Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
This pointer pattern extracts sections.
Ἀγαθοδαίμων Ὀσιρίδει χαίρειν.
Ἤδη σοι τοῦτο τέταρτον βιβλίον γράφω ἐκ τοῦ ἀρχαίου χρησμοῦ· σὺ δ᾽ ἂν συνιῇς, ἤγουν ἂν συνετοὺς ὑποκρίναι, ἤγουν αὐτὸς ἐνταῦθα πρὸς ἡμᾶς τῇδε ὃς πόλει ἠλιθείης ἐλθὲ ἀκουόμενος ἀναφανδὸν, ὅπου ἡμῖν παρακελεύων ἔρχεσθαι ἐν Μέμφει· ἄγοντά σοι ἐκεῖ ἠλιθείης, ὑπομνήματα τοῦ χρησμοῦ, τέως δὲ ἕως κατὰ κέλευσιν ὑποθήσομαί σοι πάλιν ὑπὸ χρησμὸν, καὶ τὰς εἰς αὐτὸν τῶν πολλῶν συναγωγὰς, καὶ οὕτως τὰ ὑπομνήματα.
Ἴσθι δὲ, Ὄσιρι, ὅτι ὁ χρησμὸς ἀπό τε ξανθώσεως ἤρξατο· παρὰ λοιπὸν τὴν λεύκωσιν, τὴν
ξάνθωσιν οὐκ ἄλειπον εἴρηκεν· διὰ τί; ὅτι ὁ ἐρωτὸν περὶ οὗ ἐνεθύμητον ἤκουσεν. Πρὸς γὰρ
τὰς διαθέσεις τοῦ νοῦ τὸν χρησμὸν ὑποκρίνονται. Ὁ γοῦν Ὀρφεὺς ἦν ποίησων τὴν λεύκωσιν
οἶδε πάντα τὰ παρ᾽ ἑαυτῷ ἑτοίματα ὀργάνῳ ὕδατα καὶ κηροτακίδα, καὶ τὰ μέρη τῆς ξανθώσεως
πάσης, λέγω δὴ ὕδατος θείου ἀθίκτου, καὶ τὰ ἄλλα ἕτοιμα : καὶ μόνον μίξει ζητεῖ τοῦ
ὐστέρου σκωριδίου.
Ὅπερ οὖν ἐζήτει, τοῦτο (f. 262 v.) ὁ χρησμὸς ἔδωκεν. Ἐνδεής οὖν ὁ χρησμὸς τῶν μετὰ
τῶν σοφῶν πρὸς συμπλήρωσιν ἀπεπλήρωσαν αὐτοῦ τὰ λείποντα· ἀρσενοείτε εἰς τὸν ξανθὸν, καὶ
ἄλλοι ἄλλας· τῆς μέντοι λευκώσεως οὐδεὶς κατηξίωσεν μνημονεύσας, εἰ μὴ ἐγώ· ἣν καὶ
ἔγραψα πολλαχῶς, καὶ πάλιν γράφω, ἀρχόμενος πάλιν ἀπὸ τοῦ χρησμοῦ κατ᾽ ἐπερώτησιν· ἔχει
δὲ ὧδε·
Ἐπεὶ
μὲν δοκεῖς εὐσθένεσιν δεήσεσιν, ζακορὲ, λιτάζῃ πρὸς τροφοῦ ἰδίου χρυσοῦ
σθένος, δέλτησιν ἐγχείρωσε τοὺς ἐμοὺς λόγους.
Χαλκὸν κεκαυμένον, τούτου καὶ σφόδρα λίαν πλυνθέντος καὶ ἀνακαυθέντος, καὶ πάλιν
ἔστω, κάθες καλλίστῳ ἀργύρῳ ψῆγμα, μύριν ἑκάστην πρὸς δύνην, καὶ δ
Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ
λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν κηρόν· σύγκειται δὲ ἀστοῦν χαλκὸν ἐκ
τῶν δ' σωμάτων, χαλκοῦ,
Ἔχουσιν δὲ ἐν ταῖς ἄλλαις γραφαῖς καὶ διαφόρους σταθμοὺς, καὶ μίξεις καὶ ἐργασίας, καὶ αὐτὰς καλὰς καὶ οὐκεῖ κενὰ, οὐδὲ ματαίους. Οἱ μὲν γὰρ αὐτῶν ὅλα τὰ σώματα ὑφ' ἓν μιγνύντες ἔχουσιν σκωρίαν ἢ καὶ ἐργάζονται· οἱ δ᾽ ἐπιει καὶ ἑτέρων ποιοῦσιν, προκαθαίρουσιν γὰρ τὸν χαλκὸν, ὡς ἐνδέχεται, καὶ μίσγουσιν τὸν ἄργυρον· εἶτα τὸν σίδηρον ἀρσενώσαντες, ὡς ἐν τῷ χαλκῷ, καὶ ποιήσαντες ἁπαλὸν, σμίγουσιν· τὸν δὲ κασσίτερον καὶ μόλυβδον λύσαντες ἐπιδάλλουσιν τὰ μέταλλα καὶ σκορπιστικῇ καμίνῳ, καὶ φρύξαντες οὕτω λείουσιν καὶ πλύνουσιν· καὶ οὕτω μίσγουσιν τὸν σιδηρόχαλκον, ἄλλοι δὲ τὸν μὲν μόλυβδον· σκορπίζουσι τὰ μέταλλα· τὸν δὲ κασσίτερον, ὀνυχοποιήσαντες μίγμα, καὶ λοιπὸν βάλλοντες, τὸν μὲν μόλυβδον λειοῦσιν καὶ τὸν κασσίτερον ὁμοίως λειοῦσιν, καὶ μίσγουσιν καὶ πλύνουσιν, καθὼς λειοῦται ἔμπροσθεν τρυβλίῳ, καὶ τοῖς ἄλλοις. Εἰ μὴ γὰρ πλυνθῇ καὶ ἀρθῇ ἡ μελανία ἀπ αὐτοῦ, οὐδέν ἐστιν. Αἴρεται δὲ διὰ πλύσεως καὶ ζέσεως μετ᾽ αὐτοῦ, εἶτα πήξεως (f. 263 v.), εἶτα κατεράσεως, εἶτα σήψεως, εἶτα ἀνασπάσεως.
Λοιπὸν ὁ μόλυβδος ἔχων τὰ οὐσιαστικὰ εἴδη ἐκ δευτέρου βαλλόμενα εἰς τὴν ξάνθωσιν
μετὰ ἀργύρου, ποτὲ μὲν καὶ σκορπιζόμενα, ποτὲ δὲ συνλειούμενα καὶ κατασπώμενα, καὶ διὰ
τῶν ἄλλων μυρίων τεχνῶν τῶν ἐν ταῖς γραφαῖς αὐτῶν γινομένων· πλατεῖα γάρ ἐστιν ἡ
Ἔχουσιν οὖν αἱ ἀρχαῖαι γραφαὶ ποτὲ μὲν καθησμὸν πάντα, ποτὲ δὲ καὶ συγκεχυμένος,
ἅτινα πάντα σοι ὑπογραφήσεται· ἔχει δὲ ὧδε. Λαβὼν κύθραν ὠμὴν, ξήρανον ἐν ἡμέρας ι', καὶ
λαβὼν ὤχρας καὶ κυανοῦ ἀνὰ μέρος α', λείου ὄξει ἀκράτῳ· ποιήσας μέλιτος πάχος, χρίε
τὴν κύθραν ἔσωθεν· καὶ (f. 264 r.) ὄπτα σανδαράχης ἀλῆς, καὶ λαβὼν ἰὸν χαλκοῦ, λείου
οὔρῳ ἀφθόρου, καὶ χρίε πάλιν ἐπάνω τὴν κύθραν· καὶ περιφημώσας ὄπτα ἡμέρας γ'· καὶ
ἐξελών εὑρήσεις ὡς καγχρία· ταῦτα ἐπίβαλλε ἀργύρῳ, οἱ μὲν μελανωθέντι, οἱ δὲ οὐ ψυγῆ
χρυσὸν μελάνωσις· ὤχρας μέρος, κασσιτέρου μέρος προσποιεῖ ἀμφότερα, τὸν αὐτὸν σίδηρον
πρὸς τὸ ἴσον· καὶ μαγνησίᾳ τὸ αὐτὸ ποιήσεις· καὶ