Lace v. 0.6.17 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
Ἐρώτα δὲ αὐτὸν τετραχῶς· τοσοῦτοι γάρ εἰσι τῶν ἐρωτήσεων οἱ τρόποι· πολλάκις γὰρ αὗται κατὰ καιρὸν † μὴ γινόμεναι καὶ ὤνησαν καὶ ἔβλαψαν. εἰσὶ δὲ οἱ τρόποι οἵδε· τὸ εἰς ἄτοπον ἀπάγειν, τὸ τὰ ὁμο λογούμενα ἐρωτᾶν, καὶ τὸ ἐρωτᾶν τότε, ὅταν μέλλῃς εἰς τοὐναντίον περι τρέπειν, καὶ τὸ ἀληθέσι ψευδῆ συμπλέκοντα πυνθάνεσθαι.
τί ταῦτά ἐστιν
εἰπῶν τὰ δρώμενα ἐν τοῖς μυστηρίοις;
εἰπόντος δὲ τοῦ Λάμπωνος ὡς 'οὐχ οἷόν τε ταῦτα τοῖς ἀμυήτοις ἐξαγγέλλειν', ἀνήρετο ὁ ερικλῆς, εἰ αὐτὸς οἶδεν· οὐ συμφήσαντος δὲ τοῦ Λάμπωνος ἐν τοῖς οὐχ οἷόν τε ταυτὶ τοῖς ἀμυήτοις ἐξαγγέλλειν
, καὶ πῶς' εἶπεν 'ἀτέλεστος ὤν;
ἔστι δέ, 147 ὅστις θεοὺς οὐ νομίζει θεῶν παῖδας νομίζων;
παρέλιπε γὰρ τὸ αὐτόθεν ὁμολογούμενον, ὅτι ὁ δαιμόνια νομίζων θεοὺς νομίζει.
εἶτα, ὧ σχετλιώτατε πάντων, ἀντέλεγες μέν, ἵνα σώσειας, συνε λάμβανες δέ, ἵνα ἀποκτείνης;
τὰ μὲν ἔστι, τὰ δὲ οὔ' ἢ πῂ μὲν ἀληθὲς τὸ λεγόμενον, πῂ δὲ ψεῦδός ἐστι
· πρὸς γὰρ τοὺς οὕτως ἀπο κριναμένους οἱ ἀκροώμενοι θορυβοῦσιν ὡς ἀποροῦντας καὶ οὐκ ἔχοντας ἀντειπεῖν.
Φεύγοντος τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν καὶ ἀνάγκαζε αὐτὸν ἀποκρίνεσθαι· οἵ τε γὰρ φεύγοντες τὰς ἀποκρίσεις ἐγνωκέναι δοκοῦσι
Ἔστι δὲ ἄλλος τρόπος ἔξω τῶν πρὸς τὸν ἀντίδικον τοῦ | ἐρωτᾶν †· τοῦτο δὲ ποιεῖν δεῖ, ὅταν ἴδωμεν τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν καὶ ἃ ἡμεῖς ἂν βουληθείημεν ἀποκριναμένους πυνθάνεσθαι καὶ τούτων· τοῦτον γὰρ τὸν τρόπον ἔστιν ἄνευ κινδύνου πάντα συλλογίζεσθαι· ὡς γὰρ αὐτοῦ τοῦ πράγματος ἔχοντος τἀληθὲς οἱ ἀκούοντες καὶ τοῖς ἐξ ἐναντίας † τοῖς ἐρωτῶσι προσομολογεῖν.
Δεῖ δὲ καὶ τὰς αἰτίας ἐπιφέρειν ταῖς ἐρωτήσεσι [καὶ ταῖς ἀποκρίσεσιν], αἷς αὐτο * ἐρωτῶμεν, οἷον εἰ δέ τίς σε ἔροιτο· τί δήποτε; τοῦτο γὰρ εὔλογον ἢ φύσιν ἔχον ἐστὶ † τοῦ ἀποκρίνασθαι ἢ τοῦ εὐνοϊκῶς ἔχον τος τῇ πόλει· καὶ γὰρ ἡδὺ καὶ ἀκριβέστερον οὕτω φαίνεται.
χρήσῃ δὲ καὶ τούτῳ τῷ ὀργάνῳ πανταχοῦ.
Εἰσὶν οὖν τῶν ἐρωτήσεων οὗτοι οἱ τρόποι· τὸ τὰ ὁμολογούμενα ἐρωτᾶν, τὸ εἰς ἄτοπον ἐμβαλεῖν τὸν ἐρωτώμενον, καὶ τὸ ἐρωτᾶν τότε, ὅτε εἰς τοὐναντίον μέλλῃς περιστήσειν, καὶ ἀληθέσι ψευδῆ συμπλέκοντα ἐρωτᾶν, καὶ μὴ διὰ πολλῶν ἐρωτήσεων συμπεραίνειν τὸν συλλογισμόν, καὶ αὐτὸν ἐρωτᾶν, ὅταν ἴδωμεν καὶ τοὺς δικαστὰς συμπεριφερομένους ἡμῖν, καὶ τὸ μετὰ προσθέσεως τῆς αἰτίας ἐρωτᾶν.
Τρόποι μὲν οὖν οὗτοι· παραδείγματος δὲ ἕνεκα ὑποτάξω καθ’ ἕκαστον. ἔφην γὰρ τὰς ἀποκρίσεις ἤτοι διωσόμεθα καθάπαξ
, ἂν ἔχωσί τι δυσχερές, οἷον ὡς Καλλίας ποτὲ λέγεται εἰπεῖν, ὅτι ἀποκρίνεται, εἰ τοσοῦτον αὐτῷ δοίη χρόνον ⟨ὁ⟩ ἐρωτῶν, ὅσον αὐτὸς ἐμελέτα τὴν ἐρώτησιν, ἢ φθάσαντες ἐρωτῶμεν αὐτούς
, ἃ ῥᾴδιά ἐστιν ἀποκρίνασθαι, οἷον ἐπειδὰν ἐρωτᾷ με, τί ⟨ἂν⟩ ἐποίησα 'οὐκ ἂν τόδε, ἀλλὰ τόδε', οἷον οὐκ ἂν ἐσυκοφάντουν τοὺς φίλους, ἀλλ’ εἰργαζόμην
.
πῂ μὲν ἔπραξα, πῂ δὲ οὔ' ἐξαπλοῦν τῷ λόγῳ καὶ τὰς αἰτίας προστιθέναι, οἷον 'τόδε μὲν ἔπραξα διὰ τόδε
, καὶ ὅλως τὰς βραχυλογίας καὶ συντομίας παρέχεσθαι ἐπὶ ταῖς ἀπο κρίσεσι, † τὰ δὲ προσδιορισμοῦ φευκτέον. |
κεκοινώνηκα
. οὐκοῦν
λεγόντων καὶ σὺ δικαίως ἂν ἀπόλοιο;
οὐ δῆτα
, ἔφη· οἱ μὲν γὰρ χρήματα λαμβάνοντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ ἀπὸ γνώμης.
μὴ προσποιηθείς, ὅτι συμπέρασμα ἐπή γαγεν, ἔλυσε καὶ λογικῶς τὸν συλλογισμόν. ὅθεν καὶ τὸ αὐτὸ τοῖς ἐρωτῶσι παραφυλακτέον, * πολύς τις τῇ τῶν πραγμάτων ἀληθείᾳ περιείη μάλιστα, ὡς μήτε αὐτὸ τὸ συμπέρασμα ἄλλα τινὰ συ * | συλλογισαμένου ἅπαξ· εἰ γὰρ μετὰ τὴν ἀπόκρισιν τοῦ ἐφόρου τουτουὶ τὴν δευτέραν ὁ συλλογισμὸς ἐπήχθη τῷ κατηγόρῳ αφο * δῆλον τοίνυν, ὅτι καὶ σὲ τεθνάναι χρή
, οὐκ ἂν ἔσχεν ἀποκρίνασθαι καὶ σωθῆναι.