Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts folio.
Τὸν αὐτὸν δὲ τρόπον ἕως τέλους τῶν τριῶν σχημάτων. Μετὰ τοὺς ὑπάρχοντας συλλογισμοὺς τοὺς ἀναγκαίους παραδίδωσιν, ἐπειδὴ πολλὴ συγγένεια τῷ ὑπάρχοντι πρὸς τὸ ἀναγκαῖον· καὶ γὰρ τὸ ὑπάρχον, ἔστ’ ἂν ὑπάρχῃ, ἀναγκαῖόν ἐστιν· καὶ αἱ ἀντιστοφαὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου ὁμοίως ἔχουσι. καὶ διὰ τοῦτο καὶ οἱ συλλογισμοὶ σχεδὸν ὁμοίως ἔχουσιν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου. τὸ δὲ σχεδὸν διὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· οὗτοι γὰρ ἐπὶ ὑπάρχοντος δι’ ἀντιστροφῆς μὲν οὐκ ἐδείκνυντο, δι’ ἀδυνάτου δὲ καὶ δι’ ἐκθέσεως, καὶ ἡ δι’ ἀδυνάτου καὶ δι’ ἐκθέσεως πίστις ἐπὶ τῶν ἄλλων περιουσιαστικὴ οὖσα ἐπὶ τούτων ἀναγκαία ἐγίνετο· ἐπὶ δὲ τοῦ ἀναγκαίου δι’ ἀδυνάτου οὐ δείκνυνται, ἐπειδὴ ἐν τῷ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ αἱ ἀντιφάσεις λαμβάνονται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· καὶ διὰ τοῦτο εἰς μῖξιν ἐμπίπτομεν ἐνδεχομένου καὶ ἀναγκαίου, ἣν οὔπω ἴσμεν τί συνάγει. δι’ ἐκθέσεως δὲ μόνης δείκνυνται, καὶ ἡ δι’ ἐκθέσεως πίστις ἐπὶ τοῦ ὑπάρχοντος κατὰ τοὺς εἰρημένους τρόπους περιουσιαστικὴ οὖσα ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γίνεται. δείκνυνται δὲ δι’ ἐκθέσεως τὸν τρόπον τοῦτον. ἔστω γὰρ ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος· τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης παντί, τῷ δὲ ἐξ ἀνάγκης οὐ παντί· λέγω ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, ἔστω τὸ Δ ὑπὸ τὸ Γ, ᾧ οὐδενὶ τὸ Α ὑπάρχει·
ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Α ἐξ ἀνάγκης οὐδενί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ δευτέρου σχήματος τὸ Β τῷ Δ ἐξ ἀνάγκης οὐδενί· τὸ δὲ Δ τι Γ ἐστίν· τὸ Β ἄρα ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ· ὅπερ ἔδει δεῖξαι. ἀλλὰ δὴ ἔστω ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, καὶ τὸ μὲν Α ἐξ ἀνάγκης τῷ Γ οὐ παντί, τὸ δὲ Β τῷ Γ ἐξ ἀνάγκης παντί· λέγω ὅτι τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί. ἐπεὶ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α τινὶ τῶν ὑπὸ τὸ Γ, οἷον τὸ Δ, οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Β τῷ Δ ἐξ ἀνάγκης παντί, διὰ τὸν δεύτερον ἄρα τρόπον τοῦ τρίτου σχήματος τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐ παντί.
Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου.
Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιόν ποιῷ,
εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν; δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν τρόπος ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἢ τοῦ ὑπάρχειν εἶναι ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τὸ ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς.
ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ
(ἔφη γὰρ ἐκεῖσε ἐπεὶ δὲ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν
), εἴτε τὸ νῦν ὑπάρχον μὴ εἴη τρόπος, οὐκ ἔστιν μῖξις· τῷ γὰρ ψιλῷ ἔστιν
πᾶς τρόπος συνέζευκται. ζητοῦμεν δὲ ἐν ταῖς μίξεσιν οὐχὶ 〈εἰ〉 καθόλου ἢ μερικὸν συνάγεται, οὐδ’ εἰ καταφατικὸν ἢ ἀποφατικόν (οὐδεμία γὰρ περὶ ταῦτα γίνεται ἐξαλλαγὴ παρὰ τὰ εἰρημένα, ἐπειδὴ καὶ τὸ καθόλου ὑπάρχον τότε ἐλαμβάνετο φερόμενον καὶ κατὰ τῶν τρόπων), ἀλλ’ εἰ ὑπάρχον ἢ ἀναγκαῖον ἢ ἐνδεχόμενον τὸ συμπέρασμα. μίξεως τοίνυν γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι ὁ μὲν Ἀριστοτέλης τῇ μείζονι ἕπεσθαι βούλεται τὸ συμπέρασμα, εἰ δὲ ἐν δευτέρῳ, τῇ ἀντιστρεφομένῃ, εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ· αὗται γὰρ μείζονες γίνονται ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου τῶν μὴ ἀναγομένων δι’ ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δὲ νεωτέρων ἠκολούθησαν
συνηγορῶν τῷ Ἀριστοτέλει καὶ δι’ ἀδυνάτου δείκνυσιν ἀναγκαῖον τὸ συμπέρασμα τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐνδέχεται μὴ παντί· ἀλλὰ μὴν καὶ τὸ Β τῷ Γ ὑπαρχόντως παντί· διὰ τὸν πέμπτον ἄρα τρόπον τοῦ τρίτου σχήματος, ἐφ’ οὗ καὶ κατὰ Ἀριστοτέλη τῇ χείρονι ἕπεται τὸ συμπέρασμα, τὸ Α τῷ Β ἐνδέχεται μὴ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον· ἀντίφασις γὰρ ταῦτα. ἀλλὰ πρῶτον μὲν διάλληλός ἐστιν ἡ δεῖξις· καὶ γὰρ τὴν μνημονευθεῖσαν δεῖξιν τοῦ τρίτου σχήματος διὰ τῆς νῦν μίξεως ἑξῆς ὁ Ἀριστοτέλης δείξει. δεύτερον δὲ διὰ τῶν αὐτῶν λόγων καὶ ὑπάρχον συνάγεται καὶ ἐνδεχόμενον καὶ ἀδύνατον· εἰ γὰρ τὸ Α τῷ Γ μὴ παντὶ ὡς ἂν ἐθέλῃς, ἐπειδὴ τὸ Β τῷ Γ παντί, τὸ Α τῷ Β οὐ παντί, καὶ οὐ λέγω ἁπλῶς· ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· ὥστε ἢ τὰ τρία οὐ συνάγεται ἢ οὐδὲ τὸ ἀναγκαῖον. αἴτιον δὲ τοῦ ἄτοπον ἐπακολουθεῖν καὶ ἀναγκαίου ὑποτεθέντος τοῦ συμπεράσματος καὶ ἐνδεχομένου καὶ ὑπάρχοντος οὐχ ὁ τρόπος τοῦ συμπεράσματος, ἀλλὰ τὸ συνάγεσθαι μὲν κατ’ ἀλήθειαν παντί (ἀεὶ γὰρ ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται ἐν πρώτῳ), ὑποκεῖσθαι δὲ οὐ παντί. Σωσιγένης δὲ ὁ τοῦ Ἀλεξάνδρου διδάσκαλος ἀναγκαῖον ἔφη συνάγεσθαι τὸ κατὰ τὸν διορισμόν· ἔστ’ ἂν γὰρ ὁ μέσος τῷ ἐσχάτῳ ὑπάρχῃ. ἀνάγκη καὶ τὸν μείζονα τῷ ἐλάττονι ὑπάρχειν. ἀλλ’ ὅσον ἐπὶ τούτῳ καὶ τῆς μείζονος ὑπαρχούσης 〈οὔσης〉 ἀναγκαῖόν ἐστιν τὸ συμπέρασμα· ἀνάγκη γὰρ πάλιν τὸν μείζονα τῷ ἐσχάτῳ ὑπάρχειν, ἔστ’ ἂν ὁ μείζων τῷ μέσῳ ὑπάρχῃ· καὶ πᾶς συλλογισμὸς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον συνάγει διὰ τὸν ὃρον τοῦ συλλογισμοῦ· καὶ ἐν τῷ δευτέρῳ σχήματι δείκνυσιν ὁ Ἀριστοτέλης συζυγίαν μὴ συνάγουσαν τὸ ἀναγκαῖον διὰ τὸ τὸ μετὰ διορισμοῦ ἀναγκαῖον συνάγειν. Ἑρμῖνος δ’ ἔλεγεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα οὐκ ἀεί ποτε, ἀλλ’ ἐπί τινος ὕλης· εἰ μὲν γὰρ λάβωμεν
ζῷον, ἄνθρωπον, περιπατοῦν, ἀναγκαῖον συνάγεται· εἰ δὲ ζῷον, ἄνθρωπον, κινούμενον, [ψεύδεται ἡ] ἐνδεχόμενον. δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἔφη συμβαίνει δέ ποτε. ἀλλὰ διώρισεν τοῦτο ὁ Ἀριστοτέλης ἐπαγαγὼν πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς
ἀναγκαίου ἔχον τὸ παρεῖναι, τοῦ δ’ ἐνδεχομένου τὸ δύνασθαι μεταβάλλειν εἰς τὸ μὴ εἶναι. καὶ διὰ τοῦτο πλάτος ἐστὶν τοῦ ὑπάρχοντος, καὶ δύναται ἡ ὑπάρχουσα πρότασις καὶ πρὸς τῷ ἀναγκαίῳ εἶναι μᾶλλον καὶ πρὸς τῷ ἐνδεχομένῳ. καὶ ὅτε πρὸς τῷ ἀναγκαίῳ ἐστίν, ἀναγκαῖον συνάγεται· οἷον γὰρ ἐκ δύο ἀναγκαίων ἀναγκαῖον συνάγεται· ὅτε δὲ πρὸς τῷ ἐνδεχομένῳ, ὑπάρχον συνάγεται, ὡς ἐπὶ τῶν εἰρημένων ὅρων. † ὅτε καὶ ὁ Ἀριστοτέλης ἐκ τῆς μείζονος ἀναγκαίας τῆς δ’ ἐλάττονος ὑπαρχούσης ἀναγκαῖόν φησιν συνάγεσθαι τὴν ἐλάττονα πρὸς τῷ ἀναγκαίῳ λαμβάνων· ὅτε δ’ ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δ’ ἐλάττονος ἀναγκαίας ὑπάρχον, τὴν ἐλάττονα λαμβάνει πρὸς τῷ ὑπάρχοντι· διὰ γὰρ τοῦτο, ὅτε ἡ μείζων ὑπάρχουσά ἐστιν ἡ δ’ ἐλάττων ἀναγκαία, τὴν μείζονα οὐκ ἀναγκαίαν καλεῖ ἐξορίζων αὐτὴν ἀπὸ τοῦ ἀναγκαίου καὶ ἐπιρρεπῆ ὁρῶν πρὸς τὸ ἐνδεχόμενον· ὅτε δὲ ἡ μείζων ἀναγκαία ἡ δ’ ἐλάττων ὑπάρχουσα, τὴν ἐλάττονα ὑπάρχουσαν καλεῖ, οὐχὶ δὲ 〈οὐκ〉 ἀναγκαίαν ὡς ἐπιρρεπῶς ἔχουσαν πρὸς τὸ ἀναγκαῖον. ἀλλὰ κἂν εἴπωμεν, φασί, λογικὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος πρὸς τῷ ἀναγκαίῳ οὔσης ὑπάρχον συνάγεται· κἂν κίνησις πάσῃ βαδίσει ἀναγκαίως, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος ὑπαρχούσης οὔσης πρὸς τῷ ἀναγκαίῳ ὑπάρχον συνάγεται.
Ὅτι ἄπορος ἡ μῖξις ὑπάρχοντος καὶ ἀναγκαίου· οὔτε γὰρ ἀεὶ ὑπάρχον συνάγεται, ὡς οἱ Πλατωνικοὶ καὶ Θεόφραστος, διὰ τοὺς ὅρους τούτους·
γίνεται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· ψεῦδος γὰρ καὶ τὸ ἐνδέχεται τινὰ ἄνθρωπον ζῷον καὶ τὸ ἀνάγκη μηδένα ἄνθρωπον ζῷον.
τὸ δὲ Β τινὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως. εἰ δὲ ψεῦδος τὸ ὑπάρχειν τινί, ἀληθὲς τὸ ἀνάγκη μηδενί, οὐχὶ δὲ τὸ ἐνδέχεται μηδενί· τῷ γὰρ ὑπάρχοντι οὐκ ἀντίκειται τὸ ἐνδεχόμενον, ἐπειδὴ τὸ νῦν ὑπάρχον ἐνδέχεται εἰς ὕστερον μὴ ὑπάρχειν καὶ τὸ νῦν ὑπάρχον ἐνδεχόμενόν ἐστιν, οὗ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει. καὶ διὰ τοῦτο ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς οὐ ληπτέον ἀντικείμενον τῷ ὑπάρχειν τὸ ἐνδεχόμενον· οὐ γὰρ ἀντίκειται κατὰ τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἀλλὰ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ οὖν ψεῦδος τὸ Α τῷ Γ ὑπάρχειν τινί, ἀληθὲς τὸ Α τῷ Γ ἀνάγκη μηδενί· τὸ δὲ Γ τῷ Β ἀνάγκη τινί· τὸ Α ἄρα τῷ Β ἀνάγκη οὐ παντί· ὅπερ ἀδύνατον· ὑπάρχει γὰρ παντί· ἀντίφασις δὲ ἀνάγκη οὐ παντί, ὑπάρχει παντί οὐ μὴν ἔστιν δεῖξαι δι’ ἀδυνάτου καὶ ἀναγκαῖον συναγόμενον. οἷον λέγω ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινί· εἰ γὰρ
Ποῦ λέγει ὁ Πλάτων ἐν τῇ μίξει ἀναγκαίου καὶ ἐνδεχομένου τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐν τῷ συμπεράσματι
τῶν πρὸς Πολέμαρχον λόγων ἐπὶ παραδειγμάτων τοιούτων·
Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτάσεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὑποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀνύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἵαν [δ’] ἂν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι· εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλόγιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῷον, λευκόν.
ΜΙΞΙΣ ΕΝ Β ΣΧΗΜΑΤΙ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
μείζων γίνεται τοῦ πρώτου σχήματος ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ· τῇ δὲ μείζονι τοῦ πρώτου σχήματος δέδεικται τὸ συμπέρασμα ἑπόμενον· εἰ δὲ μὴ ἢ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐν τῷ τετάρτῳ τρόπῳ, τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. καὶ τὰς μὲν συναγούσας ἀναγκαῖον διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυσιν, τὰς δ’ ὑπάρχον καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου καὶ δι’ ὅρων.
τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. ἐπεὶ γὰρ τὸ Γ οὐδενὶ τῷ Α ὑπάρχει διὰ τὴν ἀντιστροφήν, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης. γέγονε τὸ πρῶτον σχῆμα τὴν μείζονα ὑπάρχουσαν ἔχον, καὶ διὰ τοῦτο ὑπάρχον συνάγεται· τὸ Γ ἄρα οὐδενὶ τῷ Β ὑπάρχει· ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρχει. δευτέρα δεῖξις· εἰ τὸ Β τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τῷ Β οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Β τῷ Α ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν· τὸ Γ ἄρα τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ οὐδενὶ ὑπάρχει διὰ τὴν ἀντιστροφήν· ὅπερ ἀδύνατον. ἢ ὡς ἡ λέξις, τὸ Γ τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ παντὶ ὑπάρχει· εἰ γὰρ τὸ Α τῷ Γ οὐδενί ὑπάρχει, καὶ τὸ Γ τῷ Α οὐδενὶ ὑπάρχει· καὶ διὰ τοῦτο δύναται καὶ παντὶ ὑπάρχειν τὸ Γ τῷ Α. τρίτη δεῖξις τοῦ αὐτοῦ διὰ τῶν ὅρων· ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ζῷον οὐδενὶ λευκῷ ὑπαρχόντως· καὶ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπάρχει, εἰ μὴ ἄρα λέγοι τις, φησίν, ἄνθρωπος οὐδενὶ λευκῷ ἐξ ἀνάγκης, ἔστ’ ἄν, ὡς ἡ πρότασίς φησιν, ζῷον οὐδενὶ λευκῷ ὑπάρχῃ. ἀλλ’ οὕτω πᾶς συλλογισμὸς ἀναγκαῖον συνάγει διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ. οὐκ ἄρα ληπτέον ἐν τοῖς συμπεράσμασι τό κατά τόν ὁρισμὸν ἀναγκαῖον.
ΜΙΞΙΣ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ ΕΝ Γ ΣΧΗΜΑΤΙ.
ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ γίνεται μείζων ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆ· δύναται δὲ ἡ μὴ ἀντιστρεφομένη ἀναγκαία εἶναι. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, φησὶν ὁ φιλόσοφος Πρόκλος ἐν τῷ σχολικῷ ὑπομνήματι τοῦ πρώτου τῶν Προτέρων ἀναλυτικῶν, δύναται ὁ προκείμενος τρόπος καὶ ὑπάρχον ἀεὶ συνάγειν τῷ δύνασθαι τὴν μὴ ἀντιστρεφομένην ὑπάρχουσαν εἶναι. πῶς οὖν ὁ αὐτὸς τρόπος δύο συμπεράσματα συνάγει, ποτὲ μὲν ἀεὶ ἀναγκαῖον, ποτὲ δὲ ἀεὶ ὑπάρχον; ἢ ἄλυτος ἦν ὁ λόγος, εἰ καθόλου ἦν τὸ συναγόμενον· νῦν δὲ δύναται τὸ μερικὸν καὶ ἀναγκαῖον εἶναι καὶ ὑπάρχον· ζῷον γὰρ τινὶ λευκῷ καὶ ἐξ ἀνάγκης διὰ τὸν κύκνον καὶ ὑπαρχόντως διά τινα ἄνθρωπον. ἐν δὲ τῷ δευτέρῳ τρόπῳ τῇ καθόλου ἀποφατικῇ βούλεται ἕπεσθαι τὸ συμπέρασμα· αὕτη γὰρ πάντως ἐστὶν ἡ μὴ ἀντιστρέφουσα ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆ· καὶ εἰ μὲν ἀναγκαία ἢ ἡ καθόλου ἀποφατική. καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι, εἰ δ’ ὑπάρχουσα, ὑπάρχον. καὶ δείκνυσιν ἑκάτερον μὲν διὰ τοῦ πρώτου σχήματος, μόνον δὲ τὸ ὑπάρχον καὶ δι’ ὅρων· κενεμβατεῖ γὰρ πανταχοῦ τὸ ψεῦδος μὴ ἐποχούμενον πράγμασιν. καὶ εἰσὶν οἱ ὅροι· ἀγαθὸν οὐδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον παντὶ ἵππῳ ἀναγκαίως· καὶ ἀγαθὸν οὐ
ἐν γὰρ τούτοις τοῖς τρόποις ἡ καθόλου ἐστὶν ἡ μὴ ἀντιστρέφουσα. ἐν δὲ τῷ πέμπτῳ τρόπῳ τῇ χείρονι ἀξιοῖ ἕπεσθαι τὸ συμπέρασμα. τέσσαρες οὖν παρ’ αὐτῷ διορισμοὶ τοῦ συμπεράσματος ἐπὶ τῆς παρούσης μίξεως καὶ τοῦ παρόντος σχήματος· ἄλλος ἐν τῷ πρώτῳ τρόπῳ· ἀεὶ γὰρ ἀναγκαῖον τὸ συμπέρασμα· ἄλλος ἐν τῷ δευτέρῳ τρόπῳ· τῇ γὰρ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ· τῇ γὰρ καθόλου προτάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ πέμπτῳ· τῇ γὰρ χείρονι. ἢ εἷς διορισμὸς πάντα ταῦτα τοιοῦτος· τῆς γὰρ δείξεως δι’ ἀντιστροφῆς μὲν γινομένης τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα· συμβέβηκε δὲ τῇ μὴ ἀντιστρεφομένῃ ἐν μὲν τῷ πρώτῳ τρόπῳ δύνασθαι ἀεὶ ἀναγκαίαν εἶναι, ἐν δὲ τῷ δευτέρῳ τρόπῳ πάντως καθόλου ἀποφάσει εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ καθολικῇ προτάσει εἶναι πάντως· μὴ γινομένης δὲ τῆς ἀποδείξεως δι’ ἀντιστροφῆς τῇ χείρονι ἕπεται τὸ συμπέρασμα.
ΠΕΡΙ ΤΟΥ ΕΝΔΕΧΟΜΕΝΟΥ.
καὶ ἐπὶ τὸ ἐνδεχόμενον. καὶ πρῶτον διδάσκει τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν εἰ γὰρ δυνατόν, ἔστω τὸ ἀντικείμενον
τῷ ἀδύνατον ἐπακολουθεῖν λέγομεν μὴ ἐνδέχεσθαι τὸ ἀντικείμενον [καὶ] διὰ τὸν ὅρον τοῦ ἐνδεχομένου, καὶ ταύτῃ ἀναγκαῖον ποιοῦμεν τὸ προκείμενον. τὸν δὲ ὅρον τοῦ ἐνδεχομένου κατασκευάζει ὁ Ἀριστοτέλης ἐφεξῆς μὲν ἀπὸ τοῦ δυνατοῖς δυνατὰ ἕπεσθαι καὶ ἀδυνάτοις ἀδύνατα, νῦν δὲ οὕτως· εἰ γὰρ οὐκ ἐνδέχεται εἶναι, ἀνάγκη μὴ εἶναι καὶ ἀδύνατον εἶναι· καὶ τὰ ἀντικείμενα ἄρα, ὃ ἐνδέχεται εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ εἶναι καὶ οὐκ ἀδύνατον εἶναι. καὶ διὰ τοῦτο τὸ ἐνδεχόμενον τῇ ἀποφάσει
τοῦ ἀναγκαίου καὶ ἀδυνάτου ὥρισται· καθόλου γὰρ ὧν ἀντιφάσεων θάτερα μόρια συναληθεύει, τούτων καὶ τὰ λοιπὰ συναληθεύει. ἔστωσαν γὰρ δύο ἀντιφάσεις αἱ ΑΒ. ΓΔ, καὶ τὰ ΑΓ συναληθευέτωσαν· λέγω ὅτι καὶ τὰ ΒΔ συναληθεύει· εἰ γὰρ δυνατόν, ἐπὶ τοῦ Ε τὸ Β ἀληθευέτω, τὸ Δ δὲ μή· ἐπεὶ οὖν κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι, τὸ δὲ Δ οὐχ ὑπάρχει τῷ Ε, τὸ Γ ἄρα ὑπάρχει τῷ Ε· ὥστε καὶ τὸ Α· ἀλλὰ καὶ τὸ Β διὰ τὴν ὑπόθεσιν· ὅπερ ἀδύνατον.
οὐκ ἐνδέχεται εἶναι
ἀνάγκη μὴ εἶναι
ἀδύνατον εἶναι
ἐνδέχεται εἶναι
οὐκ ἀνάγκη μὴ εἶναι
οὐκ ἀδύνατον εἶναι
β¯. Ἦσαν αἱ ἀντιστροφαὶ τοῦ ἐνδεχομένου οὐχ αἱ ἀπλαῖ (ταύτας γὰρ παραδώσει μετὰ τὸ πρῶτον σχῆμα, ὅπου καὶ δέεται αὐτῶν· τὰ γὰρ ἄλλα σχήματα δι’ ἁπλῆς ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα ἀνάγεται) ἀλλ’ αἱ ἐνδεχόμεναι αἱ τὸ ποιὸν μόνον ἀμείβουσαι τὴν δὲ τάξιν τῶν ὅρων φυλάττουσαι. κατὰ ταύτην τοίνυν τὴν ἐνδεχομένην ἀντιστροφὴν αἵ τε καθόλου πρὸς ἀλλήλας ἀντιστρέφουσιν καὶ 〈αἱ〉 μερικαὶ πρὸς ἀλλήλας· διὰ τὸν ὅρον τοῦ ἐνδεχομένου ὃ ἐνδέχεται 〈οὐδενί, ἐνδέχεται〉 καὶ παντί, καὶ ἔμπαλιν· καὶ ὃ ἐνδέχεται οὐ παντί, καὶ τινί, καὶ ἔμπαλιν· καὶ ἔτι αἱ καθόλου πρὸς τὰς διαγωνίους μερικὰς ἀντιστρέφουσιν· ὃ γὰρ ἐνδέχεται παντί, καὶ οὐ παντὶ διὰ μέσης τῆς οὐδενί· καὶ ὃ ἐνδέχεται οὐδενί, καὶ τινὶ διὰ μέσης τῆς παντί. οὐκέτι δὲ καὶ ταῖς μερικαῖς αἱ καθόλου ἕπονται· οὐ πᾶν μὲν γὰρ ζῷον ἐνδέχεται βαδίζειν· οὐ μὴν καὶ πᾶν ζῷον ἐνδέχεται βαδίζειν διὰ τὰ ἑρπετά. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ ἔτι οἱ Πλατωνικοὶ οὐ βούλονται ἐνδεχομένην ἀπόφασιν ἀντιστρέφειν πρὸς ἐνδεχομένην κατάφασιν, ἐπειδὴ οὐ μένει τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, περὶ οὗ ὁ λόγος. οἱ γὰρ συλλογισμοὶ ὑπὸ τεχνῶν προβάλλονται, αἵ περὶ τὸ ὡς ἐπὶ τὸ
ὡς ἐπὶ τὸ πολύ, ἐνδέχεται πάντα ἄνθρωπον καὶ τινὰ ἄνθρωπον ἑξαδάκτυλον εἶναι ἐπ’ ἔλαττον.
