Text encoded in accordance with the latest EpiDoc standards
Στιχ. ιη΄. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν.
. . . . . . . (1–2) Ὧδε μὲν γεννήσεως μέμνηται ὁ
εὐαγγελιστὴς, κατʼ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς
γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ
λριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος
γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς
γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ
Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς
κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος·
ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ,
τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ
ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὕτε ὁρώμενος,
οὕτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ
ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς
σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως.
Ἀλλʼ οὐκ ἐξήτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος,
καὶ οὐκ εἶπεν ὅρασις (3), ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι
γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις.
Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις
γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν
παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις
τὸ ἄφθαρτον ἔχει (4) καὶ ἀναμάρτητον· ἡ δὲ
γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύρος,
τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς
λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως
τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε,
τὸν πρῶτον τοῖς κατʼ ἄμφω μέρεσιν Ἀδὰμ φέρων
ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν,
οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλʼ ὀδὸς
ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν
τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ
γέγονε, καθʼ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ
γυναικὸς γεννηθῆναι καθʼ ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελήματος
σαρκὸς, ἢ ἀνδρὸς, ἀλλʼ ἐκ Πνεύματος ἁγίου,
ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει
(5) Στιχ. ε΄. Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων...
Στιχ. ς΄. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ διʼ εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὐτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσᾶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς.
Στιχ. θ΄. Τᾶς ἐξ ὑμῶν ἄνθρωπος, ὂν ἐὸν αἰτήσῃ δ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι΄. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Ὅρα δὲ εἰ
Στιχ. ια΄. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν
ἥξουσι, ταὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καί
Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ
ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ
εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου
λέγει, ὅτι πολλοὶ εἰσελεύσονται διʼ αὐτῆς. Καί φαμ
Στιχ. ια΄. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
Στιχ. ιβ΄. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουαιν αὐτήν.
Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρισποῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατʼ οὐρανὸν ἅπασι καὶ θεῖκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία α. ν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.
Στιχ. ιδ΄. Οἱ δὲ Φαρισαῖοι συμβού λιον ἕλαβον κατʼ αὐτοῦ ἐξαλθόντες, ὅπως αὐτόν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμβάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται.
Στιχ. ιε΄. Ὁ δέ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν, ἡμεῖς, μὴ ζητήσαντες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμέ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμέ μὴ ἐπερωτῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀναχωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν σναστέλλων· καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν παναλκῆ αὐτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι, ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος.
(6) Στιχ. μδ΄. Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐρανῶν θησαυρῳ, κ. τ. λ.
Καθʼ ἑτέραν δὲ ἐκδοχὴν εἴη δʼ ἂν, ἀγρὸς μὲν ἡ
(7) Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἕξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατʼ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἀπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ.
(8) Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἢν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ ποὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίον πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἐξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός (9);
Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν.
(10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των
παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος
τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον
Στίχ. ε΄. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἑπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι
αὐτοῦ ἒν παιδίον τοιοῦτον, ἢ ἔν τοιούτων (10
Στ. κʼ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς (11
Στ. κα΄. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε,
ποσάκαις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου,
καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις
Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα
Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ (14) τῶν εἰς Θεὸν φθατόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ.
Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἱ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ (15), εἴτε τάχιον.
Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμόν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτόν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ.
Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ
πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους
ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἀπλῶς μὲν ὁ πρῶτος
λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ
ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ
ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνός τὸ θυσιαστήριον,
ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν,
ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ
οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε
δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ
νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται.
Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας
Στίχ. με΄. Τίς ἄρα ἐστὶν ὀ πιστὸς δοῦλοι καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ;
(19) Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπάνιον.
Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε
τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πιστὸν
καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό.
μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ
ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων
αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε
διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα
ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεὶ
ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατʼ ἀξίαν χρῆσθαι, καὶ
ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς
καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν,
οὐχ ὡς ἀγνοῶν, ἀλλʼ ἵνα μὴ περιεργάζωνται. Ἁρμό
ζεῖ δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος
τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε
δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰκονόμος
πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δεσποτικὰ,
ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἤ τὸν
ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφιστάμενόν
τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδάσκοντα
λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερόμενον
ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρίνοντα
τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον
Στίχ. α΄. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν· δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
Δέκα παρθένοι εἷναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστάσας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι (21).Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κείμεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑποστάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ΄. (22) οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία (23) καὶ πᾶσαι ἐξῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς.
Ἅλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴν
ἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ
τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν
οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ
αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου.
Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ
ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν
ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ
ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας
αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ
ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι,
διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ
πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ
τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος
λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις·
ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ
μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς (24) καὶ παραδεχομένης
μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου
λόγου· γεύσεως αἰσθιούσης (25) Χριστὸν τὸν Κύριεν·
ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκκενωθέντος
μύρου· ἁρῆς ἁπτομένης τοῦ Λόγου, ὡς
Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ
τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ
φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ
Αἰγύπιου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν.
Φθωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα,
καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν
νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν, τὸν νυμφίον
ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα (26) τῆς παρθενίας
ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς
λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν
ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν· διαφυλάττει φῶς,
Στίχ. ια΄. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὧς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἷ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα, ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν.
(28) Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἶ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ (29) ἔνοχον ἐγκλήματος, ἀπἔλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίσ, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο (30)· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν.
Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων,
τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ
συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ
τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων
Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· χᾶνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἧν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός (31). Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὂν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παῤ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τόν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν;
Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου
γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ,
τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπεν,
ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα
μὴ σιωπήσῃ τῷ (32) ὄναρ, ἢ ὄτι οὐκ ἔπιστεύετο,
ἢ ὅτι ἀνάξιος ῆν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ
γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον,
ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ
φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον
τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ
ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλʼ ἴνα σωθῇ ἡ
γυνή. Μακαρία δὲ ἡ τοιαῦτα (33) ἀπέχουσα ἐν ὀνείροις
τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ (34) δὲ σύμβολέν
ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας,
καὶ οὐκέτι οὕσης αὐτῷ ὑποχειρίου διὰ τὴν
εἰς Χριστὸν πίστιν
Στίχ. με΄. Ἀπὸ δέ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
(33) Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης
Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ
ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.
Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ
οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἐσπέραν ἔσται
φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας
χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος.
καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν
Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν,
φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως
ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ
γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὁ ὥρᾳ
ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων
πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ
σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν,
λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιἐητεῖ,
Στίχ. ιη΄. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἐξῆς, εἰς τὴν
ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα