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον·
τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν.
Στίχ. α´ Μετὰ τοῦτο ἥνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.
Ὅτι δίκαιος ἁνοίγει τὸ στόμα, οὐχ ἀπλῶς οὑτωσὶ
προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ (34) ἐκ
τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας
τὰ τοιαῦτα ῥήματα τῶν ἀγίων· καὶ ἀνοίγων
τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς.
Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων
φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς,
Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι
Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἀπλῶς
ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα
πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα
(36) Στίχ. α´. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου;
Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς (37), ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἅλλων δύο μετὰ Βαλδὰὁ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις (38) βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφʼ οἶς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; — Καὶ μετʼ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὡσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετʼ ὀλίγον φησὶν εἷτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰὼβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων, ὦν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.
(39) Στίχ. γ´. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ
Ἅ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι
μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ
ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν.
Στίχ. γ´. Καταλαλεῖτέ μου· οὐκ αἰσ χυνόμενοί με,
(40) Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἃν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι.
(41) Στίχ. δ´. Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐ λίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὅ οὐκ ἔδει.
Εἶτά φησιν καθʼ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑποφῶν
(42) Στίχ. ε΄. Ἔα δὲ, ὅτι ἐπ᾿ ἐμοὶ μεγολύνεσθε, ἐνάλλεσθε δέ μοι ὀηνείδει.
Οὐ μετρἱως μοι ὀνειδἱζετε, ἀλλ᾿ ἐναλλόμενοι· ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνειδἱζετε.
(43) Στίχ. Ϛ΄. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὔψωσεν. Οἱονεὶ ὑπὸ τεἴχος τῆς περιστάσεώς εἰμι ὀχὑρωμα, ὅ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό.
Στίχ. ζ΄. Ἰδοὺ γελῶ ὀνείδει (44), καὶ οὐ λαλήσω.
Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὁνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι.
(45) Στίχ. Ϛ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται.
Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὰν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ᾿ ἅν εὔξηται ὁ αἱρετικὸς, ὅτ᾿ ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ᾿ ὰν δοκῇ κατεστηρίχθαι (46)· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία.
Στίς. ζ΄. Ὅταν γὰρ δοῇ ἥδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται.
Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἄμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.
Στίχ. ζ΄. Οἱ δὲ ἱδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἱδόντες αὐτόν (47); Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η΄. Ὥοπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὐρεθῇ.
Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὑ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερεἱδουσιν σφαλλόμενοι, καὶ γἱνονται ὤσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.
Στίχ. ι΄. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἤττονες.
Τοὺς οἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάζαντος.
(48) Στίχ. ι΄. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
Αἰ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξάψουσιν αὐτῷ κόλασιν.
(49) Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ
ἐσφαλμένου, οὗ ἡ προυσευχὴ λογίζεται εἰς ἀμαρτίαν,
οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὰν, καὶ νεᾶψηται,
Στίχ. ιγ´ Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.
Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδα σκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ αὐτῶν, καὶ τὰ ἐξῆς. Καὶ μετʼ ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ.
(50) Στέχ. ιε´. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεδήσεται.
Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ᾿ ὁ ἀγαθὸς οὐκ ὲάσει αὐτοὺς πεπτωκότας, τλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι.
Στὶχ. ιε´. Ἐξ οἰκίας αὐτοῦ ὲξελκύσει αὐτὸν ἄγγελος.
Ἄγγελος γὰρ κατʼ ἐνέργειαν καὶ εὐεργεσίαν τεῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλʼ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ.
Στίχ. ιζ´ Μὴ ἴδοι ἄμελξιν νομάδων.
(51) Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Διʼ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος.
Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.
(52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.
(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.
Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται.
Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι.
Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται.
ἄλλως.
(54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς.
(55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται.
Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων.
Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον.
(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.
(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.
Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται.
Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον.
Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.
(59) Στίχ. κζ´. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὺς τὰς ἀνομίας.
Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά Ταῦτα δὲ ἕφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα διʼ ἁμαρτίας αὐτὸν ἐπηνέχθη.
Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ.
(61) Στίχ. κθ´. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
Μανθάνει (62) τίς ἐπίσκοπος ἐνθάδε ¦ὠνομάσθης ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Ἀμήν.
(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι.
(64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ.
Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ·
Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον.
Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.
(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν.
Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν.
Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ.
Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν.
Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.
Στίχ. ια´. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια.
Στίχ. ια´. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι.
Στίχ. ιβ´. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν.
Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθόραν. Ὅτ᾿ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς.
Στίχ. ιβ´. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.
Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.
Στίχ. ιγ´. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.
Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλʼ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλʼ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(66) Στίχ. β´. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγὶου Πνεύματος ἀναγραφῆς ἀξιωθῆναι χρή. Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινωσκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπʼ αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ (67), ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλητον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμβαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετʼ ὀλίγα· Πότερον οὐχὶ ὁ Κύρός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; (68) Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξὸν με, φησὶν, τὰ δικαιώματὰ σου, ὁ Προφήτης, εἰδὼς διδάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. Διδάσκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. (69) Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν (70).
(71) Στίχ. δ´. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν.
Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπʼ αὐτοῦ,
ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς
κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα
Στίχ. ε´. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἀπλῶς φημι (73) γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι.
(74) Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλʼ ὀρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἀμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρτίας.
(75) Στίχ. ε´. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. ᾜδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦτόν ἐστιν.
(76) Στίχ. Ϛ´. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς.
Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ
ἁμαρτίαν. Ἐστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ,
ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα
πολλὰ λαβεῖν. Τρρία
Στίχ ζ´. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν.
(78) Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον.
(79) Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλʼ οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ.
Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς
Στίχ. θ´. Χήρας δέ ἐξαπέστειλας κενάς. Προσέχωμεν ἐὰν χήρα ἡμῶν εἰσέλθῃ εἰς τὴν οἰκίαν, μήποτε κενὴν αὐτὴν ἐξαποστείλωμεν. Κατὰ δύναμιν ἕκαστος πρὸς ὃ ἔχει πληρωσάτω τὸν κόλπον τῆς χήρας.
(81) Στίχ. θ´. Ὀρφανοὺς δὲ ἐκάκωσας.
Τοῦ αὐτοῦ. Οὐδένα μὲν δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν. Περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Μᾶλλον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
Στίχ. ι´. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμπέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ.
Στίχ. ια´. Τὸ φῶς σοι σκότος ἀπέβη.
Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας.
(82) Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος.
(83) Στίχ. ια´. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμόν τοῖς βλεφάροις, ἵνα ζήση ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερρ ὄρνεον ἐκ παγίδος.
(84) Στίχ. ιβ´. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾶ;
Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει.
(85) Στίχ. ιβ´. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν.
Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὗβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι.
Στίχ. ιγ´ Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός;
Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός;
Στίχ. ιγ´. Ἤ κατὰ τοῦ γνόφου κρινεῖ; δοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χειμῶνι γενόμενος.
Στίχ. ιδ´. Καὶ γῦρον οὐρανοῦ διαπορεύετ.
Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ.
Καὶ πλῆθος ὑδάτων καλύψει σε.
Στίχ. ιε´. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθʼ ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι;
(86) Στίχ. ιε´. Ἤν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄνδρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κὰν δοκῶσιν οὗν ἐπίσης βαδίζειν, ἀλλʼ ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων.
(87) Στίχ. ιϚ´. Οἳ συνελήφθησαν ἄωροι.
Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τελεεωθεὶς γὰρ ἐπʼ ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρόνους μακρούς· ἀρετὴ (88) γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ.
Στίχ. ιϚ´. Ποταμός ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν.
Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἶόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς.
Στἱχ. ιη´. Ὃς δὲ ἐνέπλησε τοῖς οἴκους αὐτῶν ἀγαθῶν.
Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτοις· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δικαιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν.
Στίχ. ιθ´. Ἄμεμπτος δέ ἐμυκτήρισεν αὐτούς.
Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἶον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέγειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὀρῶν μυκτηρίζει.
Στίχ. κ´. Κοὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
Τοῦ αὐτοῦ. Τοῦτο ὁ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ καταφάγεται.
Στίχ. κβ´. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν.
Τὴν ἐξηγορίυν ἐξήτουν κατʼ ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντʼ αὐτῆς ἐξομολόγησιν· φηκσὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἀμαρτημάτωνμ σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφάζ, νουθετῶν, ὡς ᾤετο, τὸμ Ἰώδ.
Στίχ. κγ´. Ἐὰν δέ ἐπιστραφῇς, κοὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου.
Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐτὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι.
Στίχ. κδ´. Καὶ ὡς πέρα χειμάῤῥου (88
(89) Στίχ. κε´. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθός ἀπὸ ἐχθρῶν.
Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ.
Στίχ. κε´. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
Ὑγιὲς δόγμα
(91) Στίχ. κϚ´. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου.
Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὁπομένῃς τὰ συμβεβηκότα. παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα.
(92) Στίχ. κη´. Ἐπὶ τῶν ὁδῶν σου ἔσται σῶς.
Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπʼ ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται.
(93) Στίχ. κη. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης.
Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασὰν σοι, φησὶ, τὴν ἁρμόζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις.
Στίχ. β´. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ.
(94) Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κολάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδικίαν.
(55) Στίχ. Ϛ´. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους.
Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφʼ ᾧ δύνασθαι διʼ αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι.
Στίχ. β´. Ζῇ Κύρος, ὅς οὕτω με ἔκρινε.
(96) Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ
ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν
ἐκτὸς, ὕστερον διʼ αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα
καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς
γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν
ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα
ἔχοντας, ἀλλʼ ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ,
οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διάβολος
διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγξασθαί
τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς
πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλʼ ὁ ἀληθῶς
ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς
λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς
διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις (97)· τούτων γὰρ
τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρίνεται
μετὰ τὸ εἰρημένον ἀπʼ αὐτοῦ προοίμιον, οὕτως
Σττίχ. α´. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προομίῳ·
Στίχ. β´. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας (99) μου ψυχὴν, καὶ τὰ ἐξῆς.
Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι. ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε. καὶ ὁ Παντοράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν.
Στίχ. ε´. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω.
Ἐὰν συγκαταθῶμεν (2) οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἔως ἄν ἀποθάνω.
Στίχ. ε´. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου (3).
Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνήσομαι ἀεὶ περιέχεσθαι αὐτῆς.
(4) Στίχ. Ϛ´. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἅτοπα πρᾶξαι.
Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὤστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα (5) πρᾶξαι.
Στίχ. ιβ´. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρίᾳ· σύνεσις δὲ ἡ διάκρισις.
(6) Στίχ. ιε´. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμο αὐτῆς.
Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστερον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας.
Στίχ. ις´. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ.
Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλʼ οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη.
Στίχ. ιη´. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται.
Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γάδις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι (7), οἱονεὶ γιγαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὅ καλεῖται κομμουλᾶτον.
Στίχ. ιη´. Καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα.
Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν
ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ
ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα
παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρʼ ἐκεῖνα οὖν
τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἤ,
ὑπέρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια
Στίχ. κα´. Λέληθε πάντα ἅνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κὰν προφήτης ᾖ, κἂ ἀπόστολος.
Στίχ. Ϛ´. Ὅτε ἐχέοντό μου αἰ ὀδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδὼν τοῦ Ἰὼβ, ἃς ὥδευσεν (10), ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖναἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὀδοί μου βουτύρῳ.
(11) Στίχ. Ϛ´. ὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.
Ὅσα ἦν ὑψηλὰνοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφʼ ἃ ἀνέβαινεν.
(12) Στίχ. ζ. Ὅτε ἐξεπορευόμην ὅρθιος ἐν πόλει.
Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλʼ ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον.
(13) Στίχ. θ´. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδείξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος.
(14) Σττίχ. ι´. Oἱ δὲ ἀκούσαντες ἐμακάρισὰν με. δοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύμαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβάνει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν.
Στίχ. ι´. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη.
Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφʼ οἶς ἔλεγον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη.
(15) Στίχ. ια´. Ὅτι ὡτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὡσπερ γέγραπται περὶ τοῦ Μωυσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας (16) ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύνασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλμοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ (17) τῆς διανοίας αὐτοῦ. Διὰ τοῦτο λέγει·
(18) Στίχ. ια´. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν.
Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος. Ἐμαρτύρησε περὶ
ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν
ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω (18
(19) Στίχ. ιβ´. Διέσωσα γὰρ πτωχὸν ἐκ χερός δυνάστου.
Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσωμεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ᾿ ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις.
Στέχ. ιε´. Ποῦς δὲ χωλῷ.
Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς.
(20) Στίχ. ις´. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐβιχνίασα. Διδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κληθῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατʼ αὐτούς.
Στίχ. α´. Καὶ ἐπαύσατο ἰὼδ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ σἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώδ. Ἦν γὰρ Ἰὼδ δίκαιος ἐναντίον αὐτῶν.
Οὐχ ἀπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπιστομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέγεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ.
Στίχ. ζ´. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγελαι τὸν ἐμαυτοῦ ἐπιστήμην (21).
Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδικοῦστας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μινρόν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
Στίχ. ι´. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί.
(22) Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλʼ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός.
Στίχ. ιη΄ Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός.
(23) Ὥσπερτις ἕγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ (24), ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὅ πρότερον συνείληφε· τοιοῦτόν τί μοι νόει γενέσθαι (25) καὶ ἐπὶ τῆς τοῦ φιλομαθοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὅν ἀπαγγελλόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ᾿ ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμενον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλʼ ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν.
(26) Στίχ. ιθ΄ Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκός γλεύκους ζέων δεδεμένος.
Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ·
Στίχ. κ΄. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη.
(27) Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι.
Στίχ. κβ΄. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον.
Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρʼ αὐτοῖς αἰσχύνης βροτῶν, καὶ τῆς παρʼ αὐτοῖς ἐντροπῆς.
Στίχ. κβ΄, Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται.
Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσωπα ἀνθρώπων.
Στίχ. Ϛ΄. Εἰ ἥμορτες, τί πράξεις;
Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖς Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρε Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν.
Στίχ. Ϛ΄. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δὕνασαι ποιῆσαι;
(28) Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν (29) αἱ ἁμαρτίαι.
Στίχ. ζ΄. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ;
Ἀλλʼ εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην;
(30) Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ;
Στίχ. ι΄. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς.
(31) Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτορινὰς, αὐτὸς ὁ Θεός ἐστι.
(32) Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυλακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὅ βλέπεις νῦν φῶς, διʼ ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό, Οὐκοῦν νύξ ἐστιπἄς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι (33) πολλοὶ, πολλὰ θηρία περιέρχεται.
Στίχ. ια΄. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.
(34) Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν
τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ
συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις,
καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ
διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγεταί
σοι· Μὴ γένεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ
Στίχ. γ΄. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφόν σου. Δίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὐ δέ μοι ἀπόκριναι.
(35) Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζώσαι ὧσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι.
Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζωσται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συνέσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ.
Στίχ. γ΄. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι.
Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὕπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωῦσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν. Ὅ δὲ Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Κοὶ μεθ’ ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γραφαί. Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύρος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθήσεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἐξῆς.
Στιχ. γ΄. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα.
(36) Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλʼ ὅτʼ ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρχοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἶόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοἴς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα·
Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μή ἀπαρνῇ (37), ὅτι ἔκρινα περὶ σοῦ.
Στίχ. γ΄. Οἴει δέ με ἄλλως σοι κεψρηματικέναι, ἥ ἵνα ἀναφανῇς δίκαιος;
Ἀπολογοῦμαί σοι. Δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεἴν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ’ ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετʼ ὀλίγα· Μνημονεύωμεν ταύτων ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς.
Στίχ. ε΄. Ἀνάλαδε δὴ ὕψος καὶ δόναμιν.
Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμήν.
Στίχ. Ϛ΄. Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ· πάντα δὲ ὑβριστὴν ταπείνωσον.
Στίχ. ζ΄. Ὑπερήφανον δὲ σβέσον.
Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλʼ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.
Στίχ. η΄. Τὰ δέ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον.
Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί.
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει.
Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὀ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ.
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί.
Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι.
Στίχ. ι΄. Χόρτον ἶσα θουσὶν ἐσαίει.
Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος (38) κατεσθίει.
Στίχ. ια΄. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός.
(39) Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται.
Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός.
Στίχ. κε΄. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη.
(40) Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χαναναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἔκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾗ τὸ γένος Χαναναῖος καὶ Φοἴνιξ.
Στίχ. κϚ΄. Πᾶν δέ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ.
(41) Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθʼ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν διάβολον, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.
Στίχ. δ’ Τός ἀποκαλύψει πρόσωπον ἐνδόσεως αὐτοῦ;
Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοὺς Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθεμένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέκρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὅ δὲ δοκοῦσι, βλέπονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ (42) πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο (43) χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθʼ ἑκάστην κακίαν πρόσωπονλαμβάνει ἀρετῆς. Καὶ μετʼ ὁλίγα εἰς τὸ ἐξῆς.
Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου.
(44) Τὸ πρόσωπον ὅ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι (45) ὅ τι ἔνδον δράκων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ οὐτοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες.
Στίχ.δ΄ Εἰς δέ πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθοι;
Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἀπλοῦν. Δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἃν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται.
Στίχ. ε΄, Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξεις
Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει
τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν,
Στίχ. ε΄. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Καὶ, Κύρος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὕτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλʼ ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλʼ ἐάν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον.
Στίχ. Ϛ΄. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ.
Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ. ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπίδες γάρ εἰσι σκληραί.
Στίχ. ι΄ Ἐκ στόματος αὐτοῦ.
Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων.
Στίχ.ι΄. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός.
(46) Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων
δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δράκοντος·
καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ
θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ
δράκοντος εἴη δʼ ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ
παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. Ἐκ στόματος
γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός.
Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται
πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου,
προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουργοῦ,
φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρεσβεύοντος
τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὄτʼ
ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὅτ’ ἄν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς
οὐσίας, ὁποῖά φασιν οὗτοι· ὅψῃ, ἐκ στόματος τῶν
τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται
ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες,
τηρῶμεν ἑαυτοὺς, μήποτε ἐπεῖναι αἱ λαμπάδες
ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν
ἅψωνται.
Στίχ. ιγ΄. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις.
Ἔστι τις δύναμις πονηρά. Ἀλλʼ ἡ ἀσθένεια, ἤν ἀνέλαβε διʼ ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγεται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενές τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος.
Στίχ. ιδ΄. Σάρκες δέ σώματος αὐτοῦ κεκόλληνται.
Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται.
Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρʼ ἐκείνῳ πολλά ἐστιν· ἢ ἕν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται.
Στίχ. ιε΄. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἔστηκε δέ ὥσπερ ἄκμων ἀνήλατος.
Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι (47)
Στίχ. ι΄. Ἔδωκεν δέ ὁ Κόριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰῶβ εἰς διπλασιασμόν.
(49) Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλʼ ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὅς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, άδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν. τῷ κατὰ Μάρκον γέγραπται, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώναον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.