Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts fragment and section.
This pointer pattern extracts fragments.
Ἀλλʼ εἴτε νέα τῶν μέτρων ἡ θεωρία εἴτε Μούσης εὕρημα παλαιᾶς ἑκάτερον
ἕξει καλῶς. ἀρχαία ὲν γὰρ οὖσα ἐκ τῆς παλαιότητος ἕξει τὴν σεμνότητα, νέα δὲ οὖσα
ποθεινοτέρα καθʼ Ὅμηρον (α 351)·
τὴν γὰρ ἀοιδὴν πάντες
ἐπικλείουσʼ ἄνθρωποι,
ἥτις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.
Μέτρου δὲ πατὴρ ῥυθμὸς καὶ θεός· ἀπὸ ῥυθμοῦ ὰρ ἔσχε τὴν ἀρχήν, θεὸς δὲ τὸ μέτρον ἀνεφθέγξατο.
Κριτήριον μέτρου ἀκοή. ἔνιοι γοῦν οὕτως ὡρίσαντο· μέτρον ἐστὶ ποδῶν ἢ
βάσεων σύνταξις αἰσθήσει τῇ διʼ ἀκοῆς παραλαμβανομένη. εἰ δὲ τὸ κρῖνόν ἐστιν ἀκοή,
τὸ κοσμοῦν ἐστι φωνή. ὡς γὰρ τὸν ἦχον ῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα
τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὅν εἰς Ἐλάτειαν
ἦλθε Φίλιππος.
στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ (Ol. III 4)
πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν.
τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον ῷ (Sapph. 76 = Heph. 36,
17)
εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως.
τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδείξομεν.
Διαφέρει δὲ μέτρον ῥυθμοῦ. ὕλη μὲν γὰρ τοῖς μέτροις ἡ συλλαβὴ καὶ
χωρὶς συλλαβῆς οὐκ ἂν γένοιτο μέτρον, ὁ δὲ ῥυθμὸς γίνεται μὲν καὶ ἐν συλλαβαῖς,
γίνεται δὲ καὶ χωρὶς συλλαβῆς· καὶ γὰρ ἐν κρότῳ· ὅταν μὲν γὰρ τοὺς χαλκέας ἴδωμεν
τὰς σφύρας καταφέροντας, ἅμα τινὰ καὶ ῥυθμὸν ἀκούομεν. καὶ ἵππων δὲ πορεία ῥυθμὸς
ἐνομίσθη καὶ κίνησις δακτύλων καὶ μελῶν σχήματα καὶ χορδῶν κινήματα καὶ τῶν ὀρνίθων
τὰ πτερυγίσματα. μέτρον δὲ οὐκ ἂν γένοιτο χωρὶς λέξεως ποιᾶς καὶ ποσῆς. Ἔτι τοίνυν
διαφέρει ῥυθμοῦ ὸ μέτρον, ᾗ τὸ μὲν μέτρον πεπηγότας ἔχει τοὺς χρόνους, μακρόν τε καὶ
βραχύν καὶ τὸν μεταξὺ τούτων τὸν κοινὸν καλούμενον, ὃς καὶ αὐτὸς πάντως μακρός ἐστιν
ἢ βραχύς· ὁ δὲ ῥυθμὸς ὡς βούλεται ἕλκει τοὺς χρόνους. πολλάκις γοῦν καὶ τὸν βραχύν
χρόνον ποιεῖ ακρόν. Ὅτι δὲ τοῦτο οὕτως ἔχει καὶ τὴν διαφορὰν ἴσασιν οἱ ποιηταί,
λάβωμεν παράδειγμα ἀπὸ παιζούσης κωμῳδίας ἐν σπουδαζούσῃ φιλοσοφίᾳ· ὁ γοῦν
Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις (638) φησὶ Σωκράτης, εἰ καὶ τωθάζει
Ἀριστοφάνης·
πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν·
ἀντιδιέστειλε γὰρ ἐκεῖνος ἀπὸ ῥυθμῶν τὰ μέτρα· εἰς ἑκάτερον γοῦν τὸ
παράδειγμα σημειωτέον, ὅτι τε ῥυθμὸς μέτρου διαφέρει καὶ ὅτι ἴσασιν ἐν διδασκαλίᾳ οἱ
παλαιοὶ τὴν τῶν μέτρων θεωρίαν.
Το δὲ μέτρον λέγεται πολλαχῶς. καὶ γὰρ τὴν εὐμετρίαν μέτρον
προσαγορεύομεν ὡς ὁ εἰπὼν μέτρον ἄριστον — εἴτε σοφὸν ἀπόφθεγμα εἶτε θεῖον ἀνάθημα.
Ἀπόλλωνι μὲν γὰρ ἁρμοδιώτατον, ἐπεὶ καὶ μέτρων ὑρετής. — Λέγεται δὲ μέτρον καὶ αὐτὸ
τὸ μετροῦν καὶ τὸ μετρούμενον· ὡς ὅταν εἴπωμεν τὸν μέδιμνον μέτρον καὶ τὸ ἐν αὐτῷ
μετρηθὲν μέτρον, ἀμφότερα δὲ καλεῖται μέδιμνος· καὶ αὖ πάλιν εἰ εἴποιμι
χόα τὸ σκεῦος, ἐν ᾧ μετρῶ ποσότητά τινα, καὶ αὖ πάλιν ὐτὴν τὴν ποσότητα
χόα προσαγορεύομεν· — καὶ αὖ πάλιν αὐτὸ τὸ ξύλον, ὃ μόνον ἔχει πῆχυν,
πῆχυν προσαγορεύομεν· – οὕτως μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς θεωρίας πολλαχόθεν λέγεται
μέτρον· Μέτρον τε γὰρ καλοῦμεν πᾶν τὸ μὴ πεζόν, ὡς ὅταν εἴπω τὰ ὲν Πλάτωνος πεζά, τὰ
δὲ Ὁμήρου μέτρα. μέτρον καλεῖται καὶ εἶδος ἕκαστον, ὡς ὅταν εἴπω μέτρον ἰωνικὸν καὶ
μέτρον ἰαμβικὸν καὶ μέτρον τροχαϊκόν. μέτρον καλεῖται καὶ στίχος ἕκαστος, ὡς ὅταν
εἴπω· ἡ πρώτη Ὁμήρου ῥαψῳδία μέτρα ἔχει ἑξακόσια
ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων.
Καὶ ταῦτα οὕτως ἔχει ὥσπερ εἴρηκα. μέτρον γὰρ καὶ ὸ μετροῦν καὶ τὸ μετρούμενον· οὕτως καὶ ἐπὶ τῶν προειρημένων αὐτὸ τὸ μετρούμενον τουτέστι τὸ ποίημα μέτρον προσαγορεύεται, καὶ ἕκαστον τῶν μετρούντων τῆς ὁμοίας τετύχηκεν ὀνομασίας. χρόνος γὰρ συλλαβὴν ποιεῖ, συλλαβὴ δὲ πόδα, ποὺς δὲ συζυγίαν, συζυγία δὲ στίχον, στίχος δὲ ποίημα. πάντα οὖν εἰκότως μέτρα προσαγορεύεται.
Γέγονε δὲ ἀπὸ τοῦ μείρω ῥήματος, ὅ ἐστι μερίζω, ἀφʼ οὗ παρὰ τῷ ποιητῇ
(I 612)
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ δέρω δέρτρον καὶ παρὰ
τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω
Περὶ δὲ ὅρου μέτρου νῦν εἰπεῖν οὐκ ἀναγκαῖον· αὐτὸς γὰρ ὁ Ἡφαιστίων
αἰτιᾶται τὸν Ἡλιόδωρον, ὅτι τοῖς ὑπαρχομένοις γράφει· τοῖς γὰρ ἀπείροις καὶ
τοῖς μήπω τῆς μετροποιίας γεγευμένοις ἀδύνατον νοῆσαι ὸν ὅρον.
Ἐπιγέγραπται δὲ ἐγχειρίδιον, οὐχ ὥς τινες ᾠήθησαν παρὰ τὸ ξίφος διὰ τὸ ὀξύνειν τῶν μετιόντων τὰς ψυχάς, ἀλλὰ διὰ τὸ ἐν χερσὶν ἔχειν τοὺς βουλομένους τὰ κεφάλαια τῶν μετρικῶν παραγγελμάτων. τι δὲ ταῦτα οὕτως ἔχει, Ἡλιόδωρος τοῦ ἐγχειριδίου ἀρχόμενος οὕτως λέγει· τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς γέγραπται τὸ βιβλίον τοῦτο.
Ἤρξατο δὲ αὐτὸς ὁ Ἡφαιστίων, ὡς ἔφην, ἀπὸ υλλαβῆς. ὕλη γὰρ τοῖς
μέτροις ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη τὸ μέτρον· τὸ
Ἐν δὲ τοῖς μετρικοῖς εἰδέναι δεῖ, ὅτι πᾶσα βραχεῖα ἴση καὶ πᾶσα μακρὰ
ἴση· καθόλου γὰρ αἱ μέν εἰσι δίχρονοι, αἱ δὲ μονόχρονοι. ἐντεῦθεν τὸν μὲν δάκτυλον
καλοῦμεν τετράχρονον, τὸν δὲ πυρρίχιον δίχρόνον, οὐ πολυπραγμονοῦντες τῆς ποιητικῆς
λέξεως ἢ συλλαβῆς τὰ στοιχεῖα οὐδὲ ἐν ποσότητι καταμετροῦντες τοὺς χρόνους ἀλλʼ ἐν
δυνάμει τῆς ποσότητος.
Ἀρκτέον δὲ ἀπὸ βραχείας. οὕτω τοίνυν ὁ Ἡφαιστίων αὐτὴν ὁρίζεται·
βραχεῖά ἐστι συλλαβὴ ἡ ὁ μηδὲν τῶν ὁριζομένων καταλιπών, ὃς ἀντιστρέφει πρὸς τὸ κεφαλαιῶδες.
μὲν οὖν μὴ † συμπεριλαμβάνων παραγγελίαν τοιαύτην οὐ καλῶς ἔχει, οἷον εἴ τις τὸν
ἄνθρωπον ὁρίζοιτο † μηκέτι
τὰ περὶ καλὰ ῥέεθρα.
καὶ αὖ πάλιν ἡ πρὸς
συλλαβὴ βραχεῖά ἐστιν, ἀλλʼ ἐν τόπῳ κεῖται μακρᾶς, ὅταν Ὅμηρος εἴπῃ (I 147)
σπονδεῖον γὰρ δεῖ εἶναι τὸν
πόδα
πρὸς οἶκον Πηλῆος·
πρὸς οἷ
. — Ἔτι δέ φησι μὴ ἔχειν σύμφωνα μεταξὺ – ἓν διὰ τὴν
ἄξω ἑλών.