Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
ΑΓ. ΣΧ. ΜΥΡ. ΙΣΤ. Α.
ΠΡΟΟΙΜΙΟΝ.
Καλὺν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια,
ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει
χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι
ἔγνωσαν, ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ
τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε
ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ
Ολυμπιονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ᾿ αὐ οἱ ἀγαμέντοι
θοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα
ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης· οὐχ οἶα τὰ Ζαμόλξιδος
νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ’ ὡς ἀληθῶς
τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτω, καὶ ᾧ μόνῳ δύναται τὰ
βίον ἐμπίπλησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί
γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι,
εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ, οἵα τις
ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος, κελεύει καὶ διατάττει, ὁποίων
καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ
χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ
πῶν τε καὶ διαλογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην
καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιᾶιδε
ἤρεσκεν τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ
τοίνυν πεποίηταί μοι ἐν ἐξαμέτροις βραχέα ἄττα ποιήματα,
ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρω-
ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι
καἰ χύδην οὑτωσὶ παρ’ ἐνίοις ὑποψιθυριζόμενα, ἀγείραιμί τε
ὡς οἷόν τε εἰς ταὐτὸν καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα.
καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ
ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα,
μίζειν ἐδόκει, καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα
καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ’ ἕπεσθαι τῷ Δελφικῷ
τῆς οἰκουμένης ἀπροσδóκητα ξυῤῥαγῆναι, ἐθνῶν τε πολλῶν
βαρβαρικῶν μεταναστάσεις γενέσθαι, καὶ πράξεων ἀδήλων
τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις, καὶ τύχης ἀτάκτους
ἀπιῤῥοπιάς, γενῶν τε καταλύσεις, καὶ πόλεων ἀνδραπο-
κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι
μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη, ἔργα οὕτω
μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα· χρήσιμα
ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος, καὶ σεσιγημένα.
τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι, καὶ τοῦ
συγγάφειν ἁμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ
ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι, καὶ
τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος, παιδείας τε ἀποχρώντως
ἔχων, καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένον.
οὗτος δὴ οὖν ὁ ἀνὴρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο,
καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς
ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπειγ́ων
καὶ χρηστὰς ἐμφαίνων τὰς ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω
μόνῳ ἴσως τῷ μέτρῳ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν
οἴκαδε οὔσης τῆς μεταστάσεως θαῤῥοῦντά τε ἰέναι ἐκέλευεν καὶ
καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι.
Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς
ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ
πατρὶς, Μεμνόνιος δὲ πατὴρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα
ὑπὸ Αἰολέων ἀπῳκισμένην, ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ
ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον
αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν
αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω
δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν
ἑλόμενοι, ὡς εἴποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι.
καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεῖνοι φασι, τὰ
προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαιρεῖν· ἱστορία δὲ
ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται,
γενημένα. οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ
ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον,) ἔνδηλοι δὲ ἃπασι
κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι.
ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν
τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι.
οὗτοι μὲν οὖν ξυγγραφόντων, ὥς πη φίλον αὐτοῖς καὶ
εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς
αφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχὸν, μᾶλλον μὲν
οὖν τῶν ἤδη ἀποιχομένων, καὶ οὐδενότι παρήσω τῶν λόγου
ἀξίων. Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι,
ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα
μετῆλθεν ἀρχὴν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ’ ἔγωγε καὶ
ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως
εἰρημένα· τὰ δὲ μετ’ ἐκεῖνον, ὡς οἶόν τε, διεξιτέον. προοίμα
καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν
ἄρχην καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα
ὁπόσοι δὴ πρός τε Καβάδην καἰ Χοσρόην ἀμφὶ Συρίαν καὶ ᾿Αρ-
μενίαν, καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων
αὐτοκράτορι διαπεπολέμηνται, τούτους δὲ ἅπαντας ἐκ
ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ
δουλωθεῖσαν, καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος
γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ
Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ
καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάντε,
μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ
γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινὰ,
πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι· ἀλλὰ καἰ τάδε ἀμέλει
ἅπαντα εὕροις γε ἂν έν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος
ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα, καὶ ἐπὶ μέγα
κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο · τάς τε τῶν Οὔννων ἐπι-
δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν
δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ, καὶ Βέῤῥοια, καὶ Ἀντιόχεια ἡ πρὸς
Ὀρόντῃ ποταμῷ, ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου
τήν τε Ἐδέσσης πολιορκίαν, καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς
ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαν
χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην εἴρηται
δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε
τὴν ἀρχὴν κατ’ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήῤῥησε,
καὶ ὁποῖα ἀττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ
γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν
πολίσματα καὶ πέτρας τὸ φρούριον, πρός τε Χοριάνην καὶ
Μερμερόην καὶ τὰ Περσικὰ ἔξείργασται πλήθη, καὶ ταῦτα
ἐκεῖθεν ἀναλεκτέον·. μεταβάντι δέ οἱ ἐπὶ Ἑσπέρας, ὅπως
τε Θευδέριχος ὁ Γότθων βασιλεὺς ἀπεβίω, καὶ Ἀμαλασοῦνθα
ἡ τοῦδε πῶς ὑπὸ Θευδάτου ἀνῄρηται, καὶ ἅπαντα ὧν δὴ
ἕνκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται·
οὐμενοῦν ἀλλ’ οὐδὲ ὅπως Οὐΐττιγις ὁ μετὰ Θεύδα-
τὸν τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ
στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος εἰς
τὸ Βυζάντιον ἦκται· οὐδέ γε ὅπως Σικελία τε καὶ ‘ Ρώμηκαὶ
Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πόλιν
ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε, καὶ
ὅτι Ναρσῆς ὁ τομίας Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκρά-
τωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκ̣εινονς
πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τώτιλαν ἄριστα διαπεπόνηιφαι· ὅτι
τε αὖθις μετ’ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν
διαδεξάμενος, οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. ταῦτα
δὲ πάντα ἐς ἕπον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ
βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε
α'. Ἐπειδὴ Τεΐας ὁ μετὰ Τώτιλαν τῶν Γότθων ἡγεμὼν καταστὰς,
ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ πόλεμον, πανσυδεὶ
πρός τε Ναρσῆν καὶ 'Ρωμαίους παρταταξάμενος ἡσσήθη τε κατὰ
κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη, οἵ τε περισωθέντες τῶν
Γότθων, ἐγκειμένων σφισι 'Ρωμαιων καὶ οὐκ ἀνιέντων, πιεζόμενοι
ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρῳ ἀνύδρῳ ἐτύγχάνον
ξυνειλεγμένοι, σπονδὰς τίθενται πρὸς Ναρσῆν, ἐφ’ ᾧ
τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν, βασιλεῖ δὲ τῶν 'Ρωμαίων
κατήκοοι τολοιπὸν ὄντες διατελοῖεν· ἐπειδὴ ταῦτα τῇδε
λέμων· τὰ δὲ ἦν ἄρα προοίμια. οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ
πλήρης δὲ ξύμπασα ἱστόρια πολέμων τε καὶ παρατάιξεων, καὶ
τὸ προαιρετὸν καὶ ἑκούσιον, παραινέσεις μὲν ἁπάσας
καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν,
οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἰ τῶν ἄριστα βιούντων
ἐλπίδες. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ θεῖον αἴτιον, ὥς γε ἐμὲ γιγιγνώσκειν,
φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει. τὸ γὰρ
ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτ’
γίγνεται, καὶ μύριαι ἄλλαι ὠδίνονται κῆρες. οὕτω
γὰρ δὴ κὼ τότε οἱ Γóτθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ
διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμνοι
ποταμοῦ, ἔς τε Τουσκίαν καὶ Λιγουρίαν , καὶ ὅθι
ἑκάστῳ θυμῆρές τε ἦν καὶ εἰθισμένον, ἐχώρουν οἱ δὲ ἐκτὸς,
διαβάντες, ἀμφὶ Βενετίαν καὶ τὰ τῇδε φρούρια καὶ πολίσματα,
κινδύνων ἀπηλλάχθαι χρονίων, καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι·
οἱ δὲ, ἐλάχιστον ἐπισχόντες, νεωτέρων αὖθις ἐφίεντο
πραγμάτων, καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο. ἐπεί
τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀ·ξιόμαχοι ᾤοντο
εἶναι, αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο, ἄμεινον σφίσιν
αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες, καὶ τὴν ὠφέλειαν ἐς ὅ,
τι μάλιστα διαρκεστάτην, εἴγε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων
ξυμμαχίαν ἐπαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο.
μανοὶ. δῆλον δέ· ἀμφὶ ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτῃ
ἤπειρον, ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα, οὐ πρότερον πρὸς
αὐτῶν κατεχόμενα, ἀλλ’ ὕστερον ἐπικτηθέντα, καὶ τὴν Μασσαλίαν
πόλιν, τοὺς Ἰώνων ἀποίκους. ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς
ἐς Ἀσίας ὑπὸ Μηδῶν ἀναστάντες κατῴκισαν, Δαρείου τοῦ ‘Υστάσπεω
Περσῶν βασιλεύοντος, καὶ νῦν ἔξ Ἑλληνίδος ἐστι βαρβαρική·
τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν, τοῖς τῶν κρατούν-
ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῇ, καὶ νόμοις τοῖς αὐτοῖς,
κὼ τὰ ἄλλα ὁμοιῶς ἀμφί τε τὰ συμβόλαια καὶ γάμους, καὶ τὴν
τοῦ θείου θεραπείαν νομίζουσιν. Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν
ὄντες καὶ τῇ ὀρθοτάτη χρώμενοι δόξῃ· ἔχουσι δὲ καὶ
ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς, καὶ τὰς ἑορτὰς ὁμοιῶς ἧμίν
ἐπιτελοῦσι, καὶ, ὡς ἐν βαρβάρῳ γένει, ἔμοιγε δοκοῦσι σφόδρα
εἶναι κόσμιοι τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον,
ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς
ἰδιάζον. ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε
ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καἰ τῆς ἐς ἀλλήλους δικαιοσύνης
τε καἰ ὁμονοίας. πολλάκις γὰρ ἤδη καὶ πρότερον, καὶ μὶν δὴ
τε νὼ ἀμφήριστοι ἀναφανεῖεν, ἐνταῦθα ἀνάγκη φρονήματα
φύεσθαι σκληρὰ καὶ ὀγκώδη, φιλοτιμίαι τε, ὥσπερ εἰκὸς
ὠδίνονται καὶ φιλοπρωτεῖαι, καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε
καὶ στάσεων γονιμώτατα πάθη. ὅμως παρ’ ἐκείνοις εἰ καὶ ·ἐς
πλείστας ὅσας ἀρχὰς τύχοιεν διῃρημένοι, οὐδὲν ὃ, τι τοιόνδε
ξυμφέρεται. ἀλλ’ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι
ξυνενεχθείη, παρατάττονται μὲν ἅπαντες ὡς πολε-
χωροῦσιν· ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς, αὐτίκα
τὸ χαλεπαῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι,
καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκῃ μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι·
εἰ δὲ μὴ, μόνους μόνους ἀγωνίζεσθαι, καὶ ἐν
σφισιν αὐτοῖς διακινδυνεύειν, ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον,
ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαίνεσθαι καὶ ἀνατετράφθαι·
εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι, καὶ τὰ
ὅπλα τίθενται, καἰ τολοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης, φοιτήσεις
τε παρ’ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι, καὶ κὼ φροῦδα
οἴχεται τὸ δεινά. οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δί-
πολιτείαν καὶ μόνιμον, καὶ ἥκιστα πολεμίως ἁλώσιμον.
αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι, παῖδες ἐκ πατέρων τὴν
βραχύ τι ἄνωθεν ἀρξαμένῳ τοῦ γένους καὶ τῶν ξυνενεχθέντων
τῷ πρὸ τοῦ ἐλάχιστα διεξελθόντι, ἔπειτα ἐς ἐκείνους οἱ δὴ
ἐν τῷ τότε ἐκράτουν, τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου.
Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος, ἔτι δὲ Θευδέριχος καὶ
Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο. οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος
ὁ πατὴρ ἐτεθνήκει, διενείμαντο τέτραχα τὴν βασίλειαν,
κατά τε πόλεις καὶ ἔθνη ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστῳ μετεῖναι.
οὐ πολλῷ δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων
ἐπιστρατεύσας, γένος δὲ τοῦτο Γοτθικὸν, αὐτουργόν τε
περιφανῶς τὰ πολέμια,) ἐν αὐτῷ δὴ τῷ πολέμῳ ἀκοντίῳ τὼ
στέρνα τυπεὶς, ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ, ἐπειδὴ τὴν κόμην
οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ
τέ εἰσιν ἐκ παίδων ἀεὶ, καὶ παρῃώρηνται αὐτοῖς ἅπαντες εὖ
μάλα ἐπὶ τῶν ὤνμων οἱ πλόκαμοι· ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ
τοῦ μετώπου σχιζόμενοι, ἐφ’ ἑκάτερα φέρονται. οὐ μὴν ὥσπερ
οἱ τῶν Τούρκων τε καὶ Ἀβαρῶν ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ
ῥυπῶντες , καὶ ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι, ἀλλὰ ῥύμματα
γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα, καὶ ἐς τὸ ἀκριβὲς
διαξαίνουσι. τοῦτο δὲ ὥσοπερ τι γνώρισμα καὶ γέρας ἐξαιρε-
ἀναδείξαντες, ψοφοὸεεῖς αὐτίκα πεποιηιται ἅπαντας καὶ
δυσέλπιδας, καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα, κατεπτηχόιτες
τε ἦσαν, καὶ οἷοι οὐκ ἔτι ἐθέλειν ἀναμαχέσασθαι.
καὶ δὴ τοῖς μὲν νενικηκόσιν, ᾖπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει,
καὶ ἐφ’ αἷς ᾤοντο χρῆναι συνθήκαις, ὁ πόλεμος διελέλυτο.
τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ, τι ἐσέσωστο, ἄσμενοι ἐς τὰ σφέτερα
ἐπανῄεσαν. οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος, αὐτίκα
ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῷ ἐγεγόνει) ἡ ἐκείνου
ἀρχὴ ἐμερίζετο. οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσῳ
ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα.
τολμητίας τε γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης, καὶ πέρα
ἕως ἐν Ἰταλίᾳ Ναρσῆς τε καὶ τὰ στρατεύματα
ἐμόχθει κὼ ἐνησχόλητο, αὐτὸς πλήθη ἄγειρας ἄλκιμά τε καὶ
λευμα ἐποιεῖτο καὶ τὴν παρασκευὴν ἐμβριθεστάτην, ὡς καὶ
πρεσβεύεσθαι πρός τε Γήπαιδας καὶ Λγγοιβάρδους καὶ ἄλλαἄττα
πρόσοικα ἔθνη, ἐφ’ ᾦ καὶ οἵδε ξυλλάβοιντο τοῦ πολέμου.
οὐ γὰρ ᾦετο ἀνεκτὰ εἷναι, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς ἐν τοῖς
προγράμμασι τοῖς βασιλείοις, Φραγγικός τε καί Ἀλαμανικὸς,
ἔτι δὲ Γηπαιδικός τε καὶ Λογγιβαρδικὸς, καὶ ἑτέροις τοιοῖσδε
ὀνόμασιν ἀνεκηρύττετο, ὡς δὴ τούτων αὐτῷ τῶν ὠνῶν ἁπάντων
δεδουλωμένων. αὐτός τε δὴ οὖν χαλεπῶς ἔφερε τὴν ὕβριν,
ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὶν
ἐν Θρᾴκη, τύχον δὲ έν Ἰλλυρίοις τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς
ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι,
καὶ εἶτα θελῆσαι τε καὶ ἐφίεσθαι, καὶ τό γ’ ἐκείνου μέρος
ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἅνδρα τεκμηριῶσαι,
ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ
ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου
τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας· νῦν
δὲ ἐπὶ θήραν ἰὼν ταῦρος αὐτῷ ὑπαντιάζει, μέγας τε καὶ ὑψί-
βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν
ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι, καὶ τὸ
ὄρη λάσια, καἰ δυσχείμερα τὰ χωρία,, ἅπασι δὲ τούτοις τὸ
ζῶον ἥδεσθαι πέφυκε . τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος
νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον, εἱστήκει εὖ διαβὰς,
ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ, ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ
τοῦ δρόμου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων
τῷ μετώπῳ κορύττεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἔπι
ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καἰ μόλις φοράδην ἐς
τὰ ὠκεῖα ἠγμένος, αὐθημερὸν ἀπεβίω. διαδέχεται δὲ τὴν ἀρχὴν
Θευδίβαλδος ὁ παῖς, ὃς δὴ, εἰ καὶ νέος ἦν κομιδῇ, καὶ
ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ’ ἐκάλει γε αὐτὸν εἰς τὴν
ἡγεμονίαν ὁ πάτριος νόμος
στώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα,
καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης, μετεώρους
τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ
τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει, ἐδέοντο
μὴ σφᾶς περιιδεῖν ὑπὸ 'Ρωμαιων πιεζομένους, συλλαβέσθαι
δὲ μᾶλλον τοῦ ἀγῶνος, καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε
καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς
καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει, μὴ ἐφιέναι 'Ρωμαιοις ἐπὶ
μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν·
,,εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται,
οὐκ ἐς μακρὰν’’ ἔφασαν οἱ πρέσβεις ,,και καθ’ ὑμῶν αὐτῶν
ἥξουσι, καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει
γὰρ αὐτοὺς οὐδ’ ὁπωστιοῦν εὐπρόσωπος αἰτια ἐς προκάλυμμα
δέν τι ὀθνεῖον μαστεύσαντες, ἀλλὰ κτήματα τῶν σφετέρων προ-
ται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους,
αὐτῆς ἀπεστέρηντο,) ἀλλ’ Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην,
τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ.
οἱ δὲ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως
πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης
δῆθεν ἕκατι χαλεπήναντες, καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν
τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ
μίους, καὶ οὐ διαμαρτητέον τοῦ παρόντος καιροῦ, ἀλλὰ στρά-
τευμά τε στέλλειν ἐπ’ αὐτοὺς ἀξιόμαχον, καὶ στρατηγὸν ἒξ
ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους
πόλεμον ἄριστα διανύσας, ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τάχιστα,
καὶ τὴν χώραν ἡμῖν ἀνασώσει. οὕτω γὰρ ποιοῦντες τῷ
τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες
καὶ ἀλεξίκακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεβσθε,
εἴγε μηδὲν ὑμῖν ἔτι πολέμιον ἐκ γειτόνων παρείη·. πρὸς
δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων
ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.”
καὶ Βουτιλῖνος, εἶ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ’
Ἀσιννίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερ-
καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος,
κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπεβίω,
ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ
ομάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν
ἔξίστανται χωρίων, καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν.
ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ῳον
τὸ χρῆναι δυνάμεις, καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ
λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης
ἀγωνιούμενοι, ἀλλ’ ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας, καὶ τοῦ
μὴ πάμπαν ἀπολωλέναι ἀναῤῥίψοντες κίνδυνον. καὶ τοίνυν τὸ
αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι
ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ
καὶ οἵδε ἐχώρουν.
εἰ μὴ πάμπαν εἶεν ἠλίθιοι, γνώριμόν τέ ἐστι καὶ εὐφώρατον,
καὶ οἶον ἀποσβῆναι ῥᾳδίως. ἐλεεῖσθαι μὲν οὖν μᾶλλον ἢ χαλεπαίνεσθαι
δίκαιοι ἂν εἶεν, ναὶ πλείστης μεταλαχχάνειν συγγνώμης
ἅπαντες ὅσοι δὴ τοῦ ἀληθοῦς ἁμαρτάνουσιν. οὐ γὰρ
δήπου ἑκόντες εἶναι ἀλῶνται καὶ ὀλισθαίνουσιν, ἀλλὰ τοῦ
ἀγαθοῦ ἐφιέμενοι, ἔπειτα σφαλέντες τῇ κρίσει τολοιπὸν ἔχον-
αἱ τῶν Ελλήνων ἐθέλουσιν ἁγιστεῖαι. ἐγὼ μὶν γὰρ ἡγοῦμαι
μηδέν τι εἶναι τὸ ἡδόμενον βωμοῖς αἵματι μιαινομένοις, καὶ
μάτην οἱ ποιηταὶ κὼ τὸν Φόβον, Ἐνυώ τέ τινα, καὶ Ἄτην,
καὶ Ἔριν, ὡς ἂν αὐτοὶ φαῖεν, τὴν ἀμαιμάκετον. προστιθεῖ
δὲ τούτοις, εἰ βούλει, καὶ τὸν παρὰ Πέρσαις καλούμενον Ἀρειμάνην,
καὶ τῶν ἄλλων χθονίων φασμάτων ὁπόσα κακοῦργα
τῇ ἐπαγγελίᾳ προσήκειν, εἶναι δὲ περιττὰ καὶ ἀλλότρια τῶν
ἐφ’ ἁ ἰέναι ἡμῖν διεσπούδασται, ἀλλ’ ἔμοιγε καὶ λίαν ἀρέσκει
ἅπαντα ἐς μέσον ἄγειν τὰ ἐγνωσμένα, καὶ τὰ μὲν χρηστὰ τῶν
πραγμάτων ἐν ἐπαίνῳ ποιεῖσθαι, τῶν δὲ οὐχὶ τοιῶνδε κατηγορεῖν
ἀναφανδὸν, καὶ τὸ ἀσύμφορον διελέγχειν. εἰ γὰρ μὴ
τοῦτο ἔχοιεν αἱ ἱστορίαι, ὡς ταύτῃ γε καὶ μᾶλλον χρήσιμοι
τε εἶναι καἰ βιωφελέστατοι, μόνη δὲ ἀφήγησις εἷεν τῶν γεγενμένων
ἁπλῆ τε καὶ ἀνεξέταστος, κινδυνεύσαιεν ἴσως ἂν παρ’
τούτων μὲν οὖν πέρι ὥςπη ἑκάστῳ φίλον τῇδε οἰέσθω,
ἐμοὶ δὲ ᾗπερ ὁ πρότερος ἐφέρετο λόγος f ταύτῃ ἰτέα. Λεύθακακοῦργα
ρις γὰρ καὶ Βουτιλῖνος ἐπειδὴ τὴν ἀρχὴν κατὰ ‘Pωμαιων ἐπιστρατεύειν
ὡρμηθήτην, ἐπηρμένω γε ἤστην ἄμφω ταῖς ἐλπίσι
καὶ οἵω οὐκ ἔτι ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν. Ναρσῆν μὲν
γὰρ τὸν στρατηγὸν οὐδὲ τὴν προσβολὴν ὑποστήσεσθαι ᾤοντο,
ἅπασαν δὲ τὴν Ἰταλίαν οἰκεῖον αὐτοῖς ἔσεσθαι κτῆμα, καί
πρός γε Σικελίαν καθέξειν θαυμάζειν δὲ ἔφασαν τῶν Γότθων,
στράτευμα ἐς πέντε καὶ ἑβδομήκοντα χιλιάδας ἀλκίμων ἀνδρῶν
ἀγείραντες, παρεσκευάζοντο τὰ πολέμια, ὡς αὐτίκα
μάλα ἐς τὴν Ἰταλιαν καὶ δὴ ἐμβαλοῦντες.
καὶ φθάνειν ἀεὶ τὰς τῶν πολεμίων ἐθέλων ὁρμὰς, αὐτίκα
τὰ ἐς Τουσκίαν πολίσματα, ὑπὸ τῶν Γότθων ἔτι κατεχόμε-
πόνους ἐξέκλινεν, ἀλλ᾿ εὐθὺς, ὅπως εἶχεν ὁρμῆς, κινήσας τòν
περιωπἧ̣ τοῦ πελάγους τοῦ Τυρσηνικοῦ. ἐπὶ γὰρ τῇ ἀκτῇ ὁ λόφος
ἀνέχει, ὡς καὶ ἀμφ᾿ αὐτὸν δήπου τὸν πρόποδα ῥοχθεῖν τε καὶ
περικλᾶσθαι τὸ ῥόθιον, ἄνω δὲ ἔρυμα περιβέβληται, πύργοις
ὁπόσα ἐπίτιμά τε ἦν καὶ ἀξιάγαστα τῶν κτημάτων, ἐν τῷ-
δὲ τῷ φρουρίῳ, ὡς βέβαιον ὂν, ἐφυλάττετο. ἐνταῦθα δὲ οὖν ὁ
Ναρσῆς ἀφικόμενος, περὶ πλείστου ἐποιεῖτο ἑλεῖν τε ὡς τάχιστα
τὸ χώριον καὶ τῶν χρημάτων κρατῆσαι, ὡς μήτε οἱ Γότθοι
ὁρμητήριον ἀσφαλὲς ἔχοιεν, αὐτῷ τε τὰ τῆς νίχης τελεώτατα ἐς
ὅ, τιμάλιστα ἐξειργασθειη. Ἀλιγ́ερνοςγὰρ ὁ Τεΐα νεώτατος ἀδελφὸς
τοῦ ἡγεμόνος τῶν Γότθων γεγενημένου, ἔνδον γε ἦν τοῦ
περιβόλου, καὶ στράτευμα, ὁπόσον οἷόν τε ἦν, ἀμφ᾿ αὐτὸν ἀγείρας,
οὐδέν τι εἰρηναῖον ἐβουλεύετο· καὶ ὅτι μὲν Τεΐας ἐν τῷ
πολέμῳ ἀνῄρητο, καὶ τὰ τῶν Γότθων πράγματα ἐκεκμήκει τε
καὶ διελέλυτο, ἤδη που ἐς τὸ ἀκριβὲς ἠκηκόει, ὁ δὲ οὐδ᾿ ὣς
χώρῳ πίσυνος καἰ τῇ τῶν ἀναγκαίων εὐποὸιᾴ, θρασύς τε ἦν ἔτι καὶ ὑψαύχην καὶ οἶος ἀμύνεσθαι, ἤν τις ἐπίοι.
ἐν ταῖς ἐπάλξεσι φαινομένων, καὶ τὰ τόξα ἐπήχουν θαμὰ τῶν
βελῶν ἀναπεμπομένων, σφενδόναι τε ἐφέροντο μετάρσιοι, καὶ
μηχανήματα ὁπόσα πρὸς τειχομαχίαν ἀνεῖται, ἅπαντα ἐκινεῖ-
διεμάχοντο, λίθους τε ἐκ χειρῶν μεγάλους ἐπαφιέντες,
καὶ φιτροὺς καὶ πελέκεις, καὶ ὅπερ ἂν οὐ πόῤῥω τῆς χρείας
ἐδόκει, μηχαναῖς τε ἐχρῶντο καὶ ἀμυντηρίοις, καὶ οὐδὲν ὅ,
τι παρεῖτο. τά γε μὴν Ἀλιγέρνου τοξεύματα καὶ μάλα τοῖς
'Ρωμαιοις ἀρίδηλα ἦν. ῥοίζῳ τε γὰρ πολλῷ καὶ ταχυτῇτι οὐ
σταθμητῇ τὰ ἐκείνου ἐφέρετο βέλη· ὡς εἴπερ καὶ ἐς λίθον τινὰ
ἐμπέσοιεν, ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον, διαῤῥήγνυσθαι
ἅπαν τῇ βίᾳ τῆς ῥύμης. Παλλάδιον γοῦν ἐκεῖνον (ἦν δὲ οὐ τῶν
ἐτέλει,) ἰδὼν γοῦν Ἀλίγερνος αὐτὸν, σιδήρῳ τε τεθωρακισμένον,
τε τῶν πολλῶν περιῆν, καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον
αἱ χεῖρες· πολλαῖς μὶν οὖν καὶ ἐφεξῆς ἡμέραις οἱ τοιοίδε ἀκροβολισμοὶ
ἐγίγνοντο, καὶ οὐδὲν οὐδὲν ὁποτέροις προὐχώρει τῶν
ἐλπισθέντων τοῖς τε γὰρ Ῥωμαίοις αἰσχρὸν ἐδόκει ἡ ἀναχώρησις
πρὶν παραστήσασθαι τὸ χωρίον, καὶ οἱ Γότθοι ἔνδηλοι
ἠσαν ὡς οὐδέν τι μᾶλλον ἐνδωσείοντες τῇ πολιορκάᾳ.
πρὸς ἥλιον ἀνίσχοντα τοῦ λόφου τετραμμένῳ ἀγκῶνι ἄντρον τι
ὕπεστιν ἀμφηρεφές τε καὶ γλαφυρώτατον, ὡς ἄδυτά τε ἔχειν αὐτόματα
καὶ κῦτος εὐρὺ καὶ βαραθρῶδες· ἐνταῦθα δὴ πάλαι φασὶ
τὴν Σίβυλλαν τὴν πάνυ, τὴν Ἰταλὴν, ἐνδιαιτωμένην, φοιβόληπτόν
τε εἶναι καὶ ἔνθουν, καὶ προαγορεύειν τὰ ἐσόμενα τοῖς πυνθανομένοις.
λέγεται δέ ποτε καὶ Αἰνείαν τὸν Ἀγχίσου
κόμενον ἅπαντα οἱ τὴν Σίβυλλαν φάναι τὰ ὕστερον ξυνενεχθέντα.
ὑπὲρ ταύτην δὴ οὖν τὴν σπήλυγγα μέρος τι τοῦ περιβόλου
ἐρήρειστο καὶ ἐφειστήκει. Ναρσῆς δὲ τοῦτο ἐπιφρασάμενος
πρὸς αὐτοῦ εἶναι ᾠήθη, καὶ οὖν αὐτίκα ἄνδρας ὡς πλείστους
ὑπὸ τὰ κοῖλα ἐμβαλὼν τοῦ σπηλαίου, ὄργανα φέροντας
λιθοτόμα καὶ τειχωὸυχα, ἐξεκόλαπτεν ἠρέμα καὶ διέτεμεν τοῦ
ἄντρου τὸν ὄροφον, ἔνθα τὸ ἔρυμα ἥδραστο, καὶ ἐς τοσοῦτον
ἐξέκοπτεν καὶ διεκάθαιρεν τὴν βάσιν τῆς oἰκοδομίας, ἐς ὅσον
λατομίας ἐπαΐοιεν, τότε δὴ ἐς ὅτι μάλιστα ἐπεφέροντο ἄνωθεν
Τῷ τείχει ὁ τῶν 'Ρωμαιων στρατὸς, ἀλαλάζοντες καὶ ἐπικροτοῦντες·
θόρυβός τε ἦν πέρα τοῦ ἀναγκαίου πολὺς καὶ ταραχώδης
ἡ πολιορκία ἐπεὶ δὲ ἅπαν ἤδη τὸ τεῖχος ὁπόσον τῷ ἄντρῳ
παρπέτατο, ἐκκρεμὲς τε ἦν καὶ μετέωρον, καὶ μονοις
ἐπεβεβήκει τοῖς ξύλοις, ἃ δὴ ὀρθοστάδην ἐτύγχανον ἐρηρει-
σμένα, τότε δὴ φυλλάδα νήσαντες, καὶ ὁ, τι τῆς ὕλης ταχυδαές
τὴν ἀντίθεσιν ἐνεδίδου· τοῦ δὲ ἐρύματος ὁπόσον ἐπ’
ᾖωρεῖτο, ὑφίζανεν ἀθρόον καὶ κατωλίσθαινεν τῇ κενότητι, πύργοι
τε οἱ ἐνθένδε καὶ προμαχεῶνες ἔξαπιναίως ἀποῤῥαγέντες
τῶν ἄλλων, ἐς τὸ πρανὲς ἔξεκυλίσθησαν· τε πύλη ἡ τῷδε
τῷ μέρει προσαραρυῖα, ξυνεκέκλειστο μὲν εὖ μάλα βεβαιότατα,
ὡς δὴ πολεμίων παρόντων, καὶ τὰ κλεῖθρα ὑπὸ τῶν φυλάκων
γεγενημένων, τοῖς Ῥωμαίοις ῥᾳδίως τολοιπὸν εἰσιτητέα εἶναι
ἐδόκει ἀνὰ τὸ πόλισμα, καὶ περιοπτέα τῶν πολεμίων, ἡμάρτανον
δὲ καὶ ὣς τῆς ἐλπίδος. σήραγγές τε γάρ τινες καὶ ἀποῤῥῶγες
τοῦ τε λόφου καὶ τῶν ἔνδοθεν περιαυλισμάτων ἔπι μέγα
ἐκτεινόμεναι, κρημνῶδες ἀτεχνῶς καὶ δυσέμβολον οὐχ ἧσσον
ἀπεδείκνυσαν τὸ χώριον. καὶ Ναρσῆς μὲν θαρσαλεώτερον τῷ
φρουρίῳ αὖθις προσέβαλλεν, ὡς καὶ αὐτοβοεὶ ἅπαν ἀναρπασόμενος· τῶν δὲ Γότθων ἐνταῦθα ξυνειλεγμένων καὶ παντὶ σθένει ἀμυνομένων, ἀπεκρούετο καὶ οὐδέν τι μᾶλλον εἶχεν ἀνύτειν.
ἀλλ’ ἐς Φλωρέντειαν καὶ Κεντουκέλλας καἰ ἄλλα ἄττα
πολίσματα τῆς Τουσκίας χώρας εὐθὺς ἀφικέσθαι, ἅπαντά τε
τὰ τῇδε καταστησάμενος προτερῆσαι τὴν ἐπήλυσιν τῶν πολεμίων.
ἤδη γὰρ αὐτῷ Λεύθαρις καὶ Βουτιλῖνος καὶ τὰ Φράγ-
ἠγγέλλοντο παρεῖναι, ὦν δὴ ἕνεκα κινήσας ὡς τάχιστα
τὸ πλεῖστον τοῦ στρατοῦ ἐπὶ ταύτην ἐχώρει. ἐπεὶ δὲ Φιλίμουθ
ὁ τῶν ξυνεπομένων Ἐρούλων στρατηγὸς οὐ πολλαῖς πρότερον
ἡμέραις νόσῳ ἁλοὺς ἐτεθνήκει, ἔδει δὲ ἄρα αὐτοὺς ὑπ’ ἰδίῳ
τινὶ τάττεσθαι ἡγεμόνι, αὐτίκα ὅ γε Φούλκαριν αὐτοῖς τὸν
ὁμόφυλον ἐπιστήσας, τὸν Φανιθέου ἀδελφιδοῦν, ἐκέλευσεν
ἅμα Ἰωάννη τῷ Βιταλιανοῦ, καὶ πρός γε Βαλεριανῷ καὶ
Ἀρταβάνῃ, καὶ μὲν δὴ καὶ ἄλλοις στρατηγοῖς καὶ ταξιάρχοις,
ξὺν τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ, τὰς Ἄλπεις τὸ ὄρος
περιελθόντας, ὃ δὴ ἐν μέσῳ Τουσκίας τε τῆς χώρας, καὶ Αἰμιλείας
ἀνέχει, ἀμφὶ τὸν Πάδον ἱκέσθαι τὸν ποταμὸν, αὐτοῦ τε
στρατοπεδευσαμένους, καὶ τὰ ἐρυμνὰ τῶν χωρίων προκαταλαβόντας
οὐκ εἰεν, ἀλλὰ σχολαιτέραν αὐτοῖς ποιήσασθαι τὴν πορείαν,
καὶ οὐ μάλα θαρσαλέους ἀνὰ τὰ πρόσω φοιτᾷν μεθιέναι, δεδίττεσθαι
δὲ αὐτοὺς ἐς τὰ μάλιστα καὶ εἴργειν ὡς ποῤῥωτάτω,
ἕως αὐτὸς τὰ ἐν Ποσίν ἅπαντα ᾖ βούλοιτο διαθείη. οἱ μὲν οὖν
κατὰ ταῦτα ἐχώρουν, κατέλιπεν δὲ καὶ ἐν Κύμη δύναμιν ἀξιόχρεων·
ὅπως δὴ προσκαθεδούμενοι, καὶ ἔνδον τοὺς
ἐγκατείργοντες, χρονίᾳ γοῦν αὐτοὺς παραστήσοιντο πολιορκίᾳ.
καὶ οἱ μὲν, χαράκωμα περιεβάλλοντό τε, καὶ τὰς ἐξόδους ἐφύλαττον,
εἴπου τινὰ ἕλοιεν ἐπὶ χιλὸν ἰόντα. ᾤοντο γὰρ αὐτοῖς
τὰ ἐπιτήδεια Ναρσῆς δὲ ταῖς πόλεσι προσβαλὼν ἀκονιτὶ τὰς
πλείστας προσηγάγετο. Φλωρέντιοι μὲν γὰρ ὑπαντιάσαντες
καὶ τὰ πιστὰ κομισάμενοι, ὡς οὐδὲν ἄχαρι πείσονται, σφᾶς
τε αὐτοὺς ἐθελονταὶ καὶ τὰ οἰμῶ παρέδοσαν. Κεντουκελλαῖοι
δὲ ὅμοια ἔπρασσον. Βουλοτεῤῥαῖοι δὲ οὐκ ἄλλως, οὕ-
τω δὲ καὶ Λουναῖοι, νᾶι μὲν δὴ καὶ Πισαῖοι. ὧδέ πω Ι. Ι. 26 ἄρα αὐτῷ ἐξ οὐρίας ἅπαντα ἔθει, καὶ, ὁδῷ ἰὼν τὰ ἐν ποσὶν εχειρουτο.
θέμενοι πρὸς Ναρσῆν, ὁμήρους τε παρασχόντες, καὶ ἐπομοσάμενοι,
ὡς εἴγε τριάκοντα παραδράμοιεν ἡμέραι, καὶ μή
τις αὐτοῖς μεταξὺ παραγένοιτο ξυμμαχία, ὁπόση οἴα τε εἶναι
ἀμύνασθαι, καὶ ἐς πόλεμον ἐμφανῆ, οὐκ ἐκ πύργων τε καἰ
περιβόλων ἀλλὰ συστάδην παρατάξασθαι· εἰ μὴ ταῦτα οὕτω
ξυνενεχθεῖεν, ἠ μὴν αὐτίκα τὴν πόλιν ἐγχειριεῖν καὶ παραδώσειν.
ᾤοντο γὰρ οὐκ ἐς μακρὰν παρέσεσθαι τοὺς φράγγους
καὶ ἐπαρήξειν. τούτοις δὲ πίσυνοι τὰς τοιάσδε ἐπεποίηντο ξυνθήκας.
ἀλλὰ τότε ἡ μὲν κυρία παρῳχήκει, οἱ δὲ οὔπω παρῆσαν,
τοῖς δὲ καὶ ὣς βουλομένοις ἦν περιορᾷν ἀμέλει καὶ ἀναί-
τὰ ἔπρασσεν, καὶ οὐ λίαν τῇ ὀργῇ ξυνεχώρει, οὐκ ἐς τόδε ὠμότητος
ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας,
ἐπεδείκνυέν τε τοῖς ὁμοφυλοις, οὕτω πως οἰκτρότατα
καὶ καὶ ἠπείλει θᾶττον αὐτοὺς ἀναιρήσειν, εἰ μὴ τάχιστα
φθάσαιεν ἐκεῖνοι διαπραξάμενοι τὰ ὁπόσα ἐτύγχανον ὡμολογηκότες.
ξύλα δὲ αὐτοῖς βρ·αχέα ἐκ τοῦ μεταφρένου ἰπὶ τοὺς
τένοντας ὑπεβέβληντο, ῥάκεσι πως κεκαλυμμένα, ὡς μὴ διορῷεν
χαἰ πόρρωθεν οἱ πολέμιοι. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, αὐτίκα
ἐκέλευε Ὀῆθεν στοιχηδὸν ἅπαντας καρατομεῖσθαι, κὼ οἱ
δορυφόροι σπασάμενοι τὰ ξίφη βιαιότατα, ἔπαιόν τε καὶ ἐπεφέροντο,
ὡς δὴ τοὺς αὐχένας ἀποτεμοῦντες· ἡ δὲ πληγὴ τοῖς
ξύλοις ἐγχρίπτουσα, οὐδέν τι αὐτοὺς μᾶλλον ἐσίνετο, κατέπιπτον
δὲ ὅμως πρηνεῖς ἐκεῖνοι, προστεταγμένον αὐτοῖς, ἤσπαιρόν
τε ἐθελούσιοι, καὶ ἰλυσπῶντο, ὑποκρινόμενοι τὸ διολωλέναι.
ἰδόντες δὲ οἱ ἐν τῷ ἄστει, καὶ τῷ διεστάναι ὡς πλεῖστον
οὐ τὰ ἀληθῆ διασκοποῦντες ἀλλ’ ἢ τὰ φαινόμενα, ὠλοφύροντό
τε ἀθρόον, καὶ ξυμφορὰν ἐποιοῦντο τὰ γεγενημένα.
γὰρ οἱ ἄνδρες ὀμηρεύοντες οὐ τῶν πολλῶν τε καὶ ἀγεννῶν,
ἀλλ᾿ ἐπίσημοι ἐν τοῖς μάλιστα, καὶ εὐπατρίδαι. ὡς δὴ οὖν
τοιούτων αὐτοὺς ἀποστερεῖσθαι οἰομένους, κωκυτὸς ἐπεῖχε μυρίος,
οἰμωγαὶ τε ἠκούοντο θαμιναὶ, καὶ φθέγμα θρηνῶδες
καὶ διωλύγιον, γύναια δὲ πολλὰ διαπληπιζόμενα καὶ τὰς ἐφεστρίδας
περιῤῥηγνύντα, ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτων,
τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλέναι δοκούντων, τυχὸν
δὲ ἐπίκληροι, τυχὸν δὲ ἄλλῳ ὁτῳοῦν τρόπῳ μέλον αὐταῖς. καὶ
βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ
τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.
χρηστὰ βουλευσάμενοι φανεῖσθε ὅρκον ἐπίορκον ὀμωμοκότες,
καὶ ἀναίδην παρασπονδήσαντες. ἀλλ’ εἴ γε καὶ νῦν ἐθελήσοιτε
μεταμαθεῖν τὸ συνοῖσον, καὶ ἔργῳ τὰ ξυγγειμ́ενα διανύσασθαι
τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μὴ, οὐ τῶνδε πέρι
κειμένων ἀναζωγρήσει. καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ
λόγοι, οὐ μέντοι γε ᾖπερ ἐκεῖνοι ᾤοντο, προθυμότατα δὲ αὖθις
ἀνωμολόγουν ὅμως καὶ ἐπώμνυντο, σφᾶς τε αὐτοὺς καὶ
τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ, ἐς ὅ, τι βούλοιτο χρῆσθαι,
εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδυνατον
εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι, εὐπρεπέστατα
ἡγοῦντο ταύτῃ γοῦν ἀπ6οσείσασθαι τὸ ἐπίκλημά, καὶ ἐπὶ σφᾶς
αὐτοὺς τὰ δίκαια μεταθεῖναι. τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελενσάμενος,
ἀνίστησί τε αὐτοὺς ἀθρόον, καὶ ἐπεδείκνυντο τοἴς
μὲν, ὥσπερ εἰκὸς, τῷ παραλόγῳ τῆς θέας, οὐ
μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι,
ἀλλ᾿ ἦσαν οἳ καὶ ἀνήνοντο. ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες,
καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι
μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅιμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν
καὶ τὰ τῆς ἀπιοτιας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας
ἐληλακότων, Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ μεγαλοφροσύνῃ,
ἀφίησι τούτους εὐθὺς, καὶ ἐς τὰ οἰκεῖα ἐκ-
Πέμπει, οὔτε λύτρα κομισάμενος, οὔτε ἄλλο τι τὴν πόλιν
ὁμολογεῖν ἀναγκάσας. θαυμαζόντων δὲ τῶν Λουκανῶν, καὶ
εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστησονται.’’
καὶ ἅμα λέγων ἐπεδεικνυεν τὰ ξίφη. οἱ μὲν δὴ ἄνδρες
ἀφειμένοι, καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες, ἐν εὐφημίᾳ πολλῇ
τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο
δὲ τῆς κομιδῆς τε καὶ ἐπιμελείας ὁπόσης ἔτυχον πρòς
αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος, καἰ τὸ μεγαλουργὸν
ἔχοι τῷ δικαίῳ ἀναγεκὸαμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. καὶ
ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅιπλω̣ν
λέσθαι.
τε καὶ τάξει ἅπαντα ἔπραττον. καὶ εἴπ́ου ἢ κώμην τινὰ ἢ
πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα
ἐχώρουν, καὶ οὐ πόῤῥω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο·
λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοι-
δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης, καὶ τὸ δραστήριον
οὐ μάλα ἐν δέοντι κεκτημένος, στρατηγοῦ τε καὶ ἡγεμόνος
οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι
ἡγεῖτο· ἀλλ᾿ εἴπου προφανεὶς ἐν μάχῃ καὶ προαλλόμενος, θυμῷ
τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐτουργήσειε
τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. τότε δὴ
τῶν πολεμίων, οὕτω τε ἐν τάξει ἐπὶ προεγνωσμένοις
ἰέναι, ὁ δὲ, προπετείᾳ μόνῃ καὶ ὁρμῆ̣ παραλόγῳ πισυνος,
δρομαῖος ἐχώρει, οὐδενπι ἀντίξουν ἔσεσθαι ὑποτοπησας ταῦτα
δὲ προμαθὼν Βουτιλῖνος ὁ τῶν Φράγγων ἡγεμὼν, ἐς ἀμφι-
τοὺς εὐθαρσεῖς τε καὶ μαχιμωτάτους ἀπέκρυπτε, καὶ
μεγίστην ἐνέδραν καταστησάμενος, ἐπεσκόπει καὶ ἀνέμενεν τὸν
τοῦ ἔργου καιρόν. ἐπεὶ δὲ Φούλκαρις τε καὶ οἱ Ἔρουλοι εἴσω
τῶν πολεμίων ἐτύγχανον προελθόντες, τότε δὲ δοθέντος τοῦ
ξυνθήματος ἐκδραμόντες οἱ Φράγγοι, ἐσβάλλουσιν ἀθρόον ἐς
αὐτοὺς ἀτάκτως τε καὶ παρημελημένως ἰόντας, εὐθύς τε oὐδενὶ
κόσμῳ τοὺς ἐν χερσὶν ἅπαντας τοῖς ξίφεσι διεχρῶντο, κα-
παραδόντες γὰρ τὰ μετάφρενα τοῖς πολεμίοις, ἔφευγον προτροπάδην,
ἀλκῆς τε ἁπάσης ἐπιλελησμένοι καὶ τῆς χρονίας
τῶν κινδύνων μελέτης.
ναι ᾤετο μὴ ὁμοίως ἀποδιδράσκειν, ἄμεινον δὲ δράσειν θάνατον
ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα ἐς τὰ ὀπίσω ὑποχαζόμενος.
ἔξὸν ἐξὸν δὲ αὐτῷ καὶ ὣς ἔτι εὐκολώτατα ἀποδρᾶναι, καὶ τῶν
ὀπαδῶν οὕτω ποιεῖν ἀντιβολούντων, „ καὶ πῶς ἂν ὑποσταίην
τὴν γλῶτταν’’ ἔφη ,,Ναρσοῦ μεμφομένην μοι τῆς ἀβουλίας;”
δεδιὼς δὴ οὖν, ὡς ἔοικε, τὴν κακηγορίαν μᾶλλον τοῦ ξίφους,
ἔμελεν καὶ ἐπὶ πλεῖστον αντεῖχεν, καὶ οὐκ ἀνίει μαχόμενος,
ἕως τῷ πλήθει ξυνειλημμένος, καὶ πολλοῖς ἀκοντίοις τὰ στέρνα
βληθεὶς, ἤδη δὲ καὶ δὲ καὶ πελέκει τὴν κεφαλὴν κεχαραγμένος,
μόλις δυσθανατῶν ἔπεσε πρηνὴς ἐπὶ τῆς ἀσπίδος. ἐπ’ αὐτῷ δὲ
καὶ οἱ ἄλλοι χύδην ἐκτείνοντο ἅπαντες, ὅσοι δὴ ἐτύγχανον
ἀμφ᾿ αὐτὸν μεμενηκότες, τυχὸν μὲν ἐθελονταὶ, τυχὸν δὲ καὶ
ὑπὸ τῶν πολεμίων εἰργόμενοι. Φούλκαρις μὲν οὖν
αἱρεθεὶς, οὐ λίαν ἀπώνατο τῆς τιμῆς, ἀλλὰ βραχύ τι εύημερήσας,
ὥσπερ ἐν ὀνείρατος εὐφροσύνῃ, ταχεῖαν ἔσχε καταστροφὴν
τῆς τε ἀρχῆς καί τοῦ βίου. τούτου δὲ τοῦ πάθους γεγενημένου,
τὰ μὲν τῶν Φράγγων φρονήματα ἐπῆρτο ἐπὶ μέγα,
καὶ ἐπεῤῥώννυτο. Γότθοι δὲ οἱ Αἰμίλειάν τε καὶ Λιγουρίαν
καὶ τὰς ἐχομένας χώρας οἰκοῦντες, οἷ δὴ πρότερον ὕπουλον
μὲν καὶ οὐκ ἐλευθέραν, εἰρήνην δὲ ὅμως καὶ ὁμαιχμίαν, τῷ
δεδιότι μᾶλλον τῆς γνώμης ἢ τῷ ἡδομένῳ, ἐπεποίηντο,
ᾗπέρ μοι ἤδη ἐῤῥήθη, καὶ Ἀρταβάνης ἡγοῦντο, τοῦ
Ἐρουλικοῦ ὁμίλου ὁπόσον τῇ φυγῇ διεσέσωστο, αὐτίκα ἐς Φαβέντειαν
μετανέστησαν τὴν πόλιν. ᾤοντο γὰρ οἱ στρατηγοὶ, οὐ
πρὸς αὐτῶν εἶναι ἀμφὶ τὴν πάρμαν ἔτι ἱδρῦσθαι, τοῦ τε πλήθους
τῶν πολεμίων αὐτοῦ ἀγερθέντος, καὶ ὅτι παραλόγως
εὐημερήσαντες, οὐκ ἔτι ἐχρῶντο τῇ τύχῃ μετρίως. αἴ τε γὰρ
πόλεις τῶν Γότθων αὐτοῖς ἀνεπετάννυντο, καὶ δὴ φρούρια ἐχυ-
ἀξιόμαχοι αὐτοῖς ᾤοντο εἶναι. τούτων δὲ τῷ Ναρσῆ ἀπηγγελμένων,
ἤσχαλλε μὲν ὅγε καὶ ἐδυσφόρει ἔπι τῇ τῶν βαρβάρων
ἀλαζονείᾳ, καἰ τῷ Φούλκαριν ἀθρόον ἀπολωλέναι, ἄνδρα οὐ
τῶν ἀσήμων καὶ λανθανόντων, ἀλλ’ ἀνδρειότατον ἐν τῳ μά-
οὐ πώποτε ἂν πολεμίοις, οἶμαι, ἁλῶναι, εἰ μετῆν ἐν μέρει καὶ
παραδόξῳ κατεπτηχότας, ἔγνω παραίνεσιν αὐτοῖς ἐν κοινῷ
ποιήσασθαι, ὡς ἂν πρὸς εὐψυχίαν αὐτοὺς ἀνακαλέσοιτο, καὶ
τὸ δεδιὸς ἐκθεραπεύσοι.
μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας
ἐπεφρόντιστο, φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε, καἰ παραστῆσαι
οἶός τε ἦν λόγῳ τὰ βεβουλευμένα· καὶ ταῦτα τομίας
γε ὢν, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτερον ἀνατεθραμμένος.
ἦν δὲ ἅν καὶ τὸ σῶμα βραχὺς, καὶ ἐς ἰσχνότητα ἐκδεδιῃτημένος.
τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο,
οὖν ὁ Ναρσῆς παρελθὼν ἐς μέσον τῆς στρατᾶς, ἔλεξε τοιάδε.
Τοῖς μὲν εἰθισμένοις ἑκάστοτε τῶν πολεμίων κρατεῖν, καὶ δία
παντὸς αἰσίων πειρᾶσθαι τῶν ἔργων, τούτοις εἴ γέ τι καἰ
πρὸς βραχὺ μὴ καθόσον οἴονται χρῆναι συμπέσοι, παραιρεῖται
τὸ χαῖρον εὐθὺς, καὶ τὰς ἐλπίδας ἀμβλύνει. ἐγὼ δὲ προσήκειν
οἶμαι τοῖς ἔμφροσιν ἐν ταῖς εὐπραγίαις τῇ τύχῃ μὴ
συνεξαίρεσθαι, ἀλλ’ ὡς ῥᾴδιον ὂν μεταβολὴν γίνεσθαι τῶν
τοίνυν ὑμᾶς, ὦ ἄνδρες, πλέον ἢ κατὰ τὸ συμβὰν ἀνιωμένους,
καὶ δῆλον ὡς οὐχ ἑτέρωθεν τοῦτο πεπόνθατε, ἢ μόνον τῷ
πέρα τοῦ μετρίου μεγαλαυχεῖν τῇ τοῦ νικᾷν συνήθειά, καὶ μηδέποτε
διαμαρτεῖν δυνηθῆναι οἰηθῆναι, ὥστε, εἰ τήνδε τὴν δόξαν
ἀφέντες μόνον καθ’ ἑαυτὸ σκοπήσοιτε τὸ πραχθὲν, οὐκ ἂν
ὑμῖν ὀφθείη τηλικοῦτο δεινὸν, ὁπόσον ἄλλως ἡγεῖσθε. εἰ γὰρ
θον ἠν· ἀλλ’ ὑμῖν, ὦ ἄνδρες, οὐδ’ ὣς ἀποκνητέον τὰ νῦν,
πόνους, καὶ οὐ παντελῶς ἀπειρήκασι πρὸς τὰς τύχας, ἡμεῖς
δὲ νῦν ἡττῆσθαι μόνον ὑποτοπήσαντες τῷ μὴ σφόδρα νενικηκέναι,
καταπροήσομεν τῶν προϋπαρξάντων τὴν εὔκλειαν,
τὴν προθυμίαν. καίτοι χαίρειν ἡμῖν μᾶλλον προσήκει
εὐτυχίας κεκόλασται, καὶ τὸ λίαν διαφθονεῖσθαι
καὶ τολοιπὸν θαρρεῖν ἡμῖν πάρεστι τοὺς ἀγῶνας, ὡς ἐνθένδε
πάλιν νικᾷν ἀρχομένοις. εἰ γὰρ καὶ πλήθει σεμνύνεται τὸ
πολέμιον, ἀλλ’ εὐκοσμίᾳ γε κατὰ τὸ μᾶλλον αὐτῶν, ἢν σωφρονῶμεν,
φρονῶμεν περιεσόμεθα, μαχούμεθά τε πρὸς ἄνδρας ἐπήλυδας,
καὶ τῶν ἐπιτηδείων, ὥσπερ εἰκὸς, ἀποροῦντας, εὖ τούτων
ἡμεῖς ἔχοντες· φρούρια δὲ πολλὰ καὶ πόλεις ἀσφάλειαν
ἡμῖν, εἴπου δεήσει, παρέξουσι, τοῖς δὲ ταῦτα οὐκ ἔσται. συναγωνιεῖται
δὲ καὶ τὸ κρεῖττον ἡμῖν, ὡς σφόδρα δικαίως ὑπὲρ
τῶν οἰκείων ἀμυνομένοις. οἱ δὲ τὴν ἑτέρων δῃοῦσιν. οὕτω
πανταχόθεν ἡμῖν τὸ μὴ λίαν εὐέλπιδας εἶναι παράλογον, μή
τι γε δεδιέναι. οὐκοῦν Λουκανοῖς τε τούτοις μηδαμῶς ἐφῶμεν ἀναπνεῦσαι τῆς πολιορκίας, καὶ πρὸς τὸν ὅλον πόλεμον ἅπας τις ὑμῶν ἐμμελέστατα τῇ προθυμίᾳ παρεσκευάσθω.”
ἐποιεῖτο. ἐχαλέπαινε δὲ τοῖς ἄλλοις στρατηγοῖς,, ἀνθ’
χρῆναι ἡγεῖτο, ὅπως οἱ μὲν κώλυμα εἶεν τοῖς ἐνα-
τοῦτο ἡγούμενος, ἔστελλεν αὐτίκα ὡς τοὺς στρατηγοὺς ἄνδρω
τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, ᾧ δὴ Στέφανος μὲν ὄνομα
ἦν, πατρὶς δὲ πόλισμα Ἰλλυρικὸν ἡ Ἐπίδαμνος, ἐπικερτομήσοντά
γε αὐτοὺς τῆς δειλίας, καὶ διελέγξοντα ὡς πεφώραν-
Στέφανος μὲν οὖν ἄνδρας ἐς διακοσίους ἱππότας μαχιμωτ
άτους καὶ τῇ ὁπλίσει ἄριστα ἐσκευασμένους ἐπαγόμενος,
ὡς τάχιστα ᾔει, μόχθῳ δὲ ξὺν πολλῷ καἰ ἀγρυπνίᾳ τὴν πορείαν
ξυνεστραμμένοι τε ἐπὶ σφᾶς καὶ ἀλλήλους ὀπισθοφυλακοῦντες,
ὡς, εἰ δεήσοι, καὶ διαμάχεσθαι οὐκ ἀπαράσκευοι φανηόμενοι.
οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων, καὶ μυκήματα
βοῶν ἀπελαυνομένων, καὶ πάταγοι τῆς ὕλης διατεμνομένης.
ἐς Φαβέντειάν τε καὶ τὸ στρατόπεδον ἵκοντο. τότε δὴ οὖν ἐς
ὄψιν ἐλθὼν τοῖς στρατηγοῖς, „ τί δὴ ταῦτα,’’ ἔφη ὁ Στέφανος,
„ ὦ γενναῖοι, πεπόνθατε; ποῦ δὲ τῶν προτέρων ἔργων ἡ εὔκλεια
καὶ ἡ τῶν τοσούτων τροπαίων ὁμολογία; πῶς δὲ ἂν Ναρσῆς
Λουκανούς τε ἕλοι, καὶ τὰ ἐντὸς Ἄλπεων ἅπαντα παραστήσοιτο,
ὑμῶν γε μονονουχὶ ὡσπερ ἐν ξυνθήκαις διόδον τοῖς πολεμίοις
παρασχομένων, καὶ ἐφέντων αὐτοῖς, οἷ βούλοιντο κατ’
ἔξουσίαν ἰέναι; καὶ ἐγὼ μὲν οὐδέν τι φλαῦρον εἴποιμι ἐς ὑμᾶς,
ἄλλος δέ τις ἴσως ἐρεῖ μαλακίαν εἶναι τὸ χρῆμα, καὶ τῶν κοινῇ
συνοισόντων ὀλιγωρίαν. εἰ μὴ γὰρ φθάσοιτε θᾶττον ἐς Πάρμαν
ἐπανελθόντες, Ναρσῆς μὲν οὔποτε ἀνήσει καλεπαίνων, καὶ
καταιτιώμενος ὑμᾶς τῶν ἐσομένων, εἴ γέ τι ἀντίπαλον ξυνενεχθείη. σκοπεῖτε δὲ, ὦ λῷστοι, ὅπως μὴ καὶ βασιλεὺς νεμεσήσῃ.”
σκήψεις δέ τινας προίσχοντο καὶ αἰτίας, ὡς ἄρα πρὸς ἀνάγκης
μετανασταῖεν, ἅτε οὐκ ἐνὸν ἐν τοῖς περὶ Πάρμαν χωρίοις τῶν
ἐδωδίμων τοῖς στρατιώταις ἐς τὸ ἀποχρῶν μεταλαγχάνειν μηδὲ
γὰρ παρεῖναι Ἀντιόχον ἐνταῦθα τὸν ὕπαρχον, ᾧ τὰ τοιάδε
ἀνεῖται. οὐ μέντοι ἀλλ’ οὐδὲ τὸ χρύσιον τὸ εἰωθὸς αὐτοῖς διανενεμῆσθαι
θαρσεῖν τε ἔφασκε τῷ Ναρσῇ, καὶ σὺν προμηθείᾳ ἔχε-
σθαι τῶν πραγμάτων. μηδὲ γὰρ παρενοχλήσειν αὐτῷ τοὺς πολεμίους,
ἀλλ’ εἴργεσθαι τὰς ἐκείνων ὁρμὰς, τῶν Ῥωμαϊκῶν
αὐτοῖς ταγμάτων έν δέοντι αὖθις ἐφεδρευόντων. Ναρσῆς δὴ
Λουκανοὶ ἰπιπλεῖστον ἀντέχειν, οὕτω πως ἀνειμένα πολιορνεμεσήσῃ
κούμενοι, ἐπέλαζε τοῖς τείχεσιν ἀφειδῶς· καὶ αὐτίκα αἰ τε
περιβόλου οἰκοδομία, καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν
πόλιν. οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον
ἐνέκειντο παροτρύνοντες πολεμεῖν, καὶ τοῖς ὅπλοις διωθεῖσθαι
τὴν πολιορκίαν. αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο, καὶ
ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ
οἰόμενοι περιέσεσθαι. ἀλλ’ ἔμελλον οἵ γε δρᾷν μὲν ἐλάχιστα
τοὺς πολεμίους, μεγάλα δὲ ἥλικα πημαίνεσθαι. 01 γὰρ δὴ πλεῖστοι
τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑΠὸ τῶν ἔνδον πρασσόντων,
ἐθελοκακοῦντες ἐμάχοντο. ἐπεί δὲ αὐτοῖς, θαμὰ πεῖ
ρωμένοις, οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ, πολλοὺς
τῶν σφετέρων ἀποβάλλοντες, αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις
ἐγκατείργοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἔξιτητέα· τότε δὴ
ἅπαντες ὡς οὐχ οἷον τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι,
μετεβάλλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γωώἐπέλαβεν
μας, καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν, καὶ εἰσεδέχοντο ἄσμενοι τὸν στρατὸν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τριβέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ 'Ρωμαιων κατήκροι.
καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμιν τε αὐτῷ
παραδοὺς ἀξιόχρεων, καὶ ὅσηῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν
οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα
δὴ οὖν οὕτω καταστησάμενος, ἠπείγετο ἰθὺ τῆς 'Ραβέννης ιέναι,
ἐφ᾿ ᾦ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει·
ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα, καὶ ἀμφὶ τὰς
χειμερίους τροπὰς ταῦτα ἐπράσσετο, πολεμητέα μὲν οὔ οἱ ἐς
εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύοθς ἀεὶ, καὶ
ἕκατι διαμέλλειν ἐπειρᾶτο, καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι.
καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχαγοὺς καὶ
ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχειμάζειν
ἐκέλευσεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἑς Ῥώμην ἅπαντας
οἱ μὶν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν,
μόνους ἐπήγετο τοὺς ἀμφ’ αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους,
καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες,
οἶς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι,
καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα
τέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν,
καὶ τῆς ἐν τούτοις ἐπιμελείας. εἴπετο δέ οἱ καὶ Ζανδαλᾶς
ὁ τῶν οἰκοτρίβων ὀπαδῶν πρωτοστάτης, καὶ ὅσον ἄλλο
οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς
φὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν
τῇ τῆς Κύμης πολιορκίᾳ· οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ
φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν, καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν
Τότθων πράγματα μετεχώρει , μόνος γε πέφηνεν τότε σύνεις
τὸ ξυνοῖσον, καὶ στοχαζόμενος τῶν μελλόντων. βουλευομένῳ
γὰρ αὐτῷ περὶ τῶν παρόντων, προσῆλθεν ἐννοεῖν ὡς ἀρ’ οἱ
τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ’ ἔργῳ προτέρους ἐκείνους
καταδουλώσονται , οἶς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες,
ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι φράγγους, καὶ ἀφαιρήσονται
τῶν πατρίων νομίμων αὐτούς. ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ
λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορδίᾳ πιεζόμενος,
ἄμεινόν οἱ κατεφάνη, τήν τε πόλιν καὶ τὰ χρήματα τῷ
Ναρσῇ παραδοῦναι, καὶ τολοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας,
κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων.
ὅσων γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότθος ἔνεστι τὴν
ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ανακομίασασθαι, καὶ μὴ
μέχρι παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὐν
ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγνεται ἐς Κλάσσεις,
οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο. ἵδρυται δὲ τὸ
φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. καὶ δὴ ἐς ὄψιν αὐτῷ
ἀφιγμένος, τάς τε κλείς τῆς Κύμης ἐνεχείρισε, καὶ ἃπαντα
ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό
τε αὐτὸν τῆς προσχωρήσεως, καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο
λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν,
ὡς ἂν καὶ οἱ διαχειμάσοιεν. καὶ οὕτω ἅπαντα ἐπράττετο.
ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις
ἐχήρευε, δύο δὲ ἄνδρ’ ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ
ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ’ ἑκάτερον ταῖς γνώμαις.
τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο,
καὶ ἅπαντα σφισιν ἄμεινον ᾤοντο ἔσεσθαι εἴ γε ἐκεῖνος ἡγοῖτο·
καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἶς δὴ καὶ Ναρσῆς θέμενος,
τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν, κὼ ἔστελλεν καὶ τοὺς
ὅπη ἄριστα ῆμελλον διαχειμάζειν. τὸν δὲ Ἀλιγερνον εἰς Κησσίναν
τὴν πόλιν ἀπέπεμπεν, εἰρημένον αὐτῷ, ἐπειδὰν αὐτόσε
ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος, ὑπερκύπτειν ἀναφανδὸν ὡς
ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως
δὴ οἱ Φράγγοι ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον,) θεάσαιντό
τε αὐτὸν αὐτομολήσαντα, καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύ-
ἐπειδὴ παριόντας ἑώρα τοὺς Θράγγους,ξ ἐπεκερτόμει τε αὐτοὺς
ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τολοιπὸν ἐπειγομένους,
καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τι πλούτου
παντὸς ὑπὸ Ῥωμαίων κατεχομένου, καὶ αὐτῶν γε δὴ
παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἶ γε καί τις τολοιπὸν
βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος
εἴη καὶ ἐπίτιμος, ἀλλ’ ἀμφιέννυσθαι γόνον στρατιωτικὴν ἐφε-
καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμελεῖν
αὐτοῖς, ἀλλ’ ἐφ’ ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι.
Οὔαρνος τὸ γένος ὀλίγῳ πρότερον ἐτεθνήκει, ἀνὴρ ἐν τοῖς μάλιστα
δεινός τε καὶ φιλοπόλεμος, αὐτίκα ὁ παῖς ὁ ἐκείνου Θευδίβαλδος
τοῦτο γὰρ ὄνομα τῷ παιδὶ) ἅμα τοῖς ἑπομένοις
Οὐάρνοις, βασιλεῖ τῶν Ῥωμαίων προσεχώρει, καὶ ἐς Ἀρίμηνον
ἐνταῦθα καὶ ὅγε ἀφῖκτο, ἐφ’ ᾧ ἅπαντας χρυσίῳ φιλοφρονησάμενος,
βεβαίους ἐς ὅ, τι μάλιστα ἔχοι ξυμμάχους. ἐν τούτοις
δὲ αὐτοῦ διημερεύοντος, ἄνδρες τῶν Φράγγων ἐς δισχιλίους
ἀναμὶξ πεζοὶ καὶ ἱππόται, οἱ δὴ ἐτύγχανον ἐς ἁρπαγάς τε καὶ
λεηλασίας τῆς χώρας ὑπὸ τῶν σφετέρων ἡγεμόνων σταλέντες,
οὑτοι δὲ ἀγχοῦ τῆς πόλεως γεγενημένοι, τούς τε ἀγροὺς ἐσίνοντο,
καὶ τοὺς βόας εἷλκον τοὺς ἀροτῆρας, καὶ ἅπαντα ἔφερον
ἀνέδην, ὡς καὶ αὐτὸν δήπου τὸν Ναρσῆν ἐπιφράσασθαι
τὰ ποιούμενα. ἧστο γὰρ ἐς ὑπερῷόν τι δωμάτιον ἐν περιωπῇ
τοῦ πεδίου. αὐτίκα δὴ οὖν, αἰσχρὸν γάρ τι καὶ ἀγεννὲς ᾤετο
εἶναι τὸ μὴ οὐχὶ ἐκ τῶν παρόντων ἀμύνασθαι,) ὑπεξῄει τοῦ
ἄστεος, ἵππου ἐπιβὰς εὐηνιωτάτου καὶ ἀγερώχου, καὶ οἴου
οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾷν, ἀλλὰ τὰς τε ἐπελάσεις
καὶ ἀναστροφὰς τῇ πείρᾳ πεπαιδευμένου· ἀλλὰ γὰρ καὶ τῶν
ἀμφ’ ἀμφ’ αὐτὸν τοὺς ὁπόσοι οὐ πάμπαν ἀγνῶτες τὰ πολέμια ἦσαν
ἕπεσθαί οἱ ἐκέλευε. καὶ οἱ μὲν ἐς τοὺς ἵππους ἀναθορόντες
ἦσαν δὲ ἄνδρες ἐς τριακοσίους) ἐφωμάρτουν τε καὶ ἐπήλαυνον
ἰθὺ τῶν πολεμίων. οἱ δὲ ἐσιδόντες αὐτοὺς ἐπιόντας, σποράδην
μὲν οὐκέτι ἠλῶντο, οὐδὲ οἶμαι τῆς λείας ἐμέμνηντο·
ἠθροίζοντο δὲ ἐπὶ σφᾶς ἅπαντες, τό τε ἱππικὸν καὶ οἱ πεζὼ,
οἱ δὲ Ῥωμαῖοι ἐπειδὴ ἐς τόξου γε ἤδη βολὴν ἐγεγένηντο,
ἐμμίξαι μὲν καὶ συρράξαι τοῖς πολεμίοις εὖ παρατεταγμένοις
ἥκιστα ᾤοντο χρῆναι, τοξεύμασι δὲ καὶ ἀκοντίσμασιν
ἀκροβολιζόμενοι, ἐπειρῶντο σφῆλαι τοὺς πρωτοστάτας,
καὶ διαῤῥῆξαι τὴν πύκνωσιν τοῦ μετώπου. ἀλλ’ ἐκεῖνοι
ασπισιν ἄριστα περιπεφραγμένοι, ἵσταντο ἀστεμφεῖς καἰ αδονητοι,
οὐδαμοῦ τὸ συνεχὲς τῆς τάξεως διασπῶντες, ἐπεὶ καὶ
ὕλης τινὸς λασίας κυρήσαντες, ὡσπερ ἐρύματι τοῖς δένδροις
στρέψαντας τὰ νῶτα, ἐς τὰ ὀπίσω ἀναχωρεῖν προτροπάδην, ὡς
Φράῃοι τῇ φυγῇ ἐξηπατημένοι, καὶ ἀληθὲς τὸ δέος εἷναι ὑποτοπήσαντες,
αὐτίκα θαῤῥαλέοι τήν τε φάλαγγα διέλυσαν, καὶ τῆς
τόν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες, καὶ πόνῳ ξὺν βραχεῖ
πέρας εὐκπὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. καὶ οἱ μὲν εὐκοσμίας
ἁπάσης ἐπιλελησμένοι, χύδην τε καὶ ἀφύλαπα
ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ 'Ρωμαῖοι
ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε
ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν, οὕτω δή τι ἐγγύτατ τοῦ
αὐτοὺς ἐξελίξαντες, ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι,
καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον
ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ-
ῥεῖ. οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ
γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει
ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. ἐπεὶ
δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακόσιοι,
αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο, καὶ ἐπὶ τοὺς
σφετέρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ
ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. Ναρσῆς δὲ
αὖθις ἐς Ῥάβενναν ἀφικόμενος, καὶ ἅπαντα τὰ τῇδε ἄρισταδιαθεὶς,
ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν.
α'. Ἤδη δὲ του ἦρος ἐπιγινομένου, ἐνταῦθα κατὰ τὸ προστεταγμένον
τοὺς ἐκέλευεν τὰ πολέμια, καὶ ἐπεῤῥώννυεν τὸν θυμὸν ταῖς καθημέραν
μελέταις· τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν
ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι, ἔς τε πυῤῥίχην τινὰ ἐνόπλιον
ὄρχησιν] περιδινεῖσθαι, καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι
τὸ ἐνυάλιον ἐπηχούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως
διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ
ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο
αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. ἐπεὶ δὲ ἐς Σάμνιον, τὴν
χώραν οὕτω καλουμένην, ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ’
Καμπανίας τε τὰ πλεῖστα ἐληίσατο, καὶ μὲν δὴ καὶ Λευκανίας
ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλεν, καὶ μέχρι τοῦ
πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα
τῆς Ἰταλίας ἀπικρίνει. Λεύθαρις δὲ τὰ λοιπὰ
ἐπαγόμενος, Ἀπουλιάν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν. καὶ
ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ
ἇι τῆς Ἀδριάδος θαλάττης, ὅθεν ὁ Ἰόνιος ἄρχεται κόλπος.
μοι ἤδη ἐρρήθη, καὶ παραπλήσια τοῖς Ῥωμαίοις ἱερουγργοῦντες.
ταῦτα δὲ ἀφαιρούμενοι, ἅπαντα οἰκεῖα κτήματα
τοῖς δὲ οὐδὲ τάδε ἀπέχρη, ἀλλὰ τάς τε ὀροφὰς τῶν ἱερῶν
ἀνακτόρων κατέβαλλον, καὶ τὰς κρηπῖδας ἀνεκίνουν· λύθρῳ τε
τὰ τεμένη περιεῤῥεῖτο, καὶ τὰ λήϊα ἐμιαίνετο, πολλαχοῦ νεκρῶν
ἀτάφων περιεῤῥιμμένων. ἀλλ’ οὐκ ἐς μακρὰν αὐτοὺς τὰ
ἐνθένδε μετῆλθεν μηνίματα. οἱ μὲν γὰρ πολέμῳ, τὸ δέ τι αὐτῶν
τοῖς ταῦτα λυμαινομένοις ἥκιστα ἐφιέναι, ἀλλὰ παντὶ σθένει
ἀμύνεσθαι, ὤιόν τι ἂν εἴη καὶ μάλα γενναῖον. ὅσοι δὲ κέρδους
ἕκατι καὶ δυσμενείας ἀλόγου, μηδὲν ἐπίκλημα ἔνδικον ἔχοντες,
ἔπειτα φοιτῶσιν ἀνὰ τὴν ὀθνείαν, τοὺς μηδὲν ἠδικηκότας σι-
νόμενοι, οὗτοι δὲ ἀλαζόνες εἰσὶ καὶ ἀτάσθαλοι, οὔτε θέμιν
εἰδότες, οὔτε μέλον αὐτοῖς εἰ τὸ θεῖον νεμεσᾷ τοῖς γιγνομένοις.
τε καὶ Βουτιλῖνον βαρβάροις ξυνέβη.
ἔστελλεν δὲ ὡς τὸν ἀδελφὸν ἀγγελιαφόρους, παρακελευόμενος
καὶ τόνδε ὡς τάχιστα ἐπανιέναι, χαίρειν εἰπόντα
σφῶν ἀναδείξειν ἐπιθρυλλοῦντες, ἐδόκει οἱ μενετέα ειναι,
καὶ τὰ ξυγκείμενα διανυστέον. καὶ ὁ μὲν τούτων δὴ ἕνεκα ἔμενέ
τε αὐτοῦ, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. Λεύθαρις δὲ ἅμα
τῇ ἀμφ’ αὐτὸν δυνάμει εὐθὺς ἀπεχώρει, καὶ ὡς ἂν ἀσφαλέστατα
ἐς τέλος ἀπέβη τὰ δοκηθέντα, τῷ τε ἀδελφῷ οὐ μάλα ἤρκεσεν
ἐπαμῦναι. ἤδη γὰρ αἰτῶ ἀνὰ τὴν αὐτὴν πορείαν ἐπανερ χομένῳ,
καὶ διοπτῆρας ἄνδρας ἐς τρισχιλίους, οὐ μόνον ἐπισκεψομένους
τὰ πρόσω, ἀλλὰ γὰρ καὶ, εἴπου πολέμιοι φανεῖεν
ἀμυνουμένους. Ἀρταβάνης δὲ καὶ Οὔλδαχ ὁ Οὖννος, ἐτύγχανον
γὰρ ἅμα στρατεύματι Ῥωμαϊκῷ τε καὶ Οὐννικῷ εἰς
τὴν πόλιν ξυνειλεγμένοι καὶ ἐφεδρεύοντες τῇ παρόδῳ,
οὗτοι δὴ οὖν, ἐπειδὴ ἐκείνους τοὺς προπορευτὰς ἐθεάσαντο έν
αὐτῷ δὴ τῷ αἰγιαλῷ τοῦ Ἰονικοῦ κόλπον καὶ τῇ κροκάλῃ
ὑπεκβάντες τοῦ ἄστεος, ἐσβάλλουσιν ἀθρόον ἐς
παίοντες διεχρῶντο. ἔνιοι δὲ αὐτῶν ὑπὲρ τὸ κρημνῶδες καὶ ἀπεῤῥωγὸς
τῆς ἠιόνος ἀναβά1τες, ἔπειτα κατὰ τοῦ πρανοῦς ὑποφερόμενοι,
καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐκπίπτοντες, ἀπωλἀπώλλυντο,
ἐμφορούμενοι τοῦ ῥοθίου. ἐπῆρται γάρ πως ἐνταῦθα
ἡ ἀκτὴ, καὶ ὥσπερ γεώλοφόν τι ἀποτελεῖ, οὐ πανταχόθεν βατόν
τε καὶ ἐπίδρομον, οὐδὲ οἷον τοῖς ἐπ᾿ ἄκρου γιγνομένοις
εὐκόλους παρέχειν τὰς ἀναβάσεις, ἀλλ᾿ ὀλισθηρὸν, ὡς τὰ πολλὰ,
καὶ σηραγγῶδες καὶ ἐς τὸ βαθυνόμενον τῆς ῥηγμῖνος ἐπικεκλιμένον.
ἀνὰ τὸ στρατόπεδον εἰσπεσόντες, θορύβου καὶ ταραχῆς ἅπαντα
ἔπλησαν, ὡς αὐτίκα μάλα τῶν 'Ρωμαίων ἐπελευσομένων. αὐτóς
τε δὴ οὖν Λεύθαρις διανίστατο ἐς παράταξιν, καὶ ἅπαν
τὸ στράτευμα ἐκινεῖτο· καὶ τοίνυν, ἀναλαβόντες τὰ ὅπλα, ἐς
φάλαγγα καθίσταντο, βαθεῖάν τε καὶ ἐπιμέγα παρατεταμένην.
ἐν τούτοις δὲ αὐτῶν καταστάντων, καὶ οὐδὲν ὁτιοῦν αὐτοῖς
ἕτερον ἐν νῷ τίθεσθαι παρέχοντος τοῦ καιροῦ, οἱ πλεῖστοι τῶν
αἰχμαλώτων ἀφύλακτοι ἀθρόον γεγενημένοι, ἀπεχρῶντο ἐν
δέοντι τῇ τῶν πολεμίων ἀσχολίᾳ· αὐτοὶ τε γὰρ ὡς τάχιστα διεδιιδρασκον,
καὶ τῶν λαφύρων ὁπόσα οἶόν τε ἦν ἐς τὰ ἐχόμενα
μαχοι εἶναι, ἥκιστα ἐπεξῆγον τὸ στράτευμα, τότε δὴ oἱ Φράγγοι
ἔσεσθαι, εἴγε ὡς τάχιστα ἐκ Φάνου τῆς πόλεως ἀναστάντες,
ἴοιεν ἀνὰ τὰ πρόσω. καὶ τοίνυν αὐτίκα ἐχώρουν, ἀφέντες δὲ
ἐν δεξιᾶ τὸν Ἰόνιον κόλπον καὶ ἅπασαν τὴν παράκτιόν τε καὶ
ψαμαθώδη πορείαν, ἀνὰ τοὺς πρόποδας τοῦ Ἀπινναιου ὄρους
ἐπορεύθησαν. οὕτω τε ἰθὺ Αἰμιλείας καὶ Ἀλπισκοτιας ἐλθόντες,
μόλις τὸν Πάδον ἐπεραιοῦντο. καταλαβόντες δὲ Βενετίαν
τὴν χώραν, ἐς Κένπα τὴν πόλιν κατήκοον οὖσαν σφῶν ἐν τῷ
τότε ηὐλίζοπο, αὐτοῦ τε τολοιπὸν ἐν τῷ ἀσφαλεῖ διαιτώμενοι
ἐλὰχωτα ἐκ τῆς λείας ἐλείπετο, καὶ ἐδόκει ἄκαρπα καὶ ἀνόνητα
διαπεπονηκέναι ἀλλ᾿ οὐ μέχρι τοῦδε μόνον αὐτοῖς τὰ τῶν δυστυχημάτι
ἐχώρει. ὀλίγῳ γὰρ ὕστερον καὶ νόσος τις λοιμώδης
ἔφθειρε τὰ πλήθη ἐξαπιναίως ἐπεισπεσοῦσα. καὶ οἱ μὲν αὐτῶν
μοχθηρὸν ἀποκαλοῦντες τὸν περικείμενόν σφίσιν ἀέρα αἴτ́ιον
ἐκείνου τοῦ πάθους γεγενῆσθαι ἡγοῦντο. οἱ δὲ ὅτι πολέμους τε
συχνοὺς καὶ ὁδοιπορίας μακρὰς διανύσαντες, ἀθρόον ἐς τὸ
ἁβροδίαιτον μπεβέβληντο, τὴν τῆς διαίτης παραλλαγὴν ᾐτιῶντο,
τὴν δέ γε ὡς ἀληθῶς ἀρχήν τε καὶ ἀνάγκην τῆς συμφορᾶς οὐ
θεήλατοι μετῆλθον ποιναὶ. παραπλήξ τε γὰρ ἐγεγόνει, καὶ ἐλάτα
περιφανῶς, καθάπερ οἱ ἔκφρονες καὶ μεμηνότες, κλόνος τε
αὐτὸν ἐπεῖχε μύριος, καὶ οἰμωγὰς ἀφίει βαρείας καὶ νῦν μὲν
πρηνὴς, νῦν δὲ καὶ ἐπὶ θάτερα ἐν τῷ ἐδάφει κατέπιπτεν· ἀφρῷ
τε πολλῷ τὸ στόμα περιεῤῥεῖτο· καὶ τὼ ὀφθαλμὼ βλοσυρώ γε
ἤστην καὶ παρατετραμμένω. ἐς τοῦτο δὲ ἄρα ὁ δείλαιος ἀφῖκτο
μανίας, ὥστε ἀμέλει καὶ τῶν οἰκείων μελῶν ἀπογεύσασθαι.
οἰκτρότατα ἀπεβίω. ἔθνησκον δὲ χύδην καὶ οἱ ἄλλοι, οὐδενότι
καὶ ἀνιέντος τοῦ κακοῦ, ἕως ἅπαντες διεφθάρησαν. καὶ
πυρετῷ μὲν οἱ πλεῖστοι πιεζόμενοι, νηφαλέοι γε ὅμως ἀπώλλυντο.
ἐνίοις δὲ καὶ ἀποπληξία ἐνέσκηπτεν ἰσχυρὰ καὶ ἑτέροις
καρηβαρία, καὶ παραφροσύνη ἐτέροις. ποικίλα μὲν γὰρ αὐτοῖς
ἐΠεφέρετο πάθη, ἅπαντα δὲ εἰς ὄλεθρον ἀπεκρίνετο. Λευθα-
ρἰῳ μὲν οὖν καὶ τῷ οἱ ἑπομένῳ ὁμίλῳ, ἐς τόδε τύχης τὰ τῆς
τε καὶ φρούρια σχεδόν τι ἃπαντα λυμηνάμενος,
αὖθις ὡς τάχιστα ἰθὺ Καμπανίας τε καὶ Ῥώμης. ἠκηκόει
τὸν Ναρσῆν καὶ τὰς βασιλέως δυνάμεις αὐτοῦ που ἠθροῖσθαι.
καὶ ἠβούλετο μὴ μέλλειν ἔτι μηδὲ ἀλᾶσθαι, ἀλλὰ παντὶ τῷ
στρατῷ παραταξάμενος, τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἀναῤῥίοψαι·
ἐπεὶ κὼ μέρος τι οὐκ ἐλάχιστον καὶ τῆς ἀμφ’ αὐτὸν
νόσῳ ἑαλώκει καὶ διεφθείρετο. ἤδη γὰρ τοῦ θέρους λήγοντος,
καὶ τοῦ φθινοπώρου ἀρχομένου, αἱ μὲν ἄμπελοι τῷ καρπῷ
ἐβρίθοντο, οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων, ἅπαντα γὰρ
τῷ Ναρσῆ ἐμφρονέστατα προδιήρπαστο,) οἱ δὲ τοὺς βότρυς
ἀφαιρούμενοι, καὶ ταῖς χερσὶ διαθλίβοντες, ἐνεφοροῦντο τοῦ
γλεύκους, αὐτοσχεδιάζοντες τὸν ἀνθοσμίαν. ἐνθένδε τε αὐτοῖς
ἡ γαστὴρ ἐπιμέγα ἐφέρετο καὶ διέῤῥει, καὶ τὸ μέν τι
ἔθνησκεν αὐτίκα, ἦσαν δὲ οἱ καὶ διεγίγνοντο. πρὶν γε δὴ οὖν
καὶ ἅπασιν ἐκνικῆσαι τὸ πάθος, ἐδόκει οἱ εἶναι πολεμητέα ἐς
ὅ, τι ἐκβαίη. καὶ τοίνυν ἀφικόμενος ἐς Καμπανίαν, στρατοπεδεύεται
οὐ πόῤῥω Καπύης τῆς πόλεως, ἀμφὶ τὰς ὄχθας
τοῦ Κασουλίνου ποταμοῦ. ὃς δὴ ῥέων ἐκ τοῦ ὄρους τοῦ Ἀπιν-
ναίου, καὶ ἀνὰ τὰ ἐκείνῃ πέδια περιελιττόμενος, ἐς τὴν
Τυρσηνικἠν φέρεται θάλατταν. ἐνταῦθα δὴ οὖν ἱδρύσας τὸν
στρατὸν, χαράκωμά τε περιεβάλετο καρτερὸν, καὶ ἐπεποίθει
τροχοὺς, ἃς δὴ ὡς πλείστας ἐπήγετο, στοιχηδὸν ἐς ἀλλήλους
ἁρμόσας, ἐνέπηξε τὰ ὀπίσω τῷ ἐδάφει, ἄχρι καὶ ἐς
τὰς πλήμνας περιχώσας, ὡς μόνα τὰ ἡμικἴκλια ὑπερανέχειν
καὶ προβεβλῆσθαι. τούτοις δὴ οὖν καὶ ἑτέροις ξύλοις πολλοῖς
ἅπαν τὸ στράτευμα ἐρυμνώσας, ἔξοδόν τινα οὐ μάλα εὐρεῖαν
καταλέλοιπεν κενὴν τῶν περιφραγμάτων, ὡς ἐκ τῆσδε αὐτοῖς
ἐξείη ῥᾳδίως ᾖ βούλοιντο κατὰ τῶν πολεμίων ἐφόδους τε καὶ
τεκτηνάμενος, ἐφίστησιν ἐν αὐτῷ ἄνδρας ὁπόσους οἶόν τε ἦν
μαχίμους τε καὶ ἄριστα ὡπλισμένους· ἐφ᾿ ᾦ ἐκ τοῦ ἀσφαλοῦς
ἀμύνεσθαι, καὶ ἀπερύκειν τοὺς 'Ρωμαίους διαβησείοντας. οὕτω
δὲ ἕκαστα διαθεὶς, ᾤετό οἱ τὰ παρόντα ἐν δέοντι παρεσκευάσθαι,
ὡς καὶ ἐν αὐτῷ δή που κεισόμενον πολέμου κατάρχεσθαι,
καὶ οὐ πρότερον μάχης ἐσομένης, πρὶν ἂν ἐκείνῳ εἴη βουλομένῳ.
καὶ τὰ μὲν ἀμφὶ τῷ ἀδελφῷ ἐν Βενετίᾳ ξυμβαίνοντα
τὸ στράτευμα οὐκ ἐπεπόμφει· καἰ ὑπετόπαζεν, ὡς οὐκ ἂν ἐς
αὐτῷ μάλιστα μυριάδας μαχίμων ἀνδρῶν ἡ λειπομένη στρατιὰ
ξυνετάττετο· ἡ δὲ τῶν Ῥωμαίων δύναμις μόλις ἐν
χιλιάσιν ἐτύγχανεν οὖσα.
οἀγὼν οὐκ ὠτὶ σμικρῷ τινι χωρήσει, ἀλλ’ ἢ καθέξομεν,” ἔφη,
μὲν οὖν ταῦτά τε καὶ τὰ τοιάδε παραινῶν τοῖς πλήθεσιν οὐκ
ἀνίει. οἱ δὲ ἐπερρώννυντο ταῖς ἐλπίσι, καὶ τὰ ὅπλα, ὡς πη
ἑκάστῳ φίλον, παρεσκευάζοντο. ὡδὶ μὲν γὰρ πελέκεις ἐθήγοντο
πολλοὶ, ὡδὶ δὲ τὰ ἐπιχώρια δόρατα, οἱ ἄγγωνες, ἑτέρωθι
δὲ τῶν ἀσπίδων αἱ διερρωγυῖαι πρὸς τὸ ἐνεργὸν μετεποιοῦντο,
καὶ ῥᾳδίως αὐτοῖς ἅπαντα παρεσκεύαστο. λιτὴ γὰρ
εἰ καί τι διαφθαρείη. θωράκων μὶν γὰρ καὶ κνημίδων ἀγνῶτες
τυγχάνουσιν ὄντες, τὰς δὲ κεφαλὰς οἱ μὲν πλεῖστοι ἀσκεπεῖς
ἔχουσιν, ὀλίγοι δὲ καὶ κράνη ἀναδούμενοι μάχονται· γυμνοὶ
δὲ τὰ στέρνα εἰσὶ καὶ τὰ νῶτα μέχρι τῆς ὀσφύος, ἐνταῦθα
δὲ ἀναξυρίδας, οἱ μὲν λινᾶς, οἱ δὲ καὶ σκυτίνας διαζωννύμενοι
τοῖς σκέλεσι περιαμπίσχονται. ἵπποις δὲ ἥκιστα χρῶνται,
πλὴν σφόδρα ὀλίγων, ἅτε δὴ αὐτοῖς τὸ πεζομαχεῖν σύντρφόν
τε ὂν καὶ πάτριον καὶ ἄριστα μεμελετημένον. ξίφος δὲ τῷ
μηρῷ, καὶ ἀσπὶς τῇ λαιᾷ πλευρᾷ παρῃώρηται. καὶ τοίνυν τόξα
ἢ σφενδόνας ἢ ἄλλα ἄττα ἑκηβόλα ὅπλα οὐκ ἐπιφέρονται, ἀλλὰ
πελέκεις γὰρ ἀμφιστόμους καὶ τοὺς ἄγγωνας, οἶς δὴ καὶ τὰ πλεῖστα
κατεργάζονται· εἰσὶ δὲ οἱ ἄγγωνες δόρατα οὐ λίαν σμικρὰ, οὐμενοῦν
ἀλλ᾿ οὐδὲ ἄγαν μεγάλα, ἀλλ᾿ ὅσον ἀκοντίζεσθαί τε, εἴπ́ου δεήσοι,
καὶ ἐς τὰς ἀγχεμάχους παρατάξεις πρὸς τὰς ἐμβολὰς ἐφικνεῖσθαι.
τούτων δὲ τὸ πλεῖστον μέρος σιδήρῳ πάντοθεν περιέχεται,
ὡς ἐλάχιστόν τι διαφαίνεσθαι τοῦ ξύλου, καὶ μόλις ὅλον
τὸν σαυρωτῆρα· ἄνω δὲ ἀμφὶ τὸ ἄκρον τῆς αἰχμῆς καμπύλαι
ἄγγωνα Φράγγος ἀνήρ. καὶ εἰ μὲν σώματί που ἐγχρίψειεν,
εἰσδύεται μὲν εἴσω, ὥσπερ εἰκὸς, ἡ αἰχμὴ, οὔτε δὲ αὐτὸν τὸν
βληθέντα οὔτε ἄλλον τινὰ ἐρύσαι ῥᾳδίως ἔνεστι τὸ δόρυ. εἴρ-
γουσι γὰρ αἱ ἀκίδες ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ, καὶ πικροτέρας
καὶ ξυμπεριάγπαι, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος·
ὁ δὲ βληθεὶς οὔτε ἐξελκύσαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ
τὴν εἴσδυσιν τῶν ἀχιδων, οὔτε ξίφει διατεμεῖν, τῷ μὴ ἐφικνεῖσθαι
ἡ ὅπλωις, καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο.
παράταξίς, πολλαὶ δὲ φρουραὶ,̀ καὶ ἀγρυπνίαι, καὶ τῶν στρατηγῶν
ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὶ καὶ δέος καὶ παλιμβολια,
καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα
ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα· τὰ δὲ τῆς Ἰταλίας
πολίσματα μετέωρά ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ᾿ οὓς ἂν
καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας
κώμας δῃοῦντες, τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διε-
ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τολοιπὸν,
ἀλλὰ παντὶ σθένει διακωλυτέον. Χαράγγης δέ τις ἀνὴρ
Ἀρμένιος, ἐνηρίθμητο μὲν τοῖς 'Ρωμαϊκοῖς ταξιήχοις, ἀvδρειότατος
δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης, καὶ ἐν δέοντι
φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαράγγῃ ( ἵδρυτο γὰρ ἀμφὶ
τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνωμένος,)
παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάτmς, καὶ
τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην
ἀγρίῳ τε καὶ γεγηρακότι, προσάγει τῷ πυὸγῳ, ὃν δὴ ἐπὶ τῆς
ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη.
οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατo,
ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ᾿ ἤδη που καὶ αὐτοὶ
πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χώριόν, καὶ
καταφεύγουσιν· οἱ δὲ 'Ρωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο.
Τούτων δὲ οὕτω ξυνενεχθέντων, αὐτίκα οἱ Φράγγοι
ταραχῆς, ὡς τὸ εἰκὸς, ἐνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα
ἐχώρουν. σφαδάζοπες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε
ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε
ἦσαν πέρα τοῦ μπριου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν
ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν,
τίσαι ὧν ἐτύγχανον ἠσεβηκότες. πλὴν ἀλλ’
ξυμβὰν, εἴτε καὶ ἴσως τῶν Ἀλαμανικῶν
ὅμως εἴτε οὐτῶ
Ἀλαμανικῶν χρησμολόγων
δὴ οὖν τρόπῳ τὰ ἐσόμενα ἐπιφρασαμένων, οὐ κενὸν τοῖς πολλοῖς
οὐδὲ ἀτελεύτητον ἔδοξεν εἶναι τὸ μάντευμα. ὅπως δὲ τῶν
ἐφεξῆς ἕκαστα ἐπράχθη, αὐτίκα ἐς τὸ ἀκριβὲς ὡς οἶόν τέ μοι
λελέξεται.
δὴ οὖν ἐπισχὼν τῷ ῥυτῆρι τὸν ἵππον, παράγει ἐς μέσον τὸν
ἀνδροφόνον, ὡς οὐχ ὅσιον ὂν ἐπὶ τὸν πόλεμον ἰέναι πρὶν ἀπολυμήνασθαι
καὶ ἀφαγνίσαι τὸ μίασμα. ἐπεὶ δὲ αὐτῷ πυνθανομένῳ
τὸ πραχθὲν ἀνωμολόγει ὁ βάρβαρος καὶ οὐκ ἀνῄνετο,
τοὐναντίον μὲν οὖν καὶ ἐφετὸν εἶναι ἔφασκε τοῖς κεκτημένοις
νίας, θρασύς γε ἦν ἔτι καὶ ὑψαγόρας καὶ λίαν φρονοῦντι ἐῴκει,
καὶ ἀπόμαχοι ἔσεσθαι διενοοῦντο. ὁ δὲ Ναρσῆς οὕτω πως τὸ τῆς
μιαιφονίας ἄγος ἀποδιοπομπησάμενος, καὶ τῶν Ἐρούλων ὀλίγα
φροντίσας, ἐχώρει ἀνὰ τὴν παράταξιν, ἀνειπὼν ἐν κοινῷ χαἰ ἀναβοήσας,
καὶ ὡς ἐπὶ προδιεγνωσμένοις ἐφοίτα. Σίνδουαλ δὲ, ὁ τῶν Ἐρούλων
ἡγεμὼν, αἰσχρόν τι εἶναι ἡγεῖτο καὶ ἀγεννὲς, εἴ γε πολέμου
τοσούτου ξυνεστηκότος, αὐτός τε καὶ ὁ ἀμφ’ αὐτὸν στρατὸς
λειποταξίου ἁλοῖεν, δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους,
σκῆψιν δὲ τινα καὶ προκάλυμμα τῆς δειλίας τὴν περὶ
τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. οὔκουν ἠρεμεῖν ἀνασχόμενος
ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔΠω παρεσομένων·
ὁ δὲ, μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ
ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τάξαιντο, εἰ καὶ ὀλίγῳ ὕστερον τύχοιεν
ἐπορεύοντο βάδην ἐν κόσμῳ.
διέταττεν. οἱ μὶν οὖν ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετά-
χατο, δοράτια φέροντες καὶ | πέλτας, τόξα τε καὶ ξίφη παρῃωρημένα·
ἦσαν δὲ 01 καἰ σαρίσσας ἐκράτουν. αὐτὸς δὲ ἐπὶ
τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης,
τοῦ τε θητικοῦ καἰ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν,
ἀλλὰ καὶ οἵδε παρῆσαν. ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν
τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς
δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις, τῆς
βουλευμένα, ἔξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα
τοῦ δὲ ἄΛλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου”.
τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι, θορύβῳ εἴχοντο καὶ προπετείᾳ,
ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. ἦν δὲ
αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἱονεὶ ἔμβολον · δελτωτῷ γὰρ
ἑῴκει, καὶ τὸ μὶν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν
τε ἥν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι,
φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι·
τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους
κενὸν καθεστάναι, καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν
διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον,
ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν, καὶ ἐκ τοῦ
ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπι- σθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο.
ἐπανελθόντες, συνέῤῥαξαν τοῖς Ῥωμαίοις, αὐτίκα
τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες·
οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι, ἡ τε ἀρχὴ, διατεμοῦσα
τὸ βάθος τῶν λόχων, καὶ φόνον οὐ πολὺν ἐργασαμένη,
ὑπὲρ τοὺς οὐραγοὺς ἐξηνέχθη. ἔνιοι δὲ αὐτῶν καὶ περαιτέρω
ἐχώρουν ὡς τὸ στρατόπεδον τῶν Ῥωμαίων αἱρήσοντες.
δὴ ὁ Ναρσῆς ἐπικάμψας ἠρέμα καὶ ὑπομηκύνας τὰ κέρα, καὶ
ἐπικάμπιον ἐμπροσθίαν ὡς ἂν οἱ τακτικοὶ ὀνομάσαιεν) τὴν
φάλαγγα καταστήσας, παρακελεύεται τοῖς ἱπποτοξόταις ἐφιέναι
τὰ βέλη ἑκατέρωθεν ἐναλλάγδην ἐς τὰ μετάφρενα τῶν πολεμίων.
οἱ δὲ κατὰ ταῦτα ῥᾳδίως ἐποίουν. ἅτε γὰρ πεζοὺς
καὶ πλησιαίτατον ὑπερβαίνειν τοῖς βέλεσι, τοὺς δὲ ἀντικρὺ
φαινομένους τιτρώσκειν. διεπερονῶντο τοιγαροῦν πάντοθεν τὰ
νῶτα οἱ Φράγγοι, τῶν μὶν ἐπί τοῦ δεξιοῦ κέρως τεταγμένων
φυλάξασθαι τῶν βαρβάρων οἴων τε γιγνομένων, οὔτε ὅθεν
βάλλονται σαφῶς ἐπισκοπούντων. ἀντιμέτωποι γὰρ τοῖς Ῥωμαίοις
ἑστῶτες, καὶ ἐς μόνον τὸ καθ’ αὑτοὺς ὡς ἕκαστοι ἀποβλέποντες,
καὶ πρὸς μὲν τοὺς ἔμπροσθεν ὁπλίτας ἐκ χειρὸς
διαμαχόμενοι, τοὺς ἱπποτοξότας ὡς δὴ ὄπισθε τεταγμένους
οὐ μάλα ὁρῶντες, τά τε στέρνα οὐ βαλλόμενοι, ἀλλὰ τὰ
νῶτα, οὐκ εἶχον διαγιγνώσκειν οὑπερ ἐτύγχανον ὄντες κακοῦ.
τοῖς δὲ πλείστοις οὐδὲ τοῦ διαπορεῖν καὶ ἀμφιγνοῆσαι τὰ ποιούμενα
χώρα ἐγίγνετο, ἅμα τῇ πληγῇ τῆς τελευτῆς ἐπιφοιτώσης.
πιπτόντων γὰρ ἀεὶ τῶν ἐκτὸς, εὐθὺς οἱ ἔνδοθεν ἀνεφαίνοντο,
καὶ τούτου θαμὰ γιγνομένου, διέρρει αὐτοῖς τὰ πλήθη
ὡς τάχιστα καὶ ἠφανίζετο, καὶ ἐς ὀλιγότητα ὑπεχώρει. ἐν τούτῷ
εἴχοντο· οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μᾶλλον ἐνέδραν
εἶναι τὸ χρῆμα ὑποτοπήσαντες, εὐθὺς ἐς φυγὴν ἐτράποντο,
καταιτιώμενοι τοὺς αὐτομολήσαντας, ὡς δὴ ὑπ’ ἐκεί-
νῶν ἐξηπατημένοι. οἱ δὲ ἀμφὶ Σίνδουαλ οὐκ ἀνίεσαν, ἀλλ’
ἐνέκειντο, ἕως τοὺς μὲν κατεστόρεσαν, οἱ δὲ ἐς τὰς τοῦ ποταμοῦ
ἐξέπεσον δίνας. οὕτω τε τῶν Ἐρούλων τῷ σφετέρῳ
ἐκτείνοντο πάντοθεν. ἥ τε γὰρ τάξις αὐτοῖς τελεώτατα
διελέλυτο, καὶ χύδην ἐπὶ σφᾶς ὑπελίττοντο, οὐκ ἔχοντες
ὅ, τι καὶ γένοιντο. οἱ δὲ Ῥωμαῖοι οὔ μόνον τοῖς τόξοις
αὐτοὺς διεχρῶντο, ἀλλὰ τό τε ὁπλιτικὸν καὶ οἱ ψιλοὶ ἐπῄεσαν,
δοράτιά τε ἀκοντίζοντες καὶ τοῖς κόποις διωθούμενοι, καὶ ταῖς
μαχαίραις κατατέμνοντες, οἵ τε ἱππεῖς ὑπερκερώσεις ποιούμενοι
ὑπεδέχοντο αὐτοὺς εἴσω καὶ ἀπελάμβανον. εἰ δέ τι αὐτῶν
αὐτός τε δὴ οὖν Βουτιλῖνος ὁ στρατηγὸς καὶ ὅλον τὸ στράτευμα
πανωλεθρίᾳ ἠφάνιστο, ἐν τοῖς καὶ οἱ τῶν Ἐρούλων
τῆσδε τῆς ξυμπλοκῆς μεταβάντες, καὶ οὐδεὶς ὅστις τῶν Γερμανῶν
ἐς τὰ πάτρια ἐνόστησεν ἤθη, ὅτι μὴ πέντε ἄνδρες ὁτῳδηοῦν
τρόπῳ διαδεδρακότες. πῶς δὲ οὐκ ἂν εἴη ἀρίδηλον, ὡς ποινὰς
ὑπέσχον τῶν ἀδικημάτων, καὶ ὑπερτέρα τις αὐτοὺς μετῆλθεν
ἀνάγκη; ὁ μὲν γὰρ μύριος ἐκεῖνος ὅμιλος τῶν Φράγγων τε καὶ
Ἀλαμανῶν, καὶ τῶν ὅσοι δὴ αὐτοῖς τυχὸν ἕτεροι τὸν πόλε-
μοι ξυνδιήνεγκαν, ἄρδην ἀνήρπαστο, μόνοι δὲ ὀγδοήκοντα τῶν
βαρβάρων δὲ τῶν ·ξυστρατευομένων Ἀλίγερνος ὁ Γότθος
γὰρ καὶ ὃς ἐν τῇ μάχῃ), Σίνδουάλ τε ὁ τῶν Ἐρούλων
καὶ οὐδέν τι ἔλαττον ἔσχε τῶν ἄλλων. ἅπαντες δὲ τὸν
Ναρσῆν ἐν ἐπαίνῳ ἐποιοῦντο καὶ ἀπεθαύμαζον, ὡς τῇ ἐκείνου
προμηθείᾳ ἐπὶ μέγα δόξης χωρήσαντες.
ὁ Δαρείου σατράπης ἅμα στρατεύματι Περσικῷ, Μαραθωνάδε
ἀφιγμένος καταστρέψασθαι τὴν Ἀττικὴν ᾤετο χρῆναι,
καὶ μὲν δὴ καὶ ἅπασαν τὴν Ἑλλάδα. αἴτια δὲ ἦν τῆς ἐφόδου
ὅσιον μὲν οὐδὲν οὐδὲ δίκαιον· ὅτι δὲ βασιλέα Δαρεῖον, ὡς ἔοικε,
τὸ τῆς Ἀσίας μέγεθος οὐκ ἐχώρει, ἀλλὰ δεινὰ ἐποιεῖτο εἰ μὴ
χειρώσοιτο καὶ τὴν Εὐρώπην. ταῦτά τοι καὶ ἡσσῶντο ἀνακράτος
ὑπὸ Μιλτιάδου οἱ Μῆδοι. τοσοῦτοι γὰρ αὐτῶν ἐν τῷδε
τῷ ἔργῳ ἄνῄρηνται, ὥστε ἀμέλει πρὸ τῆς μάχης τοὺς ’Αθηναίους
λέγεται γὰρ οὕτω) χιμάρους ἰσαρίθμους τῶν ἀπολουμένων
καὶ τῇ τῶν ὅπλων παρασκευῇ, εὐβουλίᾳ οὐ μάλα ἐχρῆτο·
οἱ δὲ ὅσιά γε δρῶντες, ὑπὲρ τῆς σφετέρας ἐλευθερίας ἠμύ-
καὶ ἅπαντα τὰ ἐν Συρακούσαις κακὰ, μῶν ἄλλοθεν
εὕροι τις ἂν γεγενημένα ἢ ἔξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ
ἠβούλοντο οἱ Ἀθηναῖοι, τοὺς ἰΠὶ θύραις πολεμίους ἀφέντες,
οἱ δὲ ὡς ποῤῥωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ;
πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι
ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα, καὶ ὅπως σίνονται
τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως
ἐν τῷ παρόντι εἰρῆσθαι. Τότε δὲ οἱ Ῥωμαῖοι, ἐς γὰρ τὰ
τὸ χαράκωμα, καἰ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λεῴ
σεσαγμένοι, παιανίζοντές τε καὶ στεφανηφοροῦντες, καὶ τὸν
στρατηγὸν ἐν κόσμῳ προηγούμενοι, ἐς τὴν Ῥώμην
ἦν δὲ ἰδεῖν ἐπιπολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πέδια τῷ λύθρῳ
περιῤῥεόμενα, καὶ ὑπερχειλῆ τὸν ποταμὸν τῷ ὑπερπεπλῆσθαι
σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς
κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ
ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον·
τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχὰρακται τῷ λίθῳ, εἴτ́ε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημέιων.
τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλιαν πολεμίων οὕτω δὴ
ἁπανταχοῦ διολωλότων, οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. καὶ
ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἶα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι
πεφυκότες, ἀλλ᾿ ἐς ῥᾳστώνην ἐκβεβλημένοι, καὶ πρὸς
τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κριινοντες. τῷ δὲ Ναρσῇ ὀρθῶς
ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τολοιπὸν καὶ ἀνό-
νητα ἡγοῦντο τὰ ὅπλα. ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγ́νωσκεν,
οἱ δὲ, ὄκνῳ εἴκ́οπες, ἀπαγορεύσαιεν τοῖς κινδύνοις. καὶ ἴσως
ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη
οὖν ἁπάντων συνηθροισμένων, παρελθὼν ἐς μέσον ἔλεξεν τοιάδε.
ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μπαβολῆς
αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ πρότερον
εἰωθότες; ἀλλ᾿ ὑμεῖς οἱ Τωτιλάν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ
τῇ τῶν 'Ρωμαιων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ
ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. καὶ τοίνυν κρα-
τεῖτε, καὶ οὔτε μειόνων ἢ καθόσον νικᾶτε ἄξιοι καθεστήκατε,
οὔτε τοῦ προσήκοντος καταδεεστέραν παρέχεσθε τὴν πεῖραν.
μέτεστι δὲ τούτων ὑμῖν οὐκ ἐκ ῥᾳστώνης τε καὶ ἡδυπαθείας,
ἀλλ᾿ ἐκ πόνων συχνῶν καὶ ἱδρώτων καὶ τῆς τῶν κινδύνων μελέτης.
οὐκοῦν χρεὼν ὑμᾶς καὶ νῦν ἐμμένειν τοῖς προεγνωσμένοις,
καὶ μὴ μόνον ἥδεσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τοῦ
αὐχεῖτε. εὖ γὰρ αὐτοῖς τέως τῶν πραγμάτων ἐχόντων, οἱ δὲ
πρὸς ἀλαζονείαν τραπέντες, πόλεμον ἤραντο καθ᾿ ἡμῶν, οὐ
προορώμενοι τὸ σφαλερὸν τῆς ἐλπίδος. ἀπολώλασι τοιγαροῦν
ἅπαντες τῇ σφῶν αὐτῶν ἀβουλίᾳ μᾶλλον, ἢ τοῖς ἡμῶν ὅπλοις.
βαρβάροις, καὶ μὴ τοσοῦτον ταῖς γνώμαις αὐτῶν περιεῖναι,
ὁπόσον τῇ ῥωμη̣· μηδὲ γὰρ οἰέσθω τις ὑμῶν, ὡς οὐδὲν ἔτι
πολέμιον ἔσται, ἁπάντων δῆθεν τῶν δυσμενῶν διαφθαρέντων.
καίτοι εἰ καὶ τοῦτο βεβαίως προσῆν, ἀλλ᾿ οὐδ᾿ ὣς ὑμίν μεταθετέον
τοὺς τρόπους, οὐδὲ τοῦ πρέποντος ἀφεκτέον. οὐ μὴν
οὐδὲ συμβαίνουσαν εὕροι τις ἂν τὴν τῶν πραγμάτων φύσιν
ταῖς ὑμετέραις ἐννοίαις. οἱ γὰρ Φραγγοι, πολυάνθρωπόν τι
γένος κὼ μέγιστον, καὶ λίαν ὀρθῶς τὰ πολεμικὰ ἠσκημένον,
ἀποῤῥήτῳ τὴν ὕβριν, ἀλλὰ πλείονι στρατῷ καθ’ ἡμῶν ἥξουσι,
καὶ οὐκ ἐς μακρὰν ἀναμαχοῦνται. νῦν οὖν ὑμεῖς, εἰ δοκεῖ,
παρέντες τὴν ῥᾳθυμίαν, ἀνανεώσασθε τὸ φιλοκίνδυνον πλέον
ἢ πρότερον, ὅσῳ καὶ μείζονα τῶν φθασάντων τὰ ἐσόμενα προσδοκητέον.
οὕτω γὰρ ὑμῶν διατελούντων, εἰ μὲν ὡς τάχιστα
παρεῖεν, καὶ δὴ παρεσκευασμένοις ὑμῖν προσβαλοῦσι καὶ οἵοις
μελλήσεως μὴ προσδεῖσθαι. εἰ δὲ καὶ παντάπασιν ἐνδοῖεν, εἰρήσθω
γὰρ ἄμφω,) ἀλλὰ τό γε ὑμέτερον ἐν ἀσφαλεῖ Νίσεται,
Ταὶ τὰ κράτιστα δόξοιτε ἂν βεβουλεῦσθαι ’’ Τοιαῦτα τοῦ
μεταμέλον αὐτοῖς τῆς παροινίας. καὶ οἱ μὲν τὸ ἐκμελές τε καὶ
ἀκολασταῖνον τῆς γνώμης ἀποβαλόντες, ἐς τὰ πάτρια ἤθη
μετεκοσμουντο.
Φράγγοις προσβεβοηθηκότες, λογιζόμενοι ὡς οὐκ ἀνήσουσιν οἱ
Ῥωμαῖοι, ἀλλ’ ἤδη καὶ τοῖς οὐκ ἐς μακρὰν ἐπιπεσοῦνται, αὐ-
τίκα οἱ γε ἐς Κάμψας τὸ φρούριον ἀνεχώρουν. βέβαιον γὰρ
ἐπιεικῶς ἦν καὶ ἐρυμνότατον τὸ χωρίον, τῷ ἐν ὄρει τε κεῖσθαι
ᾤοντο ἐν τῷ ἀσφαλεῖ ἔσεσθαι, καὶ προσχωρεῖν τοῖς Ῥωμαίοις
οὔτι μάλα ἠβούλοντο, μᾶλλον μὲν οὖν καὶ παντὶ σθένει ἀντιτετάξεσθαι,
ἤν τις ἐπ’ αὐτοὺς ἴοι. ἐξώτρυνε γὰρ αὐτοὺς ἐς τοῦτο
καὶ ἀνεκίνει ἀνὴρ βάρβαρος, ὃς δὴ σφῶν καὶ ἡγεῖτο, Ῥάγναρις
ὄνομα, καίτοι οὐχ ὁμογενὴς αὐτοῖς ὑπῆρχεν οὐδὲ ὁμόφυλος. ἦν
γὰρ ἐκεῖνος ἐκ τῶν Βιττόρων καλουμένων,, Οὐννικὸν δὲ τὸ ἔθνος
οἱ Βίττορες,) ἀλλὰ τῷ δεινὸς ἐς τὰ μάλιστα εἶναι καὶ πανουργό-
τῷ στρατῷ ἐπ’ αὐτοὺς ἐχώρει, καὶ εἶτα ἐπειδὴ αὐτῷ οὐχ οἷον
τε ἦν ἐξ ἐπιδρομῆς τῷ φρουρίῳ πελάζειν καὶ ἐν δυσχωρίᾳ
διακινδυνεύειν, ὁ δὲ ἐς πολιορκίαν καθίστατο, καὶ πάντοθεν
ἐφρούρει ὡς μηδὲν ὁτιοῦν τοῖς ἔνδον εἰσκομίζοιτο, μηδέ γε ἐκεῖνοι
ἀδεῶς ᾖ βούλοιντο ἴοιεν. ἀλλὰ γὰρ ἐν τοῖσδε οὐ μάλα οἱ
βάρβαροι ἐπημαίνοντο. ἀφθονίᾳ γὰρ πλείστη ὅσῃ τῶν ἀναγκαίων
ἐχρῶντο, ἐπείπερ αὐτοῖς ἤδη ἅπαντά τε τὰ ἐπιτήδεια | καὶ
τῶν κτημάτων τὰ τιμαλφέστατα ἐν τῷδε τῷ φρουρίῳ, ὧς
καὶ ἐγκατείργεσθαι, ἐκδρομὰς μὶν κατὰ τῶν ἀντιπάλων θαμὰ
ἐποιοῦντο, εἴ πως ἂν αὐτοὺς ἐνθένδε ἀπώσασθαι δυνηθεῖεν,
οὐδὲν δὲ ὅ, τι καὶ μνήμης ἄξιον ἔπρασσον.
ρόντων πέρι χρῆναι ᾠήθη, καὶ οὖν ἐπιτετραμμένον αὐτῷ
ἅμα ὀλίγοις ἐν μεταιχμίῳ, ξυνηλθέτην τε ἄμφω ἐς ταὐτὸ,
κὼ πολλὰ ἄττα διελεγέσθην. ἰδὼν δὲ ὁ Ναρσῆς τὸν Ῥάγναριν
ἐς ἀλαζονείαν ἠρμένον, καὶ πλείστῃ χρώμενον μεγαληγορίᾳ,
ὡς μειζόνων τε ἢ κατ’ αὐτὸν ἐφίεσθαι, κἀκ τοῦ ὑπερτέρου
ἐπικομπάζειν, διέλυσεν αὐτίκα τὴν ξυνουσίαν, καὶ ἀπηγόρευσεν
ἦρέμα λαθραίως τὸ τόξον, κω εἶτα ἀθρόον μεταστραφεὶς, ἀφίησι
βέλος ἰθὺ τοῦ Ναρσοῦ, διήμαρτε δὲ τοῦ σκοποῦ. ἑτέ-
ρωθι γάρ που ἀπέπτη ὁ ἄτρακτος, καὶ κατέπεσεν οὐδένα σι-
νάμενος. μετῆλθε δὲ ὅμως ἡ δίκη εὐθὺς τὴν τοῦ βαρβάρου πα-
ἀγεννὲς ἐγχείρημα δράσας; καὶ μόλις μὲν αὐτὸν οἱ ὀπαδοὶ φοράδην
εἴσω τοῦ περιβόλου διακομίζουσιν. ἡμέρας δὲ δύο ἀρκέσας,
ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας
ἐς τόδε κακοῦ ἐτελεύτα. ἐκείνου δὲ διαφθαρέντος, αὐτίκα
οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἶοι τε εἶναι
ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφισι παρασχέσθαι,
ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον,
σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν.
ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα
ἐς τὸ Βυζάντιον ἔστειλεν. Ἐν ᾦ δὲ ταῦτα ἐπράττετο,
Θευδίβαλδος τὸ μειράκιον, ὃς δὴ τῶν προσοικούντων τὴν Ἰτα-
ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει
ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα
ἔρις αὐτοῖς ἐνέπεσεν δεινὴ, καὶ οἴα μικροῦ δεῖν τῷ παντὶ
λυμήνασθαι γένει. Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχεν
ἀλλ’ ἐν θυγατράσιν ἐγηροκομεῖτο. Χλωθάριος δὲ ῥωμαλέος
ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην
ῥυτίδα, υἱούς τε εἶχεν τέτταρας, βούπαιδας ἤδη θαῤῥαλέους,
κάὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα
ἔφασκεν τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς
οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδιβέρτου βασιλείας ἐς
αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. καὶ τοίνυν
οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου
τοῦ κλήρου, δεδιὼς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς, καὶ ἀπαλλαξείων
μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον
κατεῤῥύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν κὼ Φράγγων
πράγματα ἐχώρει.
πόλεις συχνὰς, νησιωτικάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι,
κὼ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. Βηρυτὸς
γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ
ἀπηγλαίσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περι-
λάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν
που λειφθῆναι, ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. πολὺς μὲν
οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν,
ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι
τε καὶ παιδείας ἄριστα ἔχοντες, οἱ δὴ παρῆσαν τοὺς Ῥωμαίων
αὐτοῦ ἀναλεξόμενοι νόμους. τοῦτο γὰρ πάτριον τῇ πόλει
καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα.
μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οῖ τῶν νόμων
ὑφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα, καὶ ἐν τῇδε μετῆκτο
τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτός ἀνεδομήθη. καὶ
τὸ χωρίον, συναίσθησις τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ
ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως ἅπαντες
δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρακότες, ἐν
θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον
γεγενημένον, ἔμενέν τε οἴκοι ὅστις οὐδεὶς, ἀλλ’ ἀνὰ τὰς λεω-
αὐτῷ ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς
ἀνασχέσθαι δονούμεναι, ἀλλ’ ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς ἐφ’
ἑνὶ γὰρ ὑραίνονται λίθῳ). ἀλλὰ γὰρ καὶ ὅ, τι λόγιμον ἐν τῇ
πόλει, ἐδείμαινον καὶ οἶδε, οὑν τι που, οἶμαι, τὸ ἤδη παρῳχηκὸς,
ἀλλ’ ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἄπο
τρόπου ἐδόκει οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις
τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ
Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ
χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη, ἐντεῦθέν
τε οὐκ ἐμφορουμένην· εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ’
αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομένην. ἐπεὶ δὲ έν
τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο
μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ
γενναῖοι, εἴγε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα,
σιχ́θονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. ἴσως μὲν οὖν εἰ καὶ τι
μέρος τῆς Αἰγύπτου κεκίνηται, ἀλλ᾿ οὐκ ἐπιλείψουσι τοὺς τὰ
τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι᾿ ὦν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν
σφίσι κρατύνοιτο δόξα. ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἶόν
τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι,
οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε
αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾷν οὐ παντελῶς
ἄχρηστονͅ ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ
πεποιθέναι ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία
εἴη τὸ χρῆμα, καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνης ἀγνοίας. ἅλις
μὲν οὖν τούτων ἔμοιγε. ὁ δὲ λόγος αὖθις ἐς αὐτὸν ἐπανίτω.
ἐπιπλεῖστον ἀρθεῖσα, κατέκλυσεν τὰ παράκτια τῶν οἰκημάτων,
δὲ χύδην σχεδόν τι ἅπαντες οἱ ἀστοὶ, εἴτε ἐν ἱεροῖς
ἐτύγχανον πεφευγότες, εἴτε καὶ οἴκοι διαιτώμενοι, εἴτε καὶ
ἄλλοσέ ποι ξυνειλημμένοι. ἐμοὶ γοῦν ἐκ τῆς Ἀλεξάνδρου ὑπὸ
τὸν αὐτὸν χρόνον κατὰ τὸ Βυζάντιον ἀνακομιζομένῳ, καὶ ἐν
τῇδε τῇ νήσῳ, οὕτω παρασχὸν, ἐν παράπλῳ γὰρ κεῖται,) κατάραντι,
οἰκτρόν τι πέφηνεν θέαμα, καὶ ὁποῖον οὐκ ἂν ἀποχρώντως
ὑπογράψοι ὁ λόγος. ἅπαν μὲν γὰρ τὸ ἄστυ σχεδόν
που χῶμά γε ἦν ἐπὶ μέγα ἠρμένον, καὶ λίθοι κείμενοι σποράδην,
κιόνων τε τρύφη καὶ ξύλων κατεαγότων, καὶ κόνις πολλὴ
ὕπερθεν φερομένη καὶ ἐπηλυγάζουσα τὸν ἀέρα, ὡς μηδὲ
αὐτά που τὰ τῶν λεωφόρων χωρία ῥᾳδίως διαγινώσκεσθαι,
πλὴν ὅσον ὑπονοῆσαι. ὀλίγα δὲ ἄττα δωμάτια εἱστήκεσαν
ἀπαθῆ, καἰ ταῦτα οὐχ ὅσα τιτάνῳ τυχὸν καὶ λίθῳ καὶ ταύτῃ
δὴ τῇ στερεμνιωτέρᾳ καὶ μᾶλλον μονίμῳ κατὰ τὸ εἰκὸς
ὕλῃ ἐξείργαστο, μόνα δὲ τὰ ἐκ πλίνθου ἀπέφθου καὶ πηλοῦ
ἀγροικότερον πεποιημένα. ἄνδρες δὲ σποράδην ὀλίγιστοι ἀνε-
καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ
ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι τῇ πόλει πρὸς
εὐκοσμίαν, ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα
ἀτεχνῶς καὶ καταπεπλῆχθαι, ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ
ἐπισταμένων, οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὅλης χωρίον
ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκε. πολλάκις γὰρ
ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς
ἀρχαίους· οἰκήτορας ἀποβαλοῦσαι ἡφ᾿ ἑτέροις αὖθις οἰκισταῖς
ἀνορθωθῆναι.
οὐδὲν αὐτῆς ὅ, τι ἐσέσωστο. οὕτω δὲ τοῦ αστεος οἰκτρότατα
ἀνύσαι. μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος
κατοῤῥωδήσαντα, μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκὸς, ὁμιλήσειν
ἤμελλεν κινδύνοις, καὶ ταῦτα ἐπ᾿ ἀδήλῳ τῇ τύχῃ, μήτε
τῶν οἴκοι τὴν ἐρημίαν, μήτε ἄλλo τι τῶν, ὁπόσα διανοούμενοι
ἄνθρωποι μεταμανθόνουσι τὰ δοκηθέντα, ἀφικέσθαι, μὴ
ὅτι ἐν ῾Ρώμη, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβρινῶν τὴν χώραν,
εὐπατριδῶν τε καὶ εὐδαιμόνων ἀνδρῶν ἐκ τῆς ῾Ρώμης
ἀπολεξάμενον, ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν,
καὶ τοὺς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά
τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους, ἀναδομῆσαι
αὖθις τὴν πόλιν, καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον
ἀπεργάσασθαι σχῆμα. νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν
οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὼ
τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο.
πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; ταῦτα δὲ
οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος
ἱστόρια, οὐχ ἤκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλθὼν
ἀνελε·ξάμην. ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν
δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων, Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ
ἐκείνῳ,) βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾦ δὴ πάλαι, ὡς ἔοικε,
τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν
αὐτῷ φαίνεται. ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ
ὧδέ πως ἔχον·
τοὐ προτέρου λόγου ἐχομένῳ, ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ
ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους
μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῶ ἐς ἐμφανεῖς
ἕω καὶ τὰ τῆς Αρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ
δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. οἱ δὲ Λαζοί Κόλχοι
τοπαλαιὸν ὠνομάζοντο, καὶ οὗτοι ἐκεῖνοι τυγ χάνουσιν ὄντες.
λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ
γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα
ἡρώων, καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ
τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα
Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα,
καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρεψάμενον,
ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ, ἀπόμοιράν
τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν
Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ Διόδωρός τέ φησιν ὁ Σικελιώτης
καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων.
οἳ δὴ οὖν, εἴτε Λαζοὶ, εἴτε Κόλχοι, εἴτε Αἰγύπτιοι μετανάσται,
περιμάχητοι ἐν τῷ καθ᾿ ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι
ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης
τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα
τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο
δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ
τε τῷ ῾Ρωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην
ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ
τὸν Εὔξεινον πόντον ἀδεῶς ναυτιλλομένους, τὰ ἐνδότατα τῆς
῾Ρωμαίων ἀρχῆς ἀνιχνεύειν. τοιγάρτοι στράτευμά τε μέγιστον
καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξεν, καὶ στρατηγοὺς επέστησεν
τοὺς ἀρίστους. Βέσσας τεγὰρ καὶ Mαρτῖνος καὶ Βούζης ἡγεῖτο,
ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων
ἄττα ἐπεπράχει, ὃ δὴ ἔγωγε παρίημι, ἀποχρώντως γάρ που
Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται,, τότε
δὴ αὖθις ἐνθένδε γάρ μοι ἀρχομένῳ τὰ ἐφεξῆς ἁρμοστέον,)
ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον,
ἐβούλετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος, εἴσω
τοῦ Φάσιδος γενέσθαι ποταμοῦ, καὶ τῷ ἀπροσδοκήτῳ τοὺς
Ῥωμαίους ἐκπλήξας, διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν
τῶν τῇδε πολισμάτων παραστήσασθαι δυνηθείη. ταῦτα δὲ αὐτῷ
πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα
ἦν. Μαρτῖνος γὰρ ὁ στρατηγὸς ἅμα τῇ ἀμφ’ αὐτὸν στρατιᾷ
ἐς τὴν Τήλεφιν ἱδρυμένος, φρούριον δὲ τοῦτο καρτερόν τε
καὶ ἐχυρώτατον,) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. ἔστι
δὲ καὶ ἄλλως τὸ χώριον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές
τε γὰρ καἰ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινόμεναι
στενωτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν.
ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα D
πέδια ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δεσεῖαι
καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ εἰνὶ ἀνδρὶ, καὶ τούτῳ
εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τοί γε πλήθεσιν ὡπλι-
σμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν πόνου
καὶ πλεῖστα διαλογιζομένῳ, προσῆλθεν διανοεῖσθαι, ὡς
εἰ γε ὁτῳδηοῦν τρόπῳ διαλύσοι ἦν φρουρὰν τῶν Ῥωμαίων,
καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴ,ν διάβασιν
δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι,
καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἁμωσγέπως μετασκευάσαι,
οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. ἤλπιζε γὰρ τὴν
ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων, καὶ τῶν πετρῶν
ὅ, τι ἀντίξουν διακολάπτων καὶ παραιρούμενος, οὐ χαλεπῶς
διαβήσεσθαι. ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε.
ἐσκήπτετο ἀθρόον νόσῳ τινι δεινῇ τε καὶ ἀνηκέστῳ ἑαλωκέναι,
καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καἰ τὸ
ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκεν μισθαρνεῖν τοῖς
ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, καὶ λάθρα ἐξάγειν τὰ
ἐξηπατημένοι τοῖς ῾Ρωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο,
οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ
τῆς γνώμης.
οῦντο. ὀλίγαι τε παρῳχήκεσαν ἡμέραι, καὶ ὁ Μερμερόης ὡς
δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον,
ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. τότε δὴ
οὖν καὶ μᾶλλον τοῖς ῾Ρωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν
τε καὶ ἐπιπολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περιφράξεις
καὶ τὴν ἐν τούτοις ἀπεργασίαν, ἐς τὸ ἀνειμένον μετέβαλλον,
παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν
ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον, οὔτε
ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ
Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, ἐπ᾿ αὐτοὺς ἥξουσι,
μᾶλλον μὲν οὖν καὶ ὡς ποῤῥωτάτω φευξοῦνται. ταῦτα δὲ γνοὺς
ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται
τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθὺς, ὡς
εἶχε προθυμίας, ἅπαντας κινήσας, καὶ τὴν χαλεπότητα τῆς πο-
ρείας εὖ διαθεὶς, ᾖ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ
φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ
παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. τότε δὴ οὖν ὁ Μαρτῖνος
ἔγνω καταλιπεῖν τὸ χώριον, πρὶν τελεώτατα παρελθεῖν
εἴσω τὸν Μερμερόην, καὶ μέγα τι κακὸν τοὺς τῇδε
ἀναμιχθῆναι στρατεύμασιν. ἐτύγχανον γὰρ οἱ ἀμφὶ Βέσσαν
τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινι στρατοπεδευόμενοι, οὐ πόῤῥω
Τηλέφεως κειμένῷ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστηκότι.
ἐστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα, ἤ μόνα χυτρῶν πωλητήρια,
ὡς καὶ τὴν προσηγορίαν ἐντεῦθεν τῷ χώρῳ εἰλῆφθαι·
ἀνὰ τὰ πρόσω ἰόντας. ἦν δέ τις τῶν ἐπισημοτάτων ἐν
τοῖς ταξιάρχαις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ
ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος, καὶ
μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων,) ἀμφὶ Τήλεφιν
εντι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου, μὴ πρότερον
ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους
εἰσβεβληκότας εἰκάσοι τε αὐτοὺς, ὡς ἔνεστιν, ὅσοι εἷεν, καὶ
ποίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης.
Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ χυτροπώλια, ᾑπερ
διετέτακτο, ἀλλ’ ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας, καὶ
μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι
δὲ μεταμαθόντες τὸ λῷον ξυνείποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο·
πλὴν ἀλλ’ οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχ-
λαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου.
ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ
οὐκ ἀνιέντων, ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι, καὶ ὀλίγους
μὶν αὐτῶν ἔκτεινον· οἱ δὲ ἄλλοι δρομαῖοι ἔφυγον, καὶ δὴ
ἐξαπιναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ
θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ, καὶ πέρα
οὐκ εἶχον δὲ ὅ, τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς
περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι
τὰς γνώμας. εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου, καὶ
ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα, ᾤχοντο ἀγεννῶς καὶ
ἀκόσμως, καὶ οὐ πρότερον ἐπαύσαντο θέοντες, πρὶν ἐς τὴν
Νῆσον ἱκέσθαι. ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα
παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πο-
Λαζοί δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν; οὐ μὴν δὲ τῷ
ὀνόματι χρῶνται, ἀλλὰ ἀναπαύλας καλοῦσι, καὶ, οἶμαι, εἰκό-
τως, οἷ γὰρ παρ᾿ αὐτοῖς ἀχθοφόροι, ἕκστον παρασάγγην
ται καὶ κατατέμνουσιν. εἴτε δὴ οὖν οὕτως, εἴτε ἐκείνως τὸν
παρασάγγην κλητέον, πεντήκοντά γε καὶ ἑκατὸν σταδίοις ἐκ
διακριδὸν καταῤῥέοντε καὶ πολλῷ τὰ πρῶτα
ἐνταῦθα τῆς τῶν τόπων θέσεως ἀναγκαζούσης ἠρέμα
πλησιάζετον ἀλλήλοιν καὶ οὐκέτι ἄποθεν φέρεσθον, ὥστε
δὴ τῷ τρόπῳ ἐς τὰ πρὸς τῆς ἕω τετραμμένα τῆς Νήσου
ἡνῶσθαι ἄμφω τὼ ποταμὼ, καὶ ξυνειλῆφθαι τὸν χῶρον. ἐντεῦθεν
δὲ αὖθις καμπάς τε καἰ περιελιγμοὺς ποιουμένω, οὐκ
καὶ ἀναμίγνυσθον τελεώτατα, ὡς ταύτῃ γε ἅπαν τὸ μεταξὺ
νῆσον ἐς τὸ ἀκριβὲς ἐκτελεῖσθαι. ἐνταῦθα μὲν οὖν οἱ Ῥωμαῖοι
ἐτύγχανον ξυνειλεγμένοι.
εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον
αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως Περιοικίδι ἐπιτείχισμα κατὰ
τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς πέρσας
ἐπιθαρσύνας, καὶ ἑτέραν δύναμιν ἐμβαλὼν, καὶ ἅπαντα τὰ
τῇδε, ὡς ἐνῆν, κρατυνάμενος, πάλιν ἔς τε Κοτάϊσιν Κοτάΐσιν
χείρισιν ἐπανῆκεν. αὐτίκα δὲ νόσῳ τινι πεπιεσμένος καὶ διατεθεὶς
χαλεπώτατα, τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον
αὐτοῦ καταλέλοιπεν διαφυλάξοντας τὰ οἰκεῖα, αὐτὸς
πᾶρος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν
τὼ πόδε πεπηρωμένος, καὶ οἷος μηδὲ ἐφ’ ἵπΠου ὀχεῖσθαι,
ὅμως ἐμόχθει ὡσπερ τις νεανίας ῥωμαλεώτατος, καὶ οὐκ ἀπηγόρευεν
πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις
ἐφοίτα , καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττεν, τοὺς δὲ
διατάττων, πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν
οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. τότε δὴ
τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ’ αὐτὸν ἀνελόμενοι, καὶ ἐκτός
που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον
κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν
ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.
ἥκιστα θέμις αὐτοῖς. ἐφ’ ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταμὴ
πταῖεν οἱ ὄρνις, ἤ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπαράξαιεν,
τοῦτον δὴ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι
τοὺς τρόπους, καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη, καὶ τῷ
κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι
τὸν κείμενον ὀλοφύρονται, ὡς τελεώτατα τεθνηκότα, καὶ οὐ
μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. ὃς δὲ ἂν τάχιστα καταβρωθείη,
μακαρίζουσι τῆς εὐδαιμονίας, καὶ τὴν ψυχὴν ὑπεράγανται
ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα-
εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως
τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον
ἡμιθνῆτα καὶ ἄρτι ψυχοῤῥαγεῖν ἀρχόμενον κατεσθίουσι,
καὶ προαφαιροῦνται τὴν ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι
ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι,
ἴσχνω τινες καὶ ἑτερόχρωτες καὶ οἶοι δεδίττεσθαι τοὺς ἐντυγ-
χάνοντας. εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες,
τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου, καὶ οἷον
ἀνταπολάβοι τὸ αὖθις βιῶναι. καἰ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων
ἐθνῶν ὡς ἕκαστο, εἰ γε ὁτῳδηοῦν νόμῳ ἐκ πλείστου
νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὴ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον,
καὶ εἴπου τι παρ’ ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς
εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι.
ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν
οἰκείων πέρι νόμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν
δὲ κὼ ἐς τὸ πιθανώτερον ἐσκευασμένοι. καὶ οὐδὲν οἶμαι θαυμαστὸν,
εἰ καὶ πέρσαι τὰ παρὰ σφισιν αὐτοῖς ἔθη αἰτιολογοῦντες,
ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαίνειν· ἐκεῖνο
δὲ καὶ λίαν θαυμάσαιμι ἂν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας
οἰκήτορες, εἶεν δ’ ἂν οὗτοι Ἀσσύριοι τε καὶ Χαλδαῖοι καί Μῆδοι,
ἀλλ’ ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. καὶ γὰρ ἀμφὶ Νίνον
τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν
τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο,
σώματα, εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ πείνων τὸν παρ’ Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοια γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα.
ὁποῖα οἱ νῦν ἀκολασταίνουσιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς
ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι, καὶ
τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις. υἱοὶ ταῖς
τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν
πάνυ τὴν Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ
παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ, καὶ ἤδη πειρᾷν τὸν νεανίαν.
τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι, καὶ τελευτῶντα,
ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί
τε τὴν μητέρα, καὶ τόδε τὸ ἄγος ἀντ’ ἐκείνου ἑλέσθαι. καίτοι
εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος
ᾔει. καὶ τι δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμπροσθεν
τῶν Μακεδονικῶν καὶ τῆς τῶν περσῶν καταλύσεως,
Ἀρταξέρξην φασὶ τὸν Δαρείου, Παρυσάτιδος τῆς μητρὸς παραπλήσια
ἀποκτεῖναι μὶν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ
καὶ ἀποσείσασθαι, ὣς οὐχ ὅσιον ὂν τοῦτό γε, οὐδὲ πάτριον,
ἐκ τῶν Ζωροάστρου τοῦ Ὀρμάσδεως διδαγμάτων κατακηληθέντες.
κηληθέντες. οὗτος δὲ ὁ Ζωρόαστρος, ἤτοι Ζαράδης (διττὴ
ἐπ’ αὐτῷ ἡ ἐπωνυμία), ὁπηνίκα μὲν ἤκμασεν τὴν ἀρχὴν, καὶ
τοὺς νόμους ἔθετο, οὐκ ἔνεστι σαφῶς διαγνῶναι. Πέρσαι δὲ
ὡς λίαν ἀμφιγνοεῖσθαι καὶ οὐκ εἶναι μαθεῖν, πότερον
Δαρείου πατὴρ, εἴτε καὶ ἄλλος οὗτος ὑπῆρχεν Ὑστάσπης. ἐφ’
ὀστῷ δ’ ἂν καὶ ἤνθησε χρόνῳ, ὑφηγητὴς αὐτοῖς ἐκεῖνος, καὶ
καθηγεμὼν τῆς μαγικῆς γέγονεν ἁγιστείας, καὶ αὐτὰς δὴ τὰς
προτέρας ἱερουργίας ἀμείψας, παμμιγεῖς τινας καὶ ποικίλας
ἐνέθηκε δόξας τὸ μὲν γὰρ παλαιὸν Δία τε καὶ Κρόνον καὶ
τούτους δὴ ἅπαντας τοὺς παρ’ Ἕλλησι θρυλλουμένους ἐτίμων
θεοὺς, πλήν γε ὅτι δὴ αὐτοῖς ἥ προσηγορία οὐχ ὁμοίως ἐσωζετο.
ἀλλὰ Βῆλον μὲν τὸν Δία τυχὸν, Σάνδην τε τὸν Ἡρακλέα,
καὶ Ἀναίτιδα τὴν Ἀφροδίτην, καὶ ἄλλως τοὺς ὕλλους
ἐκάλουν, ὥς που Βηρωσσῷ τε τῷ Βαβυλωνίῳ, καὶ Ἀθηνοκλεῖ,
Μηδῶν ἀναγραψαμένοις, ἱστόρηται· νῦν δὲ ὡς τὰ πολλὰ τοῖς
καλουμένοις Μανιχαίοις ξυμφέρονται, ἐσόσον δύο τὰς πρώτας
ἡγεῖσθαι ἀρχὰς, καὶ τὴν μὲν ἀγαθήν τε ἅμα καὶ τὰ
κάλλιστα τῶν ὄντων ἀποκυήσασαν, ἐναντίως δὲ κατ’ ἄμφω
ἔχουσαν τὴν ἑτέραν· ὀνόματά τε αὐταῖς ἐπάγουσι βαρβαρικὰ
καί τῇ σφετέρᾳ γλώττη πεποιημένα. τὸν μὲν γὰρ ἀγαθὸν, εἴτε
θεὸν εἴτε δημιουργὸν, Ὀρμισδότην ἀποκαλοῦσιν, Ἀριμάνης
δὲ ὄνομα τῷ κακίστῳ καὶ ὀλεθρίῳ. ἑορτήν τε πασῶν μείζονα
κατακτείνοντες, τοῖς μάγοις προσάγουσιν, ὥσπερ ἐς
ἐπίδειξιν εὐσεβείας. ταύτῃ γὰρ οἴονται τῷ μὲν ἀγαθῷ κεχαρισμένα
διαπονεῖσθαι, ἀνιᾷν δὲ καὶ λυμαίνεσθαι τὸν Ἀριμάνην.
γεραίρουσι δὲ ἐς τὰ μάλιστα τὸ ὕδωρ, ὡς μηδὲ τὰ
πρόσωπα αὐτῷ ἐναπονίζεσθαι, μήτε ἄλλως ἐπιθιγγάνειν, ὅτι
μὴ ποτοῦ τε ἕκατι καὶ τῆς τῶν φυτῶν ἐπιμελείας.
λετὰς ἐκτελοῦσι, καὶ τῶν ἐσομένων πέρι ἀναπυνθάνονται. τοῦτὸ
ποικιλώτατα ξύγκειται. καὶ μοι τοῦτο οὐκ ἄπο τρόπου δοκεῖ
γεγενῆσθαι. ἄλλην γὰρ οὕτω πολιτείαν οὐκ οἶδα ἐς πλείστας
μορφάς τε καὶ σχήματα μεταβαλοῦσαν, καὶ ἐν ταὐτῷ μένειν
ἐπιπλεῖστον οὐ διαρκέσασαν, ἀλλὰ μυρίων ἐθνῶν ἄλλοτε ἄλλων
ἐπικράτειαν δεξαμένην• τῷ τοι ἄρα καὶ εἰκότως πολλῶν ὶδεῶν
τε καὶ νόμων γνωρίσματα σώζει. πρῶτοι μὲν γὰρ ὦν ἀκοῇ
ἔσμεν Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι,
πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νῖνός
τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος,
Σεμίραμις τε αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ
τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. ἐς
τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς
παυσαμένης, Βελητάρας τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ
τᾶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρ -
πώσατο παραλόγως τὴν βασιλείαν, καὶ τῷ οἰκείῳ ἐνεφύτενσε
γένει, ὥς που Βίωνι γέγραπται καὶ Ἀλεξάνδρῳ τῳ Πολυΐστο-
καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθλος, ἕξ τε καὶ τριακοσίων
αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττοντο νόμοις ἔτη
ξὺν Ἀστυάγει παρατάξεις; κρατήσαντες δὲ καὶ οἱ Περσικοὶ
βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ
ἡ τούτων ἀρχὴ τελεώτατα διεῤἡύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ
ἀλλοτρίῳ καταλυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον
ἀποκτείνας τὸν Ἀρσάμου, τὸν βασιλέα, καὶ ἅπασαν
τὴν Περσίδα παραστησάμενος, ἐς Μαχεδονικὴν τὰ πράγματα
μπέθηκε πολιτείαν. οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα
ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον
ἂν καὶ ἐπεκράτουν , τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ
ἐς ἀλλήλους στασιάσαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ
πρὸς Ῥωμαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι , διέλυσαν
τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας
ἐδóκουν. τοιγάρτοι ̀ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν
Μηδων , ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα, (πειστέον γὰρ κἀνταῦθα
τῷ Πολυΐστορι,) ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί
ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπτου ἡγοῦντο , Ἀρσάκου μὲν
πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς
μετ᾿ αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς
μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος.
τῶν ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον
βασιλέα, ἡνίκα τὰ ‘Ρωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ
Μαμαίας παιδὶ ἐτετάχατο, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσ-
καὶ οἶον κατάστασιν πρώτην. Ἀρταξάρης γάρ τις τοὔνομα,
Πέρσης ἀνὴρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως
δὲ μεγαλουργὸς καὶ δραστήριος, καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα,
ξυνωμότας ἄγειρας καὶ ἐπιθέμενος, Ἀρτάβανον μὲν
ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ Περιθείς τὴν κίδαριν, καὶ τὴν
Παρθικὴν δύναμιν καταλύσας, αὖθις τοῖς πέρσαις τὴν
ἀνενεώσατο βασιλείαν. ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος
αποσωζον, οὔπω δὲ ἐς τοῦτο τίμης τε καὶ παρρησίας ἠρμένον,
ἀλλ’ ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἐστιν ᾖ καὶ περιορᾶσθαι δῆλον
δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ Δαρεῖον Πέρσαι, Σμέρδιος πάλαι τοῦ
μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασίλειαν ὑποσυλήσαντος,
συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον, καὶ αὐτόν τε τὸν Σμ́ρ-
διν ἀπέκτειναν, καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες ἐκείνῳ
ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι,
τὰ ποιούμενα, καὶ ἐπικρίνοντες, καὶ οὐδὲν ὁτιοῦν παρὰ Πέρσαις
δόξειεν ἂν ἔννομον τε εἶναι καὶ δίκαιον, ὅγε μὴ ὑπὸ μά
γου ἐμπεδωθείη.
τέχνην, τῆς δὲ τῶν ἀστέρων πορείας δαημονεστάτῳ, καὶ οἵῳ C
ῥᾳδίως τὰ ἐσόμενα διασκοπεῖσθαι· ἄνδρα δὲ στρατιώτην Σάσανον
ὄνομα, διὰ τῆς Καδουσαίων, οὕτω ξυνενεχθὲν, πορευόμενον
χώρας, ἐπιξενωθῆναί τε τῷ Παβέκῳ, καὶ ἐς τὸ ἐκείνου
δωμάτιον καταχθῆναι· τὸν δὲ ὁτῳδηοῦν τρόπῳ, ἅτε, οἶμαι,
μάντιν, ἐπιγνόντα ὡς ἡ τοῦ ξένου γονὴ ἀρίστη τε ἔσται καὶ
ἀρίδηλος, καὶ ἐπὶ μέγα εὐδαιμονίας χωρήσει, ἀλύειν μὲν καὶ
ὀλοφύρεσθαι, ὅτι δὴ αὐτῷ οὔτε θυγάτηρ ὑπῆν, οὔτε ἀδελφὴ,
οὐμενοῦν οὐδὲ ἄλλο τι γύναιον ὡς ἐγγύτατα ξυνημμένον. τέλος
οὕτω τε φύντα τὸν Ἀρταξάρην, τραφῆναι μὲν ὑπὸ τῷ Παβέκῳ·
ἐπεὶ δὲ νεανίας γενόμενος καρτερώτατα τὴν βασιλειᾶν
κατέσχεν, ἔριν εὐθὺς καὶ νεῖκος ἐξαίσιον ἀναφανδὸν Σασάνῳ
τε καὶ Παβέκῳ ἀναῤῥαγῆναι. ἑκάτερον γὰρ ἐθέλειν πρὸς αὐτοῦ
τὸν παῖδα ἐπονομάζεσθαι. μόλις δὲ ἄμφω ξυμβῆναι, ἐφ’
μάτα ὀλίγῳ ὕστερον φράσω, καὶ πρός γε ὁπόσον ἕκαστος ἐκράτησεν
χρόνον· καίτοι ἅπασι τοῖς μέχρι νῦν χρονογράφοις
παρεῖται, καὶ οὐ περιπλείστου γεγένηται τὰ τοιαῦτα διερευ-
νήσασθαι ἀλλὰ τοὺς μὲν Ῥωμαίων βασιλεῖς ἀπὸ Ῥωμύλου
τυχὸν, καὶ ἔτι πρότερον ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου ἀρχόμενοι,
μέχρις Ἀναστασίου τε καὶ Ἰουστίνου τοῦ πρεσβυτέρου ἀπαρι-
κότες,) οὐκ ἔτι ὁμοίως ἀντιτιθέντες τοὺς χρόνους διευκρινήσαντο,
καί τοίνυν προι·ὼν ἐπιμνήσομαι, ἥνικα ἂν δεῖν οἰηθείην, εἰ καὶ
ὀνομάτων πολλῶν καὶ τούτων βαρβαρικῶν οὕτω δή τι ψιλῶς
καταλόγους ποιεῖσθαι δεήσει, καὶ ταῦτα ἐνίων οὐδενóτι ἀξιαφήγητον
εἰργασμένων· τοσοῦτον δὲ μόνον πρὸς τὸ παρὸν εἴποιμι
ἂν τοῦ σαφοῦς γε ἕκατι καὶ ἐς πλεῖστα χρησίμου, ῶς
ἐννέα τε κὼ δέκα καὶ πρός γε τριακόσιοι ἐνιαυτοὶ τελευτῶσιν
ἐς τὸ πέμπτον τε καὶ εἰκοστὸν ἔτος τῆς Χοσρόου τούτου βασιλείας.
καθ’ ὅν δὴ χρόνον οἵ τε ἐν τῇ Κολχίδι χώρᾳ πόλεμοι
διεφέροντο, καἰ τὸν Μερμερόην ἀποβιῶναι ξυνηνέχθη. διήνυστο
δὲ ἄρα ἐν τῷ τότε, Ἰουστινιανῷ βασιλεῖ ὀκτώ τε καὶ εἴ-
κσοιν ἔτη Ῥωμαίων κρατοῦντι.
ἐς τὴνΠερσιδα φωνὴν τῶν Ἑλληνικῶν ξυγραμμμάτων. καὶ τοίνυν
φασὶν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον
ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλόρου, τῶν τε Πλάτωνος τοῦ
Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος αὐτόν
ἀποδράσειεν ἂν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται,
κιλτπι, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων,
οὔτε ὁ Γοργίας, οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν
τε καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης.
ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς
ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ
ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον, καὶ
πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς,
ξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι
λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξη, ξυνεπαινέσαιμι
ἂν κὼ ἔγωγε τὸν ἄνδρα, καὶ μείζονα θείην τῶν ἄλλων
βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι, καὶ μονονουχὶ
ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιωσκειν,
ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ του περιπάτου
ὁρίζονται· οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν
οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνη δὲ τῇ τῶν Πολλῶν
ἑπόμενοι φήμῃ.
πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς, καὶ ἐν τοῖς τῶν
βιβλίων πωλητηρίοις, διεπληκτίζετο καὶ ἐμεγαληγόρει
πρὸς τοὺς αὐτόθι ἀγειρομένους, καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια
μάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁΠοῖον δή τι αὐτοῖς
ἡ τε φύσις εστι καί ἡ οὐσία, καὶ τὸ πάθητον καὶ τὸ ἀξύγχυτον
καὶ ἄλλα τοιάδε. τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ,
οἶμαι, φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι,
ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον,
τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκὸς,
καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος
ἐκείνων τῶν ὑπερτέρων ἀπάρ χονται λῴων καὶ ζητήσεως θεσπεσίας,
ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες, οὔτε πείθονται
ὑπο σφων οὔτε ἄλλως μεταμανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα
ἀττα καὶ τύχοιεν ὄντα. εχονται δὲ διαπαντὸς τῶν ἀυτῶν οἱ
αὐτοὶ, καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ’
αὐτοῖς ὁ ἀγὼν, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ’
οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο ὅπως
χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ
πρώτη θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρίνεσθαι
ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ·ξυνεχώρει
ἐν κώμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττεν τὸ σαφὲς, καὶ
τὴν εὕρεσιν ἀνεσόβει. ἠβούλετο μὶν γὰρ τὴν ἐφεκτικὴν καλουμένην Β
ζηλοῦν ἐμπειρίαν, κατά τε Πύῤῥωνα καὶ Σέξτον τὰς
ἀποκρίσεις ποιεῖσθαι, καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν
ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ’ οὐδὲ
ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ
ἐλάχιστόν τι θηρᾶσαι, καὶ τοὺς οὐδαμῶς παιδείας μετειληχότας
ἐξαπατᾷν δύνασθαι καὶ παράγειν. ὢν δὲ ἄρα ἐν λόγοις ἀμαθὴς,
ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχεν τὸν βίον. ἐς γὰρ τὰ δώματα
τῶν εὐδαιμόνων ἰὼν, καὶ σιτούμενος ἀφειδῶς τὰ ποικιλώτερα
τῶν ἐδωδίμων, θαμά τε ὁμιλῶν τῇ θηρικλείῳ, καὶ
λόγοις χρώμενος ὑπὸ μέθης αἰσχροῖς τε ἄγαν καὶ ἀκολάστοις,
ἐπὶ κόῤῥης, καὶ τοῖς ἐκπώμασιν ὥσπερ τινὶ ἑωλοκρασίᾳ τὸ
πρόσωπον καταῤῥαίνεσθαι, καὶ εἶναι κοινὸν ἄθυρμα τῶν
οὐ μεῖον ἢ οἱ γελωτοποιοὶ καὶ μιμολόγοι ἀλλὰ
γὰρ τοιόσδε ὢν ὁ Οὐράνιος, ἧκέν ποτε παρὰ τοὺς Πέρσας
ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. ἅτε δὴ ἀπατεὼν
καὶ κόθορνος, καὶ οἷος τὴν οὐκ οὖσαν ἑαυτῷ περιποιεῖν
εὐκοσμίαν, αὐτίκα ὅγε στολὴν μὲν ἠμπίσχετο σεμνοτάτην,
ὁποίαν παρ’ ἡμῖν οἱ τῶν λόγων καθηγηταὶ καὶ διδάσκαλοι ἀμφιέννυνται,
οὕτω δὲ, σοβαρῷ δῆθεν καὶ ἐμβριθεῖ τῷ προσώ-
καταπεπληγμένος, καὶ ἱερόν τι εἶναι εἰκάζων τὸ χρῆμα, καὶ
φιλόσοφον αὐτὸν ὡς ἀληθῶς ὑποτοπήσας, οὕτω γὰρ αὐτοῦ καὶ
ὠνομάζετο,) ἄσμενός τε εἰδεν καὶ φιλοφρόνως ἐδεξιοῦτο. καὶ
εἶτα ξυγκαλεσάμενος τοὺς μάγους, ἐς λῴους αὐτῷ καθίστατο
γενέσεως τε καὶ φύσεως πέρι, καὶ εἰ τόδε τὸ πᾶν ἀτελεύτητον
ἔσται, καὶ πότερον μίαν τὴν ἁπάντων ἀρχὴν νομιστέον.
ὁ βώμαξ ἐκεῖνος καὶ ἔμπληκτος, ὡς χρημάτων τέ οἱ δω-
ρήσασθαι πλἧθος, καὶ κοινῆς μεταδοῦναι τραπέζης, καὶ ἀπάρ-
ἐνθένδε ὡς αὐτὸν ἀφικομένους. οὐ πολλῷ γὰρ ἔμπροσθεν
Δαμάσκιος ὁ Σύρος καὶ Σιμπλίκιος ὁ Κίλιξ, Εὐλαιμιóς τε
ὁ Φρὺξ, καὶ Πρισκιανὸς ὁ Λυδὸς, Ἑρμείας τε καὶ Διογένης
χρόνῳ φιλοσοφησάντων, ἐπειδὴ αὐτοὺς ἡ παρὰ Ῥωμαιοις κρατοῦσα
ἐπὶ τῷ κρείττονι δόξα οὐκ ἤρεσκεν, ᾤοντό τε τὴν Περσικὴν
πολιτείαν πολλῷ· εἷναι ἀμείνονα· τούτοις δὴ τοῖς ὑπὸ
τῶν πολλῶν περιᾳδομένοις ἀναπεπεισμένοι, ὡς εἴη παρ᾿ ἐκείνοις
δααιότατον μὲν τὸ ἄρχον, καὶ ὁποῖον εἶναι ὁ Πλάτωνος
βούλπαι λόγος, φιλοσοφίας τε καὶ βασιλείας ἐς ταὐτὸ ξυνελθούσης,
σῶφρον δὲ ἐς τὰ μάλιστα καὶ κόσμιον τὸ κατήκοον,
ὅστις οὐδεὶς τῶν ἐντυγχανόντων, μένει δὲ οὕτως, εἰ καὶ
στῶτι οὐχ ἑπομένοις, οἱ δὲ αὐτίκα ἀπιόντες, ᾤχοντο ἐς ἀλλο-
δαπὰ καὶ ἄμικτα ἤθη, ὡς ἐκεῖσε τολοιπὸν βιωσόμενοι. πρῶτον
μὶν οὖν τοὺς ἐν τέλει ἀλαζόνας μάλα εὑρόντες καὶ πέρα
οἱ μὲν ἡλίσκοντο, οἱ δὲ καὶ διελάνθανον, ἅπαν δὲ εἶδος
ἀδικίας ἡμαρτάνετο. καὶ γὰρ οἱ δυνατοὶ τοὺς ἐλάττονας λυμαίνονται,
ὠμότητι τε πολλῇ χρῶνται κατ’ ἀλλήλων κὼ ἀπανθρωπίᾳ·
καὶ τὸ δὴ πάντων παραλογώτερον· ἐξὸν γὰρ ἑκάστῳ
μυρίας ὅσας ἄγεσθαι γαμετὰς, καὶ τοίνυν ἀγομένοις ἀλλὰ
μοιχεῖαι γε ὅμως τολμῶνται. τούτων δὴ οἶν ἁπάντων ἕκατι
οἱ φιλόσοφοι ἐδυσφόρουν καὶ σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς
μεταστασεως.
οὐδὲν δὲ ὁ, τι καὶ ἐπαΐοντα τῶν αἰπυτέρων, ὅτι τε αὐτοῖς οὐδὲ
τῆς δόξης ἐκοινώνει, ἕτερα δὲ ἅπα ἐνόμιζεν ὁποῖα ἤδη μοι
εἴρηται, τήν τε τῶν μίξεων κακοδαιμονίαν οὐκ ἐνεγκόντες, ὡς
τάχιστα ἐπανῄεσαν. καίτοι ἔστεργέ τε αὐτοὺς ἐκεῖνος κὼ μέ
νεῖν ἠξίου, οἱ δὲ ἄμεινον εἶναι σφισιν ἡγοῦντο, ἐπιβάντες μόνον
τῶν Ῥωμαϊκῶν ὁρίων, αὐτίκα, οὕτω παρασχὸν, καὶ τεθνάναι,
οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς
βίος εἰς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ἐπειδὴ γὰρ
βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν
δοκούντων φρονεῖν, ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους.
οὐ γὰρ ἀνῆκεν ὁ Χοσρόης μὴ οὐχὶ καὶ ἐπὶ τῷδε
συστῆναι καὶ κρατεῖν τὴν ἐχεχειρίαν. λέγεται δὲ αὐτοῖς κατὰ
τὴν ἀποπορείαν θαυμάσιόν τι ἡλίκον καὶ μνήμης ἄξιον ξυνενεχθῆναι.
καταλύσαντες γὰρ ἐν ἀγρῷ τινι Περσικῷ, ἐθεάσαντο
ἦν διὰ τῶν θεραπόντων, καὶ τῇ γῇ καταχώσαντες ἔθαψαν. ὡς
δὲ ἐκάθευδον ἅπαντες ἐκείνης τῆς νυκτὸς, ἔδοξέ τις αὐτῶν,
οὐκ οἶδα δὲ ὅστις, (οὐ γὰρ ἔχω τουννομα φράσαι,) ἔδοξε γοῦν
ὅμως ὁρᾷν κατ᾿ ὄναρ ἄνδρα πρεσβύτην, γνώριμον μὲν οὐδαμῶς,
οὐδ᾿ ὅσον εἰκάσαι, ἄλλως δὲ σεμνὸν καὶ αἰδοῖον, καὶ φιλοσοφίαν
ἀσκοῦντι ἐμφερῆ τῷ τε σχήματι τῆς στολῆς καὶ τοῦ πώ-
ἐγκελευόμενον καὶ παραινοῦντα τόδε τὸ ἔπος·
καί ἀποβαίη. ἐπεὶ δὲ εἰς τὸ περίορθρον ἀναστάντες ἐβάδιζον
ἀνὰ τὰ πρόσω , παρέρποντες ἐκεῖνο τὸ χωρίον, οὕτω τῆς τῶν
τοὐμφανὲς ἀναβαλούσης , καὶ διαφυλάττειν ἀβρῶτα μὴ ἀνασχομένης.
λόγουν ἐντεῦθεν ὅτι δὴ οἱ πέρσαι ποινὴν ἔχουσι καὶ τιμωρίαν
ὅμως τὸν Οὐράνιον πλέον ἀγάμενος ἦν καὶ ἐπόθει. αἴτιον δὲ
τε κεχαρισμένα ἔστελλεν, καὶ διδασκάλῳ ἐχρῆτο. ὁ δὲ οὐκέτι
ἐφαίνετο ἀνεκτὸς, βρενθυόμενος τῇ τοῦ βασιλέως φιλίᾳ, ὡς καὶ
ἀποκναίειν ἅπαπας ἔν τε τοῖς ξυμποσίοις καὶ ἀνὰ τοὺςσυλλογους,
μηδέν τι ἕτερον ᾄδειν ἐθέλων, ἢ ὅπως αὐτὸν ἐγέραιρεν ὁ Χοσ-
ἡμῖν ὁ γεννάδας ἢ πάλαι ὑπῆρχεν, ὥσπερ τοῦδε ἕνεκα
μόνου τοσαύτην ὁδὸν ἀναμετρήσας. ὅμως, καίτοι φαυλότατος
γε ὢν καί καταγέλαστος, ἀλλὰ τῷ πολλάκις ὑμνεῖν τὸν βάρβαρον
καὶ δι᾿ ἐπαίνου ποιεῖσθαι, αὐτὸς δή που κατὰ τὸ μᾶλλον
ἔπεισε τοὺς πολλοὺς ὡς εἴη σφόδρα πεπαιδευμένος. οἱ γὰρ
ἀταλαιπώρως ἅπαντα προσιέμενοι, καὶ ἀμφὶ ταῦτα δὴ τὰ ξένα
καἰ παραλογώτερα τῶν ἀκουσμάτων διακεχηνότες, ῥᾳδίως ὑπή-
ὁ ἐπαινῶν, μήτε ὅντινα ἐπαινοίη, καὶ ἐφ’ ὅτῳ, διασκοποῦντες.
ἐς μὲν γὰρ στρατευμάτων παρασκευὴν καὶ ὅπλων εὐκοσμίαν,
καὶ τὸ διαπαντὸς ἐν τοῖς πολέμοις διαπονεῖσθαι, δικαίως ἄν
τις θαυμάσειε τὸν Χοσρόην, ὡς οὔτε ὅκνῳ εἴξαντα πώποτε, οὔτε
τῇ τοῦ γήρως ἀσθενείᾳ· λόγων δὲ πέρι καὶ φιλοσοφίας τοιοῦτον
αὐτὸν ἡγητέον ὁποῖον εἶναι εἰκὸς ἄνδρα ξυνόμιλόν τε καί
ἀκροατὴν Οὐρανίου ἐκεινοῦ ἀποδεδειγμένον.
α'. Τὰ μὲν οὖν παρὰ Πέρσαις νόμιμα, καὶ ἡ ποικίλη
ἅπαντα, εἰ καί μακροτέρῳ ἐξείργασται λόγῳ, καὶ οὐ λίαν ἔχεται
τῶν προτέρων , ἀλλ᾿ οὐ περιττά γε ἴσως δόξειεν ἂν, οὐδὲ
ἄχρηστα , μᾶλλον μὲν οὖν καὶ τὸ θέλγον, ὡς ἐμὲ ἡγεῶθαι,
ξὺν τῷ ὠφελίμῳ ἀπειληφότα. ἐθέλω γὰρ, εἰ ἐπ᾿ ἐμοὶ εἴη, καὶ
περιπλειστου ποιοῦμαι, ταῖς Μούσαις, φασὶ, τὰς Χὰριτμς
πολλὰ δικῶν ἀνάπλεα καὶ πραγμάτων ἔξ ἑωθινοῦ μέχρι καὶ ἐς
ἥλιον καταδύντα ἐκμελετῶ καὶ ἀνελίττω· καὶ λίαν μὲν ανχθομαι
τοῖς ἐνοχλοῦσιν, ἀνιῶμαι δὲ αὖθις εἰ μὴ ἐνοχλοῖεν, ὡς
οὐχ οἷόν τέ μοι ὂν τῶν ἀναγκαίων ἀποχρώντως ἐμπίπλασθαι
ἄνευ πό̣νου καὶ δυσπαθείας. πλὴν ἀλλ᾿ οὐδ᾿ ὣς ἀνήσω τοὐμὸν,
φιλεργοῦντι τὴν κεραμείαν. εἰ γάρ τῳ καὶ δόξειεν εἶναι τάμὰ
ἐκδρομὰς ποιούμενος καὶ μεταβάσεις ἐς ἀπειροκαλίαν ἐκφέρεσθαι
δόξαιμι, αὖθις δὴ ἔμοιγε τῶν Κολχικῶν ἀγώνων
καὶ τοῦ προτέρου λόγου μεταληπτέα.
ξυμφορᾷ καὶ ἠνιάθη· ὡς ἂν δὲ τὰ ἐν Λαζικῇ στρατεύματα μὴ
χηρεύοιεν ἡγεμόνος, αὐτίκα ὅγε στρατηγὸν τὸν Ναχοραγὰν
ἀναδείκνυσιν, ἄνδρα τῶν σφόδρα λογίμων τε καὶ
καὶ τῷ μὲν τὰ ἐς τὴν πορείαν παρεσκεύαστο καὶ ἤδη
ἐχώρει. ἐν ᾧ δὲ ἦν ἐκεῖνος ἐν τούτοις, παράλογα ἀττα καὶ
ἄθεσμα ἐν τῇ Κολχίδι χώρᾳ ξυνέβη. ἐπειδὴ γὰρ οἱ Ῥωμαῖοι,
ὡσπερ μοι πρότερον ἐῤῥήθη, ἀκλεέστατα ἐτύγχανον πεφευγότες,
καὶ τὰ πράγματα τὸ μέρος καταπροέμενοι τοῖς πολεμίοις,
Τουβάζης ὁ τῶν Λαζῶν βασιλεὺς, οὐκ ἀνεκτὸν ἡγούμενος
τὸ αἶσχος, δεδιὼς δὲ μᾶλλον μή τι καὶ πέρα τούτων
ἁμαρτηθείη, αὐτίκα Ἰουστινιανῷ ἐ·ξήγγειλεν ἕκαστα, καταιτιώμενος
ἐκείνων ἀνάγων ἀβελτηριάν, καὶ πλέον ἐπεκάλει τῷ Βέσσα̣,
καὶ μετ᾿ ἐχεῖνον Μαρτίνῳ καὶ Ῥουστικῳ. οὗτος δὲ Ῥούστικος
ἦν μὲν Ἑλληνογαλάτης τὸ γένος, παρῆν δὲ αὐτόσε οὐχ
ὥστε στρατηγὸς ἢ ταξίαρχος ἢ ἄλλο τι εἶναι τῶν παρατάξεων
μέρος, ταμίας δὲ μόνον τῶν βασιλέως χρημάτων, οὐ μὴν
τῶν ἐκ τῆς δασμοφορίας ἐρανιζομένων, (ἄλλῳ γάρ τῳ ταῦτα
ἐπετέτραπτο,) ἀλλὰ τῶν ὅσα ἐκ τῶν βασιλειῶν θησαυρῶν ἐπεπομφει,
ἐφ᾿ ᾧ τοὺς ἀριστεύοντας ἐν ταῖς μάχαις τὰ προσήκοντα
ἀποῤῥήτων, βέβαιά τε τότε δοκεῖν καὶ πιστότερα τὰ παρὰ
τῶν ἀρχόντων ἀναγγελλόμενα, ἡνίκα ἂν ἐκεῖνον ἀρέσκῃ. Ἴουστινιανὸς
δὲ ἤδη καὶ πρότερον χαλεπαίνων τῷ Βέσσᾳ, ὅτι δὴ
Πέτρας ἑλὼν τὸ φρούριον, πρὶν ἀφικέσθαι τὸν Mερμεροην,
δέον αὐτὸν τὰς ἔξ Ἰβηρίας εἰσόδους καρτερώτατα διαφράξαι,
συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβάτω
τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν
ὑπὸ ῥᾳστώνης, ἀργυρολογῶν δὲ περιενοστει τὰς πόλεις
τὰς ὑπ᾿ αὐτῷ τεταγμένας. ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος,
παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς, καὶ πρός γε ἀφελόξμενος
ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα
ἴως ἂν ἕτερόν τι ἐπ’ αὐτῷ διανοηθείη. τῷ δὲ Μαρτίνῳ πολλὰ
ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ
τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζη
ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη
τάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου
καὶ ἀλογίστῳ τῆς ὑποψίας. ἅπαν γὰρ ὁτιοῦν ὑπ’ αὐτοῦ γιγνόμενον
τῷ πεπονθότι τῆς ψυχῆς ἔξετάζοντες, καὶ πάντως
ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπεῤῥώννυον. ἐπεὶ δὲ
ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος, καἰ τολοιπὸν ἐς τὸ ἀντιλυπεῖν
προηγμένος, ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ
ἀλαζόνας, καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς
τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει, καὶ
οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν
ἀνίει καὶ ὑπεστέλλετο· οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες, χαἰ
πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι, καὶ
γιγνώσκοντες ὡς οὐκ ἀνήσει διελέγχων εἰ που καὶ αὖθις σφαλεῖεν,
δὲ τελεώτατα πεπιστευκὼς, ἀλλ’ ἐπὶ μέσης τινὸς χωρήσας
ἐννοίας, „ἄγε” ἔφη „ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς
ἐνθάδε γενέσθαι’’. δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος
ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφθείη, „εἶεν” ἔφη „ὦ
δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἰ γε ἱκὼν εἶναι παραγενέσθαι
„οὐδὲν οὖν ἔσται δέος’’ ἦ δὲ ὁ Ἰωάννης τῷ τοῦτον ἀποκτενοῦντι;”
„οὐμενοῦν” ἔφη „εἴ γε, ἀντιταττόμενος καὶ ἀνη-
κουστῶν, ὡς πολέμιος διαφθαρείη”. τοιαῦτα δὲ τοῦ βασιλέως
ἀποχρώντως ἡγούμενος, ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ
χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι,
αὐτῷ τε βουλεύεσθαι ὅπως τοῖς ἐς Ὀνόγουριν πέρσαις κοινῇ
ἐπελευσόμεθα. οἱ δὲ, τούτοις πεπεισμένοι, ξυνεπορεύοντο. εἵπετο
δὲ αὐτοῖς βραχεῖα τις ἐκ τῶν ταγμάτων ἀπόμοιρα· γνοὺς
δὲ Γουβάζης ὡς αὐτίκα μάλα οἱ στρατηγοὶ ἐπ’ αὐτὸν
καὶ οὐδὲν ὁτιοῦν ἀντίξουν ὑποτοπήσας, παραγίνεται ἀμφὶ τὸν
Χωβοῦν τὸν ποταμόν. ἐνταῦθά τε αὐτοῖς ὁ δείλαιος ὑπαντιάζει
τε καὶ ξυνήθεις καὶ φύλακας τῆς χώρας καὶ ἥκιστα πολεμίους,
μᾶλλον μὲν οὖν καὶ τῶν ὀθνείων ἐχθρῶν ἀλε·ξητῆρας;
τοῦτο ἐπετειχίζετο, οὔτε οὕτως ἀκλεᾶ φυγὴν κὼ ἀσχήμονα
ὑποστάντες ἐδραπετεύετε, οὔτε ἄλλο τι ἐγίγνετο τῶν οὐ προσηκόντων.
νῦν δὴ οὖν, ὦ λῷστοι, εἰ γε δόξῃς ἐρασταὶ εἶναί
φατε καὶ στρατηγικῷ φρονήματι γάννυσθε, τὸ παρειμένον ὑμῖν
ἀνακλητέον. ὡς ἔγωγε οὔ ποτε ἕψομαι, οὐδὲ ξυνδιακινδυνεύσαιμι,
πρὶν ἂν· ἅπαντα ἐκθεραπευθείη πρὸς ὑμῶν τὰ ἡμαρτηβμένα”.
οὐ τοσοῦτον, οἶμαι, τῇ πληγῇ τῆς χειρος, σὸν τῷ ἀπροσδοκήτῳ
οὕτω μὲν οὖν τὸν Γουβάζην καὶ ἐπὶ τοῖσδε
φασιν οἱ τὰ ἀκριβέστατα γιγνώσκειν πεπιστευμένοι.
ὁ δὲ τῶν Λαζῶν ὅμιλος διεταράχθη τε ἅπας, καὶ δυσθυμίᾳ
κατείγοντο, ὡς μηδὲ ἀναμίγνυσθαι τολοιπὸν τοῖς Ῥωμαίοις,
μήτε ξυνεπιστρατεύειν αἱρεῖσθαι, ἀλλὰ τὸν νεκρὸν ᾗ νενόμισται
καταχώσαντες, ἔμενον οὕτω ἀπόμαχοι, ὡς δὴ δεινὰ ὑβρισμένοι
καὶ τὴν πάτριον δόξαν ἀποβεβληκότες.
καὶ εὔδαιμον, πλούτου τε ὑπερβολῇ καὶ πλήθει κατηκόων,
τóπων τε εὐκαιρίᾳ καὶ ἀφρθονιᾳ τῶν ἐπιτηδείων, καὶ τῇ τῶν
ἠθῶν εὐκοσμίᾳ τε καὶ δεξιότητι. καὶ τοίνυν οἱ μὲν πάλαι οἰκήτορες
τῶν ἐκ τῆς θαλάττης ἀγαθῶν ἀγνῶτες παντάπασιν
γε, οὕτω παρασχὸν, καὶ τὰ τῆς ἐμπορίας κῳιζονται
κέρδη. εἰσι τε οὐ βάρβαροι τὸ λοιπὸν, οὐδὲ οὕτω βιοτεύουσιν,
ἀλλ᾿ ἐς τὸ πολιτικόν τε καὶ ἔννομον μεταβέβληνται τῇ
πρὸς Ῥωμαίους ἐπιμιξίᾳ· ὥστε εἴ τις τοὺς χαλκόποδας ταυρους
περιέλοι, καὶ τὰς τῶν γηγενῶν ἀναβλαστήσεις, καὶ ὁπάσα
ἄλλα τερατώδη καὶ ἄπιστα τῇ ποιήσει ἀμφὶ τῷ Αἰήτῃ κεκόμψευται,
εὕροι γε ἂν τὰ παρόντα πολλῷ τῶν προτέρων ἀμεινονα.
τοιοῦτοι δὴ οὖν ὄντες οἱ Λαζοί, εἰκότως οὐκ ἀνεκτὰ
ἡγοῦντο πεπονθέναι, ὡς δὴ τὸν βασιλέα σφῶν παραλόγως ἀ-
ἠπείγοντο πανσυδὶ ἐπιθέσθαι τοῖς ἐς Ὀνόγουριν Πέρσαις. τήνδε
δὲ τὴν ἐπωνυμίαν ἐκ παλαιοῦ ἔλαχεν τὸ χώριον, Οὔννων
ἴσως ἐν τοῖς ἄνω χρόνοις, τῶν δὴ Ὀνογούρων ἐπιλεγομένων,
αὐτοῦ ποῦ ξυμβαλόντων τοῖς Κόλχοις, καὶ εἶτα νενικημένων,
καὶ ὥσπερ μνημείου χάριν καὶ τροπαίου τὴν ἐπίκλησιν ταύτην
τῶν ἐπιχωρίων ἐπενεγκόντων. νῦν δὲ οὐχ οὕτω παρὰ τοῖς πολλοῖς
ὀνομάζεται, ἀλλ᾿ ἐπειδὴ Στεφάνου τοῦ θεσπεσίου ἱερὸν
ἐνταῦθα ἵδρυται, ὲν δὴ πρῶτον πάλαι φασίν ὑπὲρτῶν Χρι-
στιανοῖς ἄριστα δοκούντων ἐθελοντὴν διακινδυνεύσαντα ὑπὸ
μᾶλλον προσήκει. ὁ δὴ οὖν τῶν Ῥωμαίων στρατὸς ἐς
Ὀνόγουριν ἰέναι παρεσκευάζοντο. οἱ γὰρ τοῦ μιάσματος βουληφόροι
ἐς τοῦτο ἐνέκειντο, ἐλπίζοντες ῥᾳδίως τοῦτο δὴ τὸ
φρούριον καταστρέψασθαι· ταύτῃ τε τὸν βασιλέα, εἰ καὶ τὰ
τοῦ δόλου γνοίη, μὴ λίαν αὐτοῖς χαλεπῆναι, ἀλλὰ τῇ
ταίᾳ πράξει ἐν καιρῷ γιγνομένη, τὸ ἐπίκλημα διαλῦσαι. ἅπαντες
τοιγαροῦν οἴ τε στρατηγοὶ καὶ αἱ δυνάμεις ἐν τῷ Ἀρχαιοπόλεως
πεδίῳ στρατοπεδευσάμενοι, τούς τε καλουμένους σπαλίωνάς
ἐπεσκεύαζον, καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια,
χήσοντες. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων ἐς ὀροφῆς τύπον
ἔξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφὲς,
ᾦ ἑκατέρωθεν τὰ πλευρὰ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν
τὸ ὑπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας
ἐπιβάλλοντες πάντοθεν, περικαλύπτουσι τὸ μηχάνημα, τοῦ
μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον
ὲν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι, αἴρουσι γε αὐτὸ ἀφανῶς, καὶ
ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ
τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην
τὰ ἐς πολιορκίαν παρεσκευάζοντο.
ἐγνωσμένον αὐτοῖς ὡς ἐπ’ ἐκείνους ἰέναι διανοεῖσθε.” τούτων
δὲ εἰρημένων, αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐβουλεύοντο
ἀμφὶ τῶν παρόντων. καὶ Βούζης μὲν ἔφασκεν χρῆναι πρότερον
παντὶ τῷ στρατῷ ὑπαντιάζειν τοῖς ἐπερχομένοις. τούτων
γὰρ, ὡς τὸ εἰκὸς, διὰ τὴν ὀλιγότητα νικωμένων, ἑπόμενον εἶναι
στρατεύματος ἡγεμόνα. τοιγάρτοι ἐκεῖνος θαμὰ ἐπεφθψγετο
γὰρ ἤδη ἐγεγόνει καὶ τυραννικώτερος, ὥσπερ, οἶμαι,
τῷ ἀδικήματι φρυαττόμενος καὶ τῇ πρὸς Mαρτῖνον ὁμοφροσύνῃ,)
ἔσκωπτέ γε τὸν Βούζην ἀναφανδὸν καὶ ἐπεκερτόμει, ὡς
οὐ πώποτε τὰ δέοντα λογιζόμενον. κράτιστον δὲ ἔλεγεν εἶναι
δὲ τῷ φρουρίῳ πελάσαντας, ῥᾳδίως γε αὐτὸ καταστρέψασθαι,
καὶ προτερῆσαι τὴν ἔξωθεν ἐπικουρίαν· ὀλίγους δὲ, εἴ γε ανρα,
στέλλειν ἐπ᾿ ἐκείνους, τὸ τάχος τῆς ἐφόδου διακωλύσοντας.
καὶ ἦν μὲν πολλῷ ἀμείνονα τὰ τῷ Βούζῃ βεβουλευμένα, καἰ
τῆς φύσεως ἐχόμενα τῶν πραγμάτων, στρατηγίᾳ τε ἀριστῃ
πρέποντα, καὶ τὸ δραστήριον ξὺν τῷ ἀσφαλεῖ παρεχόμενα.
ἐπεὶ δὲ, ὡς ἔοικεν, ἅπασα ἡ πληθὺς τοῦ ἄγους μετειλήφει
τῷ ξυνεῖναί τε καὶ ἕπεσθαι τοῖς μιαιφόνοις, ἥ κακίων τε καὶ
ἀξύμφορος νενίκηκεν γμώμη, ὡς ἂν παραχρῆμα ὑπόσχοιεν δίκας.
στέλλονται μὲν γὰρ ἐπ᾿ ἐκείνους τοὺς ἐκ Mουχειρισ́ιδος
ἐρχομένους ἄνδρες ἱππόται οὐ πλέίους ἢ ἑξακόσιοι. ἡγοῦντο
δὲ αὐτῶν Δαβράγεζάς τε καὶ Οὐσιγ́αρδος, ἄμφω μὲν βαρβάρω
τὸ γένος, Ῥωμαϊκῶν δὲ ταγμάτων προεστηκότε. οἱ δὲ
ἄλλοι ἅπαντες ἅμα τοῖς στρατηγοῖς τῷ φρουρίῳ προσβαλόντες,
εὐθὺς ἔργου εἴχοντο. τάς τε γὰρ μηχανὰς ἐκίν́ουν καὶ
τῶν πυλῶν ἀπεπειρῶντο, καὶ ἀμφικυκλώσαντες τῷ πλήθει τὸν
περίβολον, πάντοθεν ἐσηκόντιζον. οἱ δὲ Πέρσαι, ἀλλὰ γὰρ
καὶ οὗτοι ἀνὰ τὰς ἐπάλξεις διαθέοντες, ὡς οἶόν τε ἦν, ἐκ
τῶν παρόντων ἠμύνοντο , βέλη τε ἀφιέντες συχνὰ καὶ τὰ ἔ-
μετεώρου κρεμάσαπες, ταύτῃ τὰς βολὰς ἀσθενεστέρας ἀπετέ-
σωτηρίας ἀγωνιζομένων, ὡς οὐ μπτρίου περιστάντος κινδύνου,
τοῖς δὲ καὶ μάλα αἰσχρὸν εἶναι δοκοῦν, ἅπαξ ἐπελθοῦσιν
ἀπράκτοις ἐπανιέναι , καὶ μὴ οὐχὶ παραστήσασθαι τὸ ἐπιτείχισμα,
καὶ ἀπαλλάξαι τὴν Ἀρχαιόπολιν γειτονήματος
πολεμίου.
δὸς, ἐχώρουν ἐπὶ τὴν Ὀνόγουριν. πορευομένοις δὲ αὐτοῖς
τούτου δὲ ἀπηγγελμένου τοῖς πολιορκοῦσι Ῥωμαίοις, αὐτίκα
οἵ γε θαῤῥαλεώτερον ἐπιφερόμενοι, τὰ τε παραπετάσματα
ἐκείνα καθεῖλκον, καὶ ξὺν ἀκοσμίᾳ πολλαχοῦ τοῦ τείχους διεσκεδάννυντο,
ὡς ῥᾳδίως τολοιπὸν τὰ τῇδε ἅπαντα διαρπασόμενοι,
ἅτε δὴ τῶν ἔξωθεν δυσμενῶν πεφευγότων, καἰ οὐδενὸς
ἔτι ἐνοχλήσοντος. ἀλλ’ ἐκεῖνοι τάχιστα καταμαθόντες, ὡς οὐχ
ἅπας αὐτοῖς ὁ τῶν Ῥωμαίων ἐπῆλθεν στρατὸς, ᾑπερ τὴν ἀρχὴν
ἐς παλίωξιν μετεχώρουν, καὶ πολλῇ ἔφευγον ξὺν ταχυτῆτι.
ἕποντο δὲ αὐτοῖς ὡς πλησιαίτατα καἰ οἱ Πέρσαι διώκοντες,
ὥστε ἀμέλει ξυνενεχθῆναι, τῶν μὲν ἑλεῖν, τῶν δὲ ἀποδιδράσκειν
σκειν ἐπειγομένων, ἄμφω, τούς τε φεύγοντας ἅμα καὶ τοὺς ἐς
τὴν δίωξιν ἐγκειμένους, παρὰ τὰ ἄλλα τῶν Ῥωμαίων στρατεύματα
μιγάδην ἱκέσθαι. θορύβου δὲ πολλοῦ, ὡς τὸ εἰκὸς,
ἀναστάντος, ἅπαν δὴ τὸ πλῆθος, περιφρονήσαντες τὴν πολιορκίαν
διαγνωναι αναμειναντες ὁ, τι ποτέ εστι τὸ γεγενημενον, ἡ οπο-
σοι ὄντες αὐτοὶ, εἶτα ὑφ’ ὅσων ἐλαύνονται. ἀλλ’ ᾔεσαν οὕτω
δρομαῖοι καὶ διεταράττοντο, καθάπερ Πανικοῦ δείματος ἐμπεσόντος.
οἱ δὲ πέρσαι κατὰ τὸ μᾶλλον θαρσήσαντες, πλέον
ἐδίωκον. ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα,)
ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις, ὁμόσε τε τολοιπὸν
ἐπισπόμενοι, λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων
εἰργάσαντο. καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι
Καθαροῦ λεγομένου ποταμοῦ, δι’ ἦς ἔδει πάντως πορεύεσθαι.
ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ
οἶοι τε ὄντες, ὠθίζοντο ἀλλήλους κὼ ἀντώθουν. καὶ οἱ μὲ
αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι
ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες, ὑπὸ τὰς τῶν πολεμίων
ἐγίγνοντο χεῖρας. καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις. ἀνακεκραμένα.
ἴσως δὲ ὃν ἅπαντες ἐν τῷ τότε Πανωλεθρίᾳ διεφθάρησαν,
εἰ μὴ Βούζης ὁ στρατηγὸς, βοώντων γε αὐτῶν καὶ
ὀλοφυρομένων, ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας
ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάν-
τες, ἐν τῷ ἀσφαλεῖ μόλις ἐγένοντο ᾗπερ καὶ οἱ ἄνλλοι ἅπαντες.
ἐδώδιμά τε καὶ ἄνλλως ἀναγκαῖα καὶ τίμια ἐνταῦθα καταλελοιπότες,
ταλελοιπότες, καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι,
οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν
τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.
διέλυσάν τε τὸ χαράκωμα, καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι,
οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες, ὑπὸ τρισχιλίων
Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες;
πλὴν ἀλλ’ αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς
μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα.
τότε δὲ χειμῶνος ἐπιλαβομένου, ἀνὰ τὰ πολίσματά
τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν
ἀμφίβολα γε ἦν ἐς τὰ μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι
καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τινες ἂν γένοιντο κὼ ὅποι
τραπεῖεν. καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες
ἐν ἀποῥῤήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα εἴη
τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον
ἔπι Πέροας μεταχωρητέον, ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις.
αὐτίκα δὲ πολλοὶ ἀπεῤῥίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ
ἰπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης,
μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ, τι ποτὲ λέγοι, διαγιγνωσκομένου
τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον
έν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ἥ.
ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μὰλλόν
τι ἁπάντων χαἰ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν
μὲν καὶ ἄλλως μισορώμαιος, καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος.
τότε δὲ καὶ πλέον τῷ εὐπροσώπῳ τῆς αἰτίας ἀποχρώμενος,
ἔξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον· καὶ
οὐδὲ βουλῆς ἔφασκεν δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ εὐθὺς ἐς
τελεώτατον μηδισμὸν καταστῆναι. τῶν δὲ ἄλλων μὴ χρῆναι
πρὶν δὴ σχολαίτερον σφισι βουλευομένοις τὸ λῷον ἀναφανείη,
ὁ δὲ ἀναστὰς σὺν ὀργῇ, καὶ προπηδήσας ἐς μέσους, ἐδημηγόρει
μὶν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ
ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν
ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης.
ἀλλὰ Γουβάζης μὲν, ὁ τηλικοῦτος, οὕτω πως ἀθλίως
ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ
φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τολοιπὸν οὐ
τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμίν, ἀλλ᾿ ἀγαπητέον εἴπερ ἐξῇ
τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσθαι.πῶς οὖν οὐ
λίαν παράλογον, εἰ περὶ τῶν οἶς ταῦτα κατείργασται καθεδούμεθα
οεἰναι κρινοῦμεν; καίτοι γιγνώσκειν χρεὼν, ὡς οὐδὲ μέχρι
τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ, καὶ μεθιέντων ἡμῶν
τὸ ἐπίκλημα οἶδε οὐκ ἀφέξονται, καὶ ἠρεμοῦντας ἀδεέστερον
λυμανοῦνται. εἰσι γὰρ ἀμέλει θαῤῥαλεώτεροι πρὸς τοὺς ὑπείκοντας,
καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. ἔχουσι δὲ καὶ
βασιλέα πανουργότατον, καὶ ταῖς μεταβολαῖς τῶν ἀεὶ παρόντων
ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται,
τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων.
καἰ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν, οὔτε
πεπράγασιν ομως τὰ πάπων ἀνοσιώτατα, ὥσπερ
αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ
πάντων ὁμοῦ τῶν τοιῶνδε. ἀλλ’ οὐ τὰ Περσῶν ἤνθη τοιάδε,
πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἔξαρχῆς κτήσαιντο
βεβαιότατα στέργειν πειρῶνται, καἰ τὴν ὀργὴν πρὸς τὸ ἀντίπαλον
διατηροῦσιν ἔστ’ ἂν ἀντιπαλον ᾗ. ἠβουλόμην μὶν οὖν
τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς
μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι,
εἴτε καὶ ἀμφοτέροις, ἐκβιασθέντες, εἰς τοῦτο ἥκοἠρεμοῦντες
μεν ἀσθενείας, ὡς ὑφ᾿ ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν
φθάσαν ἀτιμώρητον καταλειφθῆναι, καὶ τοῦ μέλλοντος πέρι,
κω ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. τὸ μὶν
γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι
μετὰ πραότητος δολερᾶς κω ὁμιλίας μεμηχανημένης τοὺς
ἑξουσιν ὅπως αὐτῷ χρήσονται καθ’ ἡμῶν διὰ τὸ ᾶμικτον τῆς
δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. εἰ δὲ καὶ πολεμεῖν
πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ πέρσας παραταττόμενοι,
καὶ ταῦτα ἐν πολεμίᾳ γῇ , τὸ γοῦν ἐντεῦθεν, οὐκ ἂν
οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. οἱ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ
μοίρᾳ τινὶ τῶν Μήδων ἐλαχίστη προσμίξαντες καὶ πρὸς φυγὴν
εὐθὺς αἰσχίστην τραπέντες, μέχρι καὶ νῦν μονουχὶ πνευστιῶσιν
ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖ; ἄλλοις ἐλαττωθέντες,
ἀνανδρίαν εἴποι τις ἂν, καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι.
πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγ-
γενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς
τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν, ἐδιπλασίασεν αὐτοῖς
τὸ ἀτύχημα, τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσι.
τὸ γὰρ νικᾷν οὐχ ὕτω τοῖς ὅπλοις, ὅσον τῷ εὐσεβεῖ
βεβαιοῦται· καὶ οὐκ ἄν ποτε ποτε μετεῖναι φήσαιμι τῆς τοῦ ἀγαθοῦ
συμμαχίας πονηροῖς ἀνδράσι καὶ μιαρωτάτοις. τούτοις
μᾶλλον ἢ τῶν λόγων δεδήλωται. οὐ μὴν οὐδὲ ἀδικεῖν δόξοιμεν
ἂν, οὐδὲ ἄπιστοι καθεστάναι. πολλάκις γὰρ ἤδη καὶ πρότερον
ὑπὸ ῾Ρωμαίων προπηλακιζόμενοι, ἐμμένειν καὶ ὣς τοῖς
εἶεν, φορηταῖς δὲ ὅμως καὶ οὐ παντάπασιν ἀνυποίστοις. τὸ δὲ
καἰ μεγιστας βλάβας καὶ ἀνήκεστα πάσχοντας φέρειν διαπαντὸς
ἀταλαιπώρως, καὶ πρὸς μηδὲν ὁτιοῦν ἄχθεσθαι τῶν ἀνοσίων
τῷ τῆς ἀπραγμοσύνης ὀνόματι σοφιζομένων. τούτου δὲ τοῦ τῆς
μιαιφονίας πάθους οὐκ ἂν οἶμαι παρ᾿ ἑτέροις μεῖζόν τι γένοιτο,
παρεῖναι, πάντως ἂν ἐπεκάλει καὶ κατεμέμφετο τῆς ἡμετέρας
ὀλιγωρίας, ἀνθ᾿ ὧν οἱ ἀλιτήριοι οὗτοι κατὰ τὴν ἐκ ἐνκείνου
γῆν ἔτι ἐνδιαιτῶνται, καὶ οὐ πολλῷ πρότερον ἔξελήλανται.
οὕτω ταῖς ἐννοίαις ὑμῶν ἀνατυπούσθω, ἐπιδεικνὺς μὲν τὴν
σφαγὴν καὶ τὸ στῆθος καὶ τὸν αὐχένα, ἱκετεύων δὲ τὸ ὁμόφυλον
νῦν γοῦν τίσασθαι τοὺς πολεμίους. εἶτα τίς ἂν ὑμῶν
ἀποδέξοιτο διαπορούντων καὶ σκοπουμένων, εἰ δίκαιον πρὸς
τῶν Κόλχων οἴκτου τυχεῖν τὸν Γουβάζην; εὐλαβητέον γὰρ
ἡμῖν, ὅπως μὴ τὸ οὐκ εὐπρεπὲς δῆθεν τῆς μεταστάσεως δεδιότες,
μὲν γὰρ τῶν πραγμάτων χωρούντων, πολλὴ ἄνοια τὰ
προεγνωσμένα μεταμανθάνειν· ἐναντίως δέ που φερομένων
ἀσύμφορον οἶμαι τὸ μὴ οὐχὶ θᾶττον ἁρμόζεσθαι τῷ προσπι-
πτοντι. τὸ γὰρ βέβαιον ἐν τῷ εὐλόγῳ κρίνεσθαι χρὴ, καὶ τὸ
ἐγκαρτερεῖν τοῖς παροῦσιν οὐκ ἐπαινετέον ἀεὶ , ἀλλ᾿ ὅτε φρονήσει
συμπαραγίγνεται. ἔνθα δὲ συμβαίνει ὧν μὲν δεῖ μεμνῆσθαι
ταῦτα δὴ οὖν οἱ Πέρσαι πυνθανόμενοι πρὸς ἡμῶν
καὶ συνίεντες, στέρξουσιν ἡμᾶς εἰκότως , καὶ ὑπερμαχοῦνται,
χρηστοί τε ὄντες καὶ μεγαλόφρονες, καὶ δεινοὶ τεκμαίρεσθαι
τὰς γνώμας τῶν πέλας, καὶ πρὸς γε χώραν οὕτως ἐπικαιροτάτην
καἰ δύναμιν ἀξιόχρεων, ἣν αὐτοὶ πρὸ πολλῶν χρημάτων
καὶ πόνων ἔχειν τιμῶνται, εἰς συμμαχίαν αὐτεπάγγελτον
προσλαμβάνοντες. μὴ τοίνυν ἕτερόν τι παρὰ ταῦτα διανοεῖσθε,
ἀλλ᾿ εὐθὺς ἐπιχειρεῖν τοῖς πράγμασι, καὶ τὸ μελετηθὲν ἀνα-
ὅποι αὐτοῖς ἐκβήσεται ἡ ἐπιχείρησις, ἀτάκτως ἠπίγοντο. προσὸν
αἰτίαν εὔλογον εἶναι ἡγοῦντο , καὶ τοὺς λόγους ἐν μεγίστῳ
θαύματι ἐποιοῦντο, ὃ δὴ καὶ μᾶλλον αὐτοὺς ἀνεκίνει καὶ διεσόβει.
οὓτω δὲ αὐτῶν ταραττομένων, ἀνήρ τις Φαρτάζης
ὢν μὲν ἐν τοῖς μάλιστα παρὰ Κόλχοις, ἔμφρων δὲ καὶ
δημοτικὸς μάλα τοὺς τρόπους , ἐπέσχεν αὐτοὺς τῆς ὁρμῆς καὶ
ἀνέκοψεν, ἱκετεύσας μὴ πρότερον ἐπὶ τὴν πρᾶξιν χωρῆσαι,
κεκομψευμένων τὰς γνώμας ἐκταραχθέντες. δυσμαχώτατον γὰρ
τι τὸ χρῆμα καὶ οἷον ἅπαντας ἀνθρώπους ἐκπλήττειν, οὐχ
ἥκιστα δὲ τοὺς οὔπω πρότερον ἐς πεῖραν αὐτῶν καταστάντας·
οὐ μὴν παντάπασιν ἀνανταγώνιστον σώφρονι λογισμῷ, καὶ τῆς
ἐκ τῶν πραγμάτων κρίσεως ἐχομένῳ. μὴ τοίνυν ἀρεσκόντων
ὑμᾶς τὰ εἰρημένα, λογιζομένους ὡς τῷ ἀθρόῳ μόνῳ καὶ ἀσυνήθει
πεπίστευται, ἀλλ’ οὐ τῷ πρέποντι καὶ ὠφελίμῳ. γινώσκετε
δὲ μᾶλλον, ὡς εἰ καὶ λίαν ὑμῖν κεχαρισμένα δοκεῖ, ἀλλ’
ἔνεστι κρείττονα τούτων ἑλέσθαι· καὶ τὸ ῤᾳδίως ἀναπεισθῆναι
τεκμήριον ὑμῖν ἐναργὲς τῆς ἀπάτης γινέσθω. τῷ γὰρ τὰ ψευδῆ
συμβουλεὺοντι μείζονός τε κόσμου καὶ ποικιλίας ῥημάτων προσδεῖ·
κἀντεῦθεν πολλῷ τῷ θέλγοντι χρώμενος, θᾶττον ἐφέλκεται
τοὺς εὐηθεστέρους. οὕτω δὲ καὶ ὑμεῖς, τοῦ Αἰήτου σοφίσματα
προθέντος ἐπαγωγὰ καὶ παράλογα, οὐκ ἴστε ὅπως ἐφενακίσθητε·
καίτοι εἰ καὶ μηδὲν ἕτερον, ἀλλ᾿ ἐκεῖνό γε καὶ
λίαν ἐν προδήλῳ κείμενον εὕροι τις ἂν, ὡς ἄλλης τινὸς ζητήσεως
συμβεβηκότα φασκόντων, καὶ τῆς ἀτόπου μιαιφονίας ἥκιστα
καταμεμφομένων, καὶ τοῦτο μόνον διασκοπούντων εἴπερ ὡς
ἀληθῶς ἡμαρτήκασιν οἱ τὸν Γουβάζην ἀπεκτονότες, παρῆλθεν
κατηγορῶν ἐκείνων, καὶ πλείστους ὅσους προφερόμενος λόγους
ἐπὶ τοῖς ἤδη διεγνωσμένοις. ἐγὼ δὲ καταράτους μὲν εἶναί φημι
καὶ κακοδαίμονας, καὶ οἵους ἣδιστα θεασαίμην ἂν ὀλέθρῳ τῷ
πάντων χαλεπωτάτῳ διωλλυμένους, οὐ μόνον τοὺς πλήξαντας,
γιγνώσκω, ἢδη που καὶ προσχωρεῖν τοῖς Πέρσαις συνοίσει·
οὐδὲ τοῦτο λάβοι τις ἂν ὥσπερ ἑπόμενον τῷ λόγῳ καὶ συνημμένον,
σαν καὶ διηνυσμένον , καὶ οὐκέτι τὴν τοῦ μὴ γεγονέναι φύσιν
ἐπιδεχόμενον, ἀναλογίζεσθαι χρὴ, ὡς ἂν μὴ, σὺν τῷ θυμουμένῳ
τῆς ψυχῆς καὶ χαλεπαίνοντι βουλευόμενοι , λάθοιμεν
ἑαυτοὺς τὸ κρῖνον ἐπιθολοῦντες , καὶ τὴν τοῦ ἀμείνονος εὕρεσιν
προαφῃρημένοι· ἀλλὰ τοῦ μὲν πάθους ὑφελεῖν , εἰσόσον
μὴ δοκεῖν ἠμεληκέναι, πρόνοιαν δὲ τῶν γοῦν λοιπῶν θέσθαι
πραγμάτων, ὅπως ἄριστα καθεστήξῃ. ἀνοήτων μὲν γὰρ ἀνδρῶν
ἐστερημένους, συνδιαφθεῖραι καὶ τὰς τῶν μελλόντων
ἐλπίδας.
τετολμημένων ἀποχρησόντων, ἀλλὰ μειζόνων προσεσομένων·
καὶ ὡς ὁ βασιλεὺς αὐτοῖς καινουργότατος, καὶ τὰ τῆς μιαιφονίας
αὐτὸς ἐγκελευσάμενος εἴη , σπουδασθὲν ἐκ πλείστου καὶ
βεβουλευμένον· καὶ ταῦτα φάσκων , ἀνυμνεῖ τοὺς πέρσας καἰ
ὑπεράγαται, πείθειν ἡμᾶς ἐντεῦθεν οἰόμενος ἱκέτας εὐθὺς καὶ
αὐτομόλους γενέσθαι τῶν φύσει πολεμιωτάτων. πρὸς τοῦτο
γὰρ ἅπασαν ἔχει τὴν ἀναφορὰν, ὠδίνων ἒξαρχῆς καὶ μηχανώμενος
ὡς ἂν αὐτῷ τὰ μεμελετημένα πρὸς ἔργον ἐκβαίη,
θέντων. ὁ δὲ τὸ πέρας ἀρχὴν πεποίηται, εἰλόμενος ἤδη πρίν
τι σαφῶς διασκοπῆσαι. ποῖον τοίνυν τὸ ἐκ τῆς βουλῆς ὠφέλιμον,
εἴπερ τῆς κρίσεως ἐν ὑστέρῳ παρῇ; ὑμεῖς δὲ, ὦ ἄνδρες
Κόλχοι, μηδαμῶς τὰς γνώμας ἑτέρῳ τῳ κατειλημμένοι, καὶ
πρὸς ἕν τι τέλος προδιωρισμένον ὁρῶντες , οὕτως ἐπὶ τὰς ζητήσεις
χωρεῖτε. πῶς γὰρ καὶ ἔνεστι [τὰς] τῶν
μεταβάσεις βιάζεσθαι καὶ πρὸς τὸ ἀρέσκον μετασκευάζειν ;
τοὐναντίον γὰρ τούτοις ἕπεσθαι κοσμίως προσήκει, καὶ τὸν
λογισμὸν ἐπ’ αὐτὰ μεθιέναι καθαρὸν καὶ αὐτόνομον, ὥστε κατὰ
κέσθαι. οὕτω γὰρ ἠμῖν βουλευομένοις αὐτίκα φανεῖται , ὡς
παρ᾿ αὐτοῖς καὶ ἀνωμολόγηται , ὡς Ῥούστικος καὶ Μαρτῖνος,
βασκήναντες αὐτῷ τῆς εὐτυχίας , εἰς αὐτεπάγγελτον ἤλασαν
κακοδαιμονίαν, τῶν ἄλλων ἡγεμόνων οὐχ ὅπως συλλαβομένων,
ἀλλὰ καὶ περιφανῶς ἀνιαθέντων. ἄδικον οὖν οἶμαι καί πρός γε
ἀσύμφορον, ἑνὸς ἒξ ἁπάντων ἀνδρὸς ἥ καὶ δυοῖν τυχὸν ἡμαρτηκότοιν,
ἐξυβρίσαι μὲν εἰς τοὺς κοινοὺς νόμους, οὕς στέργειν
προὐθέμεθα, πολιτείαν δὲ σύμπασαν καὶ διαιτᾶν συνήθη καὶ
τὸ δὴ πάντων ἀνοσιώτερον, δόξαν ὀρθὴν πρὸς εὐσέβειαν καὶ
τὴν τῶν ἱερῶν ἀπορρήτων σεμνότητα περιφρονῆσαι. πῶς γὰρ
οὐ τοῦτο φανούμεθα δρῶντες, εἰ προσχωρήσαιμεν τοῖς τοῦ
κρείττονος ἐναντιωτάτοις; εἰ μὲν γὰρ διακωλύσαιεν ἡμᾶς ταῖς
αὐταῖς ἁγιστείαις ἐμμένειν, καὶ μεταστήσαιεν πρὸς τὴν σφετέραν,
τί τούτου πεισόμεθα χαλεπώτερον, περιόντες τε καὶ
τεθνηκότες; τί δὲ κερδανοῦμεν ἅπασαν τὴν Περσίδα (θῶμεν
γὰρ οὕτω) προσλαμβάνοντες , τὰς δὲ ψυχὰς ἐζημιωμένοι ; εἰ
δέ γε καὶ μεθεῖεν καὶ συγχωρήσαιεν, ἀλλ᾿ οὐ βεβαίαν ημῖν τὴν
εὔνοιαν ἕξουσιν, ὕπουλον δὲ μᾶλλον καὶ σφαλερὰν, καὶ μόνῃ
τῇ χρείᾳ συμμετρουμένην. ἄμικτον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τὸ
ἑτερόγνωμον, καὶ οὔτε δέους προσπεσόντος, οὔτε τινὸς εὐεργεσίας
ἡγησαμένης, μόνιμος αὐτοῖς ἐγγίγ́εται πίστις , πλὴν εἰ
μὴ καὶ ταῖς δόξαις ὁμοφρονοῖεν· τό τε συγγενὲς καὶ ἴδιον καὶ
ὁμόφυλον, εἰ τοῦδε λειπόμενα τύχοιεν, ὀνόματι μόνῳ τὴν οἰκείωσιν
ὑποφαίνει, τοῖς δὲ ἔργοις ἀλλοτριοῦται. ἀντὶ ποίων
τοίνυν ἀγαθῶν, ὦ ἄνδρες Κόλχοι, πρὸς Πέρσας μεταβησόμεθα,
εἴ γε καὶ ὣς ἔσονται δυσμενεῖς, καὶ μηδὲν ἡμῖν πλέον
συνθήκαις. εἰ γὰρ καὶ ταῦτα δοθεῖεν, καὶ μηδὲν ἡμῖν τῶν
ἄλλων ἐμποδὼν ἔσται, ἀλλὰ τὰ τῆς δυνάμεως οὐκ ἀρκέσει. πῶς
γὰρ ἂν μεταχωρήσαιμεν ἐφ᾿ ἑτέρους, ἐφεστηκότων ἡμῖν τῶν
῾Ρωμαίων, καὶ οὕτω πολλῶν καὶ ἀνδρειοτάτων καὶ ὑπὸ κρα-
νᾶς ὑποσχεῖν ἀνηκέστους, τῶν μὲν οὓς ἐπαμύνειν χρεὼν πόῥῤωπου
τοὐναντίον γὰρ ὡς τὰ πολλὰ πρὸς τοὺς ἡττηθέντας ἡ νίκη
μὲν ἡμῖν τῷδε μᾶλλον τῷ παραδείγματι, καὶ προφυλακτέον
τοὺς ἐκ τῆς ἀβουλίας κινδύνους . οὐ μὴν πρόδηλον ἐντεῦθεν
οἴεσθαι δεῖ τὸ ῥᾳδίως αὐτῶν περιέσεσθαι εἰκὸς γὰρ τοὺς πρότερον
ἁμαρτήσαντας , καὶ διὰ τῆς πείρας ὁποῖα φευκτέον πεπαιδευμένους,
καὶ αὐτὸ δὴ τὸ παροφθὲν ἀνακαλέσασθαι τῇ
περὶ τῶν ἐφεξῆς ἐσομένων ἐπιμελεία. εἰ δὲ τὸ θεῖον αὐτοῖς
χαλεπαίνει τῆς ἐπὶ τῷ κειμένῳ παρανομίας, καὶ ταύτῃ κεκάκωνται,
τί δεῖ καὶ ἡμᾶς παρεῖναι καὶ συνεπιλαμβάνειν, ὣσπερ
οὐκ ἐπαρκοῦντος ἐκεινοῦ τὰ δίκαια δρᾶσαι, ἀλλὰ τῆς ἐξ ἡμῶν
ἐπικουρίας προσδεομένου; ποία δέ τις ἂν ἀσεβείας ὑπερβολὴ
ἑτέροις λελείψεται, εἲ γε τόδε τὸ ἀγαθὸν ἀτιμάσαιμεν τῇ μετασάσει,
ὅπερ καὶ ἠρεμούντων ἡμῶν ὑπερμαχεῖ προσηκόντως;
μηδεὶς τοίνυν ἡμῖν τὸν τεθνεῶτα παραγέτω δῆθεν τῷ λόγῳ
λίαν ἀγεννῶς ὀλοφυρόμενον, καὶ ἱκετεύοντα τοὺς ὁμοφύλους
οἴκτου τυχεῖν τῷ τὴν σφαγὴν ἐπιδεικνύναι. ταῦτα γὰρ μοχθηραῖς
μὲν ψυχαῖς καὶ ἀνάνδροις ἴσως ἁρμόσει, οὐ μὴν προσαπτέον
Κολχικὸν καὶ ἐλεύθερον ἀναλαβόντας, ἀντέχειν τῆς συμφορᾶς
θῤῥαλέως , καὶ πρὸς μηδὲν μὲν αἰσχρὸν καὶ ἀνάξιον τῶν πατρίων
ἐξάγεσθαι τρόπων, ἐμμένειν δὲ τοῖς παροῦσι καὶ πεποιθέναι,
ὡς τοῦ κρείττονος ἥκιστα τὸ ἔθνος περιοψομένου. εἶτα
πῶς οὐ σφόδρα παράλογον, αὐτῷ μὶν τῷ βιαίως
ἐκεῖνον εὔνοιαν σκηπτομένους , τἀναντία διανοεῖσθαι; ἀλλὰ
οὖν ἀφεκτέον ἡμῖν ἐκείνων, καὶ δὴ μετρίως ἐῤῥήθη. φημὶ δὲ
δεῖν βασιλεῖ τῶν ῾Ρωμαίων τὸ συμβὰν ἀναγγεῖλαι, ὡς ἂν ἐνδικώτατα
μετέλθῃ τοὺς τοῦ μιάσματος αἰτιωτάτους, καὶ εἰ μὲν
ἐθελήσει, πεπαῦσθαι τολοιπὸν τῆς πρὸς ῾Ρωμαίους διαφορᾶς,
καὶ συνεργεῖν αὖθις καὶ συστρατεύεσθαι, καὶ τῶν προτέρων
μετέχομεν συνδιαιτημάτων. εἰ δὲ ἀπώσοιτο τὴν ἀξίωσιν, τότε
δὴ βουλευτέον ἡμῖν, εἴπερ ἑτέραν ὁδὸν τραπῆναι συνοίσει.
οὕτω γὰρ ποιοῦντες, οὔτε τοῦ τεθνηκότος ἐπιλελῆσθαι δόξοιμεν
ἂν, οὔτε προπετείᾳ μᾶλλον ἢ γνώμῃ τὰ ἡμέτερα
διατιθέναι.”
νον, ᾖδον οἱ Κόλχοι, καὶ μετεπείθοντο. μάλιστα γὰρ αὐτοὺς
εἰς τοῦτο συνήλασε τὸ δεδιέναι , μή ποτε ἄρα, εἰ μετασταῖεν,
καὶ τὴν ἐπὶ τῷ κρείττονι δόξαν ἀφαιρεθεῖεν. ἐπειδὴ οὖν ἡ
τοῦ Φαρτάζου γνώμη ἐνίκα , αὐτίκα οἱ ἄριστοι καὶ εὐπατρίδαι
τοῦ ἔθνους Ἰουστινιανῷ βασιλεῖ τὰ ἐπὶ Γουβάζῃ ξυνενεχθέντα
διήγγειλαν , ἅπασάν τέ οἱ ἀνεκάλυψαν τὴν ἀπάτην,
ὡς ἐκεῖνος μὲν οὔτε μηδίσας πώποτε , οὔτε ἄλλο τι ἄχαρι κατὰ
῾Ρωμαίων βουλευσάμενος ἥλω, οἱ δὲ ἀμφὶ Μαρτῖνόν τε καὶ
Ρούστικον , ἐπειδὴ αὐτοῖς ὑπὸ ῥᾳστώνης θαμὰ σφαλλομένοις
ἐπεκάλει τε τὰ εἰκότα καὶ ἐχαλέπαινεν, οἱ δὲ ταύτην τε
Γουβάζου νεώτερον ἀδελφὸν ἐν Βυζαντίῳ κατ’ ἐκεῖνο τοῦ
καιροῦ διατρίβοντα, ὡς ἂν αὐτοῖς πάλιν ὁ πάτριος διασώζοιτο
νόμος καὶ ἡ ἀνέκαθεν τοῦ βασιλείου γένους ἀκραιφνὴς ὁμολογία.
ὁ δὲ, ὅσια γὰρ αὐτῷ ἐδόκει καὶ δίκαια,) ὡς τάχιστα
ἐπετέλει, καὶ οὖν Ἀθανάσιον, ἕνα τῶν πρῶτα λαχόντων
ἔς τὸ ἀκριβὲς, καὶ κατὰ τοὺς ῾Ρωμαίων νόμους κρινοῦντα.
δὲ τοῦ μιάσματος γεγενημένῳ, ἀποδράσαντί πως ἐν τῷ τότε
λαθραιότατα, καὶ φυγῇ τὴν σωτηρίαν καρπώσασθαι πειρωμένῳ
, ἀλλ’ ἐκείνῳ γε τῷ Ἰωάννῃ ἐπὶ τοῖσδε πορευομένῳ ὑπαντιάζει,
οὕτω παρασχὸν, ὁ Μετριανὸς, (εἷς δέ γε ἦν οὕτος τῶν
ἀμφὶ τὰ βασίλεια δορυφόρων, οὑς δὴ Σκρίβωνας ὀνομά ζουσιν·
ἔπαλτο δὲ αὐτόσε τούτου δὴ ἕνεκα , ἐφ’ ᾧ ἔξυπηρετήσασθαί
τε τῷ Ἀθανασίῳ, καὶ ἅττα ἂν ὑπ’ ἐκείνου κριθείη τόνδε
ταῦτα ἐπιτελέσαι·) ξυλλαβὼν δὴ οὖν ὁ Μετριανὸς τὸν Ἰωάννην,
παρὰ τὸν διαιτητὴν ἀπεκόμισεν. ὁ δὲ καὶ τοῦτον ἐς Ἀψαροῦντα
ἐξέπεμψεν, ἐν εἱρκτῇ τε καὶ ποδοκάκη μενοῦντα, ἕως
ὀ ἐν πόσιν ἀγὼν διανυσθείη.
καὶ τὰ τῆς κρίσεως εἰκότως ἀνεκόπτετο. τί γὰρ
ἂν αὐτοῖς ὲν τῳ τότε προυργιαίτερον κατεφάνη τῆς περὶ τὸν
πόλεμον εὐκοσμίας; ἤδη δὲ καὶ ὁ Πάθης ἅμα Σωτηρίχῳ τῷ
ταύτης παράσημα πρὸς τοῦ βασιλέως ῾Ρωμαίων, ἧπερ ἐκ
παλαιοῦ νενόμισται, δεδεγμένος. εἰσι δέ γε ταῦτα στέφανος
χρυσοῦς λιθοκόλλητος, καὶ χιτώνιον ποδῆρες ὑπόχρυσον, πέδιλά
τε κοκκοβαφῆ, καὶ μίτρα ὁμοίως χρυσῶ τε καὶ λίθοις
πεποικιλμένη. χλαμύδα δὲ ἁλουργῆ τοῖς βασιλεῦσι τῶν
οὐ θέμις ἀμπίσχεσθαι, λευκὴν δὲ μόνον· οὐ μέντοι παντάπασί
γε κοινὴν οὕτω καὶ εἰθισμένην, ἀμφὶ γὰρ τὸ μεσώτατον ἐκείνη
χρυσῷ ὑφάσματι ἑκατέρωθεν καταλάμπεται. βασιλικὸν δὲ κὼ
καὶ τῇ βασιλείῳ στολῇ κεκοσμημένον, αὐτίκα οἱ τε στρατηγοὶ
καὶ ὀπὰς ὁ τῶν ῾Ρωμαίων στρατὸς δεξιούμενοί τε καὶ
τὰ εἰκότα γεραίροντες προηγοῦντο, ἐξωπλισμένοι ὡς εὐπρεπέστατα,
καὶ ἔπι· τῶν ἵππων οἱ πλεῖστοι ὀχούμενοι. οἱ δὲ
Λαζοὶ ἐς τὸ χαῖρον μεταβαλόντες, καὶ μόλις
τῆς ἀνίας, στοιχηδόν οἱ παρωμάρτουν, σάλπιγγές τε πανταχόθεν
ἐπήχουν, καὶ τὰ σημεῖα ἐς ὕψος ἐπῆρτο. καὶ ἦν ἥ
πομπὴ φαιδρά τε ἐπιεικῶς καὶ γαυροτάτη, καὶ πλέον ἢ κατὰ
τῆς πορείας, ἐφ᾿ ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως
τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ’ ἱστίας μοχθεῖν
ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καἰ ἐς ἥβης μέτρον ἤδη ἄμφω
ἐληλυθέτην, καὶ ἤστην οἴω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος
αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι
κομιδῆ̣, καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. ὡς δὲ ἐς τὴν τῶν
καλουμένων Μισιμιανῶν χώραν ὁ Σωτήριχος ἀφίκετο, οἱ δὴ
κατήκοοι μὲν τοῦ βασιλέως τῶν Κόλχων τυγχάνουσιν ὅντες
καθάπου καὶ οἱ Ἀψίλιοι, γλώττη δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ
καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων
γένους βορειότεροι, καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα.
ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν,
ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ’ αὐτὰ δὴ τὰ
Λαζῶν ὅρια ἱδρυμένον, ὃ δὴ Βούχλοον ὀνομάζουσιν, τοῦτο
δὲ ὅγε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν
ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων, αὐτοῦ ἀγειρόμενοι,
τὸν μισθὸν ἀποφέροιντο, καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ
χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας,
„ὦ στρατηγὲ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι
τὰ ἡμέτερα παραιρουμένῳ, μήτι γε καὶ αὐτὸν οὕτως ἐθέλειν.
εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε
ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά
σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.” οὕτω δὲ αὐτῶν
αὐθαδιαζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ
τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ ῾Ρωμαίων θρασύνεσθαι
τῶν ὑφ᾿ οὓς οἱ Κὸλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς
παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο
αὐτῶν ἀφειδῶς, καὶ ἐς τοὐπίσω ἡμιθνῆτας ἀπέπεμψαν. τούτου
δὲ γεγενημένου, Σωτήριχος μὲν ᾤετο μηδὲν ἀντίπαλον
ἔσεσθαι, ἀλλ᾿ ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας
διαχειρισάμενος, καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ, ἔμενέ
τε κατὰ χώραν, καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόσρα
ρυφόροι καὶ ὁπόσον ἄλλο αὐτῷ θητικὸν εἵπετο ἥ καὶ δοῦλον,
καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὗ δὴ ὁ στρατηγὸς
ἀνεκέκλιτο , κατακτείνουσι προτέρους τοὺς παρεναστῆρας
τῶν θεραπόντων. θορύβου δὲ, ὥσπερ εἰκὸς, καὶ πατάγου
πολλοῦ κινηθέντος, ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ
καὶ τοῖς ἀμφ᾿ αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ
δέους ἐκ τῶν εὐνῶν ἀνεπάλλοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες
καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν οἱ
ἐν σκότῳ καὶ ἀπορίᾳ, ἔστε τοὺς τοίχους περιῤῥηγνύμενοι, καὶ
ὅπη ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν
καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες, οὐδενότι ἐμηχανῶντo,
οἱ βάρβαροι αὐτόν τε Σωτήριχον κατακτείνουσι καὶ τοὺς
παῖδας καὶ πρός γε ξύμπαντας τοὺς ἄλλους, πλὴν εἰ μή τις
ἔκ τινος τυχὸν ἁλάμενος ὀρσοθύρης ἢ καὶ ἑτέρῳ ὁποίῳ δὴ
τρόπῳ λαθὼν διεσώθη. ταῦτα δὲ δράσαντες οἱ ἀλιτήριοι, ἐσκύλευσαν
τοὺς κειμένους, τά τε ἄλλα ὁπόσα ἐπήγοντο κτήματα,
καὶ πρός γε τὸ βασιλέως ἀφελόμενοι χρύσιον, καθάπερ τινὰς
πολεμίους ὡς ἀληθῶς, ἀλλ’ οὐχὶ φίλους τε καὶ
ἀπεκτονότες.
καὶ ξυνίεσαν ὁποῖος αὐτοῖς ἀνέῤῥιπτο κύβος, ὅτι τε
οὐκ ἐς μακρὰν ἥξουσιν οἱ Ῥωμαῖοι τιμωρησείοντες, καὶ ὅτι
αὐτοὺς ἐκεῖνοι οὐχ ὑποστήσονται. τοιγάρτοι ἀναφανδὸν ἀποστάντες,
ἐπαρήγειν. τούτων δὲ ἁπάντων τοῖς τῶν ῾Ρωμαίων στρατηγοῖς
ἀπηγγελμένων, ἐχαλέπαινον μὲν οἵγε καὶ ἐδυσφόρουν, τίσασθαι
δὲ παραυτίκα τοὺς Μισιμιανοὺς οὐ μάλα ἠδύναντο, πιεζόμενοι
τῇ περὶ τοῦ μείζονος ἀσχολίᾳ. ἤδη γὰρ ὁ Ναχοραγὰν
ἑξήκοντά που χιλιάδας μαχίμων ἀνδρῶν ἐπαγόμενος, ἐπὶ τὴν
Νῆσον ἐφοίτα, ἴνα Μαρτῖνός τε καὶ Ἰουστῖνος ὁ Γερμανοῦ
καὶ τὰ ἀμφ’ αὐτοὺς στρατεύματα ἐτύγχανον ξυνειλεγμένα· οἱ
καὶ Κούτιλζις καὶ Ἴλιγερ, ἄνδρες τῶν παρὰ σφισιν ὀνομαστοτάτων,)
οὗτοι δὴ οὖν οἱ Σάβειροι ἀμφὶ τὴν Ἀρχαιόπολιν
καὶ τὰ ἐκείνῃ πεδία, προστεταγμένον αὐτοῖς ὑπὸ Μαρτίνου,
ἐστρατοπεδεύσαντο, ἐφ’ ᾦ τοὺς πολεμίους (ἐνθένδε γὰρ ἤμελλον
διαβήσεσθαι) ὡς ἂν οἷοι τε εἷεν πημαίνοντες, χαλεπωτέραν
αὐτοῖς καὶ σφαλερωτέραν ποιήσοιντο τὴν πορείαν. ὁ δὲ
Ναχοραγὰν, ἐπειδὴ ἐς τοῦτο τετάχθαι τοὺς Σαβείρους ἐπέπυστο
ἀπολεξάμενος ἐκ τῶν ξυστρατευομένων Διλιμνιτῶν
ἄνδρας ἐς τρισχιλίους, αὐτίκα ἐπ’ αὐτοὺς ἔστειλε, παρακελευσάμενος
ἦν γὰρ ἀλαζὼν καἰ ὑψηγόρος) ἄρδην ἅπαντας
διαφθεῖραι, ὡς ἂν μή οἱ ἰόντι ἐπὶ τὸν πόλεμον ὄπισθεν ἐχεῖνοι
ξυστούς τε γὰρ ἐπιφέρονται καὶ σαρίσσας, καὶ ξίφος ἐκκρεμὲς
ἀπὸ τοῦ ὤμου· μαχαιρίδα τέ τινα ἐλαχίστην τῷ λαιῷ βραχίονι
ἀναδούμενοι, ἀσπίδας καὶ πέλτας προβέβληνται· φαίης τε ἂν
αὐτοὺς παντάπασι παντάπασι ψιλοὺς, οὔτε μὲν οὖν ὁπλίτας καί ἀγχεμάχους.
πόρρωθέν τε γὰρ οὕτω τυχὸν ἀκοντίζουσι, καὶ ἐκ
αὐτοὶ δὲ καὶ ἐς τὰ προσάντη γεώλοφα ῥᾳδίως ἀναθέοντες, προκαταλαμβάνουσι
τὰ ὑπερδέξια τῶν χωρίων, τρεπόμενοί τε
ὠκύτατα διαφεύγουσι, καὶ ἐπιόντες ἑτέροις ἐμμελέστατα ἐς
τὴν δίωξιν ἔγκεινται, καὶ σχεδόν τι ἅπασαν ἰδέαν πολέμου
μετιόντες καὶ ἐξησκημένοι, μέγιστα σίνονται τοὺς ἀντιπάλους·
ὡς δὲ ἐπιπλεῖστον ξυμπολεμεῖν τοῖς πέρσαις εἰώθασιν,
μὴν ἠναγκασμένοι, ὥσπερ κατήκοοι. αὐτόνομοί τε γάρ εἰσι
καὶ ἐλεύθεροι, καὶ ἄγεσθαι ὑπό του πρὸς βίας οὐ πεφυκότες.
δοκοῦν, ἔτι καθεύδουσιν αὐτοῖς ἐπιστῆναι, οὕτω τε ἅπαντας
εὐκολώτερον κατακτεῖναι· καὶ, οἶμαι, οὐκ ἂν διήμαρτον τῆς ἐλπίδος,
εἰ μή τις αὐτοὺς ἔσφηλε τύχη. ἰόντες γὰρ δήπου ἐς
τοῦτο, ἀνήρ τις αὐτοῖς Κόλχος ἐν σκότῳ καὶ ἐρημίᾳ, ὧδέ πως
ξυνενεχθὲν, ὑπαντιάζει· καὶ τὸν ἀσμενέστατα ξυλλαβόντες,
ἀναγκάζουσι τῆς ἐπὶ τοὺς Σαβείρους ἡγεῖσθαι πορείας. ὁ δὲ
προθυμότατα ὑποστὰς τὸ ἐπίταγμα, καὶ ἤδη προπορευόμενος,
ἐπειδὴ νάπης τινὸς λασίας ἐκύρησεν, ὑφιζάνει τε ἠρέμα καὶ
„αὐτίκα μάλα ἀπολεῖσθε”, τορόν τι ἐμβοήσας καὶ διαπρύσιον.
οὕτω τε αὐτοὺς μόλις ἀνακαλεσάμενος ἐς ἐγρήγορσιν, ἀγγέλλει
τοὺς πολεμίους ὅσον οὔπω παρεσομένους. οἱ δὲ ξὺνθορύβῳ
διαναστάντες, καὶ τὰ ὅπλα περιβαλόμενοι, ἐκτὸς τοῦ χαρακώματος
ἀπεχώρουν, καὶ ὑπεκρύπτοντο, διχῇ μεμερισμένοι·
κατέλιπον δὲ τήν τε εἴσοδον ἀφύλακτον, καὶ οὕτω κατὰ χώραν
ἑστῶτας τοὺς ἐκ τῶν ξύλων τε καὶ ἐφεστρίδων ἐσκευασμένους
οἰκίσκους. οἱ δὲ Διλιμνῖται πλείστας μὲν ὅσας ἀτραποὺς τῇ
ἀπειρίᾳ τῶν τόπων ἀναμετρήσαντες, πλὴν ἀλλ’ ἔτι ὑπὸ τὸ
κνέφας ἐς τὸ τῶν οὕννων στρατόπεδον ἀφιγμένοι, ἐσβάλλουσι
θαῤῥαλέοι ἐπὶ κακῷ τῷ σφετέρῳ, καὶ εἴσω ἅπαντες γίγνονται.
πάταγος δὲ οὐκ ἦν, οὐδὲ βοὴ, ὡς ἂν μὴ ἐκεῖνοι ξυναίσθοιντο
δῆθεν καὶ ἀφυπνισθεῖεν, ἀλλ’ ἠρεμαῖοι τὰ δόρατα ἔς τε τὰς
εὐνὰς καὶ τὰς καλύβας ἠκόντιζον, ὡς τοὺς καθεύδοντας ἀναιροῦντες.
ἤδη τε ᾤοντο ἅπαν αὐτοῖς ἠνύσθαι τὸ ἔργον, ἀλλὰ
τότε οἱ Σάβειροι ἐκ τῆς ἐνέδρας ἑκατέρωθεν ὁρμηθέντες, ἐσπίπτουσιν
αὐτοῖς ἐξαπιναίως καὶ ἐπιφέρονται. οἱ δὲ ἀθρόον τῷ
ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ ἐς τἀναντία τῶν ἐλπισθέν-
των περιηγμένοι, διηπόρουν καἰ ἐταράττοντο· οὔτε γὰρ φεύγει
αὐτοὺς ῥᾷστα ἐνῆν ἐν ἐλαχίστῳ χωρίῳ ξυνειλημμένους,
μὶν ἄνδρες ἔνδον ἐν τῷ στρατοπέδῳ διεφθάρησαν, οἱ
δὲ ἄλλοι μόλις ὑπεκβάντες ἠλῶντο σποράδην, οὐκ ἐπιστάμενοι
ὅποι χωρήσαιεν· ἤδη τε πόρρω που πεφευγέναι δοκοῦντες,
αὖθις ἐς ταὐτὸν ἀνεκυκλοῦντο, καὶ περιέπταιον τοῖς πολεμίοις.
καὶ ταῦτα μὶν τῆς νυκτὸς ἁπάσης ἐγίγνετο· ἤδη δὲ τοῦ ὄρθρου
χαρασσομένου, καί ἡμέρας ἐπιφανείσης, αὐτίκα τῶν
Διλιμνιτῶν οἱ σωζόμενοι ἐπεγίγνωσκον τὰς πορείας, κὼ ἰθὺ
γε ὁ Βάβας ἐτύγχανε γὰρ ἐν τῷ τότε κατὰ τὴν Ἀρχαιόπολιν
διανυκτερεύσας,) τῷ μὲν θορύβῳ καὶ τῇ βοῇ πάντοθεν
περιεβομβεῖτο. ἴως δὲ σκότος ἦν καὶ ἀδηλία τῶν ποιουμένων,
ὁ δὲ ἀφασίᾳ εἴχετο πολλῇ, καὶ ἔνδον ἠρέμει· ὡς δὲ, τοῦ ἡλίου
ἐπαυγάσαντος τὰς ἀκρωρείας, κατεῖδε τὸ ἀτρεκὲς τῶν τελουμένων,
μένων, καὶ τοὺς Διλιμνίτας ὑπὸ τῶν Σαβείρων ἐλαυνομένους,
τότε δὲ καὶ αὐτὸς ἐκδραμὼν τοῦ ἄστεος ἅμα τῷ ξυμπαρόντι
ἐκ τοσούτων οὔπω χιλίους τοὺς ξύμπαντας παρὰ τὸν Ναχοραγὰς
προὐκαλεῖτο ἐς λόγους ἀφικέσθαι οἱ τὸν
Μαρτῖνον. καὶ παραγενομένῳ, „σὺ δὲ” ἔφη „ὠ στρατηγὲ, ἐς
τοσοῦτον ἀγχινούστατός γε ὢν καὶ φρενήρης, καὶ τῶν παρὰ
῾Ρωμαίοις δυνατωτάτων, εἶτα οὐκ ἐθελήσεις ἀποπαῦσαι πόνου
τε καὶ δυσμενείας ἄμφω τὼ Βασιλέε, ἀλλὰ μεθῆκας αὐτοὺς
οὕτω δὴ ἐπιπλεῖστον τὴν ἀλλήλων ἐπιλυμαινομένους. εἰ δὴ
διαλεξόμεθα, πιστοῖς χρώμενοι ἀγγελιαφόροις. εἰ γὰρ μὴ ἑκὼν
ὄν, εἴγε σὺ μὲν ὡς τάχιστα ἐς Ἰβηρίαν μεταχωρήσεις, ἐγὼ
δὲ ἐλεύσομαι ἐς Μουχείρισιν. οὕτω τε τὰ ἐν ποσὶ διασκεψόμεθα.
τῆς δὲ νίκης πέρι σοὶ μὲν ἐξέστω μεγαλαυχεῖν τῷ
λόγῳ καὶ αὐθαδιάζεσθαι, καὶ τῶν ἀγοραίων αὐτὴν καὶ αὐθαιρέτων
κρείττονος ταλαντεύεσθαι γνώμῃ, καὶ οὐ παρὰ τοὺς μέγα
βρενθυομένους ἰέναι, ἀλλ’ ἐφ’ οὑς ἂν ὁ πάντων προαγωγὸς
ἐπινεὐσῃ.’’ οὕτω δὲ τοῦ Μαρτίνου ἀνδρειότατά τε καὶ μάλα
ὁσίως ἀποκριναμένου, καὶ τῇ τοῦ βαρβάρου νεμεσήσαντος
ἀλαζονείᾳ, οὐδὲν δὲ ὁτιοῦν προελθὸν εἰρηναῖον, διεκρίθησαν
ἀπ’ ἀλλήλων. καὶ ὁ μὲν ἐς τὸ στρατόπεδον ἐπανῆκε, Μαρτῖνος
δὲ ἐς τὴν Νῆσον. τῷ δὲ Ναχοραγὰν μενετέα μὲν αὐτοῦ
ἥκιστα ἐδόκει, ἐς δὲ τὸν Φάσιν τὴν πόλιν ἰέναι διενοεῖτο,
ἐκεῖσέ τε μᾶλλον ἐκκαλέσασθαι τοὺς Ῥωμαίους. ἐπιμαχώτατον
γὰρ τὸ ἐκείνη ἔρυμα εἶναι ἐπέπυστο, ἅτε δὴ ξύλοις ἅπαν
τὸ πόλισμα ἵδρυται· ἀφέστηκε δὲ τῆς Νήσου ἓξ μάλιστα παρασάγγαις
ἔπι δυόμενον ἥλιον.
διαβιβάσας· ἐβούλετο γὰρ ἐς τὰ πρὸς νότον ἄνεμον ἀφικέσθαι
τοῦ ἄστεος, ὅθεν δὴ αὐτῷ οὐδαμῶς ἤμελλε τὰ ῥεῖθρα τοῦ
ποταμοῦ κώλυμα ἔσεσθαι τῷ περιβόλῳ πελάζοντι· ὑπὸ γὰρ
τὸ ἀρκτῷον καταῤῥεῖ καὶ παρατείνεται μέρος. καὶ ὁ μὶν ἀμφὶ
τὸ περίορθρον ἄρας ἐκ τῆς ὄχθης, εἴχετο τῆς πορείας, καὶ
τὴν Νῆσον ὡς ἀπωτάτω παραμειψάμενος, ἀνὰ τὰ πρόσω ἐχώρει·
μόλις δὲ περὶ πλήθουσαν ἀγορὰν οἱ ῾Ρωμαῖοι τὴν διάβασιν
ἐγνωκότες, διεταράχθησάν τε καὶ πέρι πλείστου ἐποιοῦντο
προτερῆσαι ἀνὰ τὸ ἄστυ τοὺς πολεμίους. τοιγάρτοιτάς τε τριήρεις
καὶ ὅσοι τριακόντοροι παρώρμουν πληρώσαντες, ὀξύτατα
τοῦ ποταμοῦ τῷ ῥῷ κατεφέροντο. ἀλλὰ φθάσας ὁ Ναχοραγὰν
ἀμφὶ τὸ μεσαίτατον τῆς τε Νήσου καὶ τοῦ ἄστεος ἐτύγχανεν
ἤδη, ξύλοις τε καὶ λέμβοις τὸ εὖρος ἅπαν τῆς δίνης διαφραξάμενος,
τό τε τῶν ἐλεφάντων στῖφος ὄπισθεν ἐπιστήσας, ἐς
ὅσον οἷόν τε ἦν αὐτοῖς τῆς βάσεως ἐφικνεῖσθαι. ὁ δὲ τῶν ῾Ρωμαίων
στόλος ταῦτα πόῤῥωθεν ἰδόντες αὐτίκα πρύμναν ἐκρούοντο,
πολλῇ τε χρώμενοι ἐς τοὔμπαλιν τῇ εἰρεσίᾳ, χαλεπώτατα
πρὸς τὸ ἀντίπρωρόν τε καὶ ῥοῶδες τῆς φορᾶς ἀντανα-
γόμενοι, ἀπεχώρησαν. δύο δὲ ὅμως ναῦς κενὰς τῶν ἐμπλεόντων
των εἷλον οἱ πέρσαι. οἱ γὰρ δὴ ἄνδρες ξυλλαμβάνεσθαι μέλλοντες,
ἐκ τῆς τύχης ἀδήλων. τοιγάρτοι ἀφήλαντό τε κουφότατα καὶ
ὑποβρύχιοι ἐπιπλεῖστον διανηξάμενοι, μόλις ὡς τοὺς οἰκείους
δεήσοι· οἱ δὲ ἄλλοι ἅπαντες κατὰ τὸ ἐγκάρσιον τὸν ποταμὸν
περαιωθέντες, καὶ διὰ τῆς χέρσου ἑτέραν τινὰ ὁδὸν πορευόμενοι,
ὡς μὴ κατ’ αὐτὰ τοῖς πολεμίοις χωρῆσαι, παραγίνονται
τὴν φρουρὰν τοῦ περιβόλου. οὐ γὰρ ᾤοντο ἀξιόμαχοι ἔσεσθαι,
εἰ γε συστάδην παρατάξασθαι πειραθεῖεν. πρῶτος μὲν οὖν Ἰουστῖνος
ὁ Γερμανοῦ καὶ ὁ ἀμφ’ αὐτὸν ὅμιλος ἐν τῷ ἀκροτάτῳ
μέρει τῷ πρὸς θάλατταν νεύοντι ἐτετάχατο· βραχὺ δέ
τι ἀπωτέρω Μαρτῖνος εἱστήκει ὁ στρατηγὸς καὶ αἱ Μαρτίνου
δυνάμεις ἀμφὶ δὲ τὸ μεσαίτατον Ἄγγιλας μὲν ἔχων
Μαυρουσίους πελταστὰς καὶ λογχοφόρους, Θεόδωρος δὲ Tζάν-
νους ὁπλίτας, καὶ Φιλομάθιος Ἰσαύρους σφενδονήτας καὶ ἀκον-
ἀπολῆγον, τοῖς ἑώοις τάγμασιν ἐπεφρόντιστο, ὑπὸ Βαλεριανῷ
στρατηγῷ ταττομένοις. οὕτω μὲν ὑπὲρ τοῦ ἐρύματος ἡ τῶν
῾Ρωμαίων στρατιὰ ἐν κόσμῳ παρίστατο.
καὶ ὂν ἐν προβόλου μοιρᾳ ἐγκεῖσθαι τῷ τείχει. ἐδεδίεσαν
γὰρ εἰκότως ἐπ᾿ αὐτῷ , ἅτε δὴ ξύλοις τε πεποιημένῳ,
καὶ ἄλλως ὑπὸ χρόνου πολλαχοῦ διεῤῥυηκότι. τῷ τοι ἄρα
αὐτοῖς καὶ τάφρος μάλα εὐρεῖα πέριξ ὠρώρυκτο, ὕδατός τε
ἤδη μεστὴ καὶ ὑπερχειλὴς ἐγεγόνει, ὡς καὶ τοὺς σκόλοπας,
οἵ δὴ ἐτύγχανον ξυνεχέστατα ἐμπεπηγότες , διαλανθάνειν καὶ
του Φάσιδος πλησιαίτατα τοῦ ἄστεος ἐφορμοῦσαι, μετεώρους
εἶχον τὰς ἀκάτους , καὶ ἀμφ᾿ αὐτὰ δήπου τὰ καρχήσια τῶν
στῶν ἀνιμηθείσας ναὶ βεβαιότατα αἰωρουμένας, ὡς πολλῶ
ἀνέχειν τὰ μεγέθη τῶν πύργων καὶ ὑπερφέρεσθαι. ἄνω δὲ στρατιῶται
εἱστήκεσαν, καὶ τῶν ναυτῶν ὁπόσοι εὐθαρσεῖς τε καὶ
πολεμικώτεροι, τόξα τε φέροντες καὶ σφενδόνας, μηχανάς τε
ἑκηβόλους ἐνθέμενοι, πρὸς τὸ ἐνεργὸν ἤδη
ὑπό του πημαίνεσθαι, Δαβραγέζας, Ἄντης ἀνὴρ, ταξίαρχος,
καὶ Οὖννός τις λοχαγὸς, Ἐλμίγγειρος νομα, οὗτοι δὴ,
προστεταγμένον αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, επακτρίδας τινὰς
ἀμφιπρύμνους δέκα πληρώσαντες ἐκ· τῆς ἀεὶ σφισιν επομένης
δυνάμεως, καὶ ὡς ἀνωτέρω προελθόντες, ἐφρούρουν ξὺν ἀγρυπνίᾳ,
καὶ περιεσκόπουν τὰς διαβάσεις ἐπιπλέοντες, νῦν
μὲν ἐν μέσῳ τῷ ῥείθρῳ, νῦν δὲ ἐφ’ ἑκατέρας τῆς ὄχθης. καὶ
τῶν Περσῶν ἀφῃρῆσθαι· αὗται δὴ οὖν αἱ τριακόντοροι, ὁπλίτας
τὰ πείσματα διατείνοντος τῇ ὑπαγωγῇ τῶν ὁλκάδων, ἀποῤῥήγνυται
τῇ μιᾷ ὁ δεσμὸς ἐξαπιναίως· ἄφετον δὲ αὐτὴν ἡ δίνη
᾿Ρωμαίοις. οἱ δὲ ἐσιδόντες, ἄσμενοι εἷλον τὸ θήραμα, καὶ
ἐπετέρποντο τῇ ξυντυχίᾳ, ὅτι γε αὐτοῖς ἥδε ἡ ναῦς κενὴ πρότερον
ἀπελθοῦσα, τότε δὴ ἀνδρῶν ἀνάπλεως ἐπανῆγεν.
βουλόμενος, καὶ ἀπόπειραν ποιήσασθαι τῶν ῾Ρωμαίων, εἰ
ἐπεξίασι· ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς
ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. τότε δὴ οὖν οἱ Πέρσαι
ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵγε, τοῦτο δὴ
αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν ῾Ρωμαίων
τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ
κατὰ χώραν, καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομάχεσθαι, οἱ δὲ τὴν
καθ’ αὑτοὺς πύλην ἀναπετάσαντες, κατὰ τῶν πολεμίων ἐχώρουν.
Θεόδωρος δὲ ὁ τοῦ Τζαννικοῦ ὁμίλου ταξίαρχος, ἐπεῖχε
μὶν τὰ πρῶτα, καὶ ἀνέκοπτε τὴν ὁρμὴν, νεμεσῶν αὐτοῖς τῆς
προπετείας. ἔπει δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς πλείστοις,
περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν
βεβλημένοι, ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ
ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φε-
ρομένους, καὶ οἶον ταῖς ἐλπίσιν ἀπειρηκότας, διέστησαν εὐθὺς
κατὰ παρεῖκον, ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου
καὶ τὴν πύλην προσήῤῥαξαν. παρὰ τοσοῦτον μὶν κινδύνου
ἵκοντο, οὐκ ἐπ’ ἄλλῳ τῳ ἀριστεύσαντες, ἢ μόνῳ τῷ διαφυγεῖν
καὶ ἀποσωθῆναι.
ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα
αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς
καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ
τειχομοχούσῃ, καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε
προσάγεσθαι. μακρὸς δὲ αὐτοῖς κατὰ τὴν πολυχειρίαν
ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον
καὶ χοῦν ἐμβαλόντες, οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρκουν,
τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι
πρόχειρον ἔχοντες, εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποιοῖντο.
ἐκείνης μὶν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο
τε ἀνάπλεως, καὶ οἶος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι,
ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου, καὶ γράμμα τοῦ
βασιλέως ἐπιφέρεσθαι. λαβὼν δὲ τοῦτο ἀσμενέστατα Ὀῆθεν ὁ
στρατηγὸς, καὶ ἀνελίξας, οὐκ ἐν ἀποῤῥήτῳ καθ’ αὑτὸν ἀνελέγετο,
οὐδὲ μόνοις τοῖς ὄμμασιν ἡσυχῇ διϊὼν τῷ νῷ
τὰ γεγραμμένα, ἀλλ’ λαμπρᾷ τῇ φωνῇ, ὡς ἂν ἅπαντες
ἐπαΐοιεν. καὶ τῷ μὲν βιβλιδίῳ ἐκείνῳ ἴσως ἄλλο τι ἐνεγέγραπτο.
ὑμᾶς ὑπερβαλοῦνται τῷ πλήθει, ὁπόσον ὑμεῖς τῇ ἂν
δρίᾳ, ὥστε συμβήσεται τήν τε ὀλιγότητα καὶ τὴν ἀμετρίαν
τῶν ἴσων μὴ ἀφεστηκέναι. ὡς ἂν δὲ μηδὲ ταύτῃ ἐκεῖνοι μεγα-
λαυχοῖεν, δέχου καὶ τοῦτον δὴ τὸν στρατὸν, ὥσπερ φιλοτιμίας
ἀναστρεφόντων, ὡς ἔγωγε οὐκ ἄν ποτε αὐτοῖς ἐφείην ἐνθάδε
γενέσθαι. δεινὸν γὰρ εἰ τῶνδε τῶν ἀνδρῶν τῶν ἐκπλείστου
ἡμίν ξυστρατευομένων, πολὺν ὅσον χρόνον διαπονηθέντων,
καὶ πολλάκις πρὸς τοὺς πολεμίους παραταξαμένων, ἤδη
τε οὐ πόῤῥω ἡκόντων ἐκποδὼν ποιήσασθαι τὸ ἀντίπαλον, καὶ
τελεωτάτην ἀναδήσασθαι νίκην· οἱ δὲ οὕτω κατόπιν τοῦ ἀναγκαίου
καὶ ἅμα ἐς τὸ πλήθη ἐπιστραφείς· Jj οὐχὶ καὶ ὑμῖν ταῦτα’’
δοκεἴ, co ἄνδρες ξυστρατιῶται ; " οἱ δὲ ἐπευφήμησαν
ξὺν βοῇ, καὶ ὸικαια εἶναι ἀνέκραγον τὰ τῷ στρατηγῷ βεβου-
λευμένα. καὶ οἱ μὲν θαῤὃαλεώτεροι ἐγεγένηντο , καἰ οἶον ὶτέ-
ὁ γὰρ λόγος οὗτος διὰ τοῦ πλήθους ἐξολισθήσας, καὶ
πανταχοῦ περιηγμένος , καὶ παρ’ αὐτοὺς ἀφῖκται τοὺς πέρ
σὰς, ὡς ἄρα στρατιὰ πτ ἔρα Lcoftuix/] πρὸς τῷ Νεόκνῳ πο-
ταμῷ παραγέγονε, καὶ ὅσον οὔπω τοῖς προτέροις ἀναμεΙυὲπαι.
ἀφασίᾳ δὴ οὖν ἅπαντες εἴχοντο, δεδιότες εἰ μέλλοιεν, τοσούτοῖς
ἤδη πόνοις τετρυχωμένοι, πρὸς νέους ἄλλους καὶ βκμῆ-
γενόμενοι, σπουδῇ τε καὶ ἀγρυπνγᾳ οὐκ ἐν δέοντι ἐχρῶντο.
καταλαβόντες γὰρ τὰ ἐπίκαιρα τῶν χωριών , ὑπεκρύπτοντο
αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην
ἐπιπεσεῖσθαι, καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ
αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. ἐπελέληστο
γὰρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα
ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτως ἀφανές τε καὶ ἀδηλότατον,
καὶ πολλὰς ἐπιδεχόμενον ἐφ’ ἑκάτερα ῥοπὰς καὶ μεταβάσεις,
μάλιστά τε πάπων, Αἴας τινὸς καὶ ὑπερτέρας ἀνάγκης ἀπηρτημένον,
ὅσον κὼ σμικρὸν οὐδὲν ἐν ταὐτῷ γίγνεται, ἀλλ’ ἔθνη
ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας
ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολεμικῶν μηχανηάτων·
τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα
θεάσοιντο, τοὺς δὲ γιγνώσκειν ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων
περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσίν
ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν, καὶ συνεπιβάλλειν τὴν
ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν
παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ ποῤῥω τῆς πόλεως ἀφεστηκότα,
παραγενέσθαι ὡς τάχιστα, καὶ ἐπιθειάσαι καὶ τοίνυν
ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως
ἄγειρας, ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας,
ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπομένων καὶ
τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. οὕτω δὲ ξυνενεχθὲν, οὔτε
οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐμενοῦν οὐδὲ οἱ
ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ’ ἑτέρωθεν γὰρ
ἀφιγμένοι, ἀθρέων τῷ περιβόλῳ προσέβαλλον, πλείονί τε ἥ
πρότερον τοξείᾳ ἐχρῶντο , ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς ῾ρωμαίους
ἐκπλήξοντες, καὶ τάχιστα τὴν πόλιν ἁρπασόμενοι.
καὶ ἄλλα ἔπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυ-
καὶ βέλη πυρφόρα ἠκόντιζον , ἔς τε τοὺς καλουμένους σπαλίωνας
ὑπεισδυόμενοι, πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο,
ὡς ξύλινόν τε ὂν, καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ
δάπεδον διορύττειν ἐπειρῶντο, καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι,
οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς
καὶ ἐνηρμοσμένον. ἀλλὰ γὰρ καὶ οἱ ῾Ρωμαῖοι, ἔς τε τοὺς
πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον ξὺν προθυμίᾳ
καὶ ἀπεμάχοντο, ὕσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ
χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. ἥ τε τοῦ Μαρτίνου
ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν
καὶ ἐνεργοτάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅν-
τὰ πλέγματα καταγνύντες. μείονές τε ἄλλοι διασφενδονώμενοι
τὰ κράνη τῶν Μηδῶν καὶ τὰς ἀσπίδας κατέθραυον,
πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν , βιαιότερον
ἐνοχλοῦντες. τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐῤῥήθν,
πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα , ἐπιπλεῖστον ἐφέρετο, ὡς
καὶ πολλοὺς τῶν βαρβάρων, πόῤῥωθεν ἐτι ἐπερχομένους, ἐκ τοῦ
ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι, καὶ καταπίτειν ἐξαπιναίως.
βοή τε ἐπιμέγα ἐπῆρτο , καὶ σάλπιγγες ἑκατέρωθεν
πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις
ἐβόμβουν, καὶ σφοδρότερον ἐπηλάλαζον ἐκπλήξεως ἕνεκα,
ὅ τε τῶν ἵππων χρεμπισμὸς καὶ τῶν ἀσπίδων ὁ πάταγος καὶ
αἱ τῶλ θωράκων συντρίψεις παμμιγῆ τινα καὶ ἄγριον ἀνέπλεκον
ἦχον. ἐν τούτῳ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ ἐκ τοῦ νεῶ
καὶ τῷ κτύπῳ. καὶ αὐτίκα τοὺς ἀμφ᾿ αὐτὸν ἱππότας συστρέψας,
καὶ ἐς τάξιν τινὰ ἐν κόσμῳ καταστησάμενος, τά τε σημεῖα
ἐς ὕψος ἀρθςναι ἐκέλευε , καὶ ἅπαντας ἔχεσθαι ἔργου,
γιγνώσκοντας ὡς οὐκ ἀθεεὶ ἔτυχον τοῦ ἄστεος ἔξεληλυθότες,
ἀλλ᾿ ἐφ᾿ ᾦ δεδίξασθαι τοὺς πολεμίους τῷ ἀπροσδοκήτῳ, καὶ
ἀπελάσαι τῆς πολιορκίας. ὡς δὶ βραχύ τι προελθόντες κατειῖδον
τοὺς Πέρσας ἐγκειμένους τῷ περιβόλῳ , τότε δὴ ἀθρόον
ἐμβοήσαντες, ἐμβάλλουσι τῷ μέρει τῷ πρὸς τῇ θαλάττῃ παρατεταμένῳ·
ἐνεπίμπλαντο, καὶ χύδην ἐς ἑαυτοὺς ἀνελιττόμενοι, ἀπεχώρουν
ἠρέμα ἐς τὰ ὀπίσω, καὶ ἐς ὑπαγωγὴν ἐκινοῦντο. ταῦτα
δὲ πόρρωθεν οἱ Διλιμνῖται θεασάμενοι, ἀμφὶ γὰρ τὸ μεσαίτατον
τοῦ τείχους ἐμάχοντο,) ὀλίγους μὲν αὐτοῦ κατέλιπον, οἱ
δὲ ἄλλοι ἐχώρουν ἐπὶ τὸ πονούμενον. Ἄγγιλας δὲ καὶ Θεόδωρος,
οἱ τῶν ῾Ρωμαίων ταξίαρχοι, ὦν δὴ καὶ πρότερον ἐπεμνήσθην,
ἐπιφρασάμενοι τὴν ὀλιγότητα τῶν μεμενηκότων, ἐπεξίασιν
ἀθρόον τοῦ ἄστεος ξὺν ἀποχρώσῃ δυνάμει· καὶ τὸ μέν
τι αὐτῶν διαφθείρουσιν, ἔνιοι δὲ ἀποδράσαντες ᾤχοντο· τούτους
τε οἱ Ῥωμαῖοι διώκοντες οὐκ ἀνίεσαν. οἱ δὲ ἄλλοι Διλιμνῖται
ταῦτα ἰδόντες , οἵπερ ᾔεσαν ὡς δὴ τοῖς πιεζομένοις
ἐπαμυνοῦντες, ἐπιστρέφουσιν αὐτίκα ἔπι θάτερα, ὑ-
παπιάζειν βουλὀμενοι τοῖς Ῥωμαίοις, ἄμεινον εἶναι ἡγοὐμενοι
εἰ μᾶλλον τοῖς ὁμοφύλοις ἐς ὅ, τι τάχιστα ἐπαρήξαιεν, σπουδῇ
τε ἀτάκτῳ καὶ δρόμῳ πολλῷ ἐφέροντο, ὡς φεύγουσι μᾶλλον
ἀπρεπῶς, ἢ ὅτι ἑτέροις ἐπέρχονται, εἰκασθῆναι. ἔθεον
ὑπῆρχεν ἐν αὐτοῖς τοῦ ὀργιζομένου τὸ ταραττόμενον. ἡ δὲ τῶν
Περσῶν στρατιὰ, ὁπόση δὴ ὡς πλησιαίτατα παρετάττετο, ἰδόντες
τοὺς Διλιμνίτας οὕτω δή τι ξὺν ταραχῇ καὶ ἀκοσμίᾳ φοιτῶντας,
ἕτερόν τε οὐδὲν ἢ ὅτι ἀποδιδὸάσκουσι διανοηθέντες,
καὶ λογιζόμενοι ὡς οὐκ ἄν ποτε ἐκεῖνοι ἐς τοῦτο αἰσ́χονς ἀφίκοντο,
μὴ μεγάλου τινὸς καὶ ἀνυποίστου περιεστηκπός κινδύνου,
τότε δὴ καὶ αὐτοὶ τραπέντες ἀγεννῶς ἐσκεδάννυντο. ἡ
δὲ μελετωμένη τέως φυγὴ καὶ ὑπολανθάνουσα, τότε δὴ αὐτοῖς
ἐς τοὐμφανὲς ἀνεῤῥάγη. ἀλλὰ γὰρ καὶ οἱ Διλιμνῖται ταὐτὰ
περὶ τῶν Περσῶν οἰηθέντες, ξυνείποντό γε αὐτοῖς καὶ συνεξέθεον,
δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο. οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ
ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας,
ἀπηλαύνοντο.
ἐπιόντα οἱ δεινῶς τὸν θρασύτερον τῶν ἐλεφάντων
πλήττει βιαίως ἀνὰ τὴν ὀφρὺν τῷ δόρατι, καὶ ἐμπήγνυσι
ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδονούμενος, τήν τε
προνομίαν νῦν μὲν ὡσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε
πολλοὺς τῶν περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείἐπεοσπηδῶντες
νῶν τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. αὐτίκα δὲ τοὺς ὕπερθεν
ἑστῶτας ἀποσεισάμενος κατέβαλε, καὶ ἐμπατήσας διέφθειρεν.
ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει,
τούς τε ἵππους ἀναχαιτίζων οἶς ἂν ἐμπελάσειε, καὶ τοῖς
ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι
τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι, οὐ μάλα τοῖς ῥυτῆρσιν
ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους μετεωρίζοντες ὁπλὰς, ἔξεκύλιον
τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐζήλλοντο,
πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. τῶν δὲ ἀνδρῶν
ἐς ἑαυτοὺς ἀναχωρούντων, ἁπάντων τε ὠθούντων ἀλλήλους
καὶ παραγκωνιζομένων, καὶ ἑκάστου προτερῆσαι τὸν πέλας
ἐπειγομένου, πλεῖστοι ὅσοι ἐπείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων
τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. οὕτω δὲ τῆς ταραχῆς
ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο,
τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπειραθέντες,
καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι, ἐμπίπτουσι
ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. οἱ δὲ τῷ ἤδη προπεπονηκέναι
τὴν προσβολὴν οὐκ ἐνεγκοιντες, ὠκύτατα ἔφηον·
οὐδὲ τοῦτο δρῶντες ἐν τάξει, οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς
ἐπιόντας, ἀλλ’ ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥσπη ἑκάστῳ προύχώρει.
φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως
οὕτω τε οἱ πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν,
οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε
τῷ ἔργῳ ἀποβεβληκότες.
ἀμφὶ τὸ τεῖχος ἐλέλειπτο. ἐντεῦθεν δὲ φλογὸς μεγάλης
ἐκεκόμπαστο, τὸν περίβολον πυρπολεῖσθαι. τοιγάρτοι ξὺν
πολλῷ τῷ δρόμῳ ἐφέροντο, δεδιότες, οἶμαι, μὴ σφᾶς παραδράμοι
ὁ τοῦ ἔργου καιρὸς, καὶ ἅπαντα τεφρωθείη, πρὶν δὴ αὐτοὺς
ἀνόητα παρακελευσάμενος. οὕτως ἄρα ἡ ἀλαζονεία οὐ μόνον
αὐτοὺς σίνεται τοὺς κεκτημένους, ἀλλὰ γὰρ καὶ οὑς ἂν ἐκεινοις
ὑπηρετεῖν συμβαίη καὶ πείθεσθαι. τούτων δὲ ὧδε ξυνενεχθέντων,
οἱ μὲν Ῥωμαῖοι εὐέλπιδες ὑπῆρχον ἐς τὰ μάλιστά,
ὡς καὶ αὖθις ῥᾳδίως περιεσόμενοι εἴγε ἄρα καὶ ἀναμαχεῖσθαι
περιεβάλοντο. οὐ γὰρ μόνον ἀσπίδας καὶ θώρακας τυχὸν καὶ
γωρυτοὺς βελῶν ἔνιοι τῶν κειμένων ἐπεφέροντο, ἀλλὰ πρε-
πτοὺς παγχρύσους καὶ περιδέραια καὶ ἐλλόβια, καὶ ἄλλα
ἐπειδὴ αὐτὸν τά τε ἐπιτήδεια ἐλελοίπει, καὶ ἤδη χειμῶνος
ὥρα ἐπεγίγνετο, ἐῴκει μὲν αὖθις πολεμησείοντι, καὶ ἐς
τόδε συσκευαζομένῳ. οὐ μὴν ἔργῳ τὸ βούλευμα ἐπετέλει, ἀλλὰ
τὸ τῶν Διλιμνιτῶν στῖφος τῇ ὑστεραίᾳ ἐκπέμψας ἀνὰ τὸ σταδιον,
καὶ ἐς ἐκείνους ὁρᾷν τοὺς Ῥωμαίους ἀναπείσας, ταύτῃ
τε δόκησιν παρασχόμενος τοῦ ἐπελεύσεσθαι, αὐτίκα ὅγε σχολαίτερον
ἅμα τοῖς ἄλλοις στρατεύμασιν ἐπὶ Κοτάϊσιν καὶ
Μουχείρισιν ἐπορεύετο. ὡς δὲ πλεῖστον ἤδη τῆς ὁδοῦ προεληύθει,
τότε δὴ καὶ οἱ Διλιμνῖται λύσαντες τὴν τά·ξιν, εὐκολώτατα
ἀπεχώρουν, ἅτε δὴ κούφως ἀεὶ ἐσταλμένοι, καὶ ἄλλως
ἄλκιμοι καὶ ποδώκεις. παρῆσαν δὲ αὐτοῦ καὶ ἡ ἄλλη
περσικὴ ἀπόμοιρα, οἱ δὴ ἐτύγχανον παρὰ τὸν Νέοκνον ποταμὸν
πρότερον ἀπεσταλμένοι διὰ τὴν Μαρτίνου ἀπάτην, ἀπάτην, ῄπέρ
ἀκλεέστερον μετειληφότες. ἐπειδὴ οὖν ἅπας ὁ στρατὸς ἐνταῦθα
ἐτύγχανε ξυναγηγερμένος, τότε δὴ τὸ πλεῖστον τῆς ἱππικῆς
α'. Ἐς τοῦτο δὲ νιικης τοῖς Ῥωμαιοις τοῦ πολέμου
κεχωρηκότος, καὶ ὥσπερ ἀνακωχῆς τῶν δεινῶν γεγενημένης,
τῶν τε ὅπλων τὸ παραυτίκα ἠρεμηκότων, τότε δὴ ἐς ζήτησιν
ἐνειμένος , ὥσπερ ἀμέλει οἱ ἀστικώτατοι τῶν ἡγεμόνων.
παρῆσαν δὲ αὐτῷ ἄνδρες γράφειν τε ἐς τάχος πεπαιδευμένοι,
καὶ ἐπιτροχάδην ἀναλέγεσθαι τὰ γεγραμμένα· ἄλλοι τε ν́πη-
ρέται σοβαρώτεροι καὶ ἐμβριθεῖς , καὶ δαημονέστατοι τῆς τῶν
Bδικαπηριων κομψείας, κήρυκές τε μεγαλοβόαι , καὶ ol tcovio
μαστίγων ἐπιστάται. anavTeg δὲ οὗτοι ἐκ τῶν ἐν Βυζαντίῳ
ἀρχείων ἐτύγχανον ἀπολελεγμένοι. ἐπεφέροντο δὲ , οἶς τοῦτο
ἀνεῖτο, δεσμούς τε σιδηροῦς περιαυχενίους, κλινοστρόφιά τε
καὶ ποδοστράβας, καὶ ἄλλα ἄττα ὄργανα κολαστήρια. καί μοι
ἐμφρονέστατα τοῦ δέοντος ἐστοχασμένος, ξὺν τοιᾷδέ τινι τάξει
καὶ εὐκοσμίᾳ τὴν κρίσιν προελθεῖν παρακελεύσασθαι, οὐ μ̔̀ νΘν -̔́
πως οἱ ἐκείνῃ βάρβαροι, τῶν Ῥωμαἰ·κῶν σφίσινομιμ́ων κ0μπω-
δέστερον ἀναδεικνυμένων, θαυμάζοιέν τε αὐτὰ καὶ ἐπιπλέον ἄρ-
χεσθαι ὑπὸ τούτων ξυνεθισθεῖεν, ἀλλὰ καὶ ὅπως, εἰ μὲν ὡς μηδίσὰς
ἁλοῖεν οἱ ἀπεκτονότες, οὕτω τε καταδιαιτηθέντες, καὶ ὑπὸ
κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι, εἶτα τῷ παλαμναίῳ
τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ
ἀποχρώντως ἡγήσασθαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς
ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποίνην κομίσασθαι τῶν ἦμαρ
τημένων. δικαστηρίου δὲ καταστάντος, καὶ ἀντιλογίας ἑκατέρωθεν
προελθούσης, καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διαττόντων,
καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει
καὶ ἀποκρινεῖται διαταττομένων, ὄγκου τε δικαστικοῦ φαινομένου,
τὸ χρῆμα ἐγίγνωσκε, καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος
ὑπερβάλλον. ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαντίῳ ἀστοὺς,
καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξιστησι τῶν φρονημάτων, μὴ τι γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκòν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀπικώτατον , ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη.
ἠγμένω, ἀνὰ τὸ λαιὸν μέρος ὶστήκατον, οἷα δὴ φεύγοντε.
Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομώας ἀλλὰ
γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν
ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· „ἄπιστον μὲν
καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ
ἐστὶ τῷ Γουβάζη, τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς
ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους
τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν
ἀπιστεῖν ᾠήθημεν χρῆναι, οὐδὲ μεθεῖναι μὲν τὸ φυ-
λάξασθαι τὰ παρ’ ἐκείνου εἴτε ἴσως διανοηθέντα μόνον] εἴτε
ἐφ’ ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ’ ὑποψίας ἀεὶ
καὶ δείματος εἶναι μεστὸν, καὶ ἐπ’ αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις.
ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) ἑπόμεθα καί
εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ’ ἐκφύγοιμεν
τὰς ἑκατέρωθεν μεταμελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη
καὶ μέσως πως ἔχον, ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν
τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βουλόμενον, εἴτε ἠναγκασμένον.
εἰ δέ γε ὑμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη, καὶ
ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων,
(καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται,) εἰ
διωθοῖτο καὶ ἀντεπιφέροιτο, ναὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας
ὥστ᾿, εἰ που τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ δὲ τοῦτο ἡμῖν ἐσόμενον ἄπο τρόπου, οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος. οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ’ ὡς τυραννοκτόνον ἐπαινετέον.” ἥ μὶν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσαμένη διέγνωστο.
φήσαιμεν , ποιναῖς ταῖς μεγίσταις ὑπάγειν τοὺς δεδρακότας·
πλὴν ἀλλὰ τοῖς ὑμετέροις νόμοις δοκοῦν τὸ χρῆναι καἰ τῶν
ἐμφανῶν πέρι καὶ μεγίστων ἀδικημάτων μὴ πρότερον τὰς κρίσεις
ἐκφέρειν, πρὶν ἂν καὶ λόγῳ τὰ πραχθέντα διαγορεύειν,
ἥκομεν νῦν ἐροῦντες μόνον ἁμωσγέπως τὰ γεγενημένα. οὕτω
γὰρ ἂν καὶ ἧμιν διανυσθήσεται τ·ὸ νενομισμένον, εἰ καὶ τὰ
τῶν λόγων εἶεν ἁπλᾶ καὶ ἥκιστα κεκομψευμένα, ναὶ οἶα τοῦ
περὶ τὸ κρεῖττον φρονοῦντα, καὶ τί δὲ οὔχι τῶν οἰκειοτάτων
κεκτημένον, ἀναίδην οὕτω διαχειρισαμένοις, καὶ πολλῇ τῇ δυσ-
μενείᾳ χρῆσθαι καθ’ ὑμῶν φωραθεῖσι, τῷ τοὺς ἐχθροὺς τεθεραπευκέναι;
δὲ τὰ Κόλχων πράγματα καὶ διεῤῥύη,
δὲ τὰ κοινὰ, εἴ γε μέρος τι καὶ ἡμεῖς οὐκ ἐλάχιστον τῆς
ὑπηκόου τυγχάνομεν ὄντες. καὶ διόλωλεν ὑμῖν τὸ ἀκραιφνὲς
τῶν καθεστώτων καὶ ἄπταιστον, καὶ κατὰ πολὺ τῆς οἰκείας
δυνάμεως μειονεκτεῖσθε· πολιτεία δὲ μὴ διὰ πάντων ἐῤῥωμένη,
ἀλλᾷ βραχεῖά γοῦν τινι μοίρᾳ σφαλεῖσα, οὐκέτι συνεστάναι
δόξειεν ἂν προσηκόντως, τοὐναντίον μὲν οὖν καὶ αὐτὴν
ψεύδεσθαι τὴν ἐπωνυμίαν, τὸ ἐντελῶς ἔχειν ἀφῃρημένη. ταῦτα
δὴ οὖν ἄπαντα δράσαντες, οὔ φασι δεῖν ὑμᾶς τὸ πραχθὲν εἰ
καὶ δεινὸν εἴη σκοπεῖν, μόνην δὲ τὴν γνώμην καθ’ ἣν εἴργασται
διερευνᾷν καὶ προσίεσθαι, καὶ διὰ τινων ἀφανῶν τε–
πολλάκις διαθρυλλοῦντες, παράγειν τοὺς πλείστους ἡγοῦντο.
εἰ τοίνυν καὶ παρὰ τοὺς ἀγῶνας τοιαῦτα προσθεῖεν, γινωσκόν-
των, ὧ δικαστὰ, ὡς οὐ Ῥωμαϊκὸν οὐδὲ δίκαιον τὸ μὲν ἐμφανὲς
οὕτω καὶ προὖπτον ἀδίκημα παραλιπεῖν, ἀδήλοις δὲ
μᾶλλον αἰτίαις ἄλλως αὐτοῖς μεμηχανημέναις ἐξαπατηθῆναι.
οὐ γὰρ ἀνεκτέον αὐτῶν, ὡς μὶν ἀπεκτόνασι τὸν ἄνδρα διαῤῥήδην
πεπορίσθαι πράγμασι τερατευομένων. πῶς γὰρ ἂν τἀναντία
συσταῖεν σφισιν αὐτοῖς, ἢ πῶς, τὴν πρᾶξιν δεινὴν ἀποκαλοῦντες,
ἐπαινεσόμεθα τὴν δράσασαν γνώμην, ὡς τοῦ συνοίσοντος
ἐστοχασμένην; πάλαι γὰρ ἀλλήλοιν ἀποκεκριμένω τνγχάνετον
ὠφέλεια καὶ παρανομία, ὠμότης τε καὶ δικαιοσύνη
διεστηκότα καὶ ἄμικτα καὶ ὁμόσε χωρεῖν οὐπώποτε πεφυκότα.
προὔργου ποιούμενος, πολέμιος ἂν κριθείη δικαίως, κἂν σνμ-
παρῆ, κἂν συστρατεύοιτο, κἀν ὡς ἐγγύτατα τῷ γένει συνῆπται.
τὸν κείμενον· καὶ περιέστηκε τῷ δειλαίῳ μηδὲ τεθνηκότι
τῶν δεινῶν ἀπηλλάχθαι, ἀλλὰ νῦν προδοσίας φεύγειν γραφὴν
καὶ ἅμα πάντα καταστάντες, τιμωρίαν μὲν
ταπως τῳ μηδὲν ἡμαρτηκότι προσήγαγον, ὁποίαν εἰκὸς ἢν
ὑποσχεῖν τὸν ὡς ἀληθῶς τυραννίδος ἁλόντα. ἥκουσι δὲ νῦν,
δέον ἀπολογεῖσθαι, καταιτιώμενοι τὸν ἠδικημένον· καίτοι ἐ-
χρῆν αὐτοὺς πρὶν ἀνελεῖν, εἰ γε ταῖς αἰτίαις ἐπεποίθεσαν, ἐμφανῶς
τὴν πρὸς αὐτὸν ἐνστήσασθαι δίκην, καὶ πρώτους ἐγκαλεῖν,
ἀλλὰ μὴ νῦν κατηγορημένους ἀντεγκαλεῖν. εἰ γὰρ τοῦτο
αὐτῶν πρότερον ἡμαρτημένα, καὶ ταύτῃ πειρᾶσθαι δεικνύειν
τὸ εὐλόγως ἀνθημαρτηκέναι, μᾶλλον γὰρ ἡμεῖς, ἔπι σαφέσι
τοῖς προϋπηργμένοις χαλεπήναντες, ἐνδίκως ἂν ἠμυνόμεθα τούτους·
καὶ τὰ τῆς ἀντιλογίας προσηκόντως ἐχώρει. ἀλλ’ οὐδὲ
πρὸς ἡμῶν οὐδὲ πρὸς ἑτέρων τὰ τοιάδε τολμᾶσθαι χρεὼν, εἴ
τοῖς βουλομένοις ἐξῇ τοὺς οἰκείους δυσμενεῖς οὕτω πως ἀθρόον
ἀποκτιννύναι, καὶ τοῦτο πολλάκις γιγνόμενον μέχρι τοῦ ἐπ’
ἄπειρον ἤδη τολμᾶσθαι προσενεχθείη, πῶς ἂν ὑμῖν τὸ γοῦν
κρίνειν ἀδεῶς ἐν βεβαίῳ διαμένοι; ἁπάντων γὰρ ἀναιρούντων
τε καὶ ἀναιρουμένων, καὶ ταῖς ἀντεπιβουλαῖς χρῆσθαι κατ᾿
ἀλλήλων θαῤῥούντων, οὐκ ἂν φθάσοιτε τὰς τιμωρίας ἐπάγοντες,
ἀλλὰ διαφθαρεῖται μὲν εἰκῆ τὸ ὁμόφυλον, προαφαιρήσει
δὲ τὸν τῆς ἒξετάσεως καιρὸν ἡ τῶν ἀντιδρώντων ἑκάστοτε
παρανομία.
τούτου προδότου διαφθαρέντος, ἅπαν ὑμῖν τὸ συμμαχικὸν
σωφρονέστερον καθεστήξει; προδοτῶν μὲν οὖν ὡς ἀληθῶς καὶ
μηδαμῶς ἀποδεδειγμένης, ἠφάνισται τις ἀθρόον τῶν σφόδρα
λογίμων καὶ τετιμώρηται, καθάπερ διαφανῶς ἐγνωσμένος, πῶς
ἂν ὑμῖν ἐνθένδε τὸ συμμαχικὸν σωφρονήσειε; πῶς δὲ οὐκ ἂν
καὶ δικαιοσύνης, σχολῇ γε ἂν βέβαιοι διαμενεῖτε πρὸς τοὺς
ἀλλογενεῖς καὶ ὀθνείους, καὶ τῆς προσπεσούσης χρείας, οὐ περαιτέρω
γνωριζομένους. ἀλλ᾿ οὔτε μετειλήφατε τοῦ βουλεύματος,
οὔτε τὸ τούτοις ἰδίᾳ προσκείμενον ἄγος ἐπὶ τὸ ούμπαν
κρατήσασαν δόξαν, ὡς ἄρα πιστοὶ τὰ ἤθη καὶ βέβαιοι καθεστήκατε,
καὶ δικαίοις χρῆσθε νόμοις, ἡ τούτων νικήσει κακοδαιμονία.
τοὐναντίον γὰρ καὶ ἡγούμεθα τὸ παρὸν δικαστήριον
ὑπὲρ τῆς κοινῆς τοῦ γένους εὐκλείας συνεστηκέναι, ὅπως ἂν
ἅπαντες ἄνθρωποι γνοῖεν, ὡς οὐδαμῶς ἦν ὑμῖν βουλομένοις
τοιαῦτα τοὺς Κόλχους δεινὰ καὶ βίαια πεπονθέναι. νῦν μὲν
γὰρ ἔσως ἐφ᾿ ἑκάτερα τῶν πολλῶν φοιτῶσιν αἱ γνῶμαι, καὶ
τὰ τῆς δοκήσεως ἐπ᾿ ἀδήλῳ φέρεται τρόπῳ. ἐκ δὲ τῆς σῆς,
ὦ δικαστὰ , κρίσεως τούτων ὅσον οὔπω διαφθειρομένων, γενήσεται
καὶ νῦν γνωριμώτερον, ὡς οὐ προδόται τῶν οἰκέων,
ἀλλὰ σωφρονισταὶ τῶν ἀδικούντων εἶναι πεφύκατε. εἰ γὰρ
καὶ τοῖς λόγοις ἀπολογεῖσθαι δοκοῦσιν, ἀλλ᾿ ἔργῳ κατηγοροῦντες
σφῶν αὐτῶν ἀποδείκνυνται καὶ τὸ παράλογον τῆς μιαιφονίας
Πρίν ἂν ἐκεῖνος, ἐς τελεωτάτην ἀπόστασιν ἀφιγμένος, τὰ πολεμίων
δρᾷν προαχθείη. οἱ δὲ καὶ ταῦτα μήτε στρατηγοὶ καθεστῶτες,
μήτε ἄλλως ἐφειμένον αὐτοῖς ἀδεῶς ὃ βούλοιντο
πράττειν, παραχρῆμα τὸν δείλαιον ἀπεκτόνασιν, οὔτε κατὰ
ἀπειθοῦντι μετρίαν γοῦν ἀνάγκην ἐπαγαγόντες, οὔτε τὴν ἀρχὴν
ἐς πεῖράν τινα καταστάντες, εἴπερ ὁτῳδηοῦν τρόπῳ τοῦ
προστάγματος ὀλιγωρήσει καίτοι μεγαλαυχοῦσι καὶ βρενθύονται,
ὡς τὰ βασιλεῖ δοκοῦντα διανύσαντες, οἵγε καὶ τὴν ἐκείνου
περιορῶντες πεφήνασι γνώμην, ψευδέσι τε χρῆσθαι πρότερον
κατὰ Γουβάζου διαβολαῖς τετολμηκότες, καὶ τἀναντία
τῶν εὖ διατεταγμένων αὐτεπαγγέλτως ἒξειργασμένοι, καὶ, τὸ
λον καὶ εὔνουν καὶ πολλάκις προκεκινδυνευκότα τῶν πέλας εἰναι
πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι, τὸ παρ’ ὑμῖν ἔλαττον
ἀγαπήσας; τις ὁ πρότερον τῆς χώρας ὑπὸ Μηδῶν ἐπὶ πλεῖστον
μᾶλλον ὑποστὰς μετιέναι, ἥ προσηκάμενος τὴν τῶν πολεμίων
φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ;
τις δὴ οὖν οὗτος; ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν
ὑπὲρ ὑμῶν ἴδει, κατορρωδήσας, Γουβάζης, ὧ νόμοι καὶ δίκη !
ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ
τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω
καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ
τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων
ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως
ρηθῆναι. ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐ-
τοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ
βασκανίας εἰς τοῦτο κακοῦ προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν
ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι,
μήτε μὴν διανοηθῆναι. πολέμου γὰρ τοσούτου περιεστηκότος,
ἐμφρόνων μὶν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω
γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι οὗτοι δὲ καὶ τοὺς
πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται·
καὶ, τό γε ἧκον εἰς αὐτοὺς, προσκεχωρήκαμεν τοῖς
ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν,
τὰ πατρῷα νόμιμα φροῦδα , πάντα συμβέβηκεν ἀτεχνῶς,
ὁπόσα στάσεως τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη.
ἡμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας
αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ
ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καἰ βέβαιοι τυγχάνομεν ὄντες,
ἀλλ’ οὐ δίκαιον, ὦ δικαστὰ , τῆς ἡμετέρας ἐπιεικείας τούτους
ἀπόνασθαι, καὶ ἧττόν τι παθεῖν, ἢ καθόσον ἡ τοῦ
βούλεται φύσις.”
νῶν , τὰ πλήθη τῶν Κόλχων (αὐτοῦ γὰρ συνήθροιστο) ἐπαΐεινΑ.
ἔτι συνεμόχθουν τῇ προθυμίᾳ , καὶ συμπεριήγοντο ταῖς μετα-
βολαῖς τῶν σχημάτων · οὕτω τε τὰς ψυχὰς διέκειντο , ὡς ἂν
αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν καὶ εἶτα
ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο , αὐτίκα οἳγε, ἐπισχόντος
βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ
καὶ ἠγανάκτουν ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο
δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν,
τότε δὴ καταβοᾷν ἐς τὸ ἐμφανὲς ἵεντο, καί ἤδη ὑπετονθόρυζον,
καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ
πρὸς τὸ κατηγορεῖν τεταγμένοι, ταῖς χερσὶ καταπαύοντες,
ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. καὶ τοίνυν σιγῆς
φευξούμενοι δίκην· πλὴν ἀλλ’ ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται
καὶ πλείστης ὅσης μεγαλαυχίας ἀνάπλεως. γενήσεται
γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ
προδότην ᾶνδρα καὶ τύραννον ἀπολωλέναι, καὶ τὰ βασιλέως
ἐν ἡμῖν αὐτοῖς , ὡς τοὺς Ῥωμαίους κρατοῦντας ἔτι
τῶν Κόλχων καταλελοίπαμεν , καὶ οὔπω παρ’ πέρων ἀφῃρημένους.
εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον, καἰ
παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεως τε προσ-
έδει τῶν εἰργασμένων , καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους,
καὶ δεδειγμένοις τυχὸν διαπορεῖν ὁποίοις ἂν καὶ χρησαίμεθα
λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις, καὶ. τῷ πραχθέντι λίαν
ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. Ῥωμαίου δὲ ἀνδρὸς
εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες ; οὐδὲ γὰρ εμταδοτέον
αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ
διὰ τῶν ἔργων φανέντι· καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι,
καὶ δεινὰ τετολμῆσθαι φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου·
χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις
ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν ,
ἀλλ᾿ ἔνθα τὸ δίκαιον ἐνεργὸν, καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη
καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα·
εἰ δὲ τούτων μὲν ὡς ποῤῥωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον
δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον, ἀλλ᾿ ἢ τοὺς πέρσας
καθ᾿ ἡμῶν λαθραίως ἐπάγειν, καὶ καταπροέσθαι τὴν χώραν
ἐκείνοις· πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν
τῷ προτερήματι, ἢ, τὴν βασίλειον στολὴν αἰδεσθέντας, ὑπὸ
τοῖς πολεμίοις γενέσθαι; τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον
ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν
ἐπιβουλὴν, καὶ, τὸ παρὸν ἀμωσγέπως παὸακρουσαμένοις, σχολαίτερον
ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ
ὠμότης προεπιφέρειν τὴν τιμωρίαν, καὶ μὴ μᾶλλον ἀρκεῖσθαι
τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. ἔνθα δὲ, τῶν βεβουλευμένων
εἰς ἔργον ἀχθέντων , οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν,
ἀλλ᾿ ἄρδην εὐθὺς ἅπαντα oἴχ́εται, συναφαιρουμένων
τῇ κοινῆ̣ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων,
ἐνταῦθα τὸ τάχος αἱρπέον τοῖς ἔμφροσι, καὶ ὅπως
μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.
τες καὶ ἄγος καὶ μιαιφονίαν , καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες
τὸ γεγενημένον, καὶ πρὸς μόνον τὸ πραχθὲν
ἀφορᾷν ἐκβιαζόμενοι· ἀλλὰ σὸν ἔργον, ὦ δικαστὰ, μνήμην
τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. ἐπεὶ καὶ πολλαχοῦ κατὰ
τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας, ἢ καὶ ἄλλο
τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας, ὁρῶντες νῦν μὲν
τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους,
οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον
εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἷς τὰ τῶν τιμωριῶν
κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. ἀνή-
ρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάξης· καὶ τί δεινὸν , εἰ προδότην
ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν ; καίτοι τὴν τοῦ δυσμενοῦς
ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες, οὐ τῷ πορῤῥωτέρω
ταχθέντι προσήκειν φασιν, ἀλλ’ ὅτῳ ἂν, εἰ καὶ ἑμόφυλος
ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ
τήνδε τὴν ·δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην,
δὴ δεανυμένου , καὶ τὸ δικ· αιως αὐτὸν ἀνῃρῆσθαι συναναφa-
νεῖται. ἅπαν μὲν οὖν ἀεί βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ἧ
τοῖς Ῥωμαιοις , ἀλλὰ τῷ τῆς γνώμης ἀλλοτὸιωτατͅ διεστη-
κὸς καὶ rrj τάξει τῶν νόμων ἀχθόμενον, ἐπὶ τὸ νεωτεροποιὸν
καὶ ταραχῶδες φέρεσθαι πέφυχ· ὲν· καὶ ἥδιστα μὲν ἂν ἐφ’
ἑαντοῦ βιοῦν διατελοίη μμαμῶς ὑφ’ ἑτέροις ταττόμενον , ὡς
μηδὲ τῶν ἀδικημάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν
τε, τὸ yovv τὰ ὁμοδίαιτα τῶν έθ1ῶν καὶ μᾶλλον τοῖς m̓κειοις
πλησιάζοντα τρόποις ἐπάγεσθαι προύργου ποιοῦνται. πλὴν
ἀλλ᾿ εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβαιζης ὑπῆκτο τοῖς πάθεσι,
τῷ βάρβαρος τε πεφυκέναι , καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν
ἀπωτωι ν, ὁ δὲ κὼ πρὸς τ·οῦτο κακώς ἐχώρει καθ’ ἡμῶν, ὡς
μὴ ἔτι διαλανθάνειν οἰέσθαι δεῖν , τοὐναντίον μὲν οὖν καὶ
πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ
ὑποκρυπτομένην δυσμένειαν. ἡμῶν γὰρ διαπονουμένων καὶ
πάντα κίνδυνον μετιό1των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν
τῶν κατὰ γνώμην ἐκβαίη , αὐτὸς οἶκοι μένειν ῳνετο δεῖν σὺν
τοῖς ὁμοφύλοις, καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστάναι. πλὴν ἀλλ’
ἐπετήρει σὺν ἀκρίβειά καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κι-
νήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. εἰ μὲν οὖν μέγιστόν τι
μὲν τὴν ἐγχείρησιν , φαυλότατον δὲ τὸ πέρας ἀποκαλῶν, καὶ
οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. εἰ δέ
που τυχὸν καὶ σφαλείημεν, (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον
οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν , ἀλλ’ ἐπὶ τῶν αὐτῶν
ἀεὶ βεβηκέναι;) ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων
κριτὴς, τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυ
παλίμβολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον, καὶ οἶς καθ’
ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς
ἐκ τούτων ἡμᾶς , οὕτω παρασχὸν, ὑπερβαλλομένοις.
ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν , ἀλλ’ εὐθὺς ἀγγελιαφόροι
σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλα-
νοὺς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰ-
Ῥωμαῖοι κακοὶ τὰ πολέμια , καὶ τῶν βαρβάρων ἡσσῶνται.
καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς
ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει· καίτοι καὶ τοῦτο
δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας τὸ
δὲ ἐφ’ ᾦ πλέον ἐμόχθει καὶ παρεσκεύαστο , ἕτερόν τι καὶ
τοῦδε μεῖζον ὑπῆν. τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ
δρῶν καλοῖτο δικαίως, ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς
καὶ ὑπόσπονδος, καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυ-
ράννῳ κεκόμψευται ; καίτοι κοινῇ δοθὲν ἑκατέροις , οὐκ ἄλλως
διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς , ἢ μόνῳ τῷ πρὸς τὰς
ἐκβάσεις τῶν παρεμπιπτόντων εὖ τε τυχὸν ἢ ἑτέρως διακεῖσθαι
τὰς γνώμας. ἐπειδὴ οὖν ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς
ἀλλ’ εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς
ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πρα-
γμάτων ἐπισκεψώμεθα πείραν, οὑπερ ἧμας ἄγουσα φέρει. κατείχετο
γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς
κατὰ τὴν Ἀρχαιόπολιν περιοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος
οὐ φορητὸν , στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς
ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς
τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς
τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας
ὁπλίτας ἔξ ἐρυμάτων παραταττομένους, καὶ πρός γε τοὺς
ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας, συνεπιλάβοιντο καὶ
συμπαρασταῖεν. τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν τοὺς στρατηγούς;
ἀντιβολεῖν , ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους, καὶ πρὸς
συμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῖές αἰτήσεως
ριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνειχ́πο. οὐ μὴν
οὐδὲ σκήψεις τινὰς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ’ ἐς προκάλυμμά γε
ὅμως τῆς ἀποῤῥηισεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμπετο δὲ
μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον
τὴν a̓ζιωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς,
καὶ δυσμενῶς μὲν εἰς αὐτοὺς ἀφυβρίζων, ὡσπερ ἀνδρίαν τοῦτο
ἡγούμενος, καὶ βασιλεῦσι πρέπον· ij γὰρ τὸ ὸιαῤῥήδην ὑπὲρ
τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. εἶτα διαμέλλειν ἐχρῆν
καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασΔειον γράμμα ὸει-
κνύειν, ἐφ’ ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς oi-
κειας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον ;
καὶ πῶς οἶόν τε ἦν, εἴγε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ’
ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας
καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ
τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὶν
ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες, τοσούτων συμφορῶν ἐσμὸν
παρόντα ἤδη καὶ ὠδινόμενον ουυτω πως εὐκολώτατα κατεπαόσαμεν,
ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς εἰπ́ερ ὅλως τι κὼ ηνμελλεν
ἔσεσθαι.
μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδμῶς ἠκολουθηκότας. τῷ γὰρ οὐ λίαν εὔδηλον, ὡς τὸ γῳῳφθαι,
χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπωι εἵ
μὲν ὂν ὑπῆρχε καὶ βάσανος , εἶπερ αὐθαιρέτως ἔαν οἱ τοῖς
χθημεν ἂν,. οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος
ζην, καὶ ληρώδεις ἀγῶνας ἐγείρειν, καὶ τῆς τῶν πραγμάτων
ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν.
ἀλλ’ οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ πέρσαι παρόντες
δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ
δότης, καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τι διαφέρειν
οἴονται σφισιν οἱ Κόλχοι, εἴτε παρ’ ἡμῶν εἴτε παρ’ πέρων
ἀνῄρηται; ἧται; οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις
ὁ τῆς ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν·
ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καἰ προσῆκον
ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν, καὶ τὸ κοινῇ συνοῖσον ἐς
δύναμιν κατορθοῦν. οὐκοῦν εἰ καὶ βδελυροὶ κατ’ αὐτοὺς καὶ
κατάπτυστοι καθεστήκαμεν , ἀλλὰ πιστότατοι βασιλεῖ καὶ φιλορώμαιοι,
εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς , ὦ δικαστὰ, καλὸν
μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ’ ἡμῶν ἐν δέοντι τολμηθὲν,
οὐκ ἄνευ δὲ τῆς τοῦ Μαρτίνου γνώμης γεγενημένον.”
ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος,
ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισμοῦ
χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν
κατὰ τῶν στρατηγῶν, ἀνθ᾿ ᾧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ
πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα
ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτινῳ λεχθὲν, ὡς ἄρα καὶ
ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευμένων, ἀνοίσειν βασιλεῖ
διενοεῖτο. τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι
κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε θᾶττον αὐτοὺς διαφθαρῆναι,
τὰς κεφαλὰς ἀφαιρουμένους. καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμενοι,
καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες, μέγιστον θέαμα
τοῖς Κόλχοις εἶναι ἐδόκουν, καὶ πλείστῃς ἄξιον εὐλαβείας.
ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ
διαπρύσιον, καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους, καὶ φόνων
ἀδικ́ων ἀπέχεσθαι. ἔπει δὲ αὐτοῖς καὶ ἀπετέτμηντο οἱ αὐχέ-
νες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο , ἀποβεβληκότες τὸ
τετολμημένα· τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι,
λέγοντες δὲ, ὡς ἐπειδὴ ἐκπλείστου τὰ περσῶν ἐτύγχανον
ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν
καὶ Ῥωμαίων, καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας
δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι , λύ’ μὲν ὡς δὴ χρυσίον τοῖς
ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ
τοῦ παντὸς γένους διαπραξάμενον. „Παρὸν τοίνυν ἡμῖν”
ἔφασαν οἱ πρέσβεις ἢ ἄρδην ἀπολωλέναι, ἢ προτερήσασι δό-
καὶ τὰ ἡμέτερα αὐτῶν ᾖ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόπολιτεύμενα εἰλό-
μεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρό-
τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι
ὡς οἰκείας τολοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι·
καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν, οὐδὲ
ἄσημον; ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ περσῶν ἐπικρατείᾳ
προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμάς
ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν, καὶ καρτερώτατα ξυν-
ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι
τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες,
καὶ ἕκαστα διαγγείλαντες, μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλ-
ἐπιστρατεύειν. ἀλλὰ Βούλης μὲν καὶ Ἰουστῖνος ἀνὰ
τὴν Νῆσον μένειν ἐτετάχατο , φρουρήσοντες τὰ ἐνθάδε , καὶ
ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἅνδρες
ὁ τῆς Τζαννικῆς δυνάμεως πρωτοστάτης , ὥς μοι πολλάκις
ἐῤῥήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. καὶ οἱ μὲν εἴχοντο
τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος
ἐπιστήσεσθαι ὡς ἡγησόμενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν
ἀστρατήγητοι εἶεν , ἄρχειν τῶν ὅλων ἐλαχέτην , ἕως ἔτι διὰ
τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλ-
χος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων
τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνιῶν καὶ
ματός τε μετῆν καὶ παῤῥησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ
τῆς τῶν Ῥωμαίων παρασκευῆς, καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς
τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ
θέρους ὥρα ἐξήκοι. πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς
ἀντιτάττεσθαι ἀνόνητον τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον.
οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατεύματα ἠρέμει, κὼ οὐδὲ
ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾷν διανίσταντο, ἀλλ’ ἐπετήρουν
ἀλλήλους καὶ ἀνέμενον, εἰ γέ τις πρότερος ὁρμηθείη. παρῆσαν
δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ
μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ
ἐκείνοις , νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς
τἀναντια μεταβαλλόμενον. πολλάκις μὲν γὰρ τοῖς Ῥωμαιοις,
κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν Διλιμνιτῶν
ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτμαχίᾳ, ὥς μοι ἕκαστα
μὲν οἱ αὐτοὶ, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὅντες καὶ ἐκ
τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι.
σαφέστατα ἐγνωσμένον, καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ
ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατελοῦσιν, ἤλαυνον εὐθὺς
ἐπ᾿ αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. περιστάντες δὲ
κύκλῳ τὸ ἕρκος, (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ᾿ ἐς ὅσον
τούτῳ δὴ οὖν πελάσαντες, ἔβαλλον πάντοθεν τοὺς βαρβάρους
ἀκοντίοις τε καὶ λιθοις καὶ τοξεύμασι, καὶ παντὶ τῷ
προστυχόντι. οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ
τὸ ἀτρεκὲς ὑποτοπήσαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπε-
εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λώιον τῆς
καὶ ὡσπερ ἀρκούμενοι τῷ γεγενημένῳ , ἀπεχώρουν δρομαῖοι,
καἰ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες, ἐν τῷ ἀσφαλεῖ
καθίσταντο , τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώμενοι
δὲ μόνον ἐπὶ Μαξεντίῳ· ἐτύγχανεν γὰρ τῶν ἀνὰ τὴν ὕλην
διαδύντων βαρβάρων ὑπότου βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην
ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι.
παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι.
ἔστειλεν ἐκ τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱπ-
ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖον τινα κατείργαστο
καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι.
τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω , γᾶι τὴν πόλιν παραστησάμενος,
ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καἰ ὅσην μὲν Περσικὴν
εὗρεν ἀπόμοιραν , τούτους δὴ πανωλεθρίᾳ διέφθειρε,
τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον , ἐπειδὴ αὐτοὺς διέπω
τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν
μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ
ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου , οἱ
μὲν πέρσω εὐθὺς μετανίσταντο, καὶ ἐπανῄεσαν ἔς τε τὸ Κο-
τάϊσιν καἰ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βονλόμενοι,
χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Mισιμιανοὺς ἐπικουρίᾳ·
οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ᾿ ἐκεῖνο τοῦ και-
αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος,
οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Mισιμιανῶν χώραν
καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Mαρτῖνος,
ἐφ᾿ ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα
διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ πάρει
λετο καὶ ἀνέχοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενήκει,
ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ
τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν,
ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. πρῶτα μὲν οὖν
ᾠήθησαν χρῆναι ἀποπειρᾶσθαι τῶν Mισιμιανῶν, εἴ που ἄραι
ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα
πρεσβευσομένους. οἱ δὲ Mισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς
ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνομένοις τὸ τοῦ φθάσαντος
κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα , τοὺς πρέσβεις ἀθρόον
ἀπέκτειναν , καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ
ἀγχιτέρμονας, καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ
Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς
τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας.
οὔνποτε δυνήσεσθαι τοὺς ῾Ρωμαίους παραμείψασθαί τε αὐτὴν
καὶ ἀτριβὴς ὑποφαίνεται, καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον πορευομένῳ βατὴ εἶναι ῥᾳδίως καὶ εὐεπίδρομος, ὡς εἴγ8
τις ἐπιστὰς τῇ ἀκρωνυχίᾳ διακωλύοιτοὺς ἐπιόντας, μήποτε
διαβήσεσθαι πολεμίους , μηδὲ εἰ πλῆθος εἶεν ἀνάριθμον, μηδὲ
εἰ κοῦφοι ἅπαντες καὶ εὐσταλεῖς, ὁποίους φασὶ τοὺς Ἰσαύροῦς.
τούτῳ δὴ οὖν τῷ χώρῳ πίσυνοι, ἐς ἀπόνοιαν ἐτράποντο
ἐν ὀργῇ ἐποιήσαντο τὸ γεγενημένον. καὶ δὴ τῶν βαρβάρων
μελλόντων , καὶ οὔπω φρουρὰς τῷ λόφῳ καταστησάντων,
προτερήσαντες κρατοῦσι τῆς ἄκρας ῥάχιας, καὶ οὐδενὸς εἴργοντος
ὑπερβάντες, ἐς τὰ ἱππάσιμα τῆς χώρας ἅπαντες καὶ
ἀναπεπταμένα παρῆλθον πεδία. οἱ δὲ Mισιμιανοὶ ἐπειδὴ τῆσδε
διήμαρτον τῆς ἐλπίδος , αὐτίκα τὰ πλεῖστά γε καὶ περιττὰ
τῶν σφετέρων φρουρίων ἐμπρήσαντες, ὡς οὐχ οἶόν τε ὂν ἅπασιν
ἀρκέσαι, ἐς ἕν τι μόνον, ὅπερ ὀχυρώτατον αὐτοῖς ἐδόκει,
ἐπίκλην ἀποκαλοῦσιν. ὀλίγοις δέ τισι τῶν Ῥωμαιων καὶ οὐ
πεζοὶ ἅμα καὶ ἱππόται, οἰόμενοι ἅπαντας τῷ πλήθει ζυλλαβοντες
ῥᾳδίως διαχειριεῖσθαι. οἱ δὲ τῇ τῶν πολέμων ἐμ-
πειρίᾳ ἐς γεώλοφόν τι ἀναδραμόντες, ἀρετῆς ἐπεδείκνυντο
ἅπασαν τὴν φάλαγγα τῶν πολεμίων, νῦν δὲ αὖθις ἀναθεόντων
(ἐτύγχανον γὰρ ἤδη ἅπαντες ἀλλήλοις
ἐνέκειντο μάλα διώκοντες, ἴως τοὺς πλείστους πολεμίους ἀπέκτειναν,
ὡς μόνους ἐκ τοσούτων ὀγδοήκοντα ἄνδρας ἐς τὸ Σιδηροῦν
ἐκεῖνο φρούριον ἀποσωθῆναι. εἰ μὲν οὖν αὐτίκα ὅπως
εἶχον ὁρμῆς οἱ Ῥωμαῖοι ἐπῆλθον τῷ ἐρύματι , καταπεπληγμένων
τῶν βαρβάρων τοῖς ξυνενεχθεῖσιν, πάντως ἂν, οἶμαι,
αὐτοβοεί γε ἅπαντας εἷλον, καὶ αὐθημερὸν ὁ πόλεμος ἐτελεύτα.
τοῦτο, τοὺς δὲ ἄλλο τι ἀρέσκον, ἐρέσκον, ἐπράσσετο οὐδὲ ὁπότερον
τῶν βεβουλευμένων· ἕκαστος δὲ χαλεπαίνων, ὅτι μὴ τὸ
οἰκεῖον ἐνίκα, ἐκμελῶς πως καὶ ἀταλαιπώρως προσῄει τοῖς
ἔργοις, καὶ μᾶλλον ἥδετο τοῖς ἀποτεύγμασιν, ὡς ἂν ἔχοι μεγαλαυχεῖν
ὕστερον καὶ παῤῥησιάζεσθαι πρὸς τοὺς πέλας, καὶ
ἀλλὰ ὄκνῳ εἴκοντες καὶ ῥᾳθυμίᾳ, ὁδοῦ πάρεργα
ἡγοῦντο τὰ σπουδαῖα καὶ ἐπικαιρότατα, κατόπιν μὲν τοῦ προσήκοντος
καιροῦ ἐπιφοιτῶντες τοῖς ἐναντίοις, πρωϊαίτερον δὲ
ἄνδρα Καππαδόκην μὲν τὸ γένος, ἀξιώματι δὲ στρατηγικῷ ἐκ
πλείστου τετιμημένον, ᾧ δὴ ὄνομα ἦν Ἰωάννης, Δακνᾶν δὲ
αὐτὸν προσεπωνόμαζον, ἔσταλτο δὲ ἐς Κόλχους οὐ πολλῷ ἔμπροσθεν
ἐκ βασιλέως, τὸ ῾Ρουστίκου ἔχων ἐπίταγμα, ἐφ᾿ ᾧ
ἕκαστά τε τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς διαγγέλειν, καὶ τῶν
σθαι. οὗτος δὴ οὖν ὁ Ἰωάννης ἐς Μισιμιανοὺς ἀφιγμένος
τῶν γὰρ οἰκήσεων αἱ πλεῖσται οὐκ ἐν αὐτῷ δήπου
τῷ περιβόλῳ ἐτύγχανον οὖσαι, ἐλλ' ἐπὶ σκοπέλῳ τινὶ ἀγχοῦ
παρατεταμένῳ, φάραγγες δὲ ἐν αὐτῷ καὶ πέτραι ἀπεῤῥωγυῖαι,
ἐπιπλεῖστον διήκουσαι, δυσπρόσοδα λίαν καὶ ἄπορα τοῖς ὀθνείοις
καὶ οὐκ εἰθισμένοις τὰ τῇδε ἅπαντα ἐκτελοῦσιν. τό γε
μὴν ἐπιχώριον ἐμπειφίᾳ τῶν τόπων ἔκ τινος στενωτάτης ὁδοῦ
καὶ ὑπολανθανούσης, μόλις μὲν καὶ αὐτοὶ καὶ πεπονημένως
καταφέρονται δὲ ὅμως, εἴπου δεήσοι, καὶ αὖθις ἀνέρπονυσιν.
ὑπὸ δὲ τὸν πρόποδα ἐν αὐτῷ δὴ τῷ χθαμαλῷ καὶ ἡπλωμένῳ
τῷ καολωνῷ ἐνοικοῦντες. τότε δὴ οὖν, (ἐπετήρουν γὰρ οἱ Ῥωμαῖο
ὐποκρυπτόμενος ἡσυχῇ ἔμενε καὶ ξυνεχώρει· ὡς δὲ ἐκεῖνοι
τὰς κάλπεις ἐμπλήσαντες ἐπεπορεύοντο, εἵπετο λάθρα ὀ Ἴσαυρος
καὶ συνανῄει, ἕως ἐπ' ἄκρου γενόμενος τήν τε τοῦ χω-
ρίον θέσιν, ὡς οἷόν τε ἦν ἐν σκότῳ, ἄριστα ἐπεφράσατο, καὶ ὅτι
οὐ πλείους ἢ ὀκτὼ ἄνδρες ἐτετάχατο ἐς τὸ κατασκοπεῖν τὴν
ἄνοδον καὶ διαφυλάττειν. ταῦτα τοίνυν ἅπαντα καταγνοὺς,
δρας ἑκατὸν ἀπολεξάμενος ἀλκίμους τε καὶ θαῤῥαλέους, ἔστειλεν
ἐπὶ τὴν ἐφοδον, κατασκοπήσοντάς τε τὸν χῶρον, καὶ ἐπιθησομένους
ὅπῃ παρείκοι εἴρητο δὲ αὐτοῖς, ἐπειδὰν βεβαιότατα
ἀναβαῖεν, τῷ τείχει προσβάλλοντος ἑκατέρωθεν τοὺς πολεμίους
διακυκηθῆναι.
ὁ τῶν Τζάννων ταξίαρχος· καὶ οὕτως ἑξῆς ἅπαντες οἱ
περιφανῶς ἐκάθευδον, καὶ ὑπορέγχοντες ἔκειντο. εἷς δέ γε
μόνος ἐπ' ἀγκῶνος ἐρηρεισμένος, ὥσπερ ἐγρηγορὼς διετέλει.
ξυνείχετο γὰρ γὰρ καὶ ὃς τῷ ὕπνῳ καὶ ἐκαρηβάρει· οὔπω δῆλος
τὴν ἀσπίδα. πατάγου δὲ ὥσπερ εἰκὸς μεγάλου ἀρθέντος,
ἀνέθορον ἅπαντες οἱ φρουροὶ διεπτοημένοι καὶ ὑπὲρ τῆς εὐνῆς
τοὺς ἐν τῷ σκότῳ ἑστῶτας διορᾷν οὐκ ἠδύναντο, καὶ ὁ κτύπος
αὐτοῖς καθεύδουσι προσπεσὼν, οὐ μάλα ἐναργὴς ἦν, οὐδὲ
ἀποκεκριμένος, οὐδὲ ὁποὶος ὅπλα παραδηλῶσαι κατεωεχθέντα·
οἱ δὲ Ῥωμαῖοι ἐς τὸ ἀκριβὲς ἕκαστα κατεθεῶντο. τοιγάρτοι
τὸ βάδισμα ἐπισχόντες, ἀτρέμα ἐμενον, ὥσπερ τῇ γῇ ἐνεῤῥιζωμένοι,
καὶ οὔτε φωνῆς ἦχος ἐψιθυρίζετο, οὔτε τοὺς πόδας
μετρίως γοῦν μετεκίνουν, ἀλλ' οὕτως ὥσπερ εἶχον προσεπεπήγεσαν,
μεγάλην ἐπαφιέντες κατὰ τοῦ πρανοῦς ἐξεκύλιον, ὡς ἅπαντας
ἐπιτρίψαι τοὺς ἐπερχομένους. τῷ τοι ἄρα ἐκεῖνοι ἄναυ-
δοί τε εἱστήκεσαν καὶ ἀδόνητοι, καὶ αὐτὴν δὴ τὴν τοῦ πνεύματος
φορὰν ξυστέλλοντες ἠρέμα καὶ ταμιευόμενοι. καὶ ἄγαμαί
γε αὐτοὺς ἔγωγε τῆς εὐκοσμίας, ὅτι δὴ ἅπαντες ἅμα
ὥσπερ ἐκ συνθήματος ἐν ἀκαρεῖ χρόνου τοῦ συνοίσοντος ἐστοχασμένοι,
ἐνεκαρτέρουν τῇ τάξει, καὶ διενοοῦντο ἐν ἑαυτοῖς
καὶ πρός γε ἐκεὶνον τὸν ἡμιάγρυπνον, ὡς ἄν τις αὐτὸν ἐπιτωθάζων
ἐπικαλέσοι. καὶ τολοιπὸν ἀδεῶς ἀνὰ τὰ πρόσω χωρήσαντες,
ὅμως ἀνεγρόμενοι ἐπ᾿ ἀλλήλους φοιτᾷν ἵεντο καὶ ξυναθροίζεσθαι,
καὶ ἄλλοι ἤμελλον, καὶ λώφησις οὐκ ἦν τοῦ κακοῦ, ἁπάντων
ἐπειγομένων. ἤδη δὲ καὶ γύναια πολλὰ διαναστάντα θύραζε
ξυνέῤῥει ὀλοφυρόμενα· ἀτὰρ οὐδὲ τούτων ἀπείχοντο οἱ Ῥω-
καὶ ἡ μὲν δορατίῳ τὴν γαστέρα διατορηθεῖσα,
ἐτεθνήκει , τῶν δέ τις Ῥωμαίων ἀνελόμενος τὸ λαμπάδιον
τοῖς πορρωτέρω ἔτι τὰ ποιούμενα διαγγέλλειν. τότε δὴ οὖν
καὶ μᾶλλον οἱ βάρβαροι χύδην ἀπώλλυντο. οἱ μὲν γὰρ οἶκοι
μεμενηκότες ἐπυρπολοῦντο ἢ κατεχώννυντο· τοῖς δὲ πρὸς τὰ
ἐκτὸς διεκπίπτουσιν ἑτοιμότερος ὁ ἐκ τῶν ξιφῶν ὄλεθρος
ἐφειστήκει. παῖδες δὲ πολλοὶ κλαυθμυριζόμενοί τε καὶ τἀς
τεκούσας ἀναβοῶντες, ἡλίσκοντο· καὶ τούτων τοὺς μὲν
τῶν πετρῶν ἀφειδῶς ἀκοντίζοντες, διεσπάραττον· ἔνιοι δὲ
σφόδρα τοὺς Ῥωμαίους τῷ τῶν Μισιμιανῶν γένει,
τοῦ τε Σωτηρίχου ἕκατι, καὶ τῆς ἐπὶ τοῖς πρέσβεσι παρανομίας.
ἔδει δὲ ὅμως οὐχ ὅσον καὶ ἐς αὐτὰ δὴ τὰ νεογνὰ βρέ-
φὴ , καὶ τῶν τοῖς γονεῦσι τετολμημένων οὐδὲν ἐπιστάμενα,
ἄνδρες τῶν Μισιμιανῶν ἐς πεντακοσίους εὖ μάλα τεθωρακισμένοι,
τοῦ φρουρίου ἐκβάντες , ἐς αὐτὸ δὴ τὸ λυκαυγὲς
οἱ δὲ ξὺν ταραχῇ ἐπὶ τὸ κάταντες ὑπαγόμενοι, συχνῶν
τε καὶ ποικίλων τραυμάτων ἀνάπλεοι ἐς τὸ στρατόπεδον ἐπανῆλθον,
τοῖς τε ἀκοντίοις τῶν πολεμίων βληθέντες, κὼ τῷ
περιπταίειν θαμὰ ταῖς πέτραις διακεχαραγμένοι τὰ σκέλη·
καὶ ἐπ’ ἐκεῖνον αὖθις τὸν σκόπελον ἀνέρπειν ἥκιστα διενοοῦντο,
τῷ δὲ περιβόλῳ ἐπιφέρεσθαι ᾗ μᾶλλον ἐπίμαχος εἶναι
ἐδόκει, καἰ ἅμα τὴν τάφρον καταχωννύναι. καὶ τοίνυν
ποιούμενοι τὴν πολιορκίαν. οἱ δὲ βάρβαροι ἐμόχθουν
μὲν σφόδρα ναὶ ἐπιέζοντο, πλὴν ἀλλ᾿ οὔπω ἀνίεσαν ἀμυνόμενοι.
ἤδη γάρ τινες σπαλίωνα κομίζοντες , ἐπ᾿ ἐκεῖνα δὴ τὰ
τῶν Ῥωμαίων ἕρκη ἐχώρουν ὡς ἅπαντα καταβαλοῦντες. πρὶν
ὁ σπαλίων, καὶ ἠρήριπτο ἀνατετραμμένος, καί πως
ἐς τἀναντία τοῦ κύτους περιηγμένου, ἀνεκαλύπτοντο οἱ ἄνδρες
καὶ ἀπεγυμνοῦντο. καὶ τοὺς μὲν ἄλλους ῥᾳδίως οἱ Ῥωμαῖοι
τοξευθεὶς διαφθείρεται. καἰ αὐτοῦ καταπεσὼν, ὑπὲρ τὸν οὐδὸν
ἔκειτο, ὀλίγον μέν τι τοῦ σώματος μεθεὶς, τῷ δὲ πλείονι μέρει
πόνοις, καὶ τῆς πρὸς Ῥωμαίους δυσμενείας
μάλιστα ὅτι αὐτοῖς οὐδὲ ἡ ἀπὸ τῶν Περσῶν κατὰ τὸ ξυγκείμενον
ἀφῖκτο ἐπικουρία· ταῦτα δὴ οὖν ἀναλογισάμενοι, καὶ τὴν
οἰκείαν ἀναμετρήσαντες δύναμιν , καὶ ὅτι οὐκ ἀξιόμαχοι ἔσονται
τότε γοῦν ἀναμνησθέντες, εὐθὺς ἐπρεσβεύοντο πρὸς Ἰωάννην,
καὶ ἱκέτευον, μὴ σφᾶς πανωλεθρίᾳ διαφθεῖραι, μηδὲ ἀνάρπαστον
ἄρδην ποιήσασθαι γένος ἐκ παλαιοῦ κατήκοον καὶ ὁμόδο-
ξον τὰ ἐς τὸ θεῖον καἰ πλεῖστα ὅσα προηδικημένον, οὕτω τε
ἐληλυθὸς ἐς τὸ ἀντιδρᾶσαι, βαρβάρῳ καὶ τοῦτο ἀνοίᾳ· οὐ μὴν
παντάπασί γε φειδοῦς καὶ συγγνώμης ἀνάξιοι ἔφασκον εἶναι,
τοσαῦτα ἤδη δεινὰ πεπονθότες , καὶ μεγίστας ποινὰς ἀναπλήσαντές,
καταφλεχθείσης μὲν αὐτοῖς τῆς τοῦ φρουρίου περιοικίδος,
καὶ ὅτι ἀποχρώντως ὡς ἀληθῶς οἱ ἡμαρτηκότες ἐτετιμώρηπο
τοιγάρτοι ὁμήρους λαβὼν, καὶ τὰ χρήματα ὁπόσα ὁ
Σωτήριχος ἐπεφέρετο, τά τε ἄλλα καὶ πρός γε τὸ ἐκ βασιλέως
χρυσίον· ἦν δὲ ἐν νομίσμασιν ἐντελέσι τε καὶ ἀκιβδήλοις δισδισμυρίοις
τε καὶ ὀκτακισχιλίος πρὸς ἑτέροις ὀκτακοσίοις· ταῦτα
νοῦ καδισ́τησιν ἀντ’ αὐτοῦ στρατηγὸν αὐτοκράτορα τῶν τε
ἐπιβουλῆς οὐκ ἐλάχιστον μέρος γεγενημένον. κατεῖχε δὲ
τέως τὴν γνώμην καὶ ὑπελάνθανε, μὴ χρῆναι οἰόμενος ἀνακινῆσαι
τὸ ἄρχον καὶ μετασκευάσασθαι ταραττομένων ἔτι
τῶν τῆδε πραγμάτων, καὶ μάλιστα τῆς στρατιᾶς ἡδομένων
τῷ Mαρτιινῳ , διὰ τε τὴν τῶν πολεμικῶν ἔργων ἐμπειρίαν
καὶ τὸ ἕκαστα ἐν δέοντι διατάττειν. οὗ δὴ ἕνεκα, οἶμαι, καὶ
διεσέσωστο, ἐπεὶ ἂν καὶ αὐτὸς Ἰωάννῃ τε καὶ Ῥουστικῳ ξυνεεθνήκει·
νῦν δὲ ὥσπερ αἰδοῖ τῶν τροπαίων καἰ τῆς εὐβουλίας
ᾖ δὴ παρὰ τοὺς κινδύνους ἐχρῆτο, ὑφελὼν ἠρέμα καὶ
ὑποχαλάσας τοῦ νόμου τὸ λίαν ἀκριβὲς καὶ ἀτιθάσευτον , ἐφῆκε
μὲν τὸ ἐπίκλημά, ανρχειν δὲ οὐ ξυνεχώρει ἀλλὰ ἰδι-
κατὰ γένος, καὶ ἄλλως ὀνομαστότατον ἐν τῷ τότε εἶναι
δοκοῦντα, μετάκλητον ἐν Βυζαντίῳ ποιησάμενος, ἅπασάν
τε αὐτῷ παραδίδωσι τὴν ἀρχὴν, καὶ αὖθις ἐς Κόλχοις ἐκ-
πέμπει τοῖς ἐφεξῆς ἁρμοσόμενον. ἦν δέ τις ἐν τῷ ἀμφ’ αὐτὸν
ὁμίλῳ Ἰωάννης ὄνομα, Λίβυς ἀνὴρ , ἀφανὴς μὶν
πρῶτα καὶ πενιχρότατος, ὡς καὶ τοῦ ἀποζῆν ἕνεκα μισθαρνεῖν
ἕκατι ἀπαναίνεσθαι, ῥητόν τι μέτρον χρυσοῦ αἰτεῖ τὸν στρατηγὸν,
ὁμολογῶν, εἰ κομίσοιτο, αὐτῷ τε τῷ παρασχόντι ἐς ὅσον
ἂν ἕλοιτο χρόνον τὰ ἐπιτήδεια προσφόρως ἐκποριεῖσθαι, καὶ
πρός γε ὁπόσον παρῆν θητικόν τε καὶ δοῦλον, καὶ ὅσοι ἄλλοι
τῆς προσηκούσης τροφῆς ἐμπιπλάναι. ταῦτα δὲ πράττων
ἐπηγγέλλετο οὐ μόνον ἀποσώσειν τὸ χρύσιον ἅπαν καὶ
ἀντικαθεῖναι ὁπόσον ἂν λάβοι, ἐντελὲς καὶ ἀλώβητον, ὡσπερ
ἐκδεδανεισμένον, ἀλλὰ γὰρ καὶ ἕτερον προσεπιδοῦναι . καὶ ἐδόκει
μὲν τοῖς πολλοῖς κόμπος εἶναι καὶ οἷον αἴνιγμα τὸ εἰρημένον·
ὁ δὲ Ἰουστῖνος, καίτοι δέον αὐτὸν νεμεσῆσαι τῇ τοῦ
Αιβ́υος ἀβελτηρια, ἐπιστάμενον ὡς οὐκ ἂν τὴν ιπóσχεσιν διανύσειεν
ξυνθήκαις ἐφίησιν αὐτῷ πράττειν ὅ, τι καὶ βούλοιτο.
τάλαντα προφέρων,τοσούτων ὑμᾶς” ἔφασκεν ,,ἀνάγκη χρημάτων
ἀποδόσθαι καὶ μεῖον οἰκ ἔνεστιν . ἀλλὰ τὸ τίμημά δέχκσθε
χεσθε πρότερον, καὶ ὅπως μοι τὴν ταχίστην ἁιπαντας τοὺς βόας
ἀποκομιεἴτε.” τῶν δὲ ἱκπευόντων ἀνεῖναι καὶ ἐπομνυμένων,
ἦ μὴν μηδὲ ὅσον ἀροῦν τὰ λήϊα ἀποχρώντως κεκτῆσθαι,
ἀνενευε μάλα σεμνῶς ὁ κατάρατος, καὶ δεινὰ ἐποιεῖτο εἰ μηδὲ
πάλιν δὲ ἐνθένδε ἰὼν καὶ ἑτέρωθι παραγενόμενος,
ἔνθα καμήλων τυχὸν ἢ ὀρέων οὐδὲ ὄνομα ἠκούπο, ὁ δὲ τούτων
ἕνεκα ἥκειν ἐβόα, καὶ τοῖς ὁμοίοις χρώμενος πάλιν ἐπε-
δείκνυε χρυσίον, καἰ πάλιν λαβὼν ἀπεχώρει. οὕτω δὴ οὖν
ἁπανταχοῦ περινοστῶν καὶ ἀναζητῶν τὰ μὴ παρόντα, καὶ
τοῖς προσγινομένοις. ἐπειδὴ δὲ ἐς Κόλχους ἀφίκετο, ταὐτά
τε ἔπρασσε, καὶ πρός γε ναῦς φορτίδας οὐκ οἴδα ὅπως ἐπικτησάμενος,
καὶ τοὺς καρποὺς τοὺς ἐπιχωρίους βιαιότατα
ξυναθροίζων, καἰ πολλὰ ἐλαχίστου ὠνούμενος, ἐς τὴν ἀλλοδαπὴν
ἐξεφόρει καὶ διεπίπρασκε. σπάνις μὲν οὖν τῶν ἀναγκαίων
εἰκότως ἐπεγίγνετο τοῖς στρατεύμασιν, ὡς καὶ πόας
εἶναι ὠνίους. ὁ δὲ μιαρὸς ἐκεῖνος μεταβολεὺς καὶ· παλιγκάπηλος
μέγιστα κέρδη προσεποιεῖτο. ἐκ τούτων δὴ οὖν τῶν
ὁ δὲ, καίτοι γιγνώσκων τὰ ποιούμενα, πολλάκις τε τῶν λεηλατουμένων
ὡς αὐτὸν ἰόντων καὶ σὺν ὀλοφυρμῷ προκαλινδουμένων,
λώφησιν τε γενέσθαι σφισι τῶν κακῶν ἀντιβολούντων,
ὅμως τῶν ὀδυρμῶν καὶ δακρύων ὀλίγα φροντίσας, ἤσθιεν
ἀδεῶς ἐκ τῶν ἀδικημάτων, καὶ ἥδετο μὲν ἀπριάτην
εὐωχούμενος, καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβρι-
θέστερον ποιῶν τὸ φασκώλιον. ἤμελλε δὲ ἄρα χρόνῳ ὕστερον
ἀλλ’ οὐδὲν ἐνθένδε ἥ τοῦ κρείττονος ἐθωπεύετο δίκη,
ἐπιστάται τὸ πρέπον ἑκάστῳ καὶ ὀφειλόμενον, καὶ τρόπῳ
ὅτῳ καὶ βούλεται μέτεισι καὶ ἀνιχνεύει τὰ πολλῷ ἔμπροσθεν
διεπυνθάνοντο· μάχης δὲ οὐδὲ ὁπότεροι ἤρχοντο, ἀλλ’ ἔμενον
ἡσυχῇ· αὐτομάτως, ὥσπερ ἀμέλει τοῦτο ξυνδοκοῦν, διωρισμένον.
Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς, ἐπειδὴ ἐπέπυστο τὰ πρὸςτῷ
Φάσιδι ξυμβεβηκότα , καὶ ὅτι φυγὰς ἐκ τῆς μάχης ὁ Ναχοραγὰν
ἐγεγόνει, αὐτίκα ἐξ Ἰβηρίας αὐτὸν μετακαλεσάμενος, ὠμότατα
μετῆλθε κατὰ τὸν πάτριον νόμον. οὐ γὰρ ἀποχρῶσαν
ᾤετο εἶναι ποινὴν τῆς ἀνανδρίας τὸ οὕτω γοῦν αὐτὸν ἁπλῶς
ἀποκτεῖναι, ἀλλ’ ἐκ τοῦ αὐχένος τὸ δέρμα διαχαράξας ἀπέ-
ἐς τοὔμπαλιν ἀποφαίνεσθαι, καὶ δίκην ἀσκοῦ ἠρέμα ἐμπνευσθὲν
ὑπὲρ σκόλοπός τινος ἀνηρτῆσθαι, οὐκτρόν τι θέαμα καὶ
μιαρώτατον, καί πρώτῳ, οἶμαι, Σαπώρῃ ἐκείνῳ τῷ πολλῷ ἔμπροσθεν
Χοσρόου περσῶν βεβασιλευκότι τετολμημένον. τὰ μὲν
γὰρ ἐπὶ Μαρσύᾳ θρυλλούμενα τῷ Φρυγὶ, ὡς ἔρις αὐτῷ πρὸς
Ἀπόλλωνα ξυνέστη ὑπὲρ τῶν αὐλῶν καὶ τῆς αὐλητικῆς ἐπι-
ωήμης,ὅτι τε ¨ησσήθη άνὰ κράτος ὁ Μαρσύας, καὶ μάλα
ἐπὶ δένδρου ᾐωρημένον • ταῦτα δὴ οὖν ἅπαντα ποιητῶν ἂν
εἴη τερατεία καὶ μῦθοι καὶ παίγνια, οὔτε τῶν ἀληθῶν, οὔτε
τὢν εἰκότων ἐστοχασμένα. εἴγε αὐλητήν φασι τὸν Ἀπόλλω
γεγονέναι, καὶ ἁμιλλώμενον ἐπὶ τῇ τέχνη, καὶ ἐς τοσοῦτο μετὰ
τὴν νίκην χαλεπήναντα, ὡς ἀνοσίαν οὕτω καὶ μανιώδη ποινὴν
ἐπαγαγεῖν τῷ ἡττημένῳ· πῶς δὲ ἂν καἰ ἤρεσκεν αὐτὸν ἐκ
τοῦ μετεώρον φαινόμενον τῆς ἀπανθρωπἰας τὸ κατηγόρημα;
ταῦτα γὰρ οἵ τε πρότερον ποιηταὶ ᾳνδουσι, καὶ οἱ νέοι παραλαβόντες
συνᾴδουσιν. ὦν δὴ καὶ Νόννος, ὁ ἐκ τῆς Πανὸς τῆς
Αἰγυπτίας γεγενημένος, ἔν τινι τῶν οἰκείων ποιημάτων, ἅπερ
Δὐτῷ Διονυσιακὰ ἐπωνόμασται, οὐκ οἴδα ἐφ’ ὅτῳ ὀλίγα ανττα
oὡς μὲν οὖν ἐξ ἐκείνου τὸ μίασμα τοῦτο ουνπω τῷ ἀνθρωπείῳ
εγένει διέγνωστο, σαφῆ τὰ τεκμήρια καὶ ἀποχρῶντα παρὰ τοῖς
ὀρθῶς ἀναθεωρεῖν καὶ τεκμαίρεσθαι τὰ παλαίτατα πεφυκόσιν,
ἀλλὰ μὴ ποιητικῇ θεολογι παρακρουομένοις. ὁ δὲ Σακπώρης
ἄδικός τε ὢν ἐς τὰ μάλιστα καὶ μιαιφόνος, ὀξὺς μὲν εἰς ὀργὴν
καὶ ὠμότητα, βραδὺς δὲ πρὸς φειδὼ καὶ συγγνώμην, εἰ
μετά τὴν Παρθυαίων κατάλυσιν τῆς βασιλείας τῆς Περσαῆς ἐπιλαβομένων,
Ἀρταξάρης, φημὶ, καὶ Σαπώρης, μιαρώ γε ἤστην
ἄμφω καὶ ἀδικωτάτω, εἴγε ὁ μὲν τὸν οἰκῖον δεσπότην ἀπεκτονὼς,
τυραννικήν τε καὶ βιαίαν τὴν ἀρχὴν κατεστήσατο· ἅτερος
δὲ τιμωρίας ἦρξεν οὕτω δεινῆς καὶ μύσους ἀνοσιωτάτου.
τινα τρόπον τὴν κίδαριν ἀνεδήσατο, ἤδη μοι ἐς τὸ ἀκριβὲς
Ἀλεξάνδρου τοῦ πάνυ τοῦ Μακεδόνος, τετάρτῳ δὲ ἔτει τῆς θατέρου
ξάνδρου τοῦ Μαμαίας ἀρχῆς, τῆς τῶν Περσῶν βασιλείας
αβομένῳ τῷ Ἀρταξάρῃ, καθ᾿ ὃν πρότερον ἀπήγγελται τρόπον,
διήνυσται χρόνος ἐν αὐτῇ ἐνιαυτῶν πεντεκαίδεκα, δυοῖν
οἐνιαυτοὺς, ἐνιαυτοὺς, πλεῖστα ὅσα τοὺς Ῥωμαίους
τὸν βασιλέα σφῶν ἀνελὼν, καὶ οὐδὲν ὁτιοῦν κώλυμα ἔσεσθαι
διανοούμενος, ὁ δὲ ἀνὰ τὰ πρόσω ἐχώρει, καὶ δὴ τήν τε
ἢν τῶν ποταμῶν ἐδῄωσε χώραν, καὶ εἶτα τὴν ἐφεξῆς ἐχομένην,
Κίλικάς τε ἐληίσατο καὶ Σύρους, καὶ μέχρι τῶν Καππαδοκῶν
ἐλάσας, ἐξαίσιον πλῆθος φόνων κατείργασται, ὡς καὶ
ἁ σηραγγώδη καὶ κοῖλα χωρία τῶν ἐν τοῖς ὄρεσι φραγμῶν
τοῖς σώμασιν ἀναπληροῦν τῶν πεπτωκότων ἀνθρώπων, καὶ
πρὸς ἰσότητα φέρειν τῶν λόφων τὰ διεστῶτα καὶ ἔξανέχοντα,
ὁμαλοῦ τὰς ἀκρωρείας. τοῦτον μὶν οὖν οἴκαδε αὖθις ἀφιγμένον,
καὶ οὐ μετρίως χρησάμενον οἶς ἀσεβήσας ἐτύγχανεν,
ἀλλὰ πρὸς ἀλαζονείαν ἀρθέντα πολλὴν, ἀπέπαυσεν οὐκ ἐμακαν
τοῦ φρυάγματος Ὀδέναθός ὁ Παλμυρηνὸς, ἀνὴρ ἀφανὴς
μὲν τὰ πρῶτα καὶ ἄγνωστος, ταῖς δὲ Σαπώρου συμφοραῖς
καὶ οἷς ἔδρασεν ἐπ’ αὐτῷ, μεγίστην ἀράμενος δόξαν, καὶ πολλοῖς
τῶν πάλαι ξυγγραφέων ἀξιαφήγῦος γεγενημένος. τεθνηκότος
κότος δὲ Σαπώρου, ῾Ορμισδάτης ὁ τούτου παῖς τὴν βασιλείαν
παραλαμβάνει, καὶ ὸιεβιω ἐν αὐτῇ χρόνον ἐς ὅ, τι ἐλἀχιστον·
ὁ δὲ υἱὸς ὁ τούτου ὁμώνυμος μὲν ἦν τῷ γεγεννηκότι,
ἑπτακαἰδεκα δὲ κατὰ τὴν βασιλειᾶν μεμένηκεν ἔτη. ὁ δὲ τρίτος
Οὐαραὸάνης ἐς μῆνας μὲν τέσσαρας μόνους ἀπεγεύσατο τῆς
βασιλείας, Σεγὰν δὲ σάα ἐπεκλήθη, οὐκ ἀπεικὸς, οἶμαι, οὐδὲ
αὐτομάτως, ἔθους τινὸς παλαιοῦ μετασχὼν καὶ πατρίου. οἱ
γὰρ τῶν Πρσῶν βασιλεῖς, ἡν καὶ μέγιστον ἔθνος τῶν πλησιχώρων
καθέλοιεν προσπολείιγ́σαντες, καὶ τῆς ἐκείνων ἐπιλάβοιντο
χώρας, οὐκέτι μὲν ἀναιροῦσι τοὺς ἡττημένους, ἐς δὲ
φόρου ἀπαγωγὴν ἅπαντας ὑποτιθέντες , ἐφιᾶσιν ἐνοικεῖν τε
γένους ἡγεμόνας οἰκτρότατα καταλύοντες, οἱ δὲ τοῖς σφετέροις
πατρὶ ἐδεδούλωτο, εἰκότως ἄρα ὁ παῖς Σεγανσαὰ ἐπωνόμαστο·
δύναται γὰρ τοῦτο τῇ Ἑλλήνων φωνῇ Σεγεστανῶν
βασιλεὐς.
διαδέχεται δὲ τὴν ἀρχὴν Ὁρμισδάτης ὁ παῖς, καὶ κληρονομεῖ
τοῦ πατρὸς οὐ μόνον τοῦ κράτους, ἀλλὰ καὶ τῆς τοῦ χρόνου
χρόνον ἀπώνατο τῆς βασιλείας, τοσούτοις ἔτεσι κρατήσας,
ὁπόσοις καὶ διεβίω. ἔτι γὰρ αὐτὸν κυούσης τῆς μητρὸς, ἡ μὲν
τοῦ βασιλείου γένους διαδοχὴ ἐκάλει πρὸς τὴν ἀρχὴν τὸ τεχθησόμενον.
ἦν δὲ τὰ τῶν ὠδίνων ἀμφίβολα ἐς ὁποίαν γονὴν
ἂν ἀποβαῖεν. τοιγάρτοι ἅπαντες οἱ ἐν τέλει ἆθλα προὐτίθεσαν
καὶ γέρα τοῖς μάγοις ἐπὶ τῇ προαγορεύσει τῶν ἐσομένων· καἰ
τοίνυν ἦγον ἐς μέσον κύουσαν ἵππον, καὶ ὡς πλησιαίτατα
πὸοεθοῦσαν τοῦ τόκου, ἐκέλευόν τε αὐτοὺς ἐπ᾿ αὐτῇ πρώτῃ
μαντευιεσθαι, ἅπερ ᾤοντο ξυνενεχθῆναι. οὕτω γὰρ ὀλιγ́αις ὅστε-
τῇ ἵππῳ μεμάντευται, οὐκ ἔχω σαφῶς ἀποφήνασθαι· οὐ γάρ
μοι τὸ ἀκριβὲς τούτου γε πέρι ἀπήγγελται· πλὴν ἀλλ᾿ οὕτω
ἕκαστα προὔβη, ὅπως ἐκείνοις ἐτύγχανεν εἰρημένα. γνόντες δὲ
ἐνθένδε οἱ ἄλλοι, ὡς ἄγαν τοῖς μάγοις διηκρίβωτο τὰ τῆς τέχνης,
προὔτρεπον καὶ ἐπὶ τῷ γυναίῳ, ἅττα ἔσεσθαι γνοῖεν, διεξιέναι.
τῶν δὲ φησάντων ἄῤῥενα παῖδα τεχθήσεσθαι, οὐκ ἔτι
ἐς τὸ βέβαιόν τε καὶ ἀνωμοληημένον τῇ δοκήσει μεταλαβόντες,
ὅμως οὐ διήμαρτον τῆς ἐλπίδος, ἀλλὰ καὶ λίαν ἔτυχον τοῦ
σκοποῦ, πολλῷ πλέον τῶν δοκηθέντων. τίκτεται γὰρ οὐκ ἐς μακρὰν
ὁ Σαβώρης σὺν τῇ βασιλείᾳ, ἐννεάζει τε αὐτῇ καὶ ἐγγηράσκει,
εἰς ἑβδομήκοντα αὐτῷ ἔτη διανυσθέντος τοῦ βίου. κατὰ
δὲ τὸν τέταρτόν τε καὶ εἰκοστὸν τῆς τοῦδε ἀρχῆς ἐνιαυτὸν
Νίσιβις ἡ πόλις ὑπὸ Πέρσας γεγένηται, 'Ρωμαιων μὲν πάλαι
οὖσα κατήκοος, Ἰοβιανοῦ δὲ τοῦ σφῶν βασιλέως παραδόντος
τε τῶν στρατηγῶν καὶ τῶν στρατευμάτων καὶ τοῦ ἄλλου ὁμιλον.
ἅτε δὲ τῆς ἀρχῆς αὐτῷ ἄρτι καθισταμένης, καὶ τῶν πραγμάτων,
ὥσπερ εἰκὸς, ταραττομένων, καὶ ταῦτα ἐν μέσῃ τῇ
πολέμίᾳ, οὐχ οἷός τε ἦν τὰ παρόντα ἐν τῷ δέοντι σχολαίτερον
διαθεῖναι. τοιγάρτοι ἀπαλλαξείων τῆς ἐν ὀθνείᾳ καὶ δυσμενεῖ
χώρᾳ διαίτης, καὶ μόνης τυχεῖν τῆς ἐς τὰ οἰκεῖα ἐπανόδου
θᾶττον ἱέμενος, ξυνθήκας τίθεται ἀγεννεῖς καὶ ἀσχήμονας,
καὶ ὁποίας μέχρι καὶ νῦν τῇ 'Ρωμαίων λυμαίνεσθαι πολιτειᾴ,
περιστέλλων ἐς τὰ ὀπίσω καινοῖς ὁρίοις, καὶ ὑποτεμνόμενος
τῆς οἰκείας ἀρχῆς τὸ περαιτέρω ἐκβαῖνον. τὰ μὲν οὖν κα᾿
ἐκεῖνο τοῦ καιροῦ ξυνενεχθέντα πολλοῖς ἤδη τῶν προτέρων
ξυυῳαφέων ἱστόρηται· ἐμοὶ δὲ οὐ περὶ ταῦτα ἐνδιατρίβειν
σχολὴ, ἀλλὰ τοῦ προτέρου λόγου ἑκτέον.
ἀπεβίω. ὁ δὲ υἱὸς ὁ τούτου, Σαβὼρ δὲ καὶ αὐτὸς ἐπεκέκλητο,
ἐν ἔτεσι πέντε τὸ οἰκεῖον ἠρίθμησε κρότος· ἐν διπλασίοσι
δὲ τούτων καὶ πρός γε ἑνὶ ἑτέρῳ ἐνιαυτῷ Οὐαραράνης
ὁ παις, ὃς δὴ καὶ Κερμασαὰ ὠνομάξετο. τῶν δὲ τοιούτων ἐπικλήσεων
ἡ αἰτία ἤδη μοι εἴρηται. καὶ γὰρ κέρμα ἔθνους τυχὸν
ἢ χώρας ὑπῆρχεν ἐπωνυμία· δὲ τῷ πατρὶ τοῦ Οὐαραράνου
τυχὸν, ὁ δὲ Γερμανικὸς, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου
ἐπεκλήθη. ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν
Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ρωμαίοις
νενόμισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι,
καὶ κηδεμόνι ἰπὶ τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ
καταστάσει. ᾂδεται γὰρ οὗτος ὁ λόγος ἐπιπλεῖστον ἐν
ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμη παραδοθεὶς τοῖς ἐφεξῆς, κὼ μέχρι
δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον,
οὐδὲ παρ’ οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευται,
ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι συγγεγραμμένοις.
νοις. καὶ οὐδὲν, οἶμαι, θαυμαστὸν, ἐκεῖνον μὶν ὡς πλεῖστα
καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον,
καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἐτέρῳ πρότερον ἐκπεπονημένην,
ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα,
εἴγε ἄρα δὴ καὶ ἐλάχιστα. ἀλλ᾿ ἐκεῖνο καὶ μάλα θαύματος
οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα, ἐν τούτῳ δὴ μόνῳ
φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. ἐμοὶ δὲ δοκεῖ ὁ
τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογov
κρίνειν, ἀλλὰ τῷ ὕπερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχεν
καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ, καὶ γένους ἄρχοντι πολεμιωτάτου,
καὶ ὅπως αὐτῷ μετῆν πίστεως τε καὶ δικαιοσύνης ἠγνοημένῳ,
καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι,
τὰ φίλτατα παὸαδοῦναι; εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει
ἡμάρτητατ, ἀλλὰ μεμένηκεν ἡ τούτου βασίλεια βεβαιότατα
πρὸς τοῦ κηδεμόνος φυλαττομένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ
τιθηνουμένου , ἐκεῖνον ἂν μᾶλλον ἐπαινετέον τῆς εὐπωμοσύνῆς,
κατ᾿ αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐσαεὶ εὔνους τε
ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβὰν, εἴτε καὶ ὡς ἀληθῶς
φειδοῖ τοῦ παιδὸς, καὶ τῶν τῆς κηδεμονίας νομίμων.
καὶ μηνῶν δήπου τεττάρων. Περοζης δὲ μετ᾿ ἐκεῖνον ἀναδεικνυται
βασιλεὺς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος,
καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος·
λογισμῷ δὲ στεῤῥῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο· ἀλλὰ πλέον
ἦν αὐτῷ τοῦ βουλευομένου τὸ θρασῦνον. ἀπόλωλε δὴ οὖν,
διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχνημέναις,
αὐτοῦ τε σὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ
εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς,
ἅτε δὴ ὑπὸ τῶν οὕννων κατεστρατηγημένος· Οὐννικὸν γὰρ
τρόπους καὶ ἤπιος, καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ συσμενείας
πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων
ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς
τε καἰ κινδύνοις ἐγκαλινδούμενος. ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον
ἀπηνής τε καὶ δυστιθάσσευτος, καὶ οἶος ἀνακινεῖν τὰ καθεστῶτα,
τὰ πάλαι συνειθισμένα. λέγεται δὲ ὡς καὶ νόμον ἒθετο,
κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν
Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον, καὶ τὴν ἐν τῷ λόγῳ
κεκρυμμένην ὠφέλειαν, ἀλλ’ ὥστε τῷ προστυχόντι ἐξεῖναι
πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγκάνειν, εἰ
καὶ ἐτέῳ τῳ τῳ συνοικοῦσα καὶ ἀποκεκριμένη
τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ, καὶ εἰς τὸ τῆς Λήθης ἐμβάλλουσι
φρούριον. τὸ δὲ τῆς βασιλείας κρότος μετόγονσιν
ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον, καὶ
ἄλλως πραότητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα.
οὕτω τε ᾤνοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν
τολοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν.
ἀλλ᾿ ὁ Καβάδης οὐκ ἐς μακρὰν ἀποδράσας, εἴτ́ε τῆς
γαμετῆς αὐτῷ συλλαβομένης τοῦ δόλου, ὡς Προκόπιός φησι,
καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ
ἄλλῳ τρόπῳχρησάμενος, ἀποδράσας δὲ οὖν ὅμως, καὶ ὑπεκβὰς
τὰ ἀμείνονα τὸ φρονοῦν ἀναὀῥωννύσῃ, καὶ πρός γε τραπέζῃ.
δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτειν,ομένῃ, καὶ ἐγεστρίσι τιμίαις,
παραδοὺς, ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καδελοῦντα,
καὶ τὴν προτέραν εὺδαιμονίαν ἀνακτησόμενον. ἐπεὶ δὲ
πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνδρώποις
αἰ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη,
διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύδη, καἰ ταῦτα ἐν
χρόνῳ μετρίῳ. ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε
καὶ δεσμώτης· ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς, φυγὰς καὶ μέτοικος
καὶ ἱκέτης· ἐκ δὲ ἱκέτου καὶ ξένου, κηδεστὴς βασιλέως
καὶ οἰκειότατος. εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη, ὰνείληφε
πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὡσπερ οὐδαμῶς
αὐτὴν ἀφῃρημένος, ἀλλ’ εὑρὼν ἔτι σχολάζουσαν, καὶ
οἶον ἐκδεχομένην. ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου,
καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς
καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον σὺν τῷ ἀσφαλεῖ ἀνδελέσδαι·
καὶ προὒλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. ὁ δὲ Καβάδης
ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον, ἐς τριάκοντα ἐτἐ-
ρους ἐνιαυτοὺς διέμεινε τῆς μοναρχικῆς δυναστείας ἐχόμενος πρὸς. τοῖς ἕνδεκα τοῖς προτέροις, ὡς τεσσαράκοντα πρὸς τῷ ἑνὶ τοὺς σύμπαντας καθεστάναι ὁπόσους ἐν αὐτῇ ἐπεβίω.
τῶν κρατούντων ἐναντίας τινὸς περιφορᾶς ἐνσκηψάσης. ἐλαχίστου
γὰρ ἔμπροσθεν χρόνου καὶ Ζήνων ὁ Ρμωαίων βασιλεὺς
ὁ Ἲσαυρος, ὃς δὴ πρώην Ταρασισκωδίσαιος ἐπωνομάξετο,
ὑπὸ Ἰλλοῦ τε καὶ Βασιλίσκου καὶ Κόνωνος ἐπιβουλευδεὶς,
συνεργούσης ἐς τὰ μάλιστα καὶ βηρίνησ, ἐκπέπτωκε τῆς ἀρχῆς
ἀπεβίω. κατ’ αὐτὸν δὲ καὶ Νέπως ὁ τῆς Ἐσπέρας βασιλεὺς
ὁμοίαις ἢ καὶ μείζοσιν ὡμΔησε συμφοραῖς. ὑπὸ γὰρ Ὀρέστου
κατὰ τῶν κρατίστων δυνάμεων συνελθεῖν ξυνηνέχθη. ζητούντων
μὲν οὖν τὴν τούτων αἰτίαν οἱ τὰς τῶν ἀδήλων ἀνιχνεύειν
ἀρχὰς εἰθισμένοι, καὶ λεγέτωσαν ὁποίας καὶ βούλοιντο, ἐμοὶ
δὲ τῆς προτέρας ἐκδρομῆς καὶ αὖθις μεταληπτέον. τεθνηκότος
γὰρ τοῦ Καβάδου κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ
παρὰ ῾Ρωμαιοις βασιλείας, Χοσρόης ὁ πάνυ ὁ καθ᾿ ἡμᾶς διαδέχεται
τοσοῦτον ἐρῶ πρὸς τὸ παρὸν, ὡς ἐς ὀκ· τὼ τε καὶ
τεσσαράκοντα ἐνιαυτοὺς τοῦ κράτους ἐχόμενος, πολλὰς ἀνεδήσατο
νίκας· καὶ γέγονεν ὁποῖος οὔπω πρότερον ἄλλος τῶν παρὰ
Πέρσαις βεβασιλευκότων ἀναδέδεικται, εἴγε τῷ παντὶ ἑκάστῳ
συγκρίνοιτο, οὐδὲ εἰ Κῦρον εἴποι τις ἂν τὸν Καμβύσου, οὐδὲ
Δαρεῖον ῾Υστάσπεω, οὐδὲ μὴν Ξέρξην ἐκεῖνον, τὸν ἱππήλατον
τάτη. ἐτύγχανε μὶν γὰρ ἐν τῷ τότε ἀμφὶ τὰ Καρδούχια ὄρη
ἐς κώμην Θαμανῶν διὰ τὴν τοῦ θέρους ὥραν καὶ τὴν τῶν τόπων
εὐκρασίαν μεταβάς τε καὶ ἐνδιαιτώμενος. Μαυρίκιος δὲ
ὁ Παύλου ὑπὸ Τιβερίου Κωνσταντίνου τοῦ Ρωμαίων αὐτοκράτορος
ἂρχειν τῶν κατὰ τὴν ἕω ταγμάτων προστεταγμένος,
εἰσέβαλεν ἀθρόον ἐς τὴν Ἀραξιανηνὴν χώραν, πρόσοικον οὖσαν
τῇ τῆς κώμης περιοικίδι καἰ ἀγχιτέρμονα· καὶ δῆτα οὐκ
ἀνίει δᾐων ἅπασαν ἀφειδῶς καὶ ληϊξόμενος. περαιωθεὶς δὲ τὰ
ἅπαντα καταστρεγομένου καὶ ξυγκυκῶντος, ὁ Χοσρόης, (oὐ
πόῤῤω γὰρ ἦν, ὂσον ὅσον ἀρθεῖσαν ἤδη θεᾶσθαι τὴν φλόγα,)
οὐκ ἢνεγκεν τὴν ὄψιν τοῦ πολεμίου πυρὸς, ἔπει, μήπω πρότερον
ἑωράκει. τοιγάρτοι αἰδοῖ τε καὶ δέει καταπεπληγμένος, οὔτε
ἀντε·ξῄει, οὗτε ἠμύνετο· ἀλλὰ τοῖς προσπεσοῦσι πέρα τοῦ μετρίου
περιαλγήσας, καὶ οἷον ἀπειρηκὼς ταῖς ἐλπίσιν, αὐτίκα
νόσῳ ἥλω ὑπὸ δυσθυμίας δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ τοίνυν
ὅποι ἀφῖγμαι, καἰ ἕθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς
τὸ παρὸν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα χωρίοις ἐπανήξω δὲ
αὖθις ἐς ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. ἡ τε γὰρ τῶν
περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατάλογος,
καὶ, συλλήβδην φάναι, ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη.
οίμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα,
γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον,) προσθέντος δὲ
καἰ τὴν αἰτίαν, ὡς οὐκ ἂλλου του χάριν ζητοίη τῶνδε τυχεῖν,
ἢ ὥστε καὶ παρ’ ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφισιν ἐγνωσμένα
καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ
ἄχαρι τὸ χρῆμα ἡγούμενοι εἶναι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς
σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ρωμαίοις
γινώσκεσθαι, ὁποῖοι τε γεγόνασι καὶ ὁπόσοι, καὶ ὅπως
γένους αὐτοῖς ἀποσέσωσται τάξις. λαβὼν οὖν ὁ Σέργιος τά τε
ὀνόματα καὶ τοὺς χρόνους, καὶ τῶν ἐπ’ αὐτοῖς γεγενημένων
τὰ καιριώτατα, καὶ μεταβαλὼν εὐκόσμως εἰς τὴν Ἑλλάδα γωνὴν,
(ἦν γὰρ δὴ ἑρμηνέων ἄριστος ἁΠάντων, καὶ οἶος ὑπ’
Χοσρόου θαυμάζεσθαι, ὡς ἐν ἑκατέρᾳ πολιτείᾳ τὰ πρωτεῖα
λαχὼν τῆς ἐαυμάξεσδαι,) εἰκότως οὖν ἀκριβεστάτην ποιησάμενος
τὴν μετάφρασιν, ἀπεκόμισέ τέ μοι ἅπαντα μάλα πιστῶς
καὶ φιλίως, καὶ προὔτρεψε διανύειν τὴν αἰτίαν, ᾐπερ αὐτὰ
τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδη ἀφηγηθέντων ἐτέρως ἀπήγγελται,
ἀλλ’ ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χρονογράφοις,
καὶ τῶν ἐν αὺτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον.
τοσούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου,
φέρε πρὸς αὐτὴν αὖθις ἐπανίωμεν τὴν τῆς ἱστορίας ξενέχειαν,
ἣν ἐκ τῶν ἀμφὶ τὴν Δαξικὴν γεγενημένων διατεμόντες, ἐς τάδε
ἀγίγμεθα. οὕτω μὲν δὴ οὖν ὁ Νοχοραγὰν διὰ τὸ ἀγεννὲς
τοῦ τρόπου, καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε
καὶ τῶν Ρωμαϊκῶν στρατευμάτων, καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν
ἀναχώρησιν, ὠμότατα διεφθάρη καθ' ἤδη μοι πρότερον
εἲρηται τρόπον. λογιζόμενος δὲ ὁ Χοσρόης, ὡς οὐχ οὐχ οἶνόντε αὐτῷ
ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων
ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὐποξυγίοις χαλεπώτατα
στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν, ἒγνω τὸν
ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπιπλεῖστον αὐτοῖς ἡ
εἰρήνη χωρίοις τισὶ περιοριζομένη, ἀτελὴς καὶ οἶον σκάζουσα
διαμένοι, ἀλλ’ ὁμοιῶς ἁπανταχοῦ ἐπιῤῥωσθείη. καὶ τοίνυν
ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἂνδρα Πέρσην τῶν
σφόδρα παρ’ αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζἰχ.
καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ’ ᾧ Ρωμαίους τε καὶ Πέρσας
κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Δαξῶν
χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἲτε πολίσματά γε
εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ’ ἑαυτῶν, καὶ ἥκιστα
κατ’ ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖξον
οἰκεῖα. τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελμένων, ἔμενον αἱ δυνάμεις ἐπὶ χρόνον συχνὸν πάμπαν ἀπόλεμοι, καὶ τὸ πρὀτερον αὐτομάτως γιγνόμενον τότε δὴ οὖν ὑπὸ ξυνθήκαις ἐβεβαιοῦτο.
α'. Oὕτω μὲν οὖν τὰ μιγάλα καὶ ἀμφήριστα γένη κατὰ
τὸ ξuγκείμενον τὰ ὅπλα ἔθεντο, καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον
διετέλουν, ὡς μηδὲν ὁτιοῦν τόγε ἐπ᾿ ἐκείνοις ὁπότερον γοῦν
αὐτῶν διαπονεῖσθαι. ἐν τούτῳ δὲ οἱ Τζάννοι τὸ ἔθνος· οἰκοῦσι δὲ
τὰ πόλιν· νότον ἄνεμον τοῦ Εὐξείνου πόντου, ὑπὸ Τραπεζοῦντα
τὴν πόλιν· οὗτοι δὴ oὖνοἱ Τζάννοι, καίτοι ἐκ παλαιοῦ ὑπόσπονδοί
τε καὶ κατήκοοι τῶν ῾Ρωμαίων γεγενημένοι, ἀλλὰ τότε τὸ
μέν τι αὐτῶν εἴχετο τῶν προτέρων, καὶ ἀκολασταίνειν οὐ λίαν
ἐγνώκει, οἱ δέ γε πολλοὶ παρέντες τὰ καθεστῶτα, λῃστρικώτερον
ἐβιότευον, καὶ καταθέοντες τὰ ἀμφὶ τὸν Πόντον χωρία,
τούς τε ἀγροὺς ἐλεηλάτουν καὶ τοὺς ὁδοιπόρους ἐσίνοντο·
ἐπέβαινον δὲ καὶ Ἀρμενίας, ὅποι παρείκοι, καὶ ἁρπαγὰς ἐποιοῦντο,
καὶ οὐδὲν ὁτιοῦν ἐφρόνουν ἀλλοτριώτερον τῶν διαφανῶν
πολεμίων. τοιγάρτοι στέλλεται ἐπ᾿ αὐτοὺς Θεόδωρος,
ὁ σφῶν μὲν ὁμόφυλος, τὰ δὲ πρωτεῖα φερόμενος ἐν τοῖς ῾Ρωμαϊκοῖς
τήνδε τὴν πρᾶξιν ἐχώρει. ἄρας δὴ οὖν ἐκ τῆς Κολχίδος γῆς
ξὺν ἀποχρώσῃ στρατιᾷ, καὶ τὰ ἐκτὸς Φάσιδος ποταμοῦ πστσμειψάμενος
χαράκωμα τῷ στρατῷ περιβαλόμενος, τὸ μὲν ἠρεμοῦν εντι καὶ
φίλον καὶ οὔπω παρατετραμμένον μετακαλούμενος, δώροις τε
προεπῄεσαν τῷ ἐρύματι, καὶ δὴ ἐπὶ λόφῳ τινι ἀγχοῦ που
ὐπερανέχοντι ἐς πλῆθος ξυναγερθέντες, κατηκόντιζον τῶν Ρωμαίων
ἐξ ὐπερδεξίων καὶ κατετόξευον, ὡς ἅπαν τὸ στράτευμα
διαταραχθῆναι τῷ ἀδοκήτῳ τῆς τόλμης. πολλοὶ δὲ ὅμως
ὑπεκβάντες, ἀντεπεφέροντο μὲν προθυμότατα τοῖς ἐναντίοις, οὐ
μὴν ἐν τάξει ἐχώρουν, οὐδὲ ἀνέμενον, ὅπως αὐτοὺς ἐς τὸ χθαμαλὸν
τοῦ πεδίου ἐκκαλέσοιντο· ἀλλ’ ὀργῇ ἐχόμενοι καὶ ἀκοσμίᾳ,
δόρασί τε καὶ πέτραις κυλινδουμέναις, ῥᾳδίως αὐτοὺς
ἀπεκρούσαντο, καὶ ἐπεκδραμόντες μέχρι μὲν τεσσαράκοντα
ἀνδρῶν ἒκτειναν τοὺς δὲ ἄλλους ἐς φυγὴν ἔτρεψαν ἀκλεεστάτην.
ἀρθέντες δὲ οἱ βαὸβαροι τῷ παραλόγῳ τοῦ προτερήματος,
έν χρῷ τῷ στρατοπέδῳ ἐπέλαζον· ἐνταῦθά τε μάχη ξυνέστη
καρτερὰ, τῶν μὲν εἴσω παρελθεῖν ἱεμένων καὶ ἅπαντας
ἀναρπάσασθαι, τῶν δὲ Ρωμαίων αἰσχρὸν εἶναι ἡγουμένων,
οὐ μόνον εἰ μὴ θᾶττον ἀπελάσαιεν τοὺς πολεμίους, ἀλλ’ εἰ
καὶ μὴ ἄρδην αὐτοὺς διαφθείρωσιν. ὠθούμενοί τε ἑκάτεροι
ἀνάπλεα καὶ οὔπω διακεκριμένα.
ξυννενευκότας, ἐνίους μὲν τῶν ἀμφ’ αὐτὸν οὕτω κατὰ χώραν
ἑστάναι, καὶ ἀντιπροσώπους διαμάχεσθαι παρακελεύεται·
λίαν καἰ ἐνυάλιον, ὢστε ἀμέλει τοὺς Πάννους διακυκηθέντασ
μηδέν τι ἕτερον ἐν βουλῆ θέσθαι ἢ τὸ ἀγεννῶς δραπετεύειν.
οὕτω δὲ φεύγοντας αὐτοὺς οἱ Ρωμαῖοι, καὶ ὥπερ
παράφρονας ὑπὸ τοῦ δέους γεγενημένους, ῥᾷστα διεχειριζοντο,
καὶ ἀνεπυνθάνετο, ὁ τι καὶ βούλοιτο ἐπὶ τούτοις. ὁ δὲ δασμοφορίαν
αὐτοῖς ἐπιθεῖναι τακτὴν διακελεύεται ἀν᾿ ἕκαστον ἔτος
ἐς τὸν ἔπειτα χρόνον τελεσθησομένην, ὡς ἐν ταύτῃ γοῦν διαγνοῖεν
ἅπαντες, καὶ φόρου ἀπαγωγῇ ἐπιέζοντο· ἐξ ἐκείνου τε μέχρι
καὶ νῦν οὕτω τὰς εἰσφορὰς ἄγοντες διατελοῦσι. βασιλέα δὲ
Ἰουστινιανὸν ὥσπερ τι, οἶμαι, τῶν μεγίστων ἔργων μάλα ἤρεσε
τὸ γεγενημένον. τοιγάρτοι ἔν τινι τῶν οἰκείων νόμων, οὓς δὴ
νεαροὺς ἐπονομάζομεν, τὰς ἄλλας ἀπαριθμούμενος νίκας καὶ
τοῦδε τοῦ ἔθνους ἐν τοῖς μάλιστα ἐπεμνήσθη. τὸ μὲν οὖν
τῆς Τζαννικῆς ἀλαζονείας ὧδέ πως ἐτελεύτα, καὶ αὖθις ὁ
Θεόδωρος ἀνὰ τὴν τῶν Λαζῶν χώραν πὰρ τοὺς στρατηγοὺς
ἐπανῆκε.
ἐξαισιόν τι σεισμοῦ χρῆμα ἐνέσκηψεν, ὡς μικροῦ ἅπασαν ἀνατετράφθαι
καὶ διαῤῥυῆναι τὴν πόλιν. γέγονε μὲν γὰρ καὶ καθ᾿
αὑτὸν μέγιστος ἡλικος, καὶ ὁποῖος, οἶμαι, οὐπώποτε πρότερον,
τῇ τε τραχύτητι τοῦ βρασμοῦ καὶ τῷ μονίμῳ τοῦ σάλου. ἔτι
δὲ αὐτὸν φρικωδέστερον ὁ καιρὸς ἀπέδειξε καὶ ἡ τῶν ἐπισνμβάντων
ἀνάγκη. ἡνίκα γὰρ ἐκείνου τοῦ ἔτους ἡ τοῦ φθινοπώρου
ἔληγεν ὥρα, ἔτι τε τὰ ὑπὲρ τῶν ὀνομάτων συμπόσια ἐτελεῖτο,
ᾗπερ τοῖς ῾Ρωμαίοις νενόμισται, κρύος μὲν ἤδη ὑπῆρχεν,
ὁποῖον εἶναι εἰκὸς τοῦ ἡλίου ἐπὶ τὰς τροπὰς ἐλαύνοντος
τὰς χειμερίους, καὶ πρὸς τὸν αἰγσκέρωτα φερομένου· καὶ μάλιστα
εὐθὺς ἐκ βάθρων αὐτῶν ἐδονεῖτο· ἥ τε κίνησις βιαιότατα κατ᾿
ἀρχὰς εἰσβαλοῦσα, ἐπὶ μεῖζον ἔτι ηὐξάνετο καὶ ἐπηυξάνετο, ὡσπερ
ἐς ἐπίδοσίν τινα καὶ ὑπερβολὴν τοῦ πάθους χωροῦντος
τὼς ἐν τούτοις εἰωθυῖα φωνή· ἐπεὶ καὶ ἦχός τις βαρὺς καὶ
ἄγριος, ὥσπερ χθονία βροντὴ, ἐκ τῆς γῆς ἀναπεμπομένη, ἐπηκολούθει
τῷ κλόνῳ, καὶ ἐδιπλασίαζε τὰς ἐκπλήξεις. ὅ τε περιγειος
ἀλόγῳ τινὶ τὸ ἀνθρώπειον καὶ ἀνέξπὰστῳ ὑπὸ τοῦ δείματος
ἐχόμενοι γνώμῃ, ὑπεξῄεσαν τῶν οἰκημάτων. καὶ αὐτίκα αἵ τε
ἀγυιαὶ καἰ οἱ στενωποὶ ἐνεπίμπλαντο τοῦ ὁμίλου, ὥσπερ οὔχι
καὶ παντάπασιν ἐλεύθερον τοῦ ἐπιπροσθοῦντος.
ὅμως τῷ ἄνω τὰς ὄψεις ἰθύνειν καὶ τὸν οὐρανὸν ἁμωσγέπως
ἐπιθεᾶσθαι, οὕτω τε τὸ θεῖον ἱλάσκεσθαι, ταύτῃ γοῦν αὐτοῖς
ἡρέμα ὐποχαλᾷν ἐδόκει τὸ δεδιὸς τῆς ψυχῆς καὶ ταραττόμενον.
ἀλλ' οὐδ’ ὑπωρόφιοι ἐγίγνοντο, πλὴν εἰ μὴ ὁπόσοι ἐν ἱεροῖς
ἕρκεσι καταφεύγοντες ἐκαλινδοῦντο. γύναια δὲ πολλὰ, μὴ ὅτι
τῶν ἠμελημένων, ἀλλ’ ἢδη που καὶ τῶν ἐντιμοτάτων, ξυνηλᾶτο
τοῖς ἀνδράσι καὶ ἀνεμίγνυτο· τάξις τε ἅπασα καὶ αἰδὼς
καὶ ἡ τῶν γερῶν μεγαλαυχία, καὶ ὁ, τι ἐνθένδε ὑπερανέχον
καὶ ἀποκεκριμένον, ἀνετετάρακτο ἐν τῷ τότε καὶ ἐπεπάτητο.
οἵ τε γὰρ δοῦλοι τοὺς κεκτημένους περιεγρόνουν, καὶ τῶν ἐπιταγμάτων
ἀνηκουστοῦντες ἐς τὰ ἱερὰ ξεμᾐεσαν, ὑπὸ τοῦ μείξονος
νικώμενοι δέους· οἵ τε ἐλάττονες πρὸς τοὺς ἐν τέλει ἐς
ἰσοτιμίαν καθίσταντο, ὡς δὴ κοινοῦ ἐπιπεσόντος κινδύνου, καὶ
εἴτε ξύλοις ἐτύγχανον ἐσκευασμέναι, διέστησαν ἀπ’ ἀλλήλων,
ἀρνησάμεναι τὴν ξυνέχειαν καὶ διαχανοῦσαι, ὡς τόν τε ἀέρα
καὶ τοὺς ἀστέρας καθάπερ ἐν ὑπαίθρῳ χωρίῳ διορᾶσθαι, καὶ
αὖθις ἀθρόον ἐς τὴν προτέραν ξυνᾐεσαν ἁρμονίαν· πὴ δὲ κίονες
ἐν ὐπερᾠῳ τινὶ δωματίῳ ἱδρυμένοι, ἀνηκοντίξοντο,
ἁμαρτήματα, τότε δὲ κατὰ τὸ μᾶλλον ἅπαντα ἅμα συνενηνεγμένα.
συχνοὶ δὲ ἄνθρωποι τεθνήκασι τῶν πολλῶν τε καὶ
ἠγνοημένων· τῶν γε μὴν δυνατῶν καὶ ἐν τῇ συγκλήτῳ βουλῇ
ἀναγεγραμμένων Ἀνατόλιον μόνον διαφθαρῆναι ξυνέβη, ἂνδρα
τῇ τε τῶν ὑπάτων ἀξίᾳ τετιμημένον, καὶ πρός γε τὸ
φροντίδα τἰθεσθαι καὶ ἐπιμέλειαν τῶν βασιλέως οἲκων τε καί
πημάτων ἀρχὴν εἰληχότα κουράτωρας δὲ τούτους καλοῦσι
Ρωμαῖοι. ἐκεῖνος δὴ οὖν ὁ Ἀνατόλιος ἐτύγχανε μὲν καθεύδων
παρατεταμένων, ὁποῖα πολλὰ ἐς κόσμου καὶ πολυτελείας ἐπίδείξιν
κατακολλῶσι τοῖς τοίχοις οἱ πρὸς ταῦτα δὴ τὰ περιττὰ
καὶ οὐκ ἀναγκαῖα ποικίλματα πέρα τοῦ μετρίου διακεχηνότες·
ἐκεῖνο δὴ οὖν τὸ ἄχθος ἀποῤῥαγὲν ὑπὸ τοῦ σάλου καὶ ἀφει-
ἔκειτο τῆς εὐνῆς, τῷ θανάτῳ πεπιλημένος.
καὶ ἐπὶ τὴν ταφὴν ἀπεχώρει, τότε δὴ ἔνιοι τοῦ ὁμίλου διεθρύλλουν,
ὡς ἄρα ἐνδικώτατα εἴη ἀνῃρημένος, ἄδικός τε ἐς
τὰ μάλιστα γεγονὼς καὶ πολλοὺς πολλὰ ὅσα τῶν οἰκείων ἀφῃρημένος,
ὅτι τε αἱ γραπταί σανίδες ἐκεῖναι καὶ τὰ ῥάκη
τὰ ὑποπόρφυρα ἐκ τόδε αὐτῷ ἀπετελεύτησαν, ἅ δὴ πολλὰ
τοῖς τῶν εὐδαιμόνων οἴκοις θαμὰ ἐπάβαλλε, τὴν εἰς βασιλέα
εὔνοιαν προϊσχόμενος, καὶ ταύτῃ ἅπαντα ἐσφετερίζετο,
βιαζόμενος μὲν ἀναίδην καὶ ἀναῤῥηγνὺς τὰ βουλεύματα τῶν
τοιαῦτα μὲν οὖν ἐν τοῖς πλήθεσιν ἐψιθυρίζετο, καὶ
ἐδόκει διαφανῶς ἡ αἰτία τοῦ ξυνενεχθέντος εὑρῆσθαι. ἐγὼ δὲ
ἀμφὶ ταῦτα λίαν διαπορῶ, καὶ οὐκ ἔχω ἀπισχυρίσαθαι,
ὅτῳ δὴ τρéπῳ συμβαίνει. 77 γὰρ ἂν εὐκτόν τι χρῆμα ἦν ὁ
σεισμὸς καὶ πολλοῦ ανξιος ἐπαίνου , εἴγε διακρίνειν ἠπίστατο
τοὺς μοχθηροὺς ἀπὸ τῶν ἀγαθῶν, καὶ τοὺς μὲν ἀνῄρει κακῶς,
τοῖς δὲ ἐσπένδετο καὶ ’S,vv£ytoQ£t. καίτοι εἰ καὶ ἄδικον
ὡς ἀληθῶς δοίημεν ἐκεῖνον γεγονέναι, ἀλλ’ ἦσαν καὶ ἄλλοι
καί κακοδαιμ́ονας τοὺς, ὅσοι κάκιστα βιοῦντες μὴ ἐνταῦθα
δίκας ἀποτίσαιεν τῶν ἡμαρτημένων, ἢ ὀλέθρῳ βιαίῳ ἄh
λῶς πως τετιμωρημένοι, ἀλλ’ οὕτως ἀπέλθοιεν καθάπερ οἱ
στιγματίαι τῶν οἰκετῶν τοῖς ἀδικήμασι πεπελιδνωμένοι, καὶ
τὸ μὴ ἐκ· κεκαθάρθαι ἀπον̣εὸδάναντες· ὥστε εἰ τοῦτο θπέον,
εὐτυχέστερος ἄρα ἦν ἐν αὐτοῖς ὁ πεπονθὼς τοῦ σεσωσμένου.
ἀλλ’ ἐκείνην μὲν προσεῖναι τὴν δόξαν ταῖς τῶν ἀνθρώπων
ἐπιπολὺ Ναὶ ἀδεῶς εύημεροίη, ἀπόχρη τοῦτο εἰς ἀπόδειξιν
ἐκεῖσε ἐλθόντες εἰσόμεθα. λεγόντων μὶν οὖν περὶ τούτων ἂλλοι,
τυχὸν μὲν ταῦτα τυχὸν δὲ ἕτερα, ὢσπη ἐκάστῳ ᾖ βουλομένῳ·
ἐμοὶ δὲ τοῦ προτέρου λόγου μεταληπτέον.
ἱκανὴ δὲ ὅμως τὰ λειπόμενα διακυκῆσαι· τερατεῖαί τε
εὐθὺς καὶ προαγορεύσεις παράλογοι, ὡς αὐτίκα μάλα
καὶ τοῦ παντὸς κόσμου ἀπολουμένου· ἀπατεῶνες γάρ τινες
καὶ οἶον θεοπρόποι αὐτόματοι περιφοιτῶντες, ὅπα ἂν ἐδόκει
αὐτοῖς, ἐχρησμῴδουν, καὶ μᾶλλον ἔτι τοὺς πολλοὺς ἐξεδειμάτουν,
τουν, τῷ ἤδη κατεπτηχέναι ῥᾳδίως ἀναπειθομένους· οὗτοι
οἱ μαίνεσθαι εἰκῆ καὶ δαιμονᾷν ὐποκρινόμενοι, δεινότερα ἐπεφήμιξον,
ὡς δὴ ὑπὸ τῶν προσπεφυκότων αὐτοῖς φασμάτων
τὰ ἐσόμενα δεδιδαγμένοι, καὶ μάλα ἐπὶ τῇ κακοδαιμονίᾳ μεγαλαυ
χοῦντες. ἄλλοι δὲ ἀστέρων φορὰς καὶ σχήματα ἐκλογι-
ξόμενοι, μείζονας συμφορὰς καὶ κοινὴν μονονουχὶ ἀνατροπὴν
τῶν πραγμάτων ἐδήλουν καὶ ὐπῃνίττοντο. εἴωθε γὰρ ἐν τοῖς
δεινοῖς ἀεί ὁ τῶν τοιούτων ἀνθρώπων ἐσμὸς ἀναφύεσθαι. ἐψευσατο
δὲ ὅμως εὖ ποιοῦσα ἐκατέρα μαντεία. ἐχρῆν γὰρ,
οἶμαι, καὶ ἀσεβείας φεύγειν γραφὴν τοὺς τὰ τοιάδε ὁνειροπολοῦντας,
καὶ μηδὲν ὁτιοῦν πλέον γνώσεως πέρι τῷ κρείττονι
καταλιμπάνοντας. ἀλλὰ γὰρ οὐδεὶς. ὅστις ἦν ἐν τῷ τότε ὃ
μὴ λίαν δεδιὼς καὶ ἐκπεπληγμένος. λιταὶ τοιγαροῦν ἐκασταχοῦ
καὶ ᾠδαὶ ἱκετἠριοι ἠκούοντο, ἁπάντων εἰς τοῦτο ἀγειρομένων·
ὡς καὶ τοὺς ἄρχοντας τὸ κερδαλέον ἀποβεβληκότας μετὰ
τῶν νόμων τὰς δίκας ποιεῖσθαι· τούς τε ἄλλως δυνατοὺς ἐφ’
ἑαυτῶν ἠρεμοῦντας, ὠιά τε δρᾷν καὶ ἀπέχεσθαι τῶν αἰσχίστων.
ἔνιοι δὲ καὶ παντάπασι τὴν δίαιταν ἒξαλλάξαντες, μονήρη
τινὰ καὶ ὄρειον ἠσπάσαντο βίον, καὶ τιμὰς καὶ χρἠματα
καὶ ὁπόσα ἥδιστα παρ’ ἀνθρώποις μεθέντες καὶ ἀνηνάμενοι.
πολλὰ δὲ καὶ τοῖς ἱεροῖς προσήγετο δῶρα, καὶ νύκτωρ
πεπηρωμένοι ἐπὶ τοῦ ἐδάφους ἐρρίφαται, τὰ ἀναγκαῖα ἐρανιὅμως
ξόμενοι. ταῦτα δὲ ἅπαντα ῥητῷ τινι χρόνῳ ἀνεμετρεῖτο, ἕως
ὡς ἀληθῶς, οὐδὲ εὐσέβεια στερρά τε καὶ ἐνεργὸς, ὁποῖά ὑπὸ
δόξης ὀρθῆς καὶ προθυμίας ἐμβριθεστάτης τῷ λογισμῷ πέγυκεν
ἐντυποῦσθαι, ἀλλὰ μηχανή τις ἂτακτος καὶ οἶον ἐμπορία
ἀπογευόμεθα ἔστ’ ἂν τὸ δεδιέναι παρῆ.
δὲ ὡς ἥκιστα τοῦ ἀληθοῦς ἐστοχασμένος. ἔνιοι δὲ τὴν ἐκείνου
βεβαιοῦν οἰόμενοι δόξαν, ὅτι δὴ πνεῦμα παχὺ καὶ καπνῶδες
ὐτὸ τοὺς σήραγγας τῆς γῆς περιειργόμενον τὰς τοιάσδε ποιεῖται
κινήσεις, προὐτίθεσαν ἐν τῷ λόγῳ τοῦτο δὴ τὸ ὑπὸ Ἀνθείου
πρότερον μεμηχανημένον. οὗτος γὰρ δὴ ὁ Ἀνθέμιος,
πατρίς μὲν αὐτῷ ὑπῆρχεν αἱ Τράλλεις ἡ πόλις, τέχνη δὲ τὰ
τῶν μηχανοποιῶν εὑρήματα, οἱ δὴ τὴν γραμμικὴν θεωρίαν
ἐπὶ τὴν ὕλην κατάγοντες, μιμήματά τινα καὶ οἷον εἴδωλα τῶν
ὂντων δημιουργοῦσι. γέγονε δὲ ἄριστος ἐν αὐτοῖς εἰς τὰ μά-
λιστα καὶ εἰς ἂκρον ἥκων τῆς μαθηματικῆς ἐπιστήμης, λαιάπου
καὶ ἐν τοῖς καλουμένοις γραμματικοῖς ὁ ἀδελφὸς τούτου
Μητρόδωρος καὶ μακαρίσαιμι ἂν ἔγωγε αὐτῶν τὴν μητέρα,
οὕτω ποικίλης παιδείας ἀνάπλεων γονὴν ἀποκυήσασαν. τούτω
τε γὰρ τὼ ἄνδρε τέτοκε, καὶ Ὀλύμπιον, νόμων τε ἀσκήσει
χαἰ ἀγώνων δικαστικῶν ἐμπειρίᾳ προσεσχηκότα· καὶ πρός γε
δὲ κὼ Μητροδώρου τὸ κλέος ἁπανταχοῦ περιαγόμενον,
καὶ εἰς αὐτὸν ἀγῖκται τὸν βασιλέα. τοιγάρτοι μετάπεμπτοι
ἐν Βυζαντίῳ παραγενόμενοι, καὶ αὐτοῦ τὸν λειπόμενον
διανύσαντες βιόν, μέγιστα ἑκάτερος τῆς ἰδίας ἀρετῆς
γνωρίσματα Παρεστήσατο· ὁ μὲν νέους πολλοὺς τῶν εὐπατριδῶν
οἱ ἐς ἀείμνηστον δὀξαν ἔστ’ ὃν ἑστήκοι καὶ σώζοιτο. ἀλλὰ
γὰρ ὅτου ἕνεκα τοῦδε τοῦ ἀνδρὸς ἐπεμνήσθην, ἐκεῖνό μοι καὶ
δὴ αὐτίκα λελέξεται. ἀνήρ τις ἐν Βυζαντίῳ Ζήνων ὂνομα,
τέματι διαμετρεῖσθαι. προελθόντος δὲ χρόνου, ἔρις αὐτοῖς
ἀνάγκη.
ὁ Ζήνων ἐκέκτητο, εὐρύν τε λίαν καὶ διαπρεπῆ καὶ περιεργότατα
πεποικιλμένον, ἐν ᾦ δὴ τὰ πολλὰ ἐμφιλοχωρεῖν εἰώθει
σθαι. ἐνταῦθα δὴ οὖν λέβητας μεγάλους ὓδατος ἐμπλήσας.
διακριδὸν ἔστησε πολλαχοῦ τοῦ δωματίου, αὐλοὺς δὲ αὐτοῖς
ἔξωθεν σκυτίνους περιβαλὼν, κάτω μὲν εὐρυνομένους ὡς ἂπασαν
τὴν στεφάνην περιβεβύσθαι· ἒξῆς δὲ καθόπερ σάλπιγγα
ὑποστελλομένους, καὶ ἐς τὸ ἀναλογοῦν τελευτῶντας,
ταῖς δοκοῖς καὶ ταῖς σανίσι τὰ ἀπολήγοτα, καὶ ἐς τὸ ἀκριβὲς
ὑπεκφέρεσθαι. ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος,
πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας, καὶ φλόγα
ἒξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάξοντος,
ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀμεῤῤιπίξετο παχύς τε
καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπη διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς
ἀνεῖρπε, καὶ τῇ στενότητι πιεζόμενος, βιαιότερον ἀνεπέμπετο,
βοῶντες, καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος
έν τοῖς βασιλείοις, ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ
τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ, τι καἰ
διανοηδείη. οὔτε γὰρ ἀπιστεῖν ἐαυτῷ οἷός τε ἦν ἐφ’ οἶς ἠπίστατο
ἀρτίως γεγενημένοις, καὶ διαμάχεσθαι κατῃδεῖτο ἐτιπολύ
τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις.
καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν
ἀποκαλοῦντες. καὶ γὰρ ὁ μηχανοποιὸς” ἔφασαν τὴν αἰτίαν
διαγνοὺς ὅθεν τὴν γῆν κινεῖσθαι συμβαίνει, παραπλήσια ἒδρασε,
καὶ τῇ τέχνη τὴν φύσιν ἀπεμιμήσατο.” καὶ ἔλεγον μέν
τι, οὐ μέντοι γε ὅσον ᾢοντο. ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ
μἐν εἶναι δοκεῖ κομψότερόν πως ἐξευρημένα, οὒπω δὲ ἐν-
αργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ
κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα,
μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ’ ἀλλ' ὅγε κα-
τήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. δίσκον
κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ’ οὑς ἂν φέροιτο
ἀμβλύνεσθαι τὰς ὃψεις καὶ σκαρδαμύττειν· συντρόψεις δέ
γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως,
καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου·
ὥστε ἀμέλει καὶ χάριέν τι ὑπ’ ὀργῆς ἐπεφθέγγετο. ποιητικὰ
γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου
βουλῆς ὡσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ
γε ὂντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστερο-
πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον
λόγον ἐπανιτέα.
ὐποθολοῦσα τὸ λογιζόμενον. ὁ δὲ βασιλεὺς πολλὰ τῶν
οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενημένα, ἒνια
καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων
ἀνεδομήσατο, μεγέθους τε ὐπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ
καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ αὐτὸν ἐκ πλίνθου
ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ συνδήσας, ξύλοις
τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῦην,
Ἀνθέμιος δὲ ἠν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην,
ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. τότε
δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς
καὶ ὐπερβάλλον ὑπερβάλλον ἀποβεβληκότα, ἐπεσκεύασέ τε αὐδις
ἐς ὅ, τι δήπου ἡμάρτητο ἐπιφρασάμενοι, τὴν μὶν ἐᾠαν τε
καὶ ἐσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ χώραν ἐφῆκαν. τῆς
δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν
πρὸς τὰ ἔνδον παρατείναντες, καὶ εὐρυτέραν ἠρέμα ποιησάμενοι
ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις συννενευκέναι, καὶ
αὐτοῖς ἐπικεκλημένον. καὶ γέγονεν ἐντεῦθεν εἰκότως ἰθύτερος
μὲν καὶ εὐεπίστροφος, καὶ πανταχόδεν τῇ γραμμῇ ἐξισάζων,
στενώτερος δὲ καὶ ὀξυτενὴς, καὶ οἶος οὐχ οὓτω λίαν ἐκπλήττειν
τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ
ἀσφαλεῖ βεβηκέναι. ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ
ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ
θεώμενος, ἀναλεγέσθω τὰ Παύλῳ τοῦ Κύρου τοῦ Φλώρου
ἐν ἑξαμέτροις πεπονημένα, ὃς δὴ ταπρῶτα τελῶν ἐν τοἴς
τοῶδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηται οἱ
καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου,
εὐκοσμιαν, καὶ τὰς τῶν μπαλλων φύσεις λεπτότατα κατεξη-
τασμένας, τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα καὶ ἀναγ-
καῖον , μεγέθη τε καὶ ὑψώματα , καἰ ὅσα ἰθύγραμμα σχή-
σχήματα καὶ ὅσα κυκλικὰ , καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα.
γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ
τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον, no~
λυτελέστατα καταπεποίκιλται, καὶ εἰ τι ἄλλο πρόσεστι μέγα ἢ
ἐλάχιστον πώρωμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ περιπατονςC
ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. ἀλλὰ γὰρ ἥδε μὲν ἡ
δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ολιγ́ῳ υσστερον
χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη.
θη, λήξασα μὲν ἐς τὸ παντελὲς οὐδ’ ὁπωστιοῦν, ἐξ ὥ δή
τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ,
οἶμαι, τὸ πρότερον ἒξηπατημένη, καὶ θᾶττον δήπου τοῦ
δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. ἔθνησκον τοιγαροῦν πολλοὶ ἒξαπιναίως
καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ
δέ γε πλεῖστον διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ
δὲ τῆς νόσου ἰδέα ΠαραΠλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα.
πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι,
οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ
τοῦ ἁλόντος ἀποπαυόμενοι. ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης,
μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισμένα, οἴκοι
τῶν Αἰγυπτίων λόγια, καὶ οἱ παρὰ πέρσαις ἔτι τῆς τῶν μετεώρων
κινήσεως δαημονέστατοι, χρόνων τινῶν περιόδους ἐν
τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι· νῦν μὲν ἀγαθὰς καί
στάσεις ταῖς πόλεσι, καὶ τὰ λοιμώδη πάθη μόνιμά τε εἷναι
καὶ συνημμένα. ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί
φασι τῆς φθορᾶς, μετιοῦσαν ἂξίως τὰ τοῦ ἀνθρωπείου γένους
άδικήματα, καὶ τὸ πλῆθος ὑποτεμνομένην. ἐμοὶ δὲ διαιτᾷν
ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ
ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δὲ, εἰ καὶ εἰδείην,
ἀλλ’ οὐκ ἀναγκαῖον τοῦτό γε εἶναι δοκοῦν, οὐδὲ τῷ
παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ συμβεβηκότος εἰ
καὶ διὰ βραχέων ἐπιμνησθέντι, ὁ τῆς ἰστορίας ἐκτεθεράπευται
νομος.
κατᾠκουν τῆς Μαιώτιδος λίμνης τὰ πρὸς ἀπηλιώτην ὂνεμον,
καὶ ἦσαν τοῦ τανάϊδος ποταμοῦ ἀρκτικώτεροι, καθάπερ καὶ
Ἀσίαν ἐτύγχανον ἱδρυμένα. οὗτοι δὲ ἅπαντες κοινῇ μὲν -νκν́-1
Εὐρώπην, εγτε ὡς ἀληθῶς ἐλάφου τινὸς κατὰ τοῦτο δὴ τὸ
θρυλλούμενον ταπρῶτα ἡγησαμένης , εἰτ́ε καὶ ἀλλοῖά χρησά-
χρησάμενοι τύχη , καὶ τὴν ἐκροὴν τῆς λιμ́wς τὴν ἐς τὸν Εὔξεινον
πόντον φερομένην, ἄπορον τέως ὸοκοῦσαν, τότε δὴ ὁτῳοῦν
τρόπῳ διαπεραιωθέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀδνειαν,
πλεῖστα ὅσα τὸ ἰθαγενὲς ἐλυμήναντο , ἀπροσδόκητα προσπε-
σόντες, ὡς και,̀ τοὺς προτέρους οἰκήτορας ἀπελάσαντες, αὐτοὶ
τὴν ἐκειινων κατέχειν. ηνμελλον δὲ ἄρα οὐκ ἐπὶ μακρότατον
διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον .ἀπολεῖσθαι. αὐτίκα
τοῦ αὐτοκράτορος καὶ τῶν ἐν τῷ τότε Ῥωμαιων γνώριμοι τε
ὑπῆρχον καὶ ἄλκιμοι εἶναι ἐδόκ· οὑν· ἡμεῖς δὲ οἱ νῦν οὔτε ἴσμεν
αὐτοὺς, οὔτε, οἶμαι, εἰσόμεθα, τυχὸν μὲν διαφθαρέντας, τυχὸν
δὲ ὡς ποῤῥοπάτω μεταναστάντας. ἐκείνου γε μὴν τοῦ ἔτους,
ἐν ᾦ δὴ ἔφην τὴν λοιμώδη νόσον τῇ πόλει ἐνσκῆψαι, τὰ λοιπὰ
τῶν οὕννων γένη ἐσώζετο , καὶ ἦσαν ἔτι ὀνομαστότατα. xa-
τιόντες δὲ ὅμως Οὗννοι ἐς τὰ πρὸς νότον ἄνεμον, οὐ πόῤ-
ἐπήγνυτο ἐς βάθος , καὶ ἦσαν ἤδη σκληρὰ καἰ βάσιμα καὶ ἱππήλατα.
Ζαβεργὰν δὲ ὁ τῶν Κοτριγούρων Οὕννων ἡγεμὼν
γιγνομένου ἀνὰ τὰ πρόσω πορευομένῳ, αὐτίκα ὅγε Mυσίαν
τε καὶ Σκυθίαν παραμειψάμενος , τῇ Θρᾴκῃ προσέβαλεν.
ἐνταῦθα δὲ διελὼν τὸν οἰκεῖον στρατὸν, ἀπόμοιραν μέν τινα
ἔστειλεν ἀνὰ τὴν Ἑλλάδα, καταδραμουμένους τὰ ἀφύλακτα τῶν
τῇδε χωρίων καἰ λεηλατήσοντας· ἑτέρους δὲ ἐς τὴν Χεῤῥόνησον
τὴν Θρᾳκίαν.
βραχεῖ τινι μέρει τῆς ἠπείρου , καὶ μόνοις τεσσαράκοντά
που σταδίοις εἰργόμενος τοῦ νῆσον αὐτὴν ἀπεργάσασθαι.
ἐν τούτῳ δὲ τῷ ἰσθμῷ τεῖχος ἐκταδὸν ἵδρυται
ξυνεχὲς ἐγ᾿ ἑκατέρᾳ θαλάττῃ προβεβλημένον· πόλεις τε ἒν-
κοσμοῦσιν ἀγροί τε καὶ ἐπίνεια καὶ δένδρων ποικίλων
ἐσμὸς καὶ ῥείθρων ποτίμων, γῆ τε ἐυαρδὴς ἄγαν καὶ
κάρπιμος, κἀν τοῖς ἀναγκαίοις διαρκεστάτη. τοσαῦτα ἄρα
πολίσματα καὶ χώραν ὡς πλείστην ἔνδον ἐναπολαμβάνει τὸ
ἔρυμα, ὡς μὴ πολεμίοις εὐέφοδα εἶναι. τότε δὴ οὖν ὁ Ζαβεργὰν
εὐωχούμενος τῶν ἐλπίδων, διενοεῖτο καθ’ αὑτὸν, ὡς
οὐ μάλα τραχεῖ κύματι χαρασσόμενον εὐκολώτατα διαπλεύ-
ὁπόσην ἀποχρήσειν ἐς τόδε τὸ ἔργον ἡγεῖτο αὐτὸς δὲ
σὺν ἑπτακισχιλίοις ἱππόταις ἰθὺ τῆς Κωνσταντινουπόλεως
πορευόμενος, τούς τε ἀγροὺς ἐδᾔου, καὶ τῶν πολισμάτων
ἐπειρᾶτο καὶ ἅπαντα ἐκίνει χύδην καὶ ξυνετάραττεν. αἰτία
καὶ πλεονεξίας ἐπιθυμιά σκῆψιν δὲ ὅμως τινὰ καὶ προκάλυμμα
ἐποιεῖτο τὴν πρὸς τοὺς Οὐτιγουιρους δυσμενειαν· Σάνδιχλος
γάρ τις ὄνομα Οὖννος ἀνὴρ ἡγεῖτο μὲν ἐκείνου τοῦ
γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχεν ῾Ρωμαίοις.
τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε,
καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. οἱ δὲ Κοτρίγουροι ἅτε δὴ
οὐ τῶν ὁμοίων μετέχνοτες, ἀλλὰ παντάπασι περιπεφρονημένοι
καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν
ἐκστρασίαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί
τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν, καὶ οἷοι μὴ ἐφιέναι τῷ
ἀτιμάζοντι.
καὶ αἰχμαλώτων ἀθροόξοντες πλήθη· ἐν τοῖς καὶ γύναια πολλὰ
ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος, καὶ ἀπρεπῶς
αὐταῖς πρὸς βίαν ξυγκαλίνδούμενοι· ἄλλαι δὲ πολλαὶ τῶν ἂῤῤεσιν
ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι ἐν τῷ τότε
οὒτω παρασχὸν εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου
ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἒτικτον,
οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι,
μόνου ἐς φῶς προαχθέντα, καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα.
ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγματα ἠληλάκει,
ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦ-
φυυρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας
ἐπεπτώκει καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἐρύματος οἰ-
μήτε ἀμυντήρια μηχανήματα , καὶ τοὺς ταῦτα κινεῖν
ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ
λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις.
τὰ γὰρ τῶν ῾Ρωμαίων στρατεύματα, οὐ τοσαῦτα διαμεμενηκότα
ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται,
ἐς ἐλαχίστην δέ τινα μοίραν περιελθόντα , οὐκέτι τῷ μεγέθει
τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαρά-
ρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε εἰς πεντήκοντα καἰ ἑκατὸν
ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονὸὰς
καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον
μέρος περιέσταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούν-
κρατούντων ὀλιγωριᾴ.
ἐχειρώσατο καὶ Λιβύην , καὶ τοὺς μεγίστους ἐκείνους πολέμους
διήνυσε, καὶ πρῶτος ὡς εἰπεῖν έν τοῖς κατὰ τὸ Βυζὰντιον
βεβασιλευκόσι Ῥωμαιων αὐτοκράτωρ ὀνόματι τε καὶ πράγματι
ἀπεδέδεικτο· ἐπειδὴ οὖν αὐτῷ ταῦτα τε καὶ ανλλα ὅμοια
τούτοις νεάζοντι ἔτι καὶ ἐρρωμένῳ ἐξείργαστο, τότε δὴ ἀμφἰ
τὴν ἐσχάτην τοῦ βίου πορείαν, (ἤδη γὰρ κὼ ἐγεγηράκει,) ἀπειρηκέναι
τοῖς πόνοις ἐδόκει, καὶ μᾶλλόν τι αὐτὸν ἴρεσκε ξυγκρούειν
ἐν σφισι τοὺς πολεμίους, ὸώροιςτε αὐτοὺς, εἴπῃ δεή
σοι, καταθωπεύειν, καὶ ταύτῃ ἁμωσγέπως ἀποκρούεσθαι, ἢ
ἐφ’ ἑαυτῷ πεποιθέναι καὶ μέχρι παντὸς διακινὸυνεύειν. τοι-
λαβόμενοι τῆς ῥᾳθυμίας οἱ τὴν δευτέραν ἀρχὴν τῶν σκῆπτρων
ἐχρῆν ἀπεδίδοσαν· δοθέντος δὲ ὅμως ὀψὲ γοῦν τοῦ ὀφλήμάτος,
εὐθὺς οἱ τὴν πανοῦργον ταύτην καὶ δημώδη λογιστικὴν
ἠσκημένοι , ἐφίσταντο τοῖς καταλόγοις καὶ ἀνεκαλοῦντο
τὰ πεπορισμένα. τοῦτο γὰρ αὐτοῖς γέρας τε ὑπῆρχε καὶ ἀξίω-
καὶ τῆς ἐδωδῆς αὐτοὺς ἀφαιρεῖσθαι· καὶ καθάπερ ἐν παλιῤῥοίᾳ
αὐτὸ δήπου τὸ μέτρον τῆς παρασχεθεισης τοῖς
τάγμασι δασμοφορίας, οὐκ οἶδα ὅντινα τρόπον, ἐς τοὔμπαλιν
μετωχετεύετο, καὶ ἐπανῄει ὅθεν ἐῤῥύη· καὶ οὕτω μὲν τὸ
ὑπερμαχοῦν καὶ παραταττόμενον κατημέλητο, καὶ τροφῆς ἀπορίᾳ
πιεζόμενοι κατελίμπανον τοὺς ἀγῶνας, οἶς ἐτύγχανον ἐντεθραμμένοι·
καὶ ἄλλοι ἄλλοθι ἀπεχώρουν, ὡς ἕτερόν τινα μετελευσόμενοι
βίον· εἰς δὲ γυναῖκας ἀκόσμους ὡς τὰ πολλὰ καὶ
ἡνιόχους καὶ ἄνδρας ἀγεννεῖς μὶν ἐν τοῖς ἀναγκαίοις καὶ ἁβροδιαίτόυς
τὰ χρώματα ἔριν ἐμμανεῖς καὶ θαῤῥαλέους, καὶ ἄλλους ἔτι
τούτων ἀχρειοτέρους, τὰ στρατιωτικὰ ἐσκεδάννυντο χρήματα .
ταῦτα τοι ἥ τε ἄλλη Θρᾴκη καἰ τὰ πρὸς αὐτῇ Τῇ βασιλίδι πόλει
καὶ ἑκατόν που σταδίους. παραρρεῖ δὲ αὐτὴν Ἀθύρας ποταμός,
ὃς δὴ ὀλίγον τι προελθὼν καὶ ἐπὶ ἄνεμον καικίαν ἠρέμα
ἐκκλίνας, ἐς τὴν Προποντίδα τὸν ῥοῦν ἀπερεύγεται·
ὡς ἐγγύτατα αὐλιζομένων, εὐθὺς ἀνὰ τὸ Βυζάντιον τὰ
πλήθη τῶν ἀστῶν ἐδεδίει καὶ κατεπέπληκτο, καὶ τὰ δεινὰ οὐ
μόνον ὁποῖα παρῆν, ἀλλ’ ἔτι μείζονα διενοοῦντο, πολιορκίας
τε ὀνειροπολοῦντες καὶ ἐμπρήσεις καὶ σπάνιν τῶν ἀναγκαίων,
καὶ διαρρήξεις τοῦ περιβόλου. τοιγάρτοι πολλάκις κω ἐν ταῖς
ἐνδοτέρω λεωφόροις φυγαὶ ἀθρόοι τῶν ἐκ τοῦ ὁμίλου ἐγίγνοντο,
καἰ ὠθισμοὶ καὶ πτοῖαι παράλογοι, ὡσπερ ἤδη τῶν
βαρβάρων εἰσβεβληκότων. πάταγός τε πολὺς ἤρετο ἐν τοῖς
πωλητηρίοις, τῶν θυρῶν βιαιότερον προσαρασσομένων. οὐ
καὶ δειμαίνειν, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς ἐν τέλει· καὶ βασι-
λευς δὲ, οἶμαι, αὐτός οὐ μάλα τὰ ξυνενεχθέντα περιεφρόνει.
Βλαχερνῶν καὶ τοῦ Κέρως, μέχρι δὲ τοῦ Εὐξείνου
Πόντου παρατεινόμενος, τῷ Βοσπόρῳ συναπολήγει. τούτων
δὴ οὖν ἁπάντων τά τε ἔντιμα τῶν ἀναθημάτων κὼ τὴν ἄλλην
ἀφαιρούμενοι κατασκευὴν οἷς ταῦτα ἀνεῖτο, τὰ μὲν ἐφ’ ἄμα
ζῶν φέροντες, εἴσω τῆς πόλεως ἀπετίθεντο, τὰ δὲ ἀκάτοις
ἐμβάλλοντες καὶ τὸν μεταξὺ πορθμὸν διαπεραιούμενοι,
τὴν καταντικρὺ ἤπειρον ἀπεκόμιζον. καὶ ἦν ὲν τῷ τότε
θεάσασθαι τοὺς ἐκείνῃ νεὼς γυμνοὺς καὶ ἀπηγλαϊσμένους,
ὡς ἀληθῶς, οὐδὲ μετρίως γοῦν τὰ τοιαῦτα
ἀλλ᾿ ἐκ τῶν ταγμάτων ἐκείνων, οἱ ἐς τὸ διημερεύειν τε καὶ
διανυκτερεύειν ἐν τῇ αὐλῇ ἀπεκέκριντο , oὓς δὴ σχολαρίονς
ἀποκαλοῦσιν. οὗτοι δὲ στρατιῶται μὲν ὀνομάζονται, καὶ ἐγγε-
ἕνεκα καὶ τῆς ἐν ταῖς προόδοις μεγαλαυχίας ἐξενρημένοι.
καὶ τὸ μὲν παλαιὸν οὐκ ἄλλουςτινὰς ἐν τοῖσδε θεμιτὸν ἦν
κατατάττεσθαι, ἢ τοὺς αὐτουργεῖν τὰ πολέμια ἠσκημένους.
καὶ τοίνυν οὐδὲ χρήματα εἰσῆγον ἐφ᾿ ᾧ ἐνστρατεύσασθαι,
ἀλλὰ χαριστηρίαν διαφανῶς καὶ ἀζήμιον ἐδέχοντο τὴν τιμὴν,
ἅτε δὴ ἄξιοι ἐκ τῶν προηγωνισμένων ἀναδειχθέντες. Ζήνων
δὲ φαίνεται πρῶτος ὁ Ἴσαυρος μετὰ τὴν τῆς βασιλείας ἀνάκτησιν
πολλοὺς τῶν ὁμοφύλων τοῖσδε τοῖς τάγμασιν ἐναριθμήσας,
ἥκιστα μὲν ἐν συμπλοκαῖς ἀριστεύσαντας ἢ ὅλως ἐμ-
εἶτα δοθέντος ἐν τῷ τότε καὶ παρειλημμένου τοῦ ἔξεῖναι
οὐ μόνον ἀντὶ μόχθων τε καὶ ἀγώνων καὶ τῆς ἐν μάχαις
ἀρετῆς, ὡς ἐν ἀμοιβῆς τρόπῳ καὶ γέρως ἐγκαταλέγεσθαι τοὺς
ἀξίους, ἀλλὰ καὶ τοὺς παντάπασιν ἀπολέμους τῶν ὁμοίων
μεταλαγχάνειν οὐ πρὸς ἀξίαν, ἀλλὰ πρὸς χάριν· δοθέντος,
δὴ οὖν τούτου τὴν ἀρχὴν, παρῆλθεν εἰκότως εἰς μέσον ἐξ ἐκει-
νου καὶ ἐκ τῶν λημμάτων ἐπικουρία, ἥ πασῶν, ὡς ἔοικε, τῶν
τοῦτο δὲ ἀποτίσαντες, εὐθὺς ἐγχαράττονται ἀνεξετάστως,
καὶ τῇ ἄλλῃ δυνάμει ἐναριθμοῦνται, εἰ καὶ παντάπασι
πολεμικῶν ἔργων ἀνεπιστήμονες τύχοιεν ὄντες. οὕτω τε τῆς
κρίσεως ἠμελημένης, εἰκότως ἄρα ἥκιστα διαπονεῖσθαι καταναγκάζονται,
ὡς δὴ ὤνιον ἑλόντες τὸ χέρας, καὶ πλείστου
ὅσου πριάμενοι τὴν ἀργίαν. τοιοῦτοι δὴ οὖν ἇνδρες ἀπορίᾳ
τῶν ἐν πολέμοις ἀνατεθραμμένων τοῖς τείχεσιν ἐφεδρεύοντες,
φυλάσσειν ἐδόκουν. ὡς δὲ ἐπιπολὺ ἡ μὲν πόλις ἐν θορύβῳ
ὑπῆρχεν, οἱ δὲ βάρβαροι οὐκ ἀνίεσαν τὰ ἐν
τότε δὴ Βελισάριος ὁ στρατηγὸς κεκμηκὼς ἤδη ὑπὸ τοῦ γήρως,
στέλλεται ὅμως ἐπ’ αὐτοὺς ἐκ βασιλέως. καὶ τοίνυν ὁ
πρεσβύτης διὰ μακροῦ αὖθις χρόνου θώρακά τε ἐνδὺς καὶ
κράνος ἀναδησάμενος, καὶ ἅπαν τὸ ἐκ παίδων αὐτῷ ξυνειθισμένον
περιβαλόμενος σχῆμα, ἀνενεοῦτο τῇ μνήμῃ τὰ φθάσαντα,
καὶ ἐνέαζε τῇ προθυμίᾳ. τοῦτον γὰρ τὸν ἀγῶνα ὕστατον
ἐν τῷ οἰκείῳ βίῳ ἀπεργασάμενος, οὐχ ἧσσον ἀπηνέγκατο
κλέος, ἢ ὁπότε τὰ κατὰ Βανδίλων τε καὶ Γότθων.
τροπαία. ἡ γὰρ τῶν προσυμβεβηκότων ἀνάγκη καὶ ἡ περὶ
τοῦ μέλλοντος ἀμηχανία τήν τε ἐγχείρησιν μείζονα ἔδειξε
ἐς τὰ μάλιστα ἐπεδείκνυτο καὶ τόλμαν πολλῷ κρείττονα τῆς
ἡλικίας. γηραιὸς μὲν γὰρ ἦν ἤδη, καὶ ἀσθενεία ὡσπερ εἰκὸς
εἴχετο πολλῇ· οὔτε δὲ ἐνδιδοὺς τοῖς πόνοις ἐφαίνετο, οὔτε
ἄλλως φιλοψυχήσας. εἵποντο δὲ ὁπλῖται μὲν ἄνδρες ἀγαθοὶ
ἐς ἀλκὴν καὶ ξὺν αὐτῷ ἔνια τῶν ἀγώνων πεπονηκότες, ὀπόσα
δὴ ἐν Ἑσπέρᾳ ἐτύγχανε διανύσας, οὐ πολλῶ πλείους
τριακοσίων· τὸ δὲ λοιπὸν ἅπαν πλῆθος ἄνοπλόν τε ᾦ περιφανῶς
ἀγροίκων ὅμιλος. πεπορθημένων γὰρ αὐτοῖς ἤδη
ἀγρῶν ὑπὸ τῶν βαρβάρων, οὐκ ἔχοντες ὅποι τραπεῖεν, ὡς
Βελισάριον αὐτίκα ἠθροίζοντο. ὁ δὲ τῷ πλήθει τῶν ἀγροίκων
ἐν δέοντι προσχρησάμενος, τάφρον εὐρεῖαν περιεβάλετο,
καὶ κατασκόπους θαμὰ ἔστελλε, τὰς τῶν ἐναντίων δυνάμεις
εἰκάσοντας ὡς οἷον τε καὶ ἐξαριθμησομένους, καὶ εἴ τι ἕτερον
ἐλεῖν δυνηθεῖεν ἀπαγγελοῦντας. οὕτω τὲ διετέλει ἕκαστα γνωματεύων
ταῖς πυραῖς ἀναμετροῦντες· καὶ τοίνυν οὕτω δὴ ᾤοντο
καὶ δεδιότες ἠρέμουν. ἀτὰρ οὐκ ἐπιπλεῖστον ταῖς
ἀπάταις καταστρατηγούμενοι, ἡσυχίαν ἦγον· ἠκηκόεσαν γὰρ
ἤδη ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς, καὶ ἥκιστα
αὐτοῖς ἀξιόμαχος· πλὴν ἀλλ’ οἱ στρατιῶται πολλῆς εἴχοντο
προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντιπάλους, εἰ καὶ μυρίοι
ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἅρπῃ μάλιστα πεποιθότες,
ἅτε δὴ Ῥωμαῖοί γε ὄντες, καὶ ἐμπειρίᾳ μεγάλων
ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι,
τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει μήποτε ἄρα
μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν,
τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ
προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς
οὐν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτὸ, ὧσπερ
ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος· καὶ φανεὶς ἐς μέσον, ἔλεξε τοιάδε.
καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα
νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ
οὕννους καὶ Κοτριγούρους, παραίνεσιν τινα πρὸς τὸ μὴ
ἄλογον εἷναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρχαίας ὑμῶν εὐκοσμίας
ᾠήθην. τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακτέον τοῖς ἔμφροσιν,
εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ
μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπγργμένοις ἐς ὅσον τῶν
ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ
προμήθειαν ἀποβάλλειν φιλεῖ, καὶ πρὸς ἀλαζονείαν
ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν
ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον
ἀντιτάττεσθαι προαχθείη· καίτοι κἀκεῖνο σκοπεῖσθαι
χρεὼν, ὠς εἰ καἰ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι
τὐχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι. καὶ εἴπερ τὸ ἑκατέρω-
θεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς πρὸς χωρήσει τὰ τῆς
ῤοπὰς ἐν λῴω ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ὄν τις,
οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρίνον ὀρθῶς
καὶ λογιζόμενον. ἐπεὶ πῶς ἂν οἶόν τε ἦν ἔμοιγε ἐς τόδε
πολιᾶς ἥκοντι, καὶ οἷον ἐξώρῳ τὰ πολέμια
ὁμιλεῖν καὶ κινδύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς
ἐνῆν ἁμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν
γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει
καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθεἰᾳ
γὰρ ἐκ τύχης τινὸς ἥ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν
λογισμὸς ἀσφαλὴς, καὶ οἶος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι,
μετασκευάσειε πρὸς τὸ συμφέρον, καὶ θεραπεύσειε τὸ ἡμαρτημένον.
ἔνθα δὲ γνώμης σφαλείσης, τῷ μὴ τὰ δέοντα διανοηθῆναι,
τῶν ἀβουλήτων τι συνενεχθείη, πόθεν ἂν ληπτέον
το σῶζον καὶ ἀνακαλούμενον, εἴγε πρῶτον ἐκεῖνο τὸ ταῦτα
τίκτειν πεφυκὸς παρατραπείη; καίτοι θαυμάσειεν ἴσως ἄν τις
ἐμοῦ τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν
καὶ διανιστᾷν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον,
ἐγχειρήσεις , ἀλλὰ θρασύτητι καί προπετείᾳ καὶ παρατροπῇ
τοῦ καθήκοντος τρόπου· ὥστε τὸ μὲν πρόθυμον τῆς
οὐ γὰρ ὄκνον ἐντίθησι καὶ δειλίαν τὸ λογίζεσθαι καὶ σκοπεῖν
ὅπως τοῖς παροῦσι χρηστέον, ἀλλὰ σεμνότητα καὶ παῤῥησίν.
οὕτω γὰρ τῶν ὠφελίμων διαγνωσθέντων , ἕπεται πάντως τὸ
δικαίως θαῤῥεῖν, ὡς οὐ πρὸς ἀδήλους τύχας εἰκῆ προηγμένον,
ἀλλὰ τῇ κρίσει τὸ βέβαιον ἔχειν καταληφθὲν καὶ πεπιστευμένον.
ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν , ὡς οὐχ οἷόν τε φύσιν
γενναίαν εὐλόγως ὁρμῶσαν, κὰτ τοῦ μοχθεῖν διαπαντὸς ἐφιεμἐνην,
βάρβαροι παροινοῦσι, φέροντες ἀνέδην ἅπαντα, καὶ
δήπου τὴν βασιλίδα πόλιν τἀς ἐκδρομὰς ποιεῖσθαι
ἔχει μὲν οὖν οὕτω ταῦτα, καὶ βεβαιοῦται τῇ πειρῷ
τὸ προσηκόντως ὑμᾶς τοῖς πολεμίοις ὀργίζεσθαι. οἶς γὰρ συνεκεχώρηντο
πρότερον, οὐ μετρίως ἐχρήσαντο· πλὴν ἀλλὰ
λίαν ἐφικτὸν, οἶμαι, τοῖς ἔμφροσιν, περιελεῖν μὲν τοῦ
τὸ μεμηνὸς καὶ ταραχῶδες, καὶ τοῖς προστυχοῦσιν ἐγκειρεῖν
ἀνεξετάστως ἱέμενον, κατέχειν δὲ μόνον αὐτοῦ τὸ
μεγαλουργόν τε καὶ ἄτρεπτον, καὶ πρὸς τὰς ἐναντιώσεις ἀντέκον.
καθαρὸν ἔχειν καὶ ἀκραιφνὲς τὸ αἱρετὸν καὶ καθῆκον, τούτων
ἐντελῶς καὶ δὴ ἀνθεκτέον. οἶς δὲ μέτεστι καὶ τῆς πρὸς
τἀναντία τροπῆς καὶ ἐκνεύσεως, τούτοις οὐ διὰ πάντων χρηστέον,
ἀλλ’ ἐς ὅσον ἔχουσι τὸ συμφέρον. τὸ μὶν οὖν φρονοῦν
ἀμιγὲς ἀγαθὸν καὶ ἀνόθευτον ἅπαντες εἶναι φήσοιτε ἄν. τῆς
δὲ ὀργῆς τὸ μὲν δραστήριον εὐκλεὲς, τὸ δὲ θράσος
καὶ ἀσύμφορον. οὐκοῦν τὸ μὲν ὅλον* τῆς δὲ τὸ βέλτιστον ἔξ-
αιρούμενοι, καὶ φρονήσει τὸ κατορθοῦν ἀναμιγνύντες, ἴωμεν
εἰθισμένους, καὶ λαθραίας ἐφόδους ποιεῖσθαι, πρὸς δὲ
παρατάξεις ἐμφανεῖς οὐ μάλα γεγυμνασμένους , οὐδὲ ταῖς
συμπλοκαῖς ἐγκαρτερεῖν παιδευθέντας. ὁρῶντες δὲ νῦν σταδίαν
μαχὴν κατ᾿ αὐτῶν παρεσκευασμένην, ἐρυμάτων τε καὶ περβόλων
ἐκτὸς τὸ ἀντιστατοῦν καὶ ἀμυνόμενον ἐπὶ στρατοπέδου
συντεταγμένον , ἀποβαλοῦσι μὲν κατὰ τὸ εἰκὸς τὰ συνειθι-
εἴσονται διὰ τῆς πείρας, ὡς τῷ παντὶ κρεῖττον ἀεὶ τὸ προησκημένον
καὶ τὸ αὐθαίρετον τοῦ αὐτοσχεδίου καἰ ἠναγκασμ
σμένου.”
πλέον δέ τι ἦν ἐν αὐτοῖς τοῦ γαυρουμένου τὸ εὐλαβούμενον.
τοιούτου τε, οἶμαι, φρονήματος μετ’ εὐκοσμίας ἐνεπίμπλαντο,
πανωλεθρίᾳ διεφθάρησαν, μόνῳ τούτῳ εὐδοκιμήσαντες τῷ
μὴ ἀγεννῶς ἀπολέσθαι, ἀλλὰ πολλοὺς πρότερον τῶν Περσῶν
ἀποκτείναντες· οἱ δὲ ἀμφὶ Βελισάριον Ῥωμαῖοι
μὲν ἐχρῶντο Λακωνικῇ· πάντας δὲ τοὺς πολεμίους ἐτρέψαντο
ἀνὰ κράτος, καὶ πλείστους ὅσους διεχειρίσαντο, οὐδὲν αὐτοὶ
ἄχαρι πρὸς αὐτῶν ὅ, τι καὶ λόγου ἄξιον πεπονθότες.
γὰρ ἀθρόον ἐκ τοῦ σφετέρου στρατοπέδου οἱ βάρβαροι ἐς δισχιλίους
ἱππότας ἀποκεκριμένοι ἔθεον σὺν βοῇ, ὡς ῥᾷστα
τοὺς ἐναντίους ἀναρπασόμενοι, αὐτίκα ὁ Βελισάριος, ὡς
κατάσκοποι ἧκον ἐπιδεικνύντες αὐτοὺς μονονουχὶ, καὶ ὅσον
οὔπω παρέσεσθαι διεξιόντες, ἀπεξῆγε τοὺς ἀμφ’ αὐτὸν, σοφιζόμενος
ἐπειδὰν αὐτοῖς ἐγκελεύσηται καὶ σημήνῃ, τοὺς δὲ εὐθὺς
ἀκοντίζοντας τὴν φάλαγγα τῶν πολεμίων, ὅπως δὴ
ὑποστέλλοιτο, ἄχρηστόν τε αὐτοῖς ἔοι τὸ πλῆθος, πα-
ρατεἰνεσθαι νὴ δυνάμενον, ἀλλ᾿ εἰς ἐαυτὸ περιελιττόμενον.
ἐς τὰ πρόσω χωροῦντες εἴσω τῶν λόχων οἱ πλεῖστοι ἐγίγνοντο,
αὐτίκα Βελισάριος ὁμὰ τοῖς ἀμφ’ αὐτὸν
ὑπαντιάσας συνέῤῥαξέ σφισιν ἐῤῥωμενέστατα· οἵ
καὶ τὸ λοιπὸν ἅπαν πλῆθος ἐμβοῶντες, καὶ ἐπικτυποῦντες
τοῖς ξύλοις, αἰ δὴ ἐς τοῦτο ἔφερον, παρεθάρσυνον τοὺς μαχομἐνους.
δοθέντος δὲ τοῦ συνθήματος, καὶ δὴ οἱ ἄλλοι ἐκ
τῶν κρυπτίων ἀναθορόντες, τοὺς καθ’ αὑτοὺς ἐκάτεροι κατὰ
τὸ ἐγκάρσιον ἔβαλλον· βοή τε ἐγίγνετο καὶ ταραχὴ μείζων ἢ
κατὰ τὸ μέγεθος τοῦ πολέμου. οἱ δὲ βάρβαροι πάντοθεν ἀ-
ἀνεχώρουν, καὶ εἰς στενότητα συνεσπειραμένοι, ἀμύνασθαι
οὐκ ἠδύναντο· οὔτε γὰρ τοξεύειν αὐτοῖς εὐπετὲς ὑπῆρχε
μηδὲ χώραν εἶναι τοῖς βέλεσιν, ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς Τοῖς
ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι· κύκλῳ τε ἐδόκουν
ὡς δὴ μεγίστῳ στρατεύματι ἀπειλημμένοι. οἵ τε γὰρ, ὅπισθεν
σὺν ἀλαλαγμῷ ἐπιφερόμενοι καὶ πατάγῳ, ἔκπληξιν παρεῖχον·
ὁ τε κονιορτὸς εἰς ὕψος αἰρόμενος οὐ ξυνεχώρει διαγιγνώ-
σκεσθαι τοὺς συμπλεκομένους, ὁπόσοι ἐτύγχανον ὄντες. πρῶτος
οἰ βάρβαροι ᾤχοντο ξὺν ἀκοσμίᾳ, σποράδην σκεδαννὐμενοι
τά τε γὰρ ἡνία τοῖς ἵπποις ἅπαντα μεθίετο· καὶ πρός
γε αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ
ἐνδόσιμον· ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ
ἐφ’ ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε
οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους,
μεταστροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καἰ βιαιότερον
ὠς πλησιαίτατα ὑποδέχεσθαι.
ἀμυντηρἰας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς
αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ
ἅπαντας κατειργάσαντο. νῦν δὲ οἱ μὲν τοῖς χαρακώμασι σὺν
πλείστῳ θορύβῳ ἐμβαλόντες, συνεκύκησαν ἅπαν τὸ λοιπὸν
στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. ὁμωγή
τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς
παρειὰς καταξαίνοντες, ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον.
Ῥωμαῖοι δὲ σὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω,
μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι,
Μελαντιάδος, ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι.
δὲ καίτοι κατὰ τὸ εἰκὸς οἶός τε ὢν αὐτοὺς πορευομένους
μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις
ἤδη κατεπτηχόσι, καὶ οἶον φυγὴν τὴν ἀναχώρησιν
ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα
ἑκὼν, ἀλλ’ ἐκ βασιλέως αὐτῷ προστεταγμένον. ἐπειδὴ
ἅπας ὁ δῆμος, τοῦ ἔργου σφῶιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν
καἰ ἀνύμνουν κατὰ ξυλλόγους, ὡς ὑπ’ ἐκείνου περιφανέστατα
σεσωσμένοι, τοῦτο δὴ ἔδακε πολλοὺς τῶν ἐν τέλει καἰ ἠνίασε
εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. ὦν δὴ ἕνεκα τάχιστά
τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος. καὶ
ἔπι τοῖς ἤδη πεπονημέναις τιμῆς ἀπώνατο τῆς προσηκούσης
ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τόγε ἐπ’ ἐκείνοις,
καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. ὡς μὲν οὖν τῶν ἀρίστων
ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο,
μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ
καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμανα,
εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε
ἄλλο τι τῶν οὕτω καιριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι
σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δὲ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι
ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.
γὰρ ὁ βασιλεὺς, ἅτε δὴ κατ᾿ αὐτὴν εἰς φῶς προηγμένος,
ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις, καὶ
ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειργάσατο, καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκεν
προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς,
σφόδρα οἱ ἐπεφρόντιστο. τοιγάρτοι ὀκταέτῆ χρόνον ἐκ
γενετῆς διανύων, ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα,
καὶ τημελείας ἀπώνατο πάσης. τοῖς δὲ γὰρ τῶν γραμματιστῶν
τοῦ τῇδε στρατοῦ καταστησάμενος , ὡς ἂν αὐτῷ εὐθὺς τὸ
τῆς νεότητος ὀξὺ καὶ ταχύῤῥοπον καὶ πρὸς τὰς δόξας ἠρμένον
ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμπλάνοιτο, ἀλλὰ
ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. τότε δὴ οὗν
καί τοῖς πρεσβυτέροις τῶν ἀμφ’ αὐτὸν καὶ πολλοῖς ἦδη πρότερον
πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι
σὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. ἔπει δὲ οὐδέν
τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ
ἐφεδρεύοντες τῷ ἐρύματι, οὔτε πρὸς τειχομαχίαν
ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ
πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι, οὕτω τε ἢ
στεῤῥοὺς καὶ παχίστους, καὶ τούτους ἐπ’ αὐτοῖς
καὶ ξυνδήσαντες καλωδίοις τε καὶ τολύπαις,
πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθάπου
καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ δια-
παντὸς, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ
ἐς τοσοῦτον διικνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη,
καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον
ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκτήναντο σχεδίας. ὡς ἂν δὲ αὐτοῖς
πλωϊμώτεραι εἷεν, οἱ δὲ τὰ ἐμπρόσθια τούτων
τὸ μετέωρον ἐς πρῴρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες
καὶ ὡσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησάμενοι,
κωπητῆρας ἐφ’ ἑκατέρᾳ πλευρᾷ καὶ οἷον
αὐτομάτους ἐμηχανήσαντο.
ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν, τοῦ πρὸς τῇ
Αἴνῳ τῇ πόλει περιαγνυμένου· ἐμβάντες δὴ οὖν ἐν αὐταῖς
ἄνδρες ἐς ἑξακοσίους, καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπικαλαμίσιν
ἐντροπωσάμενοι, καὶ ἀμαθέστερόν πως ταύτῃ
ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα
καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο
ἠρέμα γιγνόμενοι, ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν
ταῦτα δὴ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθόμενος,
γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτήσει,
σιδήρῳ τεθωρακισμένων, ἀσπίδας τε φερόντων
τόξα καὶ πρός γε δορυδρέπανα, τούς τε ἐρέττοντας ἐμβαλὼν,
καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον
τῆς θαλάττης γλωχῖνα καθάπερ εἰς ἐνέδραν καθορμίσας,
ἐνέκρυψεν, ὡς ἂν μὴ πόῤῥωθεν προοφθεῖεν,
δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ
καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον, ἐνέκλινον πρὸς
τὰ εἴσω, καὶ ἐπεφέροντο φρονήματι σὺν πολλῷ καὶ παῤῥησίᾳ,
κατιοῦσαι, βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλἀμων
σχεδίαις καὶ δῆτα αἰ μὲν τῇ προσκρούσει περιετρέποντο
ἐς τοὔμπαλιν ὑπὸ τοῦ σάλου, καὶ ἐκαλινδοῦντο ὡς
μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν,
κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα
ἢ ὅπως ἂν ἱστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι.
οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τι καὶ ἀφασίᾳ
καθεστηκότων, οἱ Ῥωμαῖοι διέκπλους, ὅποι παρείκοι, ποιούμενοι,
ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ, καὶ ταύτῃ
πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα
ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς
πλήττοντες ἔκτεινον. ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ
ἐμβάλλοντες, ἐξέτεμνον στοιχηδὸν ἁπάσας, καὶ διέλυον
τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμηγέντες
ἀλλήλων, καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο.
αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.
καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ, ἀποχρήσασθαι
ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει
τοῦ προτερήματος. τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα
καθοπλισθέντες, ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου
καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων
βαρβάρων ἀνιωμένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων.
τότε δὴ οὖν ὁ Γερμανὸς, ἅτε δὴ νεώτατος ὢν καὶ
οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν
δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος
τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ
μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευε,
οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον
λει τὸν μηρὸν, ὡς μικροῦ δεῖν μελλῆσαι
ὅσους διαχειρἰσασθαι. τότε μὲν οὖν διελύετο ἥ μάχη·
καὶ οἰ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινὠσκοντες C
τε τῇ ἐκ τῶν ναυαγίων φορᾶ, καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι
κατ’ αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν
τὰ ἀμφὶ τὴν Χερρόνησον πέδια, καὶ πρὸς τὸν Ζαβεργἀν τε
καὶ τὸν ἀμφ’ αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττη-
μένους. οἱ δὲ ἀνὰ τὴν Ἑλλἀδα πρότερον ἐσταλμένοι, οὐδέν τι
ἀξιαφἠγτον ἔδρασαν, μήτε τῷ Ἰσθμῶ προσβαλόντες, μηδέ γε
τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν
τολοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν
οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα
ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγου-
καὶ ὅπως εἰρηναῖοι τολοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας.
καί δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο, καὶ δὴ Σέργιον τὸν
Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς
ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ, καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέ-
εἴχοντο πορείας, ἀναλαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς
Ἑλλάδος ἀφικομένους.
τῆς πόλεως οἱ πολέμιοι ἀφιγμένοι καὶ ἐγγελάσαντες,
οὐκ αὐτοὶ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ᾿ ἔτι καὶ χρυσίον
ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμεληκότων.
ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα,
ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον·
ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκροὐεσθαι τὸ βάρβαρον
ἀττα τὸ γράμμα· „ Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων
ἐφ’ ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμἀσαιμι
ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοί
ἐπισεἰξης δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν,
ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. παραγεγόνασι γὰρ ἐν-
θάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅτι μὴ ὡς
ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ
τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρἰστους
παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου
ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς
ἴσους τε καἰ ἀμφηρἰστους τοῖς Ούτιγὐροις ἀποκαλέσοι,
τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν’ ἔτος ἕκαστον μισθοῦ χάριν
σῆς πειρώμενοι δόξης. εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος
εἰ καὶ φρενήρης, καὶ οἶος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομέωις,
οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ
τὸ δυσμενὲς ἀμύνασθαι, καἰ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους
μισθοὺς ἀπολαβεῖν, όσπερ δι’ αὐτῶν σοι ἀπεσταλμένους.
εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν
ἄγειν ἐθέλεις, δεδιὼς, οἶμαιι καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμωύνην,
ὦ φέριστε, ὡς καὶ τὰς συνθήεας μεταθετέον ἡμίν ἐπ’ αὐτοὺς,
ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν θέμεθα γένος. ἀνόητον γὰρ καὶ
ἄλλως τοῖι ἡττωμένοις συναδξεἴν, παρὸν τὸ κρατοῦν
οἰκειώσασθαι.”
εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἷός τε
ἦν τὴν ὀργὴν , ἀλλ’ αὐθημερων ἵετο τίσασθαι τοὺς Κοτριγουρους
τῆς ἐς αὐτὸν παροίνιας πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδιιως
τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης,
καὶ ἀεὶ κερδῶν γλιχομένη; τοιγάρτοι κινήσας τὸν οἰκεῖον
στρατὸν , πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων
χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ,
γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ
τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν
ὑπαντιάζει ἐξαπιναῖα· καὶ πολλοὺςὅσους ἀποκτείνας,
τὰ τε χρήματα αὐτοὺς το παρὰ βασιλέως καὶ ἅπασαν
τὴν λείαν ἀφαιρεῖται. μόλις δὲ οἱ σεσωσμένοι ἐς τὰ σφέτερα
ἤθη ἀπονοστήσαντες καὶ κατ’ οὐτὸ τοῖς ἄλλοις γενόμενοι, ἐς
ὡς καὶ αὐτὴν δήπου τὴν πάτρον ἐπωνυμίαν ἀποβεβληκέναι.
ἐς τοῦτο γὰρ συμφορᾶς τάδε ὰ Οὐννικὰ ἔθνη ἔξώκειλεν, ὡς
εἴπερ ἄρα τι αὐτῶν καὶ μεμέναεν μέρος, σποράδην ἑτέροις
ἀλλ’ ἡ μὲν παντελὴς οῖνλὸε τοῖν γενοῖν ἀνατροπὴ καὶ
κατάλυσις χρόνῳ ὕστερον ξυννγέχθη, καί μοι εἰρήσεται ἕκα-
στᾶ προσηκὀντως ἁρμοζομένῳ ὡς οἷον τε τῇ τῶν χρόνων ὀμολογἰᾳ.
ἐδείκνυτο ἡ τοῦ βασιλέως προμήθεια καὶ εὐβουλία, ὅτι
δὴ τῶν βαρβάρων ὑπὸ σφῶν διαφθειρομένων, αὐτὸς ὅπλα μὴ
κινῶν πάντως ἐνίκα τῇ γνώμῃ ἐφ’ ἑκατέρᾳ ῥοπῇ τοῦ πολἐμου,
καὶ ἀπἠλαυε τῆς ἐλπίδος. ἐπειδὴ γὰρ ἐμόχθουν ἑκάστοτε τοῖς
οἶκοι δεινοῖς ἐνησχολημἐνοι, οὐκέτι κατὰ Ῥωμαἰων χωρεῖν
διενοοῦντο· ἀλλὰ καὶ ὅποι γῆς ἐτὐγχονον ὄντες, τοῖς πλείστοις
ἠγνὀγντο.