Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts sections.
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ πάσης κτίσεως
δημιουργὸς, ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων δημιουργὸς καὶ τεχνίτης, ὁ μακάριος καὶ ἀεὶ
διαμένων, ὑμνοῦμεν, εὐλογοῦμεν, αἰνοῦμεν, προσκυνοῦμεν τὸ ὕψος τῆς βασιλείας σου. Σὺ γὰρ
ὑπάρχεις ἀρχὴ καὶ τέλος, καὶ σοῦ ὑπακούει πᾶν κτίσμα ὁρατὸν καὶ ἀόρατον, ὅτι ἔκτισας
αὐτα. Ἐπεὶ δὲ ὑπουργὸς κέκτιται ἡ ἀΐδιος βασιλεία σου, ἱκετεύομέν σε, κύριε πολυέλεε,
διὰ τὴν
(f. 74 v.) Ἀπάρξομαι ταύτης τῆς βίβλου τῆς χρυσικῆς καὶ ἀργυρικῆς γραφίδος τῆς ποιηθείσης παρὰ Κομαρίου τοῦ φιλοσόφου καὶ Κλεοπάτρας τῆς σοφῆς περὶ κρίσεως· βίβλος καθ ἡμᾶς οὐχὶ τῆς ὑπὲρ ἡμῶν βίβλου περιέχουσα τῶν φώτων καὶ οὐσιῶν τὰς ἀποδείξεις ἐν ταύτῃ τῇ βίβλῳ διδασκάλου Κομαρίου τοῦ φιλοσόφου ἀρχιερέως πρὸς Κλεοπάτραν τὴν σοφήν.
Κομάριος ὁ φιλόσοφος τὴν μυστικὴν φιλοσοφίαν τὴν Κλεοπάτραν λεοπάτρα διδάσκει, ἐπὶ
θρόνου καθήμενος καὶ ἐν τῆς λησευμένης αὐτοῦ τῆς φιλοσοφίας ἀφαψάμενος. Ἔτι οὖν
μυστικὴν τὴν γνῶσιν τοῖς νοήμοσιν σησέν τε καὶ τῇ χειρὶ ὑπέδειξεν τὸ πάσας μόνας καὶ διὰ
τεσσάρων τοιχείων γυμνάσας καὶ ἔλεγεν·
Ἡ μὲν γῆ ἐστερέωται ἐπάνω τῶν ὑδάτων, τὰ δὲ ὕδατα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων. Λαβὼν
οὖν τὴν γῆν, ὦ Κλεοπάτρα, τὴν οὖσαν ἐπάνω τῶν ὑδάτων, καὶ ποίησον σῶμα πνευματικὸν, τὸ
πνεῦμα τοῦ στυπτηρίου· ταῦτα ἔοικε τῇ γῇ καὶ τῷ πυρὶ, τὰ μὲν τὴν θερμότητα τῷ πυρὶ,
τὰ δὲ ξηρότητα τῇ γῇ· τὰ δὲ ὔδατα ὄντα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐοίκασιν τῷ ἀέρι κατὰ
μὲν τὴν ψυχρότητα, τῷ ὔδατι κατὰ μὲν τὴν ὑγρότητα,
τῷ ἀέρι καὶ τῷ πυρί. Ἰδοὺ εξ ἑνὸς
μαργαρίτου καὶ ἑνὸς ἄλλου, ἔχεις, ὦ Κλεοπάτρα, πᾶν βαφεῖον.
Λαβοῦσα ἡ Κλεοπάτρα τὸ ὑπὸ Κομαρίου γραφὲν, ἤρξατο παρεμβολὴν οὕτως καὶ τὴν καλὴν φιλοσοφίαν
ζητοῦντες, τετραμερεῖν ταύτην εὕρομεν ἢ εὑρήκαμεν ἑκάστου τὴν γενικὴν τῆς (f. 75 r.)
φύσεως· πρῶτον ἔχουσα μελάνωσιν, δεύτερον λεύκωσιν, τρίτον ξάνθωσιν, τέταρτον ἴωσιν·
πάλιν δὲ ἕκαστον τῶν εἰρημένων οὐκ ἐκ γενικῆς ἔχων πλὴν ἑαυτοῖς, πάντως εἰ μὴ στοιχείων,
ἡμεῖς κέντρον, δι᾽ οὗ κατὰ τάξιν προβαίνων· οὕτως καὶ ἐνταῦθα, μεταξὺ μελάνσεως καὶ
λευκώσεως, καὶ ξανθώσεως καὶ ἰώσεως, ἔστιν ἡ ταριχεία καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ
λευκώσεως καὶ ξανθώσεως ἔστιν ἡ χρυσοχοωποίησις, καὶ τοῦ ξανθώσεως καὶ λευκώσεως μέσον
δέ ἐστιν ὁ τοῦ συνθήματος διχασμός.
Περατώσης ἡ δι᾽ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, ἐπλανώσεως πρῶτον τοῦ χωρισθῆναι τῶν
ὑγρῶν ἀπὸ τῶν σποδῶν, διὰ τοῦ χρόνου τὸ μάκρος· καὶ ταριχεία δευτέρα ἡ μίξις τῶν
ὑδάτων
Δεῖ οὖν καὶ ἡμᾶς οὕτως, ὦ φίλοι, ποιεῖν ὅτε τὴν τέχνην ταύτην περικαλλῆ βούλεσθε
προσεγγίσαι. Βλέπετε τὴν φύσιν τῶν βοτανῶν πόθεν ἔρχονται. (f. 75 v.) Τὰ μὲν γὰρ ἐκ
τῶν ὀρέων κατέρχονται, καὶ ἐκ τῆς γῆς ἐκφύονται, καὶ τὰ μὲν ἐκ κοιλάδων ἀνέρχονται, τὰ
δὲ ἐκ πεδίων ἀνάγονται. Ἀλλὰ βλέπετε πῶς ἐγγίζεται αὐτά· ἐν καιροῖς γὰρ καὶ ἐν ἡμέραις
ἰδίαις τρυγήσατε αὐτά· καὶ ἐκλέξασθε ἐκ τῶν νήσων τῆς θαλάσσης, καὶ ἐκ τῆς χώρας τῆς
ἀνωτάτης· καὶ βλέπετε τὸν ἀέρα τὸν διακονοῦντα αὐτοῖς, καὶ τὸν σῖτον τὸν
περικυκλοῦντα
Ἀποκριθεὶς δὲ Ὀστάνης καὶ οἱ σὺν αὐτῷ εἶπον τῇ Κλεοπάτρᾳ· Ἔν σοι κέκρυπται ὅλον τὸ
μυστήριον τὸ φρικτὸν καὶ παράδοξον. Σαφήνισον ἡμῖν τηλαυγῶς καὶ περὶ τῶν στοιχείων·
εἰπὲ πῶς κατέρχεται τὸ ἀνώτατον πρὸς τὸ κατώτατον, καὶ πῶς ἀνέρχεται τὸ κάτω πρὸς τὸ
ἀνώτατον, καὶ πῶς ἐγγίζει τὸ μέσον πρὸς τὸ ἀνώτατον ἐλθεῖν καὶ ἑνωθῆναι τὸ μέσον, καὶ τί
τὸ στοιχεῖον αὐτοῖς· καὶ πῶς κατέρχονται τὰ ὕδατα εὐλογημένα τοῦ ἐπισκέψασθαι τοὺς
νεκροὺς περικειμένους καὶ πεπεδημένους καὶ τεθλιμμένους ἐν σκότει καὶ γνόφῳ ἐντὸς
Ἡ δὲ Κλεοπάτρα ἔφη πρὸς αὐτούς· τὰ ὕδατα εἰσερχόμενα ἀφυπνίζουσι τὰ σώματα καὶ τὰ
πνεύματα ἐγκεκλεισμένα καὶ ἀσθενῆ ὄντα· πάλιν γὰρ, φησὶν, θλίψιν ὑπέστησαν καὶ πάλιν
περικλεισθήσονται ἐν τῷ ᾍδῃ, καὶ κατὰ μικρὸν ἐμφύονται καὶ ἀναβαίνουσι καὶ ἐνδύονται
ποικίλα χρώματα, καὶ ἔνδοξα καθάπερ τὰ ἄνθη ἐν τῷ ἔαρι, καὶ αὐτὸ τὸ ἔαρ εὐφραίνεται καὶ
γάννυται ἐν τῇ ὡραιότητι ἣν περίκεινται.
Ὑμῖν δὲ λέγω τοῖς εὖ φρονοῦσι· τὰς βοτάνας καὶ τὰ στοιχεῖα καὶ τοὺς λίθους ὅταν
ἐπαίρητε ἐκ τῶν τόπων αὐτῶν, ὡραῖοι μὲν φαίνονται λίαν καὶ οὐχ ὡραῖοι, ἐπειδὴ τὰ πάντα
τὸ πῦρ δοκιμάζει· ὅταν δὲ ἐνδύσωνται τὴν δόξαν ἐκ τοῦ πυρὸς καὶ τὴν χροιὰν τὴν περιφανῆ,
ἐκεῖ ὁράσεις μείζονες δόξᾳ κεκρυμμένῃ, τὸ σπουδαζόμενον κάλλος, καὶ χοότης μετα6ληθεῖσα
εἰς θεότητα, ὅτι ἐν τῷ πυρὶ τιθήνησιν αὐτὰ, ὥσπερ τὸ ἔμβρυον ὑπὸ τῆς γαστρὸς
τιθηνούμενον καταβραχὺ αὔξει. Ὅτε δὲ προσεγγίσει ὁ μὴν ὁ νενομισμένος, οὐ κωλύεται τοῦ
μὴ ἐξελθειν. Οὕτως ὑπάρχει καὶ ἡ τέχνη αὕτη ἡ ἀξιάγαστος· τιτρώσκουσιν αὐτὴν κλύδωνες
καὶ κύματα ἀλλεπάλληλα ἐν τῷ ᾍδει καὶ ἐν τῷ τάφῳ ἐν ᾧ κατάκεινται. Ὅταν δὲ ἀνεωχθῇ ἡ
τάφος, ἀναβήσονται αὐτὰ ἐξ ᾍδου ὡς οἷα βρέφος ἐκ γαστρός.
Ἀπὸ τοῦ νῦν δὲ ἐρῶ ὑμῖν τηλαυγῶς ποῦ κεῖνται τὰ στοιχεῖα καὶ αἱ βοτάναι· ἐν
αἰνίγμασι δὲ ἄρξομαι τοῦ λέγειν. Ἄνελθε εἰς τὴν στέγην τὴν ἀνωτάτην, εἰς τὸ δασὺ ὄρος ἐν
δένδροις, καὶ ἰδοὺ πέτρα ἐν τῇ ἀκρωρεία, καὶ ἐκ τῆς πέτρας λάβε ἀρσένικον, καὶ
λεύκαναι θείως. Καὶ ἰδοὺ ἐν τῇ μέσῃ τοῦ ὄρους κάτωθεν τοῦ ἀρσενικοῦ, ἐκεῖ ἐστιν ἡ
ὁμόζυξ αὐτοῦ, ἐν ᾗ ἑνοῦται, μεθ’ ἧς ἔχει τὴν τέρψιν. Καὶ χαίρεται φύσις ἐν φύσει καὶ
ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται. Κάτελθε εἰς τὴν αἰγυπτιακὴν θάλασσαν, καὶ ἀνάγαγε μεθ᾽ ἑαυτοῦ
ἐκ τῆς ψάμμου ἐκ τῆς πηγῆς τὸ λεγόμενον νίτρον. Καὶ ἕνωσον αὐτὰ ἀλλήλοις, καὶ αὐτὰ
ἐξάγει ἔξω τὸ παμβαφὲς κάλλος, καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται· μέτρον γὰρ αὐτὸῦ ἐστιν ἡ
ὁμόζυξ. Ἰδοὺ φύσις τῇ φύσει ἀνταποδίδοται, καὶ ὅταν τὰ πάντα ἰσομέτρως συναθροίσῃς, τότε
νικῶσιν αἱ φύσεις τὰς φύσεις καὶ τέρπονται ἐν ἀλλήλαις.
Βλέπετε, σοφοὶ, καὶ σύνετε. Ἰδοὺ γὰρ τὸ πλήρωμα τῆς τέχνης τῶν συζευχθέντων νυμφίου
τε καὶ νύμφης καὶ γενομένων ἕν. Ἰδοὺ αἱ βοτάναι καὶ αἱ διαφοραὶ αὐτῶν. Ἰδοὺ εἶπον
ὑμῖν πᾶσαν τὴν ἀλήθειαν, καὶ πάλιν
Ἰδοὺ τὸ παράδοξον μυστήριον, ἀδελφοὶ, τὸ ἄγνωστον ὅλως, ἰδοὺ ἡ ἀλήθεια ὑμῖν
πεφανέρωται. Βλέπετε πῶς ποτίζετε τὰς γέας ὑμῶν καὶ πῶς τιθηνεῖσθε τὰ σπέρματα ὑμῶν,
ὅπως καρποφορήσετε ὥριμον καρπόν. Ἄκουσον τοίνυν καὶ σύνες καὶ ἀνάκρινον ἀκριβῶς ἐν
οἷς λέγω. Λάβε ἐκ τῶν τεσσάρων στοιχείων ἀρσένικον ἀνώτατον καὶ κατώτατον, ἄσπρον τε καὶ
ῥούσιον, ἰσόσταθμα ἄρσεν καὶ θῆλυ, ὅπως συζευχθῶσιν ἀλλήλοις. Ὥσπερ γὰρ ἡ ὄρνις ἐν
θερμότητι θάλπει καὶ τελειοῖ τὰ ὠὰ αὐτῆς, οὕτως καὶ ὑμεῖς θάλψατε καὶ λειώσατε καὶ
ἐξενέγκαντες καὶ ποτίζοντες ἐν τοῖς θείοις ὕδασιν ἐν ἡλίῳ καὶ ἐν τόποις ἐγκαύστοις,
καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετὰ τοῦ παρθενικοῦ γάλακτος καὶ προσέχετε ἐκ τοῦ καπνοῦ· ἐν
γὰρ τῷ ᾍδῃ κατάκλεισον αὐτὰ καὶ πάλιν ἐξαγαγόντες, ποτίσατε αὐτὰ κρόκον κιλίκιον ἐν ἡλίῳ
καὶ ἐν τόποις ἐγκαύστοις καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετὰ γάλακτος παρθενικοῦ ἐκ τοῦ
καπνοῦ, καὶ ἐν τῷ ᾍδῃ κλείσατε αὐτὰ, καὶ ἐν ἀσφαλείᾳ κινήσατε αὐτὰ μέχρις ἂν γένηται ἡ
κατασκευὴ αὐτῶν στερεωτέρα καὶ οὐκ ἀποδιδράσκουσα ἐκ τοῦ πυρός. Καὶ τότε λαβὼν ἐξ αὐτοῦ
καὶ ὅτ᾽ ἂν ἑνωθῇ ἡ ψυχὴ, καὶ τὸ πνεῦμα, καὶ γένωνται
Ἰδοὺ τὸ μυστήριον τῶν φιλοσόφων, καὶ περὶ αὐτοῦ ἐξώρκισαν ὑμῖν οἱ πατέρες ἡμῶν τοῦ
μὴ ἀποκαλύψαι αὐτὸ καὶ δημοσιεῦσαι, θεῖον ἔχον τὸ εἶδος, θείαν καὶ τὴν ἐνέργειαν·
θεῖον γάρ ἐστιν, ὅτι ἑνούμενον τῇ θεότητι, θείας ἀποτελεῖ τὰς οὐσίας, ἐν ᾧ τὸ πνεῦμα
σωματοῦται, καὶ τὰ θνητὰ (f. 77 v.) ἐμψυχοῦνται, καὶ δεχόμενα τὸ πνεῦμα τὸ ἐξελθὸν ἐξ
αὐτῶν κρατούνται καὶ κρατοῦσιν ἄλληλα. Ὥσπερ γὰρ τὸ πνεῦμα τὸ σκοτεινὸν τὸ πλῆρες
ματαιότητος καὶ ἀθυμίας τὸ κρατοῦν τὰ σώματα τοῦ μὴ λευκανθῆναι καὶ δέξασθαι τὸ
κάλλος καὶ τὴν χροιὰν ἣν ἐνεδύσαντο ἐκ τοῦ δημιουργοῦ (ἀσθενεῖ γὰρ τὸ σῶμα καὶ τὸ πνεῦμα
καὶ ἡ ψυχὴ διὰ τὸ σκότος τὸ ἐκτεταμένον).
Ἐπ’ ἂν δὲ αὐτὸ τὸ πνεῦμα τὸ σκοτεινὸν καὶ βρωμοῦν ἀποβληθείη, ὥστε μὴ φανῆναι
ὀσμὴν, μήτε τὴν χροιὰν τοῦ σκότους, τότε φaωτίζεται τὸ σῶμα, καὶ χαίρεται ἡ ψυχὴ καὶ τὸ
πνεῦμα ὅτε ἀπέδρα τὸ σκότος ἀπὸ τοῦ σώματος· καὶ καλεῖ ἡ ψυχὴ τὸ σῶμα τὸ πεφωτισμένον.
Ἔγειραι ἐξ ᾍδου καὶ ἀνάστηθι ἐκ τοῦ τάφου, καὶ ἐξεγέρθητι ἐκ τοῦ σκότους ἐνδέδυσαι γὰρ
πνευμάτωσιν καὶ θείωσιν, ἐπειδὴ ἔφθακεν καὶ ἡ φωνὴ τῆς ἀναστάσεως, καὶ τὸ φάρμακον τῆς
ζωῆς εἰσῆλθεν πρὸς σέ· τὸ γὰρ πνεῦμα πάλιν εὐφραίνεται ἐν τῷ σώματι καὶ ἡ ψυχὴ ἐν ᾧ
ἐστιν, καὶ τρέχει κατεπεῖγον ἐν χαρᾷ εἰς τὸν ἀσπασμὸν αὐτοῦ, καὶ ἀσπάζεται αὐτὸ καὶ οὐ
κατακυριεύει αὐτοῦ σκότος, ἐπειδὴ ὑπέστη φωτὸς, καὶ οὐκ
καὶ ἡνώθησαν, καὶ ἀπέδρα ἀπ᾽ αὐτοῦ τὸ σκότος, καὶ ἡνώθησαν
πάντες ἐν ἀγάπῃ, τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, καὶ γεγόνασιν ἓν ἐν ᾧ κέκρυπται τὸ
μυστήριον. Ἐν δὲ τῷ συνεισελθεῖν αὐτὰ, ἐτελειώθη τὸ μυστήριον, καὶ ἐσφραγίσθη ὁ οἶκος,
καὶ ἐστάθη ἀνδριὰς πλήρης φωτὸς καὶ θεότητος· τὸ γὰρ πῦρ αὐτοὺς ἥνωσεν καὶ μετέβαλεν καὶ
ἐκ τοῦ κόλπου τῆς γαστρὸς αὐτοῦ ἐξηλθεν.
Ὅμως καὶ ἐκ τῆς γαστρὸς τῶν ὑδάτων, καὶ ἐκ τοῦ ἀέρος τοῦ διακονοῦντος αὐτοῖς, καὶ
αὐτὸ ἐξήνεγκεν αὐτοὺς ἐκ τοῦ σκότους εἰς φῶς, καὶ ἐκ πένθους εἰς φαιδρότητα, καὶ ἐξ
ἀσθενείας εἰς ὑγείαν, καὶ ἐκ θανάτου εἰς ζωήν· καὶ ἐνέδυσεν αὐτοὺς θείαν δόξαν
πνευματικὴν, ἣν οὐκ ἐνεδύσκοντο τὸ πρὶν, ὅτι ἐν αὐτοῖς κέκρυπται ὅλον τὸ μυστήριον,
καὶ θεῖον ἀναλλοίωτον ὑπάρχει· διὰ γὰρ τῆς ἀνδρείας αὐτῶν συνεισέρχονται ἀλλήλοις τὰ
σώματα, ἐξερχόμενα ἐκ τῆς γῆς ἐνδύονται φῶς καὶ δόξαν θείαν, ἐπειδὴ ηὐξήθησαν κατὰ φύσιν
καὶ ἠλλοιώθησαν τοῖς σχήμασι καὶ ἐξ ὕπνου ἀνέστησαν, καὶ ἐκ τοῦ ᾍδου ἐξῆλθον. Ἡ γαστὴρ
γὰρ ἡ τοῦ πυρὸς ἔτεκεν αὐτοὺς, καὶ ἐξ αὐτῆς ἐνεδύσαντο δόξαν· (f. 78 v.) καὶ αὕτη
ἤνεγκεν εἰς ἑνότητα μίαν, καὶ ἐτελειώθη ἡ εἰκὼν σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ
ἐγένοντο ἕν. Ὑπετάγη γὰρ τὸ πῦρ τῷ ὕδατι, καὶ ὁ χοῦς τῷ ἀέρι. Ὁμοίως καὶ ὁ ἀὴρ μετὰ τοῦ
πυρὸς, καὶ ὁ χοῦς μετὰ
Τοῦτο τὸ μυστήριον
ὃ ἐμάθομεν, ἀδελφοὶ, ἐκ θεοῦ καὶ ἐκ τοῦ πατρὸς ἡμῶν Κομαρίου
τοῦ ἀρχαίου. Ἰδοὺ εἶπον ὑμῖν, ἀδελφοὶ, πᾶσαν τὴν ἀλήθειαν κεκρυμμένην παρὰ πολλῶν
σοφῶν καὶ προφητῶν.
Φασὶν δὲ πρὸς αὐτὴν οἱ φιλόσοφοι· ἐξέστησας ἡμᾶς, Κλεοπάτρα, εἰς ὃ
λελάληκας ἡμῖν· μακαρία γὰρ ὑπάρχει ἥ σε βαστάσασα κοιλία.
Καὶ πάλιν πρὸς αὐτοὺς ἔφη
Κλεοπάτρα· Σώματα οὐράνια καὶ θεῖα μυστήρια ὑπάρχουσι τὰ ὑπ᾽ ἐμοῦ ὑμῖν ῥηθέντα· ὑπὸ γὰρ
τῆς διαστροφῆς καὶ ἀλλοιώσεως αὐτῶν μεταβάλλουσι τὰς φύσεις, καὶ ἐνδύουσιν αὐτῆς δόξαν
ἄγνωστον (f. 79 r.) καὶ ἐπῃρμένην, ἣν πρότερον οὐκ εἶχον.
Καί φησιν ὁ σοφός· Εἰπὲ
ἡμῖν, ᾦ Κλεοπάτρα, καὶ τοῦτο· διὰ τί γέγραπται· μυστήριον τῆς λαίλαπος σῶμά ἐστιν ἡ
τέχνη καὶ τροχοῦ δίκην ἄνωθεν αὐτῆς, ὥσπερ τὸ μυστήριον, καὶ ὁ δρόμος καὶ ὁ πόλος
ἄνωθεν, καὶ οἰκήματα καὶ πύργοι καὶ παρεμβολαὶ ἐνδοξόταται;
Καί φησι Κλεοπάτρα· Καλῶς
τεθείκασιν αὐτὴν οἱ φιλόσοφοι, ὡς ἐτέθη ἐκ τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ἁπάντων. Καὶ
ἰδοὺ λέγω