Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου Acta Philippi MaximilianBonnet University of Virginia Center for Hellenic Studies Published original versions of the electronic texts Open Greek and Latin Gregory Crane Leonard Muellner Bruce Robertson Proofreading and CTS conversion Jonathan Holste University of Virginia Open Greek and Latin tlg2948.tlg001.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1 Acta Philippi et Acta Thomae accedunt Acta Barnabae Maximilian Bonnet Leipzig Hermannus Mendelssohn 1903 The Internet Archive

Lace v. 0.6.13 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts section.

Greek review of encoding initial markup of new file.
Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου ὅτε ἐξερχόμενος ἀπὸ τῆς Γαλιλαίας ἤγειρε τὸν νεκρόν.

Ἐξελθόντος Φιλίππου τοῦ ἀποστόλου ἀπὸ τῆς Γαλιλαίας χήρα τις ἐξεκόμιζε μονογενῆ τέκνον· ὁ δὲ ἀπόστολος σφόδρα ἔπαθεν τῇ ψυχῇ θεωρήσας τὴν ἀθλίαν γραΐδα οὕτως τὰς τρίχας διαρρήξασαν καὶ τὸ πρόσωπον αὐτῆς ἀφανίσασαν. εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἀπόστολος· Ποίᾳ αἰτίᾳ οὗτος ἐτελεύτησεν; Ἣ δὲ ἔφη· Συγχώρησόν μοι, παρακαλῶ σε, καὶ μή με ἐρώτα· τὰ γὰρ σπλάγχνα μου διερράγη, καὶ ἡ φωνή μου ἀπόλωλεν, καὶ οὐ δύναμαί σοι διηγήσασθαι· ἔασόν με κόπτεσθαι τοῦτον τὸν ἀνώνυμον κοπετόν, ὅτι ἑνὸς υἱοῦ ἐστερήθην, μηδὲν τοὺς θεοὺς ἀδικήσασα, οἷς καθ᾽ ἡμέραν ἔθυον· τῷ μὲν Ἄρει θυσίας οὐκ ὀλίγας· τῷ δὲ Ἀπόλλωνι τοσαῦτα ἀνάλωσα, τῷ δὲ Ἑρμῇ σχεδὸν τὴν ἐμὴν ψυχὴν κατέρριψα, τῇ Ἀρτέμιδι μόσχους θύουσα, τῷ Διὶ στεφάνους ἐκόμισα, τῇ Ἀθήνᾷ τράγους εἰς ὁλοκαυτώματα ἀνήνεγκα· καὶ ἅπαξ ἁπλῶς ὅσοι τέ εἰσι θεοὶ πᾶσι δῶρα ἀπεκόμισα, ὥστε καὶ αὐτῷ τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ· καὶ ὡς νομίζω ὅτι ἐπ᾽ ἐμοὶ κεκοίμηνται, τοσαῦτα ἐκέκραξα, καὶ οὐκ εἰσήκουσάν μου. λοιπὸν ἀναγκαζομένη εὑρίσκω ἄνθρωπον ὅστις λέγει μάντις εἶναι, καὶ εἶπέν μοι· Τί σὺ θέλεις μήτηρ μαντεύσω σοι; Καὶ αὐτὸς τοίνυν ὅμοιος εὑρέθη τῶν θεῶν· πᾶν γάρ μοι ψεῦδος ἐμαντεύσατο· ἀνωφελεῖς δὲ ἐγένοντό μοι αἱ μαντεῖαι, καὶ οἱ θεοὶ μάταιοι καὶ τετυφλωμένοι. τάχα γὰρ κἀγὼ ὁμοία εἰμὶ τούτοις τοῖς πλάνοις· εἰς μάτην ἀπώλεσα τὰ ἐμά, προσέχουσα ματαίοις εἰδώλοις. ἀπώλεσά μου τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὰ χρήματα. ἐπικατάρατος γὰρ εἴ τις εἰδώλοις λατρεύει ἢ μαντεύεται. οἴμοι, τίνα ἀπαιτήσω τὰ χρήματα ἅτινα εἰς μάτην ἀπώλεσα, προσέχουσαι εἰδώλοις καὶ μαντείαις, τοὺς χριστιανοὺς ἐξουθενοῦσα; ἀπώλεσά μου τὸν υἱόν, ὅς μοι καὶ μόνος ὑπῆρχεν.

Ὁ δὲ ἀπόστολος εἶπεν· Οὐδὲν ξένον πέπονθας ὦ μῆτερ τοιαῦτα πλανηθεῖσα ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἀπόλλοντος τὰς ψυχάς· οὕτως γὰρ ὁ διάβολος πλανᾷ τοὺς ἀνθρώπους, καὶ ὑστεροῦνται τῆς αἰωνίου ζωῆς. σὺ δὲ κατάστειλον τὸν κοπετὸν, καὶ ἄρτι σου τὸ τέκνον ἀναστήσω τῇ τοῦ θεοῦ μου δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ βασιλεύοντος τῶν αἰώνων, ὅστις δὲ πιστεύει εἰς αὐτὸν λαμβάνει ζωἠν αἰώνιον.

Ἡ δὲ γραῦς εἶπεν· Εἰ τὰ λεγόμενά μοι σωτήρια ἄνθρωπε καὶ ὡς ἀληθῶς ἀπόστολε τοῦ θεοῦ, βοήθησον τῷ γήρατί μου τῷ κακῶς γεγηρακότι· ὡς δὲ ηὐξάμην ἀποθανεῖν καὶ οὐκ εἰσηκούσθην τοσαῦτα κακὰ παθοῦσα, τάχα μᾶλλον οὐ συμφέρει μοι γαμεῖν, καὶ μηδὲν ἐσθίειν τὰ εἰς ὕστερον δονοῦντα τὸ σῶμα, οἶνος καὶ κρέα, ἀλλὰ μᾶλλον ἄρτον καὶ ὕδωρ, καὶ λύπας κερδαίνειν καὶ πολλὰ κακὰ καὶ πένθη πικρά. Ὁ δὲ ἀπόστολος εἶπεν· Ἀληθῶς μήτηρ ταῦτα οὐχ ἁπλῶς φθέγγῃ· τί γάρ σοι δοκεῖ ἡ ἁγνεία; ὅτι αὐτῇ τῇ ἁγνείᾳ ὁ θεὸς ὁμιλεῖ, καὶ φθόνον ἔχει πολὺν παρὰ τοῖς ἀνθρώποις· μὴ δυνάμενοι γὰρ ἁγνεῦσαι ἢ ὑδροποτῆσαι σπουδάζουσί τι καταψεύσασθαι τοῦ ἁγνῶς διάγοντος· ὅθεν καὶ ὁ θεὸς ἐμακάρισεν τοὺς τοιούτους· εἶπεν γάρ· Μακάριοί ἐστε ὅταν λαλήσωσιν οἱ ἄνθρωποι καθ᾽ ὑμῶν πᾶν ψεῦσμα. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δυνήσεσθε δαίμονας ἐπιστομίζειν ἐπὶ τῆς γῆς μηδεμίαν φροντίδα ποιούμενοι, ἔχοντες σωτῆρα Ἰησοῦν τὸν σταυρωθέντα.

Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου εἶπεν ἡ γραῦς· Πιστεύω εἰς τὸν Ἰησοῦν τὸν ὑπὸ σοῦ κηρυττόμενον. Τότε προσέρχεται ὁ ἀπόστολος τῷ πτώματι καὶ λέγει· Ἀνάστα νεανίσκε δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ εὐθέως ἀνέστη ὡς ἐξ ὕπνου, καὶ εἶπεν ἐμβλέψας πρὸς τὸν Φίλιππον· Πόθεν τὸ φῶς τοῦ ἀνθρώπου τούτου ἐλθεῖν εἰς τὸν τόπον τοῦτον καὶ ἐμὲ ἀποθανόντα ἀναστῆσαι τηλικαύτῃ σπουδῇ, ἐλθεῖν τε ἄγγελον θεοῦ καὶ ἀνοῖξαι τὰ δεσμωτήρια τῆς κρίσεως, ἔνθα ἤδη ἐγὼ ἐγκεκλεισμένος ἐτύγχανον; εἶδον γὰρ ἐκεῖ κριτήρια καὶ κολάσεις ἃς γλῶσσα ἀνθρωπίνη οὐχ ἱκανὴ διηγήσασθαι. εἴ τις οὖν ἀδελφοὶ θελήσειεν ἑαυτὸν ἐλεῆσαι, πάντων τῶν κακῶν ἐκφεύξεται, καὶ πιστεύσει τῷ θεῷ τῷ ὑπὸ τοῦ ἀνθρώπου τούτου κηρυττομένῳ, καὶ μακάριος ἔσται· καὶ εἴ τις ὁμολογήσει τὸν ἀγαπητὸν Χριστὸν δοξασθήσεται.

Καὶ οὕτως ὁ παῖς ἀναστὰς ἐκ τοῦ θανάτου ἅμα τῇ ἰδίᾳ μητρὶ ἐξαιρέτως ἐπίστευσαν, πολλοὺς ἐπιστρέψαντες· καὶ διὰ τούτων λαβόντες τὸ βάπτισμα ἐδόξαζον τὸν θεόν· καὶ πάντες εὐχαρίστησαν τῷ σωτῆρι Χριστῷ, καὶ τῷ ἀποστόλῳ δόντες πάμπολλα ἐφόδια ἀπηλλάγησαν τῆς πλάνης πιστεύσαντες τῷ Χριστῷ. ὁ δὲ νεανίσκος ἠκολούθησεν τῷ ἀποστόλῳ, μεγαλυνόμενος ἐπὶ τοῖς θαύμασι τοῖς δι᾽ αὐτοῦ καθ᾽ ἡμέραν γινομένοις δοξάζων τὸν θεόν. |

Πρᾶξις β´ ὅτε εἰσῆλθεν εἰς τὴν Ἑλλάδα τῶν Ἀθηνῶν.

Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς.

Καὶ οὕτως ποιήσαντες συνῆλθον ἐπὶ τὸ αὐτό· καὶ λέγουσι τῷ Φιλίππῳ ὅτι Ἡμεῖς ἔχομεν μαθήματα τῶν πατέρων ἡμῶν, ἐν οἷς ἀρκούμεθα φιλοσοφοῦντες· εἰ δέ τι καινότερον ἔχεις ὦ ξένε, ἐπίδειξον ἡμῖν ἀφθόνως μετὰ παρρησίας· οὐδενὸς γὰρ ἄλλου χρείαν ἔχομεν ἢ μόνον ἀκούειν τι καινότερον.

Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν αὐτοῖς· Ὦ ἄνδρες φιλόσοφοι τῆς Ἑλλάδος, εἰ βούλεσθε καινοτέρου πράγματος ἀκοῦσαι καί ἐστε ποθοῦντές τι καινότερον, ὀφείλετε ἀπορρῖψαι ἀφ᾽ ἑαυτῶν τὸν νοῦν τοῦ παλαιοῦ ἀνθρώπου· ὡς εἶπεν ὁ κύριός μου ὅτι Οὐ δυνατόν ἐστιν βαλεῖν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, ἐπεὶ ῥήγνυται ὁ ἀσκὸς καὶ ἐκχύνεται ὁ οἶνος, καὶ ὁ ἀσκὸς ἀπολεῖται· ἀλλ᾽ οἶνον νέον βάλλουσιν εἰς ἀσκοὺς καινούς, ἵνα ἀμφότερα φυλαχθῶσιν. Ταῦτα δὲ εἶπεν ὁ κύριος ἐν παραβολαῖς, διδάσκων ἡμᾶς ἐν τῇ ἁγίᾳ αὐτοῦ σοφίᾳ ὅτι πολλοὶ ἀγαπήσουσιν τὸν νέον οἶνον μὴ ἔχοντες ἀσκὸν καινὸν καὶ νέον. ὑμᾶς μὲν ἀγαπῶ ὦ ἄνδρες τῆς Ἑλλάδος καὶ μακαρίζω ὑμᾶς εἰρηκότας ὅτι Ἀγαπῶμέν τι καινότερον. Καὶ γὰρ παιδείαν ὄντως νέαν καὶ καινὴν ἤνεγκεν ὁ κύριός μου εἰς τὸν κόσμον, ἵνα πᾶσαν ἐξαλείψῃ κοσμικὴν παίδευσιν.

Λέγουσιν οἱ φιλόσοφοι· Τίς ἐστιν ὃν λέγεις κύριός σου; Λέγει ὁ Φίλιππος ὅτι Ὁ κύριός μού ἐστιν Ἰησοῦς ὁ ἐν οὐρανοῖς. Οἳ δὲ εἶπον αὐτῷ· Δεῖξον ἡμῖν αὐτὸν ἐν συνέσει χωρὶς φθόνου, ἵνα καὶ ἡμεῖς πιστεύσωμεν. Ὁ δὲ Φίλιππος εἶπεν ὅτι Ὃν μέλλω γνωρίζειν ὑμῖν κύριον ὑπεράνω ἐστὶν παντὸς ὀνόματος ὅπερ οὐκ ἔστιν ἄλλο. τοῦτο δὲ μόνον λέγω ὅτι καθὼς εἰρήκατέ μοι Μὴ φθονήσῃς ἡμῖν, μὴ γένοιτό μοι φθονῆσαι ὑμῖν· ἀλλὰ μᾶλλον ἐν μεγάλῃ ἀγαλλιάσει καὶ ἐν μεγάλῃ χαρᾷ ἀποκαλύψαι ὑμῖν ἔχω τὸ ὄνομα ἐκεῖνο· ἄλλο γὰρ ἔργον οὐκ ἔχω ἐν τούτῳ τῷ κόσμῳ εἰ μὴ τὸ τοιοῦτον κήρυγμα. ὅτε γὰρ ἦλθεν ὁ κύριός μου εἰς τοῦτον τὸν κόσμον, ἐξελέξατο ἡμᾶς ὄντας τὸν ἀριθμὸν δώδεκα, πληρώσας ἡμᾶς πνεύματος ἁγίου ἀπὸ τοῦ φωτὸς αὐτοῦ ἐποίησεν ἡμᾶς γνωρίζειν αὐτὸν τίς ἐστιν, καὶ ἐνετείλατο ἡμῖν εὐαγγελίζεσθαι πᾶσι τὴν παρ᾽ αὐτοῦ σωτηρίαν, ὅτι οὐκ ἔστιν ἕτερον ὄνομα ὀνομασθὲν ἐξ οὐρανοῦ εἰ μὴ τοῦτο. διὰ τοῦτο ἦλθον ἐγὼ πρὸς ὑμᾶς πληροφορῆσαι ὑμᾶς οὐκ ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν ἀποδείξει θαυμασίων ἔργων ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ταῦτα δὲ ὅτε ηκουσαν οἱ φιλόσοφοι, λέγουσιν τῷ Φιλίππῳ ὅτι Τοῦτο τὸ ὄνομα τὸ ἀκουσθὲν ἐν ἡμῖν νῦν παρὰ σοῦ οὐδέποτε εὕραμεν ἐν ταῖς βίβλοις τῶν πατέρων ἡμῶν· νῦν οὖν πῶς δυνάμεθα γνῶναι περὶ τῶν ῥημάτων σου; Ἔτι δὲ προσθέντες λέγουσιν αὐτῷ ὅτι Ἔασον ἡμᾶς τρεῖς ἡμέρας, ἵνα συμβουλευσώμεθα μετ᾽ ἀλλήλων περὶ τοῦ ὀνόματος τούτου. οὐ γὰρ μικρῶς εἰς τοῦτο κεκινήμεθα ἀποστῆναι ἀπὸ τῆς πατρικῆς ἡμῶν δεισιδαιμονίας. Λέγει οὖν αὐτοῖς ὁ Φίλιππος· Βουλεύσασθε ὡς θέλετε· οὐ γὰρ δόλιον πρᾶγμά ἐστιν.

Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.

Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν.

Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις.

Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ.

Ταῦτα ἀκούσας ὁ Ἀνανίας εἶπεν τῷ Φιλίππῳ· Ἀποκρι θήσομαι τοῖς πᾶσιν. Καὶ εἶπεν ὁ Φίλιππος· Λάλησον. Λέγει ὁ ἀρχιερεύς· Ὦ ἄνδρες τῆς Ἑλλάδος, οὗτος ὁ Φίλιππος πιστεύει εἰς ἄνθρωπον καλούμενον Ἰησοῦν, ὃς ἐγεννήθη ἐν ἡμῖν, ὃς καὶ ἐδίδαξεν τὴν αἵρεσιν ταύτην, καὶ τὸν νόμον καὶ τὸν ναὸν κατέλυσεν, καὶ τὸν καθαρισμὸν τὸν διὰ Μωσέως κατήργησεν καὶ τὰ σάββατα καὶ τὰς νεομηνίας, Ὅτι φησὶν οὐκ εἰσὶν ὑπὸ θεοῦ τεταγμέναι. Καὶ ὡς εἴδομεν ὅτι τὸν νόμον οὗτος καταλύει, ἐπαναστάντες ἐσταυρώσαμεν αὐτόν, ἵνα μὴ πληθυνθῇ ἡ διδαχὴ αὐτοῦ· ἐστράτευσεν γὰρ ὑπ᾽ αὐτῶν πλήθη πολλά, καὶ ἔδωκεν μαρτυρίαν οὐ καλήν, ἐσθίειν τε πάντα ἁπλῶς καὶ συμμιγεῖς εἶναι μετὰ τῶν ἐθνῶν. καὶ τοῦτον παραδόντες ἐφονεύσαμεν καὶ κατεθάψαμεν αὐτὸν ἐν μνημείῳ· οὗτοι δὲ οἱ μαθηταὶ αὐτοῦ κλέψαντες αὐτὸν διεκήρυξαν πανταχοῦ ὅτι ἠγέρθη ἐκ τῶν νεκρῶν, καὶ ἐπλάνησαν πολὺ πλῆθος, ὁμολογήσαντες αὐτὸν εἶναι ἐκ δεξιῶν τοῦ θεοῦ ἐν οὐρανοῖς ἀλλὰ δὲ καὶ αὐτοὶ οὗτοι τὴν περιτομὴν ἔχοντες ὡς καὶ ἡμεῖς· οὓς καὶ ἐδιώξαμεν, ἐπειδὴ πολλὰς δυνάμεις ἤρξαντο ποιεῖν ἐν Ἰερουσαλὴμ διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ· καὶ ἐκβληθέντες ἐξ Ἰερουσαλὴμ περιέρχονται τὴν οἰκουμένην καὶ πάντας ἀπατῶσιν ἐν τῇ μαγείᾳ ἐκείνου τοῦ Ἰησοῦ, ὡς καὶ νῦν οὗτος ὁ Φίλιππος ἦλθεν πρὸς ὑμᾶς τῇ αὐτῇ τέχνῃ ἀπατῆσαι ὑμᾶς. ἀλλ᾽ ἐγὼ τοῦτον μεθ᾽ ἑαυτοῦ ἀποφέρω εἰς Ἱερουσαλήμ, ὅτι καὶ ζητεῖ αὐτὸν ὁ Ἀρχέλαος ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι αὐτόν.

Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.

Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.

Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων.

Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.

Ἔτι δὲ ταῦτα βοῶντος τοῦ Φιλίππου ἐξαίφνης ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ ἐφάνη ὁ Ἰησοῦς κατελθὼν ἐν τιμιωτάτῃ δόξῃ καὶ ἀστραπῇ, καὶ τὸ πρόσωπον αὐτοῦ ἑπταπλάσιον λάμπον ὑπὲρ τὸν ἥλιον, καὶ τὰ ἱμάτια αὐτοῦ λευκότερα χιόνος, ὡς καὶ πάντα τὰ εἴδωλα τῶν Ἀθηνῶν πεσεῖν ἐξαίφνης ἐπὶ τὴν γῆν καὶ ὅλα συντριβῆναι· ἔφυγον δὲ καὶ οἱ ἐν αὐτοῖς δαίμονες οἰκοῦντες ἐκβοῶντες· Ἰδοὺ καὶ ἡμεῖς φεύγομεν διὰ τὸν ἐπιφανέντα τῇ πόλει Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Εἶτα λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἀκούεις τῶν δαιμόνων ἐκβοώντων διὰ τὸν ὀφθέντα, καὶ ἀπιστεῖς πρὸς τὸν παρόντα ὅτι αὐτὸς κύριος τῶν πάντων; Λέγει ὁ ἀρχιερεύς· Ἐγὼ οὐκ ἔχω ἄλλον θεὸν ἢ τὸν ἐν τῇ ἐρήμῳ δόντα τὸ μάννα.

Ἀνερχομένου δὲ τοῦ Ἰησοῦ εἰς τὸν οὐρανὸν ἐγένετο σεισμὸς μέγας σφόδρα, ὥστε σχισθῆναι τὸν τόπον ἐφ᾽ ὃν εἱστήκεισαν· καὶ δραμόντες οἱ ὄχλοι ἔκειντο πρὸς τοὺς πόδας τοῦ ἀποστόλου κράζοντες· Ἐλέησον ἡμᾶς ὦ θεοῦ ἄνθρωπε. Ὁμοίως καὶ οἱ πεντακόσιοι ἄνδρες ἔκραξαν καὶ αὐτοὶ πάλιν· Ἐλέησον ἡμᾶς ὦ Φίλιππε, ἵνα σὲ ἴδωμεν καὶ διὰ σοῦ τὸν φωστῆρα τῆς ζωῆς Ἰησοῦν· ὅτι ἐλέγομεν τούτῳ τῷ ἀπίστῳ ἀρχιερεῖ ὅτι Ἄνθρωποι ἁμαρτωλοὶ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.

Τότε λέγει ὁ Φίλιππος· Οὐκ ἔστιν φθόνος ἐν ἡμῖν, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἀναβλέψαι ὑμᾶς ποιήσει · πρότερον δὲ ὑμῶν τὸν ἀρχιερέα ἀναβλέψαι ποιήσω, ὅπως ἐπὶ τούτῳ πλέον ὑμεῖς πιστεύσητε. Καὶ φωνὴ ἐξ οὐρανοῦ ἠνέχθη τῷ Φιλίππῳ· Φίλιππε υἱὲ ποτὲ βροντῆς, νῦν δὲ πρᾳότητος, εἴ τι ἂν αἰτήσῃ τὸν πατέρα μου, ποιήσει σοι. Καὶ πᾶς ὁ ὄχλος ἔκθαμβος ἦν ἐπὶ τῇ φωνῇ· τὸ γὰρ ἦχος αὐτῆς μεῖζον βροντῆς ἐγένετο. Τότε λέγει ὁ Φίλιππος τῷ ἀρχιερεῖ· Ἐν τῷ ὀνόματι τῆς δυνάμεως τῆς φωνῆς τοῦ κυρίου μου Ἰησοῦ ἀνάβλεψον Ἀνανία. Καὶ εὐθέως ἀνέβλεψεν, καὶ περιβλεψάμενος εἶπεν· Ὤ φησιν τί ἐστιν τὸ τῆς μαγείας τοῦ Ἰησοῦ; ὅτι οὗτος ὁ Φίλιππος ἐν ὀλίγῳ με ἐτύφλωσεν, καὶ πάλιν ἐν ὀλίγῳ ἀναβλέψαι με ἐποίησεν. Τί οὖν; ἔφη ὁ Φίλιππος, πιστεύεις εἰς τὸν Ἰησοῦν; Λέγει ὁ ἀρχιερεύς· Μὴ γὰρ δύνασαί με μαγεῦσαι καὶ πεῖσαι; Οἱ δὲ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ, ἀκούσαντες ὅτι ὁ ἀρχιερεὺς αὐτῶν ἀναβλέψας ἔτι ἀπιστεῖ, ἔλεγον τοῖς παρεστῶσιν δεηθῆναι τοῦ Φιλίππου ὅπως αὐτοὺς ἀναβλέψαι ποιήσῃ, Ἵνα τὸν ἄπιστον ἀρχιερέα τοῦτον ἀνέλωμεν.

Εἶπεν δὲ ὁ Φίλιππος· Μὴ κακοῖς ἀμύνεσθε. Καὶ λέγει τῷ ἀρχιερεῖ· Σημεῖον ἐπὶ σοὶ ἔσται τι μέγα. Λέγει πρὸς τὸν Φίλιππον· Οἶδα ὅτι φαρμακὸς εἶ καὶ τοῦ Ἰησοῦ μαθητής· οὐ μαγεύεις με. Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν Ἰησοῦν· Ζαβαρθάν, σαβαθαβάτ, βραμανούχ, ταχὺ ἐλθέ. Καὶ εὐθὺς ἡ γῆ ἐσχίσθη κατὰ τὸ μέρος τοῦ Ἀνανίου καὶ κάτεπιεν αὐτὸν μέχρι γονάτων. Καὶ ἔκραξεν Ἀνανίας· ῍Ω μεγάλη τῆς ἀληθοῦς μαγγανείας, ὅτι τὴν γῆν ἔσχισεν, ἀπειλήσαντος αὐτὴν ἑβραϊστί τε ἐνορκισαμένου τοῦ Φιλίππου, καὶ συνέχει με μέχρι γονάτων, καὶ ἐκ τῶν πτερνῶν εἰς τὰ κάτω τινὲς ὥσπερ ὄγκινοι καθέλκουσίν με, ἵνα πιστεύσω τῷ Φιλίππῳ. ἀλλ᾽ οὐ δύναταί με πεῖσαι· ἀπὸ γὰρ τῆς Ἰερουσαλὴμ ἐγὼ ἐπίσταμαι τὰς μαγείας αὐτοῦ.

Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.

Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.

Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,

ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.

Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.

Οἱ δὲ ὄχλοι ταῦτα θεασάμενοι ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ ἐλέγξας τὴν ἀπιστίαν τοὺ ἀρχιερέως καὶ τὸν δαίμονα τοῦ νεανίσκου ἀπελάσας καὶ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Οἱ δὲ πεντακόσιοι ἰδόντες τὸν ἀρχιερέα βυθισθέντα εἰς τὴν ἄβυσσον καὶ τὰ ἄλλα θαυμάσια ἐδεήθησαν τοῦ Φιλίππου, καὶ ἔδωκεν αὐτοῖς τὴν ἐν Χριστῷ σφραγῖδα. Ἐπέμεινεν δὲ ὁ Φίλιππος εἰς τὰς Ἀθήνας ἔτη δύο, καὶ κατασκευάσας ἐκκλησίαν κατέστησεν ἐπίσκοπον καὶ πρεσβύτερον, καὶ οὕτως ἀπῆλθεν κατὰ τὴν Παρθίαν εὐαγγελιζόμενος τὸν Χριστόν.

Πρᾶξις τρίτη πραχθεῖσα κατὰ τὴν Παρθίαν ὑπο Φιλίππου τοῦ ἀποστόλου.

Ἡνίκα δὲ Φίλιππος ὁ τοῦ Χριστοῦ ἀπόστολος κατῆλθεν εἰς τὴν ἀρχὴν τῆς Παρθίας, καὶ ἰδοὺ εὗρεν ἔν τινι πόλει τὸν τοῦ Χριστοῦ ἀπόστολον Πέτρον μετὰ καὶ ἑτέρων τῶν σὺν αὐτῷ μαθητῶν καὶ γυναικῶν τινων αἵτινες ἐμιμήσαντο τὴν πίστιν τὴν ἀρρενικήν. καὶ εἶπεν Φίλιππος τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ· Δέομαι ὑμῶν τῶν εἰληφότων τὸν στέφανον τοῦ Χριστοῦ ἐν τῇ ἀποστολικῇ τάξει, ἐνδυναμώσατε κἀμέ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι καὶ συναριθμηθῶ ἐν τῇ δόξῃ ὑμῶν ἐν τοῖς οὐρανοῖς. ὑμεῖς ἐφανερώσατε τὴν ἑαυτῶν σπουδὴν κατὰ τὴν δύναμιν ὑμῶν· εὔξασθε οὖν καὶ νῦν ὑπὲρ ἐμοῦ, ἵνα ἀπελθὼν εὐαγγελίσωμαι, ὅπως συναριθμηθῶ ἐν τοῖς τετελεκόσι τὴν ἑαυτῶν δύναμιν.

Ταῦτα δὲ τοῦ Φιλίππου εἰπόντος ἔκλιναν τὰ γόνατα ὑπὲρ αὐτοῦ πρὸς τὸν κύριον, ὥστε χαρῆναι πάντας ἐπ᾽ αὐτῷ, ὅτι οὕτως ἐζήτησεν ὁ Φίλιππος τελειῶσαι τὴν ἀποστολὴν αὐτοῦ καὶ τὴν διακονίαν.

Ἦν δὲ ἐκεῖ καὶ ὁ μακάριος Ἰωάννης, καὶ λέγει τῷ Φιλίππῳ· Ἀδελφέ μου καὶ συναπόστολε, εἰ καὶ μακρὰν ἔχεις τὴν ἀποδημίαν, γνώριζε ὅτι καὶ ὁ ἀδελφὸς Ἀνδρέας ἐπορεύθη εἰς τὴν Ἀχαίαν καὶ ὅλην τὴν Θρᾴκην, καὶ ὁ Θωμᾶς εἰς τὴν Ἰνδικὴν καὶ εἰς τοὺς σαρκοφάγους παλαμναίους, καὶ ὁ Ματθαῖος εἰς τοὺς τρωγλοδύτας καὶ ἀνηλεεῖς· ἡ γὰρ φύσις αὐτῶν ἐστιν ἠγριωμένη· καὶ ὁ κύριος ἐστι μετ᾽ αὐτῶν. καὶ σὺ οὖν Φίλιππε μὴ ῥᾳθυμήσῃς· Ἰησοῦς γὰρ μετὰ σοῦ ἐστιν. Καὶ ἐπευξάμενοι αὐτὸν καὶ ἀσπασάμενοι ἀπέλυσαν εἰς τὸ κήρυγμα.

Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.

Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.

Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.

Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.

Πρᾶξις δ´ περὶ τῆς θυγατρὸς Νικοκλείδους ἧς ἰάσατο ἐν Ἀζώτῳ.

Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.

Ὡς οὖν ταῦτα ἔλεγον, κατέλαβεν ἡ ἐσπέρα, καὶ πάντες ἐπορεύοντο εἰς τοὺς οἴκους αὐτῶν. ὁ οὖν Φίλιππος ἐζήτησεν οἶκον καταπαύσεως, καὶ μικρὸν ἀποστὰς τοῦ τόπου οὗ ἦν ἑστηκὼς ἦλθεν εἰς οἰκητήριον ἐν ᾧ ὑπῆρχον ἀποθῆκαι ὑπομνηματογράφου τινὸς Νικοκλείδους ὀνόματι, φίλου τοῦ βασιλέως, ἐν αἷς καὶ κατέλυον ξένοι πλείονες.

Ὁ δὲ Φίλιππος εἰσελθὼν ἔστη ἐν μιᾷ γωνίᾳ τοῦ οἴκου εἰς προσευχήν, λέγων μετὰ μικρᾶς φωνῆς· Κύριέ μου Ἰησοῦ Χριστέ, γενηθήτω σου τὸ θέλημα καὶ ἐν τῷ τόπῳ τούτῳ, καὶ δώρησαι πᾶσι τοῖς πιστεύουσι τῷ σῷ ὀνόματι ῥῶσιν ψυχῆς καὶ ἴασιν σώματος· σὺ γὰρ γινώσκεις τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως ὡς ποιήσας αὐτήν.

Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.

Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.

Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.

Ὁ δὲ Φίλιππος ἰδὼν παρεμυθεῖτο αὐτήν τε καὶ τὸν πατέρα αὐτῆς, διδάσκων αὐτοὺς καὶ παραδιδοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ὅτι Αὐτός ἐστι μόνος μονογενὴς ὁ τοῦ ἐπουρανίου θεοῦ υἱός, ὅνπερ ἐὰν πιστεύσητε, ὅλους τους αἰῶνας ζήσεσθε. Καὶ λέγει Χαριτίνη τῷ ἀποστόλῳ· Παρακαλῶ οὖν σε δοῦλε τοῦ θεοῦ, θεράπευσόν μου τὴν ὀδύνην, καὶ τελεία ἔσομαί σοι δούλη. Λέγει αὐτῇ ὁ Φίλιππος· Ἀνάστα καὶ ἔνεγκαι τὴν δεξιάν σου χεῖρα διὰ τοῦ προσώπου σου λέγουσα· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἰαθήτω ἡ πληγὴ τοῦ ὀφθαλμοῦ μου. Ἐποίησεν δὲ καθὼς εἶπεν αὐτῇ, καὶ παραχρῆμα ἰάθη ἐν αὐτῇ τῇ ὥρᾳ.

Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.

Πρᾶξις ε´ γεναμένη ἐν πόλει Νικάτηρα καὶ περὶ τοῦ Ἱερέως.

Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς.

Καὶ ἐν τῷ τὸν Φίλιππον ἀνιέναι ἐν τῇ πόλει σὺν τοῖς μετ᾽ αὐτοῦ, ἐκινήθη ἡ πόλις ὅλη, ὅτι ἦλθεν Φίλιππος ὁ μαθητὴς τοῦ Ἰησοῦ, καὶ ἐταράχθησαν λέγοντες· Τί ποιοῦμεν περὶ αὐτοῦ; ὅτι ἐὰν συγχωρήσωμεν αὐτῷ πᾶσα ἡ πόλις αὐτῷ ἀκολουθήσει· καὶ οὐ μικρὸν πρᾶγμα ἐὰν οὗτος ὧδε οἰκήσῃ, ὅτι ἠκούσαμεν αὐτὸν πολλὰ πεποιηκέναι σημεῖα εἰς τὰς ἄλλας πόλεις, καὶ οὐδεὶς ἠδυνήθη κακῶσαι αὐτόν. ἡ δὲ διδασκαλία αὐτοῦ ἐστι διαχωρίζουσα ἄνδρας καὶ γυναῖκας, λέγων ὅτι Ἡ ἁγνεία φησὶν ὁμιλεῖ τῷ θεῷ. Καὶ διδάσκει πιστεύειν εἰς ὄνομά τινος Ἰησοῦ. νῦν οὖν, ἐπειδὴ οὔπω εὗρεν ἐν τῇ πόλει ἡμῶν οἴκησιν, ἐκβάλλωμεν αὐτὸν πρὶν κηρύξει, καὶ τὰς γυναῖκας ἡμῶν ὑπ᾽ αὐτοῦ ἀπατηθῆναι.

Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.

Ἦν δὲ ὁ Ἴρεος πλούσιος ἐν αὐτοῖς· ἠρέμα δὲ βουλόμενος διασκορπίσαι τὴν βουλὴν αὐτῶν ταῦτα ἔλεγεν· ἦν γὰρ συνετὸς καὶ ἀγαθὸς καὶ μισῶν ἄδικα· διὸ οὐδεὶς ἐτόλμησεν ἀντ ειπεῖν αὐτῷ. ἀναχωρήσας δὲ ὁ Ἴρεος ἀπὸ τῆς συστροφῆς αὐτῶν ἀπῆλθεν πρὸς τὸν Φίλιππον, καὶ δέδωκεν αὐτὸν τὸ χαῖρε πρῶτος. καὶ ὁ Φίλιππος εἶπεν αὐτῷ· Κεχαριτωμένος σὺ ἐν εἰρήνῃ Χριστοῦ, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ ψυχῇ σου. Καὶ εἶπεν ὁ Ἴρεος· Ἀκολουθήσω σοι, καὶ τί ἄρα ἔσται μοι; Καὶ ὁ Φίλιππος· Ὅτι ὅλως ἔθου ἐν τῇ καρδίᾳ σου ζητῆσαι τὴν ὄντως ζωήν, λέγω σοι· σωθήσῃ σὺ καὶ ἡ οἰκία σου καὶ πάντες οἱ σὺν σοί· καὶ καθὼς ἠγωνίσω σὺ ὑπὲρ ἐμοῦ ἐν τῷ ὄχλῳ, ὁ κύριος Ἰησοῦς δώσει σοι ἀνάπαυσιν ἐν τῇ ἐσχάτῃ σου πνοῇ.

Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.

Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον·  Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.

Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου.

Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.

Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν.

Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ.

Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων.

