Lace v. 0.6.17 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts fragment.
ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ
δὲ φρήν
. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν
αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν
προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς
ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ γανάκτησεν, ἀνέμνησεν ἐκείνη
περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν
ἤτοι οὐκ
ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα·
ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν
γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα
. ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης
, φησὶν ὁ Ὑγιαίνων, διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους
.
πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, διότι
,
φησίν, εἰ καὶ δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς
τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς
δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς
τελετ άρχαις δικάζονται
.
Οὔτις με βιάζεται δόλῳ δὲ βίηφι
καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι
ἀπηλλάγησαν.
Χρημάτων
ἃ ἔλιπον οὐδὲν ἔτι.
τί γάρ, ὅτι ἴσως ὁ πατὴρ ταύτης ἦν ἐν τῇ οἰκείᾳ πατρίδι
πλούσιος, ἐπεὶ δὲ πολιορ κουμένης τῆς αὐτοῦ πόλεως ἔφυγεν, ἃ
ἔλιπον
, φησίν, ἐκεῖ χρήματα, νῦν οὐδέν εἰσι. καὶ μή μοι
ἀπιστήσητε· οὐδὲ γὰρ ἀπώμοτόν ἐστιν ὃ λέγω καὶ ἀνέλπιστον, ἀλλ’ οἱ σωφρονέστεροι
πιστεύουσί μοι.
τὸ συμπέρασμα ἄρα ἄτοπον.
καὶ πάλιν ὡς ὡμολογημένου
εἰλημμένου τοῦ οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν
πλέκε τὸν
συλλογισμὸν
κατηγορήθη δὲ ὅτι
τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον
θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. ἔστι δὲ τοῦτο φωνή, ἢ ὅταν γένηται
αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε.
καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει.
ταῦτα καὶ
λάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο·
ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀν δρία κακία. ἀλλὰ καὶ
τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς
πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς ριαμικὰς συμφορὰς
ὑπομένοντα, οἱ δὲ εριπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι
οὖν
ναί
, ἀλλὰ
λέγε μὲν καὶ τὸ ναί
, προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα
μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας
οὕτως
ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω.
ὁρᾷς, πῶς εὐθὺς
ἐτέθη ἐν τῷ συμπε ράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν.
οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμησιν, ὡς οὗτοι.
ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης
, οἷον βαρβαρίσας τάχα
ἀπὸ περιπετείας τῆς γλώττης, καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον
ἀνακαγχάσας καὶ ἀναβοήσας ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης
,
τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ἀκούεις,
Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός;
εἶτα
δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν οὐκ ἔστι νῦν καιρὸς γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ
ἀναγκαίων τῇ πόλει
.
ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ
διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν
ἐπιχειρημάτων
. ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίην δύσνουν εἶναι κατὰ τῆς
πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς
· οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα
καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς
λαληθεῖσι
. πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν,
εἰ καλῶς εἶπε
· τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. εἴρηκα, παρακατ έχετε, μιμνήσκεσθε,
φυλάττετε
.
ἆ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς,
μουσάων θεράπων, ὅτ’
ἀκήρατος ἦν ἔτι λειμών·
νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι,
ὕστατοι
ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι
πάντῃ παπταίνοντα νεοζυγὲς ἅρμα
πελάσσαι
καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν
τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ
ὡσανεὶ μοιρασθεῖσαν παρὰ συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν
ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. |
Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
ὁ
Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ ολυνείκης, ὁ δὲ εὗρεν ἐκεῖνον
τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ
ἰαμβεῖά φησιν οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα — ὁ δὲ ἐλθὼν
δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος —, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ
ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή,
ὅτι παρά του τέθαπται ολυ νείκης
. ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ
βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν
κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι
ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι χοὕτως ὁδὸς βραχεῖα
γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με τὸ
μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισ μῶν ὕστερον
ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα
. τὸ δὲ 'τί φροιμιάζῃ' τοῦ
Κρέοντός ἐστι λέγοντος τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς
ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ.
ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ,
ἀλλ’ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος αμφύλου, ὅς ποτε ἐν πολέμῳ
τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη,
κομισθεὶς δ’ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω.
οὕτως ὡς παροιμίᾳ τινὶ ὁ λάτων χρῆται τῷ ἀπολόγῳ Ἀλκίνου. |
ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν, καὶ ἡ
προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν.
ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν
ἔχει, οὐ μὴν βού λευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις
βού λευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις.
κατὰ
δή τινα ζῆλον τῶν παρ’ Ὁμήρῳ νεκυιῶν μετάγεται καὶ ὁ λάτων ἐπὶ μύθους, ἐν οἷς ὁ
ποιητὴς ἀφηγούμενον ποιεῖ τὸν Ὀδυσσέα ⟨τὰ⟩ ἐν Ἅιδου θεάματα πρὸς τὸν Ἀλκίνουν
.