Lace v. 0.6.20 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University.
Note that this edition of scholia uses a three-level pattern to label scholia; these correspond to their referants in the following manner. If the levels are A.B.C, A is the TLG work number of the play of Euripides to which the scholion refer; B is the line number of the play (specified in A) to which the scholion refers; and C is a counter of scholia that refer to that line. For vitae, A is not a number but rather 'vita', followed by a count and section number. (NB TLG work number replaced by short work name with arg or sch preceding.)
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts work, line and part.
This pointer pattern extracts work and line.
This pointer pattern extracts work.
Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλίου ἄρχοντος κατὰ τὴν ̄ο ̄ε ὀλυμπιάδα ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες.
Ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον, ἢ πυγμὴν, τοῦ πατρὸς
αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν
Ἀθήνησι νικῆσαι· ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε,
προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμοὺς, ὡς δὴ ἀκουστὴς γενόμενος
Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου. δοκεῖ ⟨δὲ⟩ αὐτῷ καὶ Σωκράτης ὁ
φιλόσοφος [καὶ Μνησίλοχος] συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης Μνησίλοχος δὲ
ἐκεῖνος
οἱ δὲ τὰ μέλη αὐτῷ φασι
Κηφισοφῶντα ποιεῖν, ἢ Τιμοκράτην Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον
γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ
πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος. γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ ⟨ᾗ⟩ καὶ
Ἑλλάνικον, ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ
ἀγωνίζεσθαι γενόμενον ἐτῶν κ͞Ϛ. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτιμήθη
καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν παρὰ Ἀρχέλαον γενόμενος διέτριψε καὶ
χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῷ, ὅτε καὶ
ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς
ὄψεως φακοὺς ἐσχηκέναι. γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ
Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρχίδην μὲν πρεσβύτατον ἔμπορον,
δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ
πατρὸς ἔνια δράματα. ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος ὀλυμπιάδος ̄πᾱ
ἔτει ᾱ, πρῶτον δὲ ἐδίδαξε μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου,
ὀστέα δ’ ἴσχει
φασὶ δὲ [καὶ] κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι
δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν,
τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ
δακρῦσαι τὸν δῆμον.
γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου.
πατρὶς δ’
Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσας
τέρψας ἐκ πολλῶν καὶ τὸν
ἔπαινον ἔχει.
Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας
ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμῳδοῦσι. γενέσθαι δὲ κατ’ ἀρχὰς μὲν αὐτόν
φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ φυσικῷ καὶ Ἀναξαγόρᾳ ἐπὶ τραγῳδίαν
ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν, οὐδεμίαν
φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον
ὠφέλει τὸν Σοφοκλέα. ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες.
ὑπεριδὼν δὲ πάντα
ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ
καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ
Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος,
θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ
εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ
ὕστερον Εὐριπίδης ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρέμει, Ἀρχελάου δὲ ἐπὶ
κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ
περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ
σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνός, ὅθεν καὶ παροιμία ἐστὶ παρὰ τοῖς
Μακεδόσι κυνὸς δίκη
.
φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν
ἔχον στρυφνὸς ἔμοιγε
προσειπεῖν [Εὐριπίδης]
. λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα
Κοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν
Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν
ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν σωφρονεῖ παρ’
ἐμοί
δύστηνος εἶ
ἔφη εἰ [γυναῖκα]
δοκεῖς παρ’ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παρ’ ᾧ δὲ μή
. ἐπιγῆμαι δὲ αὐτὸν
δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν
βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι
εἰς τὸ σπήλαιον, ἐν ᾧ γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν
Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος b]εὐφήμει
ἔφη μέλιτος καὶ
Σειρήνων γλυκύτερον στόμα
.
ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων δι’ αἰτίαν τοιαύτην.
εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν
οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν· ἐπεὶ δ’
οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα βουλομένου αὐτὴν ἔχειν τοῦ
Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ γὰρ συνέζης ὡς τὰ πόλλ’
Εὐριπίδῃ καὶ συνεποίεις † ὥς φησι καὶ τὴν μελῳδίαν
. λέγουσι δὲ καὶ ὅτι
αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς
Θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ αὐτοῦ πρῶτον
μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν
γοῦν τῇ Μελανίππῃ μάτην ἄρ’ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν
τόξευμα καὶ κακῶς λέγει·
. αἱ δ’ εἴσ’ ἀμείνους ἀρσένων, ἐγὼ
λέγω
καὶ τὰ ἑξῆς. οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ
τοιοῦτον εἰπεῖν a]
† Μετὰ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν τῆς Τρῳάδος Χερρόνησον καθωρμίσθησαν, Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφάγιον ᾔτει μίαν τῶν θυγατέρων τοῦ Πριάμου. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον ἔσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ ἐν παρακαταθήκῃ μετὰ χρημάτων. ἁλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν καὶ φιλίας δυστυχούσης ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν κλύδων πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω, κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο κρύπτουσα τὸ γεγονὸς ὡς ἴνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ. παραγενομένων δὲ τοὺς μὲν υἱοὺς ἔσφαξεν, αὐτὸν δὲ τῆς ὁράσεως ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρξαι ὠμότητος, ἀλλ’ ἀμύνασθαι τὸν κατάρξαντα.
προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ
τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην ** Δύμαντος a]
γράφεται καὶ σκότους: — Mi
† ***** ἀποροῦσι ****** πάντως ἀσώματον, ὅ ἐστι πνεῦμα μᾶλλον,
τὸ δὲ πνεῦμα δηλαδὴ ἡ ψυχή· ἀεικίνητος γάρ ἐστι καὶ φάνσιν οὐκ οἶδε. διὰ
τοῦτο ******* ἐστὶ δηλωτικὸν, τὸ δὲ ἥκω κινήσεως, εἰκότως οὕτως ἐφθέγξατο.
ἕτεροι δέ φασιν ὅτι οὐκ οἶδεν ⟨τὸ⟩ ἧκον, ἀλλὰ ἱκόμην μᾶλλον καὶ ******* ἥκω.
ἔστι
† ** Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ⟨ωρισμένως δι⟩άγει ὁ Ἅιδης τῶν λοιπῶν θεῶν, ⟨τῆς Π⟩ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: — A
ὅπου: — Mg
Ἑκάβης παῖς γεγὼς ⟨τῆς Κισσέως⟩ Πριάμου: Φερεκύδης a]
Ἑκάβης παῖς γεγὼς ⟨τῆς⟩ Κισσέως: τὰ περὶ τῆς Ἑκάβης a]Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
μητροπάτωρ, ὅς τίκτε Θεανὼ καλλιπάρῃον
: — MA
γράφεται τῆς Κισσίας· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: — MA
τὸ ἑξῆς ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: — MA
ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλοῦ Ἑκάβην καὶ Θεανώ: — M
τὸ χ, ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν
εἰρηκότος αὐτοκασίγνητος Ἑκάβης, υἱὸς
δὲ Δύμαντος
: — M
† ⟨ὅς μ’⟩ ἐπεὶ Φρυγῶν πόλιν: ὅστις, πατήρ μου, ἐπεὶ κίνδυνος ἔσχεν, ἤγουν ἐκράτησε, δορὶ ⟨πεσεῖν Ἑλληνικῷ⟩ τὴν Φρύγων πόλιν, φοβηθεὶς ⟨μὴ σ⟩φαγῇ ὑπὸ τῶν Ἑλλήνων, ὑπεξέπεμψε Τρωικῆς χθονὸς ⟨τουτέστιν⟩ ἀπὸ Τρωικῆς γῆς ἔπεμψέ με, πρὸς δώματα τοῦ Θρηικίου, ἤτοι τοῦ Θρᾳκικοῦ, φίλου, τοῦ Πολυμήστορος. τὸ δὲ ξένου ἐν εἰρω⟨νείᾳ⟩ φησίν· ὅστις, Πολυμήστωρ, σπείρει, ἀντὶ τοῦ δι⟨οικεῖ⟩ * * τὴν ἀρίστην Χερρονησίαν χώραν. τὸ δὲ πλάκα ἀντὶ τοῦ Χ⟨ερρονήσου⟩ εἶπεν· ἐκάλεσε δὲ αὐτὴν πλάκα ἢ διὰ τὸ τραχὺ ἢ διὰ τὸ ⟨ψυ⟩χρὸν καὶ χιονῶδες: — A
τὸ χ. ὅτι οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος δὲ
διαιρεῖ: — M
μοῖρα: — Mg
πλάκα: χώραν· ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ
πλάκα
† τὸν φίλιππον λαὸν, τὸν φιλοῦντα ἱππάζεσθαι, εὐθύνων καὶ ἄγων ἐν τῷ δορὶ: — A
σπείρει φίλιππον: οὐκ ἀλόγως. βαρβάρους γὰρ ὄντας αὐτοὺς τῇ διὰ ξίφους ἀπειλῇ ὑπέτασσεν: — MA
διοικεῖ: — Mg
ἔνδεια περιουσίας: — Mg
μικρότατος δ’ ἤμην: — Mg
ἦν ἀντὶ τοῦ ἤμην φησίν. ἔστιν Ἀττικόν: — Mg
νεώτατος δ’ ἦν: ἀντὶ τοῦ ἤμην φησίν. Ἀττικῶς δὲ ἦν. καὶ χωρὶς δὲ τοῦ ̄ν ἦ, ἀντὶ τοῦ ἔα. οὕτω Δίδυμος. ἐν μέντοι τοῖς ἀντιγράφοις ἦν φέρεται καὶ κοινὴ ἀνάγνωσις ἦν: — Vat.1345
† νεώτατος δ’ ἦν Πριαμιδῶν· ὅπερ, τὸ εἶναί με νεώτερον πάντων μου τῶν ἀδελφῶν καὶ μικρὸν τὴν ἡλικίαν, ἐξέπεμψέ με ἀπὸ τοῦ Ἰλίου. οὐ γὰρ ἠδυνάμην ὅπλα φέρειν καὶ πολεμεῖν, ἵνα εἰμὶ ἐν πολέμῳ: — A
† ἕως μὲν οὖν γῆς: ἕωστερ οὖν τῆς Τρωιχῆς γῆς τὰ ὁρίσματα
ἔκειντο ὀρθὰ καὶ τὰ τείχη τῆς πόλεως ἵσταντο καὶ ἄθραυστα ἧν καὶ ὁ Ἕκτωρ ὁ
ἐμὸς ἀδελφὸς ηὐτύχει ἐν τῷ πολέμῳ, ἕως τότε ηὐξόμην καλῶς παρὰ τοῦ
Πολυμήστορος ὥσπερ τις πτόρθος. πτόρθον γὰρ αὐτὸν ἐκάλεσε διὰ τὸ νέον τῆς
ἡλικίας. πτόρθος γὰρ ὁ κλάδος λέγεται: — A
ἀντὶ τοῦ τὰ τείχη: — Mg
πατρώῳ φίλῳ: — Mg
τροφαῖσιν ὥς τις πτόρθος: διὰ τούτου τὸ νέον τῆς ἡλικίας καὶ τὸ ἁβρὸν τῆς τροφῆς ὑποσημαίνει. ζῶντος γὰρ Πριάμου πολυτελῶς ἀνετρέφετο ὑπὸ τοῦ Πολυμήστορος ὁ Πολύδωρος. ⟨ἁλούσης δὲ τῆς Τροίας καὶ⟩ τελευτήσαντος Ἕκτορος καὶ Πριάμου, ἀπ⟨έκτεινεν αὐτὸν, ἵνα κερδάνῃ τὰ χρήμ⟩ατα: — MA
† ἐπεὶ δὲ Τροία: ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο καὶ ἡ ψυχὴ τοῦ Ἕκτορος, περιφραστικῶς αὐτὸς ὁ Ἕκτωρ, καὶ ἡ πατρικὴ ἑστία κατεσκάφη αὐτός τε ὁ πατήρ μου πρὸς τῷ θεοδμήτῳ ναῷ πιτνει, ἀντὶ τοῦ πίπτει κεῖται, σφαγεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀχιλλέως, τοῦ Νεοπτολέμου, κτείνει με ὁ Πολυμήστωρ τὸν ταλαίπωρον χάριν τοῦ χρυσοῦ. θεόδμητον δὲ βωμὸν εἶπε τὸν ὑπὸ θεῶν οἰκοδομηθέντα Ποσειδῶνος καὶ Ἀπόλλωνος. μυθεύεται γὰρ ὅτι τὸν Δία τῆς βασιλείας κρατήσαντα καὶ αὐθαδείᾳ χρώμενον ἐβουλεύσαντο οἱ ἄλλοι θεοὶ ῥῖψαι αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. μαθοῦσα δὲ ⟨τοῦτο⟩ ἡ Θέτις παρὰ τοῦ πατρὸς αὐτῆς Νηρέως ἀνήγγειλεν τῷ Διὶ τῆν ἐπιβουλήν. ὁ δὲ τοὺς μὲν ⟨ἄλλους⟩ θεοὺς ἄλλως ἐτιμωρήσατο· Ἀπόλλωνα δὲ ⟨καὶ Ποσ⟩ειδῶνα πέμπει πρὸς Λαομέδοντα *** Ποσειδῶνος καὶ ⟨Ἀπόλλωνος κ⟩τίζεται ὁ ναός: — A
Ἕκτορός τ’ ἀπόλλυται ⟨ψυχή: τὸ αἷμα νῦν⟩ ψυχήν φησι. πολλοὶ
γὰρ οὕτως ἐδόξασαν, αἶμα εἶναι τὴν ψυχὴν, ὡς καὶ Ὅμηρος ψυχὴ ⟨δὲ κατ’⟩ οὐταμένην ὠτειλὴν ἔσσυτ’ ἐπει⟨γομένη· τὸν
δὲ σκότος ὄσσ’ ἐκάλυψεν
. ἔνιοι δὲ περιφραστικῶς τὸν Ἕκτορά φασι⟩: — M
† τὸ αἶμα λέγει ψυχήν, ἐπεὶ ἡ ψυχὴ ἐτυμολογεῖται παρὰ τὸ ψύχω τὸ ζωογονῶ, τὸ ζωογονοῦν τὸ σῶμα. ἐπεὶ δὲ ἐκχυθέντος τοῦ αἵματος τὸ σῶμα μένει νεκρὸν, καλῶς λοιπὸν ἀπεφήνατο ψυχὴν τὸ αἷμα:
ὁ πατήρ: — — Mg
γράφεται πρὸς θεοδμήτῳ: — Mi
† θεοδμήτῳ: ὁ Πρίαμος καταφυγὼν εἰς τὸν βωμὸν τοῦ Διὸς
ἐφονεύθη παρὰ τοῦ Νεοπτολέμου· διὸ καὶ μιαιφόνος ἐκλήθη ὡς ἀνομήσας: — A
πιτνεῖ: λέγεται ὅτι τὸν Πρίαμον καταφυγόντα εἰς βωμὸν τοῦ Ἑρκείου Διὸς ἐπιδιώξας ὁ Νεοπτόλεμος ἀνεῖλε. διὸ καὶ μιαιφόνον αὐτὸν εἶπεν· ἐσῴζοντο γὰρ οἱ καταφυγόντες ἐν ἱερῷ ἢ βωμῷ ἱκέται: — MA
ἐκ μιαιφόνου εἶπε ⟨καλῶς· ἠσέβησε γὰρ περὶ τὸ κοινὸν πρὸς τῷ βωμῷ⟩ ἀνελὼν τὸν Πρίαμον: — M
ξένος πατρῷος: ἐν ἤθει καὶ εἰρωνείᾳ εἶπεν ὁ πατρικός ⟨μου φίλος⟩ κατ’ ἀντίφρασιν: — M
† ξένος πατρῷος: ἐν εἰρωνείᾳ εἶπε ξένος πατρῷος, ἤτοι ὁ πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρὸς κύνας ἀργοὺς τοὺς ταχυτάτους: — A
ἀφῆκεν: — Mg
ἐν τῇ κινήσει καὶ ταραχῇ τοῦ πόντου: — Mg
πολλοῖς διαύλοις: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα. διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρηται. πρὸς ὃ καὶ τὸ χ. ⟨τὸ χ〉 πρὸς τὴν διαφοράν. κυρίως γὰρ διαύλους δρόμους ἀπελθεῖν καὶ ἐλθεῖν. οἶον παλινδρομίαις πολλαῖς ἐν τῇ θαλάττῃ, κεχρημένος, τουτέστιν· ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορούμενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας: — MA
ὑπὲρ μητρὸς φίλης: ὑπὲρ τῆς κεφαλῆς τῆς μητρὸς, ὅ ἐστιν· ὄναρ αὐτῇ φαίνομαι: — MA
ἄλλως: ὕπερθεν, φησὶ, τῆς μητρὸς ὁρμῶ τὸ σῶμα καταλιπὼν, οἶον φάντασμα ποιήσας, ἐπὶ ἡμέρας μετεωριζόμενος. ὅσας ἔχει καὶ ἡ ἐμὴ μήτηρ ἐν τῇ Κερρονήσῳ. ὡς τριῶν ἡμερῶν οὔσης τῆς Ἑκάβης ἐκεῖσε: — MA
καταλείψας τὸ ἐμὸν σῶμα ἔρχομαι εἴδωλον: —
Mg
τριταῖον ἤδη φέγγος αἰωρούμενος: ἀφ’ οὗ τέθνηκε τριταῖός φησιν εἶναι. τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Κερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θαλάσσῃ. μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε τοὺς Ἕλληνας ἐλθόντας φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύδωρον καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε: — MA
ἄλλως: ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀποσφαγεὶς ὁ Πολύδωρος: — MA
φανταζόμενος: — Mg
† Πηλέως γὰρ παῖς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες. καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πηλέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: — A
† ἡ ὑπέρ πρόθεσις τρεῖς σημασίας ἔχει· τὴν ἄνω φορὰν ὡς τὸ
ὑπὲρ τύμβου ἀντὶ τοῦ ὑπεράνω τοῦ τύμβου καὶ ὡς τὸ ὑπὲρ καπνοῦ τίθησι τὰ
πηδάλια
γράφεται καὶ Ἀχαϊκόν: — Μi
† εἰπὼν ⟨στράτευ⟩μα ἑνικῶς κατέλυεν εἰς πληθυντικὸν εἰπὼν
εὐθύνοντας ὡς πρὸς τὸ σημαινόμενον ἀπιδών· τὸ ⟨γὰρ στράτε⟩υμα πολὺ πλῆθός
ἐστι. τοιοῦτόν ἐστι καὶ τὸ ὡς φάσαν ἡ
πληθύς
: — A
† εὐθύνοντας: εὐτρεπίζοντας τὴν διὰ θαλάσσης ὁδόν: — A
τὴν κώπην. ἀπὸ μέρους δὲ τὴν ναῦν καὶ ἀπὸ μιᾶς νεὼς τὰς πάσας παρέλαβεν: — MA
τύμβῳ φίλον: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει ποῦ
ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες
τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης.
νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν
αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς
Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως
τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν
θάλασσαν ἀπεληλυθέναι πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν
ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: — MA
† ἡ ὑπό ἀντὶ τῆς ἀπό: — A
† ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοῦς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: — A
† ἰστέον ὅτι τὸ πάλαι νόμος ταῖς γυναιξὶ ταῖς ζευγνυμέναις μὴ νομίμοις ἀνδράσι μετὰ τὴν μίξιν κατέρχεσθαι πρὸς τὴν θάλασσαν καὶ λούεσθαι καὶ οἱονεὶ . . ἀποκαθαίρεσθαι. τὸν αὐτὸν οὖν τρόπον καὶ νόμον καὶ ἡ Κασάνδρα συγκοιμηθεῖσα τῷ Ἀγαμέμνονι . . ὥστε ἀπολούσασθαι, καὶ τούτου χάριν οὐχ εὗρεν αὐτὴν ἐκεῖ εἰς τὴν τοῦ Ἀγαμέμνονος σκηνὴν ἡ Ἑκάβη: — A
περὶ τοῦ φαντάσματος οὗ εἶδε περὶ ἐμοῦ δεδοικυῖα: — Mi
λίαν ἐν δυστυχίᾳ ἐξετάζῃ: — Mg
ἀντισηκώσας δέ σε: φθείρει δέ σε τις θεῶν ἀντιφορτώσας ἤδη πρὸς τὴν προτέραν εὐπραξίαν, ὅ ἐστιν· ἰσόρροπα τοῖς καλοῖς τὰ κακὰ ἔχεις: — M
ὅσον ποτὲ καλῶς εὐτύχεις, τοσοῦτόν σοι βάρος τῆς εὐτυχίας ἀντίρροπον θεῶν τις παρέσχεν: — MA
† ἤγουν· ὅσον εὐτύχεις πρὶν καὶ εὐδαιμόνεις, τοσοῦτον νῦν
δυστυ
ἄγετ’ ὦ παῖδες: προϊοῦσα ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδίζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως: — MA
λείπει τὸ σῶμα· ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι: — MiA
† ἄλλως: ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ ἀλλ’ ἐπικαμπεῖ πορεύσομαι προτιθεῖσα, ἤγουν ποιοῦσα, βραδύπουν πορείαν: — A
τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη καὶ ἐπερειδομένη: — M
καὶ ἄλλως: τῷ οὐκ ὀρθῷ βάκτρῳ, ἀλλ’ ἐπικαμπεῖ. ὡς διὰ πτωχείαν καὶ τούτου αὐτῆς ἀπορούσης: — MA
ἡ διά πρὸς τὸ χειρός: — Mg
ἐπιστηριζομένη: — M
g
διερειδομένη, στηριζομένη, διαναπαυομένη: — Mi
τὴν βραδεῖαν ἔλευσιν καὶ πορείαν τῶν ἄρθρων προστιθεῖσα τῷ
σκίπωνι: — MAg
αὐτὸν τὸν Δία ἐπικαλεῖται: — MiAg
μετεωρίζομαι: — Mg
Ag
δείμασι φάσμασι: ἤτοι ἀντὶ τοῦ δεινοῖς φάσμασιν ἢ δείμασι φασμάτων. ὁ δὲ νοῦς· τί μετεωρίζομαι ἐν τούτοις τοῖς φάσμασι: — MA
γράφεται νύξ: — Mg
μελανοπτερύγων: ἐπειδὴ ἐν νυκτὶ προσπελάζουσι. καὶ Ἡσίοδος
περὶ τῆς Νυκτὸς λέγων ἐπιφέρει ἔτικτε δὲ φῦλον ὀνείρων
. εἰ δὲ γράφεται χθών, οὕτως
εἶπεν, ἐπεὶ ἐκ τῆς γῆς λέγονται ἀναπέμπεσθαι οἱ ὄνειροι: — MA
ἄλλως: τὴν γῆν εἶπεν, ἐπειδὴ ἐξ Ἅιδου λέγονται οἱ ὄνειροι ἀναπέμπεσθαι. Ἡσίοδος δὲ Νυκτὸς τοὺς ὀνείρους φησίν: — MA
ἀπ’ ἐμαυτῆς ἐκβάλλω τὴν νυκτερινὴν θέαν: —
MgA
τὸ φάντασμα: — Mg
ἀποτροπιάζομαι τὴν νυκτερινὴν φαντασίαν καὶ τὴν θέαν τοῦ ὀνείρου: — MA
† ἥντινα εἶδον περὶ τοῦ ἐμοῦ παιδὸς Πολυδώρου τοῦ σῳζομένου κατὰ Θρῄκην καὶ τῆς Πολυξένης. τὸ δὲ εἶδον λείπει: — A
τοῦτο ὥσπερ οὐκ ἐν Θρᾴκῃ οὖσά φησι τῆς σκηνῆς ὑποκειμένης ἐν
Χερρονήσῳ. ῥητέον δὲ ὅτι ποιητικὸν ἔθος ἐστὶ τὸ τοιοῦτον. Ὅμηρος υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην
.
ἐν Σπάρτῃ γάρ ἐστιν ὁ Μενέλαος: — MA
ἀπὸ κοινοῦ τὸ εἶδον: — Mi
ἀπὸ κοινοῦ τὸ ὄψιν: — Mi
ὃς μόνος οἴκων: ὅστις ἐπὶ τῶν ἐμῶν οἴκων ἄγκυρα ὑπολειπόμενος τὴν Θρᾴκην οἰκεῖ ἐν τοῖς ἀτυχήμασι σῳζόμενος: — MA
ἄλλως: οἴεται ζῆν αὐτὸν, μετ’ οὐ πολὺ δὲ γινώσκει ὅτι τέθνηκε, καὶ γίνεται διπλοῦν τὸ πάθος τῆς τραγῳδίας πῆ μὲν Πολυξένην ὀδυρομένης τῆς Ἑκάβης, πῆ δὲ Πολύδωρον: — MA
ἀσφάλεια, βοήθεια: — MiAg
παραγενήσεται μέλος θρηνητικὸν ἡμῖν ταῖς θρηνούσαις καὶ πένθος ἐπὶ τοῖς προτέροις πένθεσι: — MA
ἡμῖν ταῖς γοεραῖς γενήσεταί τι νέον. ἐκ τοῦ ὀνείρου δεῖ τεκμαίρεσθαι ὅτι ἔχει τι δεινὸν γενέσθαι: — MA
ἀτάραχος: — Mg
τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν. ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἶον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ. τοῦτο καὶ γίνεται: — MA
ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος καὶ ὡς μέν τινες
ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων
ἵνα: — Mg
ὀξεῖαν, ἀπὸ τοῦ λίαν βαίνειν τὴν ἔλαφον, οἷον σύντονον τῷ βήματι: — M
† βαλίαν: γράφεται καὶ βαλιά καὶ βαλία. διαφέρει δέ· βαλία μὲν γὰρ λέγεται ἡ ταχεῖα παρὰ τὸ λίαν βαίνειν, βαλιά δὲ ἡ κατάστικτος καὶ φολιδωτός: — A
† ἄλλως: εἶδον γὰρ βαλίαν ἔλαφον σφαζομένην ἐν ἀνάγκῃ τῷ αἱματοποιῷ ὄνυχι τοῦ λύκου ἀναρπασθεῖσαν ἀπὸ τῶν ἐμῶν γονάτων οἰκτρῶς: — A
τῇ φονικῇ, οἶον τῷ αἱματοποιῷ ὄνυχι: — MgAg
καὶ τοῦτο δὲ, τὸ φάντασμα τοῦ Ἀχιλλέως, πλεῖον με φοβεῖσθαι ποιεῖ· συντείνει γὰρ εἰς τὸν ὄνειρον: — MA
εἰς ἐμὲ, φησὶν, ἐτράπη τὰ κακὰ, τοῦ Ἀχιλλέως γέρας αἰτοῦντος τοὺς Ἕλληνας μίαν τῶν Τρωικῶν γυναικῶν εἰς σφαγήν: — MA
† . . . ἦλθεν ὑπε⟨ράν⟩ω τῆς ἄκρας κορυ⟨φῆς⟩ . . . . . Τρῳάδων καὶ δειμαίνω μή πως αὐτῷ θύσωσι τὴν Πολυξένην: — A
ὁ δέ ἀντὶ τοῦ γάρ: — Mi
οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμαλωτίδων κάλλει ὑπερφέρουσαν: — M
ἀποπέμψατε, ὦ θεοὶ, δεομένης μου ἐπακούοντες: — MAg
ἀποπέμψατε, ὦ θεοὶ, τοῦτο τὸ φάντασμα ⟨ἀπὸ⟩ τῆς ἐμῆς θυγατρὸς
δεομένης μου ἐπακούσαντες: — MA
ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος· ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς, τοῦ Ἀγαμέμνονος, καταλιποῦσα: — MA
† Ἑκάβη, σπουδῇ ἧλθον πρὸς σὲ λιποῦσα τὰς δεσποσύνους σκηνὰς, ὅπου ἐτάχθην φυλάττειν ἀπελαθεῖσα καὶ ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας ἐκ τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἧλθον δὲ οὐ μέλλουσά τι εὐφραντὸν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σε ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ παντὶ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, ἤγουν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σύν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας, τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων· ποῖ ἀπέρχεσθε, Δαναοὶ. λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον: — A
ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης: — Mg
δεσποτικάς: — Mg
τὰς δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών: — MA
ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνή, ὁ δὲ χορὸς ἐν τῆ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθην εἶναι δούλη: — MA
οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: — M
ἄλλως: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς σ’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα. σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: — MA
οὐδὲν παθέων ἀποκουφίζουσ’: οὐδὲν τῶν περιεχόντων σε κακῶν
θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας,
τουτέστιν· ἕτερά σοι πρὸς οἶς ἔχεις κακοῖς ἀπαγγέλλω κακά: — MA
ἄλλως: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: — MA
γινώσκεις ὅτε ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ ἑαυτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς οὔριον ἐχούσας τὸν πλοῦν, ταῦτα λέγων: — MA
† ἐκ δὲ τοῦ εἰπεῖν λαίφη προτόνοις ἐπερειδομένας ἔδειξεν ὁ ποιητὴς ὅτι ἀνέμου ὄντος καὶ τῶν ἱστίων ἡπλωμένων ὑπαρχόντων καὶ τῶν νεῶν πλεόντων νηνεμία γέγονε ἡνίκα ἐφάνη ὁ Ἀχιλλεὺς καὶ . . .: — A
κυρίως σχεδία ἡ πρὸς τάχος γινομένη καὶ σχεδόν: — MAi
λέγων· κυρίως δὲ ὑλακτῶν. τὸ δὲ ἑξῆς· ἐφάνη τάδε θωύσσων: — Mi
ἀποπλέετε. κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστικῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ δι’ ἑτέρου τινὸς ἐκπέμπειν τι: — MA
† πολλῆς δ’ ἔριδος: πολλῆς φιλονεικίας κλύδων καὶ ζάλη γέγονεν, οἶα φιλεῖ γίνεσθαι, ὅταν ἐν πλείονι ὄχλῳ οὐχ ἡ αὐτὴ βούλησις ἦ: — A
ταραχή: — MiAg
δόκησις διττή: — Mg
† δόξα δ’ ἐχώρει: θέλ⟨ει εἰπεῖν· δόξα⟩ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμώμενος: — A
δοκοῦντος: — Mg
ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον σπεύδων διὰ τὸ τιμᾶν αὐτὸν τὰ λέκτρα τῆς Κασάνδρας: — MA
χαριζόμενος τῇ Κασάνδρᾳ διὰ τὴν πρὸς αὐτὴν κοινωνίαν ὁ
Ἀγαμέμνων οὐκ ἐβούλετο σφαγῆναι τὴν Πολυξένην: — MA
† μαντιπόλος ἐλέγετο ἡ Κασάνδρα διὰ τὸ ἀναστρέφεσθαι αὐτὴν εἰς τὰ μαντεῖα: — A
τῆς μαντικῆς: — Mg
Ag
τιμῶν, αὔξων: — Mg
Ag
† ἔνθεοι γὰρ καὶ μανικοὶ γενόμενοι οἱ μάντεις μαντεύονται: — A
† τὼ Θησείδα δ’ ὄζω: τοῦτο πρὸς τὸ σὸν σπεύδων ἀγαθὸν Ἀγαμέμνων ἀπέτρεπε. καὶ ἔστιν οὕτως· ἦν μὲν ὁ Ἀγαμέμνων ὁ σὲ ἐκδικῶν, οἱ δὲ Θησεῖδαι οἱ βασιλεῖς τῶν Ἀθηνῶν ἦσαν ῥήτορες δισσῶν λόγων, εἰς τὸν ὅμοιον δὲ νοῦν καταληγόντων. ἔλεγε γὰρ ὁ μὲν εἶς ὡς δεῖ τὸν Ἀχιλλέα τιμᾶν καὶ θῦσαι αὐτῷ τὴν Πολυξένην, ὁ δὲ ἕτερος ἔφασκεν ὡς οὐ δεῖ ἀγέραστον καταλεῖψαι τὸν Ἀχιλλέα, ἀλλὰ κυρωθῆναι τὴν ψῆφον, καθὰ περὶ αὐτοῦ ἐκρίναμεν. καὶ οἱ μὲν λόγοι δισσοὶ, εἰς ἕνα δὲ νοῦν λήγοντες καὶ εἰς μίαν γνώμην: — A
ὄζω Ἀθηνῶν: οἱ δὲ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἳ καὶ ἐστρατεύσαντο ἐπὶ Ἴλιον οὐχ ἡγούμενοί τινων, ἀλλ’ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας. ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν: — MA
τὼ Θησείδα δ’ ὄζω Ἀθηνῶν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ
ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους
τὴν Αἴθραν· διὸ καὶ τὸν Ὅμηρον a]
δισσῶν μύθων ῥήτορες: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες εἰς ταὐτὸ συνέτρεχον μίαν γνώμην ἔχοντες: — MA
† οἱ μὲν λόγοι δύο ἦσαν τῷ αὐτοὺς δύο εἶναι, ἡ γνώμη δὲ μία: — AAg
τιμᾶν, ἀπὸ μεταφορᾶς τῶν νικώντων, στεφανουμένων μετὰ τιμῆς: — M
νέας παιδὸς αἵματι. ἢ ὑγρῷ, τῷ καὶ τὰ χλωρὰ φυτὰ ὑγρὰ εἶναι. τινὲς δὲ νέῳ: — M
ἔλεγον δὲ τὰ τῆς Κασάνδρας λέκτρα οὐκ ὀφείλειν προκριθῆναι τῆς Ἀχιλλέως ἀρετῆς. ὁ γὰρ Ἀγαμέμνων εἰς τιμὴν Κασάνδρας συνεμάχει Πολυξένῃ: — MA
† σπουδαὶ δὲ λόγων κατατεινομένων: λόγων δὲ λεγομένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων πάντων ἕνεκα τῶν δούλων σφαγίων. ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: — A
ἀντὶ τοῦ · πρὶν Ὀδυσσέως μιᾷ γνώμῃ καὶ ψήφῳ προσετέθη: — Mi
ὁ συνετόβουλος: — M
gAg
ὁ λάλος. ὅθεν καὶ ⟨δημοκόπος καὶ⟩ κόβαλος, ὁ κομψός· καὶ μὴν
.
κοπίδας τε τὰς τῶν λόγων τέχνας ⟨ἔλεγον⟩ ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων b]ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν † εὑράμενον τῶν
ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν ⟨τὸν⟩
Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον
. τὰ περίεργα γὰρ τῶν λόγων καὶ τὰ
κατεστωμυλμένα κόβαλα ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βατράχοις κόβαλά
γ’ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ
: — MA
λάλος: — Mg
σύντομος καὶ ὀξὺς τῷ λόγῳ: — Mg
ὁ τῷ δήμῳ κεχαρισμένα λέγων ⟨εἰς⟩ τὸ εὔνοιαν ἐπισπᾶσθαι παρ’
αὐτῶν: — Mi
ἀντὶ τοῦ μιᾷ γνώμῃ προσετέθη. στρατιὰ δέ ἐστι τὸ ἄθροισμα τῶν στρατιωτῶν, στρατεία δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ ἐν πολέμῳ ⟨παρά⟩ταξις: — MA
ὡς ἀπέβησαν ἀπὸ τῶν πεδίων τῆς Τροίας οἱ Δαναοὶ ἀχάριστοι τοῖς Δαναοῖς τοῖς τεθνηκόσιν ⟨ὑπὲρ τῶν⟩ Ἑλλήνων [ἐγένοντο], ὅ ἐστιν· ἀχάριστοι οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν Ἕλληνας: — M
τοῖς τεθνηκόσιν: — M
gAg
† οὐχ ἁπλῶς λέγει τῶν ἀποθανόντων καὶ ἐν Ἅίδου ὄντων, ἀλλὰ τῶν Ἑλλήνων τῶν ἐν τῇ Τροίᾳ ἐν τῷ ἀριστεύειν καὶ τῶν ἄλλων προμάχεσθαι ἀναιρεθέντων. ἀχάριστοι δὲ οἱ Ἑλλήνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν ἐν Ἰλίῳ Ἕλληνας. ἢ λίαν ἀχάριστοι οἱ ἐν Ἰλίῳ Ἕλληνες τοῖς τεθνηκόσιν: — A
ὅσον οὐκ ἤδη: ὅσον οὐδέπω, μετ’ οὐ πολὺ, σφόδρα ταχέως: — M
† ὅσον οὐκ ἤδη: οὐδαμῶς ἐπὶ πολὺν χρόνον, ἀλλὰ ἐπ’ ὀλίγον,
τουτέστι παραυτίκα καὶ παραχρῆμα καὶ ταχέως: — A
ἀντὶ τοῦ παρθένον: — Mg
ἐξορμήσων αὐτὴν τῆς σῆς χειρὸς, τουτέστιν ἀφαιρησόμενος: — MAg
ἐπικαλοῦ βοηθούς σοι γενέσθαι τοὺς οὐρανίους καὶ καταχθονίους
θεούς: — MAg
† κήρυσσε θεούς: ἀντὶ τοῦ ἀνακάλει τοὺς θεοὺς τοὺς ὑπὸ γῆν καὶ οὐρανὸν· καὶ ἢ γάρ σε διακωλύσουσιν αἱ λιταὶ γενέσθαι ὀρφανὸν, ἀντὶ τοῦ ὀρφανὴν, τῆς σῆς δυστυχεστάτης παιδὸς, τουτέστιν ἢ σωθήσεται ἡ παῖς σου, ἢ δεῖ σε ἐπιδεῖν αὐτὴν προκειμένην ἐπὶ τύμβῳ φοινισσομένην ἐν τῷ μελαναυγεῖ νασμῷ τοῦ αἵματος, τουτέστι τῇ ῥύσει, ἀπὸ τοῦ νάω τὸ ῥέω. τὸ δὲ αἵματι ἀντὶ τοῦ αἵματος γενικῶς, τοῦ ῥεομένου ἐκ τῆς ποτε φερούσης τὸν χρυσὸν δειρῆς αὐτῆς: — A
ἔρημον. ὡς κλυτὸς Ἱπποδάμεια
ἢ δεῖ σ’ ἐπιδεῖν τὴν παρθένον ἐγγὺς τοῦ τύμβου κειμένην ἐκ χρυσοφόρου δειρῆς φοινισσομένην νασμῷ μελαναυγεῖ, ὅ ἐστι τῇ ῥύσει τοῦ αἵματος: — MA
προνενευκυῖαν: — Mg
τῆς ποτε χρυσοφόρου δειρῆς, ὡς τὸ ἐυμμελίω
Πριάμοιο
: — Mg
† ἐκ χρυσοφόρου δειρῆς: ἤτοι ἐκ τραχήλου φέροντος κόσμια χρύσεα. οἱ παλαιοὶ γὰρ, ὅταν ἔμελλον σφαγιάσαι τινὰ γυναῖκα ἐπὶ τάφῳ τινὸς. ἐκόσμουν αὐτὴν διὰ χρυσείων κόσμων ὥσπερ νύμφην: — A
τῇ ῥύσει τοῦ μέλανος αἵματος: — Mg
ἠχὼ, ἀντὶ τοῦ βοήν. τινὲς δὲ περισπῶσι τὸ ἀχῶ, ἵν’ ἦ· ὁποίαν ἠχήσω βοήν: — MA
λείπει τὸ ἕνεκα· ἐγὼ ἀθλία εἰμὶ ἕνεκα τοῦ δυστυχοῦς γήρως: — MA
φεῦ τῆς δουλείας ταύτης τῆς οὐ τλητῆς οὐδὲ φορητῆς. καρτερητῆς. οὐ φορητῆς: — MA
οὐκέτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπαχθής: — MA
† βίος δὲ σημαίνει τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς ζωῆς, τὴν τέχνην καὶ κατάστασιν, τὴν οὐσίαν καὶ τὸ πρὸς τὸ ζῆν: — A
καθήγησαι, ὦ τλήμων ποὺς: — Mi
ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν. βούλεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνατον: — MA
† καί φησι ⟨πρὸς τὸν⟩ ἑαυτῆς πόδα· ὦ τλημονέστατε ποδ⟨ῶν, ἅγη⟩σαί μοι, τουτέστι ἡγεμόνευσόν μοι, κομίσαι με πρὸς ταύτην τὴν αὐλὴν, ἐν ᾖ ἐστιν ἡ Πολυξένη. καὶ εἰσελθοῦσά φησι πρὸς τὴν Πολυξένην · ὦ τέκνον, ἔξελθε ἀπὸ τῶν οἴκων καὶ ἄκουε τὴν φωνὴν τῆς μητρὸς, ὅπως ἴδῃς οἵαν ἀκούω φήμην καὶ λόγον, Πολυξένη, περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: — A
† ὡς ἴδῃς: μετάληψις αἰσθήσεως καλεῖται τὸ σχῆμα· τὸ γὰρ ἴδῃς ἀντὶ τοῦ ἀκούσῃς ἐφθέγξατο. μετήλλαξε δὲ τὴν δύναμιν τῶν ὤτων εἰς τὴν δύναμιν τῶν ὀφθαλμῶν · οὐ γὰρ μετὰ τῶν ὤτων βλέπει τις. διὰ τοῦτο καὶ μετάληψις αἰσθήσεως ὠνομάσθη τοῦτο: — A
οἵαν ἤκουσα φήμην περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: — Mi
† τί νεωστὶ κακὸν εἰσεληλυθὸς κηρύξασα: — A
ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ. ἢ καταπτῆξαι καὶ δειλιάσαι ἐποίησας: — MA
† τί ⟨με⟩ δυσφημεῖς· φροίμιά ⟨μοι⟩ κακά: εἰπούσης τῆς Ἑκάβης οἴμοι τέκνον ἀκούσασα ἡ Πολυξένη ἐφοβήθη καί φησι· τί προοιμιάζῃ λόγους κακούς: — A
τὸ ἑξῆς· σφάξαι σε Πηλείδα γέννᾳ, ὅ ἐστι Πηλέως γενεᾷ,
† ⟨σφάξαι σ’⟩ Ἀργείων κοινά: ἡ κοινὴ γνώμη τῶν Ἀργείων συντείνει, ἤγουν σπεύδει, σφάξ⟨αι σε⟩ πρὸς τὸν τύμβον τὸν ⟨τοῦ υἱοῦ⟩ τοῦ Πηλέως, ἤγουν τοῦ Ἀχιλλέως. τὸ γὰρ Πηλείδα γέννᾳ ἀντὶ γενικῆς λαμβάνεται, ἵνα πρὸς τὸν τύμβον τοῦ γεννήματος . . .: — A
† ἄλλως: σφάξαι σ’ Ἀργείων κοινά: ἡ πάντων ψῆφος καὶ γνώμη συμφωνεῖ τοῦ σε ἀποθανεῖν ἐν τῷ τύμβῳ τῷ τοῦ Πηλέως υἱῷ, τῷ Ἀχιλλεῖ: — A
ἀντὶ τοῦ βουλή: — M
gAg
τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. ἢ ἀντὶ τοῦ Πηλέως, πατρωνυμικὸν ἀντὶ πρωτοτύπου: — M
ἀφθόνητα· οἶς οὐκ ἄν τις φθονήσειε διὰ τὸ εἶναι κακά. τοῖς γὰρ κακοῖς οὐδεὶς φθονεῖ: — MA
τὸ ἑξῆς· ἀγγέλλουσί μοι δόξαι ταῖς τῶν Ἀργείων ψήφοις δυσφήμους φήμας περὶ τῆς σῆς ψυχῆς. ἀντὶ τοῦ· ἀπαγγέλλουσί μοι αἱ φῆμαι περὶ τῆς σῆς ψυχῆς δόξαι τῇ ψήφῳ τῶν Ἑλλήνων, δηλονότι ἀποθανεῖν: — MA
λείπει κρίνασαι: — M
i
περὶ τοῦ σοῦ θανάτου: — MgAg
πάλιν Ἀττικῶς λείπει τὸ ἕνεκα· ὦ δυστυχεστάτη μῆτερ ἕνεκα τῆς ἀθλίας ζωῆς σου: — MA
† οἵαν οἵαν: οἴμοι ⟨ποίαν⟩ ποίαν αἰσχίστην βλάβην καὶ ἀρρήτην . . σοὶ θεός τις διήγειρε καὶ παρώρμησε: — A
ἀντὶ τοῦ ὦδε: — Mg
ἐγὼ ἡ δειλαία τῷ δειλαίῳ σου γήρᾳ οὐκέτι συνδουλεύσω: — MA
† σκύμνον γὰρ: τὸν σκύμνον οἱ παλαιοὶ ἐπὶ παντὸς νέου λαμβάνουσι. σκύμνοι δὲ κυρίως λέγονται τὰ ἔκγονα τῶν λεόντων: — A
† ἄλλως: σκύμνον τὴν Πολυξένην καλεῖ ὁ ποιητὴς διὰ τὸ βασιλέως
εἰναι θυγατέρα, μόσχον δὲ διὰ τὸ μέλλειν ἤδη σφαγῆναι: —
A
οὐριθρέπταν μόσχον: ἀντὶ τοῦ νέαν· τὸν γὰρ μόσχον οἱ παλαιοὶ
ἀντὶ τοῦ νέου παραλαμβάνουσιν: — MAg
ὄψει σύ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει· ⟨εἰσόψει⟩ με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἶον· εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνῄσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς: — MA
† εἰσόψει γάρ με καὶ ἴδῃς τὴν μόσχον τὴν δειλαίαν σὺ ἡ δειλαία ἀναρπαστὸν ἀπὸ τῆς σῆς χειρὸς ὥσπερ σκύμνον οὐρίθρεπτον, τῷ ὄρει τρεφόμενον. καὶ ὄψει λαιμότομον, ἤγουν τὸν λαιμὸν τμηθεῖσαν, ἀπὸ τῶν ἐνταῦθα πεμπομένην πρὸς τὸ σκότος τῆς γῆς, ὅπου ἡ ἀθλία διάξω μετὰ τῶν νεκρῶν. καὶ σὲ, ὦ μῆτερ δυστυχεστάτη, κλαίω ἐν πολλοῖς θρήνοις, τὸν ἐμὸν δὲ βίον οὐ κλαίω ὑπηργμένον ἅπαντα λύμην καὶ λώβαν: — A
† λαιμότομον: λαιμοτόμος ἐστὶν ὁ τὸν λαιμὸν κόπτων, λαιμότομος δὲ ὁ ἀποτμηθείς: — A
ἀντὶ τοῦ περὶ σοῦ. ἢ ἐπὶ σοὶ, ὥσπερ καὶ θαῦμά σού φασιν ἀντὶ τοῦ ἐπὶ σοί. τινὲς δέ φασι λείπειν τὸ χάριν. ἢ ἀπὸ κοινοῦ τὸν βίον, ἵν’ ᾖ· κλαίω σου τὸν βίον: — M
οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι: — Mg
ἀλλὰ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτίμως. τοῦτο δὲ λέγει παρόσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ ἄλλων μυρίων, ὧν εἶχε ⟨συγγενῶν τε καὶ φίλων, καὶ⟩ αὐτὴ γενομένη αἰχμάλωτος δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν· ὦν φησι προτιμότερον τὸν θάνατον εἶναι: — M
† ἡ δυστυχία, φησὶν, ἐποίησέ με ἡγεῖσθαι τὸν θάνατον κρείσσονα τῆς ζωῆς: — A
μετὰ σπουδῆς τοῦ ποδός: — Mg
τὴν κυρωθεῖσαν: — M
g
ἀντὶ τοῦ μνῆμα: — M
g
δεσπότης: — Mg
ἐτάγη, ἐχειροτονήθη: — Mg
εἰς ἀγῶνα: — Mg
εὐπαίδευτον τοῦτό ἐστι, τὸ ἐν τοῖς κακοῖς μὴ ἐπαίρεσθαι καὶ παροξύνεσθαι: — M
ὅπου με ἔδει τεθνάναι, οὐκ ἀπέθανον, ὅ ἐστιν ἐν Τροίᾳ: — M
αὔξει: — Mg
εἰ δ’ ἔστι τοῖς δούλοισι: εἰ δὲ ἔξεστι τοῖς δούλοις τοὺς ἐλευθέρους ἐρωτᾶν ὅσα ⟨ἄν⟩ μὴ λυπῇ μηδὲ δάκνῃ καρδίαν τῶν ἀκουόντων: — M
ἀντὶ τοῦ ἐρωτῆσαι [ἀκοῦσαι]: — Mg
σοὶ μὲν λέγειν ἁρμόζει τὰ ἐρωτώμενα, ἐμοὶ δὲ ἐρωτᾶν καὶ ἀκούειν παρὰ σοῦ: — M
σοὶ μὲν πρέπει ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα: — Mg
τῆς ὑπερθέσεως γὰρ σοῦ ἕνεκεν οὐ φθονῶ: —
Mi
καχειμονίᾳ κακόμορφος. ἦλθε γὰρ Ὀδυσσεὺς εἰς τὴν Τροίαν εἰς ἐπαίτην μετασχηματίσας ἑαυτὸν ⟨διὰ τὸ Παλλάδιον⟩: — M
ἄμορφος: ὰντι τοῦ ἄγνωντων: — M
φόνου σταλαγμοί: ὑπερ τοῦ ἐπικειμένου σοι φόνου ἀγωνιῶν
ἐδάκρυσας. ἀντὶ δὲ τοῦ εἰπεῖν· δάκρυα φόνου ἦν σημαντικά, ἀπὸ [δὲ] τῶν
ὀμμάτων σου, φησὶ, σταγόνες φόνου ⟨κατέσταζον⟩: — M
σταγόνες φόνου· ⟨ἔδει⟩ δὲ εἰπεῖν δάκρυα, οἶον τὰ δάκρυα ⟨φόνου⟩ ἦν σημαντικὰ, ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμέν: — M
ἀπίθανον τὸ πλάσμα καὶ οὐχ Ὁμηρικόν· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης: — M
ἀντὶ τοῦ ἐλυπήθην: — Mg
ἐλεεινὸς ὤν: — Mg
κακὸς ὢν ἁλίσκῃ. ὁ δὲ λόγος· οὐκοῦν κακὸς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς δι’ ἐμὲ ζῶν: — M
τοιούτων εὐεργεσιῶν παρ’ ἐμοῦ τυχών: — Mg
ἀπὸ κοινοῦ τὸ δρᾷς: — Mg
τα⟨ῦτα εἰς τὴν⟩ κατ’ αὐτὸν πολιτείαν λέγει. καί ἐστι τοιοῦτος ὁ Εὐριπίδης, περιάπτων τὰ καθ’ ἑαυτὸν τοῖς ἥρωσι καὶ τοὺς χρόνους συγχέων: — M
† ἀτὰρ τὶ ⟨δὴ⟩ σόφισμα τοῦθ’ ἡγούμενοι: τοίνυν τί δίκαιον καὶ ἁρμόζον τοῦτο ἡγούμενοι, τὸ σφάξαι Πολυξένην, εἰς ταύτην ὥρι⟨σαν⟩ τὴν τοῦ φόνου ψῆφον. ἆρα τὸ πρέπον καὶ τὸ δίκαιον ἐκίνησεν ἀνθρώπους σφάζειν εἰς τὸν τύμβον, ἔνθα δὴ μάλιστα βοῦς πρέπει θυσιάζειν. ἢ τοὺς θανόντας ἀνταποκτεῖναι θέλων ὁ Ἀχιλλεὺς εἰς τήνδε τὴν παῖδα δικαίως τείνει τὸν φόνον. ἀλλ’ οὐδὲν αὕτη εἰς αὐτὸν δέδρακε κακὸν ἢ πεφόνευκεν. εἴπω σοι τὸ ἀληθές· Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα *· αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν, ἢ εὐπρεπεστάτην τῷ εἴδει, οὐχ ἡμεῖς τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης. ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι: — A
οἱ Ἕλληνες: — Mg
τὸ χρῆν: νόμιμον. ἔστι δὲ ἐπιρρηματικόν: —
Mg
τὸ δέον καὶ τὸ ὀφεῖλον αὐτοὺς εἰς προθυμίαν ἤγαγεν ἀνθρωποκτονεῖν εἰς τοὺς τάφους τῶν τελευτησάντων: — MA
ἢ γὰρ Πολυξένη αὐτῷ αἰτία θανάτου γέγονεν: — MgAg
ἐπίλεκτον εὐμορφίας ἕνεκεν: — Mg
διαφέρουσαν ὑπερβάλλουσαν: — Mi
† ἀδικοῦσά θ’ ἡμῶν: αὕτη δὲ, ἡ Ἑλένη, καίπερ ἄδικα πράξασα κατ’ οὐδὲν ἡμῶν ἐλάττων εὑρέθη: — A
† τῷ μὲν δικαίῳ τόνδ’ ἁμιλλῶμαι λόγον: ἀντὶ τοῦ ὅτι μὲν δίκαιόν ἐστι τὴν Ἑλένην παθεῖν καὶ οὐχὶ τὴν Πολυξένην, τοῦτον ἁμιλλῶμαι καὶ λέγω τὸν λόγον· ἃ δὲ δεῖ σε ἀντιδοῦναί μοι ὑπὲρ ὧν παρ’ ἐμοῦ ἔπαθες ἄκουσον. ἥψω, ὡς φῂς, τῆς χειρός μου καὶ τῆς παρειᾶς· ἀνθάπτομαι κἀγώ σου τῶνδε καὶ ζητῶ σε χάριν, ἣν ἐγώ σοι δέδωκα, ἤγουν· ὥσπερ ἐγώ σε ἔσωσα τοῦ θανάτου τότε, ὅτε εἰσῆλθες εἰς τὴν Τροίαν κατάσκοπος, οὕτω καὶ σὺ σῶσον νῦν τὴν Πολυξένην: — A
ἀντὶ τοῦ παρατίθημι: — MgAg
αὐτάρκεια τῶν ἀποθανόντων μου τέκνων: — MgA
† ταύτῃ γέγηθα: ταύτῃ, τῇ Πολυξένῃ, χαίρω καὶ ἐπιλανθάνομαι τῶν ἐπισυμβάντων μοι κακῶν: — A
ἀπίθανα ταῦτα· οὐ γὰρ ἔμελλε γηροβοσκεῖν ἡ Πολυξένη τὴν Ἑκάβην μὴ οὖσα μετ’ αὐτῆς· ὅμως μέντοι πρὸς τὴν ἱκεσίαν χρή· σιμα: — MA
παραμυθία: — Mg
τοὺς ἐν ἀρχαῖς ὄντας καὶ δυναμένους πράττειν ἃ βούλονται οὐ χρὴ εἰς κακόν τι τῇ ἐξουσίᾳ χρῆσθαι εἰδότας ὅτι οὐκ ἐν τῇ αὐτή μενοῦσι τύχῃ: — MA
εὐτυχὴς δηλονότι: — Mg
† ἐλθὼν εἰς Ἀχαϊκὸν στρατόν: σὺ, ὁ Ὀδυσσεὺς, ἐλθὼν εἰς τὸν τῶν
Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον. ἢ παρὸ ἠγόρευσας καὶ
ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν
λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας, ἃς πρῶτον τοῦτο οὐκ
ἐπράξατε ἀπὸ τῶν βωμῶν σπάσαντες, ἀλλ’ ᾠκτειρήσατε. νόμος δὲ ὁ αὐτὸς κεῖται
καὶ περὶ τῶν δούλων καὶ τῶν
παράπεισον, νουθέτησον: — Mg
ὅτι: — MgAg
ἀντὶ τοῦ νέμεσις. διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ καλοί. νεμεσήσειαν ἂν ὑμῖν οἱ θεοὶ εἴγε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν ἀνδρὶ χαριζόμενοι φονεύσετε: — MA
ἄλλως: φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ
τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω
: — MA
ἀντὶ τοῦ μέμψις: — M
gAg
νόμος δ’ ἐν ὑμῖν μήτε δοῦλον μήτε ἐλεύθερον φονεύεσθαι παρόσον καὶ ὁ οἰκέτην κτείνας ἐνέχεται τῷ ἄγει τοῦ ἀνδροφόνου: — MA
ἄλλως: ἐν ὑμῖν δὲ, τοῖς Ἕλλησι, νόμος κεῖται σῳζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον· ὥσπερ ἐλεύθερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλον φονεύων ὑποχειριός ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου: — MA
τὸ δ’ ἀξίωμα κἂν κακῶς λέγῃ, τὸ σὸν πείσει: τὸ δὲ σὸν ἀξιόλογον πρόσωπον, κἂν κακῶς λέγῃ καὶ παρὰ τὸ δίκαιον, ὅμως πείσει· πόσῳ γε μᾶλλον, ὅτε καὶ ἔννομα: — MA
λόγος γὰρ ἐκ τ’ ἀδοξούντων: ὁ γὰρ αὐτὸς λόγος ἔκ τε τῶν ἀδόξων
καὶ τῶν ἐνδόξων λεγόμενος οὐ ταυτὸν ἰσχύει καὶ δύναται, iA
ἐκ τῶν δοξαζομένων: — Mg
ἀντὶ τοῦ στερρά, ὡς κλυτὸς Ἱπποδάμεια
gA
† οὐκ ἔστιν οὕτω στερρός: τὸ ἑξῆς· οὐχ οὕτως ἐστὶ στερρὸς φύσις ἀνθρώπου, ἥτις οὐκ ἄν ἐκβάλοι δάκρυον τῶν γόων τῶν σῶν καὶ τῶν ὀδυρμάτων τοὺς θρήνους ἀκούσασα: — A
τοὺς θρήνους τῶν ὀδυρμάτων: — MgA
† Ἑκάβη, διδάσκου: ἀντὶ τοῦ σωφ⟨ρόνει⟩ καὶ τὸν εὖ λέγοντα μηδαμῶς τῷ θυμοειδεῖ μέρει τῆς ψυχῆς σου ποιοῦ δυσμενῆ: — A†
ἄλλως: οὐκ ἔστιν οὕτω στερρὸς: τὸ γὰρ ⟨στερρός ἀντὶ τοῦ στερρά, ὥσπερ καὶ ὁ⟩ θεός καὶ ἡ θεός καὶ κλυτὸς Ἱπποδάμεια ἀντὶ τοῦ κλυτή. ὁ δὲ νοῦς· οὐκ ἔστιν οὕτως σκληρὰ καὶ ἀπ⟨ηνὴς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν δακρύσῃ κλύουσα. ἤγουν ἀκούουσα, τῶν σῶν⟩ γόων καὶ μακρῶν ὀδυρμάτων τοὺς θρήνους: — A
τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ: — M
† μηδὲ τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρὸν ἐμὲ ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι πράως δοῦναι αὐτήν: — A
ἃ δ’ εἶπον: ταῦτα εἶπον· ἐάν τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύσαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτως συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας: — MA
ἀπὸ κοινοῦ τὸ εἶπον: — Mi
† ἐν τῷδε γὰρ κάμνουσιν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας: — A
διὰ τοῦτο: — Mg
δυστυχοῦσιν: — Mg
Ag
τῶν δειλῶν καὶ ἀνάνδρων: — MgAg
† οὐκοῦν τόδ’ αἰσχρόν: οὐκοῦν κακόν ἐστι τοῦτο καὶ ἄδικον, ἐὰν, ὅταν ζῇ τις, φίλον αὐτὸν ἔχωμεν, ὅταν δὲ τελευτήσῃ. μή: — A
ἀντὶ τοῦ ζῶντι: — M
g
† εἰεν· τί δῆτ’ ἐρεῖ τις: τί δῆτα εἴποι τις, ἐὰν πάλιν ἄθροισις φανῇ στρατοῦ καὶ μάχη. πολεμήσομεν ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως. δῆλον ὡς φιλοψυχήσομεν: — A
ὁ ἀγών: — MgAg
φιλοζωήσομεν μὴ μαχόμενοι: — MgAg
† καὶ μὴν ἔμοιγε ζῶντι: εἰ ἐν τοῖς ζῶσίν εἰμι καὶ μετρίως εὐτυχοίην, ἀρκούντως ἂν ἔχοι· θανὼν δὲ βούλομαι τιμᾶσθαι καὶ κλέος ἔχειν ἀοίδιμον παρὰ τῶν ζώντων τιμώμενος: — A
ζῶν δηλονότι: — Mi
τιμώμενον, ἄξιον τιμῆς νομιζόμενον: — MAg
ἐπὶ πολὺν γὰρ χρόνον μένει ἡ δόξα: — Mg
† διὰ μακροῦ γὰρ ἡ χάρις: ἐπὶ πολὺ γὰρ ἡ δόξα καὶ πολυχρόνιος γίνεται κατὰ διαδοχὴν αὐξανομένη: — A
† εἰ δ’ οἰκτρὰ πάσχειν φῄς: εἰ δὲ οἰκτρὰ πάσχειν λέγεις, ταῦτα ἀντάκουέ μου. εἰσὶ καὶ παρ’ Ἕλλησι γυναῖκες αἱ μὲν παίδων ἐστερημέναι, αἱ δὲ νυμφίων, οὕστινας ἐν τῇ Τροίᾳ σφαγέντας ἡ Τρωικὴ κόνις κρύπτει: — A
τὸ χ πρὸς τὴν συγκοπήν· πρεσβύτεραι γὰρ ἔδει εἰπεῖν: — M
ἡ Τρωική: — Mg
ὑπόμενε καρτέρει: — MgAg
ὑμεῖς δηλονότι: —Mg
A
τὸ μήτε τοὺς φίλους ὡς φίλους τιμᾶν μήτε τοὺς ἐνδόξως ἀνῃρημένους θαυμάζειν: — MA
τιμᾶτε: — Mg
ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσησθε. οἶα
βούλοισθε, τοιαῦτα ἔχητε: — Mi
A
† αἰαῖ τὸ δοῦλον: φεῦ φεῦ, ὡς κακὸν τὸ πεφυκέναι τινὰ δοῦλον. τῇ βίᾳ γὰρ ὁ δοῦλος κρατούμενος τολμᾷ πράττειν ἃ μὴ χρή. πᾶς γὰρ δοῦλος ἀναγκαζόμενος πλεῖστα πράττει ἄδικα: — A
ὑπομένει πολλάκις, ὃ μὴ πρέπον ἐστὶν ὑπὸ τῆς βίας ἀναγκαζόμενον: — MA
φροῦδος κατὰ τὸ ἔτυμον λέγεται ὁ προαπεληλυθὼς τῆς ὁδοῦ [καὶ
προαπελθών]: — MiA
† φροῦδοι: ἀνωφελεῖς, ἀφανεῖς, εἰς μάτην ἐκτοξευθέντες. οὐ γὰρ ἔκαμψαν τὸν τοῦ Ὀδυσσέως θυμὸν ἢ τῶν Ἑλλήνων, ἀλλὰ τὸ ψηφισθὲν αὐτοῖς ἔτι μένει: — A
ἢ μήτηρ ἔχεις: ἀντὶ τοῦ ἤπερ, οἶον· σὺ δὲ εἰ μᾶλλον τῆς μητρὸς δύναμιν ἔχεις: — MA
συναλοιφή· ἡ μήτηρ ἀντὶ τοῦ ἤπερ ἡ μήτηρ. σὺ δὲ εἰ [μᾶλλον] ἔχεις μείζονά τινα δύναμιν, σπούδαζε: — MA
ὁ τέ παρέλκει: — Mg
τὸ ἑξῆς· καὶ πεῖθε τὴν σὴν ὥστ’ ἐποικτεῖραι τύχην: — MiA
† οὕτως ἡ σύνταξις· ἔχεις πρόφασιν ὥστε τὴν σὴν ἐποικτεῖραι
τύχην· ἔστι γὰρ τέκνα καὶ τῷδε, τῷ Ὀδυσσεῖ: — A
ὁρῶ σ’ Ὀδυσσεῦ: ἐνταῦθα ἐφύλαξεν ὁ Εὐριπίδης τὸ ἡρωικὸν ἧθος· οὐ γὰρ ταπεινὸν αὐτὸ μεμίμηται, ἀλλὰ παρρησιαστικόν: — MA
ὁρῶ σε, φησὶν, ὦ Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ὑπὸ τὰ ἱμάτια, τὸ δὲ πρόσωπον ἀποστρέφοντα, ἵνα μὴ ἱκετεύω σε: — MA
οὐχ ἱκετεύσω σε, ἐπεὶ πέφευγας παρ’ ἐμοῦ τούτου τυχεῖν: — MMgA.
† ἀκούσας Ὀδυσσεὺς τῆς Ἑκάβης εἰπούσης τῇ Πολυξένῃ· ὧ τέκνον, πρόσπιπτε Ὀδυσσεῖ λαβοῦσα τῆς δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἧν παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀπέστρεφεν, ὅπως μήτε τῆς χειρὸς αὐτοῦ λάβηται μήτε τῆς γενειάδος. ἰδοῦσα δὲ αὐτὸν [Πολυξένη] οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη· ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ⟨ὑπὸ τὰ⟩ ἱμάτια, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει δὲ, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτέστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν ἐπὶ παρακλήσει μεταλαμ⟨βανόμενον⟩: — A
† ὥς ἐστιν ὁ Ζεὺς φίλιος καὶ ξένιος καὶ τὰ λοιπά, οὕτως καὶ ⟨ἱκέσιος. ἀντὶ τοῦ πέφευγας τὴν ἐμὴν ἱκεσίαν, τουτέστιν· οὐχ ἱκε⟩τεύσω σε: — A
ὡς ἕψομαί γε: ὄντως ἐπακολουθήσω σοι καὶ δι’ αὐτὸ τὸ ἀναγκαῖον καὶ ὅτι βούλομαι ἀπολέσθαι: — MA
καὶ ἄλλως: ἕνεκα τῆς ἀνάγκης ἀκολουθήσω σοι καὶ ὅτι ἀποθανεῖν βούλομαι, ἐπειδὴ προτιμότερόν μοί ἐστι τοῦ ζῆν κακῶς: — MA
† τοῦτό μοι πρῶτον βίου: τοῦτό μοι ἦν πρῶτον [καὶ] ὅτι ἦν
βασιλέως θυγάτηρ. ἔπειτα ἐτράφην ὑπὸ καλῶν ἐλπίδων βασιλεῦσι νύμφη. τοῦτο
ἐλλιπές ἐστιν. ὁ δὲ νοῦς καὶ ἡ σύνταξις οὕτως· ἐτράφην ὑπὸ καλῶν ἐλπίδων
μέλλουσα γενέσθαι νύμφη βασιλεῦσιν ἀπὸ
τὸ κεφάλαιον: — Mg
Ag
μακαρισμὸν, ἔπαινον τῶν γάμων: — MA
ἀντὶ τοῦ τίνος: — M
gAg
ἐγὼ δὲ ἡ δύστηνος δέσποινα: — Mg
περίβλεπτος εὐδαίμων ἔνδοξος: — MgAg
τὸ ἀποθανεῖν: — Mg
τὸ τῆς δουλείας ὄνομα τοῦ θανεῖν με ἐρᾶν ποιεῖ. κακοσύνθετον δὲ τὸν λόγον πεποιήκασι τὰ δύο ἀπαρέμφατα: — MA
τὸ ἑξῆς· δεσποτῶν ὅστις ὠμῶν κατὰ τὰς φρένας: — Mg
τὴν κάσιν· Ἀνακρέων a]οὔτε μὴν ἁπαλὴν
κάσιν
. σεσημείωται δὲ ὅτι τὴν θήλειαν κάσιν εἶπεν, εἰ μὴ ἀποκοπή ἐστι
τοῦ κασιγνήτην: — MA
† ἀνάγκην σιτοποιόν: τὴν μυλικὴν εἶπε. προσθεὶς τὴν σιτοποιὸν ἀνάγκην ἐν δόμοις τοῖς αὐτοῦ, ὅστις με ὠνήσεται, καὶ προσθεὶς τὸ σαίρειν τὸ δῶμα καὶ ἐφεστάναι ταῖς κερκίσιν ἀναγκάσει με ἄγουσαν, φέρουσαν καὶ ἔχουσαν, ἡμέραν λυπράν: — A
ἀντὶ τοῦ μυλωθρικήν: — Mg
μολυνεῖ, κακῶς ποιήσει: — Mg
οὐ δῆτ’ ἀφίημι: οὐ ταῦτα ὑποστήσομαι θελήσασα ζῆν: — M
† οὐ δῆτ’ ἀφίημι: τὸ οὐ δῆτα ἀντὶ τοῦ οὐ θέλω ζῆν καὶ πάσχειν τοιαῦτα· ἐλεύθερον δὲ ἀφίημι τὸ φῶς τοῦτο τῶν ἐμῶν ὀμμάτων. οὐ γὰρ ἐπὶ ὑπηρετήσει καὶ δουλεύσει τοῖς ἐμοῖς ὀφθαλμοῖς ἔσται τὸ ὁρᾶν * * καταφωτίζον αὐτοὺς, ἐπεὶ προστίθημι τῷ Ἅιδῃ τὸ ἐμὸν δέμας: — A
ἀντὶ τοῦ τὸ ἐμὸν δέμας προστίθημι τῷ Ἅίδῃ: — M
γράφεται τόδ’ ἤδη: — Mg
† προστιθεῖ⟨σα⟩ . . . . . τὸ δὲ σῶμα ἐπὶ τοῦ . . . . . ὁ δὲ
Ὅμηρος τὸ μὲν δέμας ἐπὶ τοῦ ἐμψύχου ἀπὸ τοῦ συνδεδέσθαι τῇ ψυχή, τὸ δὲ σῶμα
ἐπὶ τοῦ ἀψύχου οἱονεὶ σῆμά τι ὂν τοῦ ποτε ζῶντος: — A
ἀντὶ τοῦ διαχείρισαι σφάξαι φόνευσον διάχρησαι: — Mg
δόξης: ὑπονοίας: — M
iAg
μηδὲν ἡμῖν ἐμποδὼν γένῃ, ὧ μῆτερ, μήτε λέγουσα μήτε πράττουσα: — MA
† ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν: ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι τῶν κακῶν, φέρει μὲν καὶ ὑπομένει αὐτὰ κατὰ ἀνάγκην, ἀλλὰ καὶ πλεῖστα ἀλγεῖ. ἐὰν ⟨δὲ⟩ θάνῃ, μᾶλλον ἂν δοκοίη εὐτυχής: — A
τῷ τῶν κακῶν ζυγῷ τὸν αὐχένα ἐντιθεὶς ἀλγεῖ: — Mi
δεινὸς χαρακτήρ: δυσχερές ἐστι, φησὶ, τὸ ἐξ ἀγαθῶν ἀγαθὸν γενόμενον τὸν χαρακτῆρα καὶ τὸ φρόνημα τῆς εὐγενείας ἀπορρῖψαι καὶ ἀφανίσαι: — MA
ἄλλως: ἱκανός ἐστι χαρακτὴρ καὶ φανερὸς ἐπ’ ἀνθρώποις τὸ ἀγαθὸν γενέσθαι: — M
ἱκανὴ, φησὶ, καὶ ἔνδοξος φρόνησις ἐν τοῖς ἀνθρώποις τὸ ἐξ ἀγαθῶν ἀγαθὸν προελθεῖν καὶ ἐπὶ πολὺ θαυμαζόμενοι καὶ δοξαζόμενοι γίνονται οἱ παρασκευάζοντες ἑαυτοὺς ἀξίους εἶναι τῆς εὐγενείας: — MA
† ἄλλως εἰς τὸ αὐτό: σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ ἀπὸ ἀγαθῶν γενέσθαι, οἶον ⟨ὁ⟩ ἀπὸ εὐγενοῦς προελθὼν πᾶσιν εὐδιάγνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια τῆς ἑαυτῆς εὐγενείας πέπραχεν. εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτως· δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι· λείπει δὲ ἡ ἀπό πρόθεσις· καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς, τῆς εὐγενείας. πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ’ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια: — A
ἐπίσημος: φανερὸς ἔνδοξος ἱκανός: — MAg
τὸ ἐξ ἀγαθῶν προαχθῆναι: — M
τοῖς ἀξίοις τῆς εὐγενείας. οἷον· τοῖς ἄξια τῆς εὐγενείας
διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ
ἐνδοξότεροι γίνονται: — MA
ἐπέστρεψε τὸν λόγον πρὸς Ὀδυσσέα: — Mg
⟨οὐ⟩ σὲ, ὧ γεραιὰ, φησὶ, κατθανεῖν ᾐτήσατο τὸ φάντασμα
Ἀχιλλέως: — MgA
εἰ καὶ τὸ φάντασμα ἐκείνην ᾔτησεν, ἀλλ’ ὑμεῖς με σὺν τῇ θυγατρὶ φονεύσατε: — MA
ὑπέρθεσις· ἀλλ’ ὑμεῖς: — Mg
† καὶ δὶς τόσον: καὶ διπλοῦν γενήσεται τὸ πόμα τοῦ αἵματος τῇ τε γῇ καὶ τῷ νεκρῷ, ἐὰν κἀμὲ συσφάξητε τῇ παιδί μου: — A
† ἅλις κόρης σῆς: ἀντὶ τοῦ· αὐτὴ μόνη ἀρκεῖ. οὐ γὰρ προσενεκτέος ἄλλος θάνατος πρὸς ἄλλῳ· οὐ θέλομεν γὰρ ὀφείλειν καὶ τὸν σὸν θάνατον: — A
οὐ προσενεκτέος: — M
gAg
† μηδὲ τόνδ’ ὠφείλομεν: ἀντὶ τοῦ· οὐκ ἀναγκάσεις με συναποκτεῖναί σε τῇ θυγατρί σου: — A
λείπει τὸ ἐστί: — M
gAg
οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι: — M
† οὐ γὰρ οἶδα δεσπότας κεκτημένος: εἰπούσης τῆς Ἑκάβης ὡς ἀνάγκη συνθανεῖν τῇ θυγατρί μου, φησὶν Ὀδυσσεύς· πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. πρῶτός εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω, ποιήσω. οὐ γὰρ ὑπ’ ἄλλου προστάσσομαι, ἵνα εἰπόντος ἐκείνου· σφαγήτω καὶ ἡ Ἑκάβη· ἀκούσω τούτου: — A
ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει: — Mg
καθάπερ κισσὸς δρυὸς ἀντιλαμβάνεται περιπλακείς. κἀγὼ ταύτης ἀντιλαμβάνομαι καὶ οὐ χωρισθήσομαι αὐτῆς ἀναιρουμένης, ἀλλὰ σὺν αὐτῇ θνῄσκειν βούλομαι: — M
† ὁποῖα κισσός: καθάπερ ὁ κισσὸς ἀντιλαμβάνεται καὶ περιπλέκεται τῇ δρυί, τὸν αὐτὸν κἀγὼ τρόπον ταύτης λαβοῦμαι καὶ οὐ χωρισθήσομαι: — A
† ἄλλως: κισσός ἐστιν εἶδος δένδρου μικροῦ, ὅπερ καὶ ἐν τοῖς ἀμπέλοις συνεχῶς ἀνέρχεται καὶ εἱλίσσεται ἐν αὐταῖς, ἀναφέρεται δε τῷ Διονύσῳ. εἰς νάρθηκα γὰρ ἔπλεκον τὸ αὐτὸ φυτὸν, καὶ οὕτως ἐχόρευον αἱ Βάκχαι τῷ Διονύσῳ: — A
† οὐκ ἤν γε πείθῃ: ἐὰν πείθῃ τοῖς σοφωτέροις σου, οὐ
αὐτόθι, παρὰ σοί: — MgAg
ἀντὶ τοῦ Λαέρτου: — Mg
ὑποχώρει καὶ ἐνδίδου· ἀπὸ μεταφορᾶς τῶν ὑποχαλώντων τὸν πόδα πολλοῦ ὄντος ἀνέμου: — MA
ἀντὶ τοῦ τραυματίσαι: — Mg
† ἑλκῶσαι: ἀντὶ τοῦ ἕλκους καὶ τραυμάτων πληρῶσαι τὸν σὸν γηραιὸν χρῶτα: — A
ἅτινα πάθῃς: — Mg
Ag
γλυκεῖαν: — Mg
ὅτι: — Mg
† τέλος ⟨δ⟩έχῃ: ἀντὶ τοῦ πλήρωμα· οὐ γὰρ προσομιλήσω σοι τοῦ λοιποῦ: — A
† ὦ μῆτερ, ὦ τεκοῦσ’, ἄπειμι δὴ κάτω: ταῦτα λεγούσης τῆς Πολυξένης ἀνταπεκρίθη ἡ Ἑκάβη ἡμεῖς ἐν φάει δουλεύσομεν. ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλ’ ἔχεται τῶν αὑτῆς λόγων κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ ἀκολουθία τούτων· ὦ μῆτερ, ὦ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν, ἀντὶ τοῦ σοῦ. διὰ μέσου δὲ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτῇ μέχρι τοῦ στίχου τοῦ λέγοντος τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν: — A
ἄπειμι κάτω δηλονότι: — Mg
ἐλεεινή: — Mg
αὔξουσα τὸ πάθος φησί· ̄ι ̄θ γὰρ μόνους παῖδας ἐγέννησεν.
Ὅμηρος ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ
νηδύος ἧσαν
. ὅτι συμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ
ἀνδρός. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος
ἐξ ἄλλων γυναικῶν: — M
† ἡμεῖς δὲ πεντήκοντ⟨ά γ’⟩ ἄμοιροι τέκνων: ἐζήτηται ἐνταῦθα
πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν
ἀμέτοχοι: — Mg
Ag
περιπτυσσομένη τὴν μητέρα τοῦτό φησιν: — Mg
† ὧ στέρνα: ταῦτά φησιν ὡς ἀσπαζομένη τοὺς τῆς μητρὸς μαστούς: — A
ταχυθανάτου. μήπω γηρασάσης, τουτέστι νέας: — Mg
† χαῖρ’ ὦ τεκοῦσα: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει. οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις· χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ’ ἐμοὶ ὅ τ’ ἐν φιλίπποις Θρᾳξὶ Πολύδωρος κάσις. καὶ λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου· χαίρουσιν ἄλλοι καὶ, ἂν ζῇ Πολύδωρος, ἀπιστῶ· τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος. καὶ τότε ἀποκρίνεται αὐτῇ ἡ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου· ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς: — A
γράφεται τόδε: — Mg
ἀπὸ κοινοῦ τὸ χαιρέτω: — Mg
οὕτως εἰς πάντα δυστυχής εἰμι ὡς καὶ περὶ ἐκείνου ἀπιστῶ εἰ ζῇ: — MA
ἐγὼ πρὶν τοῦ ἀποθανεῖν ὑπὸ τῶν κακῶν τέθνηκα: — Mi
ἄπαγε καλύψας τοῖς ἱματίοις διὰ τὸ κόσμιον: — M
τὴν ἐμαυτῆς καρδίαν ἐκτέτηκα τοῖς θρήνοις τῆς μητρὸς κἀγὼ δὲ ταύτην ἐκτήκω: — MA
† ὦ φῶς: ἔξεστί μοι προσφωνεῖν τὸ σὸν ὄνομα καὶ προσλέγειν· οὐ γὰρ ἀποκέκλεισμαι καὶ τοῦ λαλεῖν: — A
οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ ξίφους: — M
† μέτεστι δ’ οὐδέν: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ μέτεστί μοι τὸ φῶς
ἀνακαλεῖσθαι πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλλέως. ὅταν δὲ ἐκεῖ
φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι· ἕως οὖ τὴν ὁδὸν περιπατῶ τὴν πρὸς
τὸν τοῦ Ἀχιλλέως τάφον, ἔξεστί μοι ἀνακαλεῖσθαι τὸ φῶς καὶ βλέπειν αὐτό·
ὅταν δὲ τὴν ὁδὸν ταύτην τελειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον,
ἔκτοτε οὔτε ἴδω τὸ φῶς οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ: — A
ἀποψύχω: — Mg
δι’ εὐπρεπείας: — M
g
† αὔρα, ποντιὰς αὔρα: τοῦ Ὀδυσσέως λαβόντος τὴν Πολυξένην καὶ
ἀπερχομένου ἀνακλαίεται αὐτὴν ὁ χορὸς διὰ τὸ ἄδηλον καὶ τὸ μὴ εἰδέναι τί
μέλλει αὕτη παθεῖν. ὁ δὲ χορὸς οὖτός ἐστιν ἐκ Τρῳάδων γυναικῶν καί φησι πρὸς
τὸν τῆς θαλάττης ἄνεμον, ἀπὸ ἑνικοῦ δὲ δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής.
φησὶ δὲ ταῦτα ὁ χορός· ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυχῆ ἐπαγάγῃς ἢ ποῖ τῶν
νήσων ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι. ἆρα εἰς τὸν ὅρμον τῆς
Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν
ποταμόν φασι ῥέειν. ἢ ποῦ [ἀπὸ] τῶν νήσων· * * ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις,
ὅπου ὁ πρωτόγονος φοῖνιξ· πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς
δάφνης· καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν
Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν ᾦ πάσσουσι τὰ τῆς
Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγὼ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν
πέπλον τὰ ταύτης ἆθλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ
κεραυνῷ. ἔθος γὰρ ἦν τοῖς τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων
αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις
καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ
οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα
ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας θοὰς, ἤτοι ταχυτάτας,
νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῖ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ
ἀγάγῃς· τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις· καὶ πρὸς τίνος οἶκον ἀφίξομαι. τὸ γὰρ
τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖσ’ ἀφίξομαι τοῦτο λέγει· πρὸς τίνος οἶκον
ἀφίξομαι δούλη γενομένη· τὸ τῷ ἀντὶ γενικῆς. τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον,
ἵν’ ᾖ οὕτως· αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς,
καὶ τὰ λοιπὰ διὰ μέσου· ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν
ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία· ἢ ποῖ με
τῶν νήσων ἀπάξεις τὴν τάλαιναν· τὸ δὲ ποῖ ἀπὸ κοινοῦ· πεμπομένην ἐν τῇ
ἁλιήρει κώπῃ, ἔχουσαν, ἐμὲ, οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι
δούλη. εἰς τὴν Δῆλον με ἀπάξεις, ἔνθα πρωτόγονός
πνοή: — Mg
ἥτις: — Mg
ταχείας ναῦς: — Mg
λίμνην τὴν θάλασσάν φησιν Ὁμηρος Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην
: — M
κῦμα, οἴδημά τι ὄν: — Mg
τίνι δούλη ὀνομασθεῖσα πρὸς τὸν οἶκον ἀφίξομαι: — M
ἆρα, φησὶν, εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς ἀφίξομαι ἢ ἐπὶ τὸν ὅρμον τῆς Φθίας: — M
τῆς Πελοποννήσου. ἴσως δὲ διὰ τὸν Ἀγαμέμνονα λέγει τοῦτο: — MiA
γῆς: — Mg
τὰ πεδία Θεσσαλίας ἀρδεύειν· τὸ γὰρ ὕδωρ τρόφιμον: — Mg
ἀπὸ κοινοῦ τὸ πορεύσεις· ἢ εἰς τίνα τῶν νήσων με πορεύσεις: — Mi
καὶ τοῦτο διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὁμηρος πολλῇσιν νήσοισι καὶ Ἀργει παντὶ ἀνάσσειν
. ἁλιήρει δὲ
τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ: — M
ἐν οἷς ἀφίξομαι οἴκοις οἰκτρὰν ζωὴν ἔχουσα: — M
ἐπειδὴ ἐμνήσθη νήσων, καὶ ἡ Δῆλος νῆσός ἐστι. καὶ Ὅμηρος Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος
νέον ἔρνος ἀνερχόμενον ἐνόησα
. λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ
γενέσθαι ⟨καὶ⟩ ὁ φοῖνιξ: — Mi
ὅ τε φοῖνιξ καὶ ἡ δάφνη: — Mg
† ἔ⟨νθα πρωτό⟩γονος τε φοῖνιξ: ὁ Ζεὺς . . . . . . . ⟨Ἀ⟩στερίαν καὶ . . . ἐτύγχανε καὶ ταύτῃ συγ⟨κοιμώμενος⟩ . . . . . . . . . προσήκοντα ταῖς τῶν γυναικῶν κυοφορίαις τε ⟨καὶ⟩ ἔγκυμον⟨α⟩ . . . κατὰ δέ τινας . . . . . . παρεγένετο εἰς Ἀστερίαν τὴν νῆσον μίαν τῶν ⟨Κυ⟩κλάδων τυγχάνουσαν κἀκεῖσε ἀπελθοῦσα καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους παῖδας ἀπέτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. οἱ δέ φασιν ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὼ παρεγένετο τυγχάνουσα ἔγκυος, εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον ὄντα τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀποτέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος. ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως: — A
† ἄλλως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ: ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύτην ἐποίησεν· ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Γῇ μὴ δέξασθαι αὐτὴν ἐν τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρ’ αὐτῷ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον οὖσαν νῆσον Δῆλον, ἐν ᾗ καὶ δύο κλάδοι ἐβλάστησαν φοῖνιξ καὶ δάφνη, ἅτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα: — A
λείπει ⟨ἡ⟩ εἰς· ⟨εἰς⟩ ἄγαλμα καὶ καλλώπισμα τῆς Λητοῦς. ταῦτα μὲν κατέχουσα ἀπεκύησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν: — M
ἐν τῇ Δήλῳ σὺν ταῖς Δηλιάσι κόραις τῆς Ἀρτέμιδος ἄμπυκα εὐλογήσω καὶ ὑμνήσω: — M
ὁ τέ πλεονάζει: — M
g
ἀπὸ τῆς κεφαλοδέσμου τὸ κάλλος τῆς θεοῦ ἐσήμανεν: — M
διὰ τοὺς Θησέως παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα: — Mi
τᾶς καλλιδίφρου Ἀθαναίας: οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς
φησιν Ἀπολλόδωρος ἐν τῷ * περὶ θεῶν a]
ἐν πέπλῳ ποικίλλοθσα: — Mi
ἐν πέπλῳ: τῷ τῆς Ἀθηνᾶς κροκειδεῖ πέπλῳ, ἐν ᾧ ἐγγράφεται ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα [ἢ] τὴν Γιγαντομαχίαν: — M
ἀνθοκρόκοισι πήναις: κροκωτοβαφέσιν· ἄνθος γὰρ τὸ βάμμα: — M
ἄλλως: ἀνθοβαφέσι καὶ κροκωτοῖς. πήναις δὲ τοῖς πηνίοις ⟨κροκω⟩τοῖς ἀπὸ τῶν βαμμάτων: — M
ἀνθηροῖς πηνίοις: — Mi
ἢ Τιτάνων γενεάν: ἀντὶ τοῦ Γιγάντων. ὑποσυγχέουσι δὲ τὴν ἐν
ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος ἧχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα Γιγαντείου
δαίμονες ἐκ πολέμου
: — M
ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν Γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν
τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη: — Mi
καυστικῷ κεραυνῷ καταπαύει: — Mg
ἐν γὰρ τῷ χορῷ καὶ παρθένοι εἰσὶ καὶ γυναῖκες: — Mi
καταστρέφεται. κατεστράφη: — Mi
ξείνα χθονὶ δὴ κέκλη⟨μαι⟩: . . . Ἑλλήνων οἰκήματα: — A
ἀντὶ τοῦ κληθήσομαι: — Mg
δούλα λιποῦσ’ Ἀσίαν: καταλιποῦσα τὴν Ἀσίαν τῇ Εὐρώπῃ
θεράπαιναν, κατὰ συγκοπήν. Ἀσία γὰρ ἡ Τροία, Εὐρώπη δὲ ἡ Πελοπόννησος: — M
ἀλλάξασ’ Ἀίδα θαλάμους: ἀνταλλαξαμένη τὸν θάνατον τοῦ ζῆν.
τοῦτο δέ φησιν ἐπεὶ πολλοὶ ἐφείσαντο σφάξαι τινὰς τῶν Τρῳάδων ἀγαπῶντες
αὐτὰς ὡς παλλακίσι χρήσασθαι: — MA
1
ἄλλως: ἀλλάξασ’ Ἀίδα: ὅ ἐστι τὸν θάνατον ἀνταλλαξαμένη. ἀντὶ
τοῦ θελήσασα μᾶλλον τεθνάναι ἤπερ ζῆν: — MA1
δήποτ’ οὖσαν Ἰλίου: κατὰ τὸ σιωπώμενον ἐσφάγη ἡ Πολυξένη. ἔθος
γὰρ τοῖς τραγικοῖς τὸ μὴ ἐπ’ ὄψει τῶν θεατῶν ἀναιρεῖν· ἠνιάθησαν γὰρ ἂν
ὁρῶντες τοιαύτην θέαν: — MA1
† αὕτη πέλας: αὕτη πλησίον σοῦ, ὦ Ταλθύβιε, . . . . . . . ἐπὶ τῆς χθονὸς ἔχουσα τὰ νῶτα ἤγουν ἐπὶ τῆς γῆς κειμένη: — A
συγκεκαλυμμένη. ἀπὸ τοῦ κλείω: — Mg
† ὧ Ζεῦ τί λέξω· ἆρα ὁρᾶν σε τὰ τῶν ἀνθρώπων· ἢ μάτην τὴν ὑπόληψιν ταύτην κεκτῆσθαι ἡμᾶς· ἡ τύχη δὲ πάν⟨τα⟩ σκοπεῖ. ταῦτα δὲ εἶπε . . τὴν Ἑκάβην καὶ λέγων· ὧ Ζεῦ, διὰ τί οὐκ ἐλευθεροῖς αὐτὴν ἀπὸ τῶν λυπῶν πολλὰ παθοῦσαν δεινά. ἡ δὲ σύνταξις οὕτως· ὧ Ζεῦ, ἆρα εἴπω σε ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἤγουν τὴν ὑπόληψιν, μάτην κεκτῆσθαι τοὺς βροτοὺς ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντας εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν: — A
ἐφορᾶν διοικεῖν: — M
g
ἢ λέξω τοὺς ἀνθρώπους ὑπόνοιαν ταύτην ψευδῆ κεκτῆσθαι δοκοῦντας εἶναι θεούς: — M
νομιζομένους γένος εἶναι θεῶν τοὺς ἀνθρώπους: — Mi
μηκέτι δέ σε, ὧ Ζεῦ, ἐφορᾶν τὰ τῶν ἀνθρώπων πράγματα, ἀλλὰ
τύχην εἶναι τὴν διέπουσαν αὐτὰ καὶ διοικοῦσαν: — MA1
ἀνάστατος γέγονε τῷ πολέμῳ: — Mg
εἰ καὶ ὡς γέρων ὢν φιλόζωός εἰμι. ὅμως ἀποθανεῖν ἢ ἀτυχῆσαι
εὔχομαι: — MA1
† ἄλλως: ὅσον τὸ ἐπὶ σοί· ὑπολαμβάνει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν καὶ Κασάνδραν: — A
† πῶς καί νιν ἐξεπράξατε: πῶς ταύτην, ὦ γέρον, διεχειρίσασθε καὶ ἐσφάξατε. ἆρα μετὰ αἰδοῦς, ἢ πρὸς τὸ δεινὸν, ἤγουν τὸ ἀναιδὲς, ἤλθετε καὶ τὸ ἀπηνὲς ὡς ἐχθρὰν κτείνοντες. τὸ δὲ ὅλον· ἆρα ἐγυμνώσατε αὐτὴν καὶ ἐφάνησαν τὰ μέρη τοῦ σώματος ἃ χρὴ κρύπτεσθαι, ἢ οὔ: — A
ἐφονεύσατε: — Mi
ἢ ὡς ἐχθρὰν κατῃσχύνατε: — Mi
† διπλᾶ με χρῄζεις δάκρυα: διπλᾶ με χρήζεις, θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον κλαῦσαι, ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξόμενον τὰ ταύτης λέγειν. διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτε ἐσφάζετο. καὶ τούτου χάριν εἶπε διπλᾶ: — A
† κερδᾶναι: ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως· ὦ γύναι, διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκτῳ τῆς σῆς παιδός· νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα, πρὸς τάφῳ τε, ὅτε ὤλλυτο. καὶ τοῦτο ἐλλιπές· λείπει γὰρ τὸ ἐπεί καὶ ὁ καί σύνδεσμος, ἵν’ ᾖ οὕτως· νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ, ὅτε ὤλλυτο, ἔκλαυσα: — A
ὡς φίλος φησὶ τὸ κερδᾶναι· κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ
δεύτερον περὶ τῆς Πολυξένης: — Mg
ἔτεγξα κατὰ κοινοῦ: — Mg
† παρῆν μὲν πᾶς ὄχλος τοῦ Ἑλληνικοῦ στρατοῦ πλήρης, οἷον πεπληρωμένος, ἔμπροσθεν τοῦ τύμβου ἐπὶ σφαγὴν τῆς σῆς θυγατρός. εἰπὠν δὲ τὸ ἅπας καὶ πλήρης ἔδειξε τὸ ὡς οὐδεὶς ἐλείπετο: — A
παρῆν μὲν ὄχλος: αἴτημα σκηνικόν. πῶς γὰρ τοῦ Ἀχιλλέως ἐν τῇ Τροίᾳ θανόντος τοὺς Ἕλληνάς φησι πρὸ τοῦ τύμβου αὐτοῦ θύειν ἐν Χερρονήσῳ ὄντας: — M
† πέλας δ’ ἐγώ: πλησίον δὲ ἐγὼ καὶ οἱ ἐπίλεκτοι καὶ πρόκριτοι τῶν Ἑλλήνων καὶ ἔκκριτοι νεανίαι. λείπει γὰρ ἐνταῦθα ὁ καί σύνδεσμος: — A
τὸ κίνημα τῆς νέας: — MgAg
† ἕσποντο: παρεγένοντο ἵνα τὸ κίνημα ταύτης κρατήσωσιν, εἴ πως δειλανδρήσει ἐν τῷ σφάττεσθαι: — A
† πλῆρες δ’ ἐν χεροῖν: πρῶτον γὰρ οἶνον ἔρρανεν ἐν τῷ τάφῳ τοῦ Ἀχιλλέως, ὅπως ἀνέλθῃ ἡ ψυχὴ αὐτοῦ καὶ τότε ἀνελθούσης τῆς ἐκείνου ψυχῆς σφάξῃ τὴν Πολυξένην: — A
προσφέρει τῷ πατρὶ χοάς: — Mi
σίγα: κοινή ἐστι κατὰ τὸ μέτρον: — M
μεμίμηται τὸ πολλάκις κηρύττειν τὰ αὐτὰ τοὺς κήρυκας: — MAB
ἀθόρυβον ἥσυχον: — MAg
τὰς πραϋνούσας τὰς ψυχὰς τῶν νεκρῶν. ἢ τὰς κηλούσας τοὺς καταχθονίους δαίμονας: — MAB
ἀπατητικάς: — Mi
καθαρὸν, ἄχραντον, τουτέστι τὸ τῆς παρθένου: — MAB
πρᾶος εὐμενής· ἐκ γὰρ τῶν δύο σύγκειται ἡ λέξις: — MB
ἀντὶ τοῦ ἀλύπου, ἀπὸ ⟨τοῦ⟩ πράου καὶ εὐμενοῦς: — M
τὰς ἀγκύρας: — Mi
† δὸς δ’ ἡμῖν πάλιν ἀπελθεῖν ἀπὸ τῆς Τροίας εἰς τὴν πατρικὴν γῆν τυχόντας πρευμενοῦς, ἤτοι ἀλύπου, νόστου, ἀπὸ τοῦ πράου καὶ εὐμενοῦς: — A
τὸ κεχρυσωμένον διὰ τῆς λαβῆς λαβών: — MAB
† εἶτα λαβὼν ἀπὸ τῆς κώπης τὸ ἀμφίχρυσον ξίφος ἐξεῖλκεν ἀπὸ τῆς ξιφοθήκης. ἀμφίχρυσον δὲ νοητέον τὸ ξίφος οὐ κατὰ τὰ κοπτικὰ μέρη, ἀλλὰ κατὰ τὴν κώπην μόνην, ἤγουν τὸ κράτημα, ἵν’ ᾖ τὸ ἀμφιχρυσον ἀντὶ τοῦ περίχρυσον: — A
τοῖς ἐπιλέκτοις: — M
ὡς ἐνόησε: — Mg
† ἣ δ’ ὡς ἐφράσθη: αὕτη δὲ, ἡ Πολυξένη, ὡς ἔγνω, ὡς ἤκουσεν, ὡς ἐνόησεν ὅτι μέλλουσιν αὐτῆς ἅψασθαί τινες, εἶπε τοῦτον τὸν λόγον· ἑκοῦσα θνῄσκω· μή τις ἅψηται τοῦ ἐμοῦ σώματος: — A
ἀντὶ τοῦ εἶπεν: — M
gAg
εὐτόλμως: — Mg
τὸ ἑξῆς· ἐλευθέραν δέ με μεθέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω:
— MB
† ἐλευθέραν δέ μ’ ὡς ἐλευθέρα θάνω: ἤτοι ἄδετον, ἀδέσμευτον καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω. δουλείαν γὰρ ἡγεῖτο καὶ τὸ δεδεσμ⟨ημ⟩ένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως· πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες, ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατε, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα: — A
ἐβόησαν· ἐκ μεταφορᾶς τῶν κυμάτων: — MAgB
† ἐπερρόθησαν: ἐβόησαν ἐπλήγησαν ἐλυπήθησαν. ἢ ταραχὴν ἐποίησαν, ἐκ μεταφορᾶς τῶν ῥοθίων, ἤγουν τῶν ῥευμάτων: — A
ἐᾶν ἀκατάσχετον: — M
g
† τὴν ὑστάτην ὄπα, ἤτοι τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν οὐδεὶς δύναται ἀντειπεῖν. εἰπόντος γὰρ βασιλέως ἄλλος οὐκ ἀντιλέγει: — A
συναπτέον τὸν λόγον οὕτως· ὑστέραν ὄπα οὗπερ καὶ μέγιστον ἦν
κράτος, ἀντὶ τοῦ Ἀγαμέμνονος. ὑστέραν ὄπα τὴν τοῦ βασιλέως φωνήν· τέλος γὰρ
πάσης ὑπεροχῆς βασιλεύς. Πίνδαρος τὸ δ’ ἔσχατον κορυφοῦται βασιλεῦσιν
: — MAB
τοῦ ὑστέρου λόγου: — Mg
† ἔρρηξε λαγόνας: ἀντὶ τοῦ διέσχισε τὰ ἱμάτια κατὰ τὸ πλησιάζον μέρος ταῖς λαγόσι καὶ τῷ ὀμφαλῷ: — A
τὸ ἑξῆς· εἰς λαγόνας: — Mg
καρτερικώτατον ὑπομονητικώτατον: — MiAg
ἰδοὺ τόδε: τὸ σῶμα δηλονότι: — MgAg
παρεσκευασμένος: — M
gAg
τὸ ἑξῆς οὐ θέλων οἴκτῳ κόρης: — MgB
† ὁ δ’ οὐ θέλων ⟨τε⟩ καὶ θέλων: οὐ θέλων μὲν ὡς οἰκτιζόμενος τὴν Πολυξένην, θέλων δὲ ὡς τιμῶν τὸν πατέρα καὶ ὡς πρὸς τὴν πατρίδα θέλων ἐλθεῖν: — A
† ἄλλως: ὁ δὲ οὐ θέλων τε ἐν τῷ οἴκτῳ τῆς Πολυξένης καὶ θέλων
τὸ μὴ παρακοῦσαι τὸν πατέρα αὐτοῦ: — A
τὰς ἀρτηρίας. τὰς φλέβας. διαφέρει δὲ ἀρτηρία φλεβὸς ταύτῃ, τῷ τὴν ἀρτηρίαν μὲν ὀλίγον ἔχειν αἷμα, πνεῦμα δὲ πολύ, τὴν δὲ φλέβα τὸ ἐναντίον τὸ μὲν αἷμα πολὺ, τὸ δὲ πνεῦμα ὀλίγον ὡς πρὸς σύγκρισιν τοῦ ἐν τῇ ἀρτηρίᾳ: — MAB
† καὶ ἡ μὲν ἀρτηρία ὑποκάτω κεῖται τῆς φλεβὸς, ἡ δὲ φλὲψ ἐπάνω τῆς ἀρτηρίας. εἰπὼν δὲ ὅτι τέμνει πνεύματος διαρροάς ἔδειξεν ὅτι αἱ φλέβες καὶ αἱ ἀρτηρίαι ἐτμήθησαν: — A
τὰς ἀρτηρίας, τὰς διεξόδους: — Mg
ἀλλ’ οἳ μὲν αὐτῶν: τιμῶντες αὐτὴν διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον οἱ Ἕλληνες φύλλοις καὶ ἄνθεσιν ἔβαλλον: — MAB
† φύλλοις ἔβαλλον: οἱονεὶ στεφάνων τύπους ποιοῦντες διὰ φύλλων παρετίθουν εἰς αὐτήν: — A
φύλλοις ἔβαλλον: τοῦτο παρὰ τοὺς χρόνους. Ἐρατοσθένης
ἄνθεσι: — MiAg
ἐπήρθη καὶ ηὐξήθη· ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος καὶ ἐν τοῖς λέβησιν ἐπαιρομένου ἐν τῷ ζέειν: — MAB
παρὰ θεῶν μετὰ ἀνάγκης δεδομένον: — M
† τόδ’ οὐκ ἐᾷ με: δηλονότι τὸ σὸν κακὸν, ὅταν ἐνθυμηθῶ πολλῶν ὄντων τῶν εἰς ἐμὲ κακῶν γεγενημένων ἢ γινομένων, οὐκ ἀφίησι καὶ ἐᾷ καὶ καταλιμπάνει, ἐφέλκει δὲ ἄλλη τις λύπη ἐκεῖθεν διάδοχος ὑπάρχουσα, ἡ λύπη, πάντων τῶν κακῶν τοῖς κακοῖς. καὶ νῦν τὸ μὲν σὸν πάθος ὥστε μὴ θρηνεῖν οὐδ’ ἐᾷ με: — A
† ἄλλως: τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστι· προστέθειται γοῦν τὸ κακοῖς, ἳνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός: — A
ἐφέλκεται: — Mi
τῇ ἀκολουθία: — Mg
Ag
† καὶ ταῦτα ⟨μὲν δὴ⟩ νοῦς: ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ ἐξεκένωσε καὶ εἶπεν· ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν. τί γάρ με δεῖ τοιαῦτα σκοπεῖν καὶ ἐνθυμεῖσθαι ἐν τοιούτοις δεινοῖς οὖσαν: — A
ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ εἶπεν. ἀντὶ τοῦ ἐξέπεμψεν,
ἀπέβαλεν: — MgB
ἀντὶ τοῦ τοῖς στρατηγοῖς: — Mg
τὸ ἑξῆς· μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα: — MB
ὄχλον: τὴν ὄχλησιν· ὡς τὸ ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι
. ἢ Ἀργείοις, φησὶ,
σήμηνον, ἀντὶ τοῦ στρατηγοῖς, εἴργειν τὸν ὄχλον: — MAB
γράφεται καὶ ἔν τοι: — Ag
ἔν τοι μυρίῳ στρατεύματι: ὁ νοῦς· ἐν τῷ πολλῶ στρατεύματι ἀπαίδευτος ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος, ἐπικρατεστέρα δὲ ἡ ναυτικὴ ἀναρχία καὶ πυρός· παρ’ αὐτοῖς δὲ κακοῖς οὖσι καὶ ὁ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται καὶ δεινός: — MAB
ἀντὶ τοῦ ἀναίδεια: — MgBi
παρὰ τῷ πλήθει κακὸς ὁ μή τι δρῶν κακὸν νομίζεται: — MgAg
B
ἀγγεῖον: — Mg
παλαιὰ ὑπηρέτις, δούλη: — MgAB
ἡ μετὰ φόβου δουλεύουσα, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ τρεῖν: — MAB
† ἄλλως φροντίδων: τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται· μάτην εἰσὶ τὰ βουλεύματα καὶ τὰ τῆς γλώττης καυχήματα: — B
ματαίως: — Mi
καυχήματα: — Mi
⟨ἀντὶ⟩ τοῦ καθ’ ἑκάστην ἡμέραν: — Mg
ἔδει μοι ἄρα, ὡς ἔοικε, συμφορὰν γενέσθαι: — MiABBi
εἱμαρμένον μοι ⟨ἦν⟩: — Mg
αὕτη μοι ἀρχὴ συμφορᾶς, ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων
τὴν Ἑλένην: — MiAB
† ἄλλως: ἐμοὶ χρῆν συμφοράν, ἐμοὶ χρῆν πημονὰν γενέσθαι: ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται καί φησιν· ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴν γενέσθαι ἀπ’ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἲδης τοῦ ὄρους ὕλην τὴν εἰλατίνην· ἐλάτη δὲ εἶδός ἐστι δένδρου· ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα τῆς Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἧλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται καὶ κοινὸν ⟨κακὸν⟩ τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρου· ἴδιον γὰρ τὸ χωρίς. ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων ναυστολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος: — A
εἶδος δένδρου: — Mg
ἀντὶ τοῦ ἐπὶ τὴν θάλασσαν: — Mg
οὐδεὶς τὸν στέφανον αὐτῆς ἀφαιρήσει νικήσας αὐτὴν εἰς κακά: — M
ἄλλως: οὐδεὶς αὐτὴν ἐν τοῖς κακοῖς νικήσει πώποτε: — MAgB
† οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον νικήσας αὐτὴν ἐν δυστυχίαις: — B
† . . . . . . . . . . . . νικήσας τὴν Ἑκάβην ἐν τοῖς κακοῖς λάβῃ στέφανον: — A
† ἐν κακοῖσι δέ: οὐ δυνατὸν, φησὶ, κακῶν πολλῶν . . . . . . . ὁμιλεῖν . . . . ὡς ἐν εὐτυχίᾳ: — A
εὔφημον ἔχειν: — Mg
AgBi
διαπερῶσα: — Mg
εἰς πρέπον: — Mg
καὶ ζῶσα οὐ ζῇς: — M
gBi
† οὐ καινὸν εἶπας ὡς δυστυχής εἰμι, τοῖς εἰδόσι δ’ ὠνείδισας, ἀντὶ τοῦ· ἐγὼ γινώσκω ὅτι δυστυχής εἰμι καὶ ἄπαις καὶ ἄνανδρος: — A
προήγαγες τὰ δυστυχήματα: — Mg
ὀνειδίζειν ἐστὶ τὸ προφέρειν δυστυχήματα: — MiAg
Bi
ἀτὰρ τί: στικτέον εἰς τὸ τί, ἳνα καθ’ ὑπόκρισιν ᾖ ἡ ἐρώτησις:
— MAAgB
† ἀτὰρ τί: εἰς ἀγγεῖον ἐσκεπασμένον βασταζούσης τῆς θεραπαίνης τὸν Πολύδωρον ἰδοῦσα ἡ Ἑκάβη τὸ ἀγγεῖον ἔξωθεν ἐδόκει ὡς τὸ τῆς Πολυξένης σῶμά ἐστι καί φησι· τί τὸ τῆς Πολυξένης μοι σῶμα κομίζεις, ἧς ἀπεγγέλθη ὁ τάφος σπουδαζόμενος παρὰ τῶν Ἑλλήνων: — A
πάντων Ἀχαιῶν: ἐπειδὴ ἤκουσεν ὅτι οἱ μὲν αὐτὴν ἐφυλλοβόλουν
τιμῶντες, οἱ δὲ ξύλα παρεκόμισαν εἰς τὴν πυρκαϊὰν, ταῦτά φησιν: — AB
τῶν κατὰ τὸν Πολύδωρον: — MA
g
† νέων δὲ πημάτων οὐχ ἅπτεται: τῆς νεαρᾶς, φησὶ, βλάβης οὐχ ἅπτεται, ἤτοι τοῦ ἀποθανεῖν τὸν Πολύδωρον: — A
† τῆς νέας βλάβης, ἤγουν τῆς τοῦ Πολυδώρου σφαγῆς καὶ τῆς ἐν θαλάσσῃ τούτου ἀπορριφῆς οὐκ αἰσθάνεται: — A
† οἲ ἐγὼ τάλαινα: ἡ Ἑκάβη φησὶ· φεῦ ἐγὼ ἀθλία· εἶτα τὴν θεράπαιναν ἐρωτᾷ βλέπουσα ἀγγεῖον ἐσκεπασμένον βαστάζουσαν, ἐν ἦν ὁ Πολύδωρος· ἆρα τὴν Κασάνδραν βαστάζεις. ἡ δὲ θεράπαινά φησι πρὸς τὴν Ἑκάβην· τὴν ζῶσαν λέγεις, τὸν θανόντα δ’ οὐ στένεις καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου: — A
ἆρα: — MgAg
τὸ μανικὸν, τὸ τῷ βακχείῳ συνδιατιθέμενον: — MgB
ἀντὶ τοῦ εἶπας: — M
g
† ζῶσαν λέλακας: τὸ λέλακας ἐπὶ ὄρνιθος μόνον λαμβάνεται, ὡς
καὶ Ἡσίοδός φησι δαιμονίη,
τί λέληκας
περὶ ἀηδόνος λέγων. ὁ δὲ παρὼν τραγῳδὸς καὶ ἐπὶ τοῦ ἀνθρώπου
ἐδέξατο τοῦτο: — A
βλέπε: — Mg
ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν ⟨τοῦ Πολυδώρου ἡ
Πολύβοια⟩: — MiABi
† ἐπειδή σοι, φησὶ, τοῦτο θαυμαστὸν καὶ ξένον ὀφθήσεται ὡς παρ’ ἐλπίδας ἀπα⟨ντῆσάν⟩ σοι: — A
γράφεται γόων: — Mg
ἀντὶ τοῦ θρηνητικῆς ᾠδῆς· νόμους γὰρ λέγουσιν οἱ παλαιοὶ τὰς ᾠδάς: — MAB
† αἰαῖ κατάρχομαι νόμον [αἰαῖ κατάρχομαι γόων] βακχεῖον ἐξ ἀλάστορος: οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλ’ ἀπό τινος ἀλάστορος. οἱ γὰρ γόοι τῶν βακχῶν μετὰ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησιν ἡ Ἑκάβη· καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλ’ ἐξ ἀλάστορος καὶ ἀνηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν βακχῶν . . . δαίμων: — A
κινητικὸν ἢ σύντονον. ἢ ἀντὶ τοῦ θρηνητικόν: — MiB
ἄλλως: οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον: — MiAB
† οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλ’ ἔκ τινος ἀλάστορος. βακχεῖος γὰρ γόος λέγεται, ὃν λέγει τις μεθύσας: — A
ἐκ κακοῦ δαίμονος: — MAg
γράφεται ἀρτιμαθῆ νόμον. ἀρτιμαθής δὲ ἀντὶ τοῦ ἀπηρτισμένως
μαθοῦσα, ἢ ἀρτίως μαθοῦσα, ἀπὸ τοῦ ὀνείρου: — MiAB
ἀρτίως μαθοῦσα: — M
† ἀρτιμαθής: ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως
μαθοῦσα τὰ κακὰ ἀπὸ τοῦ ὀνείρου οὗ εἶδεν, ἔνθα φησὶν εἶδον γὰρ βαλιὰν ἔλαφον
καὶ τὰ ἑξῆς: — A
λείπει τὸ οὖσα: — M
i
† ἔγνως γὰρ ἄτην: ἤδη ἐπέγνως τὴν ἀληθῆ αἰτίαν καὶ τὸ συμβὰν περὶ τὸν παῖδά σου: — A
τὸ ἐπαναλαμβάνειν τοὺς αὐτοὺς λόγους ἐν τῷ θρηνεῖν σφόδρα σχετλιαστικὸν καὶ πάθος ἐγεῖρον ἐν τῇ τραγῳδίᾳ: — MAB
τυγχάνει: — Mg
δακρύων, στεναγμῶν μὴ τυχοῦσα: — MAg
παύσει. ἢ σχήσει: — Mg
τίνι μόρῳ: μόρῳ μὲν τῷ θανάτῳ, πότμῳ δὲ τῇ προφάσει. πρὸς τίνος δὲ ὑπὸ τίνος, ἵν’ ᾖ· ποίῳ θανάτῳ καὶ ποίᾳ προφάσει, ἢ τίς ὁ ἀνελών σε· εἰπὲ, τέκνον: — MAB
τύχῃ προφάσει: — Mi
Ag
ὑπὸ τίνος: — Mg
εὗρον ἔτυχον: — Mi
AgBi
ἀποπνιγέντα ὑπὸ θαλάσσης ἢ ἀναιρεθέντα ξίφει: — MiAg
BBi
† φονίου δορός: ἀποπνιγέντα ὑπὸ τῆς θαλάσσης ἢ ἀναιρεθέντα τῷ φονικῷ δόρατι ὑπό τινος ἀνδροφόνου, εἶτα εἰς θάλασσαν ῥιφέντα: — A
ἐκβεβλημένον: — Mg
Ag
πτῶμα: —MgAgB
παρῆλθεν: — Mg
λείπει τὸ ὡς· ὡς οὐκέτ’ ὄντα: — MiABi
τίς γάρ νιν ἔκτεινε: ὧ ἐξ ὀνειράτων φρονοῦσα καὶ διανοουμένη
Ἑκάβη: — MABi
κατ’ εἰρωνείαν εἴρηται. ἢ ὀνομαζόμενος φίλος: — MAAgBi
ποῦ τὸ δίκαιον τὸ ἐν τοῖς ξένοις: — MiBi
οὐδὲ ᾤκτειρας: — Mg
περιφραστικῶς τὸν δεσπότην: — MBi
τί ὑπερτίθης: — Mg
ὡς τοῦ Ταλθυβίου ἀπαγγείλαντος αὐτῷ ἃ ἡ Ἑκάβη αὐτῷ ἐν τοῖς προλαβοῦσιν εἶπεν: — MB
ἐμβραδύνεις: — Mg
τὰ κατὰ τὴν Πολυξένην: — Mg
ὅτι γὰρ οὔκ ἐστιν Ἑλληνικὸς ὁ νεκρὸς, φανερόν μοι ποιοῦσιν οἱ
πέπλοι μὴ ὄντες Ἑλληνικοὶ, ἀλλὰ Τρωικοί: — MBi
δέμας περιστέλλοντες: — MgBg
ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ, ἡ Ἑκάβη: — MB
πρὸς ἑαυτὴν ἀποστραφεῖσα λέγει. δῆλον δὲ ἐξ ὧν ὁ Ἀγαμέμνων πρὸς αὐτὴν λέγει· τί μοι προσώπῳ νῶτον. τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν καὶ ⟨πρὸς ἑαυτὴν⟩ τὴν Ἑκάβην· ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω δύστηνον ἀποκαλοῦσά σε, τί δράσω· πότερον ἱκετεύσω Ἀγαμέμνονα ἢ σιωπήσω: — MB
ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς
αὑτήν: — Mi
τί με ἀποστραφεῖσα καὶ τῷ προσώπῳ μου τὸν νῶτόν σου δοῦσα θρηνεῖς: — MB
κατὰ ἀφαίρεσιν τοῦ , τουτέστιν ὀδύρῃ: — MiBi
† ταῦτα καθ’ ἑαυτήν φησιν ἡ Ἑκάβη: — Bi
ἀντὶ τοῦ μαθεῖν: — M
g
ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας, τοῦ Ἀγαμέμνονος, οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνα ᾖ οὕτως· ἆρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας: — MB
τὰ αὐτά μοι βούλει: — Mi
τί σκέπτομαι: — Mg
Bi
τὸ τυχεῖν τούτου: — Mg
ἀντὶ τοῦ ὑπὲρ οὗ: — Mg
τοῦτόν ποτ’ ἔτεκον: πρωθύστερον ποίησον, ἵνα γένηται σαφές· τοῦτόν ποτε ἔφερον ζώνης ὕπο καὶ ἔτεκον: — MB
καὶ ἄλλως: τοῦτόν ποτε εἶχον κατὰ γαστρὸς ὑπὸ τὴν ζώνην καὶ ἐγέννησα αὐτόν: — MB
ἐρωτηματικὸς ὁ ἦ σύνδεσμος· ἆρα γάρ τινα ἄλλον ἐγέννησας παῖδα παρ’ ἐκείνους ἑτέρῳ τινί: — MB
φοβούμενος: — Mg
πικρότατον τὸν χρυσὸν εἶπε διὰ τὸ αἴτιον αὐτὸν γενέσθαι θανάτου καὶ σφαγῆς: — MB
παρὰ τίνος: — Mg
ὧ ὑπομονητικὴ ἐν τοῖς κακοῖς. ἐὰν ⟨δὲ⟩ τὸν Πολυμήστορα, τλήμονα λέγει διὰ τὸ κέρδος ἀσεβείας κοινωνήσαντα: — MB
πληθυντικῶς εἶπεν ἀντὶ τοῦ· τοιοῦτόν τί ἐστιν: — Mg
οἱ νεώτεροι τὴν αὐτὴν Φρυγίαν καὶ Τροίαν φασίν: — MiB
τὴν θεράπαιναν δείκνυσιν: — Mg
ὁ Πολυμήστωρ: — Mg
† ὄλωλα κοὐδέν: ὄλωλα, φησὶν, ὑπὸ τῶν κακῶν καὶ τῶν συμφορῶν καὶ εἰς τὸ οὐδὲν ἥκω. ἢ ἐλλειπτικῶς φησιν· ὄλωλα, ὦ Ἀγάμεμνον, καὶ οὐδὲν λοιπὸν τῶν κακῶν ἄκος εὑρεῖν δύναμαι. ἢ οὐδὲν ὑπολείπεταί μοι κακὸν, ὃ οὐ πέπονθα: — B
τὴν δυστυχίαν δηλονότι: — M
εὐσεβῆ δίκαια: — Mg
χθονίους μὲν διὰ τὸ ἄταφον ἐᾶσαι φονεύσαντα, οὐρανίους δὲ διὰ τὸν ξένιον καὶ φίλιον Δία: — MB
φιλίας: — Mg
γράφεται καὶ ξένων: — Mi
λείπει ἡ ἐν· ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών: — MB
καὶ λαβὠν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν, ὅ ἐστι χρήματα: — MB
ἄλλως: πρόνοιαν τῶν κατ’ ἐμὲ πραγμάτων, ὅτι πορθηθείσης τῆς Τροίας ἐδυστύχησα εἰς πολλὰ μεγάλως: — MB
† νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα: θεὸν γὰρ ἴσμεν τῷ σέβειν θεοῦ νόμους: — B
† ἄλλως: τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν: — B
νομίζομεν: — Mg
ἀφωρισμένα καὶ πρόδηλα ἔχοντες: — Mi
† καὶ ζῶμεν ἄδικα: κακοσυνθέτως εἶπεν. ἔδει γὰρ οὕτως εἰπεῖν· καὶ τὰ δίκαι’ ὁρισθέντες παρὰ τοῦ θεοῦ τηρεῖν ἐν τοῖς πράγμασιν ἀδίκως ζῶμεν, ἀντὶ τοῦ βιοῦμεν: — B
τουτέστιν ὁ νόμος: — Mg
ἱεροσυλήσωσιν: — Mg
δίκαιον: — Mg
ὡς γραφεύς: ὡς ζῳγράφος ἀπωτέρω στὰς κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς γέγραπται τὸ ζῴδιον: — MB
ἴδου: βαρυτόνως τὸ ῥῆμα, ὀξυτόνως τὸ ἐπίρρημα: — MB
ποῦ μεταφέρεις τὸν πόδα σου: — MiB
ποῖ μ’: τὸ ἐντελές· ποῦ μοι ὑπεξέρχῃ. ἐδιχοστάτει γὰρ αὐτῇ ἐπικουρεῖν Ἀγαμέμνων διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα. οὐ γὰρ συνεμάχησε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι: — MB
ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὠ μόνην οὐκ ἀσκοῦμεν μισθοὺς διδόντες: — MB
πειθὠ δὲ τὴν τύραννον: ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὠ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι: — MB
καὶ ἄλλως: οὐκ ἀνατίθησιν οὐδὲ τοῖς ῥήτορσι τὴν τοῦ ⟨ἀεὶ⟩
πείθειν δύναμιν: — MMgB
ἵνα ὑπάρχῃ τὸ πείθειν εἰς ἅ τις βούλεται: — MiB
γράφεται καὶ ὑπερτέλλοντα: — Bg
μάταιον ἀδόκιμον: — Mg
οὐ μαστροπώδεις οἱ λόγοι, ἀλλ’ ἀφαιρεθεῖσα τὸν τῆς τύχης ὄγκον εἰς πᾶν ὁτιοῦν καταβαίνει καθομιλοῦσα τοῖς καιροῖς καὶ λέγουσα ταῦτα δι’ ὧν ἔμελλε θηρᾶσθαι βοήθειαν: — MB
διὰ τὸ ἐν αὐταῖς σκέπτεσθαι: — MB
ἀπ’ ἐκείνης δὲ ἐγώ: — MgBi
νυκτερινῶν: — Mg
ἀντὶ τοῦ γαμβροῦ κηδεστὴν εἶπεν: — MBi
ἢ Δαιδάλου τέχναισιν: περὶ τῶν Δαιδάλου ἔργων, ὅτι ἐκινεῖτο
καὶ προΐει φωνὴν, αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει οὐκ ἔστιν, ὦ γεραιὲ,
μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τ’ ἀγάλμαθ’·
ὧδ’
ἀνὴρ κεῖνος σοφός
· καὶ Κρατῖνος ἐν Θρᾴτταις οὗτος τίς εἶ, λέγε ταχύ, τί σιγᾷς· οὐκ ἐρεῖς.
Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα
: — MB
παραγγέλλοντα: — Mg
βοηθόν: — Mg
ἀλλ’ εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε, ἀντὶ τοῦ· μὴ ὡς αἰχμάλωτον καὶ δούλην παρίδης: — M
† εἰ καὶ μηδέν ἐστιν: εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε ὡς αἰχμάλωτος καὶ δούλη, ἀλλ’ οὖν δι’ αὐτὸ τὸ δίκαιον τιμώρησαι τὸν Πολυμήστορα. τοῦτο γάρ ἐστιν ἀνδρὸς ἀγαθοῦ, τὸ τοὺς κακοὺς ἐννόμως τιμωρεῖσθαι: — B
ὅτι: — Mg
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν: μεταλλακτέον τὰς πτώσεις·
ἔστι γάρ· καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα
συνέρχεται τὰ κακὰ κατὰ ταὐτὸν τοῖς ἀνθρώποις, καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα
τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ
καὶ ἄλλως· ἐναντίως εἶπεν. ἔδει γάρ· καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα· ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον: — MB
ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν: — M
καὶ ἄλλως: οἷον αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις
πράττουσιν: — MBi
διετύπωσαν ἀφορίζουσιν: — MgBi
ἐγώ σε καὶ τὸν παῖδά σου καὶ τὰς δυστυχίας καὶ τὴν ἱκέσιον χεῖρα ἐλεῶ: — MB
καὶ βούλομαι θεῶν θ’ οὕνεκα: τὸ ἑξῆς· καὶ βούλομαι θεῶν οὕνεκα καὶ τοῦ δικαίου ἀνόσιον ξένον τήνδε σοι δοῦναι δίκην: — M
εἴ πως φανείη γ’: εἴ πως φανείη σοι συμμαχία ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξω διὰ Κασάνδραν τιμωρεῖσθαι τὸν Πολυμήστορα: — MB
λείπει τὸ τὶ, ἵνα ᾖ· ἔστι γάρ τι καθ’ ὃ τετάραγμαι· ποῖον
τοῦτο. τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός: — MiB
ἄλλως: ἔμελλεν εἰπεῖν ὅτι ἐστὶ φίλος τοῖς Ἕλλησιν· εἶτα
μεταλογιζόμενός φησι· ταραγμὸς ἐμπέπτωκέ μοι, ἀντὶ τοῦ τετάραγμαι, ἐννοήσας
ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ: — MiB
ὅπου: — Mg
δηλονότι ὁ Πολύδωρος: — Mi
βοηθῆσαι: — M
ἀκίνητον: — Mg
φεῦ οὐκ ἔστι θνητῶν: ταῦτά φησιν, ὅτι ἐν ἐξουσίᾳ ὤν ὁ Ἀγαμέμνων οὐ δύναται αὐτῇ χάριν παρασχεῖν ὑφορώμενος τοὺς Ἕλληνας: — MB
ἢ χρημάτων γὰρ δοῦλός ἐστι: δοῦλος τύχης ἐστὶν ὁ ὑπὸ τῆς τύχης ἀναγκαζόμενος δουλεύειν: — MB
ἄλλως: τύχης: εὐτυχίας εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν. οὕτως τινές· οὐ τῆς θείας τύχης φησίν, ἀλλὰ τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης: — MB
εὐδαιμονίας: — Mg
οἷον τὰ κεχαρισμένα πράττεις τοῖς Ἕλλησιν: — MMgB
συγγίνωσκε: — Mg
συγγίνωσκε μὲν γὰρ ἐάν τι κακὸν ἐργάσωμαι τῷ τόν⟨δε, τὸν⟩ Πολύδωρον δηλονότι, ἀποκτείναντι: — MB
διαθήσω καλῶς: — Mg
ποία δύναμίς σοι συμβάλλεται: — Mg
ἀκαταμάχητον: — Mg
τί δ’· οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα: Αἴγυπτος καὶ Δαναὸς
ἀδελφοὶ ἦσαν ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς. τούτων ὁ μὲν Αἴγυπτος ἔσχε ̄ν
παῖδας ἄρρενας, ὁ δὲ Δἄναος εἶχε καὶ αὐτὸς ̄ν θυγατέρας. οὗτος φθονῶν τῷ
ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν καὶ φοβηθεὶς ὅπως μὴ ὑπ’
αὐτῶν ἐκβληθῇ ἐκ τῆς βασιλείας, [ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ] ἐδίωξεν αὐτὸν
εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Αἴγυπτος ἐκλήθη.
χρόνου δέ τινος διαγενομένου καὶ τῶν παίδων ἀνδρωθέντων θαρρῶν τῇ τούτων
δυνάμει παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν
ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας ἐπιβουλήν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην
ἐσκέψατο. συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας
τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλαμένου τοῦ Αἰγύπτου
συνεβούλευσε ταῖς θυγατράσιν ὁ Δαναὸς ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας
πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς θάνατον ἐπαπειλήσας ταῖς μὴ
καὶ Λῆμνον ἄρδην: Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοί ποτε ταῖς Ἀθήναις πολλὰ τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας, οὕς αἱ μητέρες τήν τε πατρῴαν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν. οἱ δὲ συνήρχοντό τε ἀλλήλοις καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως ὥστε ἐκείνους ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. δι’ ἀμφότερα οὖν ταῦτα ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: — MB
καὶ ἄλλως: Πελασγοὶ ταῖς Ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἄλλα τε ⟨καὶ γύ⟩ναια, ἃ εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ ἔθη ἐπαίδευσαν. οἱ δὲ ἡβή⟨σαντες⟩ φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναν⟨το⟩ τοὺς ἀδικοῦντας, τέλος δὲ καὶ ἄρχοντα αὑτοῖς ⟨ἐπέ⟩στη⟨σαν⟩, ἐφ’ οἷς ἀγανακτήσαντες οἱ πατέρες ⟨αὐτούς⟩ τε καὶ τὰς μητέρας ἀνεῖλον. μετὰ δὲ ταῦτα αἱ Λημνιάδες τοὺς σὺν Θόαντι ἀνεῖλον. δι’ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: — M
παντελῶς: — Mg
πέμψον δέ μοι τήνδ’ ἀσφαλῶς: ἀφόβως καὶ ἀκινδύνως, ἵνα μήτις
τῶν Ἑλλήνων κωλύσῃ αὐτὴν αἰχμάλωτον οὖσαν: — M
ἐγγίσασα: — Mg
σὸν οὐκ ἔλασσον: ἀντὶ τοῦ μᾶλλον, ἵνα ᾖ· διὰ σὸν μᾶλλον χρέος ἤπερ ἐκείνης: — MB
καὶ παῖδας: σὺ δὲ κάλεσον καὶ τοὺς παῖδας ὡς ὅτι δεῖ καὶ τοὺς [ἐξ ἐκείνης] παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους: — MB
ἀντὶ τοῦ ἀναβαλοῦ τὴν ταφὴν αὐτῆς: — Mg
ὡς τώδ’ ἀδελφώ: δυϊκῶς τοὺς ἀδελφούς: — MB
ὅπως τοὺς ἐμοὺς παῖδας εἰς μίαν πυρκαϊὰν ἐμβαλοῦσα τῇ ἐμῇ μερίμνῃ θάψω. τὸν Πολύδωρον καὶ τὴν Πολυξένην: — MB
καὶ ἄλλως: ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι χθονί. μέριμναι δὲ ἀλγηδόνες τῇ μητρί: — MB
ἔσται τάδ’ οὕτως: οὐ καλῶς φησι ταῦτα ὁ Ἀγαμέμνων. ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὤν: — MB
γαληνὸν, χωρὶς ἀνέμου: — Mg
γένοιτο δ’ εὖ πως: εἴη δὲ πραχθῆναι τὸ κατὰ σὲ καλῶς, ὅτι πᾶσι καταθύμιον τοῦτο. ὁ γὰρ φόνον δράσας κοινὸν τοῖς ἀνθρώποις ἀδίκημα ἐποίησε λυμηνάμενος τῷ κοινῷ νόμῳ καὶ ἀδικήσας τὸ τῆς φύσεως ὁμοιογενές: — MB
ἀριθμηθήσῃ κληθήσῃ: — Mi
ἀπὸ δὲ στεφάναν κέκαρσαι: Καλλισθένης ἐν β τῶν Ἑλληικῶν ἑάλω μὲν ἡ
Τροία Θαργηλιῶνος μηνὸς ὡς μέν τινες τῶν ἱστορικῶν, ῑ ̄β ἱσταμένου, ὡς δὲ ὁ
τὴν μικρὰν Ἰλιάδα,
. ⟨ᾧ⟩ συμπεφώνηκεν Εὐριπίδης ὡς ὁμολογουμένης
τῆς δόξης. Λυσίμαχος νυξ μὲν ἔην μέσση,
λαμπρὰ δ’ ἐπέτελλε σελήνη
. μεσονύκτιος δὲ μόνον τῇ ὀγδόῃ φθίνοντος
ἀνατέλλει, ἐν ἄλλῃ δ’ οὔ
τὸ κάλλος, τὴν ἐξοχὴν τοῦ τείχους: — Mi
ἀντὶ τοῦ ἀπεκόπης: — Mi
κατὰ δ’ αἰθάλου καπνοῦ: τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου
καπνοῦ. ῥυπαρίαν τοῦ μελαίνοντος καπνοῦ: — MiBi
ἐπιβήσομαι. ἀντὶ τοῦ· εἰσέλθω εἰς σέ: — Mi
διασκορπίζεται: — M
i
μολπᾶν δ’ ἄπο καὶ χαροποιῶν: τουτέστι· καταπαύσαντες τοὺς χοροὺς καὶ τὰς ᾠδὰς καὶ τὰς θυσίας οἱ ἄνδρες ἀνεπαύοντο ἐν τοῖς οἴκοις ἀμέριμνοι, ὡς ἀναπλευσάντων τῶν Ἑλλήνων: — MB
καὶ ἄλλως: καὶ παύσαμενοι, φησὶ, τῶν χορῶν καὶ τῶν θυσιῶν ἀνεπαύοντο πάντες οἱ ἄνδρες ἀμεριμνήσαντες διὰ τοὺς Ἕλληνας: — M
θυσίαν καταπαύσας: εἰς Τένεδον γὰρ προσορμισθέντες καὶ ἔμφασιν ποιήσαντες τῆς οἴκαδε ἐπανόδου νυκτὸς ἐπῆλθον τοῖς Τρωσὶν ἀπὸ χορειῶν καὶ εὐωχίας οὖσι διὰ τὴν καθίδρυσιν τοῦ δουρείου ἵππου καὶ κεκμηκότας ἀνεῖλον αὐτούς: — MB
πόσις ἐν θαλάμοις: τὸ ἑξῆς· πόσις ἐν θαλάμοις ἔκειτο ναυτᾶν
οὐκέθ’ ὁρῶν ὅμιλον, ξυστὸν δὲ ἐπὶ πασσάλῳ. ἀπὸ κοινοῦ δὲ τὸ ἔκειτο: — MBi
ξυστὸν δ’ ἐπὶ πασσάλῳ: τὸ δὲ ἀκόντιον ἐπὶ τῷ πασσάλῳ
αἱ Λακεδαιμόνιαι κόραι διημερεύουσιν ἄζωστοι καὶ ἀχίτωνες
ἱματίδιον ἔχουσαι πεπορπημένον ἐφ’ ἑκατέρου τῶν ὤμων. καὶ Καλλίμαχος ἔσκεν ὅτ’ ἄζωστος
χατερόπορπος ἔτι
. καὶ τῶν ἐν ταῖς ἀρχαίαις γραφαῖς οὐκ ὀλίγα οὕτως
ἔσταλται. καὶ δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων ἐκδῦσα χιτῶνα δωριάζειν
:
— MB
ἄλλως: ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατ’
αὐτῶν ἀποστέλλουσιν, οἱ δ’ ἅμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς
ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες, ἀφελόμεναι τὰς
περόνας τῶν ὤμων, τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν
ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς
ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης. αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες
ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδή
οὗ κέκτημαι ἰδίου ἀπολαύσαιμι: — Mi
θησαυροί: — Mg
ταύτῃ τῇ διανοία: — MiBi
γινώσκεις τῆς Ἰλιακῆς Ἀθηνᾶς ποῦ ἐστιν ὁ ναός: — MBi
τί οὖν ἔτι βούλει: — MgBi
ποῦ δῆτα ἔχεις: — M
gBi
ἐν τῷ πλήθει τῶν σκύλων: — MiB
τὸ ταῖσδε ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε· ταύταις ταῖς σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας ἐρωτᾷ· ποῦ δὲ αἱ στέγαι αὗται, ἃς λέγεις ἔχειν τὸν χρυσόν· ἆρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν· ἐν ταῖς ναυσὶ λέγεις εἶναι τὸν χρυσόν. πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον· ἴδίαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι: — MB
εἰς τὸ αἵδε στικτέον, τὸ δὲ λοιπὸν ἰδίᾳ κατ’ ἐρώτησιν ἐν ὑποστιγμῇ: — MB
ναύλοχοι: περιφραστικῶς τὰ ναύσταθμα. φησὶν οὖν· ποῦ δέ ἐστιν· αὗταί γὰρ αἱ τῶν Ἀχαιῶν εἰσι σκηναί: — MB
χωρίς: — Mg
τὰ ἀπόγεια σχοινία: — Mi
ἵνα: — Mg
τοῦτο ἠρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν: — MBi
λιμένα μὴ ἔχον: — M
g
Δίδυμος οὕτως· ⟨τὸ⟩ ὑπέγγυον, τὸ ἀληθὲς, οὔτε παρὰ τῇ δίκῃ οὔτε παρὰ τοῖς θεοῖς συμπεσὸν ἀφανίζεται. τοῦτο δέ φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων: — MB
καὶ ἄλλως: ὑπέγγυον: δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ δίκῃ καὶ παρὰ θεοῖς οὐ πίπτει, τουτέστιν· ὅ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει: — MB
οὐκ ἀπόλλυται: — Mg
Bi
ἀπὸ ἑτέρας ἀρχῆς: — MiBi
λείπει ἡ εἰς· εἰς ὀλέθριον κακὸν, καὶ λέγει· ἡ ἐλπὶς ταύτης
τῆς ὁδοῦ ἀπατήσει σε εἰς ὀλέθριον κακόν: — MiBBi
ἀνάνδρῳ, γυναικείῳ: — MgB
ἔνδοθεν ὁ Πολυμήστωρ τυφλούμενος ταῦτα βοᾷ: — MB
θρῆνον: — Mg
λείπει τὸ ἕνεκεν: — Mg
ταχυτάτῳ: — Mg
Bi
στηρίγματα: — Mg
βέλος: πᾶν τὸ βαλλόμενον. ταῦτα δέ φησιν ὡς βάλλων λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα καταπαίῃ τὰς αἰχμαλώτους: — MB
θέλετε ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ: — MB
κτύπει: — Mg
ὄντως ἐνίκησας τὸν Πολυμήστορα: — MgB
παραφόρῳ ποδί: παραφερομένῳ, οὐκ ὀρθῶς βαδίζοντι, ἀλλὰ σφαλλομένῳ διὰ τὸ τετυφλῶσθαι αὐτόν: — MB
πᾶ κέλσω· προσπελάσω. κυρίως δὲ τὸ ναῦν προσορμίσαι τινὶ εὐόρμῳ τόπῳ. ἐξοκεῖλαι δὲ τὸ ἐκβληθῆναι τὴν ναῦν ἔξω τοῦ λιμένος ὑπὸ ἀνέμου: — MB
ποῦ τῶν μυχῶν, ἀντὶ τοῦ τῶν κρυφίων τόπων: — MgBi
ἀντὶ τοῦ τυφλὸν ὄμμα: — Mg
λαθραίαν, ὡς ἡρέμα βαδιζουσῶν αὐτῶν: — M
† σίγα κρυπτὰν βάσιν αἰσθ⟨άνομαι⟩: . . . ἑαυτόν φησιν ὁ Πολυμήστωρ ὥσπερ αὐτὸς ἑαυτὸν παρορμῶν ἐπὶ δρόμον καὶ κτύπου τινὸς αἰσθανόμενος λαθραίου, ὡς ἠρέμα βαδιζουσῶν αὐτῶν: — A
ὡς θὴρ ταύτας καταθοινώμενος: — MiAgB
† θοίναν ἀγρίων θηρῶν: ποῦ, φησὶ, κινήσας τὸν πόδα
ἀποδιδούς: — M
λαμβάνων. ἀφαιρούμενος τὴν ὕβριν. τῆς ἐμῆς τυφλώσεως ἀντάξια
παρέχων: — MMi
ἁλλως: ἀπαιτῶν τιμωρίαν ἀντὶ τῆς ἐμῆς λύμης, τουτέστι
πηρώσεως: — MMiAg
† λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως: — B
† ποῖ πᾶ φέρομαι: ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν. ἐν γὰρ τῷ Ἅιδῃ ἔλεγον εἶναί τινας τιμωρητικὰς καὶ ἀνημέρους θεὰς, βάκχας καλουμένας [καὶ] διὰ τὸ ἄγριον αὐτῶν, ⟨καὶ⟩ κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ βάκχας. τὸ δὲ ὅλον· ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου ταῖς βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα. ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω· ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν, καὶ τοῖς κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον. καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω: — A
διασπαράξαι μεληδόν: — MiBi
† ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτοῦ, φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀποβολήν: — B
ἀπάνθρωπον: — Mg
εἰς ὄρη: — Mg
† ἔθος τοῖς δυσ⟨φοροῦσι ταῦτα λέγειν⟩: — B
ἔν τισι τὸ αἰθέρα οὐ φέρεται: — AgBi
ἀμπτάμενος: ἀναπτάμενος ἀναπετασθείς: — MBi
Ὠρίων καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ Ὠαρίων: —
MiB
Ἡσίοδος
† ἐπὶ τοῦτο⟨ν⟩ δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα. τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπο⟨μένειν⟩ ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερος ἐνὼν τῷ κυνί: — A
πορθμόν: πέραμα, πλοῦν. ἢ τὸν ἀόρατον πλοῦν: — Mi
ὅταν τις, φησὶ, πάθῃ κακὰ μείζονα ὑπὲρ ὃ δύναται βαστάσαι, συγγνωστόν ἐστιν αὐτῷ τὸ ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν: — MB
† συγγνώσθ’ ὅταν: ἀντὶ τοῦ· συγγνωστὸς καὶ συγγνώμης ἄξιός ἐστιν ἀπαλλάξαι τὴν ζωὴν καὶ θανεῖν ὅστις πάθη δεινὰ, ἃ οὐ δύναται ὑπομεῖναι. τοῦτο γάρ ἐστι τὸ κρείσσον’ ἢ φέρειν, ἀντὶ τοῦ ἐπέκεινα ὄντα ὑπομονῆς: — A
† κραυγῆς ἀκούσας ἦλθον: τῆς κραυγῆς σου, φησὶν ὁ Ἀγαμέμνων πρὸς τὸν Πολυμήστορα, ἀκούσας ἦλθον· οὐ γὰρ ἠρέμα ἐβόησεν ἡ Ἠχὼ, ἡ παῖς τῆς πέτρας. ὅταν γάρ τις βοήσῃ ὅπου ἐστὶν ὄρος, ἀντηχεῖ ἡ πέτρα καὶ οἷον εἰπεῖν γεννᾷ τὴν Ἠχώ· καὶ τοῦ Πολυμήστορος τοίνυν βοήσαντος ἐφώνησε καὶ ἤχησε μεγάλως τὸ ὄρος: — A
οὐ γὰρ ἠρέμα ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας, ἡ Ἠχώ: — MB
εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήσαμεν τὴν Τροίαν, ἐφοβήθημεν ἂν ἔφοδον νομίζοντες εἶναί τινα τῶν πολεμίων: — MAB
οὐκ ὀλίγως: — Mg
† ὦ φίλτατ’ ᾐσθόμην γάρ: ἐπέγνω Πολυμήστωρ τὸν Ἀγαμέμνονα ἀπὸ τῆς φωνῆς, ἐπεὶ καὶ ὁ Ἀγαμέμνων πολλάκις τῆς Τροίας πολεμουμένης ἦν αὐτῷ συντυχών: — A
ὑποκρίνεται ἀγνοεῖν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης κρίνῃ, ἢ μὴ, γνωσθεὶς ὅτι προωμίλησεν αὐτῇ, δόξῃ Ἑκάβῃ χαρίζεσθαι: — MAB
† Ἑκάβη με σὺν γυναιξίν: Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλώτοις ἀπώλεσεν· ἀλλ’ οὐκ ἀπώλεσεν, ἀλλὰ καί τι μεῖζον ἀπωλείας ἐμὲ ἐπεπράχει. εἰ γὰρ ἐφόνευσέ με, κρεῖττον ἦν· νῦν δὲ τοὺς παῖδας ἐφόνευσε κἀμὲ ἐτύφλωσε, καὶ τοῦτο μεῖζον ἀπωλείας: — A
πρὸς ἣν οὐκ ἔστι μηχανὴν καὶ λύσιν εὑρεῖν: — MAgB
Ἀττικῶς, ὦ οὗτος· σὺ δηλονότι: — Mi
μεμηνυῖαν: — Mg
τὸ θυμικόν: — Mg
Ag
προκατάσκοπος προορατὴς καραδοκητής: — MAB
προγνώσει: — Mg
διαφθείροιεν: — Mg
AgBi
κακῷ: — Mg
θησαυρούς: — Mg
Ag
ἀντὶ τοῦ ἱζόμην, ἐκαθεζόμην ἐν μέσῃ τῇ κλίνῃ: — M
† πολλαὶ δὲ χεῖρες: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων κόραι
ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δὲ ἔνθεν,
† εἰς τὸ αὐτὸ ἐξήγησις: εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἵ εἶχον συμβουλὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες καὶ αἱ μὲν ἐξ ἀριστερῶν αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλον Τρώων κόραι καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους. πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὗται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψωνται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν, ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησαν: — A
ἀντὶ τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ τοίην
γὰρ κεφαλήν
κερκίδα φησὶ τὸ ἱμάτιον τὸ γενόμενον ἀπὸ Θρᾳκικῆς χειρός, ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν: — MAB
καὶ ἄλλως: κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες: — MB
ἐπῇνουν κατέχουσαι καὶ σκοποῦσαι ὑπὸ τὰς αὐγάς: — Mg
τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι: — MgAgB
† ἄλλαι δὲ κάμακα: κάμακα τὸ Θρᾳκικὸν ἀκόντιον λέγει. τὸ δὲ
⟨διπτύχου⟩ στολίσματος γυμνόν με ἔθηκαν, εἰ μὲν ἀντὶ ⟨τοῦ⟩ δόρατος εἴπῃς,
δίπτυχον νοήσεις δίστομον, τὸ ἀμφοτέρωθεν κόπτον· εἰ δὲ ἐπὶ τῆς χλαμύδος, τὸ
διπλοῦν . . . . στολίσματος ἀντὶ τοῦ διπλῆς χλαμύδος γυμνόν με ἐποίησαν: — A
διπτύχου στολίσματος: γράφεται καὶ στοχίσματος, ἵν’ ᾖ τῶν
λογχῶν. εἰ δὲ στολίσματος, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ
⟨ἄλλαι δὲ⟩ κάμακα Θρῃκίαν θεώμεναι, ἀλλὰ πρὸς τὸ ᾔνουν θ’ ὑπ’ αὐγάς ⟨τὸ⟩
γυμνόν μ’ ἔθηκαν διπτύχου στολίσματος, ἵνα λείπῃ ὁ καί, ἀντὶ τοῦ καὶ γυμνόν:
— MAi
καὶ ἄλλως: διπτύχου στολίσματος: τινὲς τῆς διπαλτίας, ἀλλ’ οὐκ
ἐᾷ τὸ κάμακα ἑνικόν: — MAiB
καὶ ἄλλως: στοχίσματος: καὶ ἀλλαχοῦ οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν
. ἐὰν δὲ
στολίσματος, λείπει ὁ καί, καὶ ἡ σύνταξις πρὸς τὸ ᾔνουν θ’ ὑπ’ αὐγάς: — M
ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς: — MgAi
Ag
B
† διπτύχου στολίσματός φησι τῆς τε χλανίδος καὶ τοῦ ἀκοντίου
παρόσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. Ὅμηρος δώσω δ’ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν
:
— B
† διπτύχου στολίσματος: δίπτυχον στόλισμα τὴν διπαλτίαν φησί.
τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ
πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ
δίπτυχον στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἷναι καὶ
ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ
ἄνω, ἵνα τιτρώσκῃ: — Ai
ὅσαι, φησὶν, ἦσαν τετοκυῖαι, τὰ ἐμὰ παιδία λαβοῦσαι, ὡς εὐειδῆ ὄντα, ἐξεθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσα, ὅπως ἐμοῦ, τοῦ πατρὸς, πορρωτάτω γένοιντο καὶ εὐχερέστατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν: — MAB
ἐκπληττόμεναι τὰ ἐμὰ παιδία: — Mg
ἵνα βελτίονα τοῦ πατρὸς γένοιντο: — Mg
γράφεται καὶ ἀμείβουσαι χεροῖν: — Bi
εἶτα ἐκ κολακικῶν προσφθεγμάτων δοκεῖς λαβοῦσαι [κτείνουσι] παῖδας κεντοῦσι: — MAB
† καλῶς δὲ πρῶτον ἀπέκτειναν τοὺς παῖδας, ἵνα θεωρῶν ὁ πατὴρ πλέον ἀνιῷτο: — AB
δοκεῖς: τὰ ἀκόντια: — Mg
† πῶς δοκεῖς: τινὲς τὸ πῶς δοκεῖς ἀντὶ τοῦ ὥσπερ κατάσκοποι,
ἀπὸ τῆς δοκεύς εὐθείας, ὅπερ εἰ καὶ ἀληθές ἐστι λέγειν ὀκνῶ: — Ai
συλλαβοῦσαι ὡς αἰχμάλωτον: — MiAg
† οὐδὲν ἴσχυον πρᾶξαι νικώμενος ὑπὸ τῶν πολλῶν γυναικῶν: — A
† ἅπαντ’ ἐρευνῶν: ὥσπερ, φησὶν, ὁ θηρατικὸς ἀνὴρ πάντα περισκοπῶν ἐξακριβοῦται μὴ λάθοι αὐτὸν τὸ θήραμα, οὕτως ἀνηρεύνων κἀγὼ τοὺς τοίχους βάλλων καὶ ἀράσσων καὶ κατασχεῖν ἔσπευδον τὰς Τρῳάδας γυναῖκας: — A
γράφεται ὁ δ’ αὐταῖς ξυντυχών: — Mg
† μηδὲν θρασύνου: μὴ θράσος ἐνδείκνυσο καὶ ὡς βάρβαρος ἐκμαίνου τὰς πάσας ἡμῶν ψέγων· οὐ γὰρ συνετόν. ὁ χορὸς τῶν γυναικῶν ταῦτά φησι πρὸς τὸν Πολυμήστορα κοινῶς τὸ γυναικεῖον ἅπαν φῦλον μεμφόμενον: — A
συμμίξας: — Mg
AgBi
ἐπίμεμπτοι, ἐπίψογοι, ὕβρεως ἄξιοι: — MiBi
αἱ δὲ καταταττόμεθα μὴ οὖσαι φαῦλαι εἰς ἀριθμὸν τῶν φαύλων: — M
† ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε: γνωμικόν. φιλοσοφώτατα ἄγαν τὰ ῥήματα· οὐκ ἐχρῆν γὰρ, φησὶν, ὑψηλοτέραν εἶναι τὴν γλῶσσαν τῶν πράξεων, ἀλλὰ ταῖς πράξεσι συμφωνεῖν: — A
† σοφοὶ μὲν οὖν εἰσ’ οἱ τάδ’ ἠκριβωκότες: σοφοὶ μέν
οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ σοφοὶ μέν εἰσιν, οὐκέτι δὲ καὶ κατὰ τύχην: — MAB
ἢ ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης· ὡς καὶ Ἡσίοδός φησι δίκη δ’ ὑπὲρ ὕβριος
ἴσχει, εἰς τέλος ἐξελθοῦσα
: — AB
πανοῦργοι: — Mg
τὸ πρὸς σέ μοι οὕτως ἔχει ἐν προοιμίοις: —
MgBi
† ὃς φής: ὃς φὴς τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων τὸν ἐμὸν
υἱὸν πεφονευκέναι: — AgB
γράφεται καὶ φόνον: — Mg
πρῶτον γὰρ ἠδίκησαν οἱ Φοίνικες Ἕλληνας ἁρπάσαντες Ἰὼ τὴν
Ἰνάχου θυγατέρα τοῦ ποταμοῦ, ὥς φησιν Ἡρόδοτος
† τίνα δὲ καὶ σπεύδων χάριν: τίνα δὲ καὶ χάριν ποιῶν τοῖς Ἕλλησιν ἐφόνευσας τὸν ἐμὸν παῖδα· ἆρα ὡς κηδεύσων τινὰ ἢ ὡς συγγενὴς ὢν Ἑλλήνων τοῦτο ἐποίησας: — A
διὰ τὸ χαρίσασθαι αὐτοῖς: — Mg
μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γένος: — Mg
συνεῖχεν ὁ πύργος τὴν πόλιν: — MgBi
φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων: — MgB
οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρυσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ καί ἐστιν ἀκατασκεύαστα ταῦτα: — MAB
† Τζέτζης νῦν ἀντὶ τοῦ ἐνδεέσι· πένης γὰρ ὁ χειρῶναξ: — A
† καὶ μὴν τρέφων: καὶ σώσας τὸν ἐμὸν παῖδα, ὡς ἐχρῆν, και τρέφων εἶχες ἂν δόξαν ἀγαθήν: — AB
† ἀληθεῖς, τουτέστιν· ἐν πειρασμοῖς καὶ ταῖς θλίψεσι φαίνονται οἱ ἀληθεῖς φίλοι· ἡ γὰρ εὐτυχία πάντας φίλους ποιεῖ: — A
† τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους: τὰ χρηστὰ
† τὰ γὰρ καλὰ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους: — B
† εἰ τῷδ’ ἀρκέσεις: Ἀγάμεμνον, εἰ τῷδε βοηθήσεις, κακὸς φανῇς· οὔτε γὰρ ὡς ξένον πιστὸν ἢ εὐσεβῆ ἢ δίκαιον αὐτὸν εὖ δράσεις οἷς σε χρὴ εὖ δρᾶν, ἤγουν τοῖς εὐσεβέσι καὶ δικαίοις καὶ πιστοῖς: — A
† οὔτ’ εὐσεβῆ γάρ: τὸ ἑξῆς· οὔτε γὰρ εὐσεβῆ οὔτε πιστὸν οὔτε ὅσιον οὔτε δίκαιον ξένον εὖ δράσεις· τὸ δὲ οἷς ἐχρῆν διὰ μέσου: — AB
† οἷς εὔλογόν ἐστι: — Bi
† εὖ δράσεις ξένον: ὁ Πολυμήστωρ: — B
† αὐτὸν δὲ χαίρειν: τινὲς δὲ ἰάσαντες τὸ ῥητὸν οὕτως ἤκουσαν·
σὲ δὲ, Ἀγάμεμνον, εἴπωμεν καταλιπεῖν αὐτὸν τὸν Πολυμήστορα χαίρειν τοῖς
κακοῖς τοιοῦτον ὄντα, ἐξ ἤθους νοοῦντες τὸ καταλιπεῖν: —
Ai
† εὐλόγους καὶ συντόμους ἔχει τὰς ἀπολογίας τὰ ἀληθῆ πράγματα: — A
† ἄλλως: τουτέστιν· ὁ ἀγαθόν τι πράξας ἢ κατορθώσας διὰ λόγων καὶ ἔργων δίδωσι τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων καλῶς: — A
† ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε ποντία νοτίς: εἰπόντος τοῦ
Πολυμήστορος πρὸς τὴν Ἑκάβην· χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ
Ἑκάβη· οὐ γὰρ ἐνδέχεταί με χαίρειν με⟨τα⟩τιμωρουμένην σε. εἶτα ὁ Πολυμήστωρ
ἀνταποκριθεὶς ἔφη· ἀλλ’ οὐ τάχ’ ἡνίκ’ ἄν σε ποντί⟨ανοτί⟩ς, ἤγουν ἀλλ’ οὐ
χαρήσῃ τάχα, ὅταν σε ἡ ποντία νοτίς, καὶ ἔστη τοῦ λόγου. οὐ γὰρ ἐπλήρωσε τὸν
αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν Ἑκάβη· τί γάρ με ποιήσει ἡ νοτίς· ἆρά με
ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν. καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλ’ οὐ
χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντία νοτίς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ
καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα
ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν
καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτήν. καὶ
πάλιν φησὶν Ἑκάβη· παρὰ τίνος ῥιφῶ τυγχά
καρχήσια τὰ ἄκρα τοῦ ἱστοῦ. † τοῦ κέρατος τῶν πλοίων τῶν κεραταρίων τροχαλίων τοῦ ἱστοῦ: — M
κατ’ ἐνίους ἡ Ἑκάβη ἑαυτὴν ἔρριψεν εἰς τὴν θάλασσαν: — MgB
ἐπτερωμένοις: — Mg
Bi
σώματος μεταμόρφωσιν: — Mg
οἱ μὲν περὶ τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου,
οἱ δὲ περὶ τὸν Αἷμον, οὖ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαί, περὶ ὧν φησιν
ἐν Ἀλκήστιδι οὐδέ τι φάρμακον Θρῄσσαις
ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς
. ὅτι δὲ καὶ Διόνυσος μάντις, καὶ
ἐν Βάκχαις φησὶ μάντις δ’ ὁ δαίμων ὅδε·
τὸ γὰρ βακχεύσιμον καὶ ⟨τὸ⟩ μανιῶδες μαντικὴν πολλὴν ἔχει
: — MAB
θανοῦσα δ’ ἐνθάδε ἐκπλήσω βίον ἢ ζῶσα ἐκπλήσω τὸν βίον, ὅ ἐστιν· ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω: — MB
† θανοῦσα δ’ ἢ ζῶσα: μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ
ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον μοι χρόνον τῆς ζωῆς ἐξανύσω
καὶ ἐπιζήσομαι, ὅ ἐστι· μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς
κύνειον εἶδος ἢ ζῶσα ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα
ἐπιζῆσαι: — Ai
† ἄλλως: τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσῃ συναρμόττουσιν οὕτως
λέγουσι· θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου
τὴν ζωὴν ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες
τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, i
† θανοῦσα δ’ ἢ ζῶσα: ὁ νοῦς τοιοῦτός ἐστι τοῦ ῥητοῦ· θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης τελευτήσω, ἢ ζῶσα, ἤτοι πληρώσασα τὰ δεδομένα μοι ἔτη παρὰ τῆς μοίρας τότε θάνω. καί φησι Πολυμήστωρ ὡς θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης θανοῦσα, πληρώσεις τὸν βίον: — A
† τύμβῳ δ’ ὄνομα σὸν κεκλήσεται: ὁ τάφος σου, φησὶν, τὸ σὸν ὄνομα εἰς κλῆσιν λάβῃ. πάντες γὰρ κυνὸς τάφον αὐτὸν καλοῦσι, καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: — A
† μορφῆς ἐπῳδόν: ἀντὶ τοῦ ἐπώνυμον τῆς ἐμῆς μορφῆς κληθήσεται τὸ σῆμα ἧς ἔχω νῦν, ἢ τί ἕτερον εἴπῃς. καί φησι Πολυμήστωρ· οὐ τάφος Ἑκάβης κληθήσεται, ἀλλὰ κυνὸς σημεῖον τοῖς ναύταις ἐπίδηλον· ὅταν γὰρ ἀπέλθωσιν εἰς ἐκεῖνον τὸν τόπον οἱ ναῦται ἔνθα ἐστὶν ὁ τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν: — A
ἐπώνυμον: — Mg
κυνὸς ταλαίνης: περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: — B
σοὶ δὲ εἴη ταῦτα γενέσθαι ἅπερ ἐμοὶ μαντεύῃ: — MgAB
μὴ ἔλθοι εἰς τοσοῦτον μανίας ἡ Τυνδάρεω παῖς: — Mg
πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος, ἀντὶ τοῦ· καὶ σὲ, ὦ Ἀγάμεμνον: — Mg
οἱ νεώτεροι μὴ νοήσαντες τὸ παρ’ Ὁμήρῳ δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ
ἀντὶ τοῦ·
ὃν ἔδει μετὰ τοὺς πόνους ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ
Κλυταιμνήστρα, προσέθηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη. διὸ σημειωτέον ἐνταῦθα τὸ
καὐτὸν τοῦτον πέλεκυν ἐξάρασ’ ἄνω: — MAB
† ἐπειδὴ ἐνδύσασα αὐτὸν τὸ ἱμάτιον τὸ μὴ ἔχον πέρας ζέμα αὐτῷ κατέχεεν ἡ Κλυταιμνήστρα: — AB
οὐ καθέξετε τὸ στόμα αὐτοῦ: — MiBi
γράφεται καὶ πιέζετ’, ὡς πιεζόντων αὐτοῦ τῶν οἰκετῶν τὸ στόμα:
— MiB
i
ἐξορίσετε εἰς νήσους ἐρήμους: — Mi
παρρησιάζεται: — Mg
τοὺς δύο: — Mg
† ταῦτά φησιν ὁ Ἀγαμέμνων πρὸς τὰς ἑτέρας Τρῳάδας γυναῖκας: — A
καλῶς καὶ † νηπτικῶς καὶ εὐκατασκευάστως πρὸς τὸν χορὸν ταῦτά
φησιν, ἵνα εὐπροσώπως ἀναχωρήσῃ: — MABi
ὁρῶ τὰ πνεύματα ἐπιτήδεια πρὸς πλοῦν ὄντα: — MgAB
καλῶς ἐπεύχεται, ἐπειδὴ ἄτοπα παρὰ τοῦ Πολυμήστορος ἤκουσεν: — MAB
πρὸς ἑαυτὰς ταῦτά φασιν αἱ ἀπὸ τοῦ χοροῦ: — MgABi
Ὀρέστης τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν· μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ τοῦ πατρὸς τῆς ἀνῃρημένης κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ τῆς πλάνης ὑποστρέψας νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δὲ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. * * ἐπαγγειλάμενος αὑτὸν ἐκ τοῦ βίου προΐεσθαι· συνὼν δὲ τούτοις ὁ Πυλάδης ὁ φίλος αὐτοῦ συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπ’ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τὸν φόνον Ἄργους ἄρχειν: —MAB
Ἀριστοφάνους: Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων δειματούμενος καὶ ὑπὸ τῶν Ἀργείων κατακριθεὶς θανάτῳ, μέλλων φονεύειν Ἑλένην καὶ Ἑρμιόνην ἀνθ’ ὧν Μενέλαος παρὼν οὐκ ἐβοήθησε, διεκωλύθη ὑπὸ Ἀπόλλωνος. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ἄργει· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν Ἀργείων ἡλικιωτίδων Ἠλέκτρας, αἳ καὶ παραγίνονται ὑπὲρ τῆς τοῦ Ὀρέστου πυνθανόμεναι συμφορᾶς. προλογίζει δὲ Ἠλέκτρα.
τὸ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ δὲ διασκευὴ τοῦ
δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται Ὀρέστης
κάμνων καὶ κείμενος ὑπὸ μανίας ἐπὶ κλινιδίου, ᾧ προσκαθέζεται πρὸς τοῖς
ποσὶν Ἠλέκτρα. διαπορεῖται δὲ τί δήποτε οὐ πρὸς τῇ κεφαλῇ καθέζεται· οὕτως
δὲ μᾶλλον ἐδόκει ⟨ἂν⟩ τὸν ἀδελφὸν τημελεῖν πλησιαίτερον [οὕτως]
προσκαθεζομένη. ἔοικεν οὖν διὰ τὸν χορὸν ὁ ποιητὴς ⟨οὕτως⟩ διασκευάσαι.
διηγέρθη γὰρ ἂν Ὀρέστης ἄρτι καὶ μόγις καταδαρθεὶς πλησιαίτερον αὐτῷ τῶν
κατὰ τὸν χορὸν γυναικῶν παρισταμένων. ἔστι δὲ ὑπονοῆσαι τοῦτο ἐξ ὧν φησιν
Ἠλέκτρα
τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν: — MAB
† οὐκ ἔστιν ⟨οὐδὲν⟩ δεινόν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: — A
οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: — MTAB
† ἄλλως: ὧδ’ εἰπεῖν ἔπος: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: — AB
οὐδὲ πάθος οὐδὲ συμφοράν: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς
τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος. φαμὲν οὖν ὅτι
προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν
σύνταξιν: — MTA
ὡς λέγουσι: καλῶς τὸ ὡς λέγουσι· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι: — MTAB
ἄλλως: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ: —
ὑπερκείμενον: — Mg
ἀέρι ποτᾶται: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ
αὐτὸν κολάζει ὁ Ζεύς. οὔτε γὰρ ἐν οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ
συνδιαλέγηται θεοῖς ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς
ἀνθρώποις ἅτινα εἶδεν ἐν οὐρανῷ, οὔτε καθ’ Ἅιδου, ὡς
οὐκ ἀπέδωκε τῷ μέν τὸν δέ: — Mg
ἀξίωμ’ ἔχων ἴσον: παρὰ τὸ δαιτὸς ἐίσης
. — M
ἀκόλαστον: ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι. εἰ
γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον
τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον, ὅτι πορνεία μὲν καὶ γαστριμαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται, καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώμενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται: — MTAB
ἐξ Εὐρυθεμίστης τῆς ἄνθου· ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς
ἱστορεῖ Φερεκύδης
ἀντὶ τοῦ γεννᾶ, μεταφορικῶς ἀπὸ τῶν δένδρων: — Mg
στέμματα: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ
ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν
βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ
τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε.
γράφεται καὶ Ἔρις, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ.
οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
. — MTAB
† ᾧ στέμματα ξήνασα: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: — A
† τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι [χρεών]. ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι: — A
διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται. ἢ ὡς παρθένος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν. ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης: — MTAB
ἐδείπνησεν: — Mg
μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τῷ Θυέστῃ ἐχρήσθη ἐν τῇ Πυθοῖ ἐρωτῶντι, πῶς τιμωρήσεται τὸν ἀδελφόν, μιγῆναι τῇ θυγατρὶ Πελοπίᾳ καὶ τὸν ἐξ αὐτῆς γενόμενον δεινὰ κατεργάσεσθαι τοὺς Ἀτρείδας: — MTAB
ἐπειδὴ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ
ἐμός, ἀλλ’ ὁ Ἀτρεύς: — MgTAg
πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν * *
Πλεισθένους ὃν ἀνείλε⟨το⟩ Θυέστης: — MiT
Μενέλεως τε Κρήσσης: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε.
τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας: — MMiTA
† στυγουμένην: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλ’ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί: — A
ἐπίσημον: τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἔφη, ὡς Ὅμηρος ἡ δή τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα
Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν
. ἢ οὖν πρὸ τούτου ἐπίσημον ἢ
νῦν ἐπὶ μοιχείᾳ ἐπίσημον: — Mi
TAB
ᾧ παρθένοι μὲν τρεῖς: Ὅμηρος Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα
. οὗτος Ἰφιγένειαν
τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκτραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς
παρθενίας οἷον [ὦ] παρθένε μακρὸν
δὴ μῆκος Ἠλέκτρα χρόνου
. — Mi TAB
τὸ ἄρσην Ὁμηρικῶς, ὡς τὸ ἄνδρα
μοι ἔννεπε Μοῦσα
. — MiAg
ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν
οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι
δύναιτο τοὺς φονεύοντας: — Mi
TAB
καὶ ἄλλως: ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶσαι χερσὶν ἢ
κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν. καλῶς δὲ τὸ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν
πατέρα, δι’ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν ἀμήχανον τέχνημα καὶ δυσέκδυτον
. — MiTAB
Φοίβου δ’ ἀδικίαν μέν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ
κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ
Ἀπόλλωνος καὶ δι’ ὧν ἐδόκει μὴ κατὰ τοῦ Ἀπόλλωνος λέγειν, διὰ τούτων
ἐλέγχεται αὐτοῦ κατηγοροῦσα: — Mi
TAB
τί δεῖ κατηγορεῖν: τὸ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος
μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα: — MiTAB
οἱ μὲν γὰρ ἐπῄνουν αὐτόν, οἱ δὲ οὔ. διὸ τὸ πρὸς οὐχ ἅπαντας
εἶπεν: — MiTAAgB
εὐκλείαν φέρον: ἐκτατέον τὸ ᾱ τοῦ εὐκλεία. Ἀττικῶς, ἀντὶ τοῦ
εὐκλείαν φέροντος, τοῦ κτεῖναι δηλονότι: — MiTAg
οἷα δὴ γυνὴ φόνου: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν
φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου Ἠλέκτρα, ὡς Ὀρέστης φησί σὺ μὲν γὰρ ἐπένευσας τάδ’. εἴργασται δ’ ἐμοί
. — MTAB
ἄλλως: ζητεῖται, τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα,
ὅπου φησὶν ὧν δ’ ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν
. ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνή
πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον
ἂν γυνή τις ἐργάσαιτο: — MTAB
ἄλλως: ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος οὐ κατὰ γυναῖκα: — MTAB
Πυλάδης θ’. Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς. τούτων ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο, οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος: — MTAB
συγκολληθείς: — Mg
παρὰ μὲν τῷ ποιητῇ τλήμων ὁ ὑπομονητικός, παρὰ δὲ τοῖς
τραγικοῖς τλήμων ὁ δυστυχής: — Mi
TA
τροχηλατεῖ: κατεπείγει· τρόχος γὰρ ὁ δρόμος. οἷον μετὰ τροχοῦ καὶ ἁρμάτων ἐλαύνει: — MTAB
ὀνομάζειν γὰρ αἰδοῦμαι θεάς: τὰς Ἐρινῦς. οὐκ ὀνομάζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων Τισιφόνη Μέγαιρα Ἀλληκτώ: — MTAB
φησὶν Ὅμηρος
καθήγνισται δέμας: καθωσίωται. κέκαυται. ἁγνείαν γὰρ ἐκάλεσε τὴν διὰ πυρὸς φθορὰν τοῦ σώματος: — MTAB
ἄλλως: κεκάθαρται· πάντα γὰρ καθαίρει τὸ πῦρ: — MTAB
ἄλλως: ἁγνὰ γὰρ δοκεῖ εἶναι τὰ καιόμενα, τὰ δὲ ἄταφα μεμιασμένα: — MTAB
ὧν οὔτε σῖτα: ἀφ’ ὧν ἢ δι’ ὧν, ἓξ ἡμερῶν, οὐκ ἔφαγεν. ἐμφαίνει δὲ ὡς προσηνέχθη μὲν τῷ στόματι αὐτοῦ τροφὴ, ἀλλὰ καταπιεῖν οὐκ ἠδύνατο: — MTAB
† . . . . ⟨δέ⟩ρην ὠνόμασεν ἀπὸ τοῦ περιέχοντος δηλῶν τὸ περιεχόμενον: — A
κουφισθῇ νόσου: ἀκόλουθον τῷ
ἔμφρων δακρύει: ἀντὶ τοῦ ἔμφρων γενόμενος. ἄμεινον δὲ ὑφ’ ἕν· ἔμφρων δακρύει: — MT
ὁ ἄποθεν τοῦ ζυγοῦ, ὅ ἐστιν ἀδάμαστος: — MiAg
ἔδοξε δ’ Ἄργει: φανερὸν ὅτι ἐν Ἄργει ἡ σκηνὴ τοῦ δράματος
ὑπόκειται. Ὅμηρος δὲ ἐν Μυκήναις φησὶ τὰ βασίλεια Ἀγαμέμνονος, Στησίχορος
μὴ πυρὶ δέχεσθαι: τὸ ἑξῆς· μήθ’ ἡμᾶς στέγαις δέχεσθαι. πρὸς δὲ
τὸ πῦρ οὐδὲν ἀνταπέδωκεν. ἔξωθεν οὖν ἀκουστέον τὸ ἐναύειν,
τὸ νώ δυικῶς, ὅ ἐστιν· ἡμεῖς οἱ δύο: — Mg
λιμένα δὲ Ναυπλίειον: Ναύπλιος Ἀργεῖος ἀνὴρ ναυτικῆς ἔμπειρος λιμένα κατασκευάσας ἀφ’ ἑαυτοῦ ἐκάλεσε Ναυπλίειον. ἦν δὲ υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης. ἢ ὅτι ἐν λιμένι διέτριβεν, ἐκ τούτου ὁμώνυμος αὐτῷ ὁ λιμήν: — MTAB
πλάτῃ: τὴν ὁδόν. διαπεπερακὼς ταῖς κώπαις τὸν λιμένα προσορμίζεται ταῖς ἀκταῖς. ἀπὸ δὲ τῶν πλατῶν τὰς ναῦς σημαίνει. πλάτη δὲ τὸ πλατὺ τῆς κώπης, ὃ καθίεται εἰς τὴν θάλασσαν: — MTAB
νύκτα μή τις εἰσιδών: οὐκ ὀρθῶς νῦν ποιοῦσί τινες τῶν ὑποκριτῶν πρῴ εἰσπορευομένην τὴν Ἑλένην καὶ τὰ λάφυρα. ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησὶ, τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖται: — MTAB
† ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή † τινα ἔχουσα κατ’ ὄψιν: — A
τίς ἔλιπεν· δηλονότι ὁ Μενέλαος ὅνπερ ἑξῆς ἐπάγει: — MA
ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ
Εὐριπίδης. νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ
ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: — MTAB
πῶς ὦ τάλαινα: διὰ τούτου ὠνείδισεν αὐτὴν ὡς μητροφόνου
ἀδελφήν. οἱ δὲ τοῖς ἐναγέσι προσφθεγγόμενοι καὶ αὐτοὶ δοκοῦσι μιαίνεσθαι, ὡς
καὶ ἐν Ἡρακλεῖ
εἰς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν: καὶ τοῦτο πανούργως· ἀναμάρτητον γὰρ τὸ θεῖον. ἐμφαίνει ὡς καταψευδομένων αὐτῶν τοῦ Ἀπόλλωνος: — MTAB
ἣν ἐπεὶ πρὸς Ἴλιον: ἣν οὐκ ειἶδον ἀφ’ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσα, εἶτα ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ θεομανεῖ πότμῳ φησὶν, ἀντὶ τοῦ· ὑπὸ εἱμαρμένης μανεῖσα. ἢ μοίρᾳ θεοῦ μανεῖσα: — MTAB
ἄλλως: ἣν οὐκ ειἶδον ἀφ’ οὗ πρὸς Ἴλιον ἔπλευσα· εἰ δὲ θέλεις γνῶναι πῶς ἔπλευσα, γίνωσκε ὅτι θεομανεῖ πότμῳ. κρύπτει δὲ τὴν μοιχείαν καὶ ὑπὸ δαίμονός τινος βίᾳ ἦχθαι εἰς Τροίαν φησίν: — MTAB
λείπει τὸ οὐκ εἶδον: — Mi
ἀπολειφθεῖσα δ’ αἰάζω τύχας: ἄδηλον τίνος ἀπολειφθεῖσα i
† ἢ τοῦ καταλαβεῖν ζῶσαν τὴν Κλυταιμνήστραν ἀπολειφθεῖσα ⟨ἢ⟩ τοῦ γνῶναι τὸν τρόπον τῆς ἐμῆς φυγῆς: — A
Ἑλένη, τί σοι λέγοιμ’ ἄν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανομένη ὧν παροῦσα ὁρᾷ: — MTAB
ἐν συμφοραῖσι: τὴν ἀπολογίαν δι’ ἑνὸς ἐδήλωσεν ὀνόματος· καὶ Ὀρέστης γὰρ κρινόμενος εἰς τὴν ⟨ἀπὸ⟩ τοῦ πατρὸς κατέφυγεν ἀπολογίαν: — MTAB
† τί χρεὼν εἰπεῖν ἅτινα ὁραᾷς. τί δὲ ὁρᾷς· ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνον. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον. περὶ τῶν δύο γὰρ ἡ Ἑλένη ἐπύθετο λέγουσα πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός. εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄυπνον κηδεμονίαν καὶ τὴν Ὀρέστου νόσον: — TAB
ἐγὼ μὲν ἄυπνος πάρεδρος: ἐγὼ μὲν μὴ καθεύδουσα παρεδρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον. εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρῷ, ἵν’ ᾖ· νεκρῷ ὄντι ἀθλίῳ. καὶ βεβαίωσις τούτου νεκρὸς γὰρ οὗτος: — MTAB
ἄλλως: ἐγὼ μὲν ἄυπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν· ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω: — MTAB
νεκρὸς γὰρ οὗτος: ἕνεκα τοῦ πνεύματος νεκρός ἐστι· μικρὸν γάρ
τι ἔχει πνεῦμα καὶ μόλις ἀναπνεῖ: — MTABi
αὐτὸ γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ νεκρόν ἐστιν: — MgBi
τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά: σιωπῶ τὰ κακὰ τούτου, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν. καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμηνεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεύς, ἐγὼ δὲ οὔ: — MTAB
σὺ δ’ εἶ μακαρία: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ· σὺ δὲ [εἶ] μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμή, τὰ δὲ ἑξῆς ἀπολύτως: — MTB
ἥκετον ἐφ’ ἡμᾶς: ἤλθετε πρὸς ἡμᾶς. τῇ προσθήκῃ δὲ τοῦ ἐφ’ ἡμᾶς τραχύτερον αὐτὸ ἐποίησεν· ἁρπασόμενοι γὰρ ἤλθετε ἡμᾶς, φησίν. ἔοικε δὲ τῷ Ἑπτὰ ἐπὶ Θήβας: — MTAB
πόσον χρόνον δέ: πάντως δέδοικε μὴ ὀλίγον χρόνον δυστυχοῦσι·
διὸ οὐδὲ τὸν χρόνον εἶπεν ἡ Ἠλέκτρα: — MTABi
ἐξ οὗπερ αἷμα: οὐ πρὸς τὴν πεῦσιν ἀπεκρίνατο· ἡ μὲν γὰρ ἤρετο ἀπὸ ποίου χρόνου νοσεῖ, ἡ δὲ εἶπεν ἀφ’ οὗ τὴν μητέρα ἀνεῖλε. τοῦτο δὲ πάλιν ὁμοίως ἄδηλον τῇ Ἑλένῃ: — MTAB
ὦ μέλεος: καὶ οὗτος, ὅτι μητέρα ἀνεῖλε, μέλεος, κἀκείνη, ὅτι
ὑπὸ παιδὸς ἀνῃρέθη, μελέα: — MTAB
i
οὕτως ἔχει τάδ’. οὕτως ἔχει ὁ Ὀρέστης ἀτυχίας ὡς μηδὲν ἰσχύειν ὑπὸ τῶν κακῶν: — MT
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ: οὕτως σοι πείσομαι
ἄλλως: τοῦτό σοι, φησὶ, πεισθείην, ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν· οὐ πείθομαί σοι, ὅτι ἄσχολός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔνιοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρωνεία· πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι ἐν ἐρωτήσει· πῶς οὖν, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελφοῦ. ἢ ὡς σχολὴν ⟨μὴ⟩ ἄγουσα, ἀντὶ τοῦ· μέγα ἐστὶ τὸ πρᾶγμα. ἢ τάχα τὸ ὡς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ· ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ μή: — MTAB
βούλει τάφον μοι πρὸς κασιγνήτης μολεῖν: ἁπλούστερον αὐτῇ διαλέγεται, ὅτι μέλλει δεῖσθαι αὐτῆς, ἐν ταὐτῷ δὲ παραφυλάττεται καὶ μητρὸς εἰπεῖν, ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῇ. δεῖ γὰρ εἶναι κολακικὸν τὸν δεόμενον * * *: — MTAB
μητρὸς κελεύεις τῆς ἐμῆς: νῦν μητέρα αὐτὴν ἐκάλεσε δεικνύουσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο: — MTAB
διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν: — MTB
ἄλλως: ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ παραιτουμένη τὴν κολακείαν εἶπε μητρός: — MTB
χοαὶ αἱ χεόμεναι τοῖς νεκροῖς σπονδαί: — MT
σοι δ’ οὐχὶ θεμιτόν: οὐκ ἐν καιρῷ παρρησιάζεται ἡ Ἠλέκτρα, καὶ ταῦτα πρὸ ὀλίγου φάσκουσα ἐλπίδα ἔχειν εἰς τὸν Μενέλαον.
ἐὰν μὲν ἐν ἐρωτήσει ᾖ ὁ λόγος, μετριώτερός ἐστιν· ἐὰν δὲ ἑτέρως, ἄντικρυς ἐναγῆ καὶ μὴ ἀξίαν οὖσαν προσπελάζειν τῷ τάφῳ ἀποδεικνύει τὴν Ἑλένην διὰ τὰ πεπραγμένα αὐτῇ [τοῖς φίλοις]: — MTAB
ἢ ἄλλως: πῶς· πικρῶς θέλει αὐτὴν ὁμολο⟨γεῖν ποι⟩ῆσαι δι’ ὃ φυλάσσεται προσελθεῖν τῷ τάφῳ: — MT
ὀψέ γε φρονεῖς εὖ: οὐδαμοῦ ἀνώμαλον τὸ τῆς Ἠλέκτρας ἦθος: — MiTA
εἰ μὴ τότε, φησὶν, ἀπῆλθες, ταῦτα οὐκ ἂν ἐγίνοντο· σὺ τούτων
ἀρχηγός. δακρύουσα δὲ τοῦτό φησιν: — Mi
ἀληθῶς εἶπας, οὐ μέντοι προσφιλῶς ἐμοί: —
MgTA
πανούργως τὸν φόβον αἰδῶ ἐκάλεσεν: — TAg
μόλις ἐλεγχομένη τὸ ἀληθὲς εἶπεν: — MiAg
ἀναβοᾷ: τὸ ἀναβοᾷ δευτέρου ἐστὶ προσώπου παθητικῆς διαθέσεως, ἀναβοᾷ σύ, ἀντὶ τοῦ καταβοᾷ. ὁ δὲ νοῦς· δεινῶς γὰρ διὰ στόματος τοῦ Ἄργους ἀναβοᾷ σύ: — MTAB
ἄλλως: διὰ τοῦ στόματος, ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα
. τοῦτο δὲ ἀπολογίας ἔχεται
ὡς ὅτι συμπάσχουσά σοι εἴρηκα. πλεονάζει δὲ τὸ τέ: — MTA
κυρίως δὲ πρόσπολοι λέγονται αἱ δοῦλαι: —
Mi
ἕρπειν: ταῖς νεάνισιν· οὐ γὰρ ταῖς ἀγάμοις. ἄγαμος γὰρ καὶ ἡ
Ἠλέκτρα. παρθένος δέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα.
τὸ ἕρπειν κυίρως ἐπὶ ὄφεως: — MgT
εἰς ὄχλον ἕρπειν παρθένοισιν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις: — MTAB
ἀντὶ τοῦ τροφεῖα· ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς, ἀμοιβὴν διδοῦσα:
— MiA
λείπει ἡ μετά, ἵν’ ᾖ· μετὰ γάλακτος: — Mi
μελίκρατ’ ἄφες γάλακτος οἰνωπόν τ’ ἄχνην: ἐμφαντικῶς τὴν
δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε. τοῦτο δὲ ἐπὶ τῶν κυμάτων
εἴρηται ἀποπτύει δ’ ἁλὸς ἄχνην
.
οἱ δὲ ἀκύρως τὴν οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλ’ ἄχνη τὸ λεπτὸν
μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τις οὖσα: — MTAB
ἀντὶ τοῦ ἐπ’ ἄκρον χῶμα: — Mi
περιττὸς ὁ τέ· βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα: — Mi
γράφεται πρευμενῆ, ὅ ἐστι πραϋμενῆ καὶ προσφιλῆ: — MiT
καὶ πόσει γνώμην ἔχειν: ἐνταῦθα ἡ βελτίστη οὐδὲ τὴν θυγατέρα ἑαυτῆς προέκρινε· τοῦ γὰρ ἀνδρὸς μικροῦ δεῖν καὶ ἐπελάθετο: — MT
τοῖν τ’ ἀθλίοιν: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς. τὸ γὰρ οὓς ἀπώλεσεν θεός δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι θεοῖς ἀπηχθημένοι εἰσίν. οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλ’ ἀπώλεσεν, ὡς ἐγνωσμένης ἤδη τῆς παρὰ θεῶν δυσμενείας: — MTAB
ἃ δ’ εἰς ἀδελφήν: ἃ δὲ νενόμισται τοῖς νεκροῖς ποιεῖν, ταῦτα κἀμὲ ὑπισχνοῦ εἰς τὴν ἀδελφὴν ποιεῖν: — MTAB
ἅπαντα τὰ τῶν νεκρῶν δωρήματα, ἃ εὔκαιρον εἰς ἀδελφὴν ἐμὴν ἐκπονεῖν, ὑπισχνοῦ: — MTAB
† ὦ φύσις ἐν ἀνθρώποισι: τὸν τρόπον λέγει καὶ τὴν ἑκάστου γνώμην. ἢ φύσιν τὴν εὐμορφίαν: — A
ὦ φύσις ἐν ἀνθρώποισιν: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου, ὡς μέγα κακὸν ὁ [φαῦλος] τρόπος καὶ ἐπιβλαβής ἐστι τοῖς ⟨κακῶς⟩ κεκτημένοις καὶ πάλιν ἐπωφελής ἐστι τοῖς καλῶς κεκτημένοις: — MTAB
πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας: — M
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην. καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἀργὸς πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: — MTAB
εἴδετε παρ’ ἄκρας: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ φαίης κε ζάκοτον
καὶ ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις
. ἔνιοι δέ φασι ταῖς δμωσὶ
ταῦτα λέγειν. οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν
ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ φροντίζων τῶν ἀκριβολογούντων: — MTAB
ὡς ἐν τῇ σμικρότητι τῆς ἀφαιρέσεως μηδὲν ἀπολίποι τοῦ ὑγιοῦς:
— MiTAB
ἡ πάλαι γυνή: ἤτοι πονηρὰ, ἢ τὰ αὐτὰ φρονοῦσα ἃ καὶ πρότερον· τοῦ γὰρ εἶναι εὔμορφος ἐπιμελεῖται. ἐλέγχει δὲ αὐτὴν ὅτι οὐδὲ τοῖς ἁμαρτήμασι σεσωφρόνισται, ἀλλ’ ἐν τοῖς αὐτοῖς ἤθεσι μεμένηκεν: — MTAB
πᾶσάν θ’ Ἑλλάδα: τὸ κατὰ μέρος εἰποῦσα ἐπήνεγκε τὸ καθόλου· ὡς
Ὅμηρος ἦ κεν γηθήσαι Πρίαμος
Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶες
. — MTAB
κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτὰς: — MTB
† δακρύοις ἀδελφόν: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον: — A
ἀντὶ τοῦ πραεῖα προσφιλὴς πραϋμενής: — MiAg
σῖγα σῖγα: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσφορος τῷ πάθει ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα: — MTAB
† λεπτὸν ἴχνος ἀρβύλης: ἀντὶ τοῦ· κούφως καὶ ἐλαφρῶς τιθεῖτε
τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέρους τὸ ὅλον
ὡς τὸ ἀργυρόπεζα Θέτις
. — B
εἶδος ὑποδήματος κοίλου βαθέος γυναικείου: — MiTB
† τιθεῖτε: ποιητικῶς, ἀντὶ τοῦ τιθῶμεν. εἰσελήλυθε δὲ ὁ χορὸς κατὰ ὑπόθεσιν ἔσω: — TAB
ἀποπρὸ βᾶτ’ ἐκεῖσ’. τὸ ὁλόκληρον τούτου τινές φασι τὸ ἀπόπροθι
καὶ παρὰ τὸ Ὁμηρικὸν οὕτως ἐκδέχονται τυτθὸν
ἀποπρὸ νεῶν
. — MTAB
ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. διαθέσεως δέ Πάτροκλέ μοι δειλῇ πλεῖστον
. — MTAB
ἰδοὺ πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορὸν, διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον ἐπειδὴ καὶ αὕτη ὑπὸ τῆς φύσεως πρώτη φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηται παράδοξον, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορόν· τοιαύτην πέμπε φωνὴν οἷός ἐστιν ὁ ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος. οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι· τοῦτο γὰρ πολύφωνον ὂν καὶ Ἐνδυμίωνα ἐγεῖραι δύναιτ’ ἄν: — MTAB
ἀπήχησις συρίγξεως: — Mi
σύριγγος ὅπως πνοά: ἀθορύβως φώνει μοι, ὡς πνοὴ συρίγξεως δόνακος. οὐ γάρ φησι σύριγγος τοῦ αὐλοῦ· οὗτος γὰρ καὶ Ἐνδυμίωνα ἂν ἐγείραι: — MTAB
ἴδ’ ἀτρεμαῖον ὡς ὑπόροφον: μικρὸν σὺ, φησὶ, κελεύεις με
φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου
φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ
λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες
. ἐκ τούτων δέ
εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν
τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: — MTAB
ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. τὴν μὴ
διϊκνουμένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν: — MiBi
κάταγε κάταγε: τὸ κάταγε ἐναντίον ἐστὶ τῇ ἀνατάσει τῆς βοῆς. σημαίνει δὲ τὸ κάταγε ⟨κάταγε⟩ τὸ πρόσελθε πρόσελθε· ἀφ’ οὗ καὶ καταγωγαὶ οἱ λιμένες: — MTAB
ἀτρέμας ἴθι: τῇ ἐπαναλήψει μεμίμηται τὴν ἠρεμαίαν προϊεμένη
φωνήν· ἅτε γὰρ οὐκ ἐξακουομένη δεύτερον ταῖς αὐταῖς κέχρηται λέξεσι: — MiTΑBi
χρόνια: ἀντὶ τοῦ ἀπὸ πολλοῦ χρόνου. τοῦτο δὲ ἀναφορὰν ἔχει
πρὸς τὸ πρόσιθ’ ἀτρέμας. ὁ δὲ νοῦς· χρονίως, ὅ ἐστι διὰ χρόνου, ἐκοιμήθη: — MiTAB
τίνα τύχαν εἴπω: τὴν περὶ αὐτοῦ τύχην πότερον ἐπὶ τὸ χεῖρον ἢ
ἐπὶ τὸ ἄμεινον νένευκεν: — MTBi
τί φὴς ὦ τάλας: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας· διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις: — MTAB
ὦ τάλας: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας
ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον
εἰ τοῦ ὕπνου ἀλλοτριώσεις καὶ μεταστήσεις: — Mi
τὸ βαθύτατον τοῦ ὕπνου, ὃ ἐν τοῖς ἑξῆς i
μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις. ἠρέμα δέ πως i
ἀντὶ τοῦ ἀδίκως: — M
gAg
ἄδικος ἄδικα: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ πρὸς τὰς τύχας γὰρ τὰς φρένας
κεκτήμεθα
. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ
φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως
μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ
δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος
τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: — MTAB
ἔλακεν: καὶ Ἀριστοφάνης ἔλακεν ἐκ τῶν στεμμάτων
τραγικῇ λέξει χρησάμενος. ὅτε
τὸν ἀπόφονον ⟨φόνον⟩ τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας:
— MTB
ἄλλως: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: — MTAB
ἀντὶ τῆς περί: — Mg
πρῶτον γὰρ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα δεύτερον ἡ Θέμις, εἶτα
Ἀπόλλων παρὰ Θέμιδος λαβών: — MTB
i
† τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα εἰς ὄρος καὶ
ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων.
ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παρὰ φύσιν λαλεῖ τὸ πρόβατον καὶ παρακύψας καὶ
αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ
τοῦτόν τινες τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα
θωΰξασ’ ἔβαλες: ἀγρίως βοήσασα. τὸ γάρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός: — MTAB
θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς
θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ
δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ
τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων
προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός
φησιν· ἀκούεις, ὡς στένει
. — MTB
γράφεται καὶ † ἐλάσασα: — Mg
ἀπὸ τοῦ σὺ γάρ νιν ἕως τοῦ θωΰξασα τὸ κῶλον: — MiBi
ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλες, ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας:
— MiB
i
† εὕδειν μὲν οὖν ἔδοξα: ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶσθαι: — A
ἀντὶ τοῦ δοκῶ. καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύδειν αὐτὸν νομίζω. διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν, ἐπεὶ πρώην ἀμφίβολον εἰποῦσα οὐκ ἔπεισεν: — TAB
ὑποστρέψεις: — Mi
Ag
ὑπνώσσει: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο
σ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: — MTB
i
λέγεις εὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα
αὐτὸν κοιμώμενον: — MTBi
† λέγεις εὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: — A
ἐπικαλεῖται τὴν Νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην: — MiTA
πότνια πότνια νὺξ ὑπνοδότειρα: ὁ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται· ὑγρὰ δὲ ἡ νὺξ ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα. ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι μᾶλλον κοιμηθήσεται ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότῳ. ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων: — MTAB
Ἐρεβοθεν ἴθι: ἔδει ἐκ Χάους εἰπεῖν, ὡς Ἡσίοδος ἐκ Χάεος Ἔρεβός τε
μέλαινά τε Νὺξ ἐγένοντο
. — MTAB
ἄλλως: τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται καί ἐστιν ὀξύτατον. ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότατα δὲ ὡς ἔνι μάλιστα: — B
ταχεῖα: — Mi
γράφεται καὶ ἐπὶ δόμον: — Mi
καὶ τοῦτο κατὰ ἀναφώνησιν λέγει ἡ Ἠλέκτρα: — Mi
σῖγα σῖγα φυλασσομένα: οὐ σιωπήσεις, φησὶν, ἀπὸ τοῦ στόματος φυλασσομένη τὸ ἀνακελαδεῖν καὶ τὴν ἀπὸ τῆς κοίτης ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις. ἢ τὸν κέλαδον ἄποθεν τοῦ λέχους ποιουμένη. οἷον· οὐ σιγήσεις καὶ μετὰ ἡσυχίας αὐτὸν ἐάσεις κοιμηθῆναι: — MTAB
τὴν ἀπὸ τοῦ λέχους χαράν: — Mi
εἰπέ: — Mg
θρόει: λέγε ποῖον τέλος αὐτὸν ἐκδέχεται, πότερον δύναται
ῥαΐσαι, ἢ οὔ: — MiTB
εἰπὲ ποῖον ἔσται τὸ πέρας, ποῖον τέλος αὐτὸν μένει, ἆρά γε
ῥαΐσει τῆς νόσου ἢ οὔ: — Mi
TB
εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται: — MgAg
ἐξέθυσ’ ὁ Φοῖβος ἡμᾶς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: — MTAB
Ἄλλως: ἡ ἐξ πρὸς τὸ πατροφόνου. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: — MTAB
ὠφείλετο μὲν γὰρ αὐτὴ ἀναιρεθῆναι, οὐ μέντοι ὑπὸ τοῦ παιδός: — MTAB
δίκαια μὲν, καλῶς δ’ οὔ: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρέπον ἦν ὑπὸ τοῦ παιδὸς αὐτὴν εὐθύνας δοῦναι τοῦ φόνου. ἐν δὲ τῷ ὑπομνήματι καὶ ταῦτα τῆς Ἠλέκτρας: — MTAB
ἔκανες ἔθανες: ἐφόνευσας. ὅθεν τὸ κανοῦν λέγεται, εἰς ὃ φέρεται ἡ ἱερουργικὴ μάχαιρα: — MTAB
ἄλλως: φονεύσασα ἀνῃρέθης, τουτέστιν· ὁ κατὰ σοῦ πραχθεὶς φόνος ἄμυνα ἐγένετο καὶ οὐκ ἀδικία· σὺ γὰρ πρώτη ἐφόνευσας τὸν πατέρα: — MTAB
ἀπὸ δ’ ὤλεσας: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ὁ νοῦς ἐπεξήγησις ⟨τοῦ⟩ ἔκανες ἔθανες· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα καὶ θανοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος: — MTAB
† ἰσονέκυες: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην· σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος ἐπὶ δ’ ἄτεκνος οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως· ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος: — A
ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον: περισσὸν τὸ ἄτεκνος. ἀναστρεπτέον οὖν τὴν σύνταξιν· ἄτεκνος, ἐπειδὴ ἄγαμος· δυνατὸν γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον: — MTAB
οὐ γάρ μ’ ἀρέσκει: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης σὲ δὲ ταῦτ’ ἀρέσκει
.
— A
τῷ πάνυ ἐκλελυμένῳ, τῷ σώματι: — MiBi
† νῦν οὐ τραγῳδεῖ, ἀλλ’ ἐν τῇ μανίᾳ: — Bi
ὕπνου θέλγητρον: τὸ βαθύτατον τοῦ ὕπνου, τὸ μάλιστα θέλγειν δυνάμενον τοὺς ἀσθενοῦντας· ὁ γὰρ ἐλαφρὸς φαντασίαις ἀναμέμικται: — MTAB
† ἄλλως: θέλγητρον: τὸ θέλγον, ἡδῦνον, τὸ προσφιλέστατον καὶ βαθύτατον καὶ κάλλιστον τοῦ ὕπνου: — A
φυσικῶς τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν: — MiB
† ἐπίκουρον νόσου: φυσικῶς αὐτὸ εἶπεν· παραμύθιον γὰρ τῶν κακῶν οἶδε τὸν ὕπνον: — A
ὦ πότνια λήθη τῶν κακῶν: πότνιαν εἶπεν αὐτήν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ· λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη: — MTAB
ἀπολειφθεὶς φρενῶν: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ. οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλ’ ἐν τῇ νόσῳ. τὸ γὰρ ὄργανον, δι’ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ. τῶν προτέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς: — MTAB
† ἄλλως: τί πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρενῶν: — A
† ἄλλως: ἀμνημονῶ γὰρ τῶν πρὶν ἀπολειφθεὶς φρενῶν: τῶν πρίν: ἕως τούτου ὀφείλει⟨ς⟩ στίζειν, εἶτα ἀπολειφθεὶς φρενῶν. δεῖ δὲ νοεῖν· οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν, ἀλλὰ τότε· νῦν γὰρ φρονίμως διαλέγεται: — A
βούλει θίγω σου: φιλαδέλφου κόρης ἦθος καὶ λόγους ἐμιμήσατο: — MTBi
λαβοῦ λαβοῦ δῆτ’. σφόδρα δεομένου ἡ φωνή· διὸ τῇ ἐπαναλήψει
κέχρηται: — MTABi
† καὶ αὐχμώδη κόμην ἄφελε προσώπου: — A
στόματος ἀφρώδη: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ: — MTABi
πέλανον: κυρίως πέλανος. τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς ἐπάλυνεν ἀρούρας
. λευκὸν γὰρ τὸ πέμμα. οἱ δέ
ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν: —
MTAB
† καλῶς εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανον, ἀλλὰ μόνον πέλανον. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος μὲν γίνεται, ἀφρῶδες δὲ οὔ: — A
ἰδοὺ τὸ δούλευμ’ ἡδύ: τὴν ἀπὸ τοῦ γένους ἀνάγκην προβάλλεται πρὸς τὸ μὴ δυσωπῆσαι τῇ θεραπείᾳ τὸν ἀδελφόν: — MTAB
ὑπόβαλε ⟨πλευροῖς⟩ πλευρά: ἀστείως ταῦτα πεποίηται τοῖς λόγοις
καὶ τοῖς ἤθεσι καὶ τῇ κατὰ τὴν σκηνὴν διαθέσει: — MTABi
λεπτὰ γὰρ λεύσσω κόραις: τουτέστιν· ἀποδιάστησον τὴν ἔμπροσθεν οὖσαν τῶν ὀφθαλμῶν μου κόμην. ἀσθενῆ γὰρ λεύσσω ταῖς κόραις διὰ τὸ ἐπικεῖσθαί μοι τὰς τρίχας: — MTAB
γράφεται λεύσσω νόσῳ, ἵν’ ᾖ· ἡ νόσος με ποιεῖ λεπτὸν λεύσσειν: — MTAB
αὐχμηρὸν ῥυπαρόν: — MgB
πίνος ὁ ῥύπος· πίνῳ δέ οἱ αὐαλέος χρὼς
ἐσκλήκει
iTB
ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα· κατὰ ἀναστροφὴν εἶπεν· οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι.
ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι,
ὅταν μ’ ἀνῇ νόσος: περὶ γὰρ τὸν καιρὸν τῆς μανίας εὐτονοῦσιν οἱ μαινόμενοι ἐντεινομένων τῶν νεύρων καὶ πνεύματος πληρουμένων· χαλωμένης δὲ τῆς μανίας καὶ τοῦ πνεύματος ἐπιλείποντος παρίενται: — MTAB
ἀνῇ: ἐν ἀνέσει διαγενόμενος Ὀρέστης λέλυται: — MTAB
† τὸ ἀνῇ ἀντὶ τοῦ ἀφήσει καταλείψει. τουτέστιν· ⟨ἐὰν⟩ ἐν ἀνέσει γένωμαι: — A
ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς· μανιὰς νόσος: — MTBi
ἀδύνατος, μὴ δυνάμενος κεχρῆσθαι τοῖς ἄρθροις: — MiAg
Bi
ἀνακύκλει δέμας: ἀνακίνει ἀνόρθου ἐξέγειρε· συμβαίνει γὰρ τὸν
κείμενον κυκλοτερῆ τὴν ἀνάστασιν ποιεῖσθαι: — MTAgB
οἱ γὰρ νοσοῦντες οὐκ ἀρέσκονται τοῖς παροῦσιν, ἀεὶ δὲ πρὸς τὸ μέλλον ὁρῶσιν: — MTAB
† ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περιπατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον. ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει * * οἱ δὲ τὸ κατακεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπατεῖν: — T
μεταβολὴ πάντων γλυκύ: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται
δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ ἐστιν ἡδύ. φησὶ γοῦν
ὁ κωμικός ὁ πρῶτος
εἰπὼν
καὶ τὰ
τοιαῦτα· μεταβολὴ πάντων γλυκύ
οὐχ ὑγίαινε, δέσποτ’.
ἐκ μὲν γὰρ κόπου
γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ
ἢν δ’ ἐκ πλουσίου
πτωχὸν γενέσθαι, μεταβολὴ
μὲν, ἡδὺ δ’ οὔ.
ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: — MTAB
δόξαν γὰρ τόδ’ ὑγιείας ἔχει: τὸ ἀναστῆναι. ὁπόταν γὰρ εὐθυμῇ
ψυχὴ τῇ τῆς ἐλπίδος ὑπολήψει, συνδιασῴζεται τὸ σῶμα. καὶ Σιμωνίδης τὸ δοκεῖν καὶ τὰν
ἀλάθειαν βιᾶται
. — MTAB
ἀντὶ τοῦ ἰσχυρόν: — MgAg
πάντως καινότερόν τι ἀπαγγελεῖς: — MiAg
χάριν φέρεις: οἱ ἐν περιστάσει ὄντες ἀεὶ τὸ ἐπάγγελμα τοῦ
μέλλοντος λέγεσθαι δεδοίκασιν: — MMgTA
ἡ παρά καὶ τὸ ἐμοῦ προσληπτέον: — Mi
σοῦ κασίγνητος πατρός: διὰ τοῦ σοῦ κασίγνητος πατρός ψυχαγωγεῖ τὸν ἀδελφὸν ὑπομιμνήσκουσα τοῦ πατρὸς καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται διὰ τοῦ θείου. περιπαθέστερον δὲ ποιεῖ τὸ δρᾶμα καὶ πόρρωθεν διαβάλλουσα τὸν Μενέλαον, καθὸ ἐλπισθεὶς βοηθήσειν οὐκ ἐβοήθησεν: — MTAB
ἥκει· τὸ πιστόν: τὸ ἑξῆς οὕτως· τοῦτο πιστὸν δέχου τῶν ἐμῶν λόγων: — A
τὸ πιστὸν τόδε λόγων: ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις. πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τὸ καὶ τὴν Ἑλένην αὐτῷ συνεπιδημῆσαι· ὅπου γὰρ Ἑλένη, πάντως που καὶ Μενέλαος: — MTAB
ὡς τοῦ τὴν Ἑλένην ἀχθῆναι ἐπιμολύναντος τὴν εὐπραξίαν ενελάου: — MTA
μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν: — Mi
ἐπίσημον ἔτεκε Τυνδάρεως: Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς
Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο· διὸ ὀργισθεῖσαν τὴν θεὸν διγάμους τε καὶ
τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ποιῆσαι. ἔχει δὲ ἡ χρῆσις
οὕτως οὕνεκά ποτε
Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μόνης λάθετ’ ἠπιοδώρου Κύπριδος, κείνα δὲ
Τυνδάρεω κούραις χολωσαμένη διγάμους τε καὶ τριγάμους τίθησι καὶ
λιπεσάνορας
. καὶ Ἡσίοδος δέ
τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη
ἠγάσθη
προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην.
Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον
προλιποῦσ’ ἐβεβήκει,
ἵκετο δ’ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν.
ὣς
δὲ Κλυταιμνήστρη ⟨προ⟩λιποῦσ’ Ἀγαμέμνονα δῖον
Αἰγίσθῳ παρέλεκτο, καὶ
εἵλετο χείρον’ ἀκοίτην.
ὣς δ’ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: — MTAB
ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον: — Mg
αὐτεξούσιος γὰρ ἡ ἀρετή. καὶ Ὅμηρος ἐπεὶ μάθον ἔμμεναι ἐσθλός
. — MiA
ὄμμα σόν: φυσικῶς· καθόλου γὰρ τῶν τῆς ψυχῆς παθῶν εἰκόνες οἱ ὀφθαλμοί. αἰφνίδιοι δὲ τῶν λυσσωδῶν νοσημάτων αἱ μεταβολαὶ γίνονται: — MTAB
ταχὺς δὲ μετέθου: ταχέως εἰς μανίαν μετεβλήθης ἄρτι σώας ἔχων τὰς φρένας: — MTAB
ὁ νοῦς· μετεποιήθης καὶ μετεβλήθης εἰς λύσσαν, ἐν δὲ τῷ πρὸ τούτου * * * μεταθεῖς, ἀντὶ τοῦ μετατρέχεις: — MT
ὦ μῆτερ: δοκεῖ τὸ εἴδωλον τῆς μητρὸς παριστάμενον ὁρᾶν καὶ ἐπισεῖον κατ’ αὐτοῦ τὰς Ἐρινύας: — A
ὦ μῆτερ, τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπ’ ἐμοὶ μὴ
ἐπίσειε, ἤγουν μὴ μετακίνει: — Mg
τὰς αἱματωπούς: τὰ συμβαίνοντα τοῖς πάσχουσί τι τοῖς προεστῶσι
τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν
Λιτῶν χωλαί τε ῥυσαί τε παραβλῶπές
τ’ ὀφθαλμώ
. ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας. καὶ τὸν Πλοῦτον
τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον,
ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι· καὶ κωφὸν δὲ αὐτὸν ὁ
Δημοσθένης πολύμοχθος Ἄρης
τὰς Ἐρινύας ἐνθουσιαστικῶς φαντάζεται ὁρᾶν: — MiAB
αὗται γὰρ αὗται: ἐκ τοῦ ἀφανοῦς ὑπέθετο τὰς Ἐρινύας αὐτὸν διωκούσας, ἵνα τὴν δόξαν τοῦ μεμηνότος ἡμῖν παραστήσῃ· ὡς εἴγε παρήγαγεν αὐτὰς εἰς μέσον, ἐσωφρόνει ἂν Ὀρέστης τὰ αὐτὰ πᾶσιν ὁρῶν. ταῦτα δὲ νεώτερα· Ὅμηρος γὰρ οὐδὲν τοιοῦτον εἶπε περὶ Ὀρέστου: — MTAB
τὰ γὰρ φαντασιώδη ἀνυπόστατα: — MgA
ὁρᾷς γὰρ οὐδέν: ὃ γὰρ τὸ τῶν σωφρονούντων ὄμμα διαφεύγειν συμβέβηκεν, τοῦτο κατὰ τὴν πλάνην τοῖς μαινομένοις * *: — MTAB
ἱέρ[ε]ιαι δειναὶ θοαί: τὸ ἱέριαι προπαροξύνουσιν ὡς τὸ τιμώριαι καὶ αἴτιαι: — MTB
ἐνέρων ἱέρειαι: ἱερείας αὐτὰς καλεῖ παρόσον ἐξυπηρετοῦνται αὐτοῖς· ἀποστέλλουσι γὰρ αὐτοῖς τὰς ψυχάς: — MTAB
μί’ οὖσα: μία οὖσα τῶν κατ’ ἐμοῦ Ἐρινύων ἀπόστηθι. Ἐρινύων δὲ τῶν μανιῶν, ἵν’ ᾖ· ἄνες με τῆς μανίας ἀναχωρήσασά μου: — MTAB
μέσον μ’ ὀχμάζεις: συνέχεις ἐπαίρεις. ἴδιον δὲ τῶν μαινομένων τὸ τοὺς κηδομένους ἀποσείεσθαι καὶ δοκεῖν βλάπτεσθαι μᾶλλον: — MTAB
ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ: — MgABi
κερουλκά: διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος. ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκεσθαι: — MTAB
Στησιχόρῳ τοσόνδε δ’ ἐκτὸς στήσομαι
βακχευμάτων
. — MTB
μανιάσιν λυσσήμασιν: ταῖς μανιώδεσι λύσσαις. σχῆμα δέ ἐστι
περίφρασις: — MiTAB
μανιάσιν λυσσήμασιν: ὡς τὸ φοίνικι λίνῳ
.
ἀρσενικὸν μετὰ οὐδετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσι: — MiTB
μανιώδεσι λυσσήμασιν· ἢ μανίαις καὶ λυσσήμασιν: — MgTB
εἰ μὴ ξαμείψει: εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐρινύων τοῦ ἐμοῦ
προσώπου: — MTABi
τι δῆτα μέλλετ’. ἐξακρίζετ’ αἰθέρα: στιγμὴ εἰς τὸ μέλλετε. τὸ δὲ ἑξῆς· εἰς τὰ ἄκρα τοῦ αἰθέρος πέτεσθε καὶ μέμφεσθε τὰ λόγια τοῦ Ἀπόλλωνος καὶ μὴ ἐμέ: — MTAB
τὰ ἄκρα τοῦ αἰθέρος καταλαμβάνετε: — MT
πτερωτὰς καὶ οὗτος τὰς Ἐρινύας ὑπέθετο: — MTAB
† ἔα: ἐκπληκτικὸν ἢ θαυμαστικὸν ἐπίρρημα τὸ ἔα: — TA
τί χρῆμ’ ἀλύω: διὰ ποίαν αἰτίαν ἀδημονῶ: —
MTBi
ἄλλως: τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη, καθ’ ἃ ἀδημονῶ καὶ
ἠπόρημαι. παρὰ τὴν ἄλην· ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ: κεκωμῴδηται ὁ καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,
καὶ ἐν ἄλλοις παίζων φησί
Εὐριπίδου
δὲ δρᾶμα δεξιώτατον
διέκναισ’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου
μισθωσάμενος
τὰ πρῶτα τῶν ἐπῶν λέγειν.γαλήν’ ὁρῶ. —
ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν·
καὶ Σαννυρίων ἐν Δανάῃ
— γαληνά. — ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν
ὁρῶ.τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι·
ζητητέον.
φέρ’ εἰ γενοίμην † γαλῆ·
ἀλλ’ Ἡγέλοχος ⟨εὐθύς⟩ με μηνύσειεν ⟨ἂν⟩
ὁ
τραγικὸς ἀνακράγοι τ’ ἂν [εὐθὺς] εἰσιδὼν μέγα·
ἐκ
κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ
. — MTAB
σὺ μὲν γὰρ ἐπένευσας τάδ’. εἴργασται δ’ ἐμοί: ἐγὼ μὲν εἰργασάμην, σὺ δὲ ἐπένευσας. θέλει δὲ εἰπεῖν ὅτι οὐ μετέχεις τοῦ φόνου, ἐπεὶ οὐδὲ ἔπραξας· διὸ οὐδὲ ὀφείλεις ἄχθεσθαι: — MTAB
οὐ σοὶ μέμφομαι ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με μητέρα
φονεῦσαι οὐ βοηθεῖ: — MiTAB
ὅστις μ’ ἐπάρας: ἀναπτερώσας καὶ ἀναπείσας εἰς ἔργον ἀνοσιώτατον: — MTAB
ἔργον ἀνοσιώτατον: ἀπειρηκὼς τῇ νόσῳ ὃ πρὶν εὐσεβὲς ᾤετο νῦν
ἀνόσιον καλεῖ: — MTABi
ὡς ὑποσχομένου τοῦ θεοῦ βοηθήσειν: — MTA
μήποτε τεκούσης: μηδέποτε ἐπὶ τῇ σφαγῇ τῆς μητρὸς ὠθῆσαι τὸ
ξίφος: — MTABi
καὶ νῦν ἀνακάλυπτ’: τὴν ὄψιν δηλονότι· ἐσκεπάσατο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις: — MTAB
ἄλλως: σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ κρᾶτα
θεῖσ’ εἴσω πέπλων
ἴσχναινε: λέπτυνε. παρὰ τὸ ⟨ἴσχω⟩ ἰσχνῶ ἰσχναίνω παραγώγως· ὅθεν καὶ ἰσχάς: — MTB
γράφεται καὶ ἴσχανε, ἀντὶ τοῦ ἔπεχε πράυνε κούφιζε: — MTB
γράφεται καὶ ἴσχναινε: — Mi
χρή σε νουθετεῖν φίλα: νουθετεῖν [σε τὰ φίλα] καὶ
παραμυθεῖσθαί σε τὰ φίλα καὶ προσηνῆ λέγοντα. λείπει οὖν τὸ λέγοντα· τὰ φίλα
λέγοντα: — MTABi
σῖτόν τ’ ὄρεξαι: διὰ τούτων φησὶν· μὴ ἄγαν ἀγρυπνίᾳ καὶ λιμῷ διάφθειρε σεαυτὴν, ἵνα μὴ νοσήσῃς· εἰ γὰρ τῷ προσεδρεύειν μοι κτήσῃ νόσον τινὰ καὶ ἀποστῇς, κἀγὼ τῆς σῆς παρουσίας ἐστερημένος ἀπόλλυμαι: — MTAB
ἔκτεινον τὰς χεῖράς σου εἰς τροφήν: — MgBi
ἀντὶ τοῦ ἐκτείνασα τὴν χεῖρα λάβε: — MiBi
οὐκ ἔστι· σὺν σοί: ἐπειδὴ εἶπεν αὐτῇ εἰ προλείψεις με, φησὶν
οὐκ ἔστι, ἀντὶ τοῦ· οὐ προλείψω σε: — MTABi
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν: τὸ ζῆν με καὶ ἀποθανεῖν ταὐτόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς. ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει· ὁ δὲ λόγος· ἐὰν σὺ ἀποθάνῃς, ταὐτόν μοι πάθος γενήσεται, ὅ ἐστι· κἀγὼ συντεθνήξομαί σοι: — MTAB
ἕξει γὰρ ταὐτόν με πάθος, ὅπερ καὶ σέ: — MiAg
τουτέστιν· εἰ βούλει με φαγεῖν, πείθομαι: — MiBi
καὶ μὴ τὸ ταρβοῦν: μὴ ἐν ὑποψίᾳ ἔχε μηδὲ φαντάζου τὸ ἐκφοβοῦν
σε. ἀποδέχου δὲ ἀντὶ τοῦ ὑποδέχου προσδέχου: — MTABi
κἂν μὴ νοσῇς γάρ: Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ γραφὴν διδάσκει· κἂν μὴ νοσῇ γάρ, ἀλλὰ δοξάζῃ νοσεῖν, ἵν’ ᾗ ἀπὸ τοῦ Ὀρέστου εἰς κοινὸν μεταβεβηκὼς ὁ λόγος: — MTAB
δοξάζῃς: ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ φαίης κε ζάκοτόν τ〈έ τιν’〉 ἔμμεναι
. — MTB
δρομάδες ὦ πτεροφόροι: πανταχοῦ περιτρέχουσαι καὶ τιμωρούμεναι τοὺς ἀνθρώπους. ἢ περιτρέχειν ποιοῦσαι τοὺς μεμηνότας: — MTAB
Ποτνιάδες θεαί: μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον τὸν Βελλεροφόντου πατέρα ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν καὶ Γλαῦκος * * γευσάμενον * * ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς θάλασσαν [ὁ Ἀνθηδόνιος]: — MTAB
ἀπὸ ⟨τῶν⟩ Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν
Γλαῦκον: — MiTBi
ἀβάκχευτον αἳ θίασον: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν οὐ πρέπουσαν τῷ Διονύσῳ, ἀλλ’ ἐν θρήνοις καὶ γόοις ἐξεταζομένην. ἢ παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται. ἢ τὸν μεγάλως ἐκβακχεύοντα: — MTAB
μελάγχρωτες: μέλαιναι· χθόνιαι γάρ εἰσιν. ἢ μελαίνουσαι τοὺς
νοσοῦντας. ὡς καὶ πρὸς τὸν Μενέλαον Ὀρέστης φησὶν ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας
. — MTAB
ταναὸν αἰθέρα: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι. Ὅμηρος ἠεροφοῖτις Ἐρινύς
. —
MTAB
ταναὸν αἰθέρα: τὸν λεπτομερῆ, τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν
σωμάτων λεπτύνεται. τὸ ἀμπάλλεσθε ὡς ἀνακινουσῶν αὐτῶν τὸν ἀέρα ἐμφαντικῶς,
τουτέστιν· ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν
τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου: — MiTAB
τῆς λύσσης τῆς καὶ μαίνεσθαι ποιούσης ⟨καὶ⟩ φοιτᾶν, ὅ ἐστι
περιϊέναι: — Mi
λύσσα καὶ μανία καὶ φοῖτος ἕν ἐστιν: — MiBi
τὸ φεῦ μόχθων καθ’ ἑαυτό. τουτέστι· δυστυχής ἐστι χάριν τῶν
μόχθων: — MiB
τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται. ἢ τὸ φεῦ συντέτακται, ἵν’ ᾖ· φεῦ [ἰὼ Ζεῦ] οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις: — MT
ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν: — MMgTΑB
πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυμήσας· λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρός· οἴχῃ καὶ διέφθαρσαι ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν, ἣν ὁ Φοῖβος ἔλακεν: — MTB
† ἀπόφατιν: ἀντὶ τοῦ ἀπόφασιν πρόσταξιν: —
TAgBi
† κατ’ ἐκεῖνο τὸ δάπεδον: — TBi
† ἵνα μεσόμφαλοι λέγονται: ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου. ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ τὰς φήμας: — TAB
ἵνα μεσόμφαλοι λέγονται: ὀμφαλὸς κέκληται ἡ Πυθὼ παρὰ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας. ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμφαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων ἀετῶν ὑπομνήματα: — MTAB
ἰὼ Ζεῦ: πρὸς τὸ ἄνω τοῦτο σχετλιαστικῶς μετὰ ἤθους ἀναπεφώνηται: — MT
τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: — Mg
τίς ἔλεος: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵν’ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: — MTAB
ἄλλως: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων. τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: — MTAB
ἢ καὶ ἄλλως: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: — MTB
ἄλλως: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλκων αὐτὸν τῇ μανίᾳ [καὶ ἀναβακχεύων] κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλάστωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: — MTAB
† ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρός πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: — TB
τίς ὅδ’ ἀγὼν ⟨φόνιος⟩ ἔρχεται ἕως τοῦ ματέρος αἷμα σᾶς 〈ὅ σ
’〉. ἀναβακχεύει: τὸ ἑξῆς· τίς φόνιος οὗτος ἀγὼν, ματέρος αἷμα σᾶς ὅ σε
ἀναβακχεύει, ἔρχεται θοάζων σε τὸν μέλεον, ᾧτινι, τῷ ἀγῶνι, δάκρυα δάκρυσι
συμμίσγει τις τῶν ἀλαστόρων μαίνεσθαί σε ποιῶν κατὰ τοὺς οἴκους: — MiTA
θοάζων: ἐπιδιώκων ταχύνων διεγείρων ἐκμαίνων. κῆτος
θοάζον
Ἀνδρομέδᾳ i
ᾧ δάκρυα δάκρυσι: συνάγει καὶ συμμίσγει ἐπάλληλα δάκρυα.
Ὅμηρος συμβάλλετον ὄμβριμον ὕδωρ
.
ἢ συνάπτει, ἵνα ᾖ ἡ μεταφορὰ ἀπὸ τῶν συμβαλλόντων τοῖς σχοινίοις ἕτερα καὶ
ἐπιμηκέστερα ποιούντων, οἷον· ἐπὶ τοῖς δάκρυσι συνάπτει δάκρυα. Ἀριστοφάνης ὥσπερ οἱ ⟨τὰ⟩ σχοινία
συμβάλλοντες εἰς τὰς ὁλκάδας
. — MTAB
ᾧ δάκρυα: ᾧ, τῷ Ὀρέστῃ, δάκρυα δαίμων τις κακὸς ἀλλεπάλληλα
συνάπτει δίκην τοῦ αἵματος τῆς μητρὸς αὐτοῦ εἰσπραττόμενος: — MiT
† εἰς δόμους ἀλαστόρων: ἀντὶ τοῦ εἰς δόμους τοῦ Ἅιδου τὴν σὴν μητέρα ἢ σέ, τὸν Ὀρέστην: — A
ὅ σ’ ἀναβακχεύει: διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμήν· τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ, ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, [ἢ] ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ. πρὸς δὲ τὴν δευτέραν στιγμὴν οὕτως· τίς οὗτος ἔρχεται φόνιος ἀγὼν, ⟨ᾧ, τῷ ἀγῶνι,⟩ δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σὰς, ὅ ἐστιν· ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους καὶ μὴ ἠρεμεῖν αὐτὸ ἐῶν ἀτιμώρητον: — MTB
ὅ σ’ ἀναβακχεύει: τινὲς στίζουσιν εἰς τὸ ὅ σ’ ἀναβακχεύει, ἵν’
ᾖ ὅπερ σε, τὸ αἷμα. γράφεται δὲ καὶ ὅς σε ἀναβακχεύει, ἀλάστωρ ⟨ὅς⟩ σε
ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ: — M
iT
† ὅ σ’ ἀναβακχεύει: τουτέστιν· ὅπερ, ⟨τὸ αἷμα⟩ τῆς μητρὸς, ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον: — B
ὁ μέγας ὄλβος: περισσὸν τὸ ἓν ὡς: — MiTA
οὐ μόνιμος ὁ μέγας ὄλβος. κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ
λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι
πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου
λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖ iTAB
ἀνὰ δὲ λαῖφος: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: — MTAB
κατέκλυσεν δεινῶν: κλύζεσθαι παρεσκεύασεν. ἄστατον ὄντα ὑπὸ
τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος αὐτὰρ ἐπεὶ παύσαντο πόνου
. ὡς γὰρ κλύζεται ναῦς ἐν
θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης
ῥεῦμα μεταπίπτει ταχύ: — MTB
† ἀνὰ δὲ λαῖφος: οὕτως κλύζεσθαι δαίμων τις παρεσκεύασεν ὑπὸ ἀστάτων ἔργων, δηλονότι τὸν ὄλβον, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις: — TA
† καὶ ἄλλως: ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας, δηλονότι τὸν ὄλβον, οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν: — TA
τίνα γὰρ: ἀλγῶ οὖν, φησὶν, ὡς ἐπὶ ἰδίοις κακοῖς καὶ συνυποφέρομαι τὴν τύχην. τίς γὰρ ἕτερος οἶκός ἐστι σέβεσθαι παρ’ ἡμῶν ἄξιος ἢ οὗτος, ὃς ἐκ θεῶν ἔχει τὴν καταβολήν. ἀρχηγὸς γὰρ τῆς γονῆς ὁ Ζεὺς, ὅστις ἐφύτευσε Τάνταλον Πλουτοῖ συνελθών: — MTAB
πρὸς τὰ ἄνω. πρὸς τὸ κατολοφύρομαι ⟨τὸ⟩ τίνα γὰρ ἔτι
πάρος: —MgBi
ἐν τοῖς τέλεσιν εἰώθασιν οἱ ἀπὸ τοῦ χοροῦ μεταλλάττειν
φεύγοντες τὴν μονῳδίαν τοῦ λόγου: — MgTABBi
καὶ μὴν βασιλεύς: τὸ ἑξῆς· καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει Μενέλαος ἄναξ, τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν, πολλῇ δ’ ἁβροσύνῃ δῆ λος ὁρᾶσθαι: — MTB
ὦ χιλιόναυν στρατὸν ὁρμήσας: δι’ ὧν δοκεῖ αὐτὸν ἐπαινεῖν, διὰ τούτων λυπεῖ ἀναμιμνήσκουσα τῶν ἀπολομένων ἐν τῇ Τροίᾳ: — MTAB
εἰς γῆν Ἀσίαν: ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει, ἀφ’ ὧν ἐμεγαλύνετο. τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες τῶν Ἑλλήνων, αρπ: — MTAB
νεώτερον τὸ τῆς Ἀσίας ὄνομα: — ABi
σὺ, φησὶν, οὐ μετέχεις τῆς δυστυχίας τῶν Τανταλιδῶν: — MiTAg
Bi
θεόθεν πράξας ἅπερ ηὔχου: τὸν γὰρ πόλεμον κατορθώσας ἔλαβε τὴν Ἑλένην. σὺ μὲν οὖν, φησὶν, εὐτυχῶς ἀπηλλάχθης, ὁ δὲ Ὀρέστης δυστυχεῖ: — MTAB
ὦ δῶμα: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης
Μενελάου. καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς
ἐξελάσων Ὀρέστην, ὡς ἐν τοῖς ἑξῆς δῆλός ἐστι. καίτοι παρὰ τῷ ποιητῇ
εὑρίσκεται τῶν πάλαι πολεμίων φειδόμενος· ἐν γὰρ τῇ
ὄρος Λακωνικῆς· καὶ Ὅμηρος Μαλειάων ὄρος αἰπύ
. — AgBi
† ὁ ναυτίλοισι: τοῖς γὰρ ναύταις οὗτος, ὃς φίλος καὶ θαλάσσῃ ἐστὶ καὶ ἰχθύσι, τὰ πεπρωμένα βάζει: — A
Νηρέως προφήτης: οὗτος Ἀνθηδόνιος ἁλιεύς· ἑωρακὼς δὲ ἰχθὺν
παρὰ τὴν ψάμμον βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς γέγονεν
ἀθάνατος, ἀλλ’ οὐκ ἀγήραος, ἐφ’ ᾧ κατεπόντισεν ἑαυτόν. μαντεύεται δὲ ὡς ὁ
παρ’ Ὁμήρῳ
περιπεσὼν πανυστάτοις: περισσὴ ἡ περί. καί ἐστιν ὁ νοῦς·
ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλόχου. ἢ περιπεσών
ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα
περιήγαγεν· ὡς ἐν Ἑκάβῃ κτεῖν’ ὡς ἐν
Ἄργει φόνια λουτρά σ’ ἀναμένει
. — MTAB
ἀπὸ Ναυπλίου τοῦ πατρὸς Παλαμήδους: — MgBi
ἤδη δάμαρτος: μέμνηται τῆς γυναικὸς οὐκ ἐν δέοντι ἔρωτι, μεγίστῳ δὲ μᾶλλον: — A
δοκῶν Ὀρέστην: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ
ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ ὦ πᾶσιν ἀνθρώποισιν
ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια
. πρὸ γὰρ Διοκλέους,
ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης
ἀπιστήσαντες
ἀντὶ τοῦ περιλαβεῖν: — Mg
ὡς εὐτυχοῦντας: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: — MTAB
ἄλλως: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα ὡς σῳζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: — MTAB
τὸ εὐτυχοῦντας κακοήθως: — MT
τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: — MiBi
δέον εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον
καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας: — TBi
γράφεται θυγατρός: — Mg
ἀντὶ τοῦ· ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος: — Mg
ὃς τὰ δείν’ ἔτλη: καὶ ἐκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς
ταῦτα λέγων. δέον γὰρ εἰπεῖν· ὃς ἤμυνε τῷ πατρί, φησὶν· ὃς τὰ δεινὰ
εἰργάσατο κακά: — MTBi
† ἢ περὶ οὗ ἐρωτᾷς, ἢ ὃν ὁρᾷς. εἴρηται γὰρ ἡ ὄψις ἱστορία, ὡς
ἂν εἴποιμεν· ἱστόρησα τὴν πόλιν: — TBi
πρωτόλεια θιγγάνω: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι οὐπώποτέ τινα ἄλλον ἱκετεύσας. πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρωτόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια πάντα τὰ πρῶτά φασιν: — MTB
ἀντὶ τοῦ πρῶτον, σύνθετον ἀντὶ ἁπλοῦ: — MgBi
† τῶν σῶν δὲ γονάτων πρωτόλεια: πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ· ἐνταῦθα δὲ τὸ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ πρωτοτύπως: — A
ἱκέτης ἀφύλλου στόματος: ἀντὶ τοῦ ἄνευ στεμμάτων: — MTA
τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ στέμματ’ ἔχων ἐν χερσίν
. κέκληται δὲ φυλλάς,
ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας ἢ δάφνης [ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος] ἐστί,
καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς
ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν
ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς
ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαιὸς Ἀζᾶσι νῦν οὖν ἡμεῖς ἱκέται * *
θαλλούς τε θεῶν † τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου
Ζηνὸς θυσίας
. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ
τὴν νόσον [ἀντὶ τοῦ ἄνευ ἱκετηρίας] ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ
ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: — MTAB
† ἀφύλλου στόματος ἐξάπτων λιτάς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα
εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον
γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ
κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων
κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν.
τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς
ὡς θεῷ σοι προσαγαγεῖν
τίνα ἐκ τῶν νεκρῶν βλέπω: — Mg
εὖ γ’ εἶπας: καλῶς με νεκρὸν ἐκάλεσας· οὐ γὰρ ζῶ ὑπὸ τῶν
κακῶν. ὅσον ἥκει εἰς τὰ κακά, ⟨οὐ⟩ ζῶ: — MTBi
τὸ σῶμα φροῦδον: ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμά. καὶ εἰς ὄνομα μόνον λείπεται τὰ κατ’ ἐμέ, ἐπεὶ τὸ σῶμα ἅπαν μοι φροῦδον γέγονεν: — MTA
ὅδ’ εἰμὶ μητρός: ἤτοι ὅτι μετανοεῖ ἀνελὼν αὐτήν, ταλαίπωρόν
φησιν· οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγχάνομεν· ἢ
προσαγόμενος αὐτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνοσίαν ἑαυτοῦ πρᾶξιν·
ἢ ὑπομιμνήσκων αὐτὸν ὅτι ἔκδικος τοῦ πατρὸς ὑπάρχει. τὸ δὲ ταλαίπωρος παρὰ
τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος
. ἀντὶ τοῦ
πένθος: — MTAB
φείδου δ’ ὀλιγάκις λέγειν κακά: λείπει τὸ ὥστε· ἤκουσα, ὥστε
φείδου λέγειν τὰ κακά. οἷον· παραιτοῦ τὰ κακὰ πολλάκις λέγειν. ὀλιγάκις δὲ
ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο
Τυδεύς
† ἄλλως: οὕτως συντάξεις· φείδου λέγειν τὰ κακά, ἀντὶ τοῦ· πεφεισμένως λέγε τὰ κακά. ὀλιγάκις δὲ ἀντὶ τοῦ καὶ ὀλιγάκις, τοῦ δέ ἐνταῦθα ἀντὶ τοῦ καί κειμένου: — A
διὸ λέγειν ἀναγκάζεται πλουσίως καὶ πολυτελῶς ἔχων τὰ κακά: — MgTB
πρᾶγμα: — MgBg
ἡ σύνεσις ὅτι σύνοιδα: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν,
αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν. ἀγνοοῦσι δὲ ὅτι ὑπὸ
δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς
συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων· ὃ καὶ ἐπάγει· μανίαι
τέ
. — MTAB
μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν: — MgTAB
πῶς φής: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι: — MTAB
† ἄλλως: ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη, τοῦτο δὲ οὐ πάντως νόσος, τούτου χάριν φησὶν αὐτὸν ἀσαφῶς εἰρηκέναι. τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος· ἡ λύπη, ὡς ἑξῆς λέγει: — TAB
οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφόν, ἀλλὰ τὸ λέγειν σαφές: — MgBi
μανίαι τε μητρὸς αἵματος τιμωρίαι: αἱ τιμωρητικαὶ τοῦ αἵματος τῆς μητρὸς, ἃς ὑφίσταμαι τιμωρίαν ταύτην διδοὺς ὑπὲρ τοῦ τῆς μητρὸς φόνου: — MTA
κατὰ κοινοῦ τὸ διαφθείρουσά με: — MgBi
ἤρξω δὲ λύσσης πότε: καὶ τοῦτο πονηρῶς. θέλων γὰρ ἐλέγξαι ὡς θεομισῆ φησιν ἤρξω δὲ λύσσης πότε. ἤθελε γὰρ μαθεῖν εἰ χρόνιόν ἐστι τὸ νόσημα καὶ δυσίατον: — MTAB
ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν: ἐν ᾗ, ἡμέρᾳ, ὑψηλοποίουν τὸ τῆς μητρὸς μνῆμα: — MTA
γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφον: — MBi
ὅ ἐστι· τὸ χῶμα ἐπέβαλλον: — MT
ἐτίμων: — Mg
πότερα κατ’ οἴκους: ἀπὸ κοινοῦ τὸ ἤρξω, τουτέστιν· ἐν ποίᾳ ἡμέρᾳ ἤρξω καὶ ἐν ποίῳ τόπῳ. κακοήθως δὲ καὶ τοῦτο: — MTAB
νυκτὸς φυλάσσων: μήποτέ τις ἀφέληται τὰ ὀστᾶ. ἢ παρατηρῶν πότε σβεσθείσης τῆς φλογὸς ἀφέλωμαι τὰ ὀστᾶ: — TAB
ἀντὶ τοῦ φοβεράς, ὡς ὁ ποιητής νυκτὶ ἐοικώς
. — Mg
εὐπαίδευτα δ’ ἀποτρέπου: κατὰ ἀντίφρασιν, ἀντὶ τοῦ ἀπαιδεύτως. ἢ οὕτως· εὐπαιδεύτως δὲ ποιεῖς ὀνομάζειν αὐτὰς Ἐρινύας παραιτούμενος: — MTB
ἄλλως: ἀπαιδεύτως φυλάττου ὀνομάζειν αὐτάς. πῶς δὲ ἀπαιδεύτως· καλῶν αὐτὰς Ἐρινύας: — MTAB
αὗταί σε βακχεύουσιν: κακοήθως τῷ ὀνόματι ἐχρήσατο ⟨ἀντὶ⟩ τῆς μανίας. κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ αὗταί σε βακχεύουσιν. λείπει δὲ ἡ διά, ἵν’ ᾖ διὰ τὸν συγγενῆ φόνον: — MTAB
† τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους καὶ κατέκρινεν αὐτὸν [φησὶν Ὀρέστης] χωρὶς κρίσεως: — A
γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενελάου· κατέκρινε γὰρ
αὐτὸν ἄνευ κρίσεως: — MgB
τῶν συμβάντων πραγμάτων: — Mg
ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης· ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: — MTAB
† ἄλλως: ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν
προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων
δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς
πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ
θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει.
ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου
ἀπὸ τοῦ οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι
καὶ
καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον
τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν
μὴ θάνατον εἴπῃς: ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ· μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν: — MTB
σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω· μὴ ὀνομάσῃς τὸν
[περὶ] μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος
πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ
ἄλλως: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας: — MT
ἄλλως: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει τὸ νομιζόμενον ὅτι μέλλει⟨ς⟩ λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος † ἀγαγεῖν: — T
† Φοῖβος κελεύσας: ἀπὸ κοινοῦ οὕτως συντάξεις ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου. τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρείσσων γὰρ ἦν ἡ αἰτία, ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρός, τοῦ θεὸν * * *: — A
ἀμαθέστερός γ’ ὤν: εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν, ἵνα ἐκ τῶν ἐναντίων δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής: — MTAB
ἄλλως: μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεός, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν: — MTAB
ἀντὶ τοῦ ἀμαθής ἐστιν: — Mg
δουλεύομεν θεοῖς: † ἀνθρώπων ἐχόντων τὴν μορφήν. ἢ ὁποίας ὦσι δυνάμεως καὶ κρίσεως, δουλεύομεν αὐτοῖς. τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερος: — MTB
ὅ τι ποτ’ εἰσὶ⟨ν οἱ⟩ θεοί: ἀκαίρως τοῦτο· ἑώρακε γὰρ τὸν Ἀπόλλωνα καὶ ἀκήκοεν αὐτὸν αἴτιον· ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν· ἦ ἀετός: — MTB
δουλεύομεν: ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώμην. ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς: — A
κᾆτ’ οὐκ ἀμύνει: πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις. ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει· καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον. τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι· πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον· οὐκ εἰσὶ καὶ αὗται θεαί. ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον: — MTB
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ. τὸ δὲ μητρός κακοήθως καὶ δυσωπητικῶς: — MTB
ὡς ταχὺ μετῆλθόν σ’. διὰ τούτων ἐλέγχει αὐτὸν ὡς ἀθέως πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνεμάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται τὴν συμμαχίαν. καὶ ἀνθυποφορά ἐστι τοῦ εἰρημένου ὑπὸ Ὀρέστου τὸ θεῖόν ἐστι τοιοῦτον φύσει: — MTAB
οὐ σοφός: οὐ σοφὸς διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα,
ἀληθὴς δέ. ἀληθὲς γὰρ διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας: — MiTAB
† ἄλλως: πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο
τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές
ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα,
νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ
Μενελάου τὸ οὕτως εἰπεῖν οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ
τέλειος κακὸς εἰς τοὺς φίλους
καὶ ποῦ δέον τὸν ἱκέτην ὑβρίζειν τὸν
ἱκετευόμενον. θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως· οὐ σοφὸς κακὸς εἰς
φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς
λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ
πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι ⟨οὐκ⟩ ἐσόφισάς με, ὦ
Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ
μετῆλθόν σ’ αἷμα μη
ἀντὶ τοῦ ὑπάρχεις: — Mg
πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ τιμωρία: ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ· τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα. ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας: — MTAB
οἱ Ἀττικοὶ προπαροξύνουσι· [μόνον τοῦτο] τιμώρια. τὸ δὲ ⟨δη⟩τι
σ’ ἄμεινον βαρύνειν· δὴ τί σ’. — M
iTB
τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις: πονηρῶς πάλιν ἐρωτᾷ, ἵνα, εἰ μὲν εὐμενεῖς ἔχει τοὺς πολίτας, ἀφέξηται τοῦ ἐπιχειρήματος, εἰ δὲ ἐχθραίνοντας, ἐπιθέμενος κρατήσῃ: — MTAB
οὐδ’ ἥγνισαι σὸν αἷμα: νόμος γὰρ ἀποκαθαίρεσθαι τοὺς ἐμφύλιον φόνον πεπραχότας. ὁ δὲ νοῦς· οὐκ ἐκαθάρθης ἀπὸ τοῦ ὑπὸ σοῦ πεπραγμένου φόνου. ἢ σὸν αἷμα ἀντὶ τοῦ συγγενικὸν φόνον: — MTAB
ἀντὶ τοῦ φιλονεικοῦσιν ἐκβάλλειν σε τῆς γῆς σπουδάζοντες: — MgAg
ἐκδιώκουσιν [ἐνήλλακται δὲ ἡ πτῶσις]: — M
Οἴαξ τὸ Τροίας μῖσος: Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως
ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα
ὤνησε τὸν Ἑλληνικὸν λαόν. λιμωσσόντων γὰρ ἐν
ἄλλως: τὸν Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωναῖς τῆς Τρῳάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα καὶ φυλακὰς καὶ ἀστραγάλους: — MTAB
ἀντὶ τοῦ ⟨τὸ⟩ ἐπὶ Τροίας μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ.
ἐνήλλακται ἡ πτῶσις: — MgAg
διὰ τριῶν δ’ ἀπόλλυμαι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος.
διὸ ἐπάγει τίς ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν
Ἐρινύων. προεῖπε γὰρ
ἀντὶ τοῦ διὰ πολλῶν: — Mg
πάλιν φιλοπράγμονος ὁ Μενέλαος παραγυμνοῖ τὸ ἦθος φροντίζων
περὶ τῆς βασιλείας: — MgTAB
τὸ οἵτινες οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐν τῇ πόλει: — MgAAg
τί δρῶντες: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν· τί δρῶντες οὐκ ἐῶσί σε ζῆν. οὐ γὰρ αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλὰ ἀντὶ τοῦ τί Ἀττικῶς: — MTAB
ἄλλως: ὁ λόγος· εἰπέ μοι σαφῶς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν. καὶ ἔστιν Ἀττικὸν, τὸ ὅ τι ἀντὶ τοῦ τί. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος οὕτως· τί δρῶντες· ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις: — MTAB
γράφεται χθονός: — A
g
πάντων πρὸς ἀστῶν: τοῦτο καθ’ ἑαυτό. βραχέως, φησὶ, καὶ
συντόμως εἴρηκα ὅπερ ἔδει: — Mi
TAgBi
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε: Ἀττικὸν, ἀντὶ τοῦ
ἀπόλαβε τὰ κατὰ σαυτὸν φυλάσσων. ὅμοιόν ἐστι τῷ εὐφημίαν μὲν πρῶτα κήρυξας ἔχω
. ἀντὶ τοῦ ἐκήρυξα: — MTABi
ἀντιλαμβάνου: — Mg
Ag
ἔδει οἱ συγγενεῖς εἰπεῖν: — Bi
οἱ φίλοι, εἰ μὴ ἐπὶ ταῖς συμφοραῖς τῶν φίλων εἰσὶ φίλοι, οὐδέ
εἰσι φίλοι. ἀλλὰ λόγῳ μέν εἰσιν, ἔργῳ δ’ οὔ: — MiBi
τὸ ἑξῆς· γέροντι ποδὶ βαδίζει ἐνταῦθα: — MgABi
Τυνδάρεως μελάμπεπλος: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι· Τυνδάρεως, Ἰκάριος, Ἀρήνη, καὶ νόθος ἐκ Νικοστράτης Ἱπποκόων. οὗτοι μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἰκάριος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. ὁ δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Λακεδαιμονίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάνδραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πελλήνης ἐγχειρεῖ αὐτῷ τὴν ἀρχὴν τῆς Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφιδῆν: — MTAB
πολλὰ δὲ φιλήματ’ ἐξέπλησε: ἀντὶ τοῦ πολλῶν φιλημάτων με
ἐξεπλήρωσεν, ὡς τὸ διά τ’ ἔντεα καὶ
μέλαν αἷμα
. — MTAB
† ἐξηριθμήσατο καὶ ἐπλήρωσε τὴν ἐπιθυμίαν: — A
ἄλλως: ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσεν: AB
τὸν Ἀγαμέμνονος: ὡς περὶ ἑτέρου φησίν. ἀντὶ τοῦ εἰπεῖν περιφέρων ἐμὲ εἰπὲ τὸν Ἀγαμέμνονος. ἀντὶ τοῦ ἐμὲ, παῖδα ὄντα: — MB
τιμῶντε μ’ οὐδὲν ἧσσον: τιμῶντές με οὐδὲν ἧττον ἢ τοὺς Διοσκόρους. Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διοσκόρων: — MTB
ποῖον ἐπίπροσθεν νέφος: ποίαν Ἄιδος κυνέην ἢ ποῖον νέφος
προβάλωμαι: — MBi
οὐκ ἐπιζητεῖ τὴν Ἑλένην δυσαρεστῶν τοῖς πεπραγμένοις αὐτῆ:MgAB
χοὰς χεόμενος: εὐοικονομήτως ἐποίησε τὸν Τυνδάρεων ἀπὸ τῆς Σπάρτης διὰ τὰς χοὰς τῆς θυγατρὸς ἐληλυθέναι, ἵνα εὐκαίρως τῷ ενελάῳ καὶ τῷ Ὁρέστῃ διαλεχθῇ: — MAB
εἰς τὸ Ἀργὸς: — Bi
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι: εἰ γὰρ ᾔδειν παρόντα Ὀρέστην, ἥκιστα ἄν ἐληλύθειν. ἔοικε, φησὶ, τῷ ὄντι κακὸν εἶναι τὸ μὴ εἰδέναι τὸ μέλλον. ἢ γὰρ ἄν οὐκ ἠλθον, εἰ τοῦτον προσεδόκων ἐνθάδε: — MTAB
πρὸ δωμάτων δράκων: εἰδὸς ἀντὶ γένους ἔλαβεν· γένος μὲν γὰρ ὁ
ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων· νῦν δὲ δράκων ἀντὶ
τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζῳοτοκοῦνται καὶ τικτόμενοι
διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς γαστέρ’ ἀναβρῴσαντες
ἀμήτορες ἐξεγένοντο
. διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν: — MTAB
ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. λείπει δὲ τὸ ὡς,
ἴ’ ᾗ· ὡς δράκων: — MgTAB
Μενέλαε προσφθέγγῃ νιν: προσφθέγγῃ αὐτὸν, τὴν ἀνοσίαν κεφαλήν. ἔθος γὰρ ἦν μὴ διαλέγεσθαι τοῖς ἐναγέσιν: — MTAB
γράφεται καὶ ἀκάθαρτον κάρα. εἶπε δὲ τοῦτο, ὅτι οὐκ ἦν καθαρός: —MTB
φίλου μοι πατρὸς ἐστιν ἔκγονος: δέον εἰπεῖν ὅτι τοῦ ἀδελφοῦ μου υἱός ἐστι, φησὶ τοῦ πατρός μου ἔκγονος. ἔκγονος γὰρ τοῦ Ἀτρέως Ὀρέστης: — MTAB
ἄλλως: φίλου μοι πατρός: ὅ ἐστι συγγενοῦς μοι πατρὸς υἱός. πάλιν δὲ τὸ κακόηθες τοῦ ἀνδρὸς δείκνυται, ὅτι τὸν ἀδελφὸν φίλον εἶπεν: — MTB
γράφεται ἀφ’ Ἑλλάδος: — Mi
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν: σὺ τοίνυν ἀδικεῖς τοὺς νόμους ἀγαπῶν τὸν μιαιφόνον. ὁ δέ φησιν ὅτι ἀναγκάζει με τὸ συγγενές: — MTAB
ἄλλως: ἐπεὶ Ὀρέστης καὶ παρὰ νόμους καὶ παρὰ φύσιν τὴν μητέρα ἀνεῖλε, καίτοι, φησὶν, Ἑλληνικὸν τὸ μὴ κρείττονα τῶν νόμων ἐθέλειν εἶναι καὶ φθάνειν τὴν τούτων βούλησιν: — MTAB
πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν· οὐχ οἶόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν: — MTAB
ἄλλως: δοῦλον: δουλοποιόν, τουτέστι· παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ: — MTAB
ἄλλως: πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἶον· πάντα κατὰ ἀνάγκην ποιοῦμεν. καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ἀπὸ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖ τοὺς ἀνθρώπους. καθὸ προείρηκεν ἐπὶ τοῦ Ὀρέστου εἰ δὲ δυστυχεῖ, τιμητέος, διὰ τοῦτο καὶ νῦν εἶπε ⟨πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς⟩. ἔστι δὲ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ *** πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἶον ταπεινοῖ, κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως· πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν διότι δουλοῖ πᾶν: — MTAB
τὸ Ἑλληνικὸν φρόνημα: — MgBi
ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας: πρὸς τῷ εἶναί σε γέροντα καὶ
ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ
συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς ὀργὴ γέροντος ὥστε
μαλθακὴ κοπὶς † ἐν χειρὶ θήγει, ἐν τάχει δ’ ἀμβλύνεται
. — MTAB
ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ: — MTAB
πρὸς τόνδ’ ἀγὼν τίς σοφίας ἥκει πέρι: οἷον· ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας. προῦπτος γὰρ ἡ κρίσις, ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν· οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος: — MTAB
ἐπεὶ εἶπεν ὁ Μενέλαος καὶ τὸ γῆρας οὐ σοφόν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα: — MTAB
ἐρωτηματικῶς: — Mg
οὐ κατενόησεν, οὐ κατέμαθεν: — MgBi
οὐδ’ ἦλθεν ἐπὶ τὸν κοινόν: ὡς ἐπὶ ὁδοῦ· οὐκ ἐβάδισε κατὰ τὸν Ἑλληνικὸν νόμον. ὁ γὰρ νόμος οὐκ ἐπιτρέπει αὐτόχειρά τινα γίνεσθαι: — MTAB
πληγεὶς τῆς ἐμῆς: οὐκ εἶπεν ὑπὸ Αἰγίσθου, ἀλλὰ τὴν δοῦσαν τὴν
ἀρχὴν αἰτίαν ἡγήσατο: — Mi
TABi
ὅπερ ἔχθιστον ἔργον, πληγῆναι τὸν Ἀγαμέμνονα ὑπὸ τῆς ἰδίας
γαμετῆς: — MiTBi
ἀντὶ τοῦ πρέπουσαν: — MgB
ταύτην ὁσίαν δίκην φησὶ, τὸ φυγαδεῦσαι μόνον αὐτήν: — B
ὁσίαν διώκοντ’. ἀντὶ τοῦ κατηγοροῦντα. καὶ οὕτως ἂν,
ἄλλως: εἰ φυγῇ μόνον ἦν ζημιώσας τὴν μητέρα, οὕτως ἂν ἔδοξε σωφρόνως κεχρῆσθαι τῇ τιμωρίᾳ τῇ κατὰ τῆς συμφορᾶς τοῦ πατρός [ἢ τῆς μητρός: — MTAB
τὸ σῶ σῶφρόν τ’ ἔλαβεν ἂν: καὶ σωφρόνως καὶ ἐγκρατῶς ἔμελλε τὰ τῆς συμφορᾶς τιμωρεῖσθαι. ἢ σῶφρον εἶπε τὸ μέτριον, συμφορὰν δὲ τὴν τιμωρίαν, ἵν’ ᾖ· μετρίως γ’ ἂν τὴν τιμωρίαν ἐλάμβανε φυγῇ ζημιώσας αὐτήν. μετριωτέρα γὰρ αὕτη ἡ τιμωρία τοῦ θανάτου: — MTAB
εἰς τὸν αὐτὸν δ⟨αίμον⟩’ ἦλθε: εἰς τὴν αὐτὴν ἁμαρτίαν· καὶ γὰρ
παρανόμως ἐφόνευσε. πλέον δὲ τοῦτο κακόν· οὐ γὰρ δίκαιόν ἐστι γυναικὶ πρὸς
ἄνδρα ὅσον υἱῷ πρὸς μητέρα. ὁ μὲν γὰρ φύσει ἐστὶν υἱὸς, ὁ δὲ ἀνὴρ συγγενής:
— MTABi
εἰ τόνδ’ ἀποκτείνειεν: καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος. ὡς ἐν παραδείγματι ταῦτά φησι. ἀντὶ τοῦ εἴ τινα. τὸ τόνδε ὡρισμένον ἔλαβεν ἀντὶ ἀορίστου τοῦ τινά: — MTB
εἶτα ὁ ἐξ ἐκείνου γενόμενος ἐκδικήσει τὸ προγονικὸν αἷμα: — MTABi
φυγαῖσι δ’ ὡσίουν: ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ καθαροὺς ἐποίουν. τὸ δὲ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον: — MTAB
ὅσιον νομίζειν: — M
g
ἀπὸ κοινοῦ τὸ ὁσιοῦν: — Mi
ἀντὶ τοῦ ἐνέχεσθαι: — MgBi
τὸ λοίσθιον μίασμα: τὸ ἔσχατον, τὸ ⟨μὴ⟩ ἀφ’ ἑτέρου εἰς ἕτερον
διαβαῖνον. Ὅμηρος λοῖσθος ἀνήρ ὥριστος
.
εἶς δὲ. φησὶν, ὁ πρὸς τῷ τέλει ἤμελλεν εἶναι μεμιασμένος, ὁ ὕστατος, ὁ
μηκέτι ἔχων ἕτερον μεθ’ ἑαυτόν. οἶον· εἷς ἕνα φονεύει κατὰ διαδοχὴν, καὶ
οὐδείς ἐστι μύσους αἴτιος, ἐν ὅσῳ φονεύεσθαι μέλλει, εἰ μὴ εἶς. ἐκεῖνος
μέντοι ὁ μὴ φονευθησόμενος μεμιασμένος ἐστὶν, ὁ πρὸς τῷ τέλει: — MTABi
τὸ θηριῶδες τοῦτο: τοῦτο διὰ τὸ λεγόμενον περὶ τῶν ἐχιδνῶν ὅτι
μετὰ τὴν συνουσίαν φονεύει τὸν ἄρρενα ἡ ἔχιδνα, οἱ δὲ γεννώμενοι ὥσπερ
τιμωρούμενοι τὸν τοῦ πατρὸς φόνον διατρήσαντες τὴν κοιλίαν τῆς μητρὸς καὶ
φονεύσαντες αὐτὴν γεννῶνται ὡς Νίκανδρος ἐν τοῖς Θηριακοῖς
ἐπεὶ τίν’ εἶχες, ὦ τάλας, ψυχὴν τότε: ἰδίως ἀπέστρεψε τὸν λόγον καὶ διαλέγεται πρὸς αὐτὸν ὁ περὶ τούτου πρὸ ὀλίγων ἐγκαλῶν Μενελάῳ: — MTB
δακρύοις γέροντ’ ὀφθαλμόν: καίπερ, φησὶν, ἐγὼ μὴ γενόμενος
θεατὴς τῶν κακῶν τούτων ὅμως δἀκρύῶ, σὺ δὲ θαυμαστὸς τῆς ἀπηνείας ὁ καὶ πρὸς
τὴν θέαν ἀντισχών: — MTABi
ἓν οὗν λόγοισι τοῖς ἐμοῖς: ὅ ἐστι· κεφάλαιον ἔχω προσθεῖναι τοῖς ἐμοῖς λόγοις: — MTB
ὁμορροθεῖ: ἀντὶ τοῦ ἀκολουθεῖ καὶ συμφωνεῖ. θέλει δὲ εἰπεῖν ὅτι τοῖς ἐμοῖς λόγοις ἐκεῖνο τὸ κεφάλαιον ἔχω προσθεῖναι, τὸ ὑπὸ θεῶν σε μισεῖσθαι πλανώμενον: — MTAB
τί μαρτύρων: ἀντὶ τοῦ· οὐ δεῖ με πλείονας ζητεῖν μάρτυρας· αὐτὰ δυνατὸν ὁρᾶν τὰ πράγματα: — A
ἀντὶ τοῦ· ἵνα οὖν μάθῃς: — MgBi
θυγάτηρ δ’ ἐμὴ θανοῦσ’ ἔπραξεν: ἔπαθε μὲν δίκαια, καθὸ ἀπέθανε, καὶ δικαίαν τιμωρίαν δέδωκε· καθὸ δὲ ὑπὸ τούτου ἀπέθανεν, ἠδίκηται: — MTAB
ἀντὶ τοῦ εἰς τοῦτο: — MiBi
μεγάλας. ἢ φανερὰς, ὡμολογημένας: — MgB
δέδοικα λέγειν· ἴσως γάρ σε λυπήσω: — Mi
ὅσιος δ’ ἕτερον ὄνομα: καθ’ ἕτερον ὄνομα. οἶον κατὰ τὸ ἐναντίον τοῦ ἀνοσίου, τὸ ὅσιον· ἀνόσιος μέν εἰμι τὴν μητέρα κτανὼν, τετύχηκα δὲ τοῦ ὁσίου ὀνόματος καθ’ ἕτερον τρόπον, ἢ μέρος: — MTAB
ὅ ἐστιν ἀπόστα, καὶ δεόντως ἀπολογήσομαι: — MiTA
ἄλλως: ἀντὶ τοῦ· σὺ ἀναχώρει καὶ τὰς ἀληθείας ἐρῶ: — MiTAB
ἀντὶ τοῦ· ἐξίστησι τοῦ λέγειν: — Mi
τῷ λόγῳ προβαίνω: — MgBi
δύο πράγματα δύο πράγμασιν ἀντίθες, τῷ πατρὶ τὸ σπέρμα, μητρὶ τὴν ἄρουραν: — MTA
ἄνευ δὲ πατρός: λέγεταί τις αὐτοῦ εἰπόντος τοῦτο εἰρηκέναι· ἄνευ δὲ μητρὸς. ὧ κάθαρμ’ Εὐριπίδη
. — MiTAB
ἰδίοισιν ὑμεναίοισι: τοῖς οὐ νενομισμένοις. ἢ τοῖς λαθραίοις: — MTAB
ἐὰν ἐκείνην, φησὶ, λέγω κακῶς, ἐμαυτὸν ἐρῶ κακῶς: — MiTAB
τοῦτον κατέκτειν’. ἀπρεπῶς τὸ ἔθυσα. ἢ τάχα ἵνα δείξῃ ὅτι εὐσεβῶς διεπράξατο φονεύσας αὐτήν, ἔφη τὸ ἔθυσα· τὸν Αἴγισθον μὲν ἔκτεινα, ἐπὶ τούτῳ δὲ τὴν μητέρα ἔθυσα: — MTAB
παρ’ οὐδὲν αὐταῖς ἦν: ἐν ὀλίγῃ προφάσει καὶ πάρεργον ἦν αὐταῖς
τοὺς ἰδίους ἄνδρας φονεύειν: — MTABi
ἐπίκλημ’ ἐχούσαις: εἴπερ ἔμελλεν αὐταῖς, φησὶν, εἰς ἔγκλημα μόνον περιίστασθαι τὰ τῆς τιμωρίας, ἀκωλύτως ἂν ἐχώρουν κατὰ τῶν ἀνδρῶν: — MTAB
ἄλλως: ἀντὶ τοῦ ἔγκλημα, τουτέστιν· ἐγκαλουμέναις, ἀντὶ τοῦ διαβαλλομέναις καὶ προφασιζομέναις, ὅ τι δήποτε. καὶ αὕτη γὰρ προεφασίζετο τὰ κατὰ τὴν Ἰφιγένειαν ὅτι διὰ τοῦτο ἀνεῖλεν αὐτὸν, ὅτι ἐν Αὐλίδι ἐσφαγίασεν Ἰφιγένειαν: — MTAB
οὐχ αὑτῇ δίκην ἐπέθηκεν: οὐχ ἑαυτὴν ἐτιμωρήσατο δέον τοῦτο
ποιεῖν, ἀλλ’ ἵνα μὴ δίκας ἀπαιτηθῇ τῆς μοιχείας, προτέρα ἐφόνευσεν: — MTABi
περὶ τοῦ φόνου δικαζόμενος: — MiTAg
παρεδίδου εἰς μανίαν: — MiT
σύ τοι φυτεύσας: Ὁμηρικὸν ὡς τὸ σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
. — MTA1B
διαδίδωσιν: — Mg
TAgBi
εἰ μὴ ὁ κελεύσας: παρὰ τὸ σχῆμα καὶ τὸ χ παράκειται: — MTAB
γράφεται ῥύσεται τὸ μὴ θανεῖν. περισσὸν δὲ τὸ ἓν μή. ἔστιν Ἀττικόν: — MTAB
ἀλλ’ ὡς μὲν οὐκ εὖ: τὸ ἑξῆς· ἀλλ’ ὡς μὲν οὐκ εὖ τάδε
εἴργασται. μὴ λέγε: — MBiBi
μὴ πίπτουσιν εὖ: ἀντὶ τοῦ ἀπαντῶσιν. εἴρηται δὲ ἀπὸ μεταφορᾶς
τῶν κύβων. καὶ Σοφοκλῆς ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι
. — MTAB
ἀεὶ γυναῖκες ἐμποδών: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις ἐμποδίζουσι ταῖς εὐτυχίαις τῶν ἀνδρῶν: — MTAB
ἄλλως: ἀεὶ γυναῖκες ἐμποδίζουσι ταῖς ἀγαθαῖς συντυχίαις καὶ πρὸς τὸ δυστυχεῖν ἄγουσι τοὺς ἄνδρας. συμφορὰς δὲ νῦν τὰς συντυχίας. πεφύκασι, φησὶν, αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι καὶ ἐν ταῖς πρὸς τούτους συντυχίαις καὶ κοινωνίαις ἄγειν αὐτοὺς πρὸς τὸ δυστυχέστερον. ἢ οὕτως· πεφύκασιν αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι ταῖς παρ’ ἑαυτῶν συμφοραῖς ἐν τοῖς καλοῖς καὶ πρὸς τὸ δυστυχέστερον αὐτοὺς ἄγειν: — MTAB
παρορμήσεις: —Mg
AgBi
καλὸν πάρεργον: ἀντὶ τοῦ σπουδαῖον. τῶν ἐμῶν πόνων καλὸν αὐτὸ ἡγήσομαι πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν· ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον. φησὶ, θήσομαι: — MTAB
καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί, νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι, καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον: — MTAB
τὸν ἐκκλησιάζοντα: — MgAgBi
ὀνείρατ’: τὴν μοιχείαν λέγει· κατὰ κοινοῦ δὲ τὸ ἀπαγγέλλουσα, ἵν’ ᾖ· καὶ τὸ Αἰγίσθου λέχος ἀπαγγέλλουσα ὃ μισήσειαν οἱ θεοί: — MTB
οἱ νέρτεροι θεοί: ἐπειδὴ περὶ τεθνεῶτος διαλέγεται, νερτέρους εἶπεν: — MAB
καὶ γὰρ ἐνθάδ’ ἦν πικρόν: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης. τουτέστι· κατ’ αὐτὸ γὰρ τοῦτο μάλιστα πικρότατον ἦν αὐτὴ συνεχῶς τὸ λέχος καὶ τὴν μοιχείαν ὀνομάζουσα κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως· καὶ γὰρ κατ’ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. ἢ τὸ ἐνθάδε ἀντὶ τοῦ κατὰ τὸν ἐν τῷ ζῆν βίον, οἶον· αὕτη σε ἐξηγρίωσεν ὀνομάζουσα τὸ ἐκείνης λέχος καὶ τὴν μοιχείαν Αἰγίσθου, ἣν εἴη καὶ τοὺς χθονίους μισῆσαι θεοὺς καὶ τὰς τῶν κατοιχομένων ψυχάς. καὶ γὰρ τοῖς ζῶσι πικρὸν ἦν ἡ μοιχεία: — MTAB
ἕως ὑφῆψε: ἐπεὶ τὸ ὑφῆψεν εἶπεν ἀντὶ τοῦ ἀπώλεσεν, προσέθηκε καὶ τὸ δίχα πυρὸς: — MTAB
ἐπεὶ μεταφορᾷ χρώμενος εἶπεν ὑφῆψε δῶμα. οἶον ἀπώλεσεν. ἐπήνεγκεν ἀνηφαίστῳ πυρί, δηλονότι ἄνευ πυρὸς διέφθειρε τὸν οἶκον: — MTAB
ἐν φροντίδι ἔχεις: — MgAg
κῆδός τ’ ἐμόν: ἐν φροντίδι ἔχεις. οἶον· εἰ ἐφορᾷς τὸ παρ’ ἐμοῦ μῖσος καὶ τὴν ἐμὴν συγγένειαν καὶ φιλίαν: — TAB
ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος: Λακεδαίμονος πρῶτος ἦρξε Λέλεξ, ἀφ’ οὖ καὶ Λέλεγες ὠνομάζοντο. ἔσχε δὲ παῖδας ἐκ Περιδίκης Μύλην, Πολυκάονα, † βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Κλεοχαρείας ἴσχει Εὐρώταν καὶ Πελίαν. Εὐρώτας δὲ ἄρξας μετὰ τὸν κατακλυσμὸν ⟨τὸ⟩ λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα Σπάρτην, ἣν ἀγαγόμενος Λακεδαίμων ὁ Ταϋγέτης ἄρξας τοὺς μὲν Λέλεγας Λακεδαιμονίους, τὸ δὲ ὄρος Ταϋγετον καὶ πόλιν κτίσας Σπάρτην ὠνόμασεν: — MTAB
ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως: — AgBi
στεῖχ’ ὡς ἀθορύβως: πορεύου, ὅπως ὁ προσελθών μοι λόγος τοῦ γήρως τοῦ σοῦ ὑπείκοντος ἀθορύβως πρὸς τὸν Μενέλαον γένηται: — MTAB
ποῖ σὸν πόδ’: ὡς τῷ ποδὶ τὸ ἔδαφος περιγράφοντος αὐτοῦ
ὅπῃ τράπωμαι: ποῦ τῆς τύχης τράπωμαι, πότερον σοὶ συνέλθω ἢ Τυνδάρεῳ: — MTAB
μὴ νῦν πέραινε: μηδ’ οὖν τὸ δοκοῦν σοι εἰς πέρας ἄγε, πρὶν ἀκούσῃς τοὺς ἐμοὺς λόγους. ἐπεὶ γὰρ ἐν ἑαυτῷ βουλευόμενός φησι διὰ τὴν τύχην ἀμηχανεῖν ὅπῃ τράπηται, παραινεῖ αὐτῷ μήπω τῇ δοκήσει πέρας ἐπιτιθέναι πρὶν ἀκοῦσαι τοὺς αὐτοῦ λόγους, καὶ οὕτως βουλεύσασθαι: — MTAB
οὖ σιγὴ λόγου: οἷον· ἔστιν ὅπου ἡ σιγὴ κρείσσων τοῦ λόγου καὶ
ἔστιν ὅπου ὁ λόγος τῆς σιγῆς κρείσσων: — MiTAB
λέγοιμ’ ἂν ἤδη: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν
μακρηγορίαν τῶν λόγων προκρίνων. οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος παῦρα μὲν, ἀλλὰ μάλα λιγέως
. ὁ δὲ νοῦς· ἡ
μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων.
τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων: — MTAB
ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: — MTB
τὰ μακρὰ τῶν μικρῶν: Λακεδαιμόνιος ὁ Μενέλαος, Αακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: — MTA
ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: — MT
ἃ δ’ ἔλαβες: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενέλαος. εἰ γὰρ μήτε τὸν λέγοντα ᾔδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ δρώμενον: — MTAB
οὐ χρήματ’ εἶπον: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον, τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον· ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως: — MTAB
ἄλλως: οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς: — MT
τὸ τέλειον χρή με: — MgT
ἀδικῶ· λαβεῖν χρή μ’: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — MTB
ἀδικῶ· λαβεῖν χρή μ’: οἷον· ὁμολογῶ ἀδικεῖν· δός τι καὶ σύ μοι
ἄδικον καὶ ἀδίκησον δι’ ἐμέ: — TAB
i
ἄλλως: ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα. ἀλλ’ ὅμως χρὴ καὶ σὲ ἀδικῆσαι δι’ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ: — A
† ἄλλως: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀναγνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθ’ ὑπόθεσιν: — TAB
† ἄλλως: ἀλλ’ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾗ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: — T
ἀντὶ τοῦ· καθὸ ἠδικήθης παρὰ Ἀλεξάνδρου: —
MgBi
ἀπέδοτο δ’ ὡς χρή: τὸ ἑξῆς· ἀπέδοτο δὲ τὸ σῶμα, ὅ ἐστιν·
ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ
κατατρωθῆναι τὸ πᾶν σῶμα τὸ ὅσον ἐφ’ ἑαυτῷ εἵλετο διὰ τὴν σὴν γυναῖκα. οἷα
χρὴ τοῖς φίλοις τοὺς φίλους ἐκπονεῖν. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵν’
ᾖ τὸ ἑξῆς· ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις, ἀπέδοτο τὸ σῶμα,
σοὶ παρ’ ἀσπίδα ἐκπονῶν αὐτὸ τοῦτο: — MTABi
ἀπότισον οὖν μοι: ὁ πᾶς λόγος· ἀπόδος μοι τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μόνην ἡμέραν ὑπὲρ ἐμοῦ πόνησον μηδὲ τὴν θυγατέρα φονεύσας, ἐπειδὴ δεῖ σε, ὥσπερ πλεονεκτεῖς μου τῇ εὐδαιμονίᾳ, πλεονεκτεῖν καὶ ἐν τῇ ἀμοιβῇ τῆς εὐεργεσίας: — MTAB
ἃ δ’ Αὐλὶς ἔλαβε: περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας Ἀρτέμιδι θῦσαι: — MTAB
Αὐλὶς πόλις Βοιωτίας. ἐνταῦθα ἐπεσχέθησαν οἱ ἐπιστρατευόμενοι εἰς Ἴλιον οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος. τοξεύσαντος γὰρ τὴν ἔλαφον καὶ εἰπόντος μηδ’ ἂν τὴν Ἄρτεμιν οὕτως βαλεῖν * *: — MTAB
σφάγι’ ἐμῆς ὁμοσπόρου: ταὐτὸν οὐκ αἰτῶ σε, φησὶ, τὴν θυγατέρα,
τὴν Ἑρμιόνην, ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν
Ἰφιγένειαν, ἵνα τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ μὲν ἔχε τοῦτο πλέον καὶ
κερδᾶναι παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός·
ἐγὼ δέ σοι χάριν ἕξω σώσαντι μόνον κἂν μὴ τῷ αὐτῷ τρόπῳ σῴζῃς ἡμᾶς ἀντ’ ἐμοῦ
δοὺς τὴν Ἑρμιόνην. ἢ συναπτέον τοῦτο πρὸς τὸ ἀπότισόν μοι, καὶ ἔστιν ὁ λόγος
οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλιῶ παρὰ τοῦ πατρὸς, καὶ μίαν
ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον. προσήκει γάρ σοι ἐμοῦ δυστυχοῦντος
τουτέστι πλέον ἢ ἐγὼ δύνασθαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν: — MTAB
πλέον φέρεσθαι: ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν, παρὰ τὸ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνέρχεσθαι τούτῳ. ἀντὶ τοῦ· δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τῆς δυστυχίας κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν, παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου: — MTA
χάριν σοι, φησὶν, ὁμολογήσω σῳζόμενος μόνον παρὰ σοῦ κἂν μὴ τῷ
ὁμοίῳ τρόπῳ σῴζῃς ἐμέ: — MTBi
Bi
† πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι: — TA
† τινὲς οὕτως· δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντα ἐμοῦ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων: — TA
μὴ εἰς Ἅίδου, ἀλλ’ εἰς σωτηρίαν. πατρί οὖν, διὰ τὸν πατέρα: —MiBi
† ψυχὴν δ’ ἐμήν: χάρισαι τὴν ἐμὴν ψυχὴν τῷ ἀθλίῳ μου πατρί.
βούλεται γάρ με πάντως ἐκεῖνος σῴζεσθαι: — A1
αὐτὸ τοῦτο τοὺς φίλους: λείπει ἡ κατά, ἵν’ ἦ· κατ’ αὐτὸ τοῦτο
δεῖ τοὺς φίλους βοηθεῖν τοῖς φίλοις, ὅ ἐστι κατὰ τὸ ἀδύνατον: — MTBi
ἄλλως: ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι, ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων: — MTAB
† ἄλλως: ἀλλὰ ἐρεῖς, φησὶν, ὅτι ἀδύνατόν ἐστι βοηθῆσαι. εἶτα ἔξωθεν προσληπτέον· καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται: — TAB
οὐ κολακείᾳ, ἀλλ’ ἀληθείᾳ: — MiAgBi
ἀντὶ τοῦ· πρὸς ταύτης σε ἱκετεύω: — MgAgBi
ταύτης ἱκνοῦμαι σ’: ἀντὶ τοῦ πρὸς ταύτης ⟨σε⟩ ὁρκῶ βοηθῆσαί
μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας. εἰς τιμὴν αὐτῆς. τὸ δὲ
ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν
αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας
τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς,
μήτι γε καὶ δοκεῖν σῴζεσθαι δι’ αὐτῆς: — MTA1B
† δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ: — TB
εἰς οἶον ἥκω: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ παρὰ ταύτης σωθήσεσθαι παραιτούμενος. ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος καὶ πάντα ὑπομένειν κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει: — MB
† ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης
ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε, εἴγε ὡς τοῦ Μενελάου
ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει· δυστυ
† τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην· πάσῃ μοι μηχανῇ
ποριστέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλ’ ὑπὲρ παντὸς
τοῦ οἴκου ἐστίν: — A1B
γράφεται χρή: — Mg
ἀντὶ τοῦ· μετὰ δακρύων καὶ γόων αἰτῶ τὴν σωτηρίαν: — MiBi
συνεκκομίζειν: οἷον· συμπονεῖν δεῖ τοῖς συγγενέσι, κἂν
κίνδυνος παρῇ: — A1B
συνεκκομίζειν: ὅ ἐστι· συμπονεῖν δεῖ τινα ὑπὲρ τῶν συγγενῶν κἂν συμβῇ αὐτὸν ἀποθανεῖν: — T
ἀναστρεπτέον· ἔστι γὰρ κτείνοντα τοὺς ἐναντίους καὶ θνῄσκοντα:
— MgTB
τὸ δ’ αὖ δύνασθαι πρὸς θεῶν: τοὐναντίον Αἴας φησί καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα
νεκρόν
: — MTA1B
ἥκω γὰρ ἀνδρῶν: τουτέστιν οὐκ ἐπαγόμενος συμμάχους, ἀλλ’
ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην
ἀπολομένων πλὴν ὀλίγων: — MTA1
B
† ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων καὶ προσέτι πλάνην ὑπέστην πολλήν: — TB
† ἥκω γὰρ ἀνδρῶν: τὸ ἑξῆς· ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων
ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ: — TA1B
ἀπὸ Πελασγοῦ τινος: — MiAg
ἐλπίδος προσήκομεν: προσοικειούμεθα καὶ ἐγγύς ἐσμεν ἐλπίδος: — MTAgB
οὐδὲ τὸ διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφιβολίᾳ ἀφῆκεν: — MTAB
σμικροῖσι μὲν γὰρ τὰ μεγάλα: τῇ δι’ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα: — MTAB
ἀνόητον καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγίνεσθαι: — TAB
ἀντὶ τοῦ θυμουμένῳ: — MiAgBi
ἔνεστι δ’ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ
ἐλεεῖν. καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται
ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ
ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ
πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ
δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε
δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά
ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν μεγάλως θυμοῦται καὶ πότε ἐλεεῖ: — MTAB
† ἄλλως: ἔνεστι τῷ πλήθει ἐλεεῖν, ἔνεστι καὶ μεγάλως θυμοῦσθαι. ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ ἐστι μόνον πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ ἐπιτηρεῖν κτῆμά ἐστι τοῦτο, τὸ ἐπιτηρεῖν τὸν καιρὸν, τιμιώτατον. [δ] ἔστι τὰ μέγιστα ἀπὸ τούτου κερδαίνειν. δηλονότι αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ: — TA
† ἄλλως: ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. ὤφειλε γὰρ οὕτως εἰπεῖν· ἔνι θυμὸς μέγας, ἔνεστι δὲ καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτατον καὶ λυσιτελές: — A
τῷ δήμῳ δηλονότι: — MiAg
προσδεχομένῳ: — Mg
AgBi
γράφεται ἐλθὼν γὰρ ἐγώ σοι Τυνδάρεων πειράσομαι: — Mi
πόλιν τε πεῖσαι: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἶον τῆς μετριότητος ⟨μὴ⟩ ὑφεῖναι. ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵν’ ᾖ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα: — MTAB
† ἄλλως: τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς· ἔστι γὰρ τὸ λίαν καὶ ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδάρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρμονα: — A
καὶ ναῦς γὰρ ἐνταθεῖσα: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς
ἄλλως: μάτην ἄρα, φησὶν, ὧ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὦν ἠτύχεις. τὸ γὰρ πράσσων κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδ’ εὐγνώμοσιν [ἀμοιβαῖς] ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὧ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέτεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· [εὐτυχῶν] οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: — MTAB
γράφεται ⟨τῆς⟩ συμφορᾶς: — Mg
κατὰ τὸ σιωπώμενον εἶδε τὸν Πυλάδην ἐρχόμενον: — MgBi
ἐκεῖθεν γὰρ ὁ Πυλάδης: — MiABi
πιστὸς ἐν κακοῖς ἀνήρ: ὁ βέβαιος φίλος κρείσσων ἐστὶ τῆς
ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης: — MTAA1B
θᾶσσον ἤ μ’ ἐχρῆν: τροχαϊκὸν τετράμετρον καταληκτικόν: — MMiTABi
θᾶσσον προβαίνων ἤ μ’ ἐχρῆν. τὸ ἑξῆς· τὸν σύλλογον τῆς πόλεως ἀκούσας καὶ ἰδὼν τὸν σύλλογον τὸ κτενοῦντας πρὸς τὸν σύλλογον ἀπέδωκεν: — MTA
† θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλμοῖς ἰδών: — B
σύλλογον πόλεως ἀκούσας: ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον: — MTAB
† ἰδὼν αὐτὸς σαφῶς: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι κἂν
δοκῶσιν εἶναι ταὐτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ
συνδιαφθείρεις: — M
gB
ὥσπερ οὐκ ἐλθών: οὕτως ἐμοὶ προσηνέχθη ὡς μὴ παραγενόμενος: — MTAB
τὸ αὐτό μοι ἀπέδωκεν ὥσπερ μὴ μολών: — MTA
† ἀντὶ τοῦ μετὰ χρόνον πολύν· ὅμως κἂν βραδὺ παρεγένετο, ἀλλὰ τάχιστα τοῖς φίλοις ἐφωράθη κακός: — B
οὐκ ἐκεῖνος: διαβάλλει ὡς γυναικοκρατούμενον αὐτὸν καὶ ὡς οὐκ ἂν ἐληλυθότα, εἰ μὴ παραγέγονεν ἡ Ἑλένη. κωμῳδεῖται δὲ ὁ στίχος διὰ τὴν ταυτότητα: — MTAB
ἀντὶ τοῦ ὀλέσασα. Ἀττικὸν δὲ τὸ σχῆμα: — Mi
εὐλαβεῖθ’ ὃ τοῖς φίλοισι: γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν, ὅπερ εὐλαβεῖσθαι αὐτὸν ἔλεγεν. τὸ γὰρ παρὰ δύναμιν τολμᾶν γνησίου φίλου. ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις συνελθεῖν λέγοντες· εὐλαβούμεθα: — MTAB
† τοῦτο δηλαδὴ νοήσας καὶ μαθὼν τὰ πάντα ἔχω, ἀντὶ τοῦ· τὰ πάντα συμπεριέλαβον καὶ ἐνόησα: — A
οὗτος ἦλθ’ ὁ τὰς ἀρίστας: κατ’ εἰρωνείαν λέγει: — MTA
γράφεται καὶ κεκτημένος: — MTA
ἐν ἤθει ταῦτα λέγει εἰρωνικῶς: — MTABi
τὴν συγγένειαν: — M
i
ἀντιλάζυσθαι: ὡς ἐκ τοῦ λαζύω λάζυμι λάζυμαι: — M4Bi
ἦ κρινεῖ τί χρῆμα λέξον: ὁ ἦ ἀντὶ τοῦ δή· ἀναστρεπτέον τὸν λόγον· τί δὴ κρινεῖ, λέξον: — MTA
ἢ οὕτως· τί δὴ ἡ ψῆφος κρινεῖ, εἰπὲ, ὅτι φοβοῦμαι: — MTA
ἢ οὕτως· τὸ ἥ ὰντὶ τοῦ ἥτις· ⟨ἥτις⟩, αὐτὴ ἡ ψῆφος, τί κρινεῖ, λέξον: — A
φεῦγε νῦν λιπὼν μέλαθρα: κατὰ ἀντίστροφον λέγονται τὰ πρόσωπα ἀπὸ τοῦ φεῦγε νῦν λιπών· ὁ γὰρ Πυλάδης ἀντιλέγει μέχρι τοῦ ἀλλὰ δῆτ’ ἔλθω (781): — MT
Στρόφιος ἤλασέν μ’: Ἀναξιβίαν τὴν Ἀγαμέμνονος ἀδελφὴν Στρόφιος ἔγημεν, ἐξ ἧς ἔφυσε τὸν Πυλάδην, ὅθεν ἀνεψιοὶ Ὀρέστης καὶ Πυλάδης: — MTAB
ἴδιον ἢ κοινόν: πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν ἡμαρτηκότι σοι ἐγκαλῶν ἢ ἐν δημοσίῳ τινὶ πράγματι [ἴδιον] ἐπιφέρων ἔγκλημα: — MTAB
ἀντὶ τοῦ πολιτῶν: — Mg
βαστακτέον τάδε: — M
g
γράφεται βίᾳ: — Mg
οὐ προσήκομεν κολάζειν: οὐχ ὑποταττόμεθα οἷον ἐν τῇ τῶν Φωκέων γῇ τούτοις, τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι: — MTA
οὐ προσήκομεν κολάζειν: οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν: — B
ἄλλως: ἰδίως εἶπε· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικουμένη πόλις εἴωθεν ἐπιτιθέναι: — TAB
ἄλλως: θαρσύνων αὐτόν φησιν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις: — TAB
δεινὸν οἱ πολλοί: εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς: — MTAB
ἄλλως: ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε
δὲ εἰς Κλεοφῶντα. πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου αὐτός ἐστιν ὁ
κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος
ὁ νοῦς· δυνήσονταί σε φονεῦσαι ὑπερβάντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοί καὶ τὰ ἑξῆς: — MTAB
ἀλλ’ ὅταν χρηστοὺς λάβωσι: ὅταν, φησὶ, χρηστοὺς καὶ
κολακευτικοὺς λάβωσι τοὺς δεομένους. χρηστοὶ γίνονται: —
MTA1B
ὡς ἔδρασας: τοῦτο, φησὶν, ἐρεῖς δῆτα ὡς ἔδρασας ἔνδικα πατρὶ
ἐπιτιμωρῶν ἑαυτοῦ: — MA1Bi
δίκαια γὰρ ἔπραξα πατρὶ τιμωρῶν ἑαυτοῦ: — MB
μολόντι δ’ ἐλπίς ἐστι σωθῆναι: ἐλθόντι δέ σοι, φησὶν, εἰς τὴν ἐκκλησίαν ἔστιν ἐλπὶς εὑρεῖν ἀπαλλαγὴν τῶν κακῶν. καὶ αὐτὸς συναινεῖ τὸ χρῆναι παραγενέσθαι [φησὶ τὸν Ὀρέστην] εἰς τὴν ἐκκλησίαν ἐγνωκὼς ἅπαξ οὐκ οὖσαν αὐτῷ σωτηρίας ἀφορμὴν ἄλλοθεν: — MTB
ἀντὶ τοῦ εἰ συμβαίη. οἷον ἀμφίβολόν ἐστιν: — MTBi
ὅ ἐστιν, ἐν ἀμφιβόλοις ἐστὶ τὸ τοιοῦτον: —
MTBi
λοιπὸν κρεῖσσόν ἐστι τὸ παραγενέσθαι ἐκεῖσε ἢ μένειν: — MiBi
θανὼν γοῦν: κἂν ἀποθάνῃς, φησὶ, κατὰ τὴν ἐκκλησίαν ἐνδόξως τεθνήξῃ ὡς καὶ πρὸς τὸν θάνατον ἀφόβως ὁρμήσας καὶ μετὰ τοῦ δικαίου παρρησιασάμενος: — MTAB
καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι. πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθήσεσθαι προσδοκῶ: — MTAB
ἄλλως: ἢ τοῦτο ἀκόλουθόν ἐστι τῷ ἀλλὰ δῆτ’ ἔλθω: — MTAB
καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἔπραξα γὰρ τὸν φόνον τὸν μητρῷον διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπακουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι [διὰ τὸν θάνατον]: — MTAB
τὸ δοκεῖν εὔχου: εὔχου, φησὶ, πάντας οὕτως δοξάζειν ὅτι
δίκαιόν ἐστι τὸ πρᾶγμα· ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμωνίδης τὸ δοκεῖν καὶ τὴν
ἀλήθειαν βιάζεται
: — MTAB
διὰ τὸ ἐκεῖ παραγενέσθαι φεύγω τὸ εἶναι δειλός: — MiB
μέγα γὰρ ἡ εὐγένειά σου: σἷον διὰ τὸ εὐγενὲς ἐλεηθήσῃ. τουτέστι· πάνυ σοι συμβάλλεται πρὸς τὸν ἔλεον ἡ εὐγένεια: — MTAB
ἀσχάλλων πατρῷον: λείπει ἡ διά. τὸ δὲ ἑξῆς· καὶ τίς ἄν γέ με
οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον: — MTABBi
πάντα ταῦτα ἴσασιν οἱ Ἕλληνες, καὶ πρὸ ὀφθαλμῶν εἰσιν: — Mi
† οἷον· ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς
καὶ ὁ θάνατος τοῦ πατρὸς, ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ
ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται: — Bi
πορευτέον: — Mg
οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει, καὶ
τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται: — M
iTAB
τῷ χρόνῳ ⟨δὲ⟩ κερδανεῖς: τῇ ὑπερθέσει τῶν θρηνημάτων αὐτῆς κερδανεῖς, ὅ ἐστι· κἂν τὸ μὴ ἀπὸ τοῦ νῦν θρηνεῖσθαι κερδανεῖς: — MTAB
ἄλλως: κερδανεῖς, φησὶ, τὸ μὴ δακρῦσαι αὐτὴν καὶ γενέσθαι κακὸν οἰωνὸν ἐν τῷ μεταξὺ τῆς κρίσεως χρόνῳ, τουτέστιν ἕως ἂν ἡ κρίσις ἐξενεχθῇ: — MTAB
ἐναντίον: — Mg
γενέσθω: — MiBi
ἕρπε νῦν οἴαξ ποδός μοι: οἴαξ καλεῖται τὸ πηδάλιον. σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα: — MTB
† οἴαξ ποδός μοι: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ στρέφει καὶ δι’ ἐκείνου τὴν ναῦν: — A
φίλα γ’ ἔχων κηδεύματα: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέστατόν μου συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἀντὶ τῆς συγγενείας κεῖται, κυρίως δὲ ἡ ἐπιγαμβρία: — MTB
ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας ἐπὶ τὸ μνῆμα τοῦ πατρὸς ἀπιὼν οὐ φεύγει. φαμὲν οὖν ὅτι τὰ μνήματα τῶν βασιλέων ἔσω τῆς πόλεως ἧν. οἱ δὲ ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς οὐ διεκώλυον: — MTAB
τί τοῦτο εἴρηκας. ἢ ἵνα τί ἐκεῖσε θέλεις ἐλθεῖν: — MiTBi
μητέρος δὲ μηδ’ ἴδοιμι μνῆμα: κατὰ κοινοῦ τοῦτο εἶπεν· συνθεωρεῖται γὰρ τὸ πρὸς τὴν μητέρα μῖσος κἂν μὴ τοῦτο εἶπεν: — MTAB
πρὸ τοῦ σὲ ἀπολογήσασθαι: — MiTBi
περιβαλὼν πλευροῖς: ὑπὸ τῆς νόσου δυσκίνητα, μὴ δυνάμενα κινεῖσθαι καὶ κέλλειν· ἔνθεν καὶ ὁ κέλης καὶ τὸ κελλώνιον. ἤτοι δυσκίνητα, μὴ δυνάμενα κέλλειν: — MTAB
οὐ φροντίσας τοῦ ὄχλου ὀχήσω σε διὰ μέσης τῆς πόλεως: — MiTAB
ἀντὶ τοῦ οὐ φροντίζων [διὰ] τοῦ ὄχλου: — Mi
τοῦτ’ ἐκεῖνο κτᾶσθ’ ἑταίρους: ἦν ἄρα, φησὶ, καλῶς τοῦτο ἔκπαλαι δεδογμένον τὸ μὴ μόνον τοὺς συγγενεῖς φίλους νομίζειν, ἀλλὰ καὶ εἴ τις βέβαιος τὴν διάθεσιν: — MTAB
ὅτι: — Mg
ὅστις τρόπῳ καὶ διαθέσει συγκάμνει φίλῳ, πολλῶν ἐστι συγγενῶν
ἀμείνων εἶναι φίλος: — MiTAB
† ἄλλως: ὡς κρείσσων ἐστὶν ὁ ἀνὴρ ὁ θυραῖος καὶ ξένος ὢν,
συναναπλασθῇ: — Mg
Bi
ξένος: — MgBi
ὁ μέγας ὄλβος: τὸ ἑξῆς· ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναντίον ⟨ἐκ⟩ τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνῷ: — MTAB ἄλλως: τὸ ἑξῆς· ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μέγας ὄλβος μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡσεὶ ἔλεγεν [πρὸς τὴν κακοδαιμονίαν τὴν ἀρχαίαν]· ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυστύχησαν: — MTA
† ἄλλως: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα
καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν
εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ
τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς. ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς
ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους
εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι
σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν
οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ
ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας
ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ [γε] τῆς συμφορᾶς
τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω,
Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν
κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς εἰς τὸν πατέρα τοιαύτης
τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε
μέγα φρονοῦσ’ ἀν’ Ἑλλάδα: ἀντὶ τοῦ μέγα φρονήσασα. τὸ δὲ πλῆρες μέγα φρονοῦσα, ἡ ἀρετή. εἰδωλοποιεῖ γὰρ αὐτήν. ἢ ὅτι τῶν ἐπειλημμένων αὐτῆς ἐπαίρει τὸ φρόνημα: — MTA
δύναται καὶ μέγα φρονοῦσι, τοῖς Ἀτρείδαις: — MMiTAB
ἀντὶ τοῦ ἐν Ἰλίῳ. Σιμοῦς γὰρ ποταμὸς Ἰλίου, ἀφ’ οὗ τὴν Τροίαν
δηλοῖ: — MgBi
πάλιν ἀνῆλθ’: εἰς τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἔδραμε καὶ
κατέστη τοῖς Ἀτρείδαις. εὐτυχίαν δέ φησι τὴν κατὰ τὸ Ἴλιον καὶ δυστυχίαν τὴν
νῦν τραγῳδουμένην: — MiTABi
πάλαι παλαιᾶς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἑξῆς ἐπάγει. ἢ οὕτως· προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς [τῶν τέκνων αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης] ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτην παίδων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων· ἑξῆς δὲ τεκέων χρόα τεμεῖν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως: — MTAB
† ἀπὸ συμφορᾶς δόμων: ποίας δὲ συμφορᾶς λέγει· ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων: — A
† Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν
κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης
δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς i
σφάγια γενναίων τεκέων: τῶν εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ
ἐκείνου δὲ φόνοι συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν
Ἀτρειδῶν οἶκον: — MiTBi
οὐ προλείπει: τὰ θατέρῳ συμβάντα κατὰ ἀμφοτέρων ἐξήνεγκεν. τί γὰρ δεινὸν ὁ Μενέλαος ἐπανελθὼν πέπονθεν, εἰ μὴ τὰ ἐν Ἰλίῳ δι’ αὐτὸν γενόμενα λέγει κακά. σύλληψις δὲ ὁ τρόπος· τὸ γὰρ ἑτέρῳ συμβὰν κατ’ ἀμφοτέρων ἔταξεν: — MTAB
τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: — MTB
τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος ὅτι ἐπ’ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι: — MTA
ἄλλως: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: — MTA
ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος
ἀπηνεῖ καὶ θρασείᾳ καὶ ἀνημέρῳ, ὡς ἂν ἐκ πυρὸς γεγενημένῃ: — MTABi
τῷ ξίφει, ἐπεὶ ὑπὸ πυρὸς παλαμᾶται: — MgTABi
μελάνδετον: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγκωπον. ἢ μέλαν παρὰ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον κελαινεφὲς αἷμα’· οἷον τὸ νέφος οὐκ ἔγκειται, οὕτως καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται: — MTAB
τὸ ὑπὸ τοῦ αἵματος μελαινόμενον: — MgTAg
τὸ δ’ αὖ κακουργεῖν: γράφεται τὸ δ’ αὖ κακοῦργον: — TA
τὸ δ’ αὖ κακουργεῖν ἀσέβεια: τὸ δὲ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια, ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι· τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν: — MTAB
ἄλλως: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν: — MTAB
ἄλλως: ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ
φησιν, ἐπεὶ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα: — MTAgB
γράφεται ποικίλα: —M
gT
κακῶς διανοουμένων: — Mg
διὰ τὸν φόβον τοῦ θανάτου: — MgTAgBi
οὐχ ὅσια τολμᾷς: — M
i
ἀπενέγκῃ κακοδοξίαν αἰώνιον: — MgTAg
οὔτε γὰρ νόσος οὔτε συμφορά τις μείζων μητροκτονίας: — MiTAg
Bi
οἷον: οἷον ἔργον ὁ δυστυχὴς διαπραξάμενος ** διὰ τὸν φόνον καὶ
περιδινούμενος τὰς τῶν ὀφθαλμῶν ὄψεις, ὁ τοῦ βασιλέως Ἀγαμέμνονος παῖς: — MiTA
† οἷον ἔργον τελέσας: ἀντὶ τοῦ· οἷον ⟨ἔργον⟩ ὁ δυστυχὴς Ὀρέστης καταπραξάμενος, τὸ τῆς μητροκτονίας, ἄγρευμα γεγένηται ταῖς Ἐρινύσι συλληφθεὶς ὑπ’ αὐτῶν διὰ τὸν τῆς μητρὸς φόνον: — B
Εὐμενίσιν θήραμα φόνῳ: ἀντὶ τοῦ ἄγρευμα γενόμενος καὶ συλληφθεὶς ὑπὸ τῶν Ἐρινύων διὰ τὸν φόνον τῆς μητρός: — MTA
περιδινούμενος τοὺς ὀφθαλμούς· τοιοῦτοι γὰρ οἱ μανιώδεις· καὶ πανταχοῦ περιστρέφων αὐτοὺς, ὅ ἐστι τεταραγμένους ἔχων τοὺς ὀφθαλμούς. τὸ δὲ ἑξῆς Εὐμενίσι δρομάσι. δρομάσι δὲ ταῖς εὐκινήτοις: — MTAB
φεῦ τῆς δυστυχίας, ὦ Ὀρέστα: — MiAg
ἐκ χρυσοῦ ὑφανθέντων. ἴσως παρὰ τὸ πηνίον: — MgAg
Bi
μαστὸν ὑπερτέλλοντ’ ἐσιδών: ὡς ἄρα ἦσθα τὴν φύσιν ὠμὸς, ἡνίκα ἡ μὲν ὠδινήσασα προὔτεινέ σοι τὸν μαστὸν ἐκ τῶν χρυσοϋφῶν ἱματίων γαλακτοτροφίας ὑπομιμνήσκουσα καὶ παρὰ σοῦ ἔλεον διὰ τούτου θηρωμένη, σὺ δὲ πρὸς τοῦτο ἀπιδὼν οὐκ ἠλέησας τὴν τεκοῦσαν, ἀλλὰ γέγονας τῆς μητρὸς ἀνόσιος φονεὺς τῷ σῷ πατρὶ ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν δι’ ἀσεβείας διδούς: — MTB
ἀνατεινόμενον: — Mg
AgBi
οὐδαμῶς μαινόμενος, σωφρονῶν δέ: — MgAgBi
κατὰ τὸ σιωπώμενον εἶδον τὸν ἄγγελον ἐρχόμενον αἱ τοῦ χοροῦ
γυναῖκες: — MgBi
ἀπὸ λόγου δῆλος εἶ κακάγγελος ὤν: — MiTBi
τῶν Ἀργείων· Πελασγὸς γὰρ βασιλεὺς παλαιὸς Ἀργείων: — MiTABi
ἀντὶ τοῦ· εἰς τὸ μέλλον ἀφορῶσα πολλὰ ἐθρήνουν: — MiABi
ἀντὶ τοῦ κατεδίκασαν. καὶ καθαιροῦσαν ψῆφον’’ τὴν
καταδικάζουσαν: — MiTABi
ἔτρεφε: — Mg
εὐγενῆ πρὸς τὸ χρῆσθαι: — MiBi
καὶ θάσσοντ’ ἄκραν: τόπος οὕτω καλούμενος. τὸν Πρῶνα λέγει· ἐνταῦθά φασι τοὺς Ἀργείους ἐκκλησιάζειν: — MTAB
θάσσοντ’ ἄκραν: φασὶ τὸν Δαναὸν ἐνταῦθα δεδωκέναι δίκας τῷ Αἰγύπτῳ ὑπὲρ ὧν εἰργάσαντο φόνων αἱ θυγατέρες αὐτοῦ: — MTAB
οὗ φασι πρῶτον: ὅπου φασι πρῶτον Δαναὸν μετὰ τὸν θάνατον τῶν υἱῶν Αἰγύπτῳ δοῦναι δίκας. αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. [ὁ δὲ τόπος ἔνθα] ἡ ⟨δὲ⟩ δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται: — MTAB
ἄλλως: ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος,
καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως a]ὁ δὲ Αἴγυπτος
αὐτὸς μὲν οὐκ ἧλθεν εἰς Ἄργος, παῖδας δὲ * * * ὡς μὲν Ἡσίοδος
. καὶ Διονύσιος ὁ
κυκλογράφος a]
ἄλλως: οὗ παρῆκεν ὁ Δαναὸς Αἰγύπτῳ δικάσασθαι. ἱστορεῖ δὲ περὶ
τοῦ χωρίου Δεινίας ἐν ̄θ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας ταχέως δὲ
κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες τοῖς λίθοις
ἀπέκτειναν. καὶ τὸν τάφον αὐτῶν δεικνύουσιν καὶ νῦν ἔτι ὑπεράνω τοῦ
καλουμένου Πρωνὸς, χῶμα † παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν
.
τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν
μέσοισιν εἶπε κηρύκων * *
: — MTAB
καὶ ἄλλως: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον χρησόμενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Αυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους: — MTAB
τὴν Ἡλιαίαν φησί: — MiBi
ἆρα παρὰ πολεμίων τινῶν: — MgB
τὸν δὲ συλλυπούμενον τῷ φίλῳ καθάπερ ἀδελφόν: — MiTAg
Bi
τοῖς κρατοῦσιν ἀεὶ χαριζόμενος: — MiTAg
ἔλεξε δ’ ὑπὸ τοῖς δυναμένοισιν: τὸ ἑξῆς· ⟨ἔλεξε διχόμυθα⟩, ἀντὶ τοῦ διχόγνωμα, τοῖς κρατοῦσιν ἄλλοτε ἄλλα προσχαριζόμενος: — MTB
ἐκπληττόμενος ἐπαινῶν: — MgTAgBi
διὰ τοῦ καλοῖς κακοὺς λόγους ἑλίσσων ἐξηγεῖται τὸ διχόμυθα: — MiT
καθισταίη νόμους: ἀντὶ τοῦ κυροίη. λέγων ὅτι ὁ Ὀρέστης οὐ καλὸν νόμον εἰσήνεγκεν εἰς τοὺς τεκόντας: — MTAB
πηδῶσ’ ἀεὶ κήρυκες: καὶ ἐν ἄλλοις κατὰ τῶν κηρύκων λέγει ὅτι ἀεί ποτε σπέρμα κηρύκων
λάλον
: — MTAB
ὃς ἂν δύνηται καὶ ἄρχῃ τῆς πόλεως: — MiTABi
ἀθυρόγλωσσος: ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι,
σφαλλόμενοι. πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων
ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς
Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τῷ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος
ἠναγκασμένος εἰς τοῦτον βλέπει. θέλει γὰρ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα
αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρόσον Θρᾷξ ἧν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις φιλοτιμότεραι
Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν
ἐπὶ βάρβαρον ἑζομένη πέταλον
: — MTAB
Ἀργεῖος οὐκ Ἀργεῖος: Ἀργεῖος ἠναγκασμένος, ὡσεὶ ἔλεγε
τῷ λέγοντι τοὺς δύο φονευθῆναι. τὸ δὲ κατακτείναντι ὅσον ἐπὶ
τοῖς λόγοις οἷς ἔλεγεν: — Mi
TAB
γράφεται οὐκ εὔοπτος: — MiBi
εὔμορφος: — Mg
Ag
ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς. ῥώμη δὲ ἐπὶ σώματος:
— MiTB
† κατὰ μὲν τὴν ἔξω ἐμφέρειαν καὶ ἐμφάνειαν ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν: — A
αὐτουργός: σῴζουσι γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται: — MTAB
αὐτουργός: ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν: — MTAB
οἱ αὐτουργοί: — Mg
Ag
χωρεῖν ὁμόσε: ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ προρρηθείς. τοῦτο ἐναντίον ἐστὶ τῷ διχόμυθα· συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλήσεσι βουλόμενος. σημαίνει δὲ τὸ σῴζειν ὑμᾶς ἐσπουδακώς: —
ὁμοῦ: — Mg
ἀνεπίπληκτον: ἀνεπίληπτον, ἀναμάρτητον, ἀδιάφθορον, ἀβλαβῆ,
οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι, ἀνεπιτίμητον, ὃν οὐδεὶς διὰ τὸ σῶφρον ὕβρισεν:
— MiTAB
τοὺς ἄνδρας ἀφῄρει: — MiBi
ἣ κεῖν’ ἀφῄρει: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφ’ ᾧ
δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ
ἄλλως: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφ’ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι ⟨καὶ ἰέναι⟩ κατὰ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: — MTA
λελειμμένοι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες
εἰς πόλεμον: —MTAgBi
τὰς γυναῖκας τὰς οἰκουρούσας: — MTBi
τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: — TAg
Ἴναχος αὐτόχθων πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς,
τρίτος Δαναός: — MiABi
ὦ γῆν Ἰνάχου: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν
Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον
πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ
Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ
Φηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἄπις. Εὔρωψ,
Νιόβη. Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος,
Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια,
Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας [ἐγένετο] Τριόπας καὶ Μεσσήνη. Τριόπᾳ δὲ ἐκ
Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ
Ξἄνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε πάλαι τῶν ἀνθρώπων τοῖς
δράγμασι σιτουμένων καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ Ἰὼ ἐγένετο,
Ἰσῦς δὲ Ἔπαφος, Ἐπάφου
τινὲς εἰς τὸ πάλαι στίζουσιν: — MiBi
οὐ φθάνοιτ’ ἔτ’ ἄν: οὐκ ἀρκεσθήσεσθε πρὸς τὸν γυναικῶν φόνον:
— MiTB
i
† ἄλλως: οὐ φθάνοιτε ἀποθνῄσκοντες τῷ ἰδίῳ νόμῳ: — ABi
ἐξαπλοῦται, πλατύνεται κατὰ τῶν ἀνδρῶν: —
MiAgBi
† ὁ νόμος ἀνεῖται: ὅταν γάρ τι τῶν δεόντων παρίδωσιν οἱ τὴν
ἀρχὴν ἔχοντες κέρδει κατειλημμένοι ἢ ἄλλῳ τινὶ πάθει, τότε ὁ νόμος ἀνεῖται,
ἤγουν ἐνδίδοται καὶ πλατύνεται καὶ εἰς αὔξησιν ἔρχεται, πρὸς τὰ κακὰ
δηλονότι εὐρυνθεὶς καὶ τὴν αὔξην λαβών: — A1
οὐκέτι πέρας ὑμῶν ἕξει ὁ θάνατος: — MiTAgBi
† ὁ κακὸς ἐν πλήθει λέγων: εἴωθε γάρ πως ἐν τοῖς συλλόγοις ὁ
τῶν κακῶν κρατεῖν ὅμιλος. ἀμέλει καὶ τῶν πόλεων αἱ πλείους τούτῳ τῷ τρόπῳ
ἁλίσκονται, τοὺς τιμίους παρ’ οὐδὲν τιθέμεναι, τοὺς δὲ ἀτίμους καὶ ἀγοραίους
τιμῶσαι καὶ σεβάζουσαι: — A1
ἐκ τῶν ἐκκλησιαζόντων: — MgT
γράφεται ὡς οὔ σ’ ὁρᾶν δεῖ φέγγος: — MiTBi
[γράφεται] οὐδέν σε ὠφέλησεν: — Mi
στυγνὸν καὶ ὥσπερ ἐστεγασμένον τοῖς κακοῖς. ἐν ἐνίοις οὐ
φέρονται οἱ τρεῖς στίχοι οὗτοι. πῶς γὰρ οὐκ ἔμελλε στυγνάειν: — MiTA1
B
πρὸς τὸν χορόν. ἐὰν μετὰ τοῦ ̄ι, ἡ Πελασγία γῆ καὶ χώρα· ἐὰν ἄνευ τοῦ ̄ι **: — MTA
τὸ τιθεῖσα κατὰ κοινοῦ καὶ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπὶ τῶν
παρηΐδων: — MgBi
αἱματηρὸν ἄταν: ἀντὶ τοῦ· καταξέουσα ἐμαυτῆς τὰς παρειὰς τοῖς ὄνυξιν, ὅπερ ἐστὶ δι’ αἵματος ἄτη: — MTAB
γράφεται καλὴ παῖς: — Mg
Περσέφασσα καλλίπαις θεά: Περσέφασσα καλεῖται ἡ Κόρη. ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις· ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις καὶ καλὴ παῖς, αὐτὴ οὗσα ἡ Κόρη. οὕτως καὶ βέλτιον· αὕτη γὰρ ἐκληρώθη τὸν θρῆνον [τοῖς γὰρ θρηνοῦσιν ἐγγίνεται]. ἡ τὸν Ἴακχον γεννήσασα ἡ καλλίπαις: — MTAB
† ἄλλως: ἰστέον ὅτι τῆς κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς, ἡ Δηὼ, νῆστις περιήρχετο ζητοῦσα αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις, Μετάνειρα, παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἷνον ἐπὶ τῆ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτὴν κατασκευάσαι· ὃν δεξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὕτη πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὸς, Θρᾷσσα τὸ γένος: — B
ἰαχείτω δὲ γᾶ Κυκλωπία: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος
βασιλέως οὕτως ὀνομαζόμενοι. οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλῃ ἄλλος
ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι.
γῆ Κυκλώπων. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διΐ κατασκευάσαι: — MTAB
τὸ ἑξῆς· θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων: — MiTBi
ἰαχείτω δὲ γᾶ Κυκλωπία: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι. ἢ αὐτὴ ἡ ἔφορος θεὸς τῆς πόλεως: — MTA
† Κυκλωπία: ἡ τῶν Μυκηναίων γῆ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον: — A
διὰ τὰ πήματα τῶν Ἀτρειδῶν: — MTB
ὑπὲρ ἡμῶν ἔλεος ἥξει τῶν θανουμένων: — MiBi
ἐλεεινοὶ, φησί, καὶ οἰκτροὶ τὴν τύχην ἡμεῖς οἱ μέλλοντες θανεῖσθαι: — MTAB
ὅσον οὐδέπω ἐλεηθησόμεθα παῖδες ὄντες τῶν ἐν Ἑλλάδι ποτὲ διαπρεψάντων κατὰ τὴν βασιλείαν: — MTAB
καὶ ὁ οἶκος ὁ πάλαι παρὰ τῶν εὐδαιμόνων διὰ τὰ εὐτυχήματα
ζηλωτὸς ὢν καὶ ζηλούμενος: — Mi
TABi
καὶ ὁ οἶκος ὁ πάλαι ποτὲ ζηλωτὸς ὢν καὶ μακάριος: —MgT
ἥ τε: — Mg
ὧ πολύπονα ἔθνη τῶν ἀνθρώπων: — MgBi
λείπει τὸ ἀνθρώπων: — Mi
ἄνισος ἄστατος. ἄλλοι γὰρ ἄλλως ἔχουσι τύχης: — MgBi
μόλοιμι τὰν οὐρανοῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ εἴρηκεν: — MTAB
ἄλλως: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ
φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ
διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. Ἀναξαγόρᾳ δὲ
πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα
·
οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως
ἐξηρτῆσθαι τοῦ λίθου: — MTAB
πέτραν ἁλύσεσι: διὰ τούτων καὶ παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι εἴη μεταξὺ γῆς καὶ οὐρανοῦ αἴσθησιν ἔχων πάντων τῶν πεπραγμένων.; εἰ δ’ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἁλύσεως παρηρτημένος περίεισιν ὁ ἥλιος. γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν ὁ Εὐριπίδης: — MTAB
† εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν, ⟨τουτ⟩έστιν εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ στροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι⟨ήσω⟩, ὃς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβας πολλὰς ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης ⟨πρόγ⟩ονοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ γα⟨μβρ⟩οῖς ⟨γενη⟩σομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν ⟨διὰ⟩ τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπωσεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτοῦ τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάττης, ἁρματεύσας, ἤτοι ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν, ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφρούς: — A
† εἰς τὸν Ἠριδανὸν ποταμὸν κρέμαται ὁ Τάνταλος: — A1
εἴθε παραγενοίμην: — MgBi
τουτέστι μετὰ θρήνων: — MgBi
οἳ κατεῖδον ἄτας: οἵτινες. φησὶν, οἱ ἐμοὶ προπάτορες· λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα· αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὑτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων τὸν Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν. τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέμεθα ὅτι Πέλοψ ὁ Ταντάλου τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων ἀπωθήσατο αὐτὸν κατ’ ἐκεῖνον τὸν τόπον τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν, ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο ἐπώνυμον: — MTAB
ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου. * * ἔλαβε τὴν Ἱπποδάμειαν καὶ ἀναχωρῶν τοῦ ἀγῶνος ἔλαβε μεθ’ ἑαυτοῦ ἐπὶ τοῦ δίφρου ὡς δὴ φίλον τὸν Μυρτίλον: — MTA
ἀρχὴ τῆς ἄτης ἡ ἱπποδρομία Πέλοπος ἡ γενομένη διὰ τοῦ
πελάγους. πτηνόν δὲ ἀντὶ τοῦ ἱππικόν: — MABi
ἀντὶ τοῦ ἱππικόν. ἤτοι ταχύ: — Mg
τῇ τετραΐππῳ πορείᾳ: — MMgTA
ἀντὶ τοῦ ἐξ οὗ: — M
g
προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ
προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ ὁ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν
Μυρτίλον· ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται.
μηνίσαντος δὲ Ἑρμοῦ τοῦ τούτου πατρὸς ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον
ἄρνα, ἣ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε· τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς
ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδο
ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ
Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος: — A1
ὁ Οἰνόμαος ἐβασίλευεν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς,
οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κίλλον. ἡ δὲ
Ἱπποδάμεια Οἰνομάου θυγάτηρ ἡ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ
τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων
γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ
ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου [ἢ Αἰπόλου] θυγατρός. αὕτη τὸν
Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου
κατείχετο καὶ τῷ Μυρτίλῳ φησὶ συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς
νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν
Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων
τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν
οἰκείων ἔχειν ἁρμάτων θεὶς πέρας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον
ἰσθμὸν εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ
δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῄρει. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ
ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος
ἀνέληται· ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων
αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν ῥίπτεται παρὰ Πέλοπος περὶ
Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ
καὶ πεπλήρωνται ὕστερον γεννηθείσης τῆς χρυσομάλλου ἀρνὸς Ἑρμοῦ βουλαῖς
ἀντὶ τοῦ ἐξεδίφρευσεν: — MgBi
τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι: — MgBi
ἀντὶ τοῦ ἐκβαλὼν εἰς τὸν πόντον, ὅτε ἐφόνευσεν: — MgBi
λευκοκύμοσι: τοῖς λευκοῖς κύμασιν, ἐπειδὴ προσρηγνύμενα τῶ ἀκρωτηρίῳ ἀφρώδη γίνεται: — MTAB
Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας: — MTAgBi
ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκλητι: — MT
ἐκ τοῦ ἅρματος βαλών. ὅμοιον δέ ἐστι τῷ διεδίφρευσε: — MgABi
ᾐόνας λέγει τὴν ἐπιφάνειαν τοῦ κύματος: —
MiABi
ὅθεν δόμοισι τοῖς ἐμοῖς: ὅθεν δόμοις τοῖς ἐμοῖς ἦλθ’ ἀρὰ πολύστονος, ὅτε ἐγένετο ποιμνίοις Ἀτρέως ἱπποβότα τέρας ὀλοὸν ἀρνὸς χρυσομάλλου, λόχευμα Μαιάδος τόκου, τουτέστιν· ὅθεν, διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον, συμφορὰ κατέλαβε τοὺς οἴκους τὴν ἀρχὴν λαβοῦσα ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον, λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος, Ἑρμῆς, ὑπέβαλεν. τὸ δὲ λόχευμα πρὸς τὸ ἀρνός, τουτέστι τὸ χρυσόμαλλον λόχευμα ἀρνὸς, περιφραστικῶς τὴν ἄρνα: — MTAB
ἄλλως: ἀκολουθεῖν ἂν δόξειε τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι
τὸ χρυσόμαλλον ἀρνός: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: — MTAB
ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὗν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐττοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: — MTAB
† ἄλλως: τὸ χρυσόμαλλον ἀρνός: καὶ τοῦτο προεξεθέμεθα οὕτως.
φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ
γράφεται τὸ τέτρωρον: — MgTBi
ἀντὶ τοῦ προσαρμόσας, ὡς πληγέντε
κεραυνῷ
: — Mi
μονόπωλον ἐς Ἀῶ: Εὐριπίδης μὲν ἑνὶ ἵππῳ ἐποχεῖσθαί φησι τὴν
Ἡμέραν (φασὶ δὲ τοῦτον εἶναι τὸν Πήγασον), ἄλλοι δὲ ἐπὶ δίφρου. ἠὼς δέ ἐστιν
ἡ πρὸ τῆς ἀνατολῆς ἡλίου λάμπουσα.
τουτέστιν· ἐν μιᾷ ἑμέρᾳ τοῦτο ποιήσας ὁ Ζεὺς, τὸ ἀπὸ δὐσεως
ἀνατεῖλαι τὸν ἥλιον καὶ τήν ἑπτάπορον Πλειάδα: — Mi
ἑπταπόρου Πλειάδος: ἐξ ἑπτὰ γὰρ ἀστέρων ἡ Πλειάς.
πιθανῶς δὲ τὰς Πλειάδας φησίν. τῶν γὰρ ἄλλων πάντων ἐν ταῖς
ἀνατολαῖς δεικνύντων τὴν κεφαλὴν ὁ ταῦρος τὸ στῆθος προφαίνει: — MTABi
ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου
κατέσχεν. ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου
διαδοχαὶ φόνων ἐγένοντο: — Mi
TA
τῶνδέ τ’ ἀμείβει: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: — MTAB
ἄλλως: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει [ἤτοι ὁ Ζεὺς ἀντὶ τῆς χάριτος ἧς παρέσχεν]. τουτέστιν· ἀλλεπαλλήλους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: — MTAB
ἐπώνυμα αὐτὰ εἶπε παρετυμολογῶν τὸν Θυέστην παρὰ τὴν θύσιν τῶν τέκνων αὐτοῦ: — MTB
ἀνέστρεψε τὴν τάξιν τῆς ἱστορίας: — MgTBi
† ὁ Ἀτρεὺς καὶ ὁ Θυέστης ἦσαν ἀδελφοὶ καὶ ὁ μὲν Ἀτρεὺς εἷλε
τὴν Ἀερόπην γυναῖκα ἥντινα εἶχε καὶ ὁ Θυέστης: — Ai
λείπει τὸ κακά: — M
gTBi
μετά τινος κακοπαθείας βαδίζει: — MgTBi
κατακριθείς: — Mg
TAgBi
κῶλα κυρίως λέγουσι τὰς ἁρμονίας τῶν μελῶν: — MgB
συνεζευγμένος. τουτέστι πορευόμενος μετὰ κηδεμονίας: — MgTA
τῇ κηδοσύνῃ συνεζευγμένος καὶ τὸ νοσερὸν κῶλον τοῦ Ὀρέστου
ἰθύνων: — MiB
συγγενικῷ: — Mg
Bi
οἲ’γὼ πρὸ τύμβου: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου, ἢ τοῦ θανάτου. ὁρᾷ δὲ τὸν Ὀρέστην πλησίον τοῦ τάφου τοῦ πατρὸς καὶ θρηνεῖ τὸ κατ’ αὐτὸν ⟨ὡς⟩ ὅσον οὐδέπω ἐκεῖ καθήσεται: — MTA
† οἲ’γὼ πρὸ τύμβου γάρ: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου καὶ τοῦ θανάτου ὁρῶσα στενάζω. ἢ οὕτως· πρὶν ἢ ἐν τῷ τάφῳ καὶ ἐν τῇ πυρᾷ σε θεάσομαι, θρηνῶ: — B
ἀπὸ κοινοῦ τὸ ὁρῶσα: — MgBi
γράφεται γόους: — M
i
λείπει τὸ δεῖ φέρειν. τινὲς δὲ γράφουσιν οἰκτρὰ μὲν, ἀλλ’ ὅμως
φέρε: — MiTBi
τὸ φῶς τοῦ ἡλίου ὁρᾶν οὐκέτι μέτεστιν ἡμῖν τοῖς ταλαιπώροις: — Bi
αὐτάρκης ὁ ὑπὸ τῆς Ἀργείας χειρὸς θάνατος: — MiBi
θανάτου τ’ ἀώρου: νῦν ὅτε ἀνὴρ γέγονας καὶ ἀκμάζεις καὶ
ὀφείλεις ζῆν, ἀπόλλυσαι κατακριθείς: — MiTA
ἄλλως: νῦν σε, φησὶν, ἐχρῆν ζῆν, ὅτε οὐκέτι σε ζῆν συγχωροῦσιν οἱ Ἕλληνες: — MTAB
γράφεται ὅτ’ οὐκέτι: — Mg
πορθμεύουσ’ ὑπόμνησιν: διὰ τὴν ὑπόμνησιν τῶν κακῶν εἰσάγουσά με εἰς δάκρυα: — MTAB
πᾶσιν γὰρ οἰκτρόν: οὐκ ἐκράτησε τοῦ διανοήματος· θέλει γὰρ εἰπεῖν ὅτι πᾶς ἀποθνῄσκων οἰκτίζεται τὴν ἰδίαν ψυχήν: — MTAB
σὺ νῦν μ’ ἀδελφὲ μή τις: σύ μου, φησὶν, αὐτόχειρ γενοῦ, ἵνα μή τίς με τῶν ἐχθρῶν ἀνελὼν ὕβριν ταύτην προστρίψῃ σοι καὶ ἐπιτωθάσῃ σε. κατ’ αὐτοῦ γὰρ τὸν Ἀγαμέμνονος γόνον: — MTAB
ὕβρισμα θέμενος: ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέμνονος γόνον:
— MMiTABBi
γράφεται καὶ δόμον. οὕτως γοῦν καὶ Καλλίστρατός φησιν Ἀριστοφάνη γράφειν: — MTAB
οὐδὲν σοῦ ξίφους: οὐκ ἀποστήσομαι τοῦ σοῦ ξίφους, ἀλλ’ αὐτόθεν ἐμαυτὴν κἀγὼ διαχειρίσομαι: — MTAB
ἀντὶ τοῦ· οὐ μετὰ πολὺν χρόνον τῆς σῆς σφαγῆς: — Mi
τέρπου κένην ὄνησιν: εἰ ὅλως ἔστι τέρψις τοῖς πέλας θανάτου
βεβῶσιν: — MTABi
ὦ φίλτατ’, ὦ ποθεινόν: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα. ποῖον ὄνομα· τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφόν. ὅ ἐστι καλούμενος ἀδελφός. ὁ γὰρ ἀδελφῆς ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο: — MTAB
ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται: — MiT
οἷον· καὶ αὐτὸς περιβαλεῖν σε βούλομαι: —
MiTBi
ἐκ γὰρ κεδρίνου ξύλου εἰώθασι τὰς θήκας κατασκευάζειν: — MTAB
διὰ τὸ μηκέτι μηδὲ φίλους ἔχειν: — MiTBi
ἀντὶ τοῦ· οὐδὲ ἐφάνη ἐν τῇ ἐκκλησίᾳ: — MiBi
τὴν ἐλπίδ’ εὐλαβεῖτο: τὸ μή περιττεύει, οὕτως· ηὐλαβεῖτο καὶ παρῃτεῖτο ἀντειπεῖν * * μὴ σῴζειν τοὺς φίλους· οἱ γὰρ γνήσιοι φίλοι καὶ πρὸς τὸ πλῆθος οὐ παραιτοῦνται κινδυνεύειν. ἢ τὸ πλῆθος ηὐλαβεῖτο πρὸς τὸ μὴ σῴζειν τοὺς φίλους ἢ εἰπεῖν ηὐλαβεῖτο: — MTAB
γράφεται δεξιώτατα: — Mi
γράφεται πατρός: — M
iBi
† σὺ δ’ ἡμῖν τοῦ φόνου: ἀντὶ τοῦ ἔφορος καὶ προνοητής.
παραγγέλλει γὰρ ἀποθανόντων περιστεῖλαι καὶ κηδεῦσαι τὸ ἑαυτῶν σῶμα σεμνῶς:
— Ai
ἠρώτησάς με, φησίν· ἰδοὺ κἀγώ σε ἀντερωτήσω. τοῦτό με
ἠρώτησας, ἀλλ’ ⟨ἐγὼ⟩ ἐκεῖνο· διὰ τί δὲ ζῆν: — MiTAi
† ἤρου· τί δὲ ζῆν: ἠρώτησάς με, εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ κἀγώ σε ἀντερωτήσω· τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ ἑταιρείας χωρίς: — B
σὺν σοί γε: οὐ πρὸς τὸ ῥηθὲν ὑπὸ Ὀρέστου ἀπεκρίνατο. θέλει γὰρ
εἰπεῖν ὅτι συνησέβησά σοι: — MTAA
iB
ἰδίως ταῦτα ὁ Εὐριπίδης τοῦ Πυλάδου ἔμπροσθεν εἰρηκότος ὅτι
ἐκβέβληται ὑπὸ τοῦ πατρὸς, εἰ μὴ ἄρα αἰνίττεται ὡς μετὰ θάνατον τοῦ πατρὸς
δυνήσεται κατελθεῖν: — MTAiB
σοὶ μὲν γὰρ ἔστι πόλις: ἀντὶ τοῦ σὺ σαυτὸν σῷζε τῷ πατρί· οὐ γὰρ οὕτως ἔχεις τύχης ὡς ἐγώ. σοὶ γὰρ ἔξεστιν εἰς τὴν πατρίδα ἐπανελθεῖν: — MTAB
κῆδος δὲ τοὐμόν: τὸ διὰ τοῦ γάμου· μὴ γαμηθείσης γὰρ αὐτῆς οὐκ
ἔμελλε κῆδος εἶναι: — MTABi
ἀλλ’ ὦ ποθεινόν: ὅτι ὁμιλίας τῆς φιλίας. σημειωτέον δὲ πρὸς τὸ
ἐν Φοινίσσαις ὁμιλίᾳ χθονός
: — MTAB
μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον: ὅ ἐστιν· ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμί, ἀλλὰ πλανῴμην εἰκῆ ὑπ’ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος: — MTAB
ἄλλως: μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τὰ νῦν, τουτέστι· μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας. ὅτε γὰρ ἀποθνῄσκουσιν, εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσίν: — MTAB
τί γὰρ ἐρῶ καλόν ποτε: τί γὰρ ἔχω, φησὶν, ἀπολογήσασθαι εἰς
τὴν πατρίδα ἐπανελθὼν, εἰ προδοίην σε δυστυχοῦντα τότε φίλος ὢν ὅτε
εὐτύχεις: — MTABi
γῆν Δελφίδ’ ἐλθών: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατακλυσμὸν
βασιλεύων τῶν περὶ τὸν Παρνασὸν Ὕαν πόλιν ἔκτισε καὶ γήμας Μελάνθειαν τὴν
Δευκαλίωνος ἐποίησε Μελαινίδα· ἐκ δὲ Μελαινίδος Δελφὸς, ὃς τὴν ἀρχὴν τοῦ
μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφ’ ἧς ἡ κρήνη τοὔνομα ἔχει, καὶ
ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι. πόλιν δὲ κτίσας
ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς
Λάφριος, οὗ Νούτιος· ἐφ’ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν
εἵλοντο καὶ τὸν Ακρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πόλεμου
καλῶς
ἐπεὶ δὲ ἅπαξ ἐκρίθη ἀποθανεῖν ἡμᾶς, πρὸς ἀλλήλους σκεψώμεθα ὡς
ἂν τῷ Μενελάῳ κακὸν προστριψώμεθα, ἵνα μὴ μόνοι δυστυχῶμεν ἡμεῖς: — MTAiB
ἀντὶ τοῦ· εἴθε γὰρ τοῦτο ἰδὼν ἀποθάνοιμι: — MiBi
μήπω σφάξῃς σαυτόν: — Mi
σίγα νῦν· ὡς γυναιξί: ὑφορᾶται τὰς τοῦ χοροῦ· ἐνόμιζε γὰρ
ἐχθρὰς αὐτὰς εἶναι: — MBi
τὸ ὡς ἀντὶ τοῦ γάρ. ἢ ἀντὶ τοῦ ὅτι: — MgBi
ὥστε λυπεῖν αὐτόν: — Mg
πῶς τὸ γὰρ ἕτοιμον ἔστιν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς [ἂν] ἡμῖν ἔσται: — MTAB
ἄλλως: τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι. τὸ γὰρ ἕτοιμον καλόν ἐστι. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: — MTAB
ἄλλως: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: — MTAB
ἄλλως: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ
ἀποσφραγίζεται: σφραγῖδας ἐπιτίθησιν ὡς δὴ πάντα κληρονομήσασα
τὰ ἐμά: — MiTAB
ἄλλως: τὰ μὲν, φησὶ, σφραγίζει τῶν ἡμετέρων, τὰ δὲ ἀποσφραγίζει: — MTB
προθύμους εἰς τὴν τῶν ἐνόπτρων καὶ μύρων ὑπηρεσίαν: — MiTABi
τρυφὰς γὰρ ἥκει: οὕτως, φησὶν, ὑπερβαλλόντως ἐτρύφα ἐν τῇ βαρβάρων χώρᾳ ὡς μηδὲν ἡγεῖσθαι τὴν Ἑλλάδα πρὸς τρυφήν. τρυφηλότεροι γὰρ τὸν βίον οἱ βάρβαροι διάγουσι μείζων τε ἡ Ἀσία τῆς Εὐρώπης: — MTAB
οὐδὲν τὸ δοῦλον: ἀσθενεῖς, φησὶν, οἱ δοῦλοι πρὸς τοὺς
ἐλευθέρους μάχεσθαι διὰ τὸ μὴ τολμᾶν: — MTABi
τὸ πρᾶγμα δήλου: τὸ περὶ τοῦ φόνου τῆς Ἑλένης πρᾶγμα δήλωσον καὶ εἰπὲ ποίῳ τρόπῳ μέλλομεν ταύτην ἀναιρεῖν: — MTAB
ἀντὶ τοῦ· δι’ ἃ πάσχομεν: — TBg
ὥστ’ ἐκδακρῦσαι: οὕτως, φησὶ, περιπαθῶς θρηνήσομεν ὥστε αὐτὴν εἰς οἶκτον κινῆσαι ἐπὶ τῷ ἡμετέρῳ θανάτῳ λάθρα χαίρουσαν: — MTAB
καὶ νῷν παρέσται: καὶ γὰρ ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα ἢ ὅτε φονεύομεν αὐτήν: — MTAB
ἄλλως: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ δεῖν
μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε
ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων
προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν,
καὶ πῶς ἀναιροῦμεν αὐτὴν ἔμπροσθεν τῶν δούλων: — TAgB
ἀλλ’ ἐκφαίνοντα τὴν βουλὴν δηλονότι: — MiTB
νῦν, φησὶν, ἔγνων, πῶς δεῖ φονεύειν τὴν Ἑλένην: — MiTB
ἀντὶ τοῦ εὐχή. Ὅμηρος αἱ
δ’ ὀλολυγῇ πᾶσαι
: — MTAg
B
ἀντὶ τοῦ· καὶ θυσίας τοῖς θεοῖς ποιήσουσιν: — MiBi
ὁ μητροφόντης δ’: τὸ τοῦ μητροφόντου ὄνομα φυγὼν εἰς τὸ βέλτιον ὄνομα ἔρχῃ Ἑλένης φονεὺς λεγόμενος: — MTAB
οὐ γὰρ ἀκόλουθον ὑπομιμνήσκειν σε τοῦ φόνου τῆς μητρός: — MTABi
διὰ τὴν συμμαχίαν τοῦ Ἀγαμέμνονος ἀπολαβόντα τὴν Ἑλένην οὐ δεῖ
αὐτὸν πρὸς τούτοις ἔχειν τοὺς σοὺς δόμους: — MiTAB
ἀντὶ τοῦ θάτερον ἢ φονεύσαντες αὐτὴν ἢ καύσαντες τὸν οἶκον: — MiTAB
ἢ τὸ τῶν γυναικῶν ἢ τὸ ἑαυτῆς: — MiTBi
ἀληθής: — MgAg
ἕνα, φησὶν, ἄνδρα συνετὸν προκρίνειεν ἄν τις ἀλογίστου πλήθους
τῶν πολλῶν: — MTAiB
ἄλλως: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ πλῆθος ἀντὶ εὐγενοῦς φίλου: — MTAB
† ἀσύνετόν ἐστι τὸ ἀντικαταλλάσσειν γενναίου φίλου ἑνὸς καὶ εὐγενοῦς πλῆθος μὴ εὐγενές: — A
οἷον· συμβουλεύεις μοι: — MiBi
ἐν τῷ ἐπαινεῖσθαι λίαν: — MgBi
† ἐγὼ δὲ ἀποθνῄσκων οὕτω βούλομαι ἀποθανεῖν, ποιήσας τι κακὸν τοῖς ἐχθροῖς μου καὶ ἀμυνάμενος αὐτοῖς: — A
† τὸ ἑξῆς· δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χρῄζω θανεῖν: — B
ἀντανέλωμεν: — Mg
ῥώμην: ἐπικουρίαν καὶ ἰσχύν. οὐ καταισχυνῶ αὐτὸν δι’ ὧν
ἀνάνδρως ἀποθανοῦμαι: — MTABg
τὸν μηδὲν γενναῖον δράσαντα: — MiAg
τοῦ φονεύειν καὶ μὴ φονεύεσθαι: — MiTAg
κτανοῦσι μὴ θανοῦσιν: τοῦτο κατ’ ἰδίαν λέγει, λείπει δὲ τὸ γενέσθαι. κτανοῦσιν ἡμῖν ἑτέρους, οὐχ ὑφ’ ἑτέρων ἀναιρεθεῖσι, τουτέστιν· εὐτυχήσομεν, εἰ κἂν ἕνα τῶν ἐχθρῶν ἀνέλοιμεν καὶ μὴ παρ’ ἐκείνων ἡμεῖς ἀναιρεθείημεν: — MTB
ὃ βούλομαι: ὃ γὰρ νομίζω τερπνὸν, τοῦτο καὶ μόνον ὀνομάζων ἀδαπάνως εὐφραίνομαι: — MTAB
ἄλλως: ἐξ ὧν οὐδὲν βλαπτόμεθα, οὐδὲν κωλύει εὐφραίνειν ἑαυτοὺς λόγῳ. τὸ ἡδὺ, φησὶ, καὶ εὐκτὸν ἡμῖν πρᾶγμα, τό τινα τούτων λαβεῖν ὑποχείριον, οὐ βούλομαι διὰ στόματος μόνον προφέρειν, τουτέστι μέχρι λόγων ματαίων στῆναι καὶ ἀζημίως τέρψαι τὴν ἐμαυτοῦ ψυχὴν, τουτέστι μὴ μετὰ τοῦ ζημιῶσαί τινα τῶν ἐχθρῶν καὶ τιμωρήσασθαι: — MTAB
ἐγὼ κασίγνητ’: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν ὑποχείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω: — MTAB
σωτηρίαν σοὶ τῷδέ τ’: τὸ ἀναιρεθείσης τῆς Ἑλένης, φησὶν ἡ Ἠλέκτρα, ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην. ταῦτα δὲ ἑξῆς ἐπάγει: — MTAB
θεοῦ λέγεις πρόνοιαν: εἰπὲ, φησὶ, πόθεν σχήσομεν τὴν σωτηρίαν. οἶδα γάρ σε συνετὴν τυγχάνουσαν ἀπ’ ἀρχῆς: — MTAB
ἄλλως: λέγε, φησὶν, ἣν ἔχεις ἡμῖν σωτηρίαν, πῶς πράξεις: — MTAB
τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρψιν: — MiTAB
οἶδας, φησὶ, ταύτην: — Mi
χοαὶ ἐπὶ τῶν νεκρῶν: — MgTAgBg
οἷον· εἰς τί τοῦτο εἶπας: — MiTAgB
ἐνέχυρον τῆς σωτηρίας ἡμῖν: — MgTAgB
λείπει τὸ ἕνεκεν: — MgBg
τίνος χάριν τοῦτο εἶπας: — MiTAgB
† ὅμοιον τῷ ὑποτίθης τίν’ ἐλπίδα. τίνα γὰρ, φησὶν, ἐλπίδα ἐκ τούτου μοι ὑποβάλλεις, ἐκ τοῦ λέγειν ὅτι ἐπορεύθη ἡ Ἑρμιόνη πρὸς τὸν τῆς Κλυταιμνήστρας τάφον: — B
ὡσεὶ ἔλεγεν· ἓν σῶμα καὶ μία ψυχή ἐσμεν. πᾶν γὰρ τὸ καθ’ ἡμᾶς ἓν, φησὶ, καὶ ταὐτόν ἐστιν: — TAB
† ἄλλως: τοῦτό φησιν ὡς, εἴ τινα ἐξ ἡμῶν κακώσει, ἐν τοῖς τρισὶν ἡ βλάβη περιίσταται. κοινὰ γὰρ τὰ τῶν φίλων: — B
ἄλλως: ἓν γὰρ, φησὶ, καὶ ταυτόν ἐστι πᾶν τὸ καθ’ ἡμᾶς καὶ ὡς εἰπεῖν ἓν σῶμα καὶ μία ψυχή: — MTB
κεκτῆσθαι: — Mg
Ag
ἀντὶ τοῦ ἀπολαύειν, τουτέστι· συγχώρει τῷ πατρὶ τὴν Ἑρμιόνην
πρὸς ἀπόλαυσιν καὶ ὄνησιν κτήσασθαι. ἔνθεν καὶ τὸ
πολυπάμονος
πολλῶν
καλεῖσθαι βούλομαι πατὴρ δόμων
, ἀντὶ τοῦ δεσπότης: —
MTAB
ἀντὶ τοῦ· παρίδῃ σε ἀπολλύμενον: — MiTAgB
ἐὰν ἐν τῇ ὀργῇ πολὺς ἔλθῃ: — MgTAgB
ἀντὶ τοῦ ἀσφάλειαν: — MgTAg
ὦ τὰς φρένας μέν: ἁρμόζουσα μὲν ἀνδράσι διὰ τὰς φρένας, γυναικὶ δὲ ὁμοία τὸ σῶμα, ἀντὶ τοῦ εὐπρεπὴς οὖσα. ἢ γυναικὸς φύσιν ἔχουσα· ὃ καὶ βέλτιον: — MTAB
ἄλλως: ἁρμοζόμενον γυναιξί. τὰς μὲν γὰρ ἀρετὰς καὶ ὁ Πλάτων κοινὰς εἶναί φησι, πλεονεκτεῖν δὲ ἴσως τοὺς ἄρσενας: — MTAB
ᾗτινι συζῶν· τὸ γὰρ ζῶν ἀντὶ τοῦ συζῶν· μακάριος ἔσῃ: — MiTB
οἷον κοσμουμένη, τιμωμένη. ἀνοίκεια δὲ ταῦτα τοῦ προκειμένου
ἀγῶνος: — MiTB
ὡς τἄλλα γ’ εἶπας: τὸ ἑξῆς· ὡς τἄλλα γ’ εἶπας κάλλιστα. εἰ
τοῦτ’ εὐτυχήσομεν τὸ λαβεῖν τὴν Ἑρμιόνην, δόξεις τἄλλα καλῶς εἰρηκέναι: — MiTB
ἄλλως: ἐὰν τούτου μόνου ἐπιτύχωμεν, πάντα τὰ ἄλλα καλῶς
εἴρηκας: — MiTB
σκύμνος κυρίως τὸ τῶν λεόντων τέκνον, νῦν δὲ ἐπὶ ἀνθρώπου: — MiTBi
ἀντὶ τοῦ φθάνοι λοιπὸν ὁ χρόνος καὶ ἐγγύς ἐστιν: — MiTBi
τοῦτο μὲν δὴ τοιοῦτον: — MiB
πάρος μένουσα: ἀντὶ τοῦ ἔμπροσθεν. ἢ τὴν παρουσίαν αὐτῆς
ἐκδεχομένη: — MTgB
ὁ Μενέλαος δηλονότι: — MiBi
γέγωνέ τ’ ἐν δόμοις: ἢ διὰ λόγων σημάνασα βόησον μέγα ὥστε ἔνδον ἡμᾶς ὄντας ἀκοῦσαι: — MTB
σκοτεινῆς, ὀρφανῆς τινος διὰ τὸ ἔρημον εἶναι φωτός: — MiTBi
ἀντὶ τοῦ· καλεῖ σε: — Mi
ἐν τῷ ἀντιγράφῳ οὐ φέρονται οὗτοι οἱ ̄δ ἴαμβοι, [καὶ] ἐν ἄλλῳ
δέ: — MiT
ὦ συγγένεια: παρόσον ὁ Στρόφιος Ἀναξιβίαν [Κυδραγόρας] ἔγημε τὴν Ἀγαμέμνονος ἀδελφὴν, ἐξ ἧς ἐγένετο Πυλάδης, ὡς † φησὶ Κράτης. ἢ ἐπεὶ ὁ Στροφίου πατὴρ Κρῖσος Ἀτρέως θυγατέρα ἐγάμει [αὐτὴν] τὴν Κυδραγόραν: — MTB
αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοὶ, συγγένεια οἱ γαμβροί: — MiB
ἐγὼ ὑπὲρ σοῦ, φησὶν, ἐφόνευσα τὴν μητέρα. τὸ δὲ ἑξῆς· σοὶ,
πάτερ, ἀρήγων: — MiT
ὅ ἐστι· συνῄνεσα τῷ φόνῳ: — MiTBi
οὐκοῦν ὀνείδη: οὐκοῦν ῥῦσαι ἡμᾶς ὡς μέλλων κλύειν ταῦτα ἐπὶ ὀνείδεσιν, ἐὰν μὴ σωθῶμεν, ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησας: — MTB
ἄλλως: ὀνείδη: τῶν εὐεργεσιῶν τὰς ὑπομνήσεις, ὡς καὶ ὁ ποιητὴς ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον
: — MTB
οἷον· σπονδάς σοι διὰ δακρύων ποιῶ. οὐ γὰρ ἔχω ἄλλο τι: — MiTBi
εἰ κατὰ γῆς ἔρχονται: — MMiTBi
ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησεν: — MMiT
ἓν δίκαιον ἅπασιν ἡμῖν: — T
Μυκηνίδες ὦ φίλαι: Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσεν, ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὔρωπα, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας ἔκτισε. Φορωνέως δὲ ἀπολωλότος καὶ τῶν παίδων διασκεδασθέντων Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος ὠνόμασεν: — MTB
ἄλλως: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις: — MTB
τὰ πρῶτα: τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄργοσ. Πελασγόν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος: — MTB
λείπει τὸ ἔχουσαι: — MMgTBi
τὸ καλεῖσθαι πότνιαν παραμένει σοι: — MiTBi
τὴν λεωφόρον ὁδόν: — MgBg
εἰς τὸ φρουρεῖν καὶ τηρεῖν τὸν οἶκον: — MiTBi
τί δέ με τόδε χρέος: οἷον· εἰς τί μοι τοῦτο τὸ πρᾶγμα προστάσσεις ποιεῖν, τὸ φρουρεῖν τὴν ὁδόν: — MTB
τὸ τῆς Ἑλένης: — Mi
Bi
τὸν ἀνατολικόν φησιν: — MiT
καὶ μὴν ἐγὼ τόνδ’: ἡνιοχεῖ. τὸ δυτικὸν, ὅτι τῆς ἠοῦς πέρας ἐστὶν ἢ ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν: — MTB
ἄλλως: τὸ δυτικὸν λέγει. ἑσπέρα δὲ λέγεται, ὅτι τοῦ ἠοῦς πέρας
ἐστίν. ἢ ⟨ὅτι⟩ τότε εἰς ἑαυτοὺς περῶμεν. ἢ ἐσωφέρα τις οὖσα, ἀπὸ τοῦ πάντας
εἰσφέρειν καὶ ἔσω φέρειν. καὶ ἡ Σαπφὼ δὲ οὕτως ἕσπερε πάντα φέρων ὅσα φαινολὶς ἐσκέδασ’ αὔως
: — MTB
οἷον· περίφερέ σου καὶ πλαγίαζε τὸ ὄμμα καὶ φύλασσε καὶ τὰ
πλάγια τῶν οἴκων ἐπιτήρει: — Mi
TB
ἑλίσσετε νῦν βλέφαρον: τὸ ἑξῆς· ἑλίσσετε νῦν βλέφαρον διὰ βοστρύχων καὶ κόραισι δίδοτε πάντα, ὅ ἐστι· πάντα τόπον τῆ θέα δίδοτε καὶ σκοπεῖτε: — MTB
κόραισι δίδοτε: λείπει τὸ ἐπί· ⟨τὸ ἐπὶ⟩ ταῖς κόραις βλέφαρον ἑλίσσετε καὶ κινεῖτε καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε.
ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵν’ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ. ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσιν: — MTB
διὰ βοστρύχων δὲ εἶπεν, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλόκαμον μέχρι τῶν παρειῶν ὡς ἂν παρθένοι: — MTB
ἄλλως: πενθοῦσαι τὸν Ὀρέστην λελυμένον αὐτὸν ἔχουσιν, ἐξ οὗ συνέβαινε τὰ πλάγια μὴ ὁρᾶν: — MTB
ἀρσενικῶς εἶπεν ὁ στίβος: — MiBi
πρὸς τὸ ἄλλο ἡμιχόριον λέγει ἡ Ἠλέκτρα· πῶς δέ· τὸ κατὰ σὲ ἔτι
βέβαιον: — MiTB
ἀντὶ τοῦ συμφωνεῖς μοι: — MiT
τὴν ἀκοὴν καὶ τὸ οὖς μου πρὸς ταῖς πύλαις παραθῶ ὥστε ἀκούειν
βοήν: — MiTBi
διὰ τί ἀναβάλλεσθε. πρὸ τοῦ ἐπιστῆσαι τὰ σφάγια * *: — MiTB
ἆρ’ εἰς τὸ κάλλος: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέψαντες οὐκ
ἐχρήσαντο τοῖς ξίφεσιν· οἷόν τι καὶ Στησίχορος
ἄλλως: ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ̄ν ἔστιν ὁ λόγος· ἆρα μὴ καὶ
τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν.
ἐὰν δὲ ᾖ ἐκκεκώφηνται, ἐπὶ τῶν περὶ τὸν Ὀρέστην ἀκουστέον· ἆρα μὴ διὰ τὸ
κάλλος Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται ὡς σπάρτα λέλυνται
. Ἀριστοφάνης δὲ γράφει
ἐκκεκώφωνται ξίφη. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες
ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῷ
κάλλει νενίκηται καὶ διαμεμάλακται. ἐὰν δὲ ἐκκεκώφωνται, ἐπὶ τῶν περὶ
Ὀρέστην ἐκδεκτέον ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη:
— MTB
ἐκ διαδοχῆς πάντα περιβλεπομένη: — MiTB
ὡς ἔστι τεκμήρασθαι: — MiTBi
ἀντὶ τοῦ· ἐν τῇ πόλει ὤν: — MiTBg
τὰ δύο: — MiBg
ἐκ χερὸς ἱέμενοι: ἀντὶ τοῦ ἱέντες. ἁπλούστερον δὲ ὡς γυναῖκες εἶπον· οὐδεὶς γὰρ ξίφος ἀφίησι καὶ βάλλει. ἢ τὸ ἱέμενοι ἀντὶ τοῦ προθυμούμενοι. ἢ ἀντὶ τοῦ ἱέντες: — MTB
ἐφόνευσεν: — Mg
ἀντὶ τοῦ συνέπεσεν: — MiTBi
περιφραστικῶς, εἰς τὰ δίκτυα: — MiTBi
ἐν καταστάσει γίνεσθε καὶ μὴ θορυβεῖσθε: —
MiB
πάλιν κατάστηθ’: ἀναδράμετε, φησὶν, εἰς τὴν προτέραν κατάστασιν τῆς ὄψεως καὶ τὸ μὲν ὄμμα κατεστυγνακὸς ἔχετε, τὸ δὲ πρόσωπον ἀνύποπτον τῶν πεπραγμένων χάριν, τουτέστι· προσποιεῖσθε καὶ νῦν κατηφεῖς εἶναι καὶ λυπεῖσθαι ὡς πρὸ τούτου διὰ τὸν Ὀρέστην, ἵνα μὴ περιχαρεῖς ὑμᾶς ὁρῶσα συνῇ τὸ κατὰ τῆς Ἑλένης πραττόμενον: — MTB
ἥκω λαβοῦσα πρευμένειαν: ἐξευμενισαμένη τὴν ψυχὴν Κλυταιμνήστρας. παρὰ δὲ τὸ πρᾶον καὶ εὐμενές συντέθειται τὸ ὄνομα, ἀντὶ τοῦ πραευμενής: — MTB
πραεῖαν εὐμένειαν: — MiT
τηλουρὸς οὖσα: μακρὰν, τῆλε τῶν ὁρίων οὖσα τῆς οἰκίας. ἐν γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας ἦν. ὁ δὲ λόγος· ἀλλὰ περίφοβος γέγονα διὰ τὴν γενομένην βοὴν ἐν τοῖς οἴκοις, ἣν ἤκουσα πόρρω οὖσα: — MTB
λείπει ἡ διά· διὰ τὴν βοήν: — MiBi
τί δ’· ἄξι’ ἡμῖν: πεπόνθαμεν ἄξια στεναγμάτων: — MTB
ἄλλως: πῶς, φησὶν, ἄξια ἡμῖν στενάγματα, ἀντὶ τοῦ· οὐκ ἀξίως στενάζομεν: — MTB
ἀντὶ τοῦ· ὑπὲρ ἐμοῦ παρακαλεῖ: — MiTBi
ἐπ’ ἀξίοισι τἄρ’ ἀνευφημεῖ: ἀξίως, ὅτι καὶ ὁ οἶκος θρηνεῖ δι’ ὑμᾶς. ἐὰν μὲν ἂν εὐφημεῖ, ἀντὶ τοῦ δυσφημεῖ νοητέον, ἵν’ ᾖ κατὰ ἀντίφρασιν εἰρημένον συνδέσμου ὄντος τοῦ ἄν· ἐὰν δὲ ὑφ’ ἓν ἀνευφημεῖ, ἀντὶ τοῦ κακοφημεῖ καὶ ἀναθρηνεῖ ὁ δόμος. σημαίνει δὲ τὸ ἀνηχεῖ: — MTB
περὶ τοῦ γὰρ ἄλλου: περὶ τίνος γὰρ ἄλλου φθέγξαιτό τις ἢ θρηνήσειεν, ἢ ὅτι ἡμεῖς ἀπολλύμεθα: — MTB
ἄλλως: διὰ ποῖον γὰρ ἄλλο ἤμελλέ τις βοᾶν ἐν τοῖς οἴκοις: — MTB
ἀντὶ τοῦ· ἐν σοί ἐστιν ἡ σωτηρία ἡμῶν. δήλωμα δέ ἐστι τοῦτο: — MiB
ὅσον τὸ κατ’ ἐμέ: — MiBi
τὸ ἑξῆς· οὕνεκ’ ἄνδρας Φρύγας κακοὺς εὑρὼν οὐκ ἔπραξεν αὐτοὺς
οἷα χρὴ πράσσειν κακούς: — Mi
TB
ἀντὶ τοῦ ἔμπροσθεν: — MiBi
μὴ δεινὸν Ἀργείοισιν: μήποτέ τις ἔλθῃ πρὶν ἡμᾶς ἀκοῦσαι παρά
τινων πῶς τὰ ἔσω διάκειται ἢ καὶ ἰδεῖν τὸν Ἑλένης φόνον: — MiTB
λείπει τὸ ὥστε: — M
iBi
ἀντὶ τοῦ καθῃμαγμένον: — MiT
τὰς μὲν γάρ: ὡς ἀπὸ τῆς βοῆς ἐν συμφοραῖς οὖσαν τὴν Ἑλένην
ἐγίνωσκον, ἀγνοοῦσι δὲ, εἰ πέρας ἔσχεν ὁ φόνος αὐτῆς: —
MiTB
διὰ δίκας ἔβα: οἷον· δικαίως ἡ Νέμεσις τὴν Ἑλένην ἐτιμωρήσατο:
— MiTB
ἄλλως: ἡ νέμεσις τῆς δίκης τῶν θεῶν ἔμολεν, ὅ ἐστι· δίκην
ἀπαιτεῖται παρ’ αὐτῶν· ἐνεμέσησαν γὰρ αὐτῇ οἱ θεοί: — MiTB
ἤτοι ἀπολόμενον ἢ ὀλέθριον: — TBi
ἀλλὰ κτυπεῖ: ἐξιών τις ψοφεῖ, τοῦτο γὰρ ἔθος, ταῖς θύραις. τούτους δὲ τοὺς τρεῖς στίχους οὐκ ἄν τις ἐξ ἑτοίμου συγχωρήσειεν Εὐριπίδου εἶναι, ἀλλὰ μᾶλλον τῶν ὑποκριτῶν, οἵτινες, ἵνα μὴ κακοπαθῶσιν ἀπὸ τῶν βασιλείων δόμων καθαλλόμενοι, παρανοίξαντες ἐκπορεύονται τὸ τοῦ Φρυγὸς ἔχοντες σχῆμα καὶ πρόσωπον. ὅπως οὖν διὰ τῆς θύρας εὐλόγως ἐξιόντες φαίνωνται, τούτους προσενέταξαν. ἐξ ὧν δὲ αὐτοὶ λέγουσιν, ἀντιμαρτυροῦσι τῇ διὰ τῶν θυρῶν ἐξόδῳ. φανερὸν γὰρ ἐκ τῶν ἑξῆς ὅτι ὑπερπεπήδηκεν: — MTB
παρ’ οὗ ἢ ἀφ’ οὗ: — Mi
Ἀργεῖον ξίφος: ἐντεῦθεν ἐξέστη τοῦ ἰδίου ἤθους ὁ Εὐριπίδης
ἀνοίκεια ἑαυτῷ λέγων: — MiTB
ἐν εὐμάρισιν: εὔμαρις εἶδος ὑποδήματος σανδαλώδους· πεποίηται
δὲ ἀπὸ τοῦ εὐμαρῶς ὑποδεῖσθαι. προπαροξύνεται ἐν τῇ καθόλου iTB
κεδρωτὰ παστάδων: τὰ ἐκ κέδρου ξύλα. παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ ἐκ τούτων ὑπερπεπηδηκὼς τὰς ὑψηλὰς στέγας. ἀντὶ τοῦ ὑπὲρ τεράμνων. ταῦτα οὖν φησιν, ὡς ὑπερπεπηδηκὼς τῶν ἔσω τινὰς οἴκων. παστάδων γὰρ τῶν θαλάμων. Αἰσχίνης δὲ τὴν ὑπέρ ἀντὶ τῆς πρό φησίν, ἵν’ ᾖ ἀντὶ τοῦ πρὸ τεράμνων: — MTB
τριγλύφους: παρὰ Δωριεῦσι γλυφή τις ἦν ἣ ἐκαλεῖτο τρίγλυφος. ἢ ὡς τῶν Δωριέων καταδειξάντων τὰς τῶν ὀρόφων γλυφάς: — MTB
† φροῦδα γᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον
ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι καθόσον ἄπειροι
τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασί
† ἐμοὶ τῷ βαρβάρῳ φεύγειν βουλομένῳ ἀφανής ἐστιν ἡ γῆ διὰ τὸ μὴ εἰδέναι τοὺς τόπους ὅπου φύγω: — T
† ἄλλως τὸ λεγόμενον νοοῦμεν. ἢ οὕτως ἐκδεκτέον· τοῖς βαρβάροις δραπέταις ἄδηλος ἡ γῆ τῶν Ἀργείων: — T
τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πα
τρίς: — MiTB
βαρβάροισι δρασμοῖς: βάρβαρος ὢν καὶ φυγεῖν θέλων πᾷ, φησὶ,
φύγω, ὦ ξέναι. τὸ δὲ αἰαῖ ἐπιστένων λέγει: — MiTB
ἀντὶ τοῦ· πέφευγα βαρβάροις δρασμοῖς: — MiT
αἰαῖ πᾷ φύγω: τὸ Ἴλιον λέγει καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν Ἑλένης πρόσπολ’ εἰπεῖν Ἴλιον Ἴλιον: — MTB
ταυρόκρανος ⟨ἀγκάλαις ἑλίσσων⟩ κυκλοῖ χθόνα: τοῦτο ἔξωθεν ὁ
ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε
ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν
Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο
. ὅτι δὲ
κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ ἀψορρόου Ὠκεανοῖο
. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς
ταυροκράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν ταῦροι
δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι
. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: — MTB
ἐρωτηθεὶς ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν ὁ Φρὺξ Ἴλιον Ἴλιον ὤμοι μοι· τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος· στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος. καὶ τὸ ἁρμάτειον μέλος, τὸ ἐπὶ κακοῖς ᾀσθέν: — MTB
τινὲς τοῦτο παρεπιγραφὴν εἶναι ὡς εἰς τὰ κωμικὰ δράματα: — MiTB
ἁρμάτειον μέλος: ἁρμάτειον μέλος τὸν θρῆνόν φησι τὸν ἐπὶ τῷ
ἑλκυσμῷ τοῦ Ἕκτορος γινόμενον, ἵν’ ᾖ οὕτως· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ
καὶ τὸν Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ. ἔνιοι δὲ ἁρμάτειον
τὸν ὑμέναιον, τὸν ἐπὶ ἅρμασι τῶν νυμφῶν ᾀδόμενον, ὡς ἐπιθαλάμιον. τούτου
γὰρ, φασὶν, ὁ Φρὺξ ὑπομιμνησκόμενος στε
ἄλλως: νόμον Ἀθηνᾶς φασι διὰ τὸ Ἁρματέα τινὰ Βοιωτὸν αὐτὸ συνθεῖναι, οἱ δὲ ἁρμάτειον τὸ ἀπὸ τοῦ ἅρματος τῆς Ῥέας γινόμενον. ἔνιοι δὲ ἁρμάτειον τὸ ὀξύφωνον ἀπὸ τῶν ὑπαξονίων ἤχων: — T
ἄλλως: τὸν θρῆνον καὶ τὸ μέλος ἀναβοῶ τὸν ἐπὶ τῷ ἅρματι γενόμενον ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ ὑπ’ Ἀχιλλέως. τούτου γὰρ, φησὶ, τελευτήσαντος τὸ Ἴλιον ἀπώλετο: — T
ἁρμάτειον μέλος: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι,
ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι
καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ [τοῖς ὄχεσι] παροχεῖσθαι * * ὑμέναιον
ᾄδειν. τὸ δὲ ᾀδόμενον ἁρμάτειον ἐκάλουν [ἀπὸ τοῦ ταῖς παρθένοις διὰ τῶν
ἁρμάτων ἀγομέναις παρεδεῖσθαι], ὡς ἐπιθαλάμιον ⟨τὸ⟩ ἐν τοῖς θαλάμοις. ὅθεν
τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν,
ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν
ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρῳσὶν [ὑμέναιον] ἐπιτελεσθέντα. ὅτι δὲ οὕτως
ἔχει, ἐπιφέρει διὰ ⟨τὸ⟩ τᾶς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας ὡς
δῆλον εἶναι τὸν ἐπὶ τῇ Ἑλένῃ δι’ ἅρματος ᾀσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν
θρῆνόν φασι τὸν ἐπὶ τῷ ἅρματι γενόμενον, ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ. ἀναιρεθέντος
γὰρ Ἕκτορος ⟨τὸ Ἴλιον ἀπώλετο⟩. Ἀπολλόδωρος ὁ Κυρηναῖος παρεπιγραφὴν λέγει
εἶναι τὸ † ἁρμόδιον, ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφή, ἅπαξ ἂν ἐπεγράφετο [τὸ
Ἴλιον ἀπώλετο]. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς
δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν
φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι.
ὅτι δὲ εὐνοῦχος ἦν, φησὶν οὔτε ⟨γὰρ⟩
γυνὴ πέφυκας, οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ
. καὶ πάλιν ὀξὺ γὰρ βοῆς ἀκοῦσαν
. εἰσὶ
δὲ καὶ ἄλλαι αἰτίαι ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος: —
TB
ἀπὸ κοινοῦ τὸ στένω: — MiBi
διὰ τὸ τᾶς ὀρνιθογόνον ὄμμα: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένην, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ ⟨τὸ⟩ διὰ ⟨τὸ⟩ τῆς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών· τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος· στένω τὸ Ἴλιον ἀπολόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών: — MTB
ἄλλως: ὁ λόγος· στενάζω τὸ Ἴλιον ὀλόμενον διὰ τὸν σκύμνον Λήδας τῆς καλλοσύνας Ἑλένης τῆς δυσελένης, περιφραστικῶς τὴν Ἑλένην: — MT
σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα: — MTB
περιφραστικῶς τὴν Ἑλένην. τὸ ἑξῆς· διὰ τὸ ὄμμα Ἑλένης
δυσελένας τὸ ὀρνιθόγονον καὶ κυκνόπτερον καὶ τὸν σκύμνον τῆς καλλοσύνας
Λήδας: — Mi
ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: — MiBi
περγάμων Ἀπολλωνίων: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν
ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμηρος Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο
.
ἢ ἐπεὶ ὦ καλλιφεγγὲς
Ἥλι’, ὥς μ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ εἰκότως κλῄζῃ βροτοῖς
: — MTB
ὀτοτοῖ ἰαλέμων: ὀτοτοῖ ἐπίφθεγμά ἐστι θρηνητικόν. ἰάλεμος
θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος
ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης
τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά δῶχ’
υἷος ποινὴν Γανυμήδεος
. θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν
τῷ πολέμῳ. ὁ δὲ λόγος· [ἰαλέμων ἰαλέμων καὶ] δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη
Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους. ἀντὶ τοῦ ἱππικὴ Δαρδανία. ἢ ἱπποσύνου
Γανυμήδους, τουτέστιν ἱππικοῦ: — MMiB
ἰαλέμων: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τοῦ Καλλιόπης καὶ Ἀπόλλωνος:
— MBi
τινὲς τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν ὃν καὶ ἐπὶ θρήνου καὶ
ὕμνου λέγουσιν. τὸ δὲ ἑξῆς· ἕνεκα τῶν ἰαλέμων [ἐν τῇ] ἀθλία Δαρδανία: — MBi
Γανυμήδεος ἱπποσύνα: ἢ τοῦ ἱππικοῦ Γανυμήδους ἢ ὦ ἱππικὴ
Δαρδανία. τὴν Δαρδανίαν ἱπποστάσιον εἶναί φασι τοῦ Γανυμήδους. τὴν αὐτὴν δέ
φησι Τροίαν καὶ Δαρδανίαν. τινὲς δὲ οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι
δεδόσθαι ὑπὲρ Γανυμήδους, ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ
παιδὸς ἄποινα χρυσείην φύλλοισιν † ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος
ἐπασκήσας πατρὶ δῶκεν· αὐτὰρ ὁ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί
: — MTB
τὸ κατὰ μέρος, τὸ καθ’ ἕκαστον: — MiBi
οὗτος ὁ στίχος ἐν πολλοῖς ἀντιγράφοις οὐ γράφεται: — Mi
βάρβαροι: ἀντὶ τοῦ βαρβάρως· ἡ γὰρ Ἀσία τῶν βαρβάρων χώρα, ἡ
δὲ Εὐρώπη τῶν Ἑλλήνων: — MTBi
ὁ λόγος· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ. κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω: — MTB
ἄλλως: τὸν λίνον κοινῶς ἐτίθεσαν ἐπὶ τοῦ ὕμνου καὶ τοῦ θρήνου, νῦν μέντοι ἐκπηδήσας ὁ Φρύξ, ὅταν λέγῃ αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσιν, ἐπὶ συμφορᾶς αὐτὸν καὶ θρήνου τάττει: — MTB
ξίφη Ἅίδου φησὶ τὰ θάνατον ἐργαζόμενα: — MiBi
† δύω διδύμω: τουτέστιν Ὀρέστης καὶ Πυλάδης. τοῦ μὲν πατὴρ ὁ βασιλεὺς Ἀγαμέμνων ἐπωνομάζετο, ὁ δὲ Στροφίου ἦν παῖς. κακομήτας δὲ ὁ κακὰ κατὰ τῆς Ἑλένης βουλευσάμενος, οὐχ ὁ κακῶς βουλευόμενος: — B
τὸν Ὀρέστην καὶ Πυλάδην ⟨λέγει⟩: — Mi
τοῦ μὲν πατὴρ ὁ Ἀγαμέμνων: — Mi
κακόβουλος: — Mg
ἀντὶ τοῦ ἐσίγα κατὰ ἀφαίρεσιν τοῦ ̄ε. ἢ σιγᾷ, τουτέστι τῄ
σιγῄ, οἷον μετὰ σιωπῆς δόλιος:— M
iTBi
ἀντὶ τοῦ ἔμπειρος τοῦ πολέμου: — MiBi
ἔρροι τᾶς ἡσύχου: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος
ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: — MTBi
ἄλλως: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν
φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρ
ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον
εἰσελθόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς
ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρ’ ἑκάτερον
μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν: — MiTB
ἀντὶ τοῦ· ἧστινος γυναικὸς ὁ τοξότης Πάρις ἔγημεν: — MiBi
τοῖς ξίφεσι δηλονότι ἠσφαλισμένοι: — MgBi
τὸ ἑξῆς· ἀνέθορον δὲ πάντες οἱ θεράποντες καὶ ἀνεπήδησαν παραχρῆμα καὶ περιέθεον καθάπερ δρομάδες ἵπποι θορυβηθέντες: — MTB
τὸ μή τις εἴη δόλος ἄλλο κῶλον: — Mi
οἱ μὲν, φησὶ, τῶν οἰκετῶν οὐκ ᾤοντο δόλον εἶναι, οἱ δὲ ἐπεπιστεύκεισαν τὴν Ἑλένην μέλλειν ὑπὸ τοῦ Ὀρέστου δολοφονεῖσθαι, ὥσπερ ἐν ἄρκυσι ζωγρηθεῖσαν. ἄρκυς γὰρ τὸ λίνον: — MTB
τοῖς δὲ ἐδόκει Ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνου ἐμπλέκειν καὶ ἐμβάλλειν τὴν Ἑλένην. οἷον εἰς ἀρκυστάτην μηχανὴν καὶ [ὡς] περίβλημα λίνων: — MTB
ὅ ἐστιν εἰς δολοφονίαν· ἄρκυς γὰρ τὸ δίκτυόν ἐστιν: — MiTB
σὺ δὲ παρῆς τοῖς γινομένοις ἢ ἀκούσας παρ’ ἑτέρου πάλαι πέφευγας ἐκποδών: — MTB
παρὰ τὸν βόστρυχον τῆς Ἑλένης πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν πέμπων: — MTB
πτερίνῳ: τῇ ῥιπίδι. ἢ παρόσον πάντα τὰ ἐπὶ τῆς κεφαλῆς καλύμματα πτερὰ ἔλεγον, οἷς δὴ καὶ ῥιπίσιν ἐχρῶντο. κυκλοτερὴς γὰρ ἡ ἐκ τῶν πτερῶν ῥιπίς. ἡ δὲ πρό ἀντὶ τῆς κατά, ὅ ἐστι· κατὰ τοῦ προσώπου αὐτῆς πνοὴν ἐπιπέμπων: — MTB
αὔραν ἀίσσων, ἀντὶ τοῦ πνοὴν ἐπιπέμπων: —
MiB
μετὰ σπουδῆς ἐχαλᾶτο, κατηπειγμένως: — MiT
ἀντὶ τοῦ· τὰ ἀπὸ τῆς λαφυραγωγίας τῶν βαρβάρων νήματα καὶ λίνα. ἀπὸ τῶν Φρυγίων σκύλων βουλομένη συρράψαι ἐνδύματα πορφυρᾶ, ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς Κλυταιμνήστρας: — MTB
ἐπὶ τύμβον: ἀντὶ τοῦ διὰ τὸν τύμβον, τουτέστι· τὰ δὲ νήματα ἵετο τῷ πέδῳ διὰ τὸν τύμβον. ἀπὸ δὲ τοῦ τύμβου τὸ σῶμα τῆς Κλυταιμνήστρας δηλοῖ. ἀγάλματα δὲ ἀντὶ τοῦ ἀγάλμασι· καλλώπισμα γάρ ἐστιν ἡ κηδεία τοῦ νεκροῦ σώματος. ὁ δὲ λόγος· τὰ δὲ νήματα καὶ τὰ λίνα τὰ ἐκ Φρυγίας εἰργάζετο διὰ τῆς Κλυταιμνήστρας τὸ σῶμα, ἵνα τοῦτο συστολίσῃ καὶ κηδεύσῃ αὖθις λαμπροῖς ἱματίοις καὶ φάρεσι πορφυρέοις: — MTB
καλλωπίσματα· κόσμος γὰρ τῶν τύμβων τὰ ἀναθήματα: — Mi
ἀντὶ τοῦ ἀνάστηθι. ἀπαγαγεῖν δὲ αὐτὴν ἐβούλετο ἀπὸ τοῦ τόπου τούτου οὗ ἐκάθητο εἰς ἕτερον τόπον ἐκκλῖναι βουλόμενος τοὺς παρεστῶτας οἰκέτας. τούτου οὖν ἀποστᾶσα τοῦ κλισμοῦ ἐλθὲ ἐπὶ τὴν Πέλοπος καθέδραν, ἔνθα εἰώθει διατρίβειν ὁ Πέλοψ: — MTB
ἀποστῆσαι γὰρ αὐτὴν ἤθελε τῶν παρεστώτων θεραπόντων: — MT
τὸ σύν κατὰ κοινοῦ, τουτέστιν· ὁ δὲ συνεργὸς συμπράσσων τῷ Ὀρέστῃ, ὁ πονηρὸς ἀνὴρ Φωκεὺς, τοιαῦτα εἶπεν. λέγει δὲ τὸν Πυλάδην: — MTB
λείπει τὸ καὶ τοιαῦτα ἔλεγεν: — Mi
ἐφ’ ἧς ἕκαστος ἐκαθέζετο: — Mi
πόρρωθεν. τὸ δὲ διαρμόσας ἀντὶ τοῦ προσαρμόσας καὶ συγκλείσας. ἀπὸ τοῦ διαρμόσας τὴν ἀδιάλειπτον παραμονὴν τῶν οἰκετῶν ἐσήμανεν, ἣν εἶχον μετὰ τῆς δεσποίνης: — MTB
ἀντὶ τοῦ μετὰ ταῦτα: — Mi
Ἰδαία μᾶτερ: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα. ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος: — MTB
ὀβρίμα ὀβρίμα: ὀβρίμαν αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον, τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος· φεῦ φεῦ τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ Ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσι φοβερά ἐστιν: — MTB
γράφεται ἀποκτενεῖ: — Mi
μετὰ τῶν στηθῶν καὶ τὴν κεφαλὴν ἐκτύπησεν: — MiTBi
ἡ Ἑλένη, φησὶ, διαναστᾶσα φυγῇ τὴν σωτηρίαν πορίζεται: — MiTB
λείπει τὸ ποδί: — M
g
τὸν πόδα φησίν. ἀπὸ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ. τὸ δὲ δικών ἀντὶ τοῦ ἐκτείνας καὶ βαλών. ὁ δὲ Ὀρέστης, φησὶ, παραχρῆμα προβὰς τὸν πόδα ἐξέτεινε τὴν χεῖρα καὶ λαβόμενος τῆς κόμης ἔμελλεν αὐτὴν παίειν τῷ ξίφει: — MTB
ἀντὶ τοῦ ἀριστερᾷ χειρί: — MiBi
τὸ μελανθησόμενον: — MiBi
ἰαχᾷ δόμων θύρετρα: ἰαχῆς, φησὶ, καὶ θορύβου γενομένου κατὰ τὴν οἰκίαν τὰς θύρας τῶν σταθμῶν, ἔνθα ἦμεν συγκεκλεισμένοι, ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες: — MTB
τὰ ἀκόντια, ἀπὸ τοῦ ἐπηγκυλίσθαι. ἢ διότι ἀπὸ τῆς κατὰ μέσον
ἀγκύλης λαμβανόμενοι ῥίπτουσιν: — MiTBi
μεγάλην κώπην καὶ ἐκτεταμένην ἔχον: — MTBi
ἀντὶ τοῦ ἄτρεπτος καὶ ἄφευκτος ἐν ταῖς μάχαις. ἢ ἀκατάπαυστος.
ἢ ὃν οὐκ ἔστι λιάσαι καὶ εἰς φυγὴν τρέψαι: — MiTBi
τρικόρυθος: ὁ μεγάλην ἔχων περικεφαλαίαν. ὅμοιον δέ ἐστι τῷ τρίπτυχος αὐλῶπις
. ἢ ὅτι ἔνιοι τῶν ἡρώων
τριλόφοις ἐχρῶντο: — MTB
τότε: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ,
οἱ Φρύγες. ἢ τότε ἐν τῶ Τρωικῷ πολέμῳ: — MiTB
τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες: ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι. ⟨τότε⟩, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην, ἐφάνησαν οἱ Φρύγες [πολὺ τῶν Ἑλλήνων ὄντες ἀσθενέστεροι] καθ’ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν ⟨πρὸς⟩ τὰ ἐν Ἰλίῳ λόγου παρεκβάσει χρησάμενος. οὐ γὰρ εἰκὸς ἦν οὕτως πολλοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες: — MTB
ἥσσονες Ἑλλάδος ἐγενόμεθ’ αἰχμᾶς: εἰκότως ὑπὸ τῶν Ἑλλήνων
τότε, ἐν Ἰλίῷ, [ἢ τῶν περὶ τὸν Ὀρέστην] ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ
δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε τὸν ἔλεον
θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν
εἰς φυγὴν ἐτρεπόμεθα καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν
ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς
γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς
τοῦ λόγου· φασγάνων τε ἀκμὰς συνήψαμεν καὶ ἡττήθημεν κατὰ κράτος ὥσπερ καὶ
ἐν
ὁ μὲν οἰχόμενος: ταῦτα ἐπὶ τῶν ἐν Ἰλίῳ νοητέον, οἱ δ’ οὐ νοήσαντες ὑπέλαβον ἐν τοῖς βασιλείοις τοσούτους τεθνάναι: — MT
ταῦτα ὡς ἐπὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων. οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν ἐν Ἰλίῳ, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκίᾳ, εἰς τοὺς σκοτεινοὺς τόπους τῆς οἰκίας ἐφεύγομεν: — MTB
θανάτου προβολάν: ἀντὶ τοῦ ἱκεσίαν ὑπὲρ τοῦ θανάτου
προβαλλόμενος καὶ ἱκετεύων: — MTB
i
ἐπὶ φόνῳ χαμαιπετεῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη. χαμαὶ οὔσῃ τῇ Ἑλένῃ. μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι: — MTB
ἄλλως: ἢ τεθορυβημένος οἴεται αὐτὴν πεπτωκέναι ἢ χαμαιπετεῖ τῷ μέλλοντι πεσεῖσθαι: — MTB
ἄλλως: οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτήν. ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἐξ αὐτῶν ἀφανὴς ἐγένετο: — MTB
χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος οὐκ
ἀκριβολογεῖται: — MiT
ἄθυρσοι δ’ οἷά νιν: κακόθυρσοι. ἢ θύρσων μόνον δεόμενοι πρὸς τὸ εἶναι Βάκχαι. ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ Βάκχαι μετὰ θύρσων βακχεύουσιν: — MTB
† . . . . . ἐπέλεγον. ἔστι δὲ αὐτὴ Σκυθικὴ φωνὴ ἐξελληνιζομένη † ὦ υἷις καὶ υἱὲ τοῦ ἄτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ χεῖρας οἱ τοιοῦτοι βάκχαι θύρσους, ἤτοι νάρθηκας, ἀντὶ κλάδων τούτους περιφερόμενοι εἰς τιμὴν τοῦ Διονύσου. ἐδόκουν δὲ τοῖς ὁρῶσι μαίνεσθαι, τῇ δ’ ἀληθείᾳ φιλάνθρωποι ἦσαν. διὰ γοῦν τὸ δοκεῖν ἐκείνους μαινομένους εἶναι ὁ Εὐριπίδης τὸ ἄθυρσοι βάκχαι ἀντὶ τοῦ μαινόμενοι ἐξεδέξατο: — A
† σημείωσαι καὶ τὸ θύρσος πῶς ἐκλήθη νάρθηξ. θύρσος μὲν γὰρ τῷ φυτῷ τὸ παλαιὸν ὄνομα παρόσον αὐτῷ ἐχρῶντο οἱ γεωργοὶ ἐν ταῖς αἱμασιαῖς τῶν λειμώνων καὶ τῶν κήπων καὶ τῶν θειλοπέδων καὶ ἀμπελώνων. ὕστερον δὲ ἐκλήθησαν νάρθηκες, ὅτι ἐχρήσαντο αὐτοῖς οἱ τῶν παίδων ἀλεῖπται καὶ παιδοδιδάσκαλοι πρὸς τὸ πλήττειν τοὺς νέους. νάρθηξ γοῦν ἐτυμολογεῖται παρὰ τὸ τοὺς νεαροὺς θήγειν, ἤτοι τοὺς νέους παῖδας ἀκονᾶν καὶ παρορμᾶν πρὸς τὰ μαθήματα: — A
συλλαβόμενοι δὲ, φησὶ, τὴν Ἑρμιόνην οὐδὲν ἧττον πάλιν
ἐπεδίωκον Ἑλένην ἐπὶ φόνῳ: — Mi
TBi
τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι, παρόσον παρὰ τῆς Θῶνος
γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ἡ Ἑλένη, ὡς Ὅμηρος τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις, Αἰγυπτίη, πολλὰ
μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά
: — MTB
ἀπέδρων γάρ: — Mi
Bi
ἀντὶ τοῦ ἀνονήτως: — MiBi
ἀντὶ τοῦ· διαδέχεται νεώτερον κακόν: — MiTBi
ἐτραγῴδει ὁ Φρύξ: — MiT
οὔτι που κραυγὴν ἔθηκας: ἀντὶ τοῦ· οὐ διὰ τοῦτο, φησὶν, ἐβόησας ὥστε τὸν Μενέλαον ἐλθόντα βοηθεῖν: — MTAB
ἄλλως: οὐκ ἄρα που, φησὶ, μεγάλῃ φωνῇ τὸν Μενέλαον ἐκάλεσας ὥστε βοηδρομεῖν: — MTAB
λείπει τὸ βούλομαι: — MiTBi
ἐνδίκως: ἀνάξια καὶ τραγῳδίας καὶ τῆς Ὀρέστου συμφορᾶς τὰ λεγόμενα: — MTB
νῦν, φησὶν, ἔοικας ὑπὸ δειλίας [τἄνδον] ὑποκρίνεσθαι τοῖς λόγοις ἕτερα κατὰ ψυχὴν ἔχων καὶ φρονῶν: — MAB
† ἀντὶ τοῦ· οὐ πρὸς χάριν, ἀλλ’ ἀληθῶς λέγω ὅτι ἀξία ἐστὶν ἀποθανεῖν, ἥτις τὴν Ἑλλάδα πᾶσαν καὶ τὴν Φρυγίαν ἠφάνισεν: — B
ὄμοσον: ὅτι οὐ πρὸς χάριν ἐμὴν ταῦτα λέγεις οὐδὲ ὑποκρινόμενος, ἀλλὰ τῇ ἀληθείᾳ οὕτω φρονεῖς. λείπει δὲ ἡ εἰς· εἰς ἐμὴν χάριν: — MAB
ὧδε κὰν Τροίᾳ σίδηρος: καὶ ἐν Τροίᾳ, φησὶν, ὁ σίδηρος οὕτως ἦν φοβερὸς τοῖς Τρωσὶν ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φής· θάνατον ἐνοπτρίζομαι: — MAB
γράφεται ἄπαγε: — M
g
ἀφεῖσαι: ἀπήλλαξαι: — MT
πρὸ τέλους ὁ τόνος. προπερισπᾶται γὰρ παρακείμενος ὤν. ὁ Θεοδόσιος ἀπὸ τοῦ ἐῶ φησιν αὐτό· εἰ γὰρ ἦν ἀπὸ τοῦ ἵημι, προπαρωξύνετο, φησὶν, ὡς τρισύλλαβος ἀπὸ τῶν εἰς ̄μ ̄ι. οἱ δὲ ἀπὸ τοῦ ἵημι, ἥσω, ἧκα, ἕμαι, εἷμαι, κατὰ πλεονασμὸν ὡς τὸ τέθειμαι, καὶ εἷσαι, καὶ ἀφεῖσαι. φυλάττεται γὰρ ὁ τόνος τῶν ὁριστικῶν, ἐπὰν μετὰ προθέσεως συντεθῶσι καὶ μὴ ἀποβάλωσι τὴν μακράν: — MTB
ἀλλὰ μεταβουλευσόμεθα: ἐπὶ τοῦ παρόντος, φησὶν, ἀφίημί σε,
ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ: — MTBi
μῶρος, εἰ δοκεῖς με: μῶρος εἶ, φησὶν, εἰ δοκεῖς με ὅλως ἀξιοῦν φονεύειν σε. τινὲς δὲ εἰς τὸ μῶρος ⟨εἶ⟩ στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον: — MT
μῶρος εἶ: τινὲς οὕτως στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον. τινὲς δὲ οὕτως· εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην, πάνυ ἀνόητος εἶ, ἵν’ ᾖ κατ’ ἔλλειψιν: — B
οὔτε γὰρ γυνὴ πέφυκας: δύναται μὲν καὶ ἐπὶ εὐνούχου
ὀξὺ γὰρ βοῆς: ἐκεῖνο, φησὶν, ἐφοβούμην καὶ ὑφωρώμην μὴ ἄρα σὺ κραυγάσας ἐξαναστήσῃς τὴν πόλιν καθ’ ἡμῶν. περὶ γὰρ τοῦ Μενελάου οὐδεὶς λόγος· ἑνὸς γὰρ αὐτοῦ ὄντος δυνησόμεθα περιγενέσθαι, ὥστε ἡκέτω ὁ τῷ κάλλει μόνον ἐπερειδόμενος. εἰ δὲ τοὺς Ἀργείους πάντας ἐπαγόμενος ἔλθῃ ἀμυνόμενος ἡμᾶς διὰ τὸν τῆς Ἑλένης φόνον καὶ μὴ ἐθελήσῃ σῴζειν ἡμᾶς, ἐπαναιρήσομεν τῇ Ἑλένῃ τὴν Ἑρμιόνην: — MTB
ὀξέως γὰρ ἐξεγείρονται οἱ Ἀργεῖοι, ἐπὰν βοῆς ἀκούσωσιν: — TAg
Μενέλεων δ’ οὐ τάρβος ἡμῖν: οἷον ὑποδέξασθαι τὴν πρὸς Μενέλαον
μάχην: — MTABi
εἴσω αὐτὸν τοῦ ξίφους λαβεῖν: — MTA
οἷον γαυρούμενος ἐπὶ τῇ κόμῃ: — MgAg
τὸν Ἑλένης φόνον διώκων: τιμωρούμενός με διὰ τὸν τῆς Ἑλένης φόνον. διώκειν γὰρ ἦν τὸ εἰς δικαστήριον ἕλκειν ἄλλους. καὶ διώκειν κυρίως τὸ κατηγορεῖν, κεῖται δὲ νῦν ἐπὶ τοῦ ἐπεξιέναι. ὁ δὲ λόγος· ἐπεξιὼν διὰ τὸν Ἑλένης φόνον: — MTAB
γράφεται κἀμὲ μὴ σώσῃ θανεῖν: — Mg
δόμος: ὁ δόμος ὁ περὶ τοὺς Ἀτρείδας, ἀντὶ τοῦ ὁ τῶν Ἀτρειδῶν
δόμος, εἰς ἕτερον ἀγῶνα μεταπίπτει: — MTABi
τί δρῶμεν: μερίζεται τὴν γνώμην ὁ χορός. δέδοικε γὰρ μὴ
ὕστερον ἐγκληθῇ κρύψας: — MABi
ἴδε προκηρύσσει: ἰδοῦ, φησὶν. ἀναπηδῶν ὁ καπνὸς ἀπαγγέλλει τῇ
πόλει τἀνθάδε πραττόμενα: — MTAg
B
ἀνεγειρόμενος ὁρμῶν: — TAg
γράφεται καὶ φόνου καὶ πόνου: — T
τέλος ἔχει δαίμων: ἀντὶ τοῦ· τῶν ἀνθρωπίνων πραγμάτων τὸ τέλος
ἐν θεῷ ἐστιν: — MTABi
ἄλλως: ἀεὶ, φησὶν, ὃ βούλεται ὁ θεὸς τοῖς ἀνθρώποις τέλος
ἐπιτίθησιν: — MTABi
† ἄλλως: ὡς ἐν ἐπιλόγῳ τοῦτό φησιν ὅτι τὰ πράγματα τὸ τέλος καὶ τὴν ἔκβασιν ἔχει κατὰ τὸ θέλημα τοῦ θεοῦ: — A
ἡ διά ἀντὶ τῆς ὑπό: — Mi
ἔπεσεν ἔπεσεν: ἐὰν μὲν διὰ τοῦ ̄ε τὸ ἔπεσεν, οἱονεὶ ἐπλησίασέ τις τοῖς οἴκοις φονικὸς δαίμων δι’ αἱμάτων τιμωρίαν ποιούμενος τοῦ πτώματος τοῦ Μυρτίλου· ἐὰν δὲ διὰ τῆς ᾶῖ διφθόγγου, ἀντὶ τοῦ ἔκρουσεν. ἐὰν ἔλθῃ ὁ Μενέλαος: — MTAB
γράφεται καὶ πέρα: — Mg
ὀξύπουν: ἀντὶ τοῦ ἀκούσαντα παρά τινος τὴν παροῦσαν δυστυχίαν ἐν τοῖς οἴκοις: — MTAB
συμπεραίνοντες: συνδέοντες, συγκλείοντες, πέρας ἐπιτιθέντες τοῖς μοχλοῖς, τουτέστι ταῖς θύραις: — MTAB
δεινὸν εὐτυχῶν ἀνήρ: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν,
ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντας. ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα,
δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα
μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
: — MTAB
δεινὰ καὶ δραστήρια: ὅ ἐστι χαλεπὰ καὶ δράματος ἄξια. τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γενόμενα: — MTAB
βάξιν: ἀντὶ τοῦ φήμην. ἐνόμιζε γάρ τινα πεπλακέναι ταῦτα: — MAgB
ἣν φόβῳ σφαλείς: ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν: — MTAB
ἕως τέλους ὑποκρίνεται ὁ Μενέλαος: — MiTBi
ἀλλὰ τοῦ μητροκτόνου: οἴεται ὅτι Ὀρέστης ἔσπειρε φήμην ὡς ἄρα ἡρπάγη ἡ Ἑλένη μέλλουσα τελευτᾶν ὑπ’ ἐμοῦ: — MTAB
ἄλλως: τοῦ Ὀρέστου, φησὶ, φονεύσαντος ἢ κρύψαντος, ἵνα μὴ ταράξῃ, ὑπέθετο αὐτὴν ἡρπάσθαι: — MTAB
ἀλλὰ παῖδ’ ἐμήν: εἰ καὶ μὴ τὴν Ἑλένην, ἀλλὰ κἂν τὴν παῖδα: — MTABi
ᾗ δεῖ ξυνθανεῖν: ᾗτινι, τῇ Ἑλένῃ, δεῖ τοὺς φονέας αὐτῆς ὑπ’ ἐμοῦ συναναιρεθῆναι: — MTAB
ταῦτα ἄνωθεν Ὀρέστης ἐκ τοῦ δώματός φησιν: — MiTB
ἐπῆρσαι πέφραξαι ὑψώθης: — MiTB
θριγκῷ: θριγκοὶ καλοῦνται οἱ ἐπικείμενοι λίθοι ταῖς ἐξοχαῖς τῶν δωμάτων. τὰ αὐτὰ δὲ καὶ γεῖσα: — MTB
γεῖσα λέγονται αἱ στεφάναι τῶν οἴκων: — MgTB
λείπει ὁ καί· ἅ σ’ εἴρξει τῆς σπουδῆς καὶ τοῦ περᾶν ἔσω τῶν
οἴκων: — MiTAB
† ἄλλως: ἃ, κλεῖθρα, τῆς εἰς μάχην σπουδῆς ἀποπαύσει καὶ ἀποκωλύσει σε καὶ τοῦ μὴ ἔσω τῶν οἰκοδομημάτων εἰσελθεῖν: — B
περισσὸς ὁ μή: — Mg
Bi
ἔα· τί χρῆμα: κάτωθεν ἀναβλέψας ὁ Μενέλαος ὁρᾷ πῦρ ἀναπτόμενον καὶ ξίφος ἐπικείμενον τῷ τῆς Ἑρμιόνης αὐχένι: — MTAB
ἐπίφρουρον: ἐπικείμενον παρόσον οἱ φρουροῦντες ἐπίκεινται τοῖς φρουρουμένοις: — MTA
λυπράν γε τὴν ἄρνησιν: τουτέστι· λυποῦμαι ἀρνούμενος. τουτέστιν· ἀρνοῦμαι ἄρνησιν λυπηράν: — MTB
ἀντὶ τοῦ εἴθε: — Mi
τὸ ἑξῆς· εἰ γὰρ ὤφελον τὴν Ἑλλάδος μιάστορ’ εἰς Ἅιδου βαλεῖν:
— MiTAB
τί χρῆμα: ποῖον, φησὶ, πρᾶγμα ὤφελες δεδρακέναι· φοβεῖς με γὰρ τοῦτο εἰπών: — MTAB
ὁ Ἀγαμέμνονος. τοῦτο δέ φησιν, ὅτι τῇ ἀνελούσῃ αὐτὸν ἐσπούδασε
βοηθῆσαι καὶ οὐχὶ τῷ Ὀρέστῃ: — Mi
TAB
λείπει τὸ ἐγώ εἰμι: — Mg
ὡς μή γ’ ἔχῃς: πορθήσω, φησὶ, τὸν οἶκον, ἵνα μὴ σὺ τοῦτον ἔχῃς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπισφάξω ταύτην τῷ πυρὶ, τουτέστι· τῷ πυρὶ πρήσω τὸν οἶκον μετὰ τὸ ἀποκτεῖναι τὴν Ἑρμιόνην: — MTAB
καὶ σφάγια πρὸ δορός: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. εὖ γοῦν καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι πρότερον θύειν τοῖς θεοῖς: — MTAB
σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν: — MiTAg
Bi
τοῦ φόνου τῆς μητρὸς δηλονότι: — MiTAgBi
καλήν γε οὖσαν, τιμῶν δηλονότι. ἐγὼ οὖν μὴ ἔχων καλὴν
ἀπέκτεινα· διὸ καὶ ἀτυχῶ: — Mi
TAgB
ἀντὶ τοῦ· ἐψεύσω τῆς ἐλπίδος: — MiAgBi
παροιμιῶδες τὸ ἡμιστίχιον: — MiTAgBi
εἴθε: — MgBi
ὅτε σε ἠξίουν βοηθῆσαί μοι: — AgBi
ἔχεις με: ἀντὶ τοῦ· περιγέγονάς μου, ὡς ἐπὶ τῆς συνηθείας
λέγομεν· ἔχεις με ἔσω. ὅτι ἐχειρώσατο τὴν Ἑρμιόνην: — MiTAgB
σὺ σαυτὸν δυνάμει κατηγωνίσω κακὸς γενόμενος πρός με: — MiBi
γράφεται γεῖσα τεκτόνων πόνον: — Mi
ἱππίου τ’ Ἄργους κτίται: οἰκήτορες. ἀντὶ τοῦ οἰκηταί. τοιοῦτον
δέ ἐστι καὶ τὸ συὸς ὀρεικτίτου
παρὰ Πινδάρῳ ἐύκτιτον ἄστυ
Ὅμηρος, ἀντὶ τοῦ εὐκατοίκητον πόλιν: — MTAB
πᾶσαν γὰρ ὑμῶν: πᾶσαν γὰρ ὑμῶν οὗτος πόλιν βιάζεται διὰ τὸ ζῆν καὶ αὐτὸν, μηδενὸς αὐτῷ συγχωροῦντος: — MT
ἄλλως: οὐδενὸς αὐτῷ συγχωροῦντος ζῆν οὗτος βιάζεται ἀδίκως
τούτου τυχεῖν βουλόμενος, τοῦ ζῆν: — MTABi
τοῦ φρονήματος: — M
g
σύ θ’ ὃς ξιφήρης: παῦσαι ὀργιζόμενος, ἵνα ἀκούσῃς: — MB
διὰ τὴν ὀργὴν τὴν πρὸς Μενέλαον: — MiTBi
σύνθακος ἔσται ναοτίλοις σωτήριος: ὅτι καὶ ἡ Ἑλένη τοῖς
χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην, σεσημείωται. ὁ
μέντοι Σωσίβιος a]
ὡς ἀπαντλοῖεν χθονός: ἱστορεῖται ὅτι ἡ γῆ βαρουμένη τῷ πλήθει τῶν ἀνθρώπων ἠξίωσε τὸν Δία ἐλαφρῦναι αὐτῆς τὸ βάρος· τὸν δὲ Δία εἰς χάριν αὐτῆς συγκροτῆσαι τόν τε Θηβαϊκὸν πόλεμον καὶ τὸν Ἰλιακὸν, ἵνα τῶν πολλῶν ἀναιρεθέντων κουφισμὸς γένηται. ἑτέραν οὖν, φησὶν, ἄγε νύμφην, ἐπεὶ οἱ θεοὶ ταύτην ἀνειλήφασιν, ἣν αὐτοὶ τότε κατέπεμψαν, ἵνα διὰ τὸ ταύτης κάλλος συγκροτησάντων πόλεμον Ἑλλήνων καὶ Φρυγῶν καὶ τῶν πολλῶν ἀναιρουμένων ἐλαφρότερον γένοιτο τῇ γῇ τὸ τῶν ἀνθρώπων βάρος: — MTAB
τὰ μὲν καθ’ Ἑλένην: τοὺς θανάτους τοὺς ἐν τοῖς πολέμοις γενομένους, ἵν’ ἐπικουφίσειαν, οἱ θάνατοι, τῆς γῆς τὸ βάρος τῶν πολλῶν ἀνθρώπων. ἢ αὐτοὶ οἱ θεοὶ ἐπικουφίσειαν διὰ τῶν θανάτων τὸ βάρος τῆς γῆς: — MTA
Παρράσιον: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν εἶναί φασιν
ἀπὸ Παρρασίου τοῦ Πελασγοῦ ὀνομασθεῖσαν, ὃς συνῴκισε τοὺς Ἀρκάδας καὶ
Πελασγοὺς αὐτοὺς ἐπωνόμασεν. ὁ δὲ Ἀσκληπιάδης
ἐνιαυτοῦ κύκλον: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν: — MTAB
ἄλλως: ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε
ἐξενιαυτίσαι ⟨φησὶν αὐτὸν ὁμοίως⟩ τοῖς κατεχομένοις ἐπὶ μύσει, ὁ δὲ
κεκλήσεται δὲ σῆς φυγῆς: Πελασγὸς [αὐτόχθων] ὁ Ἀργεῖος ὁ τοῦ
Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ
ἡμερώτερον μετέβαλε καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ
ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε
Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς
ἐξ Ὀρθωσίας Νύκτιμον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφ’ οὗ ὁ κατακλυσμὸς
ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος
ἐξ Ἀργείας ἔσχε Παρθίονα· οὗτος ἐξ Ὀρσιλόχης Κητέα καὶ Πάρον· Κητεὺς δὲ ἐκ
Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιη
τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζᾶνες γάρ ἐστι μέρος Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου οἰκήσαντος ἐκεῖσε: — MTAB
ἐνθένδε τ’ ἐλθών: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ
ἱστορεῖ καὶ Ἑλλάνικος τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ
Ἀθηναῖοι * * * ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην
ἐνέστησαν ἐννέα γενεαῖς ὕστερον ἢ τὴν Ἄρει καὶ Ποσειδῶνι περὶ Ἁλιρροθίου
δίκην, μετὰ δὲ τὴν Κεφάλου τοῦ Δηιονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων
γυναῖκα καὶ ἀποκτείνας ἐξ Ἀρείου πάγου δίκην [ὡς] δικασθεὶς ἔφυγεν, ἓξ
γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην Τάλω τὸν ἀδελφιδοῦν σοφίας πέρι
ἀγωνιζόμενον ἀποκτείναντος δολόεντι θανάτῳ καὶ φυγόντος δίκην τρισὶ γενεαῖς
ὕστερον αὕτη ἡ τῆς Κλυται
:
— MTAB
πάγοισιν ἐν Ἀρείοισιν: ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος ⟨ὁ⟩ Δηιονέως ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος: — MTA
† ἄλλως: Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ συνέστη ἡ κρίσις πρὸς Εὐμενίδας τῷ Ὀρέστῃ ἐπὶ τῷ φόνῳ τῆς μητρὸς αὐτοῦ καὶ μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν. ἐδίκασαν δὲ Ἀθηνᾶ καὶ Ἄρης: — TA
Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενός, Πυλάδου καὶ Ἠλέκτρας Στρόφιος
καὶ Μέδων: — MBi
παρὰ Φερεκύδους τοῦτο ἔλαβεν ὁ Εὐριπίδης * * ἐπεὶ Νεοπτολέμῳ
αὐτὴν συνῴκισε καὶ ἀπέθανε * * τῶν δὲ γίνεται Τισαμενός. ὁ μέντοι Εὐριπίδης
νῦν οὐδόλως φησὶ γῆμαι τὸν Νεοπτόλεμον τὴν Ἑρμιόνην: — MiTA
Νεοπτόλεμος γαμεῖ νιν: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο ὅτι τέκνα
οὐκ ἔσχεν ἀπ’ αὐτοῦ. καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃρῆσθαί φησι τὸν
Νεοπτόλεμον ὑπὸ τῶν Δελφῶν ὅτι παρεγένετο εἰς Δελφοὺς δίκας ἀπαιτήσων τὸν
θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. Φερεκύδης δέ φησι περὶ παίδων
χρώμενον τὸν Νεοπτόλεμον ἀναιρεθῆναι γράφων οὕτως ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω,
κατέρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ
. ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς
ἀντὶ τοῦ· συμβιώσεται αὐτῇ μέχρι τέλους: —
Mi
ὁ δ’ ἐπιών νιν: τὸ νίν καὶ ἐπὶ πληθυντικοῦ τάσσειν εἴωθεν. ἢ
ἐπὶ μόνου Πυλάδου κεῖται: — MTABi
δεῦρ’ ἀεὶ διήνυσε: ἀντὶ τοῦ ἕως τούτου τοῦ χρόνου, ὡς καὶ ἐν
Φοινίσσαις ἔα τὸ λοιπόν· δεῦρ’ ἀεὶ γὰρ
εὐτυχεῖς
. ἀντὶ τοῦ μέχρι τούτου· τὸ δὲ διήνυσεν ἀντὶ τοῦ κατηνάλωσεν: — MTAB
καίτοι μ’ ἐσῄει: περιδεὴς, φησὶν, ἦν ἐγὼ μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν. νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν: — MTAB
κατεγγυῶ: ἀντὶ τοῦ κατεγγυήσω. ὅ ἐστιν· ἐπαγγέλλομαι δώσειν πρὸς γάμον. οὐ νῦν γὰρ δίδωσιν, ἀλλ’ ὕστερον τοῦ Ὀρέστου ἐν Ἀρκαδίᾳ διάγοντος μετὰ τὴν Νεοπτολέμου τελευτήν: — MTAB
ἀπολαύσειας: — Mg
Bi
οἷ: ἀντὶ τοῦ ὅπου ἡμεῖς προστάσσομεν καὶ κελεύομεν: — Mi
σπένδομαι δὲ συμφοραῖς: λείπει ἡ ἐπί· ἐπὶ συμφοραῖς. σπένδομαι, φησὶ, φιλίαν πρὸς σὲ, ὦ Μενέλαε, ἐπὶ συμφοραῖς, τουτέστι μετὰ τὰς συμφορὰς καὶ τὰς ἀτυχίας, τοῖς σοῖς, ὦ Ἄπολλον, πειθόμενος κελεύσμασιν: — MTAB
ἴτε νῦν: τοῦτό φησιν, ἐπεὶ [ἐπὶ] τὰ Πελοποννησιακὰ ἐνέστη τῇ
Ἑλλάδι· πρεσβευσαμένων γὰρ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ
Ἀθηναῖοι: — MTBi
θεὸν Εἰρήνην τιμῶντες: τοῦτό φησι διὰ τὸ κατ’ ἐκεῖνον τὸν
γράφεται ὑγρᾶς: — M
i
ὦ μέγα σεμνή: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ὡς ἐκ
προσώπου τοῦ ποιητοῦ: — MTABi
ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον ἢ εἰς πάθος καταλύει, ἡ
δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς. ὅθεν ὁρᾶται τόδε τὸ δρᾶμα κωμικῇ
καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν
τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. ὁμοίως καὶ ἐν Τυροῖ
Σοφοκλέους
πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν: — MTB
Ἐτεοκλῆς παραλαβὼν τὴν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν Πολυνείκην. φυγὰς δὲ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστου κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἔπεισεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς. δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καίτοι τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀποσφάξαι καὶ δὴ καὶ ἔπραξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν· Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῆς μάχης ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, 0ἰδίπουν δὲ φυγάδα τῆς πατρῴας ἀπέπεμψεν, ἐφ’ ὦν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας: — MAB
περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών, ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων, καὶ Ἰοκάστη ἡ μήτηρ ἀνεῖλεν ἑαυτὴν ἐπὶ τοῖς παισὶ, καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο, καὶ ἄταφος Πολυνείκης πρόκειται, καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρόσωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν: — MAB
τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλόν, ἔστι δὲ καὶ
παραπληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι
δράματος, καὶ ⟨ὁ⟩ ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ
πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς: — MAB
Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον
αἰτεῖς·
τέξεις μὲν φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται,
παιδὸς
ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης Πέλοπος
στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε
πάντα: — MAB
ἔστι δίπουν ἐπὶ γῆς καὶ
τετράπον, οὗ μία φωνή,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ
γαῖαν
ἑρπετὰ γίνονται ἀνά
τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ
βαίνῃ,
ἔνθα μένος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ: — MAB
Λάιος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὑτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάιος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι: — A
Ἀριστοφάνους: * * ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτεοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. † ἐπὶ Ναυσικράτους ἄρχοντος ** δεύτερος Εὐριπίδης * * καθῆκε διδασκαλίαν † περὶ τούτου καὶ γὰρ ταῦτα ὁ Οἰνόμαος καὶ Χρύσιππος † καὶ σῴζεται. ὁ χορὸς συνέστηκεν ἐκ Φοινισσῶν γυναικῶν, προλογίζει δὲ Ἰοκάστη: — Vat.1345
ὦ τὴν ἐν ἄστροις: παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν
ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι [μὴ] προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ
Εὐριπίδης ὅτι [μὴ] προέταξεν ἐν Ἠλέκτρᾳ ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ
— MTAB
ἄλλως: ὁ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις,
ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζῳδιακοῦ κύκλου. ὅτι γὰρ ἄστρα τοὺς οἴκους
φησὶ τοῦ ζῳδιακοῦ κύκλου, Ἄρατός φησιν αὐτὰρ
ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα, ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν
καλέουσιν
: — MTAB
ἄλλως: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς
συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ ὥσθ’
ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
— MTAB
ἄλλως: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανός. ἢ ἐπειδὴ ἑλικοειδής ἐστιν ὁ ζῳδιακὸς καθ’ ὃν φέρεται ὁ ἥλιος: — MTA
† ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἶς, ἄστρον δὲ τὸ ἐκ
πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ ν⟨ῦν λεγόμενα⟩ ἄστρα τὰ
̄ι ̄β ζῴδια: — Ai
λείπει ἡ σύν, ἵν’ ᾖ σὺν ἵπποισι. καὶ παρ’ Ὁμήρῳ αὐτῇ κεν γαίῃ
καὶ ἐν Βάκχαις αὐταῖσιν
ἐλάταις
καὶ ἐν Ἱππολύτῳ αὐταῖσιν
ἀρβύλαισιν ἁρμόσας πόδα
. καὶ ἔστιν Ἀττικὴ ἡ συνήθεια: — MTAB
θοαῖς ἵπποισιν: ἔδει ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικῶς αὐτοὺς
ὀνομάσαι. τέσσαρες γάρ εἰσι, Χρόνος Αἶθοψ Ἀστραπὴ Βροντή. ἔθος δὲ τοῖς
ποιηταῖς θηλυκῶς λέγειν τοὺς ἵππους. Σώφρων τὰν ἵππον
καὶ ἐν Ἱππολύτῳ αἱ δ’ ἐνδακοῦσαι στόμια
καὶ παρ’ Ὁμήρῳ αἱ Φηρητιάδαο ποδώκεες
ἔκφερον ἵπποι
— MTAB
στρέφων περιάγων περιελαύνων τὴν ἀκτῖνα: —
MgAg
ὡς δυστυχῆ Θήβαισι: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ Ἡλίου δυστυχῆ
καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος
ἄλλως: οἱ κακοδαιμονοῦντες καὶ τὰς πρῴην εὐτυχίας ἀτυχίας νομίζουσι τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι: — MTAB
καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας
γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ Ἡρακλέους γένεσιν·
νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάιος βίᾳ θεῶν. τὰ τοιαῦτα δὲ οὐ πρὸς τὸ
ἀληθές, ἀλλ’ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος δὲ ὁ Εὐριπίδης πρὸς
⟨τὸ εἰς⟩ ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυστυχημάτων αἰτίαν ἀναφέρειν. καὶ
ἐν Τρῳάσιν πρῶτον μὲν
ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα
καὶ Ὀρέστης σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με
.
κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος ὃς
καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐίσας ἀρχεκάκους
· καὶ Εὔμαιος συμπαθῶς ἔχων
πρὸς τὸν ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
καίτοι
τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις
ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως
γενεαλογήσαντι· εἰ μὲν ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγεσθαι, ἐχρῆν τὴν ἐκ
Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ
ἐκ τοῦ ὑπογυίου, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον
ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν
γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων,
πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι
κύνες διεσπάσαντο Πενθέα τε τὸν υἱὸν Ἀγαύη, Σεμέλην τε ἐκεραύνωσε Ζεὺς καὶ
τῶν Ἰνοῦς υἱῶν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης δὲ
μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν [οἱ Νιόβης παῖδες ἐτοξεύθησαν καὶ
αὐτὴ λίθος ὁρᾶται δακρύων]: — MTAB
ἐπέβαλες ἀνέτειλας. ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖν’ ἐφῆκας: — MiAg
ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν
παρεγένετο ἐνταῦθα: — Mg
Κάδμος ἡνίκ’ ἦλθε γῆν: ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ⟨ἀπαγορευ⟩θῆναι παρὰ τοῦ πατρὸς εἰ μὴ αὐτὴν καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται: — M
Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ
καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφ’ οὗ οἱ Φοίνικες·
Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης,
ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον·
νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς Τύριον
οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου
— MTAB
ἄλλως: τὴν Τύρον· νησιάζεται γάρ. ἡ Φοινίκη· προληπτικὸς δὲ ὁ
λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ
καὶ Κιλικία κικλήσκεται, Φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει, καὶ Θάσος
—
ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι
γεγαμηκέναι: — MiTAB
Κύπριδος Ἁρμονίαν: Δέρκύλος
Πολύδωρον: τοῦτον οἱ ποιηταὶ † πίνακον καλοῦσι Πολύδωρον [δὲ]
διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει αὐτοῦ: — MiTAB
καλοῦσι δ’ Ἰοκάστην με: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς ἡρωίνης,
ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην ⟨αὐτὴν⟩ καλοῦσι. καὶ Ὅμηρος μητέρα δ’ Οἰδιπόδαο ἴδὸν καλὴν Ἐπικάστην
— MiTAB
γαμεῖ δὲ Λάϊός μ’: Ἐπιμενίδης
ἀντὶ τοῦ· ἐκ πολλοῦ χρόνου γήμας με: — MiAgBi
ἐρωτᾷ μὲν τῆς ἀπαιδίας τὴν αἰτίαν, αἰτεῖ δὲ τῆς ἀρρενογονίας
τὴν εὐτυχίαν: — MiBi
ἐπιμιξίαν μετοχὴν σχέσιν: — MgAg
πολεμικοῖς: — Mg
Ag
μὴ σπεῖρε τέκνων ἄλοκα: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν φησι
σχιστοὺς λιμένας Ἀφροδίτης
ἄλοκα: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: — MTA
ἄλλως: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: — MTAB
μὴ παιδοποίει: — Mg
παρὰ γνώμην θεοῦ: — Mg
ὁ δ’ ἡδονῇ δούς: ἐκ τοῦ οἴνου εἰς ἡδονὴν τραπείς: — MTA
ἄλλως: ἀντὶ τοῦ ἑαυτὸν δοὺς εἰς εὐωχίαν. πῶς προεγνωκυῖα ἡ γυνὴ τὸν χρησμὸν οὐκ ἀπέτρεψε τῆς μίξεως τὸν Λάιον. ἢ οὖν ὕστερον εἶπεν αὐτῇ ἢ εἶπε μὲν, ἡ δ’ ὑπώπτευσε τὸ ῥηθὲν εἶναι ψεῦδος διὰ τὸν ἔρωτα Χρυσίππου: — MTAB
† ἄλλως: καὶ διὰ τί τὸν χρησμὸν προεγνωκυῖα Ἰοκάστη οὐκ ἐκώλυσεν αὐτόν. ἢ οὖν οὐκ ἐγίνωσκεν ἢ ὑπώπτευσεν αὐτὸν ψεύδεσθαι ⟨ὑπο⟩νοήσασα ταῦτα διὰ τὸν ἔρωτα λέγεσθαι τοῦ Χρυσίππου: — A
εἰς μέθην: — Mg
λειμῶν’ ἐς Ἥρας: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδός, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστιν ⟨ὁ⟩ τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ἀνείλοντο τὸ βρέφος ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῆ νομίσαντες αὐτῷ ὑπὸ τῆς βασιλείας ἔσεσθαι: — MTAB
ἀκρωτήριον: — Mg
Ag
δίδωσι βουκόλοισιν: ἵνα ἀποθάνῃ· οὐ γὰρ ἠθελεν ἐκ τοῦ ἐμφανοῦς ἀνελεῖν τὸ βρέφος φεύγων τὸ μύσος: — MAB
σφυρῶν σιδηρᾶ κέντρα: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας: — MTA
ἄλλως: καὶ θηριώδης, φασὶ, καὶ ἀνόητος ⟨παρόσον⟩ ἀνελεῖν μὲν
οὐκ ἤθελε τὸ βρέφος, οὕτως δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον ὅτι τὸ μὲν
ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτῷ κέντροις τὼ πόδε, τὸν
ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι μηδενὸς ἀνελομένου ἂν βρέφος λελωβημένον.
οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέναι ἐκ ταὐτομάτου τὼ πόδε. οἱ δὲ
εἰς θάλασσαν ἐκριφῆναι βληθέντα εἰς λάρνακα καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ
τοῦ Πολύβου ἀνατραφῆναι. ἔνιοι δὲ καὶ Ἡλίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς
δὲ * * Ἱπποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν † αὐτῷ φασιν, ὕστερον δὲ
ἁρπάσαντος Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάιον, τῇ
δὲ Ἰοκάστῃ ἐλθούσῃ ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ μιγέντα γεννῆσαι τοὺς παῖδας,
ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι
τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα αὐτῷ
φασιν ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν
Τευμησίαν ἀλώπεκα, ὡς Κόριννα
ὅθεν νιν Ἑλλάς: ἀφ’ οὗ. Οἰδίπους παρὰ τὸ οἰδεῖν τοὺς πόδας ἐκ τῶν περονῶν: — MTA
ἡ μὲν Μερόπη πρώτη αὐτὸν ἐκάλεσεν Οἰδίπουν, ἡ δὲ Ἑλλὰς ἀπ’
αὐτῆς διεδέξατο τὸ ὄνομα: — MTABi
Πολύβου δέ νιν: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας· οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα: — MTA
ἱπποβουκόλοι: ἱπποφορβοί· τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζῴου
ὡς τὸ τοῦ τρισχίλιαι ἵπποί ἕλος κάτα
βουκολέοντο
τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν
παῖδα προσπελασθῆναι τῇ Κορίνθῳ φασίν: — MTAB
ἀπίθανον τὸ τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτως λελωβημένον. ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων: — MTA
ἡ γυνὴ Πολύβου Μερόπη: — MgBi
μαστοῖς ὑφεῖτο: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον
ὑπεβάλετο παιδίον ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα. καὶ τί
θαυμαστὸν ⟨αὐτὴν⟩ ὑποβάλλεσθαι, φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν,
ἀποτρίψεσθαι δὲ ⟨ἐλπίζουσαν⟩ τὴν τῆς ὑποβολῆς ὑποψίαν διὰ τὴν ὑποῦσαν
συμφορὰν τῷ βρέφει· καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ τοῦτο οὐκ ἀπεγνώκει: — MTA1B
ἢ ἀναπείθει λέγειν τοῖς ἔξω ⟨ὅτι⟩ αὐτοῦ τέκνον εἴη. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν· ὅτι οὐκ ἤθελε δοῦναι τοῖς ἔξω περὶ ἑαυτῆς ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ὅτι ἰδοὺ καὶ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον * οὐκ ἀσινῆ ὄντα: — MT
ἤδη δὲ πυρσαῖς: ἡδέως καὶ τραγικῶς τὴν ἀκμὴν ἐξέφρασεν: — MTAgBi
πυρσαῖς: πρὸ γὰρ τοῦ τοὺς ἰούλους ⟨ἐκ⟩βαλεῖν ξανθίζεται τὰ γένεια τῇ θερμότητι τῶν τριχῶν: — MT
εἰς ἄνδρας, ἢ εἰς ἀνδρὸς ἡλικίαν, ἐμβαίνων: — Mg
παῖς Πολύβου, ἀλλὰ θετός: — Mg
ἢ γνοὺς ἤ τινος: γνοὺς ὅτι οὐκ εἴη Πολύβου παῖς γνήσιος ἀλλὰ
νόθος ἢ μαθὼν παρά τινος τῶν ἡλικιωτῶν ὀνειδίσαντος ὅτι νόθος εἴη. ἔνιοι δέ
φασιν εἰς Πυθῶνα ἐξεληλυθέναι τὸν Οἰδίποδα, ἵνα τροφεῖα ἀποδῷ τῷ Ἀπόλλωνι: — MTA1B
ἀπὸ κοινοῦ τὸ ἔστειχε: — MgAgBi
τὸν ἐκτεθέντα παῖδα: ἤτοι τότε ὀνείρου ταράξαντος αὐτὸν ἢ ὅτε
λοιπὸν ὑπώπτευσε τὴν ἡλικίαν τοῦ παιδὸς ⟨εἰς ἄνδρας⟩ προκόπτειν. ἐβούλετο
γὰρ ἢ τεθνεῶτα αὐτὸν ἀκούσας διάγειν ἀδεῶς ἢ ζῶντα ἀκούσας φυλάττειν ἑαυτόν:
— MTA1B
γράφεται καὶ ἰδεῖν: — AgBg
εἰς ταὐτὸν τῆς σχιστῆς ὁδοῦ τῆς Φωκίδος συνάπτουσι πόδα, ἀντὶ
τοῦ συναντῶσιν ἀλλήλοις: — Mg
B
καὶ ξυνάπτετον: καὶ συντυγχάνουσιν [τὸν πόδα] ἐπὶ τῆς σχιστῆς
ὁ ἡνίοχος. Πολυφόντην δὲ τὸν κήρυκα * *: —
MgT
τοῦτον Φερεκύδης a]gTBi
ὧ ξένε: καλῶς ἑτέρῳ ἕτερον περίκειται φρύαγμα, Ααΐῳ μὲν διὰ ⟨τὸ⟩ τῆς ἀρχῆς ἀξίωμα, Οἰδίποδι δὲ ὅτι βασιλέως υἱὸς ἦν καὶ προπετὴς ὡς νέος καὶ ὁδοῦ τῆς πᾶσι κοινῆς εἴργετο: — MT
ἔτρεχε μὴ φθεγγόμενος. ἢ ὅτι † τέλος λοιπὸν εἶχε καὶ ἐδεδοίκει
μήποτε ἄλλος τὴν ἀρχὴν διαδέξηται: — MgTAgBi
χηλαῖς τένοντας: ἐν ταῖς χηλαῖς τοὺς τῶν ποδῶν τοῦ Οιδίποδος
τένοντας ἐξῄμασσον οὐχ ὑποχωροῦντος αὐτοῦ τῆς ὁδοῦ: —
MTA1B
χηλὴ διὰ τὸ ὥσπερ κεχηνέναι τοὺς ὄνυχας: — MT
τοῖς ὄνυξιν: — Mg
τὰ ἐπάνω τῶν ποδῶν: — Mg
ἀντὶ τοῦ ᾕμασσον: — Mg
ὅθεν· τί τἀκτός: ὑποστικτέον εἰς τὸ ὅθεν· ἔμελλε δὲ ἴσως τὴν
λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν: — MTAi
ἄλλως: τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω: — MT
ποία με χρεία λέγειν τὰ ἔξω τῶν κακῶν. τὰς παρακολουθησάσας ὕβρεις, τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλ’ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνει: — TAB
παῖς πατέρα κτείνει: — Mg
φονεύει: — MgAg
καὶ λαβὼν ὀχήματα: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν
ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν εὐθέως χρήσειν αὐτῷ μυσαρῷ γενομένῳ
πρὶν καθαρθῆναι καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ
μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ δέδωκε εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τούσδε ἵππους τοι δώσω
δυσμενέων ἐλάσας
. ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν
πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ
ἐπεζήτησαν ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφανῶν
γενομένων λῃστῶν ἐδόκει τοὔργον γεγονέναι: — MTAB
ἄλλως: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: — MTAB
Πολύβῳ τροφεῖ: οἷον τῷ θρέψαντι. γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατήρ, τροφεῖα καταβάλλει: — MTA
ὡς δ’ ἐπεζάρει: ἐζήτησε τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι: — MTA
ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν
πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος·
Σωκράτης
ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπ’ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυγατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῷον τὴν Σφίγγα: — MTAB
ἐπεβάρει ἐπεκράτει: — Mg
οὐ παρῆν: — Mg
Κρέων δ’ ἀδελφός: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον
τὸν τυχόντα καλεῖ. ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον
τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσοντα τῷ
ἀγῶνι. κατὰ γὰρ Πίνδαρον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει
— MTAB
αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ
δυσεύρετον: — Mg
παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον: — MgAg
αἴνιγμ’ ἐμὸς παῖς: τινὲς γράφουσι μούσας ἐμὸς παῖς, ὃ καὶ
βέλτιον. μούσας δέ φησι τὰ αἰνίγματα διότι ἐμμελῶς προέφερε ταῦτα ἡ Σφίγξ: — MTABi
ἄλλως: τὸ αἴνιγμα Ἀσκληπιάδης ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον,
οὗ μία φωνή,
⟨καὶ τρίπον⟩, ἀλλάσσει δὲ μόνον φύσιν ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ
γίνηται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ’ ὁπόταν τρισσοῖσιν
ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.κλῦθι καὶ οὐκ ἐθέλουσα,
κακόπτερε Μοῦσα θανόντων,
τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ
δακτυλοδεικτεῖν ** ὅ ἐστι τὸν ἄνθρωπον * * ἑαυτὴν διεσπάραξεν: — MTA
φωνῆς ἡμετέρης, σῆς τέλος
ἀμπλακίης·
ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει.
πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων,
γηραλέος
δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει
αὐχένα φορτίζων
γήραϊ καμπτόμενος.
καὶ σκῆπτρ’ ἔπαθλα: παρ’ οὐδενὶ κεῖται τὸ ἔπαθλα ἢ μόνῳ τῷ Εὐριπίδῃ· ὅθεν μεταγράφουσί τινες καὶ σκῆπτρα χώρας ἆθλα.
τὸ δ’ ἑξῆς· καὶ σκῆπτρα χώρας τῆσδε ὡς ἆθλα λαμβάνει: — MTABi
γαμεῖ δὲ τὴν τεκοῦσαν: Φερεκύδης Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν καὶ τὴν γυναῖκα
Λαΐου, μητέρα δ’ αὐτοῦ Ἰοκάστην, ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος,
οἳ θνῄσκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ
Οἰδίπους Εὐρυγάνειαν τὴν Περίφαντος, ἐξ ἧς γίνονται αὐτῷ Ἀντιγόνη καὶ
Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης καὶ ἀπ’ αὐτῆς ἡ κρήνη Ἰσμήνη
καλεῖται.
υἱοὶ δὲ αὐτῷ ἐξ αὐτῆς Ἐτεοκλῆς καὶ Πολυνείκης. ἐπεὶ δὲ Εὐρυγάνεια
ἐτελεύτησε, γαμεῖ ὁ Οἰδίπους Ἀστυμέδουσαν τὴν Σθενέλου.
τινὲς δὲ
Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης τῆς μητρὸς Οἰδίποδος: — MTAB
ᾔδει δηλονότι: — Mg
δύναμιν. οἷον περιφραστικῶς τὸν Πολυνείκην: — Mg
τὴν προγενεστέραν, τὴν μείζονα: — Mg
μαθὼν δὲ τἀμὰ λέκτρα: γνοὺς δὲ τὰ ἐμὰ λέκτρα ὄντα τῆς μητρός, ἀντὶ τοῦ ἐπιγνοὺς μητρὶ συγκοιμώμενος. τὸ δὲ μητρῴων γάμων περιφραστικῶς τῆς μητρός: — MAB
τὰ ἀπὸ μητρὸς αὐτῷ γινόμενα: — MgAg
ὁ πάντ’ ἀνατλὰς Οἰδίπους: τί ἥμαρτεν ὁ Οἰδίπους ὅτι καὶ αὐτὸς τιμωρεῖται. φασὶν ὅτι Πέλοψ Χρυσίππου ἁρπαγέντος κατηράσατο μέχρι παίδων εἶναι τὸ κακόν. τινὲς δέ φασιν ὅτι Λάιος ἀνῃρέθη ὑπὸ Οἰδίποδὸς, ὅτι ἀμφότεροι ἤρων Χρυσίππου: — MAB
εἰς ὄμμαθ’ αὑτοῦ: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ
τὴν πήρωσιν: — MABi
ἄλλως: ὅμοια Ἑλλάνικος ὀκνεῖ δὲ νοῦν
ἔχουσ’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν
τῷ πάθει
— MAB
ἐπεὶ δὲ τέκνων: ὅτε δὲ ἥβησαν οἱ παΐδες, κλῄθροις ἔκρυψαν τὸν πατέρα: — MAB
ἵν’ ἀμνήμων τύχη: ἵνα ἡ τύχη λήθῃ παραδοθείη καίπερ δυσαπόνιπτος οὖσα καὶ πολλῆς δεομένη μηχανῆς εἰς τὸ λαθεῖν: — MAB
πολλῶν δεομένη: ἤτοι πολλῆς δεομένη μηχανῆς πρὸς τὸ
ἀντὶ τοῦ κάμνων ὑπὸ τῆς τύχης: — MgBi
ἀρὰς ἀρᾶται: κατάρας χαλεπὰς καταρᾶται τοῖς υἱοῖς μηδὲν
ἀδικήσασιν: — MAg
θηκτῷ σιδήρῳ: οἷον ξίφει ⟨δια⟩κληρωθῆναι καὶ ἀπολέσθαι τὸν οἶκον ἵνα μὴ οἱ τούτου παῖδες λειπόμενοι μνημεῖα τῆς ἀρχαίας αὐτοῦ τύχης φυλάσσωσιν: — MA
τῷ ἠκονημένῳ σιδήρῳ τοῦτο τὸ οἴκημα διαμερίσασθαι: — MgAg
ξυμβάντ’ ἔταξαν: συνελθόντες, συσκεψάμενοι ὥρισαν. ἢ
συμβάντες, εἰς φιλίαν ἐλθόντες: — MABi
ἄλλως: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄγει τὸ δρᾶμα. ἔδει γὰρ
ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς
νεώτερον πάρος: τὸν Πολυνείκην. ὁ μὲν Εὐριπίδης τὸν Ἐτεοκλέα,
ὁ δὲ Σοφοκλῆς τὸν Πολυνείκην μείζονα οἶδεν ἐν Οἰδίποδι
διαδεχόμενον τὴν βασιλείαν κατ’ ἐνιαυτόν: — MBi
ἀπὸ τῆς τιμῆς καὶ τῆς καθέδρας δηλοῖ τὴν βασιλείαν: — MA
καθέζετ’ ἀρχῆς: ἀντὶ τοῦ ** τῆς βασιλείας. μετενήνοχεν ἀπὸ τῶν
κυβερνητῶν. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ
διώκει: — Mg
ἐπιγαμβρίαν. ὄνομα δὲ ἦν τῇ γαμηθείσῃ Ἀργεία: — MAg
ἀντὶ τοῦ συμμαχίαν στράτευμα: — MgAgBi
ὑπόσπονδον μολεῖν: μετὰ σπονδῶν καὶ φιλίας: — MTABi
ναίων πτυχάς: ἀντὶ τοῦ ἀκρωρείας. ἐὰν μὲν ἀπὸ τοῦ πτύξ, πτύχας, ἐὰν δὲ ἀπὸ τοῦ πτυχή, πτυχάς: — MTAB
ὁμόνοιαν: — Mg
AgBg
ἀντὶ τοῦ ἐπειδή: — M
gBi
ἔνδοξον: — MgAg
βλάστημα: — Mg
Ag
ὦ κλεινὸν οἴκοις: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα
ἀγωνιστικωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ
θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τοῦ παρθένου εἰκών ἐστι τῆς Ὁμηρικῆς
τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι
ἄλλως: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. † ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: — MTAB
ἐς διῆρες ἔσχατον: τὸ διῃρημένον καὶ ὑπερκείμενον, τὸ ὑπερῷον. ἢ τὸ δίστεγον [οἷον δύο διῆρες ὡς μόνον μονῆρες] ἀπὸ τοῦ δίς † καὶ δύο ὥστε τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφον ᾖ κἂν πολύστεγον, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ διερόν, οἷον ὑπαίθριον: — MTAB
ὑψηλόν: — Mg
ταῖς ἱκεσίαις σου ἵνα σε ἀφῇ: — Mg
μή τις πολιτῶν ἐν τρίβῳ: ταῦτα μηχανᾶσθαί φασι τὸν Εὐριπίδην ἵνα τὸν πρωταγωνιστὴν ἀπὸ τοῦ τῆς Ἰοκάστης προσώπου μετασκευάσῃ· διὸ οὐ συνεπιφαίνεται αὐτῷ Ἀντιγόνη, ἀλλ’ ὕστερον: — MTAB
περισκοπῶ εἰ φαίνεται: — MgAgBi
λείπει τὸ μέγας ψόγος: — Mg
ἅ τ’ εἶδον εἰσήκουσά τ’: οἰκονομικῶς φησιν αὐτὸν ὁ ποιητὴς ἀπεστάλθαι εἰς τὸ στρατόπεδον ὅπως εὔλογον ἔχῃ πρόφασιν τοῦ ἐπιγινώσκειν ἅπαντας: — MTAB
ἀντὶ τοῦ εἰρήνην τὴν μετὰ φιλίας: — Mg
ἐνθένδ’ ἐκεῖσε: ἀπὸ τῶν ἐνταῦθα ἐκεῖσε καὶ ἀπὸ τῶν ἐκεῖθεν δεῦρο: — MTA
ἐγγίζει: — Mg
τιμίαν: — MiAg
κέδρου παλαιάν: λεληθότως τὸν πλοῦτον τῶν βασιλείων παρίστησιν, ὅπου γε κεδρίνην τὴν κλίμακα λέγει: — MTAB
εἰς τὸ σχόπει τελεία, τὰ δὲ λοιπὰ ὑφέν: —
MgBi
Ἰσμηνοῦ ῥοάς: Ἰσμηνὸς Θηβῶν, ὅθεω Ἰσμήνιος Ἀπόλλων τιμᾶται: — MTABi
Δίρκης τε νᾶμα: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην: — MTA
ἄλλως: Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν, αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν, καὶ ὁ τόπος ἔνθα ἐσύρη Δίρκη καλεῖται: — MTAB
ὄρεγε νῦν ὄρεγε: πάρεχέ μοι τὴν χεῖρα ὁδηγόν, ὅ ἐστιν ὁδήγει
με: — MMgTAB
ἄλλως: ἔχτεινε τὴν παλαιάν σου χεῖρα ἐμοι τῇ νέᾳ ἅμα προσαναβαίνων: — MTAB
ἄλλως: ἐμοὶ τῇ νέᾳ ὄρεγε τὴν παλαιάν σου χεῖρα: — MTA
τὸν πόδα δηλονότι: — Mg
ἐπανατέλλων: [προφαίνων καὶ] προβαίνων καὶ προσαναβαίνων: — MTA
ἄλλως: ἐπανάγων. ἀπὸ τοῦ ἡλίου ἡ μεταφορά· καὶ γὰρ οὗτος εἰς τὸ ὑψηλὸν τοῦ οὐρανοῦ ἀναβαίνει: — MTAB
στράτευμα χωρίζουσι: ἀποχωρίζουσι. κατατάττουσι τὰς τάξεις,
οἷον παρατάττουσιν ἀλλήλους εἰς πόλεμον: — MTAAgBg
ἰὼ πότνια: ἡ τοξότις Ἄρτεμις. ὡς παρθένος δὲ τὴν παρθένον
καλεῖ. ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ: — MTABg
ἀντὶ τοῦ χαλκωθὲν τοῖς ὅπλοις. ἢ ἀσπίδων πλῆρες: — MgA
πεδίον ἀστράπτει: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλὴθος τῶν ὅπλων. οἰκείως δὲ [καὶ] τοῦτο ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν: — MTA
ἄλλως: τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει ὅλον λέγων ἀστράπτειν
τὸ πεδίον· καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ
ἀστράπτειν· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν.
πῶς δὲ ἐνθάδε κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι
οὐκ εὐτελῶς, οὐχ ἁπλῶς: — Mg
οὐκ ἀσθενῶς οὐδ’ ὡς ἔτυχεν ἦλθεν, ἀλλὰ μετὰ πολλῆς δυνάμεως
ὁπλιτῶν Ἀργείων: — AgBg
ὅπλοις βρέμων: ἐμφαντικῶς, οἱονεὶ ἠχῶν ἵνα σκηπτὸν ἀλληγορῇ τὸν πόλεμον. ἢ κομπάζων: — TA
ἆρα πύλαι κλῄθροις: ὁ νοῦς· ἆρα, φησὶν, αἱ πύλαι κλῄθροις
ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος
ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει. ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος
τὸ ποιούμενον. καὶ Σοφοκλῆς ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον
, ἀντὶ τοῦ ἔργον.
μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς: — MTAB καὶ
ἔμβολα οἱ
χαλκόδετά τ’ ἔμβολα: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλῇθρα: — MTA
ἄλλως: ἔμβολά τινες τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ
τοῦ οὐδοῦ. χαλκόδετα δὲ ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς διὰ τὸ μὴ
προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς
κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον
τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς
κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν
ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά
φασι τοὺς καθέτας.
† λαϊνέοις Ἀμφίονος: Κάδμος ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ
Ζῆθος ἐτείχισαν: — ABi
† ἆρα αἱ πύλαι καλῶς συνηρμοσμέναι τοῖς κλείθροις· χρὴ ⟨δὲ νο⟩ῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν. ἢ καὶ αὐτὸς παρὰ τὸ οὐδέτερον ὃ προσεχέστερον ἦν ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν· καὶ τὰ χαλκόδετα ἔμβολα. ἤτοι οἱ στρόφιγγες, ἡρμόσθησαν καὶ τᾶυτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος· λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ οἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τοῦ στρόφιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ τὸ ὀργάνοις ἀντὶ τοῦ ἔργοις· ὡς καὶ Σοφοκλῆς ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον’, ἤτοι ἔργον: — A
ὁ λευκὴν, λαμπρὰν, ἔχων τὴν περικεφαλείαν: — MiAg
Bi
ὅστις ἔμπροσθεν ἡγεῖται τοῦ στρατοῦ: — MiAgBi
ὁλόχαλκον ἀσπίδα περὶ τὸν βραχίονα βαστάζων: —MgAg
Bi
λοχαγὸς λέγεται ὁ ταξίαρχος. εἷς τῶν ἑπτὰ λοχαγῶν· ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαις
Σοφοκλῆς ἐν Ἀντιγόνῃ iA
οὗτος Μυκηναῖος μέν: οἱ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασὶν εἶναι. Μυκηναῖός ἐστιν, οἰκεῖ δὲ παρὰ τὴν Λέρνην τὴν ἐν Μυκήναις πηγὴν, ὅ ἐστι τὴν ἐν Ἀργει: — AB
ἀπὸ μέρους τὸ Ἄργος· Λέρνη γὰρ κρήνη καὶ πόλις Ἄργους: — MgAB
Λερναῖα δ’ οἰκεῖ: Ἀρίσταρχος
ἒ ἒ ὡς γαῦρος ὡς φοβερός: ἐπηρμένος τῷ σώματι καὶ διὰ τοῦ σχήματος ἐμφανίζων τὸ αὔθαδες τῆς ψυχῆς: — MTAB
ἄλλως: τὸ ἑξῆς οὖν· ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν ἀστερωπὸς ἐν γραφαῖσι, γίγαντι γηγενέτᾳ προσόμοιος, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ: —
ἀστερωπός: ἀστεροειδεῖς τὸ σῶμα καὶ τὴν ἐσθῆτα γράφουσι τοὺς Γίγαντας πρὸς τὸ φοβερὸν αὐτῶν. ἴσως οὖν καὶ αὐτὸς κατάστικτον ἔχει τὴν πανοπλίαν. τὸ δὲ ἑξῆς· γραπτῷ γίγαντι παραπλήσιος. διὰ μέσου δὲ τὸ ἀστερωπός ἔθηκε δηλῶσαι θέλων τὸν τὸ ὄμμα λαμπρὸν ἔχοντα ὁμοίως ἀστέρι: — MTAB
λαμπρὸς ἐν ζῳγραφίαις. ἢ ἀστεροειδὴς καὶ ποικίλος ταῖς γραφαῖς
τῆς ἀσπίδος. φέρει γὰρ κατάστικτα ὅπλα: — MiAAgB
ὅμοιος: — MgBg
οὐχὶ πρόσφορος: ὅμοιος, προσεοικὼς τῇ τῶν ἀνθρώπων φύσει· ἁμέριοι γὰρ ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν: — TA
ἄλλως: οὗτος, φησὶν, ἀνήμερος καὶ θηριώδης φαίνεται οὐκ ἐοικὼς ἀνθρώπῳ, ἀλλ’ ἀνημέρῳ τινὶ γηγενεῖ: — TA
ἁμερίῳ γέννᾳ: τῇ ἀνθρωπίνῃ φύσει οὐχ ὅμοιος, ἀλλ’ ἀνημέρῳ τινὶ
καὶ θηριώδει γηγενεῖ ἐοικώς: — A1
Bi
ἀνθρωπίνῃ: — Mg
Ag
θαυμαστικὸς ὁ ἀναδιπλασιασμός: — MgAgBg
ἄλλος ἄλλος ὅδε τευχέων τρόπος: ἄλλῳ, φησὶ, τρόπῳ πεποίκιλται οὗτος καὶ οὐχ ὥσπερ ἐκεῖνος. ἡ δὲ δευτέρα ἐπαγωγὴ τοῦ ἄλλος ὡς ἂν ἐπὶ θαυμάζοντος γίνεται: — MTA
ὁ τρόπος τῶν ὅπλων ἄλλος ὑπάρχων: — MgAg
παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς: Οἰνέως τοῦ Πορθάονος τοῦ Ἀγήνορος τοῦ Ἄρεως καὶ Εὐρυμεδούσης τῆς Αἰτωλοῦ· οἱ δὲ τὸν Ἀγήνορα Πλευρῶνος ⟨τοῦ Αἰτωλοῦ⟩ τοῦ Ἑνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος· μητρὸς δὲ Περιβοίας τῆς Ἱππονόου τοῦ Οἰκλέους τοῦ Ἀστακοῦ τοῦ Ἑρμοῦ καὶ † ἀστάβης τῆς Πηνειοῦ: — MTA
ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον.
Καλλίμαχος εἶμι
τέρας Καλυδῶνος, ἄγω δ’ Αἰτωλὸν Ἄρηα.
τινὲς δὲ Ἄρην τὴν τῶν ὅπλων
σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί, τὸ δὲ
στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. οἱ δὲ τὴν τῶν πολέμων ἐπιθυμίαν καὶ
ἐπιστήμην ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων: — MTAB
τὰ δὲ ὅπλα Αἰτωλὰ ἐπὶ τῆς ἀσπίδος ἔχει: —
MiAg
οὗτος ὁ τᾶς Πολυνείκεος: οὗτός ἐστιν, ὧ γέρον, ὃς ὁμόγαμος καὶ ἀνὴρ τυγχάνει τῆς ἀδελφῆς τῆς νύμφης τοῦ Πολυνείκους, ἀντὶ τοῦ· ὃς ἔχει τὴν ἀδελφὴν τῆς γυναικὸς Πολυνείκους, ὅς ἐστι σύγγαμβρος Πολυνείκους. Ἀργεία δὲ ἐλέγετο ἡ γυνὴ Πολυνείκους, ἀφ’ ἧς Θέρσανδρος, Δηιπύλη δὲ ἡ Τυδέως, ἀφ’ ἧς Διομήδης: — MTA
† ἕσ . . . . . . . . ⟨Ἀρ⟩γεία ἐκλήθη, ἡ δὲ τοῦ Τυδέως Δηιπύλη. φησὶν οὗν ὅτι οὗτός ἐστιν ὁ ὁμευνέτης τῆς Δηιπύλης τῆς αὐταδέλφης τῆς νύμφης. ἤγουν γυναικὸς, τοῦ Πολυ⟨νείκους⟩: — A
τῆς αὐταδέλφου, τουτέστι ⟨τῆς⟩ ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς
τῆς αὐτῆς: — MiMgTABi
ἀντὶ τοῦ ὁ ἀνήρ: — M
gTABi
ὁμόγαμος κυρεῖ: ἀντὶ τοῦ σύμβιος, παρὰ τὸ ὁμοῦ καὶ ἐπίσης
ἄνδρα τε καὶ γυναῖκα τῆς συνουσίας μετέχειν. ἐγάμει δὲ Δηιπύλην Τυδεὺς,
Πολυνείκης δὲ Ἀργείαν: — Mi
TAB
σακεσφόροι: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις καταστίκτους αὐτὰς ἔχοντες καθάπερ καὶ τὴν ὑπόδεσιν ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν: — MTAB
ἄλλως: καλῶς εἶπεν αὐτὸν μιξοβάρβαρον· οἱ γὰρ Αἰτωλοὶ πάντες ** καὶ ὅπλοις ὁπλίζουσιν ὡς Ἕλληνες, ἀκοντίζουσι δὲ ὡς βάρβαροι. ἴσως γὰρ τότε ἐν τοῖς Θηβαϊκοῖς χρόνοις οἱ μὲν Ἕλληνες ὅπλοις ἐκέχρηντο, οἱ δὲ βάρβαροι ἀκοντίζειν ἠπίσταντο· ὕστερον δὲ καὶ τὸ ἀκοντίζειν μεμαθήκασιν Ἕλληνες: — MTAB
παρὰ τὸ Ὁμηρικόν ἀσπίδι
γινώσκων αὐλώπιδί τε τρυφαλείῃ
— MgABi
ὁ νοῦς· ἃ τότε ἰδὠν σημεῖα ἐπιγινώσκω νῦν ἐξ αὐτῶν τοὺς
ὡπλισμένους: — MgABi
εἰρήνην: — MgBg
ἀμφὶ μνῆμα τὸ Ζήθοῦ: ἐπίσημος γὰρ αὐτοῦ ὁ τάφος ὡς κτίστου τῆς πόλεως: — MTA
ἄλλως: κοινὸς μὲν ἀμφοῖν ὁ τάφος Ζήθοῦ καὶ Ἀμφίονος, συλληπτικῶς δὲ εἶπεν. τινὲς δέ φασι τὸν Ἀμφίονα πρὸς ταῖς Προιτίσι **: — MTAB
διαβαίνει: — Mg
καταβόστρυχος: τοῖς βοστρύχοις, τοῖς πλοκάμοις, κατάκομος καὶ τοῖς ὄμμασι καταπληκτικός· τὸ γὰρ κατά πλήθους ἐμφαντικόν: — MTA
γοργὸς εἰσιδεῖν: γοργονώδης φοβερὸς καταπληκτικός: — MTABi
ἄλλως: γοργονῶδες ἀποβλέπων τοῖς ὄμμασιν ἅμα καὶ τῶν βοστρύχων παρεχόντων τοῖς ὀφθαλμοῖς τὸ γοργονῶδες: — MTAB
συναπτέον τὸ ὄμμασι γοργὸς εἰσιδεῖν: — Mg
νεανίας ὡς τῷ ἰδεῖν: — Mg
στρατηγός: — Mg
ἀντὶ τοῦ λίαν: — Mg
αὐτῷ: — Mg
ἀντὶ τοῦ ὄπισθεν, κατόπιν: — Mg
ὡς ὄχλος νιν ὑστέρῳ: ἀντὶ τοῦ ἐπακολουθεῖ αὐτῷ ὄχλος πολὺς ὀπισθόπους. τινὲς δὲ ἐπὶ κατάρας αὐτὸ δέχονται, οἷον ἐσχάτῳ ποδὶ καὶ μηκέτι ὑποστρέφοντι, ἵν’ ᾖ· ὡς ὄχλος νιν ἀμφέπει ἐπὶ ἀπωλείᾳ: — MTAB
πανταχόθεν ὡπλισμένος ἐπακολουθεῖ: — Mi
Παρθενοπαῖος: ὡς μὲν Ἀντίμαχος
Ἀταλάντης γόνος: ταύτην Μειλανίων ἔγημε τῇ τέχνῃ τῶν μήλων: — MiTA
ἄλλως: αὕτη Ἰάσου μὲν θυγάτηρ, Μειλανίωνος δὲ γυνὴ, Ἀρκὰς τῷ
γένει. ἔστι δὲ καὶ ἄλλη Σχοινέως θυγάτηρ, Ἱππομένους γυνὴ, Βοιωτιακή: — MiTABi
ἀλλά νιν ἁ κατ’ ὄρη: ἀλλ’ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις ἡ μετὰ
τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα. εἰκότως δὲ τὴν Ἄρτεμιν κατ’ αὐτοῦ ἐπικαλεῖται
ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον
δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρόνησε τῆς Ἀρτέμιδος. αὕτη δέ ἐστιν ἡ
συγκυνηγήσασα Μελεάγρῳ: — MTA1
B
ἡ κατὰ τὰ ὄρη, ὅ ἐστιν ἡ Ἄρτεμις: — Mg
ὁρμωμένη: — Mg
Ag
πορθήσων: — Mg
διὸ εὐλαβοῦμαι μὴ τὸ δίκαιον σκοπήσαντες οἱ θεοὶ ἀπολέσωσιν
ἡμᾶς: — MTA1B
ποῦ: παρὰ τὸ δοιὼ δ’ οὐ
δύναμαι ἰδέειν
. δίς δὲ παρέλαβε τὸ ποῦ τὴν σπουδὴν ἐμφαίνων: — MTA1B
σὺν δυστυχίᾳ πολλῇ: — MiT
ἄλλως: κακομοιρίᾳ· τῷ γὰρ ἐπιθέτῳ διέστειλε τὸ τῆς μοίρας
ὄνομα ὂν τῶν μέσων: — MiTA1B
ποῦ’ στι Πολυνείκης, γέρον: Πολυνείκης Οἰδίποδος τοῦ
ἐκεῖνος ἑπτὰ παρθένων: καὶ Σοφοκλῆς ἐν Νιόβῃ gBi
ἄλλως: ὁ Ἀριστόδημος καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν
.
ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ b]1B
Νιόβης Ἀδράστῳ: Ἄδραστος υἱὸς Λυσιμάχης τῆς Κερκυόνος καὶ Ταλαοῦ [τοῦ Ἀγήνορος τοῦ Καλυδῶνος τοῦ Πλευρῶνος τοῦ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διός]: — Palat.343
παραστατεῖ: εἰκότως’ τούτῳ παρίσταται καὶ τοῦτον θεραπεύει δι’
τὴν εἰς τὴν πατρίδα κάθοδον προσεδόκα αὐτῷ γενέσθαι: — A1B
τρόπῳ τινί: — Mg
AgBi
ὀξυτάτης ταχείας: — Mg
ἀνεμώκεος: ταχείας. ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης [ἴσως]. διὰ
γὰρ ἀνέμου κινοῦνται: — MiTA
τὸ ἑξῆς· ἀνεμώκεος εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ δι’
αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα φυγάδα μέλεον. περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ
δέρῃ διὰ χρόνου. αὕτη ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδω·
ἐὰν δὲ κεῖται, οὕτως συντακτέον· χρόνῳ μέλεον φυγάδα ὡς ἴδω: — MiTAB
πληρώσαιμι: — Mg
περιβάλοιμί τε τὰς χεῖρας διὰ χρόνου: — Mg
ἄθλιον: — Mg
μετὰ φιλίας, φιλικός: — Mi
ἥξει δόμους τούσδ’: τὸν Ὁμηρικὸν Μενέλαον μιμεῖται ὁ Εὐριπίδης ὑπόσπονδον Πολυνείκην ἄγων εἰς τὰς Θήβας, ὡς ἐκεῖνος εἰς τὴν Ἴλιον εἰσῆλθε καταθησόμενος τὸν πόλεμον: — MAB
τυγχάνει: — Mg
Ἀμφιάραος: Οἰκλέους τοῦ Ἀντιφάτου τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος ⟨τοῦ Κρηθέως τοῦ Αἰόλου⟩ τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμνήστρας τῆς Θεστίου τοῦ Ἄρεως: — MT
σφάγια δ’ ἅμ’ αὐτῷ: σφάγια μὲν τὰ ἱερεῖα, ῥοαί δὲ αἱ σπονδαί. ἢ οὕτως· ὧν τὸ αἷμα συμβαίνει παρὰ τὴν γῆν ἐκχεῖσθαι. τὸ γὰρ φιλεῖν καὶ ἐπὶ τοῦ συμβαίνειν τάττεται: — MTAB
ἄλλως: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ γράφουσι γῆς φιλαιμάτου, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν: — MTAB
εὐδαίμονος εὐπρεπεστάτου: — MgAg
Ἀελίου Σελαναία: Ἡσίοδός φησιν ἀδελφὴν Ἡλίου τὴν Σελήνην Θεία δ’ Ἠέλιόν τε
μέγαν λαμπράν τε Σελήνην γείνατο
· Αἰσχύλος
λαμπρὸ⟨ν καὶ περι⟩φερές: — MgAg
καὶ σώφρονα πώλοις: εἰκότως ἡσυχῆ καὶ σωφρόνως ἐλαύνεῖ. οἶδε γὰρ ὡς μάντις τὰ ἀποβησόμενα: — TAB
πάνυ ἡσυχῆ: — Mg
Ag
ἀντὶ τοῦ σωφρόνως: — MgAg
ἐπ’ εὐθείας ἄγει: — MgAg
ἐπαπειλεῖ: — Mg
Ag
Καπανεύς: Ἱππονόου τοῦ Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους τοῦ Προίτου τοῦ Ἄβαντος τοῦ Λυγκέως τοῦ Αἰγύπτου, μητρὸς δὲ Λαοδίκης τῆς Ἴφιος τοῦ Ἀλέκτορος: — MTA
ἐκεῖνος ἑπτὰ προσβάσεις: τὰς εἰσβάσεις. λέγει δὲ τὰς πύλας: — MMiTAAg
ἄλλως: τὰς ἑπτὰ κλίμακας τῶν πύργων δι’ ὧν εἰς τὸ τεῖχος ἀνέρχονται: — MTA
καταμανθάνει σημειοῦται διασκέπτεται: — Mi
πρὸς τὰς πύλας περιέρχεται ἀναμετρῶν: — MgAg
μεγαλανορίαν: μεγαλοφροσύνην. ἢ μεγαλορρημοσύνην οἱονεὶ
μεγαληγορίαν. ὑπερηφάνειαν: — MTAB
i
τὸν ὑπερήφανον ἄνδρα καταβάλλεις: — Mi
ταπεινοῖς: — Mg
Ag
λείπει τὸ ἐπαγγέλλεται: — MMgTA
ὁ νοῦς· οὗτός ἐστιν ὁ τὰς Θηβαίας δορὶ καὶ πολέμῳ παραδώσειν
αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν ἀπὸ
ἄλλως: τὸ ἑξῆς οὕτως· ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ
δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ
τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν
Ποσειδῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα
ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην καί
κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείης
— TAB
Λερναίᾳ τε δώσειν Τριαίνᾳ: Τρίαινα τόπος Ἄργους ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγινόμενος τῇ Ἀμυμώνῃ † ἐξ ἧς καὶ πηγὴ ἀνεδόθη, ἐξ οὗ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἴπων οὗν Τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδωνίοις Ἀμυμωνίοις: — MTAB
ἄλλως: Ἀμυμώνῃ τῇ ἡρωίνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν, καὶ εὐθὺς κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν, ὅ⟨θεν⟩ καὶ γέγονε κρήνη αὐτόθι ὁμώνυμος τῇ Ἀμυμώνῃ· ἧν δὲ καὶ ἑτέρα κρήνη ἐν Λέρνῃ. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν: — MTAB
τῇ Ἀργολικῇ Τριαίνῃ: — Mg
Ποσειδωνίοις: τινὲς οὕτως· λείπει ὁ καί· εἰσὶ γὰρ τὰ κτητικὰ
ἀντὶ τῶν πρωτοτύπων· ἵν’ ᾖ· Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν: — MTABi
Ἀμυμωνίοις: Δαναοῦ θυγατέρες Ἵππη Ἀμυμώνη Φυσά⟨δεια⟩ ***: — A
περιβαλὼν αὐταῖς δουλείαν: — Mg
χρυσοπλόκαμε: — Mg
Ag
ἐπειδὴ εἰς κόρον ἦλθες ὧν ἔχρῃζες ἰδεῖν: —
MiTABi
ὄχλος γὰρ ὡς ταραγμός: τὸ ἑξῆς· ὡς ταραγμὸς εἰσῆλθεν
φιλολοίδορον: — Mg
Ag
Τύριον οἶδμα: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγηνορίδαι
πόλεμον ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον,
τὰς γυναῖκας τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλλωνι. πρὸ δὲ πομπῆς εὐθὺς
συνήχθη κατ’ αὐτῶν πόλεμος. διὰ δὲ τῶν Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς
Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει γοῦν ταῦτα ὁ
χορὸς τῷ Πολυνείκει
ἄλλως: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ
τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον
λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ
ὡς τὸ σῖγα σῖγα
λευκὸν ἴχνος ἀρβύλης τίθετε’. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς
Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς
συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ
ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν
πόλις Φοινίκης: — M
g
τὸ κῦμα, τὸ πέλαγος: — Mg
ἀκροθίνια Λοξίᾳ: κυρίως αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα,
ὅ ἐστι τὸν σωρὸν τῆς ἅλωνος· καταχρηστικῶς δὲ οὕτως λέγονται καὶ αἱ ἀπαρχαὶ
τῆς λείας: — MiTABi
Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος. κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας νάσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπὸ Ἀγήνορος καταγόμενοι συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐτεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν, αὐτὰς πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι: — MTAB
οἷον· πρὸς τὸ εἶναι δούλη τοῦ Ἀπόλλωνος: —
Mg
οἰκήσω: — Mg
κατενάσθην: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι. καὶ Σιμωνίδης
Ἰάμβοις τί ταῦτα διὰ
μακρῶν λόγων ἀνέδραμον
, ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι ὅτι
οὕτως ἐστίν· ὅπου, ἐν Φοινίκῃ, κατετάχθην οἰκῆσαι τὸν Παρνασὸν τῇ ἐλάτῃ
πλεύσασα: — MiTABi
† Ἰόνιον κατὰ πόντον: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυγάτηρ Ἰώ. ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπ’ αὐτῆς ἐκλήθη: — T
Ἰόνιον κατὰ πόντον: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν
τῇ κωπηλασίᾳ: — Mg
τῶν σφοδρῶς χεομένων. ἢ κύκλῳ ῥεομένων. ἀκάρπιστα δὲ πεδία τὴν
θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων
λέγει ὅταν δὲ πόντου
πεδίον Αἰγαῖον δράμω
καὶ Αἰσχύλος Νηρεΐσι δελφινηρὸν πεδίον πόντου διαμειψάμεναι
— MTAB
† ἄλλως: τὸ ἑξῆς τοῦ λόγου· ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύσαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους τῆς Σικελίας περὶ τὸ στενὸν, ὅ ἐστι τὸ Ἰόνιον πέλαγος, εἰς ὃ ἐμβάλλουσιν οἱ ἀπὸ Συρίας εἰς Ἑλλάδα ἀπιόντες: — TA
ὑπεράνωθεν πολυκαρπίστων: — Mg
Ζεφύρου πνοαῖς: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ
τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία: — MiTA
ἄλλως: σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ
πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίος τῷ χορῷ
γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρους ὥρᾳ πνέων εἰς εὐρωστίαν· ὡς Ὅμηρος ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους
. τὸ φύσει οὖν κάλλιστόν φασιν, οὐ
τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν: — MiTAB
δραμόντος: — Mg
Ag
ἐπιλεχθεῖσα: — Mg
Ag
ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλιστεύματα καὶ ἀγάλματα τῷ Λοξία. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός: — A
ἐπίλεκτα δῶρα: — Mg
AgBg
ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς οἴκους
τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν Ἀγηνοριδῶν. τῶν
γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν Φοινίκην, οἱ δὲ ἄλλην χώραν:
— MiT
κλεινῶν Ἀγηνοριδᾶν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι· τὸ δὲ
ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: — MiTAB
ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Δαΐου πεμφθεῖσα
ἐνθάδε. Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ Εὐρώπη Φινεύς: —MiTAB
ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: — Mg
ἴσα δ’ ἀγάλμασι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι
χρυσέοισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην.
λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵν’ ᾖ ὡς τὸ κατενάσθην iTAB
ἢ πᾶσα τῷ θεῷ ἀφιέρωμαι, ἔτι δέ μοι ταῦτα περιλιμπάνεται
ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ: — MiTABi
τὴν ἐμὴν κεφαλήν: — Mg
† δεῦσαι παρθένιον: λείπεται οὖν. φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτως τοῖς θεοῖς λατρεύοιμι. Κασταλία δὲ πηγὴ ἐν Πυθία, εἰς ἣν λούουσι τὰς ἱεροδούλους παρθένους μελλούσας θεοπρόπιον φθέγγεσθαι παρὰ τῷ τρίποδι: — TAB
† ἄλλως: αὐτὴν τὴν Κασταλίαν φησὶ παρόσον παρθένων μόνον ