Text encoded in accordance with the latest EpiDoc standards
Στίχ. ά. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ανατάδασθαι διήγησιν περὶ τῶν πεπληρορσορημένων ἡμῖν πραγμάτων.
Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον
ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν,
εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. Ὥσπερ δὲ ἐν
τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο,
ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς
δὲ ἀληθῶς προφῆται· καὶ ἧν χάρισμα διάκρισις
πνευμάτων, ἀφʼ οὗ χαρίσματος ἐκρίνετο ὁ ἀληθὴς
προφήτης καὶ ὁ ψευδοπροφήτης· οὕτω καὶ νῦν ἐν τῇ
καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι.
Ἀλλʼ οἱ δόκιμοι τραπείῖται οὐ πάντα ἔκριναν,
ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. Τάχα δὲ καὶ τὸ,
ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προπετῶς
καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν
ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ
ἐπεχείρησεν, ἀλλʼ ἕγραψεν ἐξ ἁγίου κινούμενος Πνεύματος·
ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλησίως,
καὶ Λουκᾶς. Τὸ μέντοι ἐπιγεγραμμένον κατὰ
Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν
δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐθεχείρησαν.
θέρεται δὲ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. Ἤδη δὲ
ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλείδην
Εὐαγγέλιον. Πολλι μὲν οὗν ἐπεχείρησαν καὶ τὸ
κατὰ Ματθίαν, καὶ ἅλλα πλείονα. Ἀλλὰ τὰ τέσσαρα
μόνα προκρίνει ἡ του Θεοῦ Ἑκκλησία. Οὐχ ἁπλῶς δὲ
εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ
ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. Πραγμάτων
δὲ εἶπεν, ἀναιρῶν τὴν αἴρεσιν τῶν κατὰ φαντασίαν
λεγόντων τὰ διὰ τοῦ Σωτῆρος εγενῆσθαι, καὶ τὴν
σάρκωσιν αὐτοῦ. Περὶ τῶν πεπληροφορημένων δὲ
εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐμφαίνει. Πεπληροφόρητο
γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ.
Ὅτι| δὲ παρὰ τῶν αὐτοψίᾳ θτασαμένων καὶ αὐτηκόων
παρέλαβε, σαφῶς ὡμολόγησεν εἰπών· Καθὼς
παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται
γενόμενοι τοῦ Λόγου. Διαβεβαιοῦται δὲ, ὅτι
ἅνωθεν παρηκολούθησεν, οὕ τισι τῶν εἱρημένων, ἀλλὰ
πᾶσι. Εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τπινὶ
(40) Ἐν τῇ Ἐξόδῳ γέγραπται, Ὅτι ὁ λαὸς θώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλʼ ἀκούεται· ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ Θεοῦ φωνὴ βλέπεται οἶς βλέπεται. Ἐν δετῷ Εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλʼ ὁ κρείττων τῆς φωνῆς Λόγος. Διὰ τοῦτο, Καθὼς παρέδοσαν μῖν οὶ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον αατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἧν· καὶ Πιλᾶτος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας ὁ προδότης, καὶ πάντες οἱ λέγοντες· Σταύρωοον, σταύρωσον αὐτόν. Τὸ οὗν εἰδέναι τὸν Λόγον ἐκεῖ ἐνοεῖτο, ὅπου ἕλεγεν ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τόν Πατέρα, τόν πέμψαντά με. Καὶ λιληθότως δὲ καλὸν μάθημα διδάσκει ἡμᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος ἡ θεωρίαἐστί· τινῶν δὲ θεωρημάτωντὸτέλος ἡ πρᾶξίς ἐστι. Διὰγὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέεαε, τὸ πραγματικόν. Δύνασαι δὲ καὶ πτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόμενοι τοῦ Λόγου· ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὅν παρεδίδου ὁ λωτήρ· ἢ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, ᾦ καὶ ἐξυπηρέτησαν παρόντες οἱ μαθηταί.
Τὴν διάθεσιν ἑαυτοῦ ὁ Λουκᾶς ἐμφαίνει. Πεπληροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὗ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πισπεύοντας. Καὶ γὰρ ὁ. Ἀπόστολος περὶ τῶν βεβαίων φησίν· Ἴνα ήτε ἐῥιδωμένοι καὶ τεθεμελιωμένοι τῆ πίστει. Οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος. Ὄψις γὰρ οὐ πληροφορεῖ· ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα· ὀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ. Πραγμάτων δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· ἀλλὰ τνγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα.
Στίχ. γ’. Καθεξῆς σοι γράῥαι, κράτιστε Θεόφιλε.
Στί,. δ΄. Ἴνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Στίχ. ε’. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίαc ἱερεύς τις ὀνόματι Ζαὰορίας ἐξ ἐφημερίας Ἀβιά· κοὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
Στίχ. Ϛ΄. Ἦσαν δὲ δίκαιιοι θμσότεροι ἐνώπιον τοῦ Θεοῦ.
Εὶκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἕγραψε τὸ Εὐαγγέλιον, ὅς εἷς ἧν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἵη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ῆν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἕχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ.
Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἷναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἕπαανος οὐκ ἐξ ἀνθρώπων, ἀλΤʼ ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.
Στίχ. Ϛ΄. Πορευόμενοι ἐν πάσας ταῖς ἐντολας καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Στίχ. ή. Ἐγένετο δέ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ,
Στίχ. Θ΄ Κατὰ τὸ ἕθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.
Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως.
Στίχ. ια΄. Ὥφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεβιῶν τοῦ θυσιαστηρίου τοῦ θυχαάματος.
Στίχ. ιβ΄. Καὶ ἐτοράχθη Ζαχαρίας ἰδών· καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
Στίχ. ιγ΄. Εἷπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ ψοθοῦ, Ζαχαρία, διότι ἐσηκούσθη ἡ δέησίς σου, παὶ ἠ γυνἡ σου Ἐλισάβετ γεῖνήσει υέόν σοι, καὶ καλέσεις τὸ ὅνομα αὐτοῦ Ἰωάσνην.
Σπίχ. ιδ΄. Καὶ ἔσται χαρά σοι κὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
(44) Διὰ συγκαταβάσεως ὤφθη ἅγγελος τῷ Ζαχαρίᾳ. Οὐδὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἅφθαρτονσῶμα. Ἐκ δεξιῶν δὲ ὥφθη ἑστὼς ὁ ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἕμελλε προαγγεῖλαι. Ἐταράχθη δὲ Ζαχαρίας ἰδών. Σενίζουσα γὰρ ἡ ὅψις ἀνθρώπῳ φαινομένη οὐκ ἕστιν ὑπομονητική. Ἀλλʼ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Σαχαρίαν ὁ ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών· Μὴ φοβοῦ, Ζαχαρία.
(45) Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγελοι, ἀλλὰτοῖς καθαρὰν ἕχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν. Εὑρίσκεται γὰρ τοῖς μὴ περάζουαιν αὐτὸν, ἐμφανίίεται δὲ τοῖς μὴ ἀπιστοῦσιν οὐτῷ.
Τοῦ αὐτοῦ. Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι· διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ὁ ἅγγελος, εἶπε τό· Μὴ φοβοῦ. Οὐ γὰρ μόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῆς καὶ τεκνοποιεῖς, καὶ χαρὰ μεγάλη ἔσται σοι· Γεννήσει γάρ σοι υἱὸν ἡ Ἐλισάβετ, οὗ οὐ γέγονε μεί δῶν ἐν γετνητοῖς τῶν γυναικῶν. Εἷτά φησι· Καὶ πολλοὶ ἐπὶ τῇ γετνήσει αὐτοῦ χορήσοσται. Εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν.
(46) Κατὰ τὴν θεωρίαν, ἡ σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ. Οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν Θ ἐν ἀρχῇ λόγος πρὸς ἡμᾶς. Καὶ παρʼ ἡμῖν οὐ σιωπᾷ, παρʼ ἐκείνοις δὲ σεσιώπηκε. Διὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας. Τὸ δὲ διανεύειν (47) μένοντα κωφόν.
Στίχ. κβ΄. Ἐξελθὼν δέ οὐκ ἡδύνατο λαλῆσα αὐτοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτός ἦν διανεύων αὐτοῖς, καὶ διἐμενε κωφός.
δτίχ. κγ΄. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἰ ἡμέραι τῆς λειιτοτργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Στίχ. κδ΄. Μετὰ δὲ ταότας τὰς ἡμέρας συνέλαβεν ἡ Ἐλσάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα·
Στίχ. κε. Ὅτι οὕτως πεποίηκεν δ Κύριος ἐν ἡμέρας αἷς ἐπεῖδεν ἀφελεῖν τὺ ὅνειδός μου ἐν ἀνθρώποις.
δίχ. κς. Ἐν δὲ τῷ μηκὶ τῷ ἕκτῳ ἀπεστάλη δ ἄγγελος Γαβριήλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς αλιλαίας, ῃ ὅνομα Ναδαρέτ,
Στίχ. κζ. Πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾦ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Mαριιάμ.
Τί δὲ διένευεν αὐτοῖς; προακούσας ἐράσμιον πρᾶγμα
ἑαυτῷ μέλλειν ἔσεσθαι, οὐκ ἕσπευσε πρὸ καιροῦ
αὐτοῦ. Σύμφωνα τῷ υἱῷ φθέγγεται ἡ Ἐλισάβετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως. Τί γάρ μοι, φησὶ, τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῷ λόγῳ τὴν ἔκβασιν. Θεία μὲν οὖν οἰκονομία τὴν μαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας μητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα απτὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα, διὰ τούτου καὶ τὸ μεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φημι τῆς παρθένου ἄσπορον τοκετόν. Καὶ συντρέχει πρὸς τὴν πίσπιν ταύτην καὶ ὁ λόγος ὁ τῆς Ἐλισάβετ, λεγούσης· Κοὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἕσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων ἡ παρθένος, μακαριζομένη, ὅτι ἐπίστευσεν, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης.
Ποῦ αὐτοῦ. Ἴδωμεν λοιπὸν παρθενικὴν προφητείαν.
Στίχ. μς΄. Μεγαλύνει ἡ ψυχή μου τὸν Κυρίον.
Πῶς ἡ ψυχή μου μεγαλύνει τὸν Κύριον, κατανοητέον. Ἐὰν ἀξίως πολιτευώμεθα κατʼ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, καὶ ὁμοιωθῶμεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, διʼ ἀγαθῶν ἔργων, μεγαλύνομεν τὸν Κύριον λόγοις, ἔργοις, νοήμασι. Σμικρύνει δέ τις αὐτὸν αναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. Τῆς οὖν Μαρίας ἡ ψυχὴ ἐμεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦμα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι. Πρῶτον ἐμεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἷτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς.
Παρατηρήσασθαι δῖ ἐν ὅλγτῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γαφῆ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁμαρτωλῶν γενέσεως εὶρημένον τό· Ἐπλήσθη ό χρόνος τοῦ τεκεῖν. Οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶμαι· ἀλλʼ ὅπου ὠνόμασται, ὄπι δίκαιός ἐστιν ὁ γεννώμενος. Καὶ τοῦτο δὲ καὶ τὰ λοιπά (54).
Ἡ Ἐλισάβετ, προφῆτις οὗσα, καὶ τὴν γενομένην
τῷ ἀνδρὶ ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ Πνεύματι
ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν,
καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάσεσθαι. Ὡς δὲ
καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν, καὶ διένευον
αὐτῷ, ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ· λαβὼν
δέλτιον ἕγραψε συμφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ
παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκτλήττεσθαι.
Εἶτά φησιν· Ἀνεῴχθη δὲ τὸ στόμα
ἀετοῦ. Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν.
Περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά.
Ὡς οἶμαι καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος ὁ χορὸς τῶν ἀγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοπαίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῆ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ, καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος; Τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλʼ ἕκπαλαι προανεφωνήθη· καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἕργον. Ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπαράβατον, ὅτι πάντως ἔσται. Καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται.
(57) Πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά.
(58) Οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἰεροσόλυμα πρὸς τοὺς ἱερεῖς καὶ γραμματεῖς καὶ Φαρισαίους ἀπέρχεται ὁ ἄγγελος· ἀλλὰ ποιμένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτός ἐπὶ τὴν ποίμνην αὐτῶν· τούτοις γὰρ εὐαγγελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν. Οὗτοι μὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν. Ποιμένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραμόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον. Ἐκεῖνοι γὰρ διεφθαρμένοι ὅντες τῷ φθόνῳ, ἕμελλον κρύπτειν τὸ τῆς τοῦ κόσμου σωτηρίας μυστήριον.
(59) Μόνος γὰρ οὗτος διήνοιξε μήτραν ἐκ παρθένοω τεχθείς. Οὐδὲν γὰρ τῆς μήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ. Πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλʼ οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλʼ ὁ σύμβιος.
(60) Μήπως καταλέλοιπεν αὐτούς. Ὀδυνώμενοι οὗν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζὴτοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν.
(61) Στίχ. μθ΄.Οὐκ ᾔδειιτε, ὅτι ἐν τοῖς τοῦ Παιρὸς ἔδει εἷναί μες;
Ὡς πρὸς ῥητὸν ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων,
λεγουσῶν, ὅτι οὐχ ὁ δημιουργὸς Πατὴρ Ἰησοῦ
Χριστοῦ, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, ωὐδὲ ὁ Θεὸς τοῦ
ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φωνῆς
αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθωσαν,
λέγοντος· Ἐν τοῖς τοῦ Πατρός μου δεῖ εναί
με, εἰ προσίενται τὸ ῥητόν. Ἇρα γὰρ οὕτως ἦσαν
ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅ τι ἕλεγεν· Ἐν τοῖς τοῦ
Πατρὸς, ἀντὶ τοῦ· Ἐν τῷ ναῷ, Ἤ μήποτέ τι μύστηριον
(63) Ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ προφητικῷ ἀναγράφεται βασιλείας μένον Ἰουδαίων· Ὅρασις γὰρ, φησὶν, ἣν εἷδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἰερουσαλὴμ ἐν βοσιιλείμ θζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ καὶ Ἐζεχίου· καὶ οὐδένα ἅλλον οἷδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας ἢ τὸν τῆς Ἰουδαίας ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὅτε δὲ ἔμελλε τὸ μυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας μόνος βασιλεὺς Ἡρώδης, οὐδὲ ωμαίων μόνος Τιέριος.
(64) Εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἔμελλον σώζεσθαι, πάντη δὲ ἀποκέκλεισται ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, Ἐν ἔτει ιέ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος· ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται κοὶ αὗται αἱ βασιλεῖαι. Ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καιάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ καιροῦ, καθʼ ὸν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ.
Τοῦ αὐτοῦ. Οὐδέποτε γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ. Ἐπειδὴ δὲ ἔμελλε πολλὰ τέκνατῆς ἐρήμου μᾶλλον εἶναι ἢ τῆς ἐχούσης τόν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήμῳ. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει πηρύσσων ἐν τῇ ἐρήμῳ. Καὶ ἧλθεν εἰς πᾶσαν τὴν σερίχορον τοῦ Ἰόρδανον· (65) ποῦ γὰρ ἔδει τὸν Βαπτιστὴν προέρχεσθαι, ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐσπορήσῃ τοῦ ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀληθῶς ὁ ποταμός τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὀ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιιν ἀμαρταιῶν θάπτισμα. Εἰς ἄφεσιν δὲ ἁμαρτιῶν, τίνι; ἢ τῷ μηκέτι ἁμαρτάνοντι. Εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο αὐτὸ βοῶντα; Τί γάρ; φησι οθωνὴ βοἀπτος ἐν τῆ ἐρήμῳ. Τοῦτο δέ φησιν· ὡς ἂν Ἡσαΐου σὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου. Ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφητῶν. Ἑπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἧν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόμασται, οὐ λόγος. Προλαμβάνει γὰρ ἡ φωνὴ τὸν λόγον. Τὸ δέ Ἑτομάσατε τὴν ὀδὸν.
μὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς Διαθήκης εἰσάγουσα.
Τρία πράγματα εἰσάγει, καὶ τὰ λοιπά.
Ex cod. Venet. 394 (72—73).
Στίχ.
(74) Βλέπε τὸν τύπον ν τῷ Ζαχαρίᾳ. Ἐκβαλόντες γὰρτὸν λόγον ἐφʼ ἑαυτῶν. καὶ μὴ δυνάμενοι περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου, κωφοὶ καὶ ἅλογοι μένουσι.
Ετίγ. ξγ΄. Καὶ ατήσας πνακίδιον ἐγραψεν, Ἰωάννης ἐστὶν τοὕνομα αὐτοῦ.
Ἐπαιδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη θεοῦ, Ἰωάννης δὲ δ δεικνύς· μέμνηται δέ τις τοῦ ἐπότος, δείκνυσι δὲ τὰ παρόντα· διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἥθελον. Διόται ἕμελλεν μονονουχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόντος, ἀλλʼ αὐτὸν ἐκεῖνον τῷ δακτύλῳ δεικνύειν παράντα καὶ λέγειν Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ.
Ἥδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν
εἶναι τοῦ Ἰωσὴφ, ἀλλʼ εἰς πρόσωπα τούτων τὸν ἑαυτῆς
ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑποψίαν,
οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι.
Ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐτὸν
τὸ Πντῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ
καὶ τὰ λοιπά
Ἤ τοίνυν οὕτω νοήσεις· ὅτι ὅρη μὲν καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν· αἰ δὲ φάραγγες οἱ ἄνθρωποι πεπλήρωνται ἐπʼ ἔργοις ἀγαθοῖς. Γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν. Ἔκαστος γὰρ ἡμῶν σκολιὸς ἧν. Ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν. Καὶ πόλιν τραχὺς ἦν ἡμῶν ὁ βίος, καὶ ὁ λόγος ἀνώμαλος ἐλθὼν δὲ ὁ Κύριος, λεῖα πάντα πεποίηκε.
Στίχ. α΄. Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος.
Ἐπὶ μὲν οὗν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ
λόγῳ προφητικῷ βασπλεία μόνον Ἰουδαίας ἀναγράφεται.
Ὅράσις γὰρ, φησὶν, ἢν εἷδεν ὁ Ἡσαΐας
ἐν ἡμέραις Ὁζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασλευσαν
τῆςρ Ἰοόδα. Ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ
Στίχ. γ΄. Καὶ ἦλλθεν εἰς πᾶσαν τὴν περίχορον τοῦ Ἰορδάνου.
(76) Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς την περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον.
Στίχ. ἐ.
(77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν
τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα,
τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς
ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν
ὥσπερ τοῦ διαφθαρέντος πατρός
Στίχ. θ΄. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήχ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλʼ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ‘Υῤίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρμόζειἢἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὗθις· Πεσεάται ἐκ τοῦ κλίτους σου μιλμὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.
Στίχ. μ΄. Δύναντος δὲ τοῦ ῆλίου, πάντες ὅσοι
εἶχον ἀσθενοσντας νόσοις ποικίλαις, ἥγαγον
Περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθʼ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ (78) περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐμῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαββέτῳ. Διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἱ προσήκοντες· ὁ δὲ αὐτοὺς ἐθεράπευσε.
Σιίχ. κβ΄.
(79) Ἱστορικῶς δέ· Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθʼ δ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται. Εἴη δʼ ἄν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἄν ἀπέθετο ταῦτα. Τρίχα δὲ τὰ ἐξανθήσαντα τεκρὰ τῇ ψυχῇ (80), αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέναι. Τῶν γὰρ Nαζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. Πάνθʼ ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀπορρεῖν. Ἥδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου. Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἅξιος γίνεται, εἰς δὲ τὸν ἵδιον οἷκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. Διὰ τὰ τῶν δογμάτων κεραιωδέστερα (81), καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.
(82) Διὰ τἱ δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κεφαλήν; Ἵνα γνώριμος ᾗ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἐκαθαρσίας οἱ πλάζοντες (83). Τὸ δὲ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ.
Κατὰ δέ τινας πάλιν, τὸν ὀλὸ (84) λεπρὸν ὀνομάσας, καθαρίζει· δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον μισεῖ. Σαφέστερον δὲ προῖὼν τοῦτο δηλοῖ ἐν τῷ· Τὸν ἔμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. Καὶ ίμάτιιον ἐκ δύο ὑφασμένον. Καὶ τὰ κτήνη σου οὐ κπτοχετεύσεις ἐτεροίύγῳ. Πανταχοῦ προτιμῶν τὴν ἀτλότητα, ἥτις ἐν τῷ ὀλολέπρῳ θεωρεῖται.
Στίχ. ις΄. Οὐδεὶς λύχνον ἅψας καλόπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόμενοι βλέπωοα τὸ ρσῶς.
Στίχ. ιζʼ. Οὺ γτάρ ἐστι κρυπτὐν, ὃ οὐ φανερὸν γετήσεται· οὐδέ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.
ἕχη, δοθήσεται αὐτῷ· καὶ δς ᾶν μὴ ἕχῃ, καὶ δ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπʼ αὐτοῦ.
Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων· Ὅοτι ἐκεῖνος ἧν ὁ λύχνος, ὁ κοιόμετος καὶ φαίνων. Ἀ λλὰ ό λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, ἀναφέρόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάντας εἵρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλʼ ἐπιτιθέναι λυχνίᾳ· ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. Μοδίῳ μὲν γὰρ σιτομετρήσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύνδουλοι· βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. Ἀλλʼ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπορευομένοις εἰς τὴν οἰκίαν· οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθʼ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος· Ἐγω σῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσιτοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.
(85) Στίχ. λη΄. Ἀπέλυσε δέ αὐτόν ὁ Ἰησοῦς λέγων
Στίχ. λθ΄. ‘Υπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθʼ ὅλην τὴν πόλιν ηρύσσων ὅσα ἐποίησεν αὐτῷ δ Ἰησοῦς.
Πέμπει αὐτὸν εἰς τὸν οἶκον. Οὐ γὰρ τοσοῦτο μέτρον
εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς
πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. Καὶ τῷ εἶναι σὺν
αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν
οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμέτων
ἐκεῖ σωτηρίας, τὸν αὐταρκῶς παρακαθίσαντα
τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ
ἐποίησεν αὐτῷ ὁ Θεός. Εἶεν δʼ ἅν τινες τοῦ τοιούτου
ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαντος
(86) ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις
δʼ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ
ἔξω Ἰσραὴλ, διʼ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν
τῶν Γαδαρηνῶν, καὶ πρὸς ὅν ἔξεισιν ὁ Ἰησοῦς ἐπὶ
τὴν γῆν. Τμάτιον δέ, φησὶν, οὐκ ἐνεοθόσκετο ὁ
ἄνθρωπος. Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ
τὴν ἀσχημοσύνην. Καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. Οὐ γὰρ
ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἅπλαστος οἰκῶν οἰκίον.
Διὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων· ‘Υτόστρεφε
εἰς τὸν οἶκόν σου. Καὶ ἐν τοῖς μνήμασιν ἕμενεν,
οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. Ἧν δέ, φησὶν,
ἀγέλη χοίρων θκανῶν βοσκομένων ἐν τῷ ὄρεα.
Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει.
Στίχ. μή. Εἶτε δε πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε. Πορεύου εἰς εἰρήνην.
Ἡ μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἕχει ἐπʼ αὐτὴν τὴν κεφαλὴν ἐλθεῖν· κεφαλὴ δὲ Χριστοῦ δ Θεός· ὥστε καταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. Δοξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. Ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ ὁ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. Ἐπʼ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν· τουτέστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων κα. ὑψηλπτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.
Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.
Στίχ.νγ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀυπέθανε.
(87) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία. Χρὴ δὲ ἵσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάρενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπκῶς συνέβανεν ἐκείνοις, ἐγράφη δὲ διʼ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα.
Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα
προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν·
καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται;
ἦλθε γὰρ ὁ Υἰὸς τοῦ Θεοῦ προηγουμένως
εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν
καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ
Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἰμοῤῥοοῦσα,
ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ
ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλʼ ἀεὶ αἱμοῤῥοοῦσα
παὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἰῷ
τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ
τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ
Δουκᾶς ὅ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς
ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱμοῤῥοοῦσα
Στίχ. κζ΄. Λέγω δὲ ὀμῖν ἀληθῶς· Εἰσί τνες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἐως ἄν δωσι τὴν βααιιλείαν τοῦ Θεοῦ.
Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἶ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ.
Κἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ
ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου
ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ
ψυχῇ παρʼ αὐτῷ. Ἧν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ
τοῦ Μωσῇ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωυσῆς, ἔστην ἐν
τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα,
ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετʼ
ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν
τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ
λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾳ χαίρει.
Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσ.
κατὰ τὴν στάσιν διαφοράς. Διὸ οὐ πάντες οἱ ἑστῶτες
παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον
ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν δωσι τὸν
ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν
ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὐτοῦ βασιλείᾳ.
Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς
ἐπὶ τοῖς εἰσαγομένοις, οἵ καὶ μὴ ἔχειν αὐτὸν εἶδος
ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν
Δαυΐδ, ὡραῖος φοοίνεται κάλλει παρὰ τοὺς υίοὺς
τῶν ἀνθρωπίων. Ἔστιν οὗν βασιλικώτατον ἀξίωμα
τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ
Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰ,
τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄοος· οὗ τις ἀξιοῦκαι
Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ διʼ ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὅν τὸ ἕτερον δʼ ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τούτων μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλʼ ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὖ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ᾖν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ἅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ παῖς τῆς βροντῆς υίσῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, ταῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς.
Τὸ δὲ, ἐως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ δοὸ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδʼ οἱ ἀπόστολοι τοῦ προηρημένου (90) νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.
Ἐπεὶ δὲ ἐν τοῖς αλμοῖς εἴρηται· Τίς ἐστιν ἀνδρωπος ὅς ζήσει, καὶ οὐκ ὄψεται θάνατονς καὶ, Ἐλθέτω δὴ Θάνατος ἐπʼ αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ Θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αυτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπʼ αὐτὸν, σαὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ἀανήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι.
Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου
ἐρχόμενον ἐν τῇ βασιλείᾳ σὐτου, καὶ ἐν τῇ δόξῃ αὐτοῦ;
καὶ τί σημαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάμει,
παρὰ Μάρκου ῥηθέν; Τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρδίαις
ήμῶν, εἵτε ζητοῦσινεὐρισκόμενα, εἴτε ὑποσιόντα
(91) τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθησόμεθα.
Ὁ θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου
θπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ
Στίχ. κη. Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡς ἡμέραι ὀκτώ· καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ άκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
Στίχ. κθ΄. Καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ δ λματιισμὸς αὐτοῦ λευκός ἐξαστράπτων.
Στίχ. λ. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἧσαν Μωσῆς καὶ Ἡλίας.
Στίχ. λα. Οἳ ὀψθέντες ἐν δόω ἕλεγον τὴν ἔβοδον αὐτοῦ, ῆν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.
Ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰπεῖν, οὐ μάτην μεθʼ ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματθαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ. ὄρος σὸν τοῖς μαθηταῖς. Ἀλλʼ ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται· ὁ πάντα τὰ τοὺ κόσμου ὑπτερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθʼ ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. Ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδʼ οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. Τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβσβηκότων ἔργων, καὶ διʼαὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὅρος, ἀπλούστσρον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. Τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τοῖς τέκνοις φωτὸς κσὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπʼ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἷμαι δʼ ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐποὰν οὖν ἴδῃς τινὰ τὴνπερὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δʼ οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ὁ προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἔνα πρὸς τὸν Ἰησοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ. ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν.
Στίχ. λε΄. Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
Στίχ. λϚ΄. Κοὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος.
Ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωυσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωῦσῆν· Οὐ γὰρ ὄψεται ἄνβρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς, μόνον εἶδον τὸν Ἰησοῦν. Ἔν γὰρ, οἶμαι, γέγονε Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ἡ προφητεία, Ἰησοῦ τῷ Εὐαγγελίῳ. Καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς μεμενήκασι. Ταῦτα δέ μοι νόει μυστικώτερον. Πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωυσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαντες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν. Οὐδὲ γὰρ βλέπεται ὁ Ἰησοὺς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀκούοντες, καὶ μάλιστα οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλʼ ὡς φοβηθέντες μὴ ἀπιστηθῶσι. Τότε οὖν ἀπήγγειλαν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν. Ὅτε γὰρ ἐπλήσθησαν παῤῥησίας, καὶ Πνεύματος ἠξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ παντα ὅσα ἔλεγον, εὐπαράδεκτα ἦν.
Στίχ. μβ. Ἐπεαίμησε δὲ δ Ἰησοῦς τῷ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ λάσατο τὸν παῖδα, καὶ ἀπτἐδωκεν αὐτὸν τῷ παερὶ αὐτοῦ.
(92) Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον, καὶ σημειωτέον, ὅττι οἱ πάσχοντες, ἢ οἱ τῶν πασχόντων οἰκεῖοι, μετὰ τῶν ὅχλων εἰσὶν, ἐφ οὕς κάτεισιν ὁ Ἰησοῦς ἀπὸ τῶν ὑψηλῶν, τὰ ὑπὲρ τούτους οἰκονομήσας, ἐπὶ τοῦ ὄρους ἀναβῆναι μὴ δυναμένους πρὸς αὐτὸν διὰ κατεχούσας τὰς ψυχὰς αὐτῶν νόσους, θεραπεύσων αὐτούς. Ἐξεταστέον δὲ ἐπὶ τίνων νοσημάτων οἱ πάσχοντες ἀξιοῦσι, πιστεύοντες περὶ τῆς αὐτῶν θεραπείας, ἢ αὐτοῦ, ἢ τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι. Ἐπὶ τίνων δὲ ἀξιοῦσι περὶ αὐτῶν ἕτεροι· ὡς ὁ ἑκατόνταρχος ὁ περὶ παιδὸς, καὶ ὁ βεσιλικὸς περὶ υἱοῦ, καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρός· καὶ ἡ Χαναναία, καὶ νῦν ὁ γονυπετῶν αὐτὸν ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. Καὶ πότε ἀφʼ ἑαυτοῦ ὁ Σωτὴρ μὴ ἀξιωθεὶς ἰᾶται· ὡς τὸν παράλυτον ἐπὶ τῇ προβατικῇ. Αὗται γὰρ, ἀλλήλων ἀντεξετασθεῖσαι, πολλὰ τῷ δυναμένῳ ἀκούειν τῆς ἐν μυστηρίῳ Θεοῦ κεκρυμμένης σοφίας παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων, καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.
Ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς ὁ Χριστὸς
ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ
τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου
τοῖς τε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ
τοῦ σεληνιαζομένου. Ἔστι γὰρ τουτὶ τὸ πάθος ἐπιτιθόμενον
μὲν ἵν τισιν ὥραις, ἀφιστέμενον δὲ ἐν πλείοσιν,
Ταύτῃ τῇ διηγήσει συμβαλεῖται ἡμῖν ὁ λέγων ἐν τῇ Σοφίᾳ, περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος· Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία· περὶ δὲ τῶν ἀποδεδομένων· Ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς συνεπισπᾶσθαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐφιστάντας αὐτῶντῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς, ἢ παρʼ ὀλίγον πανσέληνον. Ἴδοις δʼ ἂν πάλιν μιμούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς· οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερινὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον (94) ἐν αὐτοῖς γένηται. Εἰ οὗν πᾶσα ψυχὴ ὑπʼ ἀγγέλῳ τέτακται, ὁ τοῦ σεληνιαζομένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰησοῦν, ὡς μὴ δυνηθέντα (95) ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους.
Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἅλογοι πρὸς τὸ δοκοῦν καλὸν ὁρμαὶ, ὑπὸ τοῦ λόγου ἐκβαλλόμεναι, ἃς αὐτὸς ἐποίει ἀλόγῳ φορᾷ, νομιζόμεναι ὑπὸ τῶν βλεπόντων κατὰ λόγον ταῦτα πράττειν τῆς Ἰησοῦ διδασκαλίας. Δυσίατον δὲ τοῦτο τὸ πάθος, καί ἰσχυρὸν δοκεῖ καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὅρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. Ἔστι δὲ ἡ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως· ἐπεὶ ἐξουθενεῖται μὲν παρὰ τῶν ἀνθρώπων ἡ πίστις, καὶ βραχύτατόν ἐστι, καὶ εὐτελὲς εἶναι φαίνεται· τυχοῦσα δὲ γῆς ἀγαθῆς, τουτέστι ψυχῆς, γίνεται δένδρον μέγα· ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.
Στίς. μγ. Πάντων δὲ θαυμαίόντων ἐπὶ πᾶσαιν, οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἷπε πρός τοὺς μαθητὰς αὐτοῦ.
Στίχ. μδ΄. Θέσθε ὀμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. Ὁ γὰρ Υίὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χέρας ἀνθρώπων.
Ὑπὸ τίνος ἄρα μέλλει παραδίδοσθαι; Ὁ μὲν
Ἀπόστολός φησι παραδεδόσθαι ὑπὸ τοῦ Θεοῦ τὸν
Υἱὸν, ἐκώς (96)· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ρεφείσατο,
ἀλλʼ ὑπέρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ὑπὲρ
Στίχ. νζ Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῆ όδῷ, εβπέ τις πρὸς αὐτό· Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύρε.
Στίχ. νή. Κοὶ εἶπτεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φοωλεοὺς ἔχουσι. καὶ τὰ πετενὰ τοῦ οὐρανοῦ ἕχουσι κατασκηνώσεις· ὁ δέ Υἰὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Εἰ μὲν οὗν ἕτοιμος εἶ αὐτὸς ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατεν ἐνταῦθα ἑλπίδι τῆς τῶν ὐρανῶν βασιλείας, ἐπʼ οὐδενὶ τὴν ἀνάπαυσὶν ἐνταῦθα μὴ προσδοκῶν, ἀλλʼ ἐν τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ, δικαιοσύνην ἀσκοῦντες, ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξουσι· πονηροὶ δὲ καὶ γόητες, ἀλώπεξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι, ἐν τῷ βίῳ τούτῳ προκόψουσι πλανῶντες καὶ πλανώμενοι.
ψηλότερον δέ· Ὅτε ἐτεθνήκει τῷ νεανίσκῳ ὁ
ππτὴρ καὶ ἦν νεκρὸς, τότε ἀπὸ τοῦ Ἰησοῦ ἐκλήθη.
Νομιστέονδὲ, ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωται
καὶ νεκρὸς ἦν, ἐπεὶ τεθνήκει αὐτῷ τὰ τοῦ κόσμου ς,
πρᾶγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς βλεπόμενα καὶ
πρόσκαιρα· οὕτως ἑκάστῳ δικαίῳ τέθνηκε ὁ διάβολος,
ὅσπις αὐτῷ ἔζη ἁμαρτάνοντι Πᾶς γὰρ δ ποιῶν τὴν
ἀμορτίαν ἐκ τοῦ δαβόλου γεγέννηται· παντὶ δὲ
ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς
πατήρ. Παντὶ δὲ, ᾧ τέθνηκε ὁ τονηρὸς, λέγοιτʼ ἂν
ὑπὸ τοῦ Χριστοῦ τὸ, Ἀκολούθει μοι. Καὶ τάχα τοιοῦτόν
ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφʼ
μῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ
Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεροὺς,
ἀλληγορεῖται μόνον. Θάπτουσιγάρ πως νεκροὶ
Τοὺς ἑαυτῶν νεκροὺς ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα
Ἀλλʼ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν εὐδοκιμωτέρων φησίν· ὁ δὲ Μάρκος λέγει, ὅτι παρακαλεσάμενος τοὺς δώδεκα, ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων. Τοῦτο δὲ, ἀνὰ δύο ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι Θεοῦ, ἕοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωσέως καὶ Ἀαρὼν, ἐν τῷ ἐξελθεῖν τὸν λαὸν ἐκ τῆς Αἰγύπτου. Ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ὁ Θεὸς ἐν χειρὶ Μωσέως καὶ Ἀαρών. Κσὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, καὶ Χαλεβ ὁ τοῦ Ἰεφονῆ, ἀμφότεροι ὁμονοήσαντες κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα. Καὶ Ἐλδὰδ καὶ Μελδδ, ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ἐμονοήσαντες. Ἀλλὰ καὶ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παραδείγματε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων δύο ἐπὶ τῆς γῆς. Ἐφαρμόσει δὲ τούτοις καὶτό· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ τό· Ἀγαθοὶ οἱ δύο ὑπέρ τὸν ἔνα. Τὸ δὲ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμφαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, αατὰ συζυγίαν αὐτοὺς τάξας. Ὥσπερ δὲ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, οὕτως ὁ Κύριος δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτοὺς, μετ’ αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων ἐν ἀληθείᾳ καὶ πιστευόντων.
Στιχ. ι΄. Εἰς ἥν δʼ ἄν πόλιν εἰσέρχησrθε. κοὶ μὴ δέχοται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε·
Στίχὶ ιά. Καὶ τὸν κονιορτόν, τὸν κοληθέτα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν
Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίας ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. Ἁπλούστερον δέ· Βούλετο. τὸ, Ἐκτινάξατε τὸν κονιορτὸν, ἢ ὥστε δεῖξαι, ὅτ. οὐδὲν ἔλαβον παρʼ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἤν ἐστείλστο διʼ αὐτούς. Παρατήρει δὲ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας· ἀναλόγως τῇ πλατεία (97) ή πύλη. καὶ εὐρύχωρος ἡ ὀδὸς ὁ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰαν οἰ ἐρχόμενοι διʼ αὐτῆς.
Στιχ΄. λη΄. Ἐγόνετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς. καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς.
Στίχ. λθ΄. Καὶ τῇδε ῆν ἀδελφὴ καλουμένη Mαρία, ἢ, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἢκουε τὸν λόγον αὐτοῦ,
Στίχ. μ΄. Ἡ δὲ Μάρλα περιεσπάσατο περὶ πολλὴν διακονίαν. Ἐπιστλσα δὲ ελπεν· Κύριε. οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνη κατέλσε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται.
Στίχ. μα΄. Ἀποκριθεὶς δὲ εἶπεν δ Ἰησοῦς· Mάρθα, Μάρθα, μριμνᾶς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία.
Στίχ. μβ΄. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς.
Εἰς μὲν οὖν τὸ, Ἐνός ἐστι χρεία, τὸ Ἀγαπήσεις, χρήσιμον (98), τὸν πλησίον σου ὡς ἑαυτόν· εἰς δὲ τὸ, Ὀλίλων ἐστὶ χρεία, παραθήσεις τό· οὐ κλέῥεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. Ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. Ἥ τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἤ Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαῖκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζομένους. Διαφόρως γὰρ ἐπιβάλλλων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἰλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.
δτίχ. β΄. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς ἁγισσθήτω τὸ ὅνομά σου· ἐλθέτω ἡ βασιλεία σου.
θἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος· καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ· φυλάξας δὲ τὴν ἐτολὴν, τὴν λέγουσαν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ἐμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμιᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρός ὑμῶν, τοῦ ἐν τοῖοὐρανοῖς.
Ἐλθέτω ἡ θασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἕτι δὲ καὶ πᾶσα βασλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία· πάντων δὲ τούτων βαπλεέσῃ ὁ Θεός.
Στίχ. γ΄. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίαου. Ἀναγκαίως δὲ καὶ τὸ καθʼ ἡμέραν πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινὴ, ἵνα κατὰ Θεὸν ζήσῃ ὁ ἔσω ἄνθρωπος.
τα. ε΄ ζ΄.
Τὸ μὲν οὖν, Τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέγεται· τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τηχάνοντα τοῖς ἀγίοις, ὡς Μωῦσῇ καὶ τῷ Ἀβραάμ. Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Δγύπτου, ἕνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. Αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριάδος θεολογία τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, ααθά φησιν· Ἐκτὸς ἐμοῦ οὐ δόνασθε ποιῆσαι οὐδέν, Ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν ὁ φίλος λέγων· Μή μοι κόπον πάρεχες Ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτι σμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. Διὸ τὰς ἀσθενείας ἡμῶν φέμε, καὶ περὶ ἡμῶν ὀδυνᾶτα. Ἥ ὥσπερ τῷδε μὴ (99) ὑπνοῖ ὁ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ.
Σὸ δὲ ὅρα, εἰ ἅρτος μὲν ἡ ἀναγκαία τῆς ψυχῆς
Στίχ. λδ΄. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. θταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ. καὶ ὅλον τὸ σῶμά σου φωτενόν ἐστιν. Ἐπὰν δέ πονηρὸς ῇ, καὶ τὸ σῶμά σου σκοτεινόν.
Στίχ. λε. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
Στίχ. λς΄. Εἰ οὗν τὸ σῶμά σρυ φωτενόν, μὴ ἕχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῆ ἀστραπῇ φωτίεται.
Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω· Εἵπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἕτι σκοτεινὸν, μηδαμῶς ἁμαρτάνοντι ἕτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κὰν φωτισμῷ τὸ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός· λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται.
Στίχ. νά. Ἀπὸ τοῦ αἵμματος .Ἅβελ ἐως τοῦ αἵμοτος ὅαχαρίου.
(1) Διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς ἀποτυχόντες οἱ δήμιοι, καὶ (2) τοῦ Ζαχαρίου τὸν θυμὸν ἀφιᾶσιν, λόγος. Κατʼ αὐτὸ τοῦτο γοῦν καὶ διὰ τὴν παρθένον Μαρίαν μετὰ τὸ γεννῆσαι τὸν Σωτῆρα ἡμῶν. Ἐλθοῦσα γὰρ προσκυνῆσαι, ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. Καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν, ὁ δαχαρίας ἕλεγε τοῖς κωλύουσιν, ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων, ἔτι παρθένον οὖσαν. Ὡς οὖν σαφῶς παρανομοῦντα ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, λειτουργοῦντα καὶ θύοντα τῷ Θεῷ, καὶ ἀναμιγνύουσι τὸ αἶμα τῷ αἵματι.
Στίχ. Ϛ΄. Οὐχὶ πέντε στρουία πτωλεῖται ἀσσαρίων δυοῖν καὶ ἐν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον νώπιον τοῦ Θεοῦ;
Στίχ. ζ΄. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὑν φοβεῖσθε. Πολλῶν στρουθίων διαφέρετε.
Τήρει δὲ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς
εἷπεν, ὡς ὁ Ματθαῖος. Πέντε δὲ στρουθία νῦν τὰς
αἰσθήσεις τοῦ δικαίου αἰνίττεται· αἳ τῶν μετεώρων
Στίχ. κ΄. Πάλιν οδν εἷπε· Τίνι ὁμοιώσω τὴν βασαιλείαν τοῦ Θεοῦ;
Στίχ. κα΄. Ὁμοία ἐστὶ ζύμῃ, ἥν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμὼμώθη ὅλον.
Ἐτόρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν
Ἐκκλησίαν, τὴν δὲ δύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον.
Σάια δὲ τρία, σῶμα, πνεῦμα, ψυχήν. Ἁγιάζεται δὲ
ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὥστε γενέσθαι
πρὸς τὸ ἅγιον Πνεῦμα ἓν φύραμα. Ἕτι ζύμην τὴν
ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ
ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγίον, τοῦτον αἰνιξάμενος τὸν
τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας λόγος, μετὰ
τὴν πρώτην ἐν ἀνθρώποις σπορὰν αὐξηθεὶς, καρπὸν
ἐποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν
τοῖς διὰ τῶν πρώτων ὠφελουμένοις παρέχει,
ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ
σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει.
Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς
τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα,
θείαν γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου
Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἄγιον Πνεῦμα χορηγεῖ.
Ἡ δʼ αὐτὴ, καθʼ ἑτέραν διάνοιαν, πάντα τὸν
ἐκ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύμάτος
συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύπιως,
ζύμην ἐγκρύπτουσα, τὴν ἐξ αὐτῆς ὠφέλειαν,
είς ὀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ
δλον. Οὗτος γοῦν, τῇ μετοχῇ τῆς οὐρανίου ζύμης
ποιωθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς
χρηματίσεται ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἃν
μιᾶς κράσεως γενομένης τῶν τριῶν ἀλεύρων ἀποδεδομένων,
καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως τοῦ ἁγίου
Στίχ. κθ. Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δuσμῶν καὶ βοῤῥᾶ καὶ νότου, καὶ ἀνααολιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
Παρὰ δὲ τῷ Ματθαίῳ καὶ παραβολὴ πλέκεται, διʼ ἧς καλοῦνται ὡς εἰς ἀμπελῶνα εἰς τὰς ἐντολὰς ἐργάται διάφοροι ἐν διαφόροις ἡλικίαις, ὡς ἐν προὶᾳ, καὶ περὶ τρίτην, καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν. Τάχα μὲν οὖν ἅπας ὁ τῶν ἀνθρώπων βίος ἐστὶν ἡ κατὰ τὴν παραβολὴν ἡμέρα. Καὶ οἱ μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντες οἱ ἅμα τῇ ἕῳ μισθωθέντες εἰσὶ παρὰ τοῦ δεσπότου· οἱ δὲ μετὰ τὸ μειράκιον οἱ ἀπὸ τῆς τρίτης ὥρας· οἱ δὲ μετὰ τὸν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος ἐπὶ τὴν θεοσέβειαν ἀγόμενοι πρεσβύται οἱ περὶ τὴν ἐνάτην· οἱ δὲ πρὸς σὐτῇ τῇ ἐξόδῳ γέρονσες ἤδη δηλοῦνται διὰ τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὅν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὖ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός· (6) τὸ συλαθὲν κατʼ ἀρχὰς ὑπὸ τοῦ πονηροῦ διʼ ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν πνὶξ (7) τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον, διʼ οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδἡ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα, καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον· τούτου χάρινεἰκότως τοῖς πᾶσι τῆς θασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδοται· ὦν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ ἀμφὶ τὴν τοῦ νεανίου ἡλικίαν, οἱ δὲ περὶτὸν μέσοντοῦ ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες· οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν, καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου.
Εἴποι δʼ ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν
τὰ τῆς παραβολῆς δηλούμενα. τοῖς ἀνέκαθεν
ἐκ πρώτης τοῦ βίου συστάσεως μέχρι συντελείας
τοῦ αἰῶνος καταξιουμένοις τῆς ἐνθέου κλήσεως.
Ὥστε ἅμα πρωὶ κεκλῆσθαι λέγειν ἐπὶ τὴν τῆς θεοσεβείας
\ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου
Τὰ πάντα ταυτα διαστήματα ἰσάριθμα ταῖς αἰσθήσεσι. Καὶ ἀρὴ μὲν ἔστιν ἡ πρώτη κλῆσις· ὅθεν τἵρηται περὶ τοῦ φυτοῦ, Οὐ μὴ ἅψησθε αὐτοῦ· ὅοφρησιις δὲ κατὰ τὴν δευτέραν· ὅθεν ἐπὶ τοῦ Nῶε υσρράνβη Κύριος ὀσμὴν εὐωδίας· γεῦοις δὲ κστὰ τὸν Ἀβραάμ· διὸ καὶ τοῖς ἀγγέλοις ἐγκρφίας παρατίθησι καὶ μόσχον· ἀκοὴ δὲ ἐπὶ Μωϋσέως, ὅτε ἀκουστὴ γέγονεν ἐκ τοῦ οὐρανοῦ ἡ φωνὴ τοῦ Θεοῦ· ὀρασις δὲ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα, κατὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν· ὅτε ἑοράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλμοῖς. Ὁψία δὲ ἡ συντλεια τοῦ αἰῶνος, ὅτε οἱ ἐργάται οἱ ἔσχατοι πρῶτοι τὸν μισθὸν λαμβάνουσιν. Οἱ γὰρ πρότερον μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν. Πρῶτοι γὰρ τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι.
Σπί. ιβ΄· Ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν · Ὅταν πεῆς ἄρσιον ἤ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδέ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἑταπόδομα.
Στίχ. ιγ΄. Ἀλλʼ ὅταν ποιῆς δοχὸν, κάλει πτωχοὺς. ἀναπτήρους, χηαλοὺς, τυφλούς.
Στίχ. ιδ΄. Καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῆ ἀναστάσει τῶν δικαίων.
Αλλʼ οὕτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπήρυς, χωλοὺς καὶ τυφλούς. Μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθʼ ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασιν· ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγματα· συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέλοτπες· γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. Κατὰ κοινοῦ δὲ τὸ πλουσίυς ἀκουστέον. Οἱ μὲν οὖν ἀκροάσεις καταγέλλοντπς πλουσίους καὶ πτωχοὺς καλοῦσιν· ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλαπται. Καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ· ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ· χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι· τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δὲ, Οὐκ ἐχουσιιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ· Οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν δεξάγειν λόγον, καὶ διαλεκτικῶς.
δπίχ. ις. Καὶ ἡρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι V. 18. Et cæperunt ab uno
Ὁ πρῶτος εθπεν αὐτῷ· Ἀγρὸν ἡγόςασαα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτάν. Ἐρωτῶ σε, ἔχε με παργτημένον.
Στίχ. ιθ΄. Καὶ ἕτεχος εἶτε· Ζεύγη βοῶν ἠγόρμσα πέντε, καὶ πορεύομαι δοκιμάοααιαὐτά. Ἐρωτώσε, ἔχε με παρμτημένονν.
Στίχ. κ΄. Καὶ ἕτερος· εἶπε Γυναῖκ ἕγημα, καὶ διὰ τοῶτυ οὐ δύναμαι ἐλθεῖν.
Ἀπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως· φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. Οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν οἱ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴν ἔχοντα τὴν πιθανότητα, καὶ τὴν ποικιλίαν τοῦ λόγου· οἱ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ἀγρὸν καὶ δυνάμεις. Ὁ οὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὅν ἐκτήσατο λόγον διὰ τὸ προειλῆφθαι, ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως ἐξέρχεται ἐκ τοῦ διίπνου, καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δὲ Ἐρωτῶ σέ φησιν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα.
Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλοχωρῶν· οὐδʼ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηνται. Εἰ ὁ δύο ἀριθμὸς ἐπὶ ὕλας τάσσεται, οἴτος τὰ ὑλικὰ ἐτίμησε· διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρήτηται. Ὁ δὲ ἕτερός ἐστιν ὁ εἰπών· Γυναύαα ἔγημα, ὁ δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτης κοινωνήσει παραιτούμενος τὴν ἀληθῆ· ἢ ὁ τῇ κάραι ἑνούμενος, φιλήδονος μᾶλλον ἢ φιλόθεος. Τὸ μέν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως· ἔκλαβε δὲ καὶ ἃλλως τὰ κατὰ τὸν τόπον, ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν.
Ἀναγκαίως ὁ Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵνʼ ὡς
ἀνθρώποις λαλήσῃ, μὴ χωροῦσιν οἰκονομηθῆναι ὑπὸ
τοῦ Θεοῦ πάντα, μένοντος τοῦ Θεοῦ. Καὶ τότε παύσεται
ὁμοιούμενος ἀνθρώπῳ, ὅταν, παυσάμενοι ἓαιδος,
ζήλου καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ ατʼ
ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ
Θεοὺ Ἐγὼ εἷπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου
πάντες. Πέπαυται δὲ καὶ ἅλλα πολλὰ καλούμενος.
ὦν ἁμαρτωλὸς χρήζει ἅνθρωπος, πάνθηρ καὶ λέων,
καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. Οὕτως
ἀκούω καὶ τοῦ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσνον.
Τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι
κατὰ τὸν Ἰωάννην λέγοντα· Ὁ Θεὸς ἡμῶν φῶς ἐστ.
Καὶ αὗθις· Οὅπω, φησὶν, ἐφανερώθη τί ἐσρεθα·
οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι ἀὐτῷ ἐσόμεθα,
ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστν. Εἰ γὰρ
καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ
καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ καθὼς
διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῶν γίνεται· ἐν
δὲ τῇ ἀποκαταστάσει πάντων, ὦν ἐλάληcε διὰ στόματος
τῶν ἀγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν ὃ
οὐκ ἔστιν, ἀλλʼ ὡς πρέπει τότε , ὅ ἐστι. Παρʼ ἡμῖν
μὲν οὗν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη· παρὰ δὲ
Στίχ. κγ΄. Καά ἐνέγκαντες τὸν μόσχον τὸν σιτευττὸν, καὶ φαγόντες εὐφρανθῶμεν.
Εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψηλότερον θεωρῆσαι, προκατάρχεται λόγων, ἠθικῶν μὲν, οἷον τροφῆς, ἐν τῷ φαγόντες, ἐποπτικῶν δὲ, οἶον ποτοῦ, ἐν τῷ εὐφρανθῶμεν. λνος γὰρ ἀρχὴ εὐφροσύνης, ὡς γέγραπται.
Στίχ. ιζʼ. Εὐκοπώτερον· δέ ἐστι τὸνοὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦνόμου μίαν κεραίαν πεσεῖν.
Ἔτι μία κεραία οὐ παρʼ Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρʼ Ἑβραίοις τὸ παρʼ αὐτοῖς καλούμενον ἐώδ. Δύναται δὲ ἰῶτα συμβολικῶς λέγεσθαι Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὀνόματος αὐτοῦ καὶ παρʼ Ἐλλησι καὶ παρʼ Ἑβραίοις ἀπὸ τοῦ λὡθ γράφεται. Ἕστι τοίνυν ἐν τῷ νόμῳ ὁ Λόγος τοῦ Θεοῦ μὴ παρερχόμενος αὐτὸν, μηδὲ πρότερον πίπτων, ἐωςς ἂν πάντα γένηται· τότε δὲ πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ· οὐ νικηθεὶς, ἀλλὰ ταπεινώσας ἑαυτὸν, καὶ γνόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταιροῦ.
Στίχ. ιβ΄. Καὶ εἰσεχχομμένου αὐτοῦ εἴς τινα κώμην, ἀπτήντησαν αὐτῳ δέκα λεπροὶ ἄνβρες, οἲ ἔστησαν πόῤῥωθεν.
Στίχ ιγ΄· Καὶ αὐτοὶ ἧραν φωνὴν, λέγοντες· Ἰησοῦ ἐπιστάεα, ἐλέησον ἡμᾶς.
Καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνῃς δή
τινα τῆς ψυχῆς διαγραφὴν διάφορον. Τίς γὰρ οὐκ
ἂν ἀπορήσαι ὁρῶν, ὅτι πὴ μὲν ἡ λέπρα ἀκάθαρτον
ποιεῖ τὸν ἄνθρωπον ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ
πᾶσαν ἀκαθαρσίαν (10) ἀπολύει ὅλον λεπρὸν γεγονότα.
Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν,
μετὰ τὸ ὁλόλεπρον γεγονότα, μιαίνεται τοῦ ζῶντος
χρωτὸς τὴν ἐξ ὅλων λέπραν
Στίχ. κ΄. Τὸς ἐντολὰς οἶδεας· Μὴ μαχεύσῃς, μὸ φονεύσρς, μὴ κλέψῃς, καὶ μὴ ψευδομορτυρήσεις. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
Ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶν τε
παράνοια καὶ Μανιχαίων, οἳ τὸν νόμον ἀλλότριον
εἶναί φασι Χριστοῦ. Φησὶ γὰρ ὁ Μάρκος, ὅτι ἐμβλέψας
Στίχ. κθ΄. Καὶ ἐγένετο ὡς ἤγγσεν εἰς Κηθφαγῆ καὶ Βηθανίαν. πρός τὸ ὄρος τὸ καλοθμεντν Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ,
Στίχ. λʼ. Εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ, εἰσπορευόμενοι, εὑρήσετε πῶλον δεδεμέντν, ἐφʼ ὅν οὐδείς ποτε ἀσῆορώπων ἐκά θισε. Λύοντες αὐτὸν, ἀγάγετε.
Στίχ. λα΄. Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετες ουτως ἐρεῖτε αὐτῷ· Ὅτι ὁ Κύρος αὐτοῦ χρείσν ἔχει.
Στίχ. λβ΄. Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι, εὗρον καθὼς εἷπεν αὐτοῖς.
Στίχ. λγ΄. Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κρίσι αὐτοῦ πρός αὐτούς· Τί λύετε τὸν πῶλον;
Στίχ. λδ. Οἱ δὲ εἷπον Ὁ Κόριος αὐτοῦ χρείαν ἕχει.
Στίχ. λε΄. Καὶ ἧγον αὐτὸν πρὸς Ἰησοῦν.
Ὄπου γὰρ ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ὁ Κύριος τοὺς ἀποστόλους (13) λύσοττας πῶλον δεδεμένον, ἐφʼ ὅν οὐδέποτε Μωυσέως λόγος ἢ Ἡσαῖου, ἢ ἅλλου τινὸς τῶν προφητῶν ἐκάθισεν. Ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, ὁ φύσει καὶ μόνος Κύριος, σιγῶσιν οἱ πολλοὶ πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος κύριοι. Ὅταν γάρ τις τῇ κακίᾳ δουλεύῃ, πολλῶν παθῶν δοῦλός ἐστι· τοῦ δὲ κυρίου ἅπαξ γενομένου, οὐ δύνατα πολλοὺς κυρίους ἔχειν.
Στίχ. λε. Καὶ ἐπιιῥύψας τις ἑαυτῶν τὰ θμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασε τὸν Ἰησοῦν
Στίχ. λϚ΄. Πορευομένου δὲ αὐτοῦ. ὑπεστρδσνυον τὰ θμάτα αὐτῶν ἐν τῇ ὁδῷ.
Λαμβάνουσι μέντοι τὸν λόγον οἱ μαθηταὶ, καὶ ἐπι καθίζουσι ταῖς ψυχαῖς τῶν ἀκουόντων. Κοσμοῦσι δὲ ἡμᾶς καὶ αἱ καλαὶ πράξεις τῶν ἀποστόλων ἐπικείμεναι ἡμῖν. Θέλουσι γὰρ (14) καὶ πατῶμεν αὐτῶν τὰ ἱμάτια, ἐξετάζοντες τοὺς ἀποστολικοὺς λόγονς.
Στίχ. ιΘ΄. Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμ ματεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἕγνωσαν γὰρ, ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἷπεν.
Στίχ. κ΄. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγααθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίοςς εἶναι, ἵνα ἐπλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦνναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγουμένου.
Στίχ. κα. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσπεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ επʼ ἀληθείας τὴν ὀδὸν τοῦ Θεοῦ δάσκεις.
Στίχ. κβ΄. Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦστα, ἢ οὕ;
Σπίχ. κγ. Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἷπε πρὸς αὐτούς· ᾶ με πειράζετε:
Στίχ. κδ΄. Ἐαδείξατέ μοι δηνάριον. Τίνος ἕχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἷπον· Καίσαρος.
Στίχ. κε΄. Ἀποκριθεὶς δὲ εὶπεν αὐτοῖς· Ἀπτόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
ττίχ. κς. Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματα ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῆ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
ψηλότερον δέ· Ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατʼ εἰκόνα Θεοῦ γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοῖκήν. Ὧσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ Παντοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτὴρ ἀπεδιδόναι καὶ ἀποτίθεσθαι, καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα. Ἀκολούθως τούτοις καὶ ὁ Πσῦλός φησιν· Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χμῖεοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο οὗν δηλοἳ τό· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.