͞γ Ὅτι τὸ ἐνδεχόμενον φέρεται κατὰ πάσης ὑπάρξεως, ἀναγκαίας, ὑπαρχούσης, μελλούσης· ἀλλ’ ἀναγκαίας μὲν καὶ ὑπαρχούσης δέει τῆς ἀποφάσεως· ὃ γὰρ δὴ οὐκ ἐνδέχεται· μελλούσης δὲ κυρίως. καὶ τὸ κυρίως ἐνδεχόμενον διττόν· ἢ γὰρ ὡρισμένον, ὡς τὸ ὡς ἐπὶ τὸ πολύ· τοῦτο γὰρ ὥρισται, ἐπειδὴ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν· ἢ ἀόριστον, ὡς τὸ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον. ἀλλὰ πῇ τὸ ἐπ’ ἔλαττον ἀόριστον; ὥρισται γὰρ καὶ τοῦτο μᾶλλον οὐκ ὄν ἢ ὄν. ἢ ὡς πρὸς ὕπαρξιν ἀόριστον τὸ ἐπ’ ἔλαττον, ὥσπερ πρὸς ἀνυπαρξίαν τὸ ὡς ἐπὶ τὸ πολὺ ἀόριστον.
γάρ
σύνδεσμος; ἢ ὅτι ἀπέφησε τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου ἐνδεχομένου ὄντος.
ὅτι οὐ δι’ ἀντιστροφῆς τὸ παντὶ τῷ τινὶ ἰσοδυναμεῖ ἢ τὸ οὐδενὶ τῷ οὐ παντί· τὸ γὰρ ποιὸν ἔμεινεν. ὅτι αἱ νῦν ἀποφάσεις φωνῇ μόνον εἰσὶν ἀποφάσεις· ὁ γὰρ τρόπος ἀκέραιος ἔμεινεν.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ σχεδὸν ἀναγκαῖόν ἐστιν καὶ διαλεῖπον ἀναγκαῖον τὸ δὲ ἐπ’ ἔλαττον σχεδὸν ἀδύνατον καὶ διαλεῖπον ἀδύνατον· διὰ γὰρ τὸ ἐπ’ ἔλαττον οὐκ ἀναγκαῖον τὸ ὡς ἐπὶ τὸ πολύ· διὰ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐκ ἀδύνατον τὸ ἐπ’ ἔλαττον.
ὅτι δὲ τὸ ἀόριστον κατὰ τοῦ ἐπ’ ἴσης καὶ τοῦ ἐπ’ ἔλαττον φέρει, δηλοῖ τὰ παραδείγματα· τὸ μὲν γὰρ βαδίζειν τοῦ ἐπ’ ἴσης ἐστίν, ὁ δὲ σεισμὸς τοῦ ἐπ’ ἔλαττον.
Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ πεφυκὸς καλεῖ διὰ τὸ περὶ αὐτὸ καταγίνεσθαι τὴν φύσιν καὶ τὴν αὐτὴν μιμουμένην τέχνην.
τόδε τῷδε ὑπάρχειν. ὅτι τὸ ἐνδέχεσθαι παντὶ δύο σημαίνει· πάντως μὲν γὰρ ὑπάρχει τὸ Α τοῖς ὑπὸ τὸ Β διὰ τὸν ὅρον τοῦ κατὰ παντός, ἀλλ’ ἢ ἐνδεχομένοις μέρεσιν οὖσιν τοῦ Β ἢ ὑπάρχουσιν. καὶ τὸ μὲν πρῶτον εἰλήφθω νῦν, ἐπειδὴ περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων διαλεγόμεθα· τὸ δὲ δεύτερον περιμενέτω τὴν μῖξιν ἐνδεχομένου καὶ ὑπάρχοντος. ἵνα δὲ μῖξις ἢ καὶ ἐνδεχομένου καὶ ἀναγκαίου, τὸ ἐνδεχόμενον παντὶ τρία σημαινέτω, ὅτι τὸ Α τοῖς ὑπὸ τὸ Β ὑπάρχει ἢ ἀναγκαίοις αὐτοῦ μέρεσιν οὖσιν ἢ ἐνδεχομένοις ἢ ὑπάρχουσιν· ἰσοδυναμεῖ
Α ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩN.
καταφατικήν, ἄλλ’ ἓν μόνον, τὸ τὴν μείζονα καθόλου εἶναι. τῆς δ’ αἰτίας τούτων ἀπὸ τοῦ πρώτου ἀρξόμεθα διὰ τὴν συνέχειαν τοῦ λόγου τὸ πέρας τοῦ ὅτι ἀρχὴν τοῦ διότι ποιούμενοι. ἐπεὶ τοίνυν δέδεικται ὅτι ἐπὶ τοῦ ἐνδεχομένου κατὰ τὰς ἐνδεχομένας ἀντιστροφὰς αἱ μερικαὶ πρὸς ἑαυτὰς μόνας ἀντιστρέφουσιν, οὐκέτι δὲ πάντως καὶ πρὸς τὰς καθόλου, διὰ τοῦτο ἡ μὲν ἐλάττων, κἂν ἀπόφασις ᾖ, εἰς κατάφασιν μεταβάλλει καὶ συλλογιστικὴ γίνεται· ἡ δὲ μείζων ἐὰν ᾖ μερική, οὐ μεταβάλλει εἰς καθόλου, καὶ διὰ τοῦτο οὐ γίνεται συλλογισμός. καὶ τέλειοι μέν εἰσιν οἱ τὴν ἐλάττονα καταφατικὴν ἔχοντες ὡς διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δεικνύμενοι· ἀτελεῖς δὲ οἱ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες ὡς ἐνδεχομένης ἀντιστροφῆς δεόμενοι. ὀκτὼ δέ εἰσι συλλογισμοὶ τοῦ πρώτου σχήματος, ἐπειδὴ τῆς μείζονος καθόλου οὔσης ἡ ἐλάττων ἢ καθόλου ἐστὶν ἢ μερική, καὶ ἑκατέρως τετραχῶς παρὰ τὸ ποιόν. καὶ ταῦτα μὲν περὶ τῶν συλλογιστικῶν τρόπων.
Ἀσυλλόγιστοι δὲ πάντες οἱ τὴν μείζονα μερικὴν ἔχοντες· ἐπεὶ γὰρ ὑπερέχεται τὸ Α ὑπὸ τοῦ Β (τὸ γὰρ Α τινὶ τῷ Β ὑπάρχει), ὑπερεχέσθω τὸ Α ὑπὸ τοῦ Β τῷ Γ· τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει· οἷον λευκόν, κινούμενον, κόραξ. εἰ δὲ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ τὸ παντί, οὐ τὸ οὐδενί, οὐ τὸ τινί, οὐ τὸ οὐ παντί, καὶ διὰ τοῦτο ἀσυλλόγιστος ἡ συζυγία· εἰ γὰρ ἦν συλλογιστική, ἐξ ἀμφοτέρων ἐνδεχομένων οὖσα ἐνδεχόμενον συνῆγεν, ὥσπερ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν ὑπάρχον καὶ ἐξ ἀμφοτέρων ἀναγκαίων
ἀναγκαῖον. καὶ τί λέγω τὴν τοιαύτην συζυγίαν μηδὲν συνάγειν ἐνδεχόμενον; καθόλου γὰρ οὐδὲν συνάγει, οὐ τὸ ἐνδεχόμενον, οὐ τὸ ὑπάρχον, οὐ τὸ ἀναγκαῖον, ἐπειδὴ συνάγει τὸ μὲν ἐξ ἀνάγκης παντὶ
ζῴῳ ἐξ ἀνάγκης ὑπάρχει, οἷον κύκνῳ, καὶ τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, οἷον κόρακι. εἰ μὴ μόνον αἱ ἀποφάσεις ταῖς καταφάσεσιν ἀντιστρέφουσι κατὰ τὴν ἐνδεχομένην ἀντιστοφὴν ἀλλὰ καὶ ἀνάπαλιν, οὐδὲν μᾶλλον αἱ ἀσυλλόγιστοι συλλογιστικαί εἰσιν ἢ ἔμπαλιν. ἢ ἀπόφασιν εἰς κατάφασιν χρὴ μεταβαλεῖν, ἐπειδὴ πᾶσαι ἔργῳ καταφάσεις εἰσὶν τοῦ τρόπου μείναντος ἀκεραίου
ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ ἘΝ Α ΣΧΗΜΑΤΙ.
καὶ πρὸς τὴν κατασκευὴν τοῦ ὁρισμοῦ τοῦ ἐνδεχομένου. τοῦ Α τοίνυν ὄντος ἔστω πάντως τὸ Β· καὶ ἔστω τὸ Α δυνατόν· λέγω ὅτι καὶ τὸ Β δυνατόν ἐστιν· εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον· ἐπεὶ οὖν τὸ Α δυνατόν, ὑποκείσθω ἐκβεβηκός· καὶ ἐπεὶ τοῦ Α ὄντος τὸ Β ἐστίν, τότε ἄρα καὶ τὸ Β ἐστίν· ἀλλὰ καὶ οὐκ ἔστιν ὡς ἀδύνατον καθ’ ἑαυτό· ὅπερ ἀδύνατον. πρὸς τὴν δεῖξιν ταύτην ἀντειπεῖν οἱ Στωικοὶ μὴ δυνάμενοι διὰ παραδειγμάτων ἀποροῦσιν οὕτως· εἰ τέθνηκε Δίων, 〈τέθνηκεν οὗτος〉· καὶ τὸ μὲν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τεθνάναι τοῦτον δεικνύμενον ὡς ζῶντα ἀδύνατον. ὅμοιον τούτῳ καὶ εἰ νύξ ἐστιν, αὕτη ἡμέρα οὐκ ἔστιν· καὶ τὸ μὲν πρῶτον δυνατόν· τὸ δὲ δεύτερον ἀδύνατον
. ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου· τὸ μὲν γὰρ τεθνάναι Δίωνα ἀληθὲς καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος· τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγε οὖν εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων
, καὶ ἀδυνάτῳ δυνατὸν ἕπεται, ὡς καὶ ἐξ ἀδυνάτων προτάσεων ἀναγκαῖον συνάγεται, καὶ τῷ ἵππον εἶναι Σωκράτη ἕπεται τὸ καὶ ζῷον εἶναι.
Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες συλλογισμοὶ τέλειοί εἰσιν, οἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἀτελεῖς· ἢ γὰρ δι’ ἀντιστροφῆς δείκνυνται, ὅτε ἡ ἐλάττων ἐνδεχομένη ἀποφατική ἐστιν, ἢ δι’ ἀδυνάτου, ὅτε ἡ ἐλάττων ἐνδεχομένη καταφατική ἐστιν. καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν, τουτέστιν οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν. εἰ δ’ ἡ μείζων ἐνδεχομένη ἢ ὑπάρχουσα καταφατική, τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται.
νῦν, φησίν, δεῖ ἄμφω τὰς προτάσεις Α νοεῖν, Β δὲ τὸ συμπέρασμα· ἐκ δυνατῶν γὰρ δυνατόν. ἀλλ’ εἰ δυνατῷ δυνατὸν ἕπεται, πῶς ἐξ ἐνδεχομένων ἀναγκαῖον συνάγεται; ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων.
μεταβαλών, τὴν μὲν ΒΓ ἐνδεχομένην εἰς ὑπάρχουσαν, τὴν δὲ ΑΒ ὑπάρχουσαν εἰς ἐνδεχομένην· δέδεικται γὰρ νῦν, ὅτε ἡ μείζων ἐνδεχομένη ᾖ, ἐνδεχόμενον τὸ συμπέρασμα. ἀλλ’ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ, καὶ ὅτε ἡ μείζων ὑπάρχουσα ἀποφατική ἐστιν, ἐνδεχόμενον συνάγεται. τί δὲ κωλύει καὶ νῦν τῷ κατὰ παντὸς χρήσασθαι καὶ τέλειον ποιεῖν τὸν συλλογισμόν; εἰ γὰρ ὅτι οὔπω γέγονεν μέρος τὸ Γ τοῦ Β, ἀλλὰ καὶ πάλαι οὔπω μέρος ἦν τὸ Β τοῦ Α.
ἀληθεύειν, οἷον ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (τοῦτο γὰρ ἀληθές, ἔστ’ ἂν μόνοι ἄνθρωποι κινῶνται), ἐπεὶ οὐκ ἔστι συλλογισμός· συνάγεται γὰρ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων ἀπέδειξεν. οὐ προσιέμεθα δὲ τὴν ἐξήγησιν ταύτην· οἶδε γὰρ ὁ Ἀριστοτέλης διαφορὰν ὑπάρχοντος καὶ ἀναγκαίου. ἕτεροι τὸ αὐτὸ ἐξηγοῦνται οὕτως· οὐ δεῖ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ ὁρίζεσθαι τῆς ἐνδεχομένης καὶ ἀληθεύειν τὴν ὑπάρχουσαν, ἔστ’ ἂν ἡ ἐνδεχομένη μὴ γένηται ὑπάρχουσα, ὥσπερ νῦν· ἄνθρωπος γὰρ παντὶ κινουμένω ὑπάρχει, ἔστ’ ἂν ἐνδέχηται κινούμενον παντὶ ἵππῳ· εἰ δὲ καὶ κινούμενον παντὶ ἵππῳ ὑπάρχει, οὐκέτι ἄνθρωπος παντὶ κινουμένῳ. οὐ δεῖ δὲ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεσθαι, ἐπεὶ οὐκ ἔστι συλλογισμός· καὶ γὰρ τὸ οὐδενὶ καὶ τὸ παντὶ ἐξ ἀνάγκης συνάγεται. καὶ διὰ τοῦτο καὶ προσεχῶς ἔλεγεν ὁ Ἀριστοτέλης ὅτι ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν πρὸ τῆς ἐκβάσεως τοῦ ἐνδεχομένου καὶ οὐ παντὶ μετὰ τὴν ἔκβασιν ἐνδεχομένου. οὐδὲ ταύτην προσιέμεθα τὴν ἐξήγησιν· οἱ γὰρ ἐν τῇ λέξει δεύτεροι ὅροι οὐ συνᾴδουσιν αὐτῇ· οὐδὲ γὰρ ἐν αὐτοῖς τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεται. μήποτε οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι δεῖ ἐν τῇ ὑπαρχούσῃ προτάσει τὸ κατηγορούμενον πεφυκέναι ὅλῳ τῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον περιπατοῦν παντὶ ἀνθρώπῳ, ἵνα πρὸς μόνον τὸ ἐκβεβηκέναι ὑποθέσεως δεώμεθα, οὐχὶ δὲ καὶ πρὸς τὸ ὑπάρχειν, ὡς ἐπὶ τοῦ ἄνθρωπος παντὶ κινουμένῳ ἢ ζῷον παντὶ κινουμένῳ. τούτων προσληφθέντων τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη τινί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδεχομένως παντί, μὴ μενέτω ἐνδεχομένη ἡ ΒΓ πρότασις (οὔπω
ἀλλὰ γινέσθω ὑπάρχουσα διὰ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ ἄρα σχήματι, ἐν ᾧ τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα δι’ ἀντιστροφῆς τῆς ἀποδείξεως γινομένης, τὸ Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ οὐδενί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐνδέχεται ἄρα οὐδενί· ὅπερ προέκειτο δεῖξαι. πλήν, φησίν, οὐ τὸ διορισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον, ὅπερ καλεῖ οὐδενὶ ἐξ ἀνάγκης διὰ τὸ ἀληθεύεσθαι καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεσθαι μηδενί. ἡ γὰρ ἐνδέχεται οὐδενί, φησίν, συναληθεύει τῇ ἐνδέχεται παντί· καὶ τῇ μὲν ἐνδέχεται οὐδενὶ ἀντίκειται ἡ ἐξ ἀνάγκης τινί, τῇ δ’ ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· ὥστε καὶ τῇ ἐνδέχεται οὐδενὶ ἄμφω ἅμα ἀντιφατικῶς μάχονται, δι’ αὐτὴν μὲν τὴν ἐνδέχεται οὐδενὶ ἡ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὴν ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· καὶ γὰρ οὐκ ἀληθὲς ἢ ἐνδέχεται οὐδενὶ ἢ ἐξ ἀνάγκης τινί, ἐπειδὴ ψευδῆ ἀμφότερα κατὰ τοῦ πάντα ἄνθρωπον πτερωτὸν εἶναι. δεῖ οὖν τὸν μέλλοντα εἰσαγαγεῖν τὸ ἐνδέχεται μηδενὶ ἄμφω τὰ ἀντικείμενα ἀνελεῖν, τὸ ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. νῦν δὲ τῷ ἐξ ἀνάγκης οὐ παντὶ οὐδὲν ἕπεται ἄτοπον· καὶ γὰρ ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾧ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· καὶ διὰ τοῦτο τὸ Α τῷ Β ὑπάρχει οὐ παντί· ἦν δὲ καὶ οὐδενὶ ὑπάρχον· καὶ οὐδὲν ἄτοπον, ἀλλὰ καὶ ἀναγκαῖον. ἐπεὶ οὖν μόνον τὸ ἀνάγκη τινὶ ἀνῄρηται, οὐχὶ δὲ καὶ τὸ ἀνάγκη οὐ παντί, ἅπερ ἄμφω ἀντίκεινται τῷ ἐνδέχεται μηδενί, ἐξ ἡμισείας τὸ ἐνδεχόμενον ἀνῄρηται καὶ τὸ ἀναγκαῖον· καὶ διὰ τοῦτο 〈τὸ〉 συναγόμενον ἐξ ἡμισείας ἐστὶν ἐνδεχόμενον καὶ ἀναγκαῖον, ὅπερ καλεῖ οὐδενὶ ἐξ ἀνάγκης ὡς τοῦ τινὶ ἀνῃρημένου καὶ ὡς τοῦ οὐδενὶ ἐξ ἀνάγκης φερομένου καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί. οὐκ ἄρα
καλῶς λαμβάνονται αἱ ἀντιφάσεις ἐν τῇ πραγματείᾳ ταύτῃ ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· τῇ γὰρ ἐνδέχεται οὐδενὶ οὐ μόνη ἀντιφάσκει ἡ ἀνάγκη τινὶ ἀλλὰ μετὰ τῆς ἀνάγκη οὐ παντί· καὶ αἱ δύο ἅμα ὡς μία, ἡ ἐνδέχεται παντὶ καὶ ἡ ἐνδέχεται οὐδενί, ταῖς δύο ἅμα ὡς μιᾷ ἀντιφάσκουσι, τῇ ἀνάγκη τινὶ καὶ τῇ ἀνάγκη οὐ παντί. οὐ γὰρ πᾶν ἢ ἐνδέχεται οὐδενὶ ἢ ἀνάγκη τινί· ἐπὶ γὰρ τοῦ πᾶς ἄνθρωπος πτερωτὸς ψεῦδος καὶ τὸ ἐνδέχεται οὐδενί (ἀναγκαίως γὰρ ὁ ἄνθρωπος οὐ πτερωτός) καὶ τὸ ἀνάγκη τινί. ὁμοίως οὐ πᾶν ἢ ἐνδέχεται παντὶ ἢ ἀνάγκη οὐ παντί· ἄμφω γὰρ ψευδῆ ἐπὶ τοῦ πᾶς ἄνθρωπος ζῷον.
οἱ δὲ καὶ δι’ ἀντιστροφῆς
καὶ ὡς ἐπὶ τοῦ καθόλου. καὶ εἰ ἡ μείζων ὑπάρχουσα ἀποφατικὴ ᾖ, τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται καὶ νῦν, 〈εἰ〉 δὲ ὑπάρχουσα καταφατική, τὸ κυρίως ἐνδεχόμενον.
εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ. μόνον τὸ τρίτον οἰκεῖον τοῖς παροῦσι λόγοις, ἀλλ’ ὡς φιλοκαθόλου καὶ τὰ πρῶτα δύο παρελάβομεν.
ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν· ἀδιάφορον τὸ ἴδιον τῆς ἐλάττονος, ὅτε ἐνδεχομένη ἐστιν, εἰ δὲ ὑπάρχουσα, οὐκ ἀδιάφορον.
Δύο ἀσυλλόγιστοι, 〈οἱ〉 τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες καὶ ἓξ συλλογιστικοί, οἱ μὴ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικήν. καὶ τούτων ὃ ἀτελεῖς, οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην, πρῶτος, τρίτος, πέμπτος, ἕκτος, δι’ ἀδυνάτου πρῶτος, τρίτος, δι’ ἀντιστροφῆς πέμπτος, ἕκτος· δύο τέλειοι, οἱ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν καταφατικήν, δεύτερος, τέταρτος. δύο τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν, οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικήν, τρίτος, ἕκτος· ὃ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν, ὁ πρῶτος, δεύτερος, τέταρτος, πέμπτος.
Πρῶτος τρόπος. Τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς καὶ δι’ ἀδυνάτου, καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγει. λέγω οὖν ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται· εἰ γὰρ μὴ τοῦτο, ἀνάγκη τινὶ ἢ ἀνάγκη οὐ παντί· ἄμφω δὲ ἀδύνατον. ἔστω γὰρ πρῶτον τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Β ἄρα τῷ Γ ὑπάρχει παντί· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Γ ἀνάγκη οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾧ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β ὑπάρχει οὐ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον. ἀλλὰ δὴ ὑποκείσθω τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐπειδὴ τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ σχήματι τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα, καὶ τὸ
Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ ἀνάγκῃ παντί· ὅπερ ἀδύνατον.
Δεύτερος τρόπος. τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐκ ἐχρησάμεθα δὲ τῷ κατὰ παντὸς καὶ πάλαι, ἐπειδὴ οὔπω ἦν γενόμενον μέρος τοῦ Β τὸ Γ ὥσπερ νῦν.
Τρίτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων. εἰ γὰρ ψεῦδος τὸ ὑπάρχειν τὸ Α τῷ Γ οὐδενί, τὸ Α τῷ Γ ὑπάρχει τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχει· ἐν τρίτῳ σχήματι ἐξ ἀμφοτέρων ὑπαρχουσῶν τὸ Α τινὶ τῷ Β ὑπάρχει· ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον. ἀλλ’ οὐχ’ ὑγιῶς ἐλήφθη ἡ ἀντίφασις· ἔμεινε γὰρ ὃ τρόπος, καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ καὶ ἀνάγκη οὐδενὶ συνάγεται· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἀνάγκη οὐδενί, τὸ Α τῷ Γ ἀνάγκη τινί· ἀλλὰ τὸ Α καὶ τῷ Β ἀνάγκη οὐδενί· τὸ Β ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἄτοπον. τὸ οὖν ἄτοπον οὐ
Τέταρτος τρόπος. τὸ Α ἐνδέχεται οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐ γὰρ ἔστιν ἐλέγξαι τὸ ἐνδεχόμενον μηδενί· ποίαν γὰρ προσλαμβάνῃ; εἰ μὲν τὴν ΑΒ, αἱ δύο ἀποφατικαί· εἰ δὲ τὴν ΒΓ, οὐκ ἔχομεν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι.
Πέμπτος τρόπος. τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ κυρίως ἐνδεχόμενον συνάγων, ὡς ὁ πρῶτος τρόπος.
Ἕκτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ
τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων, ὡς ὁ τρίτος τρόπος.
Τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· λέγω ὅτι τὸ Α τῷ Γ ὑπάρχει οὐ παντί. ⁎ ⁎ ⁎ τὸ δὲ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ διὰ τὴν ἀντιστροφὴν τοῦ καθόλου στερητικοῦ· τὸ Β ἄρα τῷ Γ ἐξ ἀνάγκης οὐδενί· μῖξις γὰρ γέγονεν ἐν πρώτῳ σχήματι ἀναγκαίου καὶ ὑπάρχοντος, καὶ ἡ μείζων ἀναγκαία, ὥστε τῇ μείζονι ἕπεται τὸ συμπέρασμα· ὑπόκειται δὲ τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. ἀλλά, φασὶν οἱ Πλατωνικοί, οὕτως συγχωρητέον τῷ ἐν πρώτῳ σχήματι τῇ μείζονι ἕπεσθαι τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος. καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ ἡ προτεθεῖσα συζυγία καὶ ἀνάγκη οὐ παντὶ συνάγει· εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη παντί· τὸ δὲ Β τῷ Α ἀνάγκη οὐδενί· ἐν πρώτῳ ἄρα σχήματι ἐκ δύο ἀναγκαίων τὸ Β τῷ Γ ἀνάγκη οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί. διότι οὖν κατὰ ἀλήθειαν οὐ παντὶ συνάγεται καὶ ὑπετέθη παντί, τὸ ἀδύνατον οὐ διὰ τὸ ὑπάρχον ἢ τὸ ἀναγκαῖον ὡς ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου. βουλόμενοι δ’ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα ἀντιλέγουσι ταῖς μίξεσι ταύταις μόναις ταῖς ὑπάρχον συναγούσαις.
Β. Τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Β τῷ Γ ἀνάγκη τινί· τέλειος ὁ συλλογισμὸς καὶ τοῦ ἐνδεχομένου· ἡ γὰρ ἀπόδειξις διὰ τοῦ κατὰ μηδενός.
Γ. Τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὁ συλλογισμὸς τοῦ ἐνδεχομένου· εἰ γὰρ ψεῦδος τὸ Α τῷ Γ ἐνδέχεται τινί, τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· ἐκ δύο ἀναγκαίων ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. δυνατὸν δὲ καὶ ἐνταῦθα λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται· τῷ γὰρ ἐνδέχεται τινὶ δύο ἀντίκειται, τὸ ἐξ ἀνάγκης οὐδενί, ὅπερ ἀνῄρηται, καὶ τὸ ἐξ ἀνάγκης παντί, ᾧ οὐδὲν ἕπεται ἄτοπον.
καὶ παραδίδωσιν αὐτὰς ἡ λέξις κατὰ τοὺς ὑποκειμένους ἀριθμούς.
καὶ ἐνδεχόμενον
· οὐ γὰρ ἀντίκειται τὸ ἐνδεχόμενον καταφάσει καὶ ἀποφάσει.
Πλὴν ὅτι ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἐξ ἡμισείας ἀναγκαῖον συνῆγον (τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί·
καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἢ ἐνδεχόμενον), μίξεως δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον.
καὶ ὑπάρχον καὶ ἐνδεχόμενον
καλεῖ ἡ λέξις.
Β ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ.
καὶ ἐνδεχομένου, ὑπάρχοντος καὶ ἀναγκαίου, ἐνδεχομένου καὶ ἀναγκαίου· ὅπερ ἄτοπον· οἱ μὲν γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι· αἱ δὲ τρεῖς μίξεις αἱ ἐν πρώτῳ σχήματι διαιροῦνται εἰς τὸ συλλογιστικὸν καὶ ἀσυλλόγιστον. ἀλλ’ ἐπεὶ οἱ ἐν δευτέρῳ σχήματι δείκνυνται ἀναγόμενοι εἰς τὸ πρῶτον σχῆμα ἢ δι’ ἀντιστροφῆς ἢ δι’ ἀδυνάτου, περὶ ἀντιστροφῆς ἁπλῆς ἐνδεχομένων προτάσεων διαλέγεται· καὶ ἐπεί ὅτε δι’ ἀντιστροφῆς δείκνυται τὸ δεύτερον σχῆμα, πάντως ἡ καθόλου ἀπόφασις ἀντιστρέφεται, περὶ μόνης τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης καθόλου ἀποφάσεως διαλέγεται, καὶ δείκνυσιν ὅτι ἡ ἐνδεχομένη καθόλου ἀπόφασις οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. καὶ τοῦτο ἡμῖν ἐν τοῖς τρισὶ σχήμασιν ἔλεγεν, ὅτι αἱ μὲν τοῦ ἐνδεχομένου καταφάσεις ὁμοίως τῷ ὑπάρχοντι καὶ ἀναγκαίῳ πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφουσιν, ἡ δ’ ἐνδεχομένη καθόλου ἀπόφασις οὐχ ὁμοίως· ἐπὶ γὰρ ὑπάρχοντος καὶ ἀναγκαίου πρὸς ἑαυτὴν ἀντιστρέφει, ἐπὶ δὲ τοῦ ἐνδεχομένου οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· ‟τοῦτο δ’ ἔσται δῆλον”, ἔφασκεν, ‟ὅταν περὶ τοῦ ἐνδεχομένου λέγωμεν”. ὅτι τοίνυν ἡ καθόλου ἐνδεχομένη ἀπόφασις οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει, νῦν δείκνυσι καὶ προάγει τὴν ἀπόδειξιν τριχῶς. καὶ πρῶτον οὕτως· εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὐκ ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· εἰ γὰρ τοῦτο, καὶ ἡ καθόλου κατάφασις ἀντιστρέφει πρὸς ἑαυτήν, ὡς δείξω· τοῦτο δ’ ἀδύνατον· λευκὸν μὲν γὰρ παντὶ ζῴῳ ὑπάρχειν ἐνδέχεται, οὐκέτι δὲ καὶ ζῷον παντὶ λευκῷ ὑπάρχειν ἐνδέχεται· τινὶ γὰρ λευκῷ, τῷ ψιμιθίῳ, ἐξ ἀνάγκης οὐχ ὑπάρχει. τὸ δὲ συνημμένον οὕτως δεικτέον· εἰ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐνδέχεται ὑπάρχειν· ἐπεὶ δὴ ὃ ἐνδέχεται οὐδενί, καὶ παντὶ ἐνδέχεται κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, καὶ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, καὶ τὸ Β παντὶ τῷ Α ἐνδέχεται. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοῦτο· οὐκ εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, ἤδη καὶ παντὶ ἐνδέχεται κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, ἀλλ’ εἰ ἄρα, κατὰ μόνον τὸ ἐπ’ ἴσης. εἴποι
ὁ Ἀριστοτέλης· ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ ἀναγκαίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις; εἰ μὲν τὸ ἁπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστὶν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ εἰ τὸ Α τῷ Β ἐνδέχεται παντὶ ἢ τινί,
καὶ τὸ Β τῷ Α ἐνδέχεται τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἀνάγκη οὐδενί
· ἐροῦμεν γὰρ καὶ ἡμεῖς πρὸς σὲ ὅτι τῇ ἐνδέχεται τινὶ οὐ μόνον ἡ ἀνάγκη οὐδενὶ ἀντίκειται ἀλλὰ καὶ ἡ ἀνάγκη παντί· ἧς ὑποτεθείσης οὐδὲν ἀδύνατον ἕπεται, ἐπεὶ τὸ Α τῷ Β ἐνδέχεται παντί, εἰ καὶ ὅτι μάλιστα ἀδύνατον ἐπακολουθεῖ, εἰ τὸ Α τῷ Β ἐνδέχεται τινί. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τῇ διαβαλλομένῃ δείξει ὑπὸ Ἀριστοτέλους κεχρῆσθαι ἀλλ’ ἑτέρᾳ τοιαύτη· εἰ τὸ Α τοῦ Β ἐνδεχομένως κεχώρισται, καὶ τὸ Β τοῦ Α ἐνδεχομένως κεχώρισται, καὶ διὰ τοῦτο ἀντιστρέφει ἡ καθόλου ἀπόφασις πρὸς ἑαυτὴν καὶ ἐπὶ τοῦ ἐνδεχομένου.
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός: οὐ μόνον γὰρ αἱ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιοσχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνάγειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί.
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλογιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες; εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἂν ἀνομοιοσχήμονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς. ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν.
καὶ τὶς καὶ οὐ πᾶς· ὥστε εἰ πᾶς, καὶ οὐ πᾶς. οὐ μὴν τελείως ἀντιστρέφουσιν· οὐ γὰρ δὴ καὶ εἰ οὐ πᾶς, ἤδη καὶ πᾶς. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ οὐδεὶς καὶ τίς.
ψεῦδος ἄν λαμβάνοι τῷ γὰρ ἐνδέχεται παντὶ οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ἀντίκειται ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί.
οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἔστιν χρήσασθαι. οἷον τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Α τῷ Γ ἐνδέχεται παντί· ἐπὶ τοῦ πρώτου τρόπου ποιεῖται πάλιν τὸν λόγον, ἐπειδὴ ἡ δι’ ἀδυνάτου δεῖξις κοινὴ ἦν πάντων, εἰ καὶ μόνῳ τῷ τετάρτῳ τρόπῳ ἐφήρμοζεν. εἰ οὖν συνήγετό τι ἐν δευτέρῳ σχήματι, τὸ ἐνδέχεται οὐδενὶ συνήγετο τὸ Β τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, τὸ Β τῷ Γ ἀνάγκη τινί· τὸ δὲ Α τῷ Β ἐνδέχεται οὐδενί· γίνεται το πρῶτον σχῆμα τὴν μείζονα ἐνδεχομένην ἔχον καὶ διὰ τοῦτο ἐνδεχόμενον συνάγον, τὸ Α τῷ Γ ἐνδέχεται οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· καὶ οὐδὲν ἄτοπον. ἀλλ’ οὐδ’ ἐν τῷ τετάρτῳ τρόπῳ ἄτοπόν τι ἕπεται. οὐ μόνον δὲ ταύτῃ δείκνυσιν ἀσυλλογίστους ἀλλὰ καὶ τῷ δίκην τῶν ἀσυλλογίστων διὰ τῶν ὅρων ἐλέγχεσθαι· ἔστιν γὰρ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης οὐδενὶ συναγόντων· λευκόν, ἄνθρωπος, ἵππος· εἰ δὲ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ καταφατικόν, οὐκ ἀποφατικόν, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένου συλλογισμός. ὁ γὰρ Ἀριστοτέλης ἀσυλλογίστους δείκνυσι τὰς ἐνδεχομένας συζυγίας οὐ τῷ ἔθει, τῷ συνάγειν ἐξ ἀνάγκης παντὶ καὶ ἐξ ἀνάγκης οὐδενί, ἀλλ’ ἀρκεῖται καὶ θατέρῳ μόνον διὰ τὸν εἰρημένον λογισμόν. ὁ δὲ Ἀλέξανδρος ἐκτίθεται ὅρους καὶ τὸ ἐξ ἀνάγκης παντὶ συνάγοντας· λευκόν, ζῷον, ἄνθρωπος. ἀλλὰ μήποτε, ἔστ’ ἂν λευκὸν μηδενὶ ζῴῳ ἐνδέχηται, οὐκ ἐνδέχεται λευκὸν παντὶ ἀνθρώπῳ, ὡς καὶ Ἀλέξανδρος μετὰ πολλὰ ἐφιστάνει. οἱ δὲ Πλατωνικοὶ βουλόμενοι καὶ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι γίνεσθαι συλλογισμούς, καὶ τοσούτους ὅσους καὶ ἐπὶ τῶν ἄλλων τρόπων, ἀντιλέγουσι τοῖς τρισὶ τούτοις ἐπιχειρήμασι. τῷ μὲν πρώτῳ λέγοντες ὅτι καὶ ἡ ἐνδεχομένη καθόλου ἀπόφασις ἀντιστρέφει πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α τοῦ Β κεχώρισται, καὶ τὸ Β τοῦ Α κεχώρισται. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐπὶ τοῦ ἐνδεχομένου τὰς μὲν ἐνδεχομένας ἀντιστροφὰς προσίεται, τὰς δ’ ἁπλᾶς οὐ προσίεται· οἱ δὲ Πλατωνικοὶ ἔμπαλιν. καὶ μᾶλλον οἱ Πλατωνικοὶ κατορθοῦσι· περὶ γὰρ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οἱ συλλογισμοὶ
γίνονται, καὶ ἐπὶ τούτου αἱ μὲν ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης, αἱ δ’ ἁπλαῖ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης μὴ συνίστανται. πρὸς δὲ τὰ δεύτερον ὅτι ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ἐνδέχεσθαι καὶ μὴ παντὶ κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. πρὸς δὲ τὸ τρίτον ὅτι οἱ ὅροι οὐκ εἰσὶν τοῦ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένου ἀλλὰ τοῦ ἐπ’ ἴσης.
Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ
Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ
καθόλου ἀποφατικὴν ὑπάρχουσαν.
Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
Ἐν δευτέρῳ σχήματι μίξεως γινομένης ἐνδεχομένου καὶ ἀναγκαίου συλλογιστικαί εἰσιν αἱ ἔχουσαι ἀναγκαίαν καθόλου ἀπόφασιν, εἴτε ἄμφω καθόλου εἶεν, εἴτε ἡ μὲν καθόλου ἡ δὲ μερική· πλὴν ὅτι ἐπὶ τῶν ἀναμὶξ καὶ ἄλλου προσδιορισμοῦ χρεία· δεῖ γὰρ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν μείζονα εἶναι. καὶ πάντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι καὶ ἀτελεῖς εἰσιν ὡς δι’ ἀδυνάτου δεικνύμενοι. καὶ ἁπλῶς, ἃ ἐποίει ἐν τῇ προλαβούσῃ μίξει ἡ ὑπάρχουσα καθόλου ἀπόφασις, ταῦτα νῦν ἡ καθόλου ἀναγκαία ἀπόφασις. καὶ ὁ μὲν πρῶτος τρόπος μιᾶς ἀντιστροφῆς δεῖται· ὁ δὲ δεύτερος δύο. ὁ δὲ ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν καὶ τὴν μείζονα ἐνδεχομένην ἔχων τριῶν ἀντιστροφῶν, μιᾶς ἐνδεχομένης καὶ δύο ἁπλῶν. καὶ ὁ τέταρτος τοῦ δευτέρου σχήματος ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ μὴ ἔχει ὅλως καθόλου ἀποφατικήν, οὐδὲ τοιάνδ’ ἀπόφασιν ἕξει.
ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει. τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τὸ μὲν ἔχει τοῦ ἀναγκαίου ὡς ἐκβηβηκός, τὸ δὲ τοῦ ἐνδεχομένου ὡς μεταπῖπτον, ὅπερ καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ δέει τῆς ἀποφάσεως. καὶ ὅτι τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται, δείκνυσιν οὕτως· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ἀνάγκη τινὶ τὸ Β τῷ Γ, ὅπερ πάλιν ὑπάρχει τινί καλεῖ· τὸ δὲ Α τῷ Β ἀνάγκη οὐδενί· τὸ Α ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Β τῷ Γ ἀνάγκη τινί. καὶ ἐπειδὴ οὐδὲν ἕπεται ἄτοπον καὶ τῷ ἀνάγκη οὐ παντί, τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὅπερ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ φέρεται καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί· καὶ διὰ τὸ ποτὲ μὲν κατὰ τοῦ ἀναγκαίου φέρεσθαι ποτὲ δὲ κατὰ τοῦ ἐνδεχομένου ἐξ ἡμισείας ἐστὶν ἀναγκαῖον καὶ ἐνδεχόμενον.
Ὅτι κίνησις πάσῃ ἐγρηγόρσει ἐξ ἀνάγκης·
ἡ γὰρ ἐγρήγορσις ὡς ἔγερσις κίνησίς ἐστιν. ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἵνα καὶ κινῆται. ὥστε οὐ καλῶς ἔχουσιν οἱ ὅροι.
Γ ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ.
καὶ ὑπάρχοντος ἀεὶ ἐνδεχόμενον ἔφη συνάγεσθαι.
Γ ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ.
αὐτῶν ὅρων. ἀλλ’ οὐκ εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἢ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας.
ΣΧΗΜΑ Γ ΜΙΞΕΩΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
καὶ πότε τοῦ ἐνδέχεσθαι καὶ πότε τοῦ ὑπάρχειν. τὸ κυρίως, φησίν, ἐνδεχόμενον συνάγουσιν οἱ μὴ ἔχοντες τὴν ἀναγκαίαν καθόλου ἀποφατικήν.
ΣΥΝΟΨΙΣ ΤΩΝ ΜΙΞΕΩΝ.
Τριῶν ὄντων τρόπων, ὑπάρχοντος, ἀναγκαίου, ἐνδεχομένου, τριῶν δὲ καὶ σχημάτων ἐννέα εἰσὶν αἱ πᾶσαι μίξεις. καὶ ἐπὶ μὲν τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου ἐν μὲν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἕπεσθαι τὸ συμπέρασμα, ἐν δὲ δευτέρῳ τῇ ἀντιστρεφομένῃ ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τρίτῳ τῇ μὴ ἀντιστρεφομένῃ, ὅταν δηλαδὴ δι’ ἀντιστροφῆς γένηται ἡ ἀπόδειξις, εἰ δὲ δι’ ἀδυνάτου μόνον, ὡς ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου, τῇ χείρονι. ἐπὶ δὲ τῶν λοιπῶν ἐξ μίξεων τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι, εἰ μὴ τύχῃ ἡ συμπλεκομένη τῇ ἐνδεχομένῃ προτάσει καθόλου ἀποφατικὴ ὑπάρχουσα πάντως ἢ ἀναγκαία· τότε γὰρ ἐπὶ μὲν ἐνδεχομένου καὶ ὑπάρχοντος τὸ ὑπάρχον συνάγεσθαι, ἐπὶ δὲ ἐνδεχομένου καὶ ἀναγκαίου τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον. οἱ δ’ ἑταῖροι αὐτοῦ καὶ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα βούλονται ἐπὶ τῶν ἐννέα μίξεων.
ΕΙΣ ΤΑΣ ΜΙΞΕΙΣ.
αἱ δύο προτάσεις κοινὸν ὅρον· καὶ οὗτος ἢ ἐν ἀμφοτέροις κατηγορεῖται ἢ ἐν ἀμφοτέροις ὑπόκειται ἢ ἀναμίξ· καὶ γίνονται τὰ τρία σχήματα. ὁμοίως δὲ καὶ ὁ σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· δύο γάρ εἰσιν αἱ κύριαι αὐτοῦ προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμοὺς ποιοῦσιν, ὡς ἑξῆς δείκνυσιν. καὶ οἱ δι’ ἀδυνάτου δὲ συλλογισμοὶ σύνθετοι ὑποθετικοὶ ὄντες ὑπὸ τὰ τρία σχήματα τελοῦσι· καὶ οἱ ἁπλοῖ δὲ ὑποθετικοί· οἱ μὲν δι’ ἀδυνάτου, ἐπειδὴ δεόνται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὸ ἀδύνατον δεικνύντος, οἷον τοῦ γεωμετρικοῦ θεωρήματος τοῦ δεικνύντος διὰ κατηγορικοῦ συλλογισμοῦ πῶς, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός· οἱ δ’ ἁπλοῖ ὑποθετικοί, ἤτοι οἱ ἐπ’ εὐθείας, ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὴν πρόσληψιν δεικνύντος· δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι. καὶ εὖ γε ἀμφότερα· εἰ γὰρ ἀμφιβάλλοιτο τὸ συνημμένον, ἀμφιβάλλεται καὶ τὸ ὑποθετικοὺς
οὕτως ἔχει, εἰ πρότερον δείξωμεν ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται, οὐ μόνον δὲ πᾶς κατηγορικὸς συλλογισμὸς οὕτως ἔχει ἀλλὰ καὶ πᾶς ὑποθετικός, οὗ μέρος ὁ δι’ ἀδυνάτου· πᾶς μὲν γὰρ δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, ὥσπερ καὶ πᾶς μὲν κατηγορικὸς ἐπ’ εὐθείας, οὐ πᾶς δ’ ἐπ’ εὐθείας κατηγορικός· ἐπ’ εὐθείας γὰρ ἀλλ’ οὐ κατηγορικὸς ὅδε· ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός ἐστιν· ἀλλὰ μὴν οὐκ ἄρτιος· περιττὸς ἄρα.
ὡς οὐδὲ τὸν νεκρὸν ἄνθρωπον μόνον. τὸ ἀδύνατον οὖν, φησίν, τὸ έν τῷ ὑποθετικῷ συλλογισμῷ κατηγορικὸς συλλογισμὸς δείκνυσιν, οἷον ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἅμα καὶ περιττός, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος. τὸ δὲ προκείμενον ὁ ὑποθετικὸς συλλογισμὸς δείκνυσιν· ἐπεὶ γὰρ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἤ ἀσύμμετρος καὶ οὐκ ἔστιν σύμμετρος διά τι λῆμμα κατηγορικὸν, ἀσύμμετρον ἄρα. διὸ καὶ ὑποθετικὸς λέγεται ὁ δι’ἀδυνάτου καίπερ καὶ κατηγορικῷ συλλογισμῷ χρώμενος, ἐπειδὴ λῆμμά ἐστιν ὁ κατηγορικός, τό δέ προκείμενον ὁ ὑποθετικὸς δείκνυσιν.
εἰ
λέγεται ἀλλὰ μετὰ τοῦ ἀλλά
. κατὰ πρόσληψιν δὲ καλεῖ ὁ Ἀριστοτέλης τὴν πρότασιν τὴν ἰσοδυναμοῦσαν συλλογισμῷ τὴν δύο ὅρους ἐνεργείᾳ ἔχουσαν καὶ ἕνα [δὲ] δυνάμει· καθ’ οὗ ὁ ἄνθρωπος, κατὰ τούτου ζῷον.
Ὅτι δόγματα Ἀριστοτέλους τὸ ἐν τοῖς ὑποθετικοῖς τὸ συννημένον ὡμολογῆσθαι καὶ τὸ τὴν πρόσληψιν πάντως κατασκευάζεσθαι, καὶ ἄμφω ταῦτα ἐδείξαμεν ἀληθῆ ἐν τῇ θεωρίᾳ.
εἰς τὰ τρία σχήματα ἀνάγονται· καθ’ οὗ τὸ Α, καὶ τὸ Β· τρίτον γάρ ἐστιν σχῆμα. καὶ οὐδὲ διὰ μέσου ἄλλου εἰς τὰ τρία σχήματα τελοῦσιν οἱ δ’ ὅλου ὑποθετικοὶ καὶ οἱ κατὰ πρόσληψιν, καθάπερ πάντες οἱ μικτοὶ ὑποθετικοὶ, ἀλλὰ διὰ τὴν πλοκὴν τὴν οἰκείαν. πᾶσα ἄρα κατασκευὴ ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· τοῦτο δὲ ἦν τὸ προκείμενον.
ΠΕΡΙ ΥΠΟΘΕΤΙΚΩΝ ΣΥΛΛΟΓΙΣΜΩΝ ΕΚ ΤΟΥ ΜΟΝΟΒΙΒΛΟΥ ΑΜΜΩΝΙΟΥ.
Ἐπειδὴ τοὺς μὲν κατηγορικοὺς συλλογισμοὺς ἀνελλειπῶς ὁ Ἀριστοτέλης ἐλεπτούργησε, τοὺς ἁπλοῦς πάντας, τοὺς μικτοὺς πάντας, τὰ σχήματα πάντα, τοὺς τρόπους πάντας, τῆς δὲ τῶν ὑποθετικῶν τεχνολογίας οὐ πάνυ φαίνεται φροντίσας (μόνον γάρ φησιν περὶ αὐτῶν ὅτι οἱ δ’ ἀδυνάτου μέρος τῶν ἐξ ὑποθέσεως καὶ ὅτι καὶ οἱ δ’ ἀδυνάτου καὶ οἱ ἐπ’εὐθείας ὑποθετικοὶ εἰς τὰ τρία σχήματα ἀνάγονται τῷ δεῖσθαι κατηγορικοῦ συλλογισμοῦ ἤ τὸ ψεύδος κατασκευάζοντος ἤ τὴν πρόσληψιν) καὶ ἡμῖν παρακελεύεται ἐν τῷ πέρατι τοῦ δευτέρου τμήματος τοῦ βιβλίου τοῦτου διελεῖν τοὺς ὑποθετικοὺς λέγων ‟δεῖ δ’ ἐπισκέψασθαι καὶ διελεῖν ποσαχῶς οἱ ἐξ ὑποθέσεως”,φέρε τὸ προσταχθὲν ποιήσωμεν, καὶ ὀκτὼ ταῦτα περὶ τῶν ὑποθετικῶν ζητήσωμεν ᾱ διὰ
μετάληψιν αὐτὴν καλεῖ διὰ τὸ μεταλαμβάνεσθαι ἀπὸ ἀμφιβολίας εἰς ἐνέργειαν· οὐκέτι γὰρ μετὰ ἐνδοιαστικοῦ συνδέσμου λέγεται. καὶ ἄμεινον ὁ Ἀριστοτέλης· οὐ γὰρ ἄλλη παρὰ τὰ προκείμενα προστίθεται, ὥσπερ ἐφεξῆς αὐτὸς καλεῖ κατὰ πρόσληψιν πρότασιν καθ’ οὗ ὁ ἄνθρωπος, κατὰ τούτου καὶ ζῷον’· προστίθεται γὰρ ‘ἄνθρωπος δὲ κατὰ Σωκράτους’. ὃ δ’ ἡμεῖς λέγομεν συμπέρασμα, ἐκεῖνοι ἐπιφορὰν καλοῦσι. τοὺς δ’ ὑποθετικοὺς συλλογισμοὺς ἀναποδείκτους καλοῦσι καὶ θέματα. γ̄. τὴν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῶν κατηγορικῶν συλλογισμῶν καὶ τῶν ὑποθετικῶν. ὃ τοίνυν ἐν τοῖς κατηγορικοῖς αἱ δύο προτάσεις, τοῦτο ἐν τοῖς ὑποθετικοῖς τὸ συνημμένον ἢ διεζευγμένον καὶ ἡ πρόσληψις· ὃ δ’ ἐκεῖ ἡ ἐλάττων, τοῦτο νῦν τὸ ἡγούμενον· καὶ ὃ ἡ μείζων, τοῦτο τὸ ἑπόμενον καὶ ἡ πρόσληψις· καὶ ὃ ἐν τοῖς κατηγορικοῖς ὁ μέσος ὅρος, τοῦτο νῦν ὁ σύνδεσμος ὁ ‛εἰ’ τυχὸν ἢ ὁ ‛ἤ ’ καὶ ἁπλῶς ἡ σχέσις· ποτὲ γὰρ καὶ μετοχὴ συνδεῖ, οἷον ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν. διαφέρουσι δέ, ὅτι ἐν μὲν τοῖς κατηγορικοῖς ἄμφω αἱ προτάσεις ὁμολογούμεναι ἦσαν, καὶ ὅτι τρίτον παρὰ ταύτας τὸ συμπέρασμα κατασκευάζεται, νῦν δὲ μία μόνον σαφής, καὶ ἡ ἑτέρα δι’ αὐτῆς κατασκευάζεται. δ̄. πόσα τὰ εἴδη τῶν ὑποθετικῶν συλλογισμῶν; εἰσὶ τοίνυν οὗτοι οἱ ὑπογεγραμμένοι. πρῶτος ὁ ἐξ ἀκολουθίας τῇ θέσει τοῦ ἡγουμένου τὸ ἑπόμενον τιθείς· εἰ ἄνθρωπος, καὶ ζῷον· τὸ δὲ πρῶτον· καὶ τὸ δεύτερον. δεύτερος ὁ ἐξ ἀκολουθίας τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον ἀναιρῶν· εἰ ἄνθρωπος, καὶ ζῷον· ἀλλὰ μὴν οὐ ζῷον· οὐδὲ ἄνθρωπος. εἰ μὴ ζῷον, οὐδὲ ἄνθρωπος· ἀλλὰ μὴν ἄνθρωπος· ζῷον ἄρα. οὗτος δὲ καὶ σὺν ἀντιθέσει ἀντιστροφὴ λέγεται. τρίτος ὁ ἐκ διαστάσεως καὶ ἀποφατικῆς συμπλοκῆς τῇ θέσει ἀναιρῶν· οὐχὶ καὶ ἄνθρωπος καὶ ἵππος τὸ αὐτό· ἀλλὰ μὴν ἄνθρωπος· οὐκ ἄρα ἵππος. τέταρτος ὁ ἐκ διαστάσεως τῇ θέσει ἀναιρῶν· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· οὐκ ἄρα νύξ.
πέμπτος ὁ ἐκ διαστάσεως τῇ ἀναιρέσει τιθείς· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ· ἀλλὰ μὴν ἡμέρα οὐκ ἔστιν· νὺξ ἄρα ἐστίν. πέντε δὲ μόνοι εἰσὶν δι’ αἰτίαν τοιαύτην, ὅτι δύο μὲν ὗλαι ἕνα συλλογισμὸν ποιοῦσιν· εἴτε γὰρ μὴ ἀντίκεινται αἱ προτάσεις, εἴτε ἐμμέσως ἀντίκεινται, ὁ τρίτος συλλογισμὸς γίνεται· μία δὲ ὕλη, τὰ ἄμεσα ἀντικείμενα, δύο ποιεῖ συλλογισμοὺς, τὸν τέταρτον καὶ τὸν πέμπτον.
διὸ καὶ ὑποθετικὸς λέγεται καίπερ καὶ κατηγορικὸν συλλογισμὸν ἔχων μέρος, ὡς τοῦ προκειμένου διὰ τοῦ πέμπτου τρόπου τῶν ὑποθετικῶν δεικνυμένου, τοῦ δὲ κατηγορικοῦ λήμματος ὄντος. οἷον ἡ διάμετρος τοῦ τετραγώνου τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος, ὡς δείξω· διὰ τὸν πέμπτον ἄρα τῶν ὑποθετικῶν ἀσύμμετρός ἐστιν, ὅπερ προέκειτο δεῖξαι. οὐ σύμμετρος δὲ ἡ διάμετρος τῇ πλευρᾷ διὰ ταῦτα· εἰ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός, ὡς δείξω· τὸ δὲ δεύτερον οὐκ ἔστιν· διὰ τὸν δεύτερον ἄρα τῶν ὑποθετικῶν οὐδὲ τὸ πρῶτόν ἐστιν. ὅτι δέ, εἰ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ, ὁ αὐτὸς ἄρτιος γίνεται καὶ περιττός, τὸ γεωμετρικὸν θεώρημα δείκνυσι διὰ κατηγορικοῦ συλλογισμοῦ. μέρος ἄρα οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὑποθέσεως, εἰ πᾶς μὲν δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δ’ ὑποθετικὸς δι’ ἀδυνάτου· οὐ γὰρ δὴ καὶ οἱ πέντε τρόποι ἐπ’ εὐθείας ὄντες. λέγεται δ’ ὁ δι’ ἀδυνάτου καὶ κύκλῳ ὡς μὴ τὸ προκείμενον αὐτόθεν δεικνύς· ὁ γὰρ τοῦ προκειμένου συλλογισμὸς ἐπ’ εὐθείας λέγεται, ἐπειδὴ καὶ ἡ εὐθεῖα ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν.
ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΡΟΣΛΗΨΙΝ ΣΥΛΛΟΓΙΣΜΩΝ.
Οὗτοι τοίνυν τῶν μὲν κατηγορικῶν ἔχουσι τὸ ἐν πᾶσι τοῖς σχήμασιν εἶναι· ἐν μὲν τῷ πρώτῳ ὃ τῷ Γ παντί, τούτῳ τὸ Α παντί· ἐν δὲ τῷ δευτέρῳ ὃ κατὰ τοῦ Β παντός, τοῦτο καὶ κατὰ τοῦ Γ παντός· ἐν δὲ τῷ τρίτῳ καθ’ οὗ τὸ Α παντός, κατὰ τούτου καὶ τὸ Β· ἀλλὰ συνάγεται νῦν καὶ ἐν δευτέρῳ καταφατικὸν καὶ ἐν τρίτῳ καθόλου, καὶ ἐκ δύο ἀποφατικῶν ἐν πᾶσι, καὶ τῷ ὑπάρχειν ἡ ἀνυπαρξία συνάγεται. τῶν δὲ ὑποθετικῶν ἔχουσι τὸ συνῆφθαι τὰς προτάσεις καὶ τὸ τὴν ἑτέραν διὰ τῆς ἑτέρας κατασκευάζεσθαι· ἀλλ’ οὔτε δι’ ὅλου ὑποθετικοί εἰσιν, οὔτε ὑπὸ τοὺς πέντε τρόπους ἀνάγονται.
Οἱ κατὰ πρόσληψιν κατηγορικοί εἰσιν ὡς γινόμενοι κατὰ τὰ τρία σχήματα. οὐκ εἰσὶν κατηγορικοὶ ὡς μὴ σώζοντες τὰ ἴδια
τῶν σχημάτων. ὑποθετικοὶ δέ εἰσιν διὰ τὸ συνῆφθαι τὰς δύο προτάσεις καὶ τὴν ἑτέραν διὰ τῆς ἑτέρας κατασκευάζεσθαι. οὐκ εἰσὶν ὑποθετικοί· οὔτε γὰρ δι’ ὅλου οὔτε μὴ δι’ ὅλου· τὸ δὲ δεύτερον, ἐπειδὴ μὴ τελοῦσιν ὑπὸ τοὺς πέντε τρόπους.
φασιν αὐτούς· ἀλλὰ τὰς δύο μερικὰς μίαν μερικὴν ποιείτωσαν καὶ προστιθέτωσαν τὴν καθόλου· οἷον τὰ ΑΒ τῷ αὐτῷ ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα· τὰ ΑΒ ἄρα ἴσα ἀλλήλοις. ἢ ὡς ἡ λέξις, μὴ λεγέτωσαν ‛ἐπειδὴ αἵδε αἱ τῶν ἡμικυκλίων ἴσαι, ὧν αἵδε αἱ τοῦ τμήματος ἴσαι, λοιπαὶ ἄρα αἵδε αἱ πρὸς τῇ βάσει τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι’· οὕτω δὲ μᾶλλον· ‘αἵδε αἱ τοῦ ἰσοσκελοῦς καταλείπονται ἀπὸ ἴσων ἴσων ἀφῃρημένων· πάντα τὰ καταλειπόμενα μετὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων ἴσα ἐστίν· αἵδε ἄρα τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσίν’. μερικὸν δὲ τὸ τόδε τῷδε ἴσον οὐ διὰ τὸ δεικτικόν (ἐπὶ γὰρ τῶν καθόλου ποιοῦνται τὸν λόγον πανταχοῦ οἱ γεωμέτραι), ἀλλ’ ὅτι τὸ ἀπροσδιόριστον ἰσοδυναμεῖ τῷ μερικῷ.
Δεύτερον κοινὸν τῶν τριῶν σχημάτων. τὸ συμπέρασμα οὐ πάντως ἔοικε μιᾷ τῶν προτάσεων, οὐδὲ κατὰ ποσὸν οὐδὲ κατὰ ποιόν· κατὰ μὲν τὸ ποσόν, ἐπειδὴ ἐν τρίτῳ σχήματι ἐξ ἀμφοτέρων καθόλου μερικὸν συνάγεται· κατὰ δὲ τὸ ποιόν, ἐπειδή, εἰ καὶ κατὰ τὸ καταφατικὸν καὶ ἀποφατικὸν καὶ ὑπάρχον καὶ ἀναγκαῖον καὶ ἐνδεχόμενον ἢ ἀμφοτέραις ταῖς προτάσεσιν ἔοικεν ἢ μιᾷ πάντως, οὐ δήπου καὶ κατὰ τὸ ψεῦδος καὶ ἀληθές, ἅπερ καὶ αὐτὰ ποιά εἰσιν καὶ τρόποι· ἀληθὲς γὰρ καὶ ἐξ ἀμφοτέρων ψευδῶν συνάγεται.
Ὅτι εἰπὼν ἐκ δύο ἀποφάσεων ἢ μερικῶν μὴ γίνεσθαι συλλογισμὸν μόνον τὸ δεύτερον ἐπεξεργάζεται. κείσθω γάρ, τουτέστιν προκείσθω εἰς ζήτησιν, εἰ ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστίν.
ΑΓ, ΒΔ καλεῖ τὰς τῶν ἡμικυκλίων γωνίας, ΓΔ τὰς τοῦ τμήματος, ΕΖ τὰς τοῦ τριγώνου· καὶ τὰ στοιχεῖα γὰρ τῶν γωνιῶν τῶν ἡμικυκλίων διαιρεῖ εἰς τὰ στοιχεῖα τῶν γωνιῶν τοῦ τμήματος καὶ τοῦ τριγώνου· τὰς δὲ πλευρὰς τοῦ τριγώνου ΑΒ καλεῖ. τρεῖς εἰσι συλλογισμοί· αἱ ΑΓ, ΒΔ γωνίαι ἡμικυκλίων ἴσων εἰσὶν γωνίαι· πᾶσαι αἱ τῶν ἴσων ἡμικυκλίων
γωνίαι ἴσαι· αἱ ΑΓ, ΒΔ ἄρα γωνίαι ἴσαι. πάλιν αἱ ΓΔ τοῦ αὐτοῦ τμήματός εἰσιν γωνίαι· πᾶσαι αἱ τοῦ αὐτοῦ τμήματός εἰσι γωνίαι ἴσαι διὰ τὴν [ε′] ἐφαρμογήν· [πάλιν] αἱ ΓΔ ἄρα γωνίαι ἴσαι. πάλιν αἱ ΕΖ τοῦ τριγώνου γωνίαι καταλείπονται μετὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων· πάντα τὰ καταλειπόμενα κατὰ ἀφαίρεσιν
κατηγορικοῦ τοῦ κατασκευάζοντος ἢ τὸ συνημμένον, ὡς ἐν τοῖς δι’ ἀδυνάτου, ἢ τὴν πρόσληψιν, ὡς ἐν τοῖς ἐπ’ εὐθείας, τὸ λοιπὸν δείκνυσι νῦν, ὅτι πᾶς σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται διὰ μέσου τοῦ προσεχῶς δεικνύντος, ὃς πάντως ἐκ τριῶν ὅρων ἐστίν. καὶ πρότερον τῷ ἀντικειμένῳ συνηγορεῖ, ὅτι ὁ κατηγορικὸς συλλογισμὸς ὁ προσεχῶς δεικνὺς δύναται ἐκ πλειόνων ὅρων εἶναι ἢ τριῶν· καὶ γὰρ καὶ τῇ σχέσει δύναται ἐκ πλειόνων εἶναι ἢ τριῶν καὶ τῷ ὑποκειμένῳ. τῇ μὲν σχέσει, ἐπειδὴ ἐνδέχεται δεῖξαι οὐ πάντα ἄνθρωπον λευκὸν διὰ τοῦ αὐτοῦ μέσου, τοῦ Αἰθίοπος, ἐν τοῖς τρισὶ σχήμασιν, ὡς ὑπογέγραπται· διὰ γὰρ τοῦτο μερικὸν ἀποφατικὸν εἴληπται τὸ πρόβλημα ὡς μόνον τῶν προβλημάτων ἐν τοῖς τρισὶ σχήμασι δεικνύμενον. οἱ τρεῖς οὖν ὅροι τῷ ὑποκειμένῳ τῇ σχέσει ἐννέα γεγόνασι. καὶ λύει λέγων ὅτι πολλοί εἰσιν οἱ συλλογισμοί (τρεῖς γάρ). προέκειτο δὲ δεῖξαι οὐ τὸ πολλοὺς συλλογισμοὺς ἐκ τριῶν ὅρων, ἀλλὰ τὸ ἕνα συλλογισμὸν ἐκ τριῶν ὅρων πάντως. δευτέρα συνηγορία. καὶ τῷ ὑποκειμένῳ δυνατὸν πλείονας τῶν τριῶν εἶναι τοὺς ὅρους τοῦ συλλογισμοῦ, εἴ γ’ ἐνδέχεται τὸ αὐτὸ πρόβλημα ἄλλοτε δι’ ἄλλου μέσου δεικνύναι, ὡς ὁ Πλάτων τὴν ἀθανασίαν τῆς ψυχῆς ἐν μὲν τῷ Θαίδωνι διὰ μέσου τοῦ ζωὴν ἐπάγειν τῷ σώματι· οὐδὲν γὰρ ἐπιδέχεται τὸ ἐναντίον οὗ ἐπάγει [ὅπου τὸ αὐτοκίνητον ἀθάνατον]· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας εἰπών· ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται· τοὐναντίον γὰρ δοκοῦσιν οἱ κακοὶ καὶ ζωτικώτεροι εἶναι καὶ μόνοι ζῆν διὰ τὰς πλεονεξίας καὶ τὴν τρυφήν· τὸ μὴ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας ἄφθαρτόν ἐστιν, ἐπειδὴ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας φθείρεται, ὡς ὁ σίδηρος καὶ ὁ χαλκὸς ὑπὸ τοῦ ἰοῦ, ὁ σῖτος ὑπὸ
τῆς ἐρυσίβης. ἀλλὰ νῦν πάλιν πολλοὶ οἱ συλλογισμοί, ὅσῳ καὶ αἱ προτάσεις τῶν συλλογισμῶν μᾶλλον διεστήκασιν ἀλλήλων, καὶ ὅσα τὰ μέσα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. καὶ τὸ αὐτὸ μὲν πρόβλημα διὰ πλειόνων ὅρων ἢ τριῶν, οὐ μὴν ὁ εἷς συλλογισμὸς περὶ οὗ ὁ λόγος. τρίτη συνηγορία. ἐνδέχεται κατηγορικὸν συλλογισμὸν διὰ πλειόνων ἢ τριῶν ὅρων προβαίνειν, ὡς ὁ Πλάτων ἐν Φαίδρῳ τὴν ψυχὴν ἀθάνατον ἀπέδειξε διὰ μέσου τοῦ αὐτοκινήτου καὶ ἀεικινήτου. ἀλλὰ πάλιν δύο εἰσὶ συλλογισμοί, ὅτι ἡ ψυχὴ ἀεικίνητον διὰ μέσου τοῦ αὐτοκινήτου, καὶ ὅτι ἀθάνατος διὰ μέσου τοῦ ἀεικινήτου.
Ὅτι δὲ πᾶς συλλογισμὸς ἐκ δύο προτάσεων προσεχῶν, οὕτως δείκνυσιν· εἰ γὰρ δυνατόν, συναγέσθω τὸ Ε ἐκ τεττάρων προτάσεων προσεχῶν τῶν ΑΒ ΓΔ. αἱ ΑΒ προτάσεις τοίνυν ἢ συνάγουσί τι ἢ οὐ συνάγουσι· ἀλλ’ εἰ μὲν μὴ συνάγουσί τι, μάτην εἰλημμέναι εἰσίν· εἰ δὲ συνάγουσί τι, ἢ τὸ Ε συνάγουσιν ἢ μίαν τῶν ΓΔ λοιπῶν προτάσεων ἢ ἄλλο τι παρὰ ταῦτα· ἀλλ’ εἰ μὲν τὸ Ε, ἔχομεν τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων συλλογισμός· εἰ δὲ ἓν τῶν ΓΔ, οὐκέτι προσεχής ἐστιν ὁ συλλογισμὸς οὐδ’ ἁπλοῦς ἀλλὰ σύνθετος ἐκ προσυλλογισμοῦ· εἰ δὲ ἄλλο παρὰ τὸ Ε καὶ τὰ ΓΔ συνάγει τὰ ΑΒ, νῦν οὐ μόνον πολλοί εἰσιν οἱ συλλογισμοί, καθάπερ καὶ ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἀλλὰ καὶ ἀσύναπτοι πρὸς ἀλλήλους. ἃ δὲ ἐπὶ τῶν ΑΒ εἴρηται, ἁρμόσει καὶ ἐπὶ τῶν ΓΔ· πάλιν γὰρ τὰ ΓΔ ἢ συνάγει τι ἢ οὐ συνάγει· καὶ εἰ μὲν μὴ συνάγει, μάτην εἴληπται· εἰ δὲ συνάγει, εἰ μὲν τὸ Ε, παρέλκουσιν αἱ ΑΒ προτάσεις, καὶ ἐκ δύο προτάσεων προσεχῶν πᾶς συλλογισμός· εἰ δὲ ἓν τῶν ΑΒ, πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ μὲν προσυλλογισμός, ὁ δὲ τοῦ προκειμένου· εἰ δὲ ἄλλο παρὰ τὰ ΑΒ, ἐναργῶς πολλοί εἰσιν οἱ συλλογισμοί· καὶ γὰρ ἀσύναπτοι πρὸς ἀλλήλους οἱ συλλογισμοί, καὶ οὐκ ἐκκρούει ἓν φαντάζουσα ἡ συνέχεια τῶν προτάσεων.
Καὶ ὅτι πᾶσα ἀπόδειξις. πᾶσαν κατασκευὴν
ἀπόδειξιν ἐκάλεσεν.
τὸν δίκαιον φρόνιμων εἰπὼν οὕτως·
δίκαιος
καὶ τῶν προτάσεων τούτων τὴν μὲν ἐλάττονα κατασκευάζει μέσον λαβὼν τὸ ἀπονεμητικὸν τοῦ κατ’ ἀξίαν, τὴν δὲ δευτέραν δι’ ἐπαγωγῆς τοῦ ἰατροῦ, τοῦ μάντεως, τοῦ γεωμέτρου.
χάριν ἢ κρύψεως ἢ δι’ ἄλλο τι τοιοῦτον παρείληπται. εἶτα ἄνεισι πάλιν ἐπὶ τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ. καὶ ἐπαγωγῆς μέν, ὡς πᾶσαν τέχνην χρήσιμον ἐδείξαμεν τῷ βίῳ διὰ γεωργίας καὶ ὑφαντικῆς. κρύψεως δὲ χάριν, ὅτι οὐ δεῖ συνεχεῖς τὰς δύο προτάσεις ἐρωτᾶν, ἐπεὶ συναισθόμενος ὁ ἐρωτώμενος ἐνστατικώτερος γίνεται, ἀλλὰ χρὴ ἐν μέσῳ τινὰ παρεμβαλεῖν οἰκείαν τῇ ἐρωτηθείσῃ προτάσει, εἶτα τὴν ἄλλην ἐπαγαγεῖν. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡδονὴ ἀγαθόν, καὶ λάβωμεν ὅτι ἡ ἡδονὴ ἐφετόν, μὴ εὐθὺς εἴπωμεν τί οὖν; πᾶν ἐφετὸν ἀγαθόν;
, ἀλλὰ ἐφετοῦ κατατείνωμεν λόγον, ὅτι καὶ τὸ καλὸν ἐφ’ ἑαυτὸ καλεῖ καὶ ἀγαθόν ἐστιν ἐφ’ ὃ πάντα ἄγαν θεῖ. καὶ εἴ τις βουλόμενος δεῖξαι τὴν ὑγείαν ἀγαθὸν εἴπῃ ‘ἡ ὑγίεια τῷ ἀγαθῷ ἀνδρὶ ἀγαθόν’, μὴ εὐθὺς ἐπαγέτω τὸ δὲ τῷ τοιούτῳ ἀγαθὸν καὶ ὄντως ἀγαθόν ἐστιν
, ἀλλ’ ἐν μέσῳ λεγέτω πῶς γίνεται ἡ ὑγίεια, ὅτι τοῦ ἰατροῦ τοῖς στοιχείοις καὶ τοῖς χυμοῖς δικάζοντος. ποτὲ δὲ καὶ δι’ οἰκονομίαν· οἷον αἱ ἀρεταὶ δι’ αὑτὰς αἱρεταί, κἂν μὴ ἐπικάρπιαι ὦσι.
μήτε δὲ τοῦτο συνάγει μήτε ἄλλο συνάγον αὐτό.
μονάδος προστεθείσης· μονὰς δὲ πρόσκειται ἑκατέρῳ, ἐπειδὴ ὅρου προστεθέντος, εἴτε κατὰ πύκνωσιν εἴτε ἔξωθεν, μία πρότασις προστίθεται. τὰ δὲ συμπεράσματα οὐκέτι τῶν προτάσεων ἥμισύ εἰσι, τῶν δ’ ὅρων τριττόν, ἀλλὰ ποτὲ ὑπερβάλλει τῷ πλήθει καὶ τὰς προτάσεις καὶ τοὺς ὅρους· προτάσεις δὲ λέγω τὰς μόνως προτάσεις. πέντε γὰρ ὄντων ὅρων ὃ μὲν γίνονται
ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΚΑΙ ΑΝΑΣΚΕΥΗΣ ΠΡΟΒΛΗΜΑΤΩΝ.
ΚΑΤΑΣΚΕΥΑΖΕΤΑΙ
παντί
οὐδενί
τινί
οὐ παντί
ΑΝΑΣΚΕΥΑΖΕΤΑΙ
ἑξαχῶς διὰ τὸ οὐ παντί
τετραχῶς διὰ τὸ τινί
τριχῶς διὰ τὸ οὐδενί
μοναχῶς διὰ τὸ παντί.
ἐπεὶ οὖν τὰ μὲν καθόλου μοναχῶς ἢ τριχῶς κατασκευάζεται, τὰ δ’ ἐν μέρει τετραχῶς ἢ ἑξαχῶς, εὐεπιχειρητότερα τὰ μερικὰ
τῶν καθόλου πρὸς κατασκευήν. καὶ ἐπειδὴ τὰ μὲν καθόλου ἀνασκευάζεται ἢ ἑξαχῶς ἢ τετραχῶς, τὰ δ’ ἐν μέρει τριχῶς ἢ μοναχῶς, εὐεπιχειρητότερα ἄρα τὰ καθόλου τῶν μερικῶν πρὸς ἀνασκευήν.
Δεύτερον ἐπιχείρημα. εἰ τὸ καθόλου ἀναιρεῖται καὶ διὰ τοῦ ἐναντίου καὶ διὰ τοῦ ἀντιφατικοῦ, τὸ δὲ μερικὸν διὰ μόνου τοῦ ἀντιφατικοῦ, τὸ καθόλου ἄρα τοῦ μερικοῦ ἑτοιμότερον ἀναιρεῖται. ὅτι δὲ τὸ καθόλου τοῦ μερικοῦ καὶ δυσκολώτερον κατασκευάζεται, δείκνυσι διχῶς ἡ λέξις· τῶν γὰρ μερικῶν τὸ μὲν οὐ παντὶ ἐν πλείοσι σχήμασιν ἤπερ τὰ καθόλου, τὸ δὲ τινὶ διὰ πλειόνων τρόπων ἤπερ τὰ καθόλου. ἀλλ’ ἐπεὶ τοῦτο τοῦ πρώτου ἐστὶν ἐπιχειρήματος, ἐπάγει νεωτέραν κατασκευὴν τοιαύτην· ἑτοιμότερον κατασκευάζεται τὰ μερικὰ τῶν καθόλου, ἐπειδὴ τὰ μὲν καθόλου δι’ ἑαυτῶν δείκνυται μόνων, τὰ δὲ μερικὰ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· εἰ γὰρ παντί, καὶ τινί, καὶ εἰ οὐδενί, καὶ οὐ παντί.
μὲν μερικὰ διὰ τῶν καθόλου εἰσφέρεται, οὐκέτι δὲ καὶ τὰ καθόλου διὰ τῶν μερικῶν, ἀλλὰ δι’ ἑαυτῶν μόνον· εἰ μὲν γὰρ παντί, καὶ τινί· οὐ μὴν εἰ τινί, καὶ παντί. καὶ ἐπεὶ τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν περιεχόντων καθόλου, τὰ δὲ καθόλου μοναχῶς (δι’ ἑαυτῶν γὰρ μόνον), ἑτοιμότερα τὰ μερικὰ τῶν καθόλου πρὸς κατασκευήν· ἀλλὰ μὴν δέδεικται τὰ καθόλου τῶν μερικῶν εὐεπιχειρητότερα εἰς ἀνασκευήν· συνελόντι ἄρα τὰ καθόλου τῶν μερικῶν (τοῦτο γὰρ δεῖ προσυπακοῦσαι) ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν.