Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Εἶτα λείωσον· καὶ πρόσβαλε χολὴν ἰχνεύμονος, ἢ ἀλώπηκος, ἢ ἀλεκτρυόνος
μελόποδος, καὶ πυρίτου τροχίσκον· ξήρανον ἐν σκιᾷ, καὶ λείωσας κατάγγισον εἰς ὑέλινον
ἄγγος· καὶ τούτῳ εἰς πυξίδα μόλυβδον
Ἐπὶ δὲ καταβαφῆς, βάλε κρόκου, μίσεως ὠμοῦ, χαλκάνθου, κυανοῦ, ἐλυδρίου
ἀνὰ δρ. α' εἰς τὴν λίτραν τοῦ ἀργύρου, ὅταν διαγελάσῃ· Εἶτα τοῦ ἀναπροζυμίου (?) τοῦ
ἀπὸ τῆς πυξίδος, στατῆρας γ'· οἱ ἡδὲ γγ° β' ἥμισυ· ἐν δὲ ἀλὸν πάντα ὁμοῦ μίσγεται καὶ
ὑπο ἐμπάσεται, ἕως ὅτε χορτασθῇ ὁ ἄργυρος, καὶ μηκέτι ποιῇ. Σημεῖον δὲ τοῦτο φυρᾶται,
καὶ πάλιν καθήται.
(f. 267 r.) ΙΑΜΒΛΙΧΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν κυθάραν καινὴν, θὲς ἐπ᾽ αὐτὴν
φιάλην, καὶ βάλε ἐν τῇ φιάλῃ ὑδραργύρου γ° α' ἥμισυ, χαλκοῦ, κασσιτέρου καθαροῦ
ῥερινισμένου γ° α' ἥμισυ ἢ β', καὶ ἔλαιον ὀλίγον, καὶ ὑπόκαιε μέχρις ἑνωθῇ. Εἶτα λαβὼν,
συλλείωσον αὐτοῖς ταῦτα· στυπτηρίας σχιστῆς γ° α' ἥμισυ, μυσίδῃν ὠμὸν γ° α' ἥμισυ,
ἀρσενίκην γ° α' ἥμισυ, καὶ βάλε εἰς λοπάδα καινήν· καὶ ὕδωρ θείου μετὰ κόμεως ὀλίγου
συλλειώσας αὐτοῖς καὶ περιπηλώσας ἀσφαλῶς, ἕψει μαλθακῷ πυρὶ, μέχρις εἰκάσῃς
συμπεπλεχθῆναι τὸ εἶδος. Ἔπειτα ἄρας. βρέχε εἰς ὄξος ἅλμην στερεὰν ἐπὶ ἡμέρας ζ´. Εἶτα
ξηράνας λείωσον, καὶ ἐπίβαλε θείῳ ἐλαίῳ βράσαντι, ἵνα κηρώδης γένηται, καὶ εὐθέως
πήσεται ὡς λίθος. Τοῦτο πάλιν λείωσον, ὅταν ξηρανθῇ· συμμιγνύων αὐτῷ λίθου πυρίτου γ°
α' ἥμισυ, κατμίας ὀστρακίνης, ἐν δὲ ἄλλῳ, κατμίας ὀλυμπικῆς ἣν χρῶνται οἱ βαφεῖς, ἣν καὶ
πλακίτην καλοῦσιν·
ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν χαλκὸν καθαρὸν ἐρυθρὸν, ποίει λαμνία (f. 267 v.) ἰσχνὰ, καὶ ἐπίθες ἐπὶ ἀνθράκων πυρὸς, ὑπόφυσον φυσητῆρσι, καὶ ἔνπασον ἅλας τὸ ἐρυθρὸν καὶ κοινόν· εἶτα ὤχρας, εἶτα ἅλας· καὶ στρέψας τὸ λαμνίον, τὸ αὐτὸ ποίει, καὶ τοῦτο ποίει πολλάκις ὡσεὶ ἀρέσει, ὡς καὶ διασκοπὲν τὸ ἔργον φανῆναι χρυσόν· τὴν γὰρ χρείαν καὶ ἔσωθεν ἔχει.
Λαβὼν οὖν τούτου τοῦ χρυσοῦ γράμμα α', καὶ ἀργύρου πρωτείου ἀραιωθέντος
γράμματα γ', χώνευε καὶ ποίει πέταλα, καὶ χρίσον τοῦ σιδήρου τοῦ ἐκ τῆς ἑβραϊκῆς πράξεως
γράμματα β' ἄνω καὶ κάτω, καὶ γίνεται ὡς χρυσὸς μέλας· καὶ πάλιν χώνευσον· τοῦτο ποίει
ἐκ τρίτου, καὶ εὑρίσκεις χρυσὸν παροικονούμενον, καὶ βαλεῖς τῆς ἀληθείας γ° α', καὶ
τοῦ σώματος
ΧΡΥΣΟΥ ΔΙΠΛΩΣΙΣ. — Νεφέλην ζέσον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον καὶ λείωσον ἐν ὄξει καὶ στυπτηρίαν σχιστὴν, καὶ ἁλὶ ἐπὶ ἡμέρας ζ'· καὶ γλυκάνας, ξήρανον, καὶ ἔχε.
Καὶ λαβὼν κιννάβαριν, κινναβάρισον ἐλαίῳ ῥεφανίνῳ· εἶτα πῆξον εἰς
ληκύνθη, καὶ ἀσφαλισάμενος, θὲς
Καὶ λαβὼν χρυσοκόλλαν, οἰκονόμει οὔρῳ δαμάλεως ἐπὶ ἡμέρας ζ'.
Εἶτα λαβὼν μυσίδην, οἰκονόμει οὔρῳ ἀφθόρου ἐπὶ ἡμέρας ζ' ἢ καὶ πλείονας, ξηράνας, ἔχε.
Εἶτα λαβὼν ἀρσενίκην, λείε καὶ βρέχε ὄξει πάλιν ἡμέρας ζ'· καὶ ζέννυε τὸν ζωμὸν ἐν ᾧ ἐβράχη (f. 268 r.) ἐπὶ πολύ. Εἶτα πλύνας καὶ ἀποσειρώσας αὐτῆς τὴν ἀχλὺν, ξήρανον. Εἶτα λαβὼν οὖρον βοὸς μεῖναν ἡμέρας ζ', καὶ πλύνας, ξήρανον, καὶ ἔχε.
Εἶτα λαβών χαλκάνθου μέρος α', καὶ θείου ἀπύρου μέρος α', συνλείου καὶ
ὄπτα ἐν χώστρᾳ
Εἶθ᾽ οὕτως ποίησον μίξιν τῶν εἰδῶν ἢ τῆς νεφέλης γ° α', κινναδάρεως γ°
α', χρυσοκόλλης γ° γ° β', μίσεως δρ. ϛ' γράμμα α'· τρίβε ὁμοῦ μετὰ ὄξους ὀλίγου, ποίει
πηλῶδες, καὶ ὄπτα
Ἐὰν δὲ αὐτὸ ξηρίον θέλῃς ἔχειν, ξήρανον, καὶ, ὅτε βούλει, ἄνες τῷ ὕδατι τῷ διὰ οὔρου καὶ θείου, καὶ χρίε τὰ πέταλα γενόμενα διὰ τῆς μίξεως τοῦ χαλκοῦ καὶ ἀργύρου καὶ χρυσοῦ. Ἔστιν δὲ ἡ μίξις ἥδε· ἀργύρου καθαροῦ μέρος α'· χαλκοῦ νικαηνοῦ πρωτείου μέρος τὸ ἥμισυ. Μέρισον εἰς β' τὸν χαλκὸν, καὶ τὸ ἥμισυ συγχώνευσον γ' τὸν ἄργυρον, ἵνα καλῶς καταμιγῇ· καὶ πεταλίσας πάσον πυρίτην οἰκονομηθέντι, ὀξάλμῃ ἡμέρας ζ' καὶ γλυκανθέντι, καὶ ὀπτηθέντι ἐμφίμῳ χώστρᾳ ἡμέρας βοταρίῳ (?), καὶ λαβὼν χώνευσον, καὶ πάλιν βάλε τὸ ἄλλο μέρος τοῦ χαλκοῦ ὄξει, ἄργυρον καὶ χώνευσον γ' τῷ αὐτῷ τρόπῳ.
Εἶτα πεταλίσας καὶ πάσας πάλιν τὸν πυρίτην, ὄπτα νυχθήμερον α'·
Σουμάριον· ἐτησίου μέρος α', κροτήματος σιδήρου μέρος α', σώματος μαγνησίας μέρος α'· τρίψον ὁμοῦ· ὄπτα ἡμέρας ε', καὶ εὑρήσεις μέλαν ὁμιλήζων (?)· τούτου λαβὼν μέρη β', ὀρειχάλκου πρωτείου μέρη β', χώνευσον ἕως καταμιγῇ καλῶς, καὶ γίνεται ἠλέκτρου κρεῖσσον.