Ἰδόντες δὲ τοῦτο οἱ ἄρχοντες καὶ τὸ πλῆθος ἐταράχθησαν ἅπαντες, καὶ ἔλεγον· Ἴδε πῶς ὁ μάγος ἀκολουθεῖ τῷ Ἰρέῳ· ἀλλὰ μὴ συγχωρήσωμεν. Καὶ ὡς ἔφθασεν ὁ Ἴρεος πρὸς τὸν πυλῶνα τῆς οἰκίας ἐβόησεν· Ἀνοίξατε τῷ ἀνθρώπῳ τοῦ θεοῦ. Καὶ ὁ θυρωρὸς ταχέως ἤνοιξεν, καὶ εἰσελθὼν ὁ Φίλιππος σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Ἔδραμεν δὲ ὁ Ἴρεος ὅπου ἡ γυνὴ αὐτοῦ ἦν ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ εἶπεν αὐτῇ· Ἀνάστα, ἴδε τὴν χαρὰν ἡμῶν τῆν εἰσελθοῦσαν ἐν τῇ οἰκίᾳ ἡμῶν σήμερον· ἔκδυσαι δὲ ταῦτα τὰ ἱμάτια τὰ διάχρυσα, καὶ βάλε τὰ κοσμοῦντά σε εἰς ἀφθαρσίαν. Ἣ δὲ μετὰ θυμοῦ εἶπεν αὐτῷ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· οὐδὲ γὰρ οἱ ἐκ τῆς οἰκίας μου εἶδόν ποτε τὸ πρόσωπόν μου ἁπλῶς· καὶ πῶς ξένῳ ἀνθρώπῳ ὀφθήσομαι;

Καὶ ὡς οὐκ ἐβούλετο ἐξελθεῖν, ἐκέλευσεν ὁ Ἴρεος τοῖς ἑαυτοῦ δούλοις βαστάσαι καθέδρας ποικίλας καὶ κεκοσμημένας ἐκ χρυσοῦ, καὶ θεῖναι πρὸ τοῦ πυλῶνος, ὅπως ὁ Φίλιππος καθίσῃ καὶ οἱ σὺν αὐτῷ. ὡς δὲ εἶδεν ὁ Φίλιππος, εἶπεν τοῖς οἰκέταις· Ἄρατε αὐτάς, οὐ γὰρ ἐπ᾽ αὐταῖς καθίσομεν. Καὶ ὁ Ἴρεος Μή μέ φησι διδάσκαλε λύπει. Καὶ ὁ Φίλιππος Ἐγώ φησιν οὐ λυπῶ οὐδένα, ἀλλὰ πάντας ἀναπαύω· περὶ χρυσοῦ δὲ καὶ ἀργύρου ὅλως οὐκ ἔστι μοι χρεία, ὅτι ταῦτα μάταια, καὶ πυρὶ ἀναλωθήσονται. καὶ τί ὄφελος ἀνθρώπῳ ὅτι κοσμεῖ ἑαυτὸν ἱματισμῷ καὶ χρυσῷ, τῆς ψυχῆς αὐτοῦ μελλούσης ἐν πυρὶ χειμάζεσθαι; ἢ τί ὄφελος ὡραιότης; ὅτι φθείρεται κάλλος καὶ ὁ ἐν τῷ κόσμῳ πλοῦτος οὐχ ὑπάρξει.

Εἶπεν δὲ ὁ Ἴρεος· Ἆρα ζήσομαι; ὅτι ἐν ὀδύνῃ καρδίας εἰμὶ ἐφ᾽ οἷς πρότερον ἥμαρτον. Λέγει ὁ Φίλιππος· Μὴ φοβηθῇς, μηδὲ διψυχήσῃς· δύναται γὰρ ὁ Ἰησοῦς, ἐὰν καὶ σὺ μετανοήσῃς ἐκ ψυχῆς, ἀφιέναι σου τὰς ἁμαρτίας ἅσπερ ἐν ἀγνοίᾳ ἐποίησας. τί δὲ καὶ ἡ γυνή σου ἡ φοροῦσι νῦν τὰ διάχρυσα καὶ ὑπὸ κοιτῶνος οὖσα; οὐχὶ εἶπέν σοι ὅτι Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ ἐξελεύσομαι εἰς πρόσωπον ἀνθρώπου ξένου; Ὡς δὲ ἤκουσεν ταῦτα ὁ Ἴρεος, ἀνέστη μετὰ σπουδῆς, καὶ ἦλθε πρὸς τὴν ἑαυτοῦ γυναῖκα λέγων· Ἕως πότε ἡ τοσαύτη περὶ σέ ἐστι λήθη; ἀνάστα καὶ θέασαι ἀληθῶς θεοῦ ἄνθρωπον, ὅτι τοὺς λόγους οὓς εἰς ἑαυτοὺς ἐλαλήσαμεν καὶ πάντα τὰ ἐν κρυπτῷ ἀνήγγειλέν μοι. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ μέγα ὅτι ἀνήγγειλέν σοι τὰ ῥήματά μου; ὕπαγε, μή με ἀπάτα· τὰ δὲ περὶ σεαυτοῦ ποίει ὡς θέλεις. Καὶ πάλιν φησὶ πρὸς αὐτόν· Τί οὖν ποιήσομεν τοὺς υἱοὺς ἡμῶν ἢ τὰς θυγατέρας ἡμῶν ἢ τοὺς δούλους, καὶ περὶ τῶν ὑπαρχόντων ἡμῶν, εἰ ὅλως εἴπῃ ἡμῖν ὁ ξένος ὅτι Ἐὰν μὴ καταλείψητε τὸν πλοῦτον, οὐ δύνασθε σωθῆναι; Τί ποιήσομεν καὶ ὅτι τοὺς δύο υἱοὺς ἡμῶν ἐμνηστευσάμεθα κατὰ τὴν ἡμετέραν ὁμοιότητα; καὶ ἐὰν μαθητεύσωμεν τῷ ξένῳ, τί ἔσται;

Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.

Καὶ εὐθὺς ἀνέστη, καὶ ἐξεδύσατο τὰ ἱμάτια τὰ διάχρυσα, καὶ ἐνεδύσατο ἔνδυμα ταπεινὸν αὐτή τε καὶ ἡ θυγάτηρ αὐτῆς, καὶ ἐξῆλθον ἐκ τοῦ κοιτῶνος. ὁ δὲ Ἴρεος προεπορεύετο ἀγαλλιῶν· ἦν δὲ ἡ καταστολὴ αὐτῶν εὐπρεπὴς καὶ οὐδὲν ἦν ἀκατακάλυπτον τοῦ σώματος αὐτῶν, εἰ μὴ τάχα μόνον οἱ ὀφθαλμοί. καὶ λέγει ὁ Ἴρεος· Δεῦτε, μὴ διστάσητε. Ὡς οὖν ἦλθον πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ Φίλιππον, καὶ εἶδον αὐτὸν ὡς μέγα τι φῶς, καὶ τοὺς μαθητὰς κύκλῳ αὐτοῦ, οὐκ ἴσχυσαν ἐγγίσαι αὐτῳ· καὶ ὁ Ἴρεος δὲ ἐφοβήθη τὸν Φίλιππον, πῶς οὕτως μετεμόρφωσεν ἑαυτόν. καὶ πεσόντες ἐπί πρόσωπον ἔκλαιον λέγοντες· Ἵλεως ἡμῖν γενοῦ. Καὶ ἐσαλεύθη πᾶσα ἡ οἰκἰα διὰ τὸν φόβον τὸν ἐπελθόντα ἐπ᾽αὐτούς.

Ὅτε δὲ ἔγνω ὁ Φίλιππος ὅτι οὐ δύνανται ὑποφέρειν τὸ βάρος τοῦ φωτός, ἐμνήσθη τοῦ Ἰησοῦ, καὶ ἐγένετο πάλιν ἐν τῇ εἰκόνι τῇ πρώτῃ καὶ εἶπεν ὁ Φίλιππος· Ἀνάστητε καὶ μὴ φοβεῖσθε. Καὶ ὡς ἀνέστησαν, εἶπεν ἡ Νερκέλα τῷ Φιλίππῳ· Μακαρία εἰμὶ εἰ ἔσομαι ἀξία ἵνα οἰκήσῃς ἐν τῇ οἰκἰᾳ μου· οὐαὶ γάρ, οὐαὶ τῇ ἀπιστίᾳ μου. μὴ οὖν λογίσῃ τὰ ἐλθόντα ἐν τῇ καρδίᾳ μου καὶ τοὺς κρυφίους μου περὶ σοῦ λόγους· ὅτι οὐκ ἐγίνωσκον τίς εἶ. Ὁ δὲ Ἴρεος ἦν εὐφραινόμενος ἐπὶ τοῖς ῥήμασιν αὐτῆς, καὶ ὅτι ἡ θυγάτηρ αὐτοῦ, ὡς εἶδεν τὴν μητέρα αὐτῆς κλαίουσαν, καὶ αὐτῆς τὰ δάκρυα ἔρευσαν ἐπὶ τὰς παρειὰς αὐτῆς. ὁμοίως δὲ καὶ οἱ δοῦλοι καὶ αἱ δουλίδες ἐθροήθησαν ἐπὶ τῇ τοσαύτῃ ὀπτασίᾳ.

Ὁ δὲ Φίλιππος τῇ Νερκέλᾳ ἔφη· Εἰ Θέλεις ζῆσαι γύναι τὴν αἰώνιον καὶ μακαρίαν ζωήν, καταφρονήσασα τοῦ παντὸς βίου καὶ τοῦ κάλλους σου;´Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Ὅσα ἐὰν κελεύῃς ποιήσω ἵνα γένηταί μοι σωτηρία. Ὡσαύτως καὶ ἡ θυγάτηρ εἶπεν· Δέομαί σου ἄνθρωπε τοῦ θεοῦ, κἀγὼ θέλω σωθῆναι. Εἶπεν δὲ ὁ Φίλιππος· Ἐφ᾽ ὅσον καὶ σὺ καταλιμπάνεις τὸ κάλλος τοῦ σώματός σου, σωθήσῃ.

Ἤρξατο οὖν διδάσκειν αὐτοὺς τὰ περὶ πίστεως καὶ τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ κατηχήσας αὐτοὺς καὶ πάντας τοὺς τοῦ οἴκου ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐμείναμεν δὲ ἐν τῷ οἴκῳ αὐτῶν μῆνα ἡμερῶν, διδασκόμενοι καὶ ὁδηγούμενοι ὑπὸ Φιλίππου εἰς τὴν ἀληθινὴν γνῶσιν· καὶ συνέτρεχον πλήθη πολλὰ καθ᾽ ἑκάστην ὑπ᾽ αὐτοῦ διδασκόμενοι, καὶ ἐπίστευον μεγαλυνόμενοι ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ, θεραπευόμενοι οἱ τὰς νόσους ἔχοντες· καὶ τὰ ἀκάθαρτα πνεύματα ἔφυγον· καὶ πάντες ἔλεγον· Εὐλογητὸς ὁ Φιλίππου θεός, ὅτι τῇ ἰδίᾳ αὐτοῦ εὐσπλαγχνίᾳ ἠθέλησεν ἡμᾶς σῷσαι· αὐτῷ αἰνοῦμεν καὶ δοξάζομεν εἰς αἰῶνας αἰώνων. ἀμήν.

Πρᾶξις ϛ´ ἐν Νικάτηρα πόλει τῆς Ἑλλάδος.

Ὄντος δὲ τοῦ Φιλίππου ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου, καὶ τῶν ἀδελφῶν πάντων συνηγμένων, ἐκινήθησαν πάντες οἱ ὄντες Ἰουδαῖοι καὶ παρασεβόμενοι ἐν τῇ πόλει πάντες κατὰ τοῦ Ἰρέου, ὅτι ἦν ὁ Φίλιππος ἐν τῇ οἰκίᾳ αὐτοῦ, λέγοντες ὅτι Οὐ μικρὰ φροντὶς ἡμῖν ἐστι καὶ ὀδύνη ὅτι ὁ μάγος ὁ λεγόμενος Φίλιππος ἐν τῇ οἰκίᾳ ἐστὶ τοῦ Ἰρέου, καὶ ὅτι δἰ αὐτοῦ πολλοὺς ἀπατᾷ. Καὶ ἦν ἡ στάσις πολλὴ ὅτι ὁ Ἴρεος ἐπίστευσεν τῷ Χριστῷ πανοικί, καὶ ἔλεγον· Εἰ τάχιον ἔγνωμεν, ἐδιώξαμεν ἂν τὸν μάγον, ἢ καὶ ἐκλείσαμεν τὰς πύλας τῆς πόλεως, καὶ οὐκ ἂν εἰσῆλθεν ὁ φαρμακός· ἀλλὰ πέμψωμεν πρὸς τὸν Ἴρεον ἄνδρας τινὰς κατὰ τὴν ἀξίαν αὐτοῦ, καὶ ἢ ἀποστήσει ἑαυτὸν τῆς τοῦ ξένου ἀπάτης, ἢ προσαγάγῃ αὐτὸν ἐν τῷ δημοσίῳ.

Καὶ προσκαλεσάμενοι τῶν πρωτίστων ἄνδρας ἑπτὰ παρεκάλεσαν ἀπελθεῖν, εἰπόντες· Εἴπατε τῷ Ἰρέῳ· πᾶσα πόλις προσδέχεταί σε. Καὶ ἀπελθόντες ἔστησαν πρὸ τοῦ πυλῶνος, καὶ οὐδεὶς αὐτῶν ἐτόλμησεν καλέσαι διὰ τὸ πλῆθος τῶν μαθητῶν. καὶ ἐξελθοῦσά τις παιδίσκη καὶ · ἰδοῦσα αὐτοὺς εἶπεν· Τίνα ζητεῖτε ὦ ἄνδρες, καὶ τίνος ἕνεκεν στήκετε πρὸ τῶν ἡμετέρων πυλῶν; Οἳ δὲ οὐκ ἔδωκαν αὐτῇ ἀπόκρισιν. καὶ εἰσδραμοῦσα μετὰ σπουδῆς, κλείσασά τε τοὺς πυλῶνας, προσελθοῦσα τῷ Ἰρέῳ λέγει· Ὧ δέσποτα, ἑπτὰ ἄνδρες ἵστανται πρὸ τοῦ πυλῶνος, καὶ τὰ πρόσωπα αὐτῶν γέμει πονηρίας καὶ ἀδικίας. Καὶ ἀναστὰς ἐξῆλθε, καὶ θεασάμενος αὐτοὺς ἐμειδίασεν. εἶπαν δὲ πρὸς αὐτόν· Χαίροις ὁ μέγας καὶ πρῶτος τῆς πόλεως. Καὶ εἶπεν ὁ Ἴρεος· Τίνος ἕνεκεν ἤλθετε; ἢ νομίζετέ με μεταστῆσαι ἀπὸ τοῦ ἁγίου ἀνδρός; τί οὕτως στήκετε ἐν πονηρίᾳ; Καὶ εἶπαν αἰτῷ· Ἡ πᾶσα σχεδὸν πόλις ἀπέσταλκεν ἡμᾶς, καὶ εἰ θέλεις ἐλθέ. Καὶ ἠκολούθησεν αὐτοῖς ὁ Ἴρεος.

Ὡς δὲ εἶδον αὐτὸν οἱ καθεζόμενοι ἄρχοντες, ἀνέστησαν καὶ ἐξεπλάγησαν ὅτι οὐκ ἦν ἠμφιεσμένος ὡς πρώην, καὶ ὅτι οὔτε μετὰ ὀψικίου καὶ ὄχλου, ἀλλὰ δύο δοῦλοι μόνον ἠκολούθουν αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν Ὀνήσιμος πρῶτος εἶπεν μετὰ τὸ καθεσθῆναι αὐτούς· Οἶδα ὅτι οὐκ ἰσχύω λαλήσαί σοι, ἀλλά, παρακαλῶ, φθέγξαι ἡμῖν διὰ τί οὕτως ἀπησύχασας πανοικὶ μετὰ τοῦ ξένου καὶ μάγου τοῦ καλουμένου Φιλίππου; μή τι καινότερον ἀκούσας ἠπατήθης ὑπὸ τοῦ ξένου; νῦν οὖν παράδος ἡμῖν αὐτόν, ἵνα καὶ σὺ σωθῇς καὶ ἡ οἰκία σου, ὅτι πᾶσα ἡ πόλις κατὰ σοῦ στασιάζει. μὴ οὖν ἡμᾶς ἀπαξιώσῃ, ἀλλὰ ἀποκρίθητι ἡμῖν κἂν ἓν ῥῆμα, ὅτι καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ πόλις σοῦ ἕνεκεν συνῆλθον.

Καὶ ὁ Ἴρεος ἀπεκρίθη· Ἵνα τί ἐγὼ σήμερον ὑφ᾽ ἡμῶν ἀνακρίνομαι ἕνεκεν τοῦ δικαίου ἀνδρός; ἀπόστητε ἀπ᾽ αὐτοῦ, καὶ τὴν ταραχὴν ὑμῶν παύσασθε, μή ποτε ἀγανακτήσας ὁ τοῦ θεοῦ ἄνθρωπος ἐπικαλέσηται τὸν ἴδιον θεόν, καὶ πάντας ὑμᾶς πυρὶ κατακαύσει.

Οἱ δὲ ἄρχοντες καὶ τὰ πλήθη ἔκραξαν· Οὐ πείθεις ἡμᾶς τὸν ξένον εἶναι ἐν τῇ πόλει ἡμῶν. οὔτε γὰρ ἀνεχόμεθα τῆς διδαχῆς αὐτοῦ· ἔχομεν γὰρ ἡμετέρους θεοὺς ἰσχυροὺς ὑπὲρ τοῦ θεοῦ αὐτοῦ. Οἱ δὲ Ἰουδαῖοι μεῖζον ἔκραζον· Ἄρατε τὴν ἄδικον ταύτην καὶ ξένην διδαχὴν τῆς πόλεως ἡμῶν. Ἰδὼν οὖν ὁ Ἴρεος ὅτι οὐ δύναται ἀνατρέψαι τὰ πλήθη, ἀνεχώρησεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐμβλέψας ὁ Φίλιππος τῷ Ἰρέῳ λέγει· Μή τι ἐφοβήθης περὶ τῶν στασιαζόντων; Καί φησιν ὁ Ἴρεος· Οὐκ ἐπιστραφήσομαι εἰς τὰ ὀπίσω, εἰ καὶ δέοι ἀποθανεῖν με.

Καὶ ὡς ἦν ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου ὁ Φίλιππος, λαβόντες ξύλα οἱ ὄχλοι καὶ οἱ ἄρχοντες τῆς πόλεως παρεγένοντο μετὰ θυμοῦ καὶ ἔκραξαν λέγοντες· Δὸς ἡμῖν τὸν πλάνον, ἐξάγαγε τὸν μάγον, μὴ καὶ σὺ καὶ ὁ οἶκός σου καὶ τὰ τέκνα καὶ οἱ παῖδες καὶ ὁ μάγος μετὰ τῶν αὐτοῦ μαθητῶν πυρίκαυστοι γενήσεσθε· πᾶσα ἡ πόλις βοᾷ.

Ὡς δὲ ἔγνω ὁ Φίλιππος ὅτι ταράσσειν μέλλουσι τὴν οἰκίαν ἕνεκεν αὐτοῦ, ἀνοίξας τὸν πυλῶνα ἐξῆλθεν ἅμα τοῖς σὺν αὐτῷ· συνεξῆλθεν δὲ καὶ ὁ Ἴρεος. καὶ πᾶς ὁ ὄχλος ἰδόντες τὸν Φίλιππον ἔκραξεν· Ἰδού, οὗτός ἐστιν ὁ μάγος ἀποκτείνωμεν αὐτόν. Προσέταξεν δὲ ὁ Ἴρεος ἱκανοὺς δούλους ἀκολουθεῖν τῷ Φιλίππω, ἵνα μὴ ἀδικήσωσιν αὐτὸν ἐν τῇ μωρίᾳ αὐτῶν. ἁρπάσαντες οὖν οἱ ὄχλοι τὸν Φίλιππον ἤγαγον εἰς τὸ βουλευτήριον, ἵνα μαστίξωσιν αὐτὸν· οἱ δὲ ὄχλοι ἔκραζον· Δήσατε τοῦ πλάνου τὰς χεῖρας καὶ τοὺς πόδας ἰσχυρῶς, καὶ οὕτως μαστίξατε.

Θεασάμενος δὲ ὁ Ἴρεος τὴν ὀργὴν αὐτῶν ἀνέδραμεν ἐπὶ τοὺς ἀναβαθμοὺς τοῦ βουλευτηρίου, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· Οὐ πλήξετε τὸν ἄνδρα ἄνευ αἰτίας· ταῦτα γὰρ ὁ Καῖσαρ ἀκούσει. Ὡς δὲ εἶδον οἱ ὄχλοι τὸν Ἴρεον οὕτως ἑστῶτα, ἠγανάκτησαν λέγοντες· Μὴ ἀκούσωμεν τοῦ Ἰρέου, ἀλλ᾽ ὅπερ τολμῶμεν ποιήσωμεν. Καὶ προσῆλθον τῷ Φιλίππῳ τοῦ μαστίζειν, ὁ δὲ Ἴρεος κατελθὼν ἀπέσπασεν ἀπ᾽ αὐτῶν τὸν Φίλιππον, καὶ κρατῶν αὐτὸν τῆς χειρὸς εἶπεν· Ἰδοὺ πάντες λέγετε ὅτι μάγος ἐστὶν οὗτος· ἐλέγξατε τὰς μαγείας αὐτοῦ. Εἶτα ἀνέκραξαν ὅτι Καινὸν καὶ ξένον ἄκουσμα ἤγαγεν ἡμῖν, Ἁγνοὶ λέγων μείνατε, καὶ ζήσεσθε, καὶ ἔσεσθε ὡς φωστῆρες ἐν οὐρανῷ· Καὶ τὸν ἐσταυρωμένον λέγει θεόν.

Ἀκούσας δὲ ταῦτα ὁ Φίλιππος εἶπεν· Οἶδα ὅτι ἐὰν θελήσω οὐ μαστίζετέ με· τῇ γὰρ δυνάμει τοῦ ἐσταυρωμένου πατάξω ὑμᾶς πάντας τυφλώσει. Εἷς οὖν ἐξ αὐτῶν ὀνόματι Ἀρίσταρχος, υἱὸς Πληγενοῦς, μέγας ὢν ἐν τοῖς Ἰουδαίοις, ἐνώπιον πάντων λέγει τῷ Φιλίππῳ· Μὴ σπεῦδε ἡμᾶς ὦ Φίλιππε τυφλῶσαι· οἶδα γὰρ ὅτι δύνασαι. ἀλλὰ συζητήσωμεν διὰ λόγων περὶ τοῦ Ἰησοῦ· πεῖθον ἡμῖν ὁ λόγος· καὶ μὴ τῇ μαγείᾳ σου θέλε ἡμᾶς ἐκτυφλοῖν. καὶ γαρ ἐγὼ μέγας εἰμὶ ἐν τοῖς Ἰουδαίοις, καὶ ἐὰν ἐπιτρέψω, ἄρτι λιθάσωσί σε καὶ τοὺς μετὰ σέ.

Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.

Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν.

Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.

Σπλαγχνισθεὶς οὖν ὁ Φίλιππος προέτρεψεν τῷ Ἰρέῳ λέγων· Πρόσελθε καὶ ἐπίθες τὴν δεξιάν σου χεῖρα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ σήμανον αὐτῷ τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ ἰαθήσεται. Ὁ δὲ Ἴρεος προσελθὼν αὐτῷ εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ γενοῦ ὑγιής. Καὶ εὐθέως ἰαθεὶς ἔκθαμβος ἐγένετο, καὶ δραμὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Οἶδα Φίλιππε ὅτι ὅσα θέλεις δύνασαι· τοῦτο γὰρ καὶ προεῖπόν σοι· πλὴν οὖν διὰ τὴν ἀπιστίαν ἐμοῦ καὶ τοῦ συμπαρόντος πλήθους ἀνάσχου μοι τὸν λόγον, ὅτι ἀκριβῶς θέλω συζητῆσαι ἐκ τῶν γραφῶν τὰ περὶ τοῦ Ἰησοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. ἀλλα᾽ ὁρκίζω σε μὴ πάλιν ἐμβριμησάμενος ἐπιθήσῃς μοι ὀδύνας. Καὶ ὄχλοι εἶπον· Ἀξιοῦμέν σε Φίλιππε, μὴ ὀργισθῇς ἐλεγχόμενος, μηδὲ πάλιν δειλιάσῃς περὶ τὴν διδασκαλίαν σου· ἀκούσαντες γὰρ ἡμεῖς τὰ παρ᾽ ἀμφοτέρων κριταὶ ἀληθείας ἐσόμεθα, καὶ ἐὰν νικήσῃς, πάντες πιστεύσομεν τῷ διὰ σοῦ κηρυττομένῳ Χριστῷ.

Ὁ δὲ Φίλιππος μειδιάσας εἶπεν πρὸς τὸν Ἁρίσταρχον· Εἰ θέλεις, εἰπὲ πρῶτος. Τότε ὁ Ἀρίσταρχος λέγει τῷ Φιλίππῳ· Λαμβάνεις τὰς προφητικὰς γραφὰς ἢ οὒ; Καὶ ὁ Φίλιππος· Διὰ τὴν ἀπιστίαν ὑμῶν χρεία προφητῶν. Καί φησιν ὁ Ἰουδαῖος· Ἀγνοεῖς Φίλιππε ὅτι γέγραπται· Τίς ἐξηγήσεται τὰς ἀρετάς σου ὁ θεός; Καὶ ὅτι Οὐδείς ποτε δύναται γνῶναι τὴν δόξαν σου; Καὶ ὅτι Ἡ δόξα σου ἐπλήρωσε τὴν γῆν; Καὶ ὅτι Κύριος κριτὴς ζώντων καὶ νεκρῶν; Καὶ ὅτι Ὁ θεός φησι πῦρ καταναλίσκον καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ; Καὶ ὅτι Εἷς θεὸς ἐποίησε ταῦτα πάντας; Πῶς οὖν λέγεις Φίλιππε ὅτι ἀφθάρτως ἐγέννησεν ἡ Μαρία τὸν Ἰησοῦν, καὶ ἔστι θεός; καὶ πῶς ἐσταυρώθη, καὶ πῶς ἀγωνίζῃ σὺ περὶ αὐτοῦ, εἰ θεός; ἀλλὰ πάντως ἐλέγξεις με ὅτι οὗτός ἐστι δύναμις θεοῦ καὶ θεοῦ σοφία, ὃς συμπαρῆν τῷ θεῷ ὅτε καὶ τὸν κόσμον ἐποίησε. τοῦτο γὰρ οὐκ ἀρνοῦμαι, ὡς εἶπεν ἡ πρώτη γραφή· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν· ἐὰν γὰρ αὐτὰ σιωπήσω, ἐλέγξεις με.

Ὁ δὲ Φίλιππος μειδιάσας ἐν ἀγαλλιάσει εἶπεν εἰς ὅλον τὸν ὄχλον· Ἀκούσατέ μου, καὶ γίνεσθε κριταὶ τῆς ἀληθείας· ὁ γὰρ προφήτης Ἡσαίας περὶ τοῦ Χριστοῦ λέγει· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, εἰς ὃν ηὐδόκησα· θήσω τὸ πνεῦμα ἐπ᾽ αὐτόν. Καὶ περὶ τοῦ σταυροῦ αὐτοῦ εἴρηται· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Καὶ πάλιν· Τὸν νῶτόν μου ἡτοίμασα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἄλλος· Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπιζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Ὁ δὲ Δαυὶδ περὶ αὐτοῦ φησιν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Καὶ περὶ τῆς ἀναστάσεως αὐτοῦ καὶ περὶ τοῦ Ἰούδα λέγει· Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ θεῷ αὐτοῦ. Καὶ πάλιν ὁ Δαυίδ· Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὁ δὲ Δαυὶδ ἐτελεύτησε, καὶ τὸ μνῆμα αὐτοῦ οἴδαμεν· ταῦτα δὲ πάντα εἴρηται περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως. λάβε καὶ ἐκ τῶν δώδεκα προφητῶν· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι ἐπιβεβηκὼς ἐπὶ πῶλον νέον. Καὶ ἕτερος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Καὶ ὁ πᾶς χορὸς τῶν προφητῶν καὶ πάντες οἱ πατριάρχαι περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἐκήρυξαν.

Καὶ ὁ Ἀρίσταρχος πάλιν εἶπεν· Οὗτος Ἰησοῦς Χριστὸς λέγεται. οἶδα γὰρ ὅτι Ἡσαίας χριστὸν εἴρηκεν· Τάδε λέγει κύριος τῷ χριστῷ μου κυρίῳ, καὶ οὐκ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι· ἐπὶ σὲ ἔθνη ἐλπιοῦσιν. Οἱ δὲ Ἰουδαῖοι ἐμάχοντο τῷ Ἀριστάρχῳ Ὅτι φησὶν σὺ μᾶλλον ὑπέμνησας τὰ περὶ τοῦ Χριστοῦ γεγραμμένα. Καὶ πᾶς ὁ ὄχλος ἔλεγεν· πρὸς ταῦτα ἀντιφιλονεικῶμεν τῷ Φιλίππῳ; Καὶ οἱ τῆς πόλεως ἄρχοντες ἔλεγον· Πάντως ὁ θεὸς ἤγαγεν τὸν Φίλιππον εἰς τὴν πόλιν ἡμῶν, ἵνα δι᾽ αὐτοῦ μάθωμεν ὅτι οἱ θεοὶ ἡμῶν εἴδωλα κωφὰ καὶ τυφλὰ καὶ ἀναίσθητά εἰσιν. ἀλλὰ καὶ ὁ Ἰουδαῖος ὁ συζητήσας αὐτῷ μᾶλλον ἐφανέρωσεν τὴν ἀποκεκρυμμένην δόξαν ἐν τοῖς προφήταις περὶ τοῦ Χριστοῦ· διὸ δοκιμάσαντες τοὺς ἀμφοτέρων λόγους, καὶ ἰδόντες ὅτι διὰ πάντων ἀσφαλὼς ἐφανερώθη ὁ Χριστός, παρακαλέσωμεν τὸν Φίλιππον ἵνα ἐν τῇ πόλει ἡμῶν τὸν πάντα χρόνον οἰκήσῃ εἰς ἡμετέραν σωτηρίαν.

Ὁ δὲ Ἴρεος ἦν ἐν ἀγαλλιάσει καρδίας ἐπὶ τοῖς ῥήμασι τοῦ Φιλίππου, ὁ δὲ Φίλιππος οὐ διελίμπανεν δοξάζων τὸν θεόν. ὡς δὲ οἱ ἄρχοντες τῆς πόλεως διέκρινον τὰ ῥήματα τοῦ τε ἀποστόλου καὶ τοῦ Ἰουδαίου, ἰδοὺ εἰσήχθη κλίνη ἐφ᾽ ᾗ ἐπέκειτό τις νεκρός,μονογενὴς υἱὸς τῷ πατρὶ καὶ τῇ μητρὶ ὑπάρχων, πλούσιος σφόδρα· ἦσαν δὲ καὶ τῇ κλίνῃ προσέγγιστα δοῦλοι δέκα, οἳ καὶ ἔμελλον συγκατακαίεσθαι τῷ νεκρῷ. οἱ δὲ ἄρχοντες τῆς πόλεως καὶ πᾶς ὁ ὄχλος καταμαθόντες ὅτι ἀληθῶς ἐστι νεκρὸς ἔκραξαν· Νῦν ὄντως μέγας ἐστὶν ἀγὼν τῶν χριστιανῶν· εἰ γάρ τίς ἐστιν ἐν αὐτῷ θεός, ἀναστήσει αὐτόν, καὶ πάντες πιστεύσομεν εἰς αὐτόν· ἀλλὰ καὶ αὐτοὺς τοὺς ναοὺς μετὰ τῶν εἰδώλων κατακαύσομεν.

Ὡς οὖν ταῦτα οὕτως διελογίζοντο, οἱ γονεῖς ἔκλαιον. σπλαγχνισθεὶς δὲ ὁ Φίλιππος εἶπεν τῷ πατρὶ τοῦ παιδὸς καὶ τῇ μητρί· Τί ποιήσητε ἐὰν τὸν υἱὸν ὑμῶν ἀναστήσω; Λέγουσιν αὐτῷ· Ὅπερ ἐὰν θέλῃς ποιήσομεν. Οἱ δὲ μέλλοντες κατακαίεσθαι δοῦλοι διένευον τῷ ἀποστόλῳ μνησθῆναι αὐτῶν· νόμος γάρ τις ἄνομος ἦν ἐν αὐτοῖς, ὅταν γάρ τις ἐκ τῶν πλουσίων ἐτελεύτα, σὺν αὐτῷ καὶ δούλους καὶ δουλίδας κατακαίεσθαι· καὶ ἄλλα τινὰ χείρονα ἔπραττον, οἱ πολλοὶ δὲ αὐτῶν καὶ τὰς ἰδίας γυναῖκας συνανῄρουν.

Εἶπεν οὖν ὁ Φίλιππος· Τοὺς δούλους τούτους δότε μοι. Οἱ δὲ γονεῖς εἶπον· Ἄλλους πλείους μετ᾽ αὐτῶν καὶ ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν δώσομέν σοι, καὶ πρὸς τούτοις πιστεύσομεν καὶ τῷ θεῷ σου, ὅτι θεὸς μόνος, δυνατὸς ὢν καὶ νεκροὺς ἀνιστᾶν Προσέταξεν δὲ ὁ Φίλιππος τῷ ὄχλῳ ἀποστῆναι τῆς κλίνης, συνέθλιβον γὰρ ἀλλήλους· εἶπεν δὲ ὁ Φίλιππος πρὸς τὸν Ἀρίσταρχον· Ἄγε δὴ ὦ Ἰουδαῖε, ἰδοὺ ὅτι νεκρὸς κεῖται· εἰ οὖν τι δύνασαι, ἔγειρον αὐτόν. Καὶ ὑπὸ πάντων ἀναγκασθεὶς ὁ Ἀρίσταρχος μόλις προσῆλθεν τῷ νεκρῷ, καὶ ἥπτετο εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ πολλὰ ἐνέπτυσεν αὐτόν, καὶ ἔσυρεν αὐτὸν ἀπὸ τῆς χειρός· καὶ οὐκ ἦν φωνὴ οὐδὲ ἀκρόασις τῷ νεκρῷ. καὶ ὡς οὐδὲν ἴσχυσεν, ἔκραξαν οἱ ὄχλοι· Ἄρατε τὸν Ἰουδαῖον ἐκ τοῦ μέσου. Καὶ ἀπέστη αἰσχυνόμενος. ὁ Ἴρεος θαρσοποιηθεὶς εἶπεν· Ὦ ἄνδρες Ἰουδαῖοι οἱ ἐναντιούμενοι τῷ θεῷ διὰ παντός, ἐτολμήσατε βλασφημῆσαι λέγοντες ὅτι Μάγος ἐστὶν ὁ Φίλιππος· Εἰ μὴ ἦν φιλάνθρωπος καὶ ἀγαθὸς ὁ ἐν αὐτῷ θεός, ἄρα ἂν ἐθανατώθητε σὺν αὐτῷ.

Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν.

Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν;

Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,

καὶ τῇ ἕωθεν ἤρξατο ὁ Φίλιππος κατηχεῖν καὶ βαπτίζειν εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ λαβὼν τὸν Ἴρεον καὶ τοὺς πρώτους τῆς πόλεως περιῄει καταλύων τὰ ἱερὰ τῶν εἰδώλων καὶ ἀνοικοδομῶν ἐκκλησίας ἱεράς, χειροτονῶν πρεσβυτέρους καὶ κληρικούς, καὶ κανόνας ἐκθέμενος αὐτοὺς καὶ τύπους εἰς δόξαν Χριστοῦ, ἐμεγαλύνοντο καὶ ἐκρατύνοντο τῇ πίστει.

Πρᾶξις ζ´ περὶ Νερκέλλας Ἰρέου εἰς Νικάτηραν.

Νερκέλλα δὲ ἡ τοῦ Ἰρέου γυνὴ καὶ ἡ θυγάτηρ αὐτῆς 'Aρτεμήλα ἐχάρησαν ἐπὶ τῷ Φιλίππῳ, καὶ παρεκάλουν αὐτὸν εὐλογῆσαι αὐτάς. καὶ λέγει ὁ Φίλιππος· Ἰδοὺ τὸ αἴτημα ὑμῶν δίδωσιν ὑμῖν Ἰησοῦς Χριστός, καὶ εὐλογία ἐν ταῖς ψυχαῖς ὑμῶν.

Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς.

Μόνοι δὲ οἱ Ἰουδαῖοι ἦσαν ζηλοῦντες, ἔλεγον δὲ εἰς ἑαυτοὺς ὅτι Οὐδεμίαν πρόφασιν ἔχομεν τοῦ κωλῦσαι αὐτοὺς διὰ τὰ θαυμάσια τοῦ Φιλίππου· ἀλλ᾽ ἀποστῶμεν, μή τι κακὸν πάθωμεν ὑπ᾽ αὐτοῦ, ὡς καὶ ὁ Ἀρίσταρχος ἐπλήγη, καὶ δεηθέντων ἡμῶν ἰάσατο αὐτόν. ἀναχωρήσωμεν οὖν ἀπ᾽ αὐτῶν· δόξα γὰρ θεοῦ ἐστιν ἀληθῶς ἐπ᾽ αὐτούς.

Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ Φίλιππος εἰς τὴν οἰκοδομὴν καὶ ἠγαλλιάσατο · ἄπαντες δὲ οἱ πιστεύσαντες ἀπήρχοντο πρὸς αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐδιδάσκοντο ὑπ᾽ αὐτοῦ. ἔλεγεν δὲ αὐτοῖς· Ἀδελφοί μου, θέλω ἵνα ἡ εὐωδία ὑμῶν τῆς πίστεως γένηται ἐν παντὶ τόπῳ κατάδηλος· ἐξάρατε οὖν ἀφ᾽ ὑμῶν πᾶσαν κακίαν καὶ πᾶσαν πονηρίαν καὶ ἀδικίαν καὶ ζῆλον καὶ ἔριν καὶ φθόνον καὶ φιλονεικίαν, ἵνα εὑρεθῆτε πραεῖς ἐν τῇ πίστει, καὶ ἐν τοῖς ἀγαθοῖς ἔργοις δόκιμοι. γινώσκω γὰρ ὅτι οὐ μὴ ἐκπέσητε τῆς ἐλπίδος τοῦ Χριστοῦ; καὶ οὐκ ἐγκαταλείψει ὑμᾶς εἰς τοὺς αἰῶνας· αὐτὸς γὰρ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν ἐνώπιον αὐτοῦ.

Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ἐκράτησεν τὸν Ἴρεον, καὶ κατέστησεν αὐτὸν ἐπίσκοπον, καὶ ἐστήριξεν αὐτὸν ἐφ᾽ οἷς ἤκουσεν καὶ ἐφ᾽ ἅπασιν οἷς ἐθεάσατο. καὶ εἶπεν αὐτῷ ὁ Φίλιππος· Εἰρήνη ἐπὶ σὲ ἡ δοθεῖσα ἡμῖν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἔλεος. Καὶ ἐπεφώνησαν ἅπαντες οἱ ἀδελφοί· Ἄξιος, ἄξιος, ἄξιος. Καὶ ἐπηύξατο ὁ Φίλιππος τῷ Ἰρέῳ, ἵνα γένηται πρᾳότης ἐν αὐτῷ, καὶ ἵνα δυνηθῇ ποιμᾶναι τοὺς ἀδελφοὺς ἐν πίστει, καὶ πᾶν αἴτημα ἀγαθὸν ὃ ἐὰν αἰτήσηται παρὰ τοῦ θεοῦ δοθήσεται. καὶ στραφεὶς εἶπεν τοῖς ἀδελφοῖς· Ὑμεῖς οὖν τέκνα δουλεύσατε αὐτῷ ἐν ὑποταγῇ, φανεροῦντες ἐνώπιον αὐτοῦ ὡς πατρὶ τοὺς λογισμούς. καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἔστω μεθ᾽ ὑμῶν πάντοτε· ἐγὼ γὰρ πορεύομαι.

Ὡς δὲ ταῦτα ἤκουσαν οἱ ἀδελφοὶ ἐστέναξαν καὶ ἔκλαυσαν σφόδρα, ὅτι εἶπεν αὐτοῖς Πορεύομαι· Οὐ γὰρ ἤθελον αὐτὸν ἀπ᾽ αὐτῶν ἀπελθεῖν. λέγει αὐτοῖς ὁ Φίλιππος· Μὴ ὀδυνᾶσθε τῇ καρδίᾳ· ὥσπερ γὰρ ὁ κύριος ἡμῶν ᾠκονόμησεν ἐλθεῖν με πρὸς ὑμᾶς, οὕτως καὶ εἰς ἄλλας πόλεις ἀπέρχομαι, ἵνα πληρώσω τὸ θέλημα τοῦ Χριστοῦ· ὁ δὲ κύριος ἔσται μεθ᾽ ὑμῶν.

Καὶ ταῦτα εἰπὼν ηὔξατο μετ᾽ αὐτῶν, καὶ ἠσπάσατο πάντας, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτῶν, καὶ οἱ μαθηταὶ αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ πολὺ πλῆθος, ὡς γεμίσαι καμήλους ἄρτους καὶ διάφορα βρώματα· καὶ ἐπὶ σταδίοις εἴκοσι ἦσαν ἀκολουθοῦντες. καὶ λέγει αὐτοῖς· Ἵνα τί σκύλλεσθε; Οἳ δὲ εἶπον· Ἕως οὗ ἴδωμεν τὸ πλοῖον ἐν ᾧ ἐπιβῆναι μέλλεις ἀκολουθήσομέν σοι. Καὶ λέγει αὐτοῖς· Μακρόθεν ἐστίν. Ἔλαβεν δὲ μόνον ἄρτους ε´ , ἐπονομάσας τὸν Ἰησοῦν, καὶ προσέταξεν αὐτοὺς ἐπανακάμψαι εἰς τὴν πόλιν αὐτῶν μετὰ τῶν καμήλων καὶ τῆς πολλῆς αὐτῶν ἑτοιμασίας. καί φησι· Πορεύεσθε ἐν εἰρήνῃ, καὶ προσεύχεσθε περὶ ἐμοῦ πρὸς τὸν Χριστόν, ἵνα κατευθύνῃ τὴν ὁδόν μου ἐνώπιον αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἡ δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἔσται μεθ᾽ ὑμῶν εἰς αἰῶνας. Καὶ πεσόντες πάντες ἐπὶ πρόσωπον προσεκύνησαν τρίτον τῷ ἀποστόλῳ· ὁρμήσαντος δὲ τοῦ ἀποστόλου τὴν ἑαυτοῦ ὁδὸν ἔπεσον πάλιν ἅπαντες ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν, ἕως οὗ ἀπέδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· κείμενοι δὲ ἐπὶ τοῦ ἐδάφους ἐβόων· Εὐλόγησον ἡμᾶς διδάσκαλε καὶ ὁδηγὲ τῶν ψυχῶν ἡμῶν. Καὶ ὅτε ἀπεδήμησεν ὥστε μὴ ὁρᾶσθαι αὐτὸν ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, ἀναστάντες ἐπορεύοντο εἰς τὰ οἰκεῖα κλαίοντες καὶ ὑπομιμνησκόμενοι τῆς καλλίστης καὶ γλυκείας διδαχῆς τοῦ ἀποστόλου Χριστοῦ Φιλίππου, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δοξάζοντες.

Πρᾶξις η´ , ὅπου ὁ ἔριφος καὶ ὁ λεόπαρδος ἐν τῇ ἐρήμῳ ἐπίστευσαν.

Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;

Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ.

Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.

Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν.

Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος.

Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν· καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου.

Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.

Μετὰ δὲ τοὺς λόγους τούτους πεσόντες εἰς τὴν γῆν ἐπὶ πρόσωπον ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος προσεκύνησαν τῷ Φιλίππῳ καὶ τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἐδόξασαν τὸν θεὸν οἱ ἀπόστολοι καὶ προσέταξαν ἵνα ὁ ἔριφος καὶ ὁ λεόπαρδος συμπορευθῶσι μετ᾽ αὐτῶν καὶ φθάσωσιν εἰς τὴν πόλιν ὅπου ἀπέρχονται καθὼς ἀπεκάλυψεν αὐτοῖς ὁ σωτήρ· καὶ ἐπορεύθησαν ἅμα αἰνοῦντες καὶ δοξάζοντες τὸν θεόν. ἀμήν.

Πρᾶξις θ´ περὶ τοῦ ἀναιρεθέντος δράκοντος.

(1) Ἐγένετο δὲ τῶν ἀποστόλων συμπορευομένων μετ᾽ ἀλλήλων, τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ λεοπάρδου καὶ τοῦ ἐρίφου, ἐπορεύθησαν ὁδὸν ἡμερῶν πέντε, καὶ μετὰ τὰς ἐν μεσονυκτίῳ προσευχὰς πρωΐας κατὰ τὴν ὁδὸν γενομένης ἰδοὺ ἐξαίφνης ἔπνευσεν ἄνεμος μέγας καὶ γνοφώδης, καὶ ἀπ᾽ αὐτοῦ τοῦ γνόφου ἐπέδραμεν ἐπὶ τοὺς δούλους τοῦ θεοῦ γνοφώδης δράκων μέγιστος, τὸν νῶτον ἔχων μεμελανωμένον, ἡ δὲ κοιλία αὐτοῦ ἄνθρακες χαλκοῦ ὄντες ἐν σπινθηρισμοῖς πυρός, τὸ σῶμα αὐτοῦ ἐκ τεταμένον ὑπὲρ πήχοις ρ´ · καὶ ἠκολούθει αὐτῷ πλῆθος ὄφεων καὶ πλῆθος ἐκγόνων τῶν ὄφεων· καὶ ἐκ πολλοῦ διαστήματος ὅλος ὁ τῆς ἐρημίας τόπος ἐσαλεύετο.

Ἰδὼν οὖν ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἄρτι χρεία ἡμῖν βοηθείας τῆς παρὰ τοῦ σωτῆρος· μνημονεύσωμεν τοῦ ῥήματος τοῦ Χριστοῦ ὃς ἐξαπέστειλεν ἡμᾶς καὶ εἶπεν· Μηδὲν φοβηθῆτε, μήτε διωγμόν, μήτε τοὺς ὄφεις τῆς χώρας ἐκείνης, μήτε τὸν ζοφερὸν δράκοντα. Στῶμεν οὖν ὥσπερ στῦλοι ἐστηριγμένοι ἐνώπιον τοῦ θεοῦ, καὶ καταργηθήσεται πᾶσα ἡ τοῦ ἐχθροῦ δύναμις, καὶ πεσεῖται ἡ ἀπειλὴ αὐτοῦ. εὐξώμεθα οὖν καὶ ῥαντίσωμεν ἐν τῷ ποτηρίῳ τὸν ἀέρα, καὶ ἠρεμήσει οὗτος ὁ ζοφερός, καὶ ὁ καπνὸς κατασταθήσεται.

Λαβόντες οὖν τὸ ἑαυτῶν ποτήριον ἐπηύξαντο οὕτως Σὺ εἶ ὁ δροσίζων πᾶσαν πυρὰν καὶ χαλινῶν σκότος καὶ βάλλων χαλινὸν εἰς τὸ στόμα τοῦ δράκοντος, ὁ καταργήσας αὐτοῦ τὴν ὀργήν, ὁ ἀποστρέψας εἰς τὰ ὀπίσω τὴν πονηρίαν τοῦ ἀλλοτρίου καὶ καταποντίσας αὐτὸν ἐν τῷ ἰδίῳ πυρί, ὁ κλείσας τὸν φωλεὸν αὐτοῦ καὶ ἀσφαλισάμενος τὰς ἐκβάσεις αὐτοῦ καὶ κολαφίζων τὴν ὑπερηφανίαν αὐτοῦ· ἐλθὲ μεθ᾽ ἡμῶν ἐν τῇ ἐρημίᾳ ταύτῃ· τρέχομεν γὰρ διὰ τὸ θέλημά σου καὶ διὰ τὸ σὸν πρόσταγμα.

Καὶ στραφεὶς ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Νῦν ἀναστάντες ἐπάρατε τὰς χεῖρας μετὰ τοῦ ποτηρίου τοῦ κρατουμένου ὑφ᾽ ὑμῶν, καὶ ῥαντίσατε ἐπὶ τὸν ἀέρα τὸ σημεῖον τοῦ σταυροῦ, καὶ ἴδητε τὴν δόξαν τοῦ δυνατοῦ.

Καὶ εὐθέως ἐγένετο ὡς ἀστραπὴ πυρός, καὶ κατετύφλωσε τὸν δράκοντα καὶ τοὺς ἐν αὐτῷ θῆρας. ἐξηράνθη δὲ παραχρῆμα καὶ ὁ δράκων καὶ οἱ ὄφεις, καὶ αἱ τοῦ φωτὸς ἀκτῖνες ἦλθον εἰς τὰς ὀπὰς τῶν φωλεῶν καὶ συνέτριψαν τὰ ᾠὰ τῶν ὄφεων. οἱ δὲ ἀπόστολοι συνεκάλυψαν τοὺς ὀφθαλμούς, μὴ δυνηθέντες ἀντιβλέψαι εἰς τὸ θαῦμα τὸ φανὲν τῆς ἀστραπῆς. καὶ οὕτως διῆλθον ἀβλαβεῖς τὴν ἑαυτῶν ὁδὸν πορευθέντες, αἰνοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀμήν.

Ἐκ τῶν περιόδων Φιλίππου τοῦ ἀποστόλου ἀπὸ πράξεως πεντεκαιδεκάτης μέχρι τέλους, ἐν αἷς τὸ μαρτύριον.

(1) Κατὰ τὸν καιρὸν ἐκεῖνον Τραϊανοῦ τοῦ βασιλέως παρειληφότος τὴν τῶν Ῥωμαίων ἀρχήν, μετὰ τὸ μαρτυρῆσαι ἐν ὀγδόῳ ἔτε τῆς βασιλείας αὐτοῦ Σίμωνα τὸν τοῦ Κλωπᾶ ἐπίσκοπον ὄντα Ἰεροσολύμων, δεύτερον γενόμενον ἐπίσκοπον μετὰ Ἰάκωβον τὸν χρηματίσαντα ἀδελφὸν τοῦ κυρίου τῆς ἐκεῖσε ἐκκλησίας, Φίλιππος ὁ ἀπόστολος διερχόμενος τὰς τῆς Λυδίας καὶ Ἀσίας πόλεις καὶ χώρας κατήγγελλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.

Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ.

Ἡ δὲ ἀδελφὴ τοῦ Φιλίππου Μαριάμνη καθεζομένη ἐν τῇ εἰσόδῳ τῆς οἰκίας τοῦ Στάχυος προσεῖχεν τοῖς προσερ χομένοις, πείθουσα αὐτοὺς ἐπακροᾶσθαι τῶν ἀποστόλων λεγόντων πρὸς αὐτούς· Ἀδελφοὶ ἡμῶν, υἱοὶ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμεῖς ἐστε τὸ πλοῦτος τὸ καλὸν καὶ ἡ ὕπαρξις τῆς ἄνω πόλεως, ἡ τερπνότης τοῦ κατοικητηρίου οὗ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

καταπατήσατε τὰς παγίδας τοῦ ἐχθροῦ, τὸν εἰλισσόμενον ὄφιν. στρεβλὴ γάρ ἐστιν ἡ ὁδὸς αὐτοῦ, ἐπειδὴ τοῦ πονηροῦ υἱός ἐστιν, καὶ ἔστιν ἐν αὐτῷ ἰὸς πονηρίας· πατὴρ δὲ αὐτοῦ ἐστιν ὁ διάβολος ὁ τοῦ θανάτου πρόξενος, μήτηρ δὲ αὐτοῦ ἡ φθορά· ὀργὴ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ὄλεθρος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἡ ὀδὸς αὐτοῦ ᾅδης. διὸ φεύγετε ἀπ᾽ αὐτοῦ, τοῦ μὴ ἔχοντος ὑπόστασιν, τοῦ ἀμόρφου, τοῦ μὴ ἔχοντος μορφὴν ἐν πάσῃ τῇ κτίσει, εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τῇ γῇ, εἴτε ἐν τοῖς πετεινοῖς εἴτε ἐν τοῖς κτήνεσιν. πάντα γὰρ ἀποστρέφονται τῆς μιορφῆς αὐτοῦ· καὶ γὰρ ἐν τοῖς κτήνεσιν καὶ πετεινοῖς τοῦ οὐρανοῦ ἔστιν ἡ γνῶσις αὐτοῦ ὅτι σύρει ὁ ὄφις τὴν κοιλίαν αὐτοῦ καὶ τὸ στῆθος· ἔστιν δὲ τὸ κατοικητήριον αὐτοῦ ὁ τάρταρος, καὶ ἐν τῷ σκότει βαδίζει, ἐπειδὴ οὐκ ἔχει παρρησίαν ἐν οὐδενί. φεύγετε οὖν ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ὁ ἰὸς αὐτοῦ ἐκχυθῇ ἐπὶ τὸ στόμα ὑμῶν.

γίνεσθε δὲ μᾶλλον πιστοί, σεμνοί, ἀγαθοεργεῖς, μὴ ἔχοντες δόλον. ἐξάρατε τὸ πονηρὸν σύστημα ἀφ᾽ ἑαυτῶν, τοῦτ᾽ ἔστιν τὰς κακίας ἐπιθυμίας, δι᾽ ὧν ἐγέννησεν ὁ ὄφις ὁ πονηρὸς δράκων ὁ ἀρχέκακος νομὴν ἀπωλείας καὶ θανάτου τῇ ψυχῇ, ἐπειδὴ ἡ τῶν κακῶν ἐπιθυμία πάσα ἐξ αὐτοῦ προελήλυθεν, καὶ αὕτη ἐστὶν ἡ ῥίζα τῆς ἀνομίας, τὸ σύστημα τῶν κακῶν, ὁ θάνατος τῶν ψυχῶν· ἡ γὰρ ἐπιθυμία τοῦ ἐχθροῦ ὁπλίζεται κατὰ τῶν πιστῶν, ἐξέρχεται δὲ ἀπὸ τοῦ σκότους καὶ πορεύεται ἐν τῷ σκότει, πολεμεῖν ἐπιχειροῦσα τοὺς ἐν τῷ φωτί. αὕτη γάρ ἐστιν ἡ τῆς πλεονεξίας ἀρχή.

διὸ ὑμεῖς οἱ θέλοντες πρὸς ἡμᾶς, μᾶλλον δὲ ὅτι ὁ θεὸς παρεγένετο δι᾽ ἡμῶν πρὸς ὑμᾶς ὡς πατὴρ πρὸς ἴδια τέκνα, θέλων ὑμᾶς ἐλεῆσαι καὶ ῥύσασθαι ὑμᾶς ἀπὸ τῆς πονηρᾶς παγίδος τοῦ ἐχθροῦ, φύγετε τὰς τοῦ ἐχθροῦ κακὰς ἐπιθυμίας καὶ τελείως ἐκβάλετε αὐτὰς ἐκ τοῦ νοὸς ὑμῶν, μισήσαντες φανερῶς τὸν πατέρα τῶν κακῶν, ἀγαπήσαντες δὲ Ἰησοῦν, ὅς ἐστιν φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ σωτὴρ πάντων τῶν αὐτὸν ποθούντων. πρὸς αὐτὸν οὖν προσδραμόντες κρατήσατε αὐτὸν ἐν τῇ ἀγάπῃ, ἵνα ἀναγάγῃ ὑμᾶς ἐκ τοῦ λάκκου τῶν κακῶν, καὶ καθαρίσας στήσῃ ὑμᾶς ἀμώμους ζῶντας ἐν ἀληθείᾳ ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ.

Ταῦτα δὲ πάντα ἔλεγεν ὁ Φίλιππος πρὸς τὰ συνελθόντα πλήθη διὰ τὸ ἐκ παλαιῶν τῶν χρόνων σέβειν αὐτοὺς τοὺς ὄφεις καὶ τὴν ἔχιδναν, ὧν καὶ εἰκόνας στήσαντες προσεκύνουν· διὸ καὶ Ὀφιορύμην ἐκάλουν τὴν Ἱεράπολιν. τούτῶν δὲ λεγομένων ὑπὸ τοῦ Φιλίππου, συμπαρόντων αὐτῷ Βαρθολομαίου καὶ Μαριάμνης καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τοῦ Στάχυος, ἐπηκροᾶτο πᾶς ὁ λαός, καὶ πολὺ πλῆθος ἐξ αὐτῶν ἀποφυγόντες ἀπὸ τοῦ ἐχθροῦ ἐπέστρεψαν ἐπὶ τὸν κύριον καὶ προσετέθησαν τῷ Φιλίππῳ καὶ τοῖς περὶ αὐτόν. οἱ δὲ πιστοὶ πλεῖον ἐστηρίχθησαν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ.

Νικανόρα δὲ ἡ γυνὴ τοῦ ἀνθυπάτου κλινήρης κατακειμένη ὑπὸ διαφόρων νοσημάτων, μάλιστα τῶν ὀφθαλμῶν, ἀκούσασα τὰ περὶ τοῦ ἀποστόλου Φιλίππου καὶ τοῦ κηρύγματος αὐτοῦ, ἐπίστευσεν ἐπὶ τὸν κύριον. ἦν γὰρ καὶ πάλαι ἀκούσασα περὶ αὐτοῦ, καὶ ἐπικαλεσαμένη τὸ ὄνομα αὐτοῦ ἀπηλλάγη τῶν συνεχόντων αὐτῇ πόνων. καὶ ἀναστᾶσα ἐξῆλθεν τῆς οἰκίας αὐτῆς διὰ τῆς πλαγίας θύρας, βασταζομένη ὑπὸ ἰδίων αὐτῆς δούλων ἐν φορείῳ ἀργυρέῳ, καὶ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, ὅπου ἦσαν οἱ ἀπόστολοι.

Καὶ ὅτε ἦλθεν ἔμπροσθεν τοῦ πυλῶνος τῆς οἰκίας, ἰδοῦσα αὐτὴν Μαριάμνη ἡ ἀδελφὴ Φιλίππου τοῦ ἀποστόλου, ἐλάλησεν φωνῇ ἑβραϊστὶ πρὸς αὐτὴν ἔμπροσθεν Φιλίππου καὶ Βαρθολομαίου καὶ παντὸς τοῦ πλήθους τῶν πεπιστευκότων λέγουσα· Ἀλικαμάν, ἰκασαμέ, μαρμαρί, ἰαχαμάν, μαστρανάν, ἀχαμάν· Ὅ ἐστιν Ὦ θυγάτηρ τοῦ πατρός, σὺ εἶ κυρία μου, σὺ ἐδόθης ἐνεχυρίασμα τῷ ὄφει· ἀλλ᾽ ἦλθεν Ἰησοῦς ὁ λυτρωτὴς ἡμῶν ῥύσασθαί σε δι᾽ ἡμῶν, διαρρῆξαι τοὺς δεσμούς σου καὶ τεμεῖν αὐτοὺς καὶ ἐκτῖλαι ἐκ σοῦ ἀπὸ τῆς ῥίζης αὐτῶν, ὅτι σὺ ἀδελφή μου εἶ· μία μήτηρ ἐγέννησεν ἡμᾶς διδύμους. ἐπελάθου τοῦ πατρός σου, ἐπελάθου τῆς τρίβου τῆς ἀγούσης σε εἰς κατοικητήριον τῆς μητρὸς σου, γεναμένη ἐν πλάνῃ· ἐγκατέλιπες τὸν ναὸν ἐκείνης τῆς ἀπάτης τῆς προσκαίρου δόξης, καὶ ἦλθες πρὸς ἡμᾶς φυγοῦσα τὸν ἐχθρόν, ὅτι αὐτός ἐστιν τὸ κατοικητήριον τοῦ θανάτου. ἰδοὺ δὴ ἦλθεν ὁ λυτρωτής σου ἵνα σε λυτρώσηται· ἀνέτειλέν σοι ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ἵνα σε φωτίσῃ.

Ὡς δὲ ταῦτα ἤκουσεν ἡ Νικανόρα ἑστῶσα πρὸ τῶν θυρῶν, ἐπαρρησιάσατο ἐνώπιον πάντων κράζουσα καὶ λέγουσα ὅτι Ἐγὼ Ἑβραία εἰμί, θυγάτηρ Ἑβραίων· λάλησον μετ᾽ ἐμοῦ ἐν τῇ διαλέκτῳ τῶν πατέρων μου. ἀκούσασα γὰρ τοῦ κηρύγματος τῶν πατέρων μου ἰάθην εὐθέως ἀπὸ τῆς νόσου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν. προσκυνῶ οὖν τὴν ἀγαθότητα τοῦ θεοῦ, ὅτι ἐποίησεν ὑμᾶς σκυλῆναι ἄχρι τῆς πόλεως ταύτης διὰ τὸν ἀληθινὸν αὐτοῦ λίθον τὸν ἔντιμον, ἵνα δι᾽ ὑμῶν δεξώμεθα τὴν γνῶσιν αὐτοῦ καὶ ζήσωμεν σὺν ὑμῖν πιστεύσαντες εἰς αὐτόν.

Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ.

Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί.

Ἣ δὲ ἀποκριθεῖσα λέγει αὐτῷ· Ὦ τύραννε, ἔκβαλε ἀπὸ σοῦ τὴν τυραννίδα σου ταύτην, ἐπιλάθου τῆς πονηρίας σου ταύτης, ἐγκατάλιπε τὸν βίον τοῦτον τὸν πρόσκαιρον, ἀπόθου τὸ θηριῶδες τῆς φαύλης σου γνώμης, φύγε τὸν δράκοντα τὸν πικρὸν καὶ τὰς ἐπιθυμίας αὐτοῦ, ῥῖψον ἀπὸ σοῦ τὰ ἔργα καὶ τὸ βέλος τοῦ ἀνθρωποκτόνου ὄφεως, παραίτησαι τὰς μυσαρὰς καὶ κακὰς θυσίας τῶν εἰδώλων, αἵτινές εἰσιν γεωργία τοῦ ἐχθροῦ, ὁ σκοτεινὸς φραγμός περιποίησαι δὲ ἑαυτῷ βίον σεμνὸν καὶ ἄρυπον, ἵνα γενόμενος ἐν ἁγιασμῷ δυνηθῇς γνῶναι τὸν ἰατρόν μου καὶ χωρῆσαι τὸ ὄνομα αὐτοῦ. ἐὰν οὖν θέλῃς παρὰ σοί με εἶναι, εὐτρέπισον σεαυτὸν μένειν ἐν ἁγνείᾳ καὶ ἐγκρατείᾳ καὶ ἐν φόβῳ τοῦ ἀληθινοῦ θεοὺ, καὶ συνοικήσω σοι τὸν ἅπαντα χρόνον· μόνον καθάρισον σεαυτὸν ἀπὸ τῶν εἰδώλων καὶ παντὸς ῥύπου αὐτῶν.

Ὡς δὲ ἤκουσεν τῶν λόγων αὐτῆς τούτων ὁ τύραννος, ὁ ἀνὴρ αὐτῆς, ἐπελάβετο τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς καὶ ἔσυρεν αὐτὴν λακτίζων αὐτὴν καὶ λέγων· Καλόν σοί ἐστιν ἀναιρεθῆναι ἐν ξίφει ἢ ὁρᾶσθαί σε παρ᾽ ἐμοῦ πορνεύουσαν μετὰ τῶν ξένων τούτων τῶν μάγων. ὁρῶ σε γὰρ ὅτι ἐγένου ἐν τῇ μανίᾳ τούτων τῶν πλάνων· σὲ οὖν πρῶτον ἀνελῶ κακῶς, καὶ τότε τούτων οὐ φεισάμενος κακῶς ἐνυβρίσας κακίστως ἀποκτενῶ. Καὶ στραφεὶς εἶπεν τοῖς περὶ αὐτόν· Ἐξαγάγετέ μοι τοὺς μάγους τοὺς ἐπιθέτας ἐκείνους. Εἰσδραμόντες δὲ οἱ δήμιοι εἰς τὴν οἰκίαν τοῦ Στάχυος καὶ κρατήσαντες τὸν ἀπόστολον Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔσυραν ἄγοντες αὐτοὺς ὅπου ἦν ὁ ἀνθύ πατος. ἠκολούθησεν δὲ καὶ ὁ πιστότατος Στάχυς καὶ πάντες οἱ πιστοί.

Ἰδὼν δὲ αὐτοὺς ὁ ἀνθύπατος ἔβρυξεν τοὺς ὀδόν τας αὐτοῦ λέγων· Βασανίσατε τοὺς μάγους τούτους τοὺς πλανήσαντας πολλὰς γυναῖκας καὶ ἄνδρας νέους τε καὶ νεάνιδας, λέγοντας ἑαυτοὺς θεοσεβεῖς εἶναι, βδέλυγμα ὄντες. Καὶ ἐκέλευσεν ἐνεχθῆναι ὠμοὺς ἱμάντας καὶ τύπτεσθαι τόν τε Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην· καὶ μετὰ τὸ μαστιχθῆναι αὐτοὺς τοῖς ἱμᾶσιν ἐκέλευσεν δεθῆναι τοὺς πόδας αὐτῶν καὶ σύρεσθαι αὐτοὺς διὰ τῶν πλατειῶν τῆς πόλεως ἕως τῆς πύλης τοῦ ἱεροῦ αὐτῶν. πολλοὶ δὲ ὄχλοι συνήχθησαν, ὡς σχεδὸν μὴ μεῖναί τινα εἰς οἰκίαν, καὶ ἦσαν πάντες θαυμάζοντες αὐτοὺς ἐπὶ τῇ ὑπομονῇ αὐτῶν, βιαίως καὶ ἀπανθρώπως συρομένων αὐτῶν.

Ὁ δὲ ἀνθύπατος βασανίσας τοὺς ἁγίους τοὺς ἀμφὶ τὸν ἀπόστολον Φίλιππον ἐκέλευσεν εἰσενεχθῆναι αὐτοὺς καὶ ἀσφαλισθῆναι εἰς τὸ ἱερὸν τοῦ εἰδώλου τῆς ἐχίδνης πρὸς τοὺς ἱερεῖς αὐτῆς, ἕως ἂν βουλεύσηται ποίῳ θανάτῳ ἕκαστον αὐτῶν ἀπολέσῃ. πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν χάριτι τοῦ Χριστοῦ καὶ προσετέθησαν τῷ ἀποστόλῳ Φιλίππῳ καὶ τοῖς σὺν αὐτῷ, ἀποστάντες τοῦ εἰδώλου τῆς ἐχίδνης, καὶ ἐστηρίζοντο ἐν τῇ πίστει μεγαλυνόμενοι ἐν τῇ ὑπομονῇ τῶν ἀγίων, καὶ ὁμοῦ πάντες μετὰ φωνῆς ἐδόξαζον τὸν θεὸν λέγοντες τὸ ἀμήν.

Ὅτε δὲ ἐνεκλείσθησαν ἐν τῷ ἱερῷ τῆς ἐχίδνης ὅ τε Φίλιππος ὁ ἀπόστολος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, συνήχθησαν οἱ ἱερεῖς τῆς ἐχίδνης ἐπὶ τὸ αὐτὸ καὶ ὄχλος πολὺς ὡς ἄνδρες ἑπτακισχίλιοι, καὶ δραμόντες πρὸς τὸν ἀνθύπατον κατεβόων λέγοντες· Ἐκδίκησον ἡμᾶς ἐκ τῶν ξένων καὶ μάγων καὶ φθορέων καὶ πλανησάντων τοὺς ἀνθρώπους. ἀφ᾽ οὗ γὰρ ἐπεδήμησαν εἰς ἡμᾶς, ἐπλήσθη ἡ πόλις ἡμῶν πάσης κακῆς πράξεως· ἀπέκτειναν δὲ καὶ τοὺς ὄφεις τοὺς υἱοὺς τῆς θεᾶς ἡμῶν· ἔκλεισαν δὲ καὶ τὸ ἱερόν, καὶ ἠρήμωται ὁ βωμός· καὶ οὐχ εὑρήκαμεν προσενηνεγμένον νον οἶνον ἵνα πιοῦσα ἡ ἔχιδνα ὑπνώσῃ. εἰ δὲ θέλεις γνῶναι ὅτι ὄντως μάγοι εἰσίν, βλέψον καὶ ἴδε πῶς ἡμᾶς θέλουσιν μαγεῦσαι, λέγοντες Ζήσατε ἐν ἁγνείᾳ καὶ σεμνότητι, πιστεύσαντες τῷ θεῷ, πῶς δὲ καὶ εἰσῆλθον εἰς τὴν πόλιν, πῶς δὲ καὶ οἱ δράκοντες οὐκ ἐτύφλωσαν αὐτοὺς ἢ καὶ ἀνεῖλαν αὐτούς, πῶς δὲ καὶ τὸ αἷμα αὐτῶν οὐκ ἔπιον, ἀλλὰ καὶ αὐτοὶ οἱ τηροῦντες τὴν πόλιν ἡμῶν ἀπὸ παντὸς ξένου ὑπὸ τούτων κατεβλήθησαν.

Ἀκούσας δὲ ταῦτα ὁ ἀνθύπατος πλεῖον ἐξεκαύθη τῷ θυμῷ, ὀργῆς τε καὶ ἀπειλῆς ἐπληρώθη, καὶ ἦν ὀργιζόμενος σφόδρα καὶ λέγων πρὸς τοὺς ἱερεῖς· Τί ὅτι τὴν ἐμὴν ἐμάγευσαν γυναῖκα; καὶ ἐκεῖθέν μοι ξένα ῥήματα ὁμιλεῖ, καὶ διὰ πάσης νυκτὸς εὐχομένη ξενοφωνεῖται φωτὶ καταλαμπομένη, καὶ ἀναστενάζουσα λέγει· Ἦλθέν μοι τὸ ἀληθινὸν φῶς Ἰησοῦς. Κἀγὼ δὲ ἀπὸ τοῦ ἐμοῦ κοιτῶνος ἐξελθὼν ἠθέλησα διὰ τῆς θυρίδος κατοπτεῦσαι καὶ ἰδεῖν ὅνπερ ἔλεγεν φῶς Ἰησοῦν· καὶ ὥσπερ ἀστραπὴ προσαπήντησέν μοι, ὥστε με παρ᾽ ὀλίγον ἀποτυφλωθῆναι· καὶ ἐξ ἐκείνου λοιπὸν τὴν γυναῖκά μου φοβοῦμαι διὰ τὸν φωτεινὸν αὐτῆς Ἰησοῦν. εἴπατέ μοι ἱερεῖς τί πράξω. Οἳ δὲ εἶπον· Ἀνθύπατε, τάχα οὐκ ἐσμὲν ἱερεῖς· ἀφ᾽ οὗ γὰρ συνέκλεισας αὐτούς, εὐχομένων αὐτῶν οὐ μόνον τὸ ἱερὸν ἐκ θεμελίων ἐσαλεύθη ἀλλὰ τάχα καὶ συμπίπτει.

Τότε προσέταξεν ὁ ἀνθύπατος ἐξαγαγεῖν αὐτοὺς ἐκ τοῦ ἱεροῦ τοὺς περὶ τὸν Φίλιππον καὶ ἀναγαγεῖν ἐπὶ τοῦ βήματος, εἰπὼν τοῖς δημίοις· Ἀποδύσαντες τὸν Φίλιππον διερευνήσατε μή πως εὕρητε αὐτῶν τὰς μαγείας. Ἀπέδυσαν οὖν πρῶτον τὸν Φίλιππον, εἶτα τὸν Βαρθολομαῖον· ἧλθον δὲ καὶ ἐπὶ τὴν Μαριάμνην, καὶ σύροντες αὐτὴν ἔλεγον· Γυμνώσωμεν αὐτήν, ἵνα πάντες ἴδωσιν αὐτὴν ὅτι γυνὴ οὖσα πῶς ἀνδράσιν ἐπακολουθεῖ· αὐτὴ γὰρ μάλιστα πάσας τὰς γυναῖκας ἀπατᾷ. Καὶ λέγει ὁ τύραννος πρὸς τοὺς ἱερεῖς· Κηρύξατε ἐν τῇ πόλει κύκλῳ ἵνα ἔλθωσιν πάντες ἄνδρες τε καὶ γυναῖκες, ὅπως ἴδωσιν τὴν ἀσχημοσύνην αὐτῆς, ὅτι συμπορευεται μετὰ τῶν, μάγων τούτων, καὶ πάντως ὅτι μοιχεύεται ὑπ᾽ αὐτῶν. Ἐκέλευσεν δὲ κρεμασθῆναι τὸν Φίλιππον καὶ τὰ σφυρὰ αὐτοῦ διατρηθῆναι, κομίσαι δὲ κόρακας σιδηροῦς καὶ τὰς πτέρνας αὐτοῦ διαπαρῆναι, καὶ κρεμασθῆναι κατὰ κεφαλῆς ἀπέναντι τοῦ ἱεροῦ ἐπί τινος δένδρου· καὶ τὸν Βαρθολομαῖον ἐκτείναντες ἀπέναντι τοῦ Φιλίππου ἐπερόνησαν τὰς χεῖρας αὐτοῦ ἐν τῷ τοίχῳ τῆς πύλης τοῦ ἱεροῦ.

Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.

Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;

Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.

Εἶτα λέγει ὁ Ἰωάννης· Ἀπέλθωμεν καὶ ὑποδείξατέ μοι αὐτούς. Ἤγαγον οὖν τὸν Ἰωάννην ὡς συμπολίτην αὐτῶν ὅπου ὁ Φίλιππος ἦν· καὶ ἦν ἐκεῖ πλῆθος ὄχλου καὶ ὁ ἀνθύπατος καὶ οἱ ἱερεῖς. καὶ ἰδὼν ὁ Φίλιππος τὸν Ἰωάνην εἶπεν τῷ Βαρθολομαίῳ ἑβραϊστί· Ἀδελφέ, ὁ Ἰωάννης ἦλθεν ὁ εἰς Βαρέκ, ὅπου ἐστὶν τὸ ὕδωρ τὸ ζῶν. Καὶ ὁ Ἰωάννης εἶδεν τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμάμενον τῶν σφυρῶν καὶ τῶν πτερνῶν· εἶδεν δὲ καὶ τὸν Βαρθολομαῖον ἐκτεταμένον εἰς τὸν τοῖχον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτοῖς· Τὸ μυστήριον τοῦ κρεμασθέντος ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται μεθ᾽ ὑμῶν.

Εἶπεν δὲ καὶ τοῖς ἀνθρώποις τῆς πόλεως ἐκείνης· Ἄνθρωποι οἱ τὴν Ὀφιορύμην Ἱεράπολιν κατοικοῦντες, πολλή ἐστιν ἡ ἄγνοια ἡ οὖσα μεθ᾽ ὑμῶν. ἐπλανήθητε ἐν τῇ ὁδῷ τῆς πλάνης· πνέων ἔπνευσεν εἰς ὑμᾶς ὁ δράκων καὶ ἐτύφλωσεν ὑμᾶς κατὰ τρεῖς τρόπους, τοῦτ᾽ ἔστιν, ἐποίησεν ὑμᾶς τυφλοὺς τῷ σώματι καὶ τυφλοὺς τῇ ψυχῇ καὶ τυφλοὺς τῷ πνεύματι, καὶ ἐπλήγητε ὑπὸ τοῦ ὀλοθρευτοῦ. ἐμβλέψατε εἰς πᾶσαν τὴν κτίσιν εἴτε ἐν τῇ γῇ εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τοῖς ὕδασιν, ὅτι ὁ ὄφις οὐκ ἔχει ὁμοίωμα ἐν οὐδενὶ ἀνθρώπου· ἀλλὰ γένος ἐστὶν φθορᾶς καὶ κατηργήθη ὑπὸ τοῦ θεοῦ, καὶ διὰ τοῦτο εἰλικτός ἐστιν καὶ σκολιός, καὶ οὐδεμία ζωή ἐστιν ἐν αὐτῷ, θυμὸς δὲ καὶ ὀργὴ καὶ σκότος καὶ πῦρ καὶ καπνὸς ὑπάρχει ἐν τοῖς μέλεσιν αὐτοῦ. νῦν οὖν διὰ τί τιμωρεῖτε τοὺς ἀνθρώπους τούτους; ὅτι εἰρήκασιν ὑμῖν ὅτι ἐχθρὸς ὑμῶν ἐστιν ὁ ὄφις;

Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω.

Ὁ δὲ Ἰωάννης καὶ Βαρθολομαῖος καὶ Μαριάμνη διεκώλυον αὐτὸν λέγοντες ὅτι Ὁ διδάσκαλος ἡμῶν ἐραπίσθη, ἐμαστίχθη, ἐξετάσθη, χολὴν καὶ ὄξος ἐποτίσθη, καὶ ἔλεγεν· Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Κἀκεῖνο δὲ ἐδίδαξεν εἰπών· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἡμεῖς οὖν ὑπομείνωμεν. Λέγει ὁ Φίλιππος· Ἀπόστητε καὶ μὴ πραΰνετέ με, ὅτι οὐκ ἀνέξομαι ὑμῶν, ὅτι ἐπὶ κεφαλῆς ἐκρέμασάν με, σιδήροις ἐπερόνησαν τὰ σφυρά μου καὶ τὰς πτέρνας μου. καὶ σὺ ἀγαπητὲ τοῦ θεοῦ Ἰωάννη, πόσα αὐτοῖς διελέξω καὶ οὐχ ὑπηκούσθης. διὸ συγχωρῄσατέ μοι καὶ καταράσομαι αὐτούς, καὶ ἐξολοθρευθήσονται ἐν ἐνί. Καὶ ἤρξατο καταρᾶσθαι αὐτοὺς ἐπικαλούμενος καὶ κράζων ἑβραϊστί· Ἀβαλώ, ἀριμουνί, δουθαήλ, θαρσελεήν, ναχαώθ, ἀειδουνάφ, τελετελοεῖν· Τοῦτ᾽ ἔστιν Ὁ πατὴρ τοῦ Χριστοῦ, ὁ μόνος καὶ παντοκράτωρ θεός, θεὲ ὃν φρίττουσιν οἱ πάντες αἰῶνες, ὁ δυνατὸς καὶ ἀπροσωπόληπτος δικαστὴς, οὗ τὸ ὄνομά ἐστιν ἐν τῇ σῇ δυναστείᾳ Σαβαώθ ἀήλ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· σὲ τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐπουρανίων καὶ τὰ ἐμβριμήματα τῶν χερουβικῶν ζῴων πυρίπνοα ἑστῶτα· ὁ βασιλεὺς ὁ ἅγιος τῆς μεγαλειότητος, οὗ τὸ ὄνομα ἔφθασεν εἰς τὰ θηρία τῆς ἐρήμου καὶ ἡσύχασαν καὶ αἰσθητικῇ φωνῇ ᾔνεσάν σε, ὁ ἐπιβλέπων ἡμῖν καὶ διδοὺς ἑτοίμως τὰ αἰτήματα ἡμῶν, ὁ ἐπιγνοὺς ἡμᾶς πρὸ τοῦ πλασθῆναι, ὁ ἐπίσκοπος πάντων· νῦν, δέομαι, ἀνοιξάτω ὁ μέγας ᾅδης τὸ στόμα αὐτοῦ, ἡ ἄβυσσος ἡ μεγάλη, καὶ καταπιέτω τοὺς ἀθέους τούτους τοὺς μὴ βουληθέντας χωρῆσαι τὸν λόγον τῆς ἀληθείας ἐν τῇ πόλει ταύτῃ· ναὶ Σαβαώθ.

Καὶ ἰδοὺ ἐξαίφνης ἠνεῴχθη ἡ ἄβυσσος, καὶ κατεπόθη ὅλος ὁ τόπος ἐν ᾧ ἐκάθητο ὁ ἀνθύπατος καὶ ὅλον τὸ ἱερόν, καὶ ἡ ἔχιδνα ἣν ἐσέβοντο, καὶ ὄχλοι πολλοὶ καὶ οἱ ἱερεῖς τῆς ἐχίδνης, ὡς ἄνδρες ἑπτακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· πλὴν ὅπου ἦσαν οἱ ἀπόστολοι ἔμειναν ἀσάλευτοι· καὶ ὁ ἀνθύπατος κατεπόθη εἰς τὴν ἄβυσσον. καὶ ἦσαν αἱ φωναὶ αὐτῶν ἀνερχόμεναι κάτωθεν, μετὰ κλαυθμοῦ λέγοντες· Ἐλέησον ἡμᾶς ὁ τῶν ἐνδόξων σου ἀποστόλων θεός, ὅτι ἄρτι ὁρῶμεν τὰς κρίσεις τῶν μὴ ὁμολογησάντων τὸν σταυρωθέντα· ἰδού, ὁ σταυρὸς φωτίζει ἡμᾶς. Ἰησοῦ Χριστέ, φάνηθι ἡμῖν, ὅτι ζῶντες πάντες κατερχόμεθα εἰς τὸν ᾅδην καὶ μαστιζόμεθα, ὅτι ἀδίκως τοὺς σοὺς ἀποστόλους ἐσταυρώσαμεν. Καὶ ἠκούσθη φωνὴ λέγοντος· Ἵλεως ἔσομαι ὑμῖν ἐν τῷ φωτεινῷ μου σταυρῷ.

Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ.

Τότε ὁ κύριος φανεὶς τῷ Φιλίππῳ εἶπεν· Ὦ  Φίλιππε, οὐκ ἤκουσας Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; Καὶ διὰ τί τοσοῦτον ἔπληξας ἀφανισμῷ; ὦ Φίλιππε, τίς θέμενος τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν αὐτοῦ ἡ αὖλαξ; ἢ τίς παραχωρεῖ τὸν ἑαυτοῦ λύχνον ἑτέρῳ καὶ αὐτὸς ἐν σκότει καθέζεται; ἢ τίς καταλείπει τὸ ἑαυτοῦ οἰκητήριον καὶ αὐτὸς οἰκεῖ ἐν κοπρία; τίς δὲ ἐάσας τὸ ἑαυτοῦ ἔνδυμα ἐν χειμῶνι πορεύεται γυμνός; ἢ τίς χαρήσεται ἐχθρὸς ἐν τῇ χαρᾷ τοῦ μισοῦντος αὐτόν; τίς δὲ στρα τιώτης πορεύεται ἐπὶ πόλεμον ἄνευ πανοπλίας; τίς δὲ δοῦλος πληρώσας τὸ τοῦ κυρίου αὐτοῦ πρόσταγμα οὐκ ἐπαινεθήσεται; τίς δὲ ἐν σταδίῳ γενναίως δραμὼν οὐ λαμβάνει τὸ βραβεῖον; τίς δὲ πλύνας τὰ ἱμάτια αὐτοῦ ἡδέως αὐτὰ μολύνει; ὦ Φίλιππε ἰδοὺ ὁ νυμφών μου ἕτοιμός ἐστιν, ἀλλὰ μακάριός ἐστιν ὁ εὑρεθεὶς ἐν αὐτῷ ἔχων τὸ ἔνδυμα λαμπρόν· αὐτὸς γάρ ἐστιν ὁ λαμβάνων τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ἰδοὺ τὸ δεῖπνον ἕτοιμον, καὶ μακάριος ὁ καλούμενος καὶ ἕτοιμος γενόμενος ἐλθεῖν πρὸς τὸν κεκληκότα αὐτόν. πολύς ἐστιν ὁ θερισμὸς τοῦ ἀγροῦ, μακάριος δέ ἐστιν ὁ ἐργάτης ὁ καλός. ἰδοὺ τὰ κρίνα καὶ πάντα τὰ ἄνθη· ὁ δὲ καλὸς γεωργός ἐστιν ὁ πρῶτος μεταλαμβάνων αὐτῶν. πῶς δὲ σὺ γέγονας ὦ Φίλιππε ἄσπλαγχνος, καταρασάμενος τοὺς ἐχθρούς σου ἐν ὀργῇ;

Λέγει ὁ Φίλιππος· Τί μοι ὀργίζῃ κύριε ὅτι κατηρασάμην τοὺς ἐχθροὺς μου; διὰ τί γὰρ οὐ πατάσσεις αὐτούς; ὅτι ἔτι ζῶσιν εἰς τὴν ἄβυσσον· καὶ σὺ ἐπίστασαι κύριε ὅτι διὰ σὲ ἦλθον εἰς τὴν πόλιν ταύτην, καὶ τῷ σῷ ὀνόματι ἐδίωξα πᾶσαν πλάνην εἰδώλων καὶ πάντα τὰ δαιμόνια. οἱ δράκοντες ἐξηράνθησαν καὶ οἱ ὄφεις· ἐπειδὴ δὲ οὗτοι οὐκ ἐδέξαντό σου τὸ φῶς, διὰ τοῦτο κατηρασάμην αὐτοὺς καὶ κατέβησαν εἰς ᾅδου ζῶντες.

Καὶ λέγει ὁ σωτὴρ τῷ Φιλίππῳ· Ἀλλ᾽ ἐπειδὴ παρήκουσάς μου καὶ ἀπέδωκας κακὸν ἀντὶ κακοῦ καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, διὰ τοῦτο τελειωθήσῃ μὲν ἐνδόξως καὶ χειραγωγηθήσῃ ὑπὸ τῶν ἁγίων μου ἀγγέλων καὶ ἐλεύσῃ μετ᾽ αὐτῶν ἕως τοῦ παραδείσου τῆς τρυφῆς· καὶ αὐτοὶ μὲν ἐλεύσονται πρός με εἰς τὸν παράδεισον, σὲ δὲ κελεύσω ἀποκλεισθῆναι ἔξω τοῦ παραδείσου ἕως ἡμερῶν τεσσαράκοντα, θαμβούμενον ὑπὸ τῆς φλογίνης καὶ στρεφομένης ῥομφαίας, καὶ στενάξεις ὅτι ἐκάκωσας τοὺς κακώσαντάς σε· καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀποστελῶ τὸν ἀρχάγγελόν μου Μιχαὴλ· καὶ κρατήσει τὴν ῥομφαίαν τὴν φυλάσσουσαν τὸν παράδεισον, καὶ ὄψει πάντας τοὺς δικαίους οἱτινες ἐν τῇ ἀκακίᾳ αὐτῶν ἐπορεύθησαν, καὶ τότε προσκυνήσεις τὴν δόξαν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· πλὴν τὸ σημεῖον τῆς ἐξελεύσεως σου δοξασθήσεται ἐν τῷ σταυρῷ μου. καὶ ὁ Βαρθολομαιῖος δὲ ἀπελθὼν ἐν Λυκαονία καὶ αὐτὸς ἐκεῖ σταυρωθήσεται· ἡ δὲ Μαριάμνη τὸ σῶμα αὐτῆς ἀποτίθεται ἐν τῷ Ἰορδάνῃ ποταμῶ. ἐγὼ δὲ ὦ Φίλιππε οὐκ ἀνέξομαί σου ὅτι κατεπόντισας τοὺς ἀνθρώπους εἰς τὴν ἄβυσσον· ἀλλ᾽ ἰδοὺ τὸ πνεῦμά μου ἐν αὐτοῖς, καὶ ἀναγάγω αὐτούς, καὶ οὕτως ἰδόντες σε πιστεύσωσιν ἐν τῇ δόξῃ τοῦ ἀποστείλαντός σε.

Καὶ στραφεὶς ὁ σωτὴρ ἀνέτεινεν τὴν ἑαυτοῦ χεῖρα καὶ ἐχάραξεν σταυρὸν ἐν τῷ ἀέρι καταβαίνοντα ἀπὸ τῶν ἄνω ἕως τῆς ἀβύσσου, καὶ ἐπλήσθη ἡ ἄβυσσος φωτός καὶ ἦν ὁ σταυρὸς ἐν ὁμοιώματι ματι κλίμακος ἐχούσης βαθμούς· καὶ ἐφώνησεν φωνὴν ὁ σωτὴρ τοῖς ἐν τῇ ἀβύσσῳ λέγων· Ἀνέλθετε πάντες διὰ τοῦ σταυροῦ, ὅτι καὶ ὁ ἀπόστολος Φίλιππος νῦν ἐσπλαγχνίσθη ἐφ᾽ ὑμᾶς δι᾽ ἐμέ, ἵνα πάλιν θεάσησθε τὸ φῶς τοῦ θεοῦ· καὶ ἰδοὺ ὅλον τὸ πλῆθος τῶν κατενεχθέντων εἰς τὴν ἄβυσσον ἀνέβησαν· ἔμεινεν δὲ κάτω ὁ ἀνθύπατος καὶ ἡ ἔχιδνα ἥν ἐσέβοντο. ὅτε δὲ ἀνῆλθον οἱ ὄχλοι, ἐμβλέψαντες εἰς τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμά—· μενον ἐκόψαντο κοπετὸν καὶ θρῆνον μέγαν ἐπὶ τῇ παρανομίᾳ ᾗ ἐποίησαν· εἶδον δὲ καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔχουσαν τὸν πρῶτον τύπον. καὶ ἰδοὺ ὁ κύριος ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ Στάχυος καὶ πάντων τῶν πιστῶν λαῶν· καὶ ἦσαν σιγῇ δοξάζοντες τὸν θεὸν ἐν φόβῳ καὶ τρόμῳ. πάντες δὲ οἱ ὄχλοι ἔκραξαν λέγοντες· Εἷς θεὸς ὃν κηρύττουσιν οὗτοι οἱ ἄνθρωποι ἐν ἀληθείᾳ· εἷς θεὸς ὁ ἀποστείλας αὐτοὺς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ. μετανοοῦμεν νῦν ἀληθῶς ἐπὶ τῇ μεγάλῃ ἡμῶν πλάνῃ, ὅτι οὔ πω ἐσμὲν ἄξιοι τῆς αἰωνίου ζωῆς· νῦν πιστεύομεν, ὅτι ἐθεασάμεθα μεγάλα θαυμάσια, ὅτι ἀνήγαγεν ἡμᾶς ὁ σωτὴρ ἀπὸ τῆς ἀβύσσου. Καὶ ἔπεσαν πάντες ἐπὶ πρόσωπον καὶ προσεκύνησαν τῷ Φιλίππῳ, καὶ παρεκάλουν, ἕτοιμοι ὄντες τοῦ φυγεῖν, μὴ ποιήσῃ ἕτερον σημεῖον· καὶ ἐδέοντο ἵνα ἄξιοι γένωνται τῆς τοῦ Χριστοῦ παρουσίας.

Ὁ δὲ Φίλιππος ἔτι κρεμάμενος προσεφώνησεν αὐτοῖς καὶ εἶπεν· Ἀκούσατε καὶ μάθετε πόσαι εἰσὶν αἱ δυνάμεις τοῦ θεοῦ μου, ἀναμιμνησκόμενοι ἅπερ κάτω εἴδετε, καὶ πῶς ἡ πόλις ὑμῶν κατεστράφη, πλὴν τῆς οἰκίας τοῦ εἰσδεξαμένου με· καὶ νῦν ἡ γλυκύτης τοῦ θεοῦ μου ἀνήγαγεν ὑμᾶς ἐκ τῆς ἀβύσσου, κἀγὼ ὀφειλέτης εἰμὶ τεσσαράκοντα ἡμέρας κύκλῳ τοῦ παραδείσου περισκοπεύων δι᾽ ὑμᾶς, ὅτι ὠργίσθην ὑμῖν εἰς ἀνταπόδοσιν· καὶ ταύτην μόνην τὴν ἐντολὴν οὐκ ἐφύλαξα, ὅτι οὐκ ἔδωκα ὑμῖν ἀντάλλαγμα τοῦ κακοῦ τὸ ἀγαθόν. ἀλλὰ λέγω ὑμῖν, ἀπὸ τοῦ νῦν ἐν τῇ ἀγαθότητι τοῦ θεοῦ ἀποβάλετε τὴν κακίαν, ὅπως ἄξιοι γένησθε τῆς τοῦ κυρίου εὐχαριστίας.

Τινὲς δὲ τῶν πιστῶν προσέδραμον ἵνα καθέλωσιν τὸν Φίλιππον καὶ ἀροῦσιν ἀπ᾽ αὐτοῦ τοὺς σιδηροῦς κόρακας καὶ τοὺς ὀγκίνους ἐκ τῶν σφυρῶν. ὁ δὲ Φίλιππος εἶπεν· Μὴ τεκνία, μὴ ἐγγίσητέ μοι ἕνεκεν τούτου, ὅτι οὕτως ἔσται ἡ τελείωσίς μου. ἀκούσατέ μου οἱ φωτισθέντες ἐν κυρίῳ, ὅτι ἦλθον εἰς τὴν πόλιν ταύτην οὐκ ἐμπορείαν τινὰ ποιήσασθαι, οὐκ ἄλλην τινὰ πρᾶξιν, ἐκληρώθην δὲ ἐξελθεῖν ἐκ τοῦ σώματός μου εἰς τὴν πόλιν ταύτην ἐν ᾧ ὁρᾶτέ με σχήματι. μὴ οὖν λυπηθῆτε ὅτι κρέμαμαι οὕτως· τὸν γὰρ τύπον φέρω τοῦ πρώτου ἀνθρώπου κατὰ κεφαλῆς ἐνεχθέντος ἐπὶ τῆς γῆς καὶ πάλιν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ζωοποιηθέντος ἐκ τοῦ θανάτου τῆς παραβάσεως. καὶ νῦν ἀποπληρῶ τὸ προσταχθέν μοι· εἶπεν γάρ μοι ὁ κύριος· Ἐὰν μὴ ποιήσητε ὑμῶν τὰ κάτω εἰς τὰ ἄνω, καὶ τὰ ἀριστερὰ εἰς τὰ δεξιά, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν μου. Μὴ οὖν ὁμοιωθῆτε τῷ ἀντιπαρηλλαγμένῳ τόπῳ, ὅτι πᾶς κόσμος ἐνήλλακται, καὶ πᾶσα ψυχὴ ἀναστρεφομένη ἐν σώματι γίνεται ἐν λήθῃ τῶν ἐπουρανίων. ἡμεῖς δὲ ἔχοντες τὴν τῶν ἐπουρανίων δόξαν μὴ ζητήσωμεν τὸ ἐκτός, ὅπερ ἐστὶν τὸ σῶμα καὶ ὁ οἶκος τῆς δουλείας. μὴ γίνεσθε ἄπιστοι ἀλλὰ πιστοί· καὶ ἀφίετε ἀλλήλοις. ἰδοὺ κρέμαμαι ἡμέρας ἕξ, ἔχω δὲ μέμψιν τοῦ ἀληθινοῦ κριτοῦ, ὅτι ὅλως ἀπέδωκα ὑμῖν κακά, καὶ ἔθηκα πρόσκομμα τῇ εὐθύτητί μου. καὶ νῦν ἀνέρχομαι εἰς ὕψος. μὴ γίνεσθε στυγνοί, ἀλλὰ μᾶλλον χάρητε ὅτι καταλιμπάνω τὸ κατοικητήριον τοῦτο τὸ σῶμά μου, ἐκφυγὼν τὴν φθορὰν τοῦ δράκοντος τοῦ κολάζοντος πᾶσαν ψυχὴν τὴν ἐν ἁμαρτίαις οὖσαν.

Καὶ περιβλεψάμενος ὁ Φίλιππος κύκλῳ τοὺς ὄχλους εἶπεν· Ὦ ὑμεῖς οἱ ἀνελθόντες ἐκ νεκρῶν ἀπὸ τοῦ ᾅδον καὶ τῆς καταποντίσεως τῆς ἀβύσσου, καὶ σταυρὸς φωτεινὸς ἀνήγαγεν ὑμᾶς εἰς τὸ ὕψος διὰ τὴν ἀγαθότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτος θεὸς ὢν ἄνθρωπος ἐγένετο, σαρκωθεὶς ἐκ τῆς παρθένου Μιαρίας, ἀθάνατος μένων σαρκί, καὶ ἐν τῷ θανάτῳ γενόμενος ἤγειρεν τοὺς νεκρούς, ἐλεήσας τὸ τῶν ἀνθρώπων γένος, ἀνελὼν τὸ κέντρον τῆς ἁμαρτίας· μέγας ἦν καὶ ἐγένετο μικρὸς δι᾽ ἡμᾶς, ἕως οὗ αὐξήσῃ τοὺς μικροὺς καὶ εἰσενέγκῃ εἰς τὸ μέγεθος αὐτοῦ. καὶ αὐτός ἐστιν ὁ ἔχων τὴν γλυκύτητα, καὶ ἐνέπτυσαν αὐτὸν ποτίσαντες αὐτὸν χολήν, ἵνα ποιήσῃ τοὺς πικρανθέντας τῆς γλυκύτητος αὐτοῦ γεύσασθαι. προσκολλήθητε οὖν αὐτῷ καὶ μὴ ἐγκαταλείψητε αὐτόν· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡμῶν εἰς τοὺς αἰῶνας.

Ὅτε δὲ ἐπλήρωσεν τὴν ἐπαγγελίαν ταύτην ὁ Φίλιππος, λέγει αὐτοῖς· Λύσατε τὸν Βαρθολομαῖον. Καὶ προσελθόντες ἔλυσαν αὐτόν. ὅτε οὖν ἔλυσαν αὐτόν, λέγει αὐτῷ ὁ Φίλιππος· Βαρθολομαῖε ἀδελφέ μου ἐν κυρίῳ, οἶδας ὅτι ὁ κύριος ἀπέσταλκέν σε σὺν ἐμοὶ εἰς τὴν πόλιν ταύτην, καὶ ἐκοινώνησάς μοι εἰς πάντας τοὺς κινδύνους μετὰ τῆς ἀδελφῆς ἡμῶν Μαριάμνης· ἀλλὰ γίνωσκε ὅτι ἡ ἔξοδος τοῦ σώματός σου ἐτάγη ἐν τῇ Λυκαονίᾳ, καὶ τῇ Μαριάμνῃ ἐκληρώθη ἐξελθεῖν ἀπὸ τοῦ σώματος εἰς τὸν Ἰορδάνην ποταμόν. νῦν οὖν ἐντέλλομαι ὑμῖν ὅτι ὅτε ἐξέλθω ἀπὸ τοῦ σώματός μου οἰκοδομήσατε εἰς τὸν τόπον τοῦτον ἐκκλησίαν ἐν ᾧ ἐξέλθω ἀπὸ τοῦ σώματος. καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐάσατε εἰς τὴν ἐκκλησίαν εἰς σημεῖον τῶν πιστευόντων, καὶ ἡ Νικανόρα δὲ προνοείσθω αὐτῶν ἕως ἂν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος· καὶ ὅταν ἐξέλθωσιν, θάψατε αὐτὰ πρὸς τὸν πυλῶνα τῆς ἐκκλησίας. καὶ τὴν εἰρήνην ὑμῶν θέσθε ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος, ὥσπερ ὁ κύριος ἔθηκεν τὴν ἑαυτοῦ εἰρήνην ἐν τῇ πόλει ταύτῃ. ἔστωσαν δὲ ἐν τῇ οἰκίᾳ ἐκείνᾳ πᾶσαι αἱ παρθένοι αἱ πιστεύουσαι καθ᾽ ἑκάστην ἡμέραν ἐπισκέπτουσαι τοὺς νοσοῦντας, βαδίζουσαι ἀνὰ δύο δύο· ἀλλὰ μὴ ὁμιλείτωσαν μετὰ νεανίσκων, ἵνα μὴ πειράσῃ αὐτὰς ὁ Σατανᾶς· ὄφις γάρ ἐστιν ἕρπων, καὶ ἐποίησεν διὰ τῆς Εὔας τὸν Ἀδὰμ ὀλισθῆσαι εἰς θάνατον· μή οὕτως πάλιν ἔσται ἐν τῷ καιρῷ τούτῳ ὥσπερ ἐπὶ τῆς Εὔας.

σὺ δὲ Bαρθολομαῖε γενοῦ καλὸς δοκιμαστής, καὶ δώσεις τὰς παραγγελίας ταύτας τῷ Στάχυϊ καὶ καταστήσεις αὐτὸν ἐπίσκοπον. μὴ ἐμπιστεύσῃς δὲ τὸν τόπον τῆς ἐπισκοπῆς νεωτέρῳ, ἵνα μὴ καταισχυνθῇ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· πᾶς δὲ ὁ διδάσκων ἐχέτω τὰ ἔργα ἴσα τοῖς λόγοις. ἐγὼ δὲ ὑπάγω πρὸς τὸν κύριον· καὶ λάβε τὸ σῶμά μου καὶ ἐνταφίασον αὐτὸ ἐν χάρταις κυριακαῖς, καὶ μὴ ἐπιβάλῃς μοι ὀθόνην λινῆν, ὅτι τὸ σῶμα τοῦ κυρίου ἐν σινδόνι ἐνειλήθη. ἐνταφιάσας μου τὸ σῶμα ἐν ταῖς χάρταις σφίγξον αὐτὸ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ ἐκκλησίᾳ. καὶ γίνεσθε εὐχόμενοι ὑπὲρ ἐμοῦ ἐπὶ ἡμέρας τεσσαράκοντα ἵνα ἀφῇ μοι ὁ κύριος τὴν παράβασιν ἢν παρέβην ἀποδώσας τοῖς κακοποιήσασίν μοι. ἴδε ὦ Βαρθολομαῖε πῶς στάζει τὸ αἷμά μου ἐπὶ τῆς γῆς· φυτὸν ἀνατελεῖ ἀπὸ τοῦ αἵματός μου, καὶ γενήσεται ἄμπελος καὶ ποιήσει καρπὸν σταφυλῆς. καὶ λαβόντες τὸν βότρυν ἀποθλίψατε αὐτὸν εἰς τὸ ποτήριον· καὶ μεταλαβόντες εἰς τὴν τρίτην ἡμέραν ἀναπέμψατε εἰς ὕψος τὸ ἀμήν, ἵνα γένηται τελεία προσφορά.

Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος ηὔξατο οὕτως· Κύριε Ἰησοῦ Χριστέ, ὁ πατὴρ τῶν αἰώνων, βασιλεῦ τοῦ φωτός, ὁ σοφίσας ἡμᾶς ἐν τῇ σοφίᾳ σου καὶ δοὺς ἡμῖν τὴν σὴν σύνεσιν, ἐχαρίσω δὲ ἡμῖν τὴν βουλὴν τῆς ἀγαθότητός σου, ὁ μηδέποτε χωρισθεὶς ἡμῖν, σὺ εἶ ὁ αἴρων τὴν νόσον τῶν καταφευγόντων εἰς σέ· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὴν σὴν παρρησίαν τῆς σοφίας, ὁ δεδωκὼς ἡμῖν σημεῖα καὶ τέρατα καὶ ἐπιστρέψας τοὺς πλανηθέντας, ὁ στεφανῶν τοὺς νικῶντας τὸν ἀντίπαλον, ὁ καλὸς ἀγωνοθέτης· ἐλθὲ νῦν Ἰησοῦ καὶ δός μοι τὸν στέφανον τῆς νίκης αἰώνιον κατὰ πάσης ἐναντίας ἀρχῆς καὶ ἐξουσίας, καὶ μὴ καλυψάτω με ὁ σκοτεινὸς αὐτῶν ἀήρ, ὅπως διαπεράσω τὰ τοῦ πυρὸς ὕδατα καὶ πᾶσαν τὴν ἄβυσσον. κύριέ μου Ἰησοῦ Χριστέ, μὴ σχῇ χώραν ὁ ἐχθρὸς κατηγορῆσαί μου ἐπὶ τοῦ βήματός σου, ἀλλ᾽ ἔνδυσόν με τὴν ἔνδοξόν σου στολήν, τὴν φωτεινήν σου σφραγῖδα τὴν πάντοτε λάμπουσαν, ἕως ἂν παρέλθω πάντας τοὺς κοσμοκράτορας καὶ τὸν πονηρὸν δράκοντα τὸν ἀντικείμενον ἡμῖν. νῦν οὖν κύριέ μου Ἰησοῦ Χριστὲ ποίησόν μοι ἀπαντῆσαί σοι ἐν τῷ ἀέρι, χαρισάμενός μοι τὴν ἀνταπόδοσιν ἣν ἀνταπέδωκα τοῖς ἐχθροῖς μου· καὶ μεταμόρφωσον τὴν μορφὴν τοῦ σώματός μου ἐν ἀγγελικῇ δόξῃ· καὶ ἀνάπαυσόν με ἐν τῇ μακαριότητί σου, καὶ λήψομαι τὸ παρὰ σοῦ ἐπάγγελμα ὃ ἐπηγγείλω τοῖς ἀγίοις σου εἰς τοὺς αἰῶνας. ἀμήν.

Καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος παρέδωκεν τὸ πνεῦμα, πάντων τῶν ὄχλων βλεπόντων εἰς αὐτὸν καὶ κλαιόντων καὶ λεγόντων· Ἐπληρώθη ἐν εἰρήνῃ ὁ βίος τούτου τοῦ πνεύματος. Καὶ ἔλεγον τὸ ἀμήν.

Ὁ δὲ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη καθεῖλαν τὸ σῶμα αὐτοῦ καὶ ἐποίησαν καθ᾽ ἃ ἐνετείλατο αὐτοῖς ὁ Φίλιππος, καὶ ἔθαψαν αὐτὸν ἐν ἐκείνῳ τῷ τόπῳ. φωνὴ δὲ εὐθέως ἐκ τῶν οὐρανῶν ἐγένετο· Φίλιππος ὁ ἀπόστολος ἐστεφάνωται τὸν τῆς ἀφθαρσίας στέφανον ὑπὸ τοῦ ἀγωνοθέτου Ἰησοῦ Χριστοῦ. Καὶ πάντες ἔκραξαν τὸ ἀμήν.

Μετὰ δὲ τὰς τρεῖς ἡμέρας ἐβλάστησεν τὸ φυτὸν τῆς ἀμπέλου ὅπου ἔσταξεν τὸ αἷμα τοῦ ἁγίου Φιλίππου. καὶ ἐποίησαν πάντα τὰ ἐντεταλμένα αὐτοῖς παρ᾽ αὐτοῦ, ἐπὶ ἡμέρας τεσσαράκοντα προσφέροντες προσφορὰς, ἀδιαλείπτως προσευχόμενοι. καὶ ᾠκοδόμησαν τὴν ἐκκλησίαν ἐν τῷ τόπῳ ἐκείνῳ, καταστήσαντες τὸν Στάχυν ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ. καὶ ἡ Νικανόρα δὲ καὶ πάντες οἱ πιστοὶ συνήγοντο καὶ οὐ διέλειπον πάντες δοξάζοντες τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γεγενημένα ἐπ᾽ αὐτούς. καὶ πᾶσα ἡ πόλις ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ· ἐνετείλατο δὲ ὁ Βαρθολομαῖος τῷ Στάχυϊ βαπτίζειν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἵνα λέγωσιν ἀμήν.

Μετὰ δὲ τὰς τεσσαράκοντα ἡμέρας φανεὶς ὁ σωτὴρ ἐν μορφῇ τοῦ Φιλίππου εἶπεν τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἀδελφοί μου ἠγαπημένοι θέλετε ἀναπαῆναι ἐν τῇ ἀναπαύσει τοῦ θεοῦ; ἠνοίχθη μοι ὁ παράδεισος καὶ εἰσῆλθον ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ἀπέλθατε εἰς τὸν τόπον τὸν κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν τὸ ὡρισμένον καὶ φυτευθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορεῖ καλῶς. Ἀσπασάμενοι οὖν τοὺς ἀδελφοὺς καὶ ἐπευξάμενοι ἑκάστῳ αὐτῶν ἐξῆλθον ἀπὸ τῆς πόλεως Ὀφιορύμης τῆς Ἱεραπόλεως τῆς Ἀσίας, καὶ ὁ Βαρθολομαῖος ἀπῆλθεν εἰς τὴν Λυκαονίαν, ἡ δὲ Μαριάμνῃ ἐπορεύθη ἐν τῷ Ἰορδάνῃ· ὁ δὲ Στάχυς καὶ οἱ σὺν αύτῷ ἔμειναν κατέχοντες τὴν ἐκκλησίαν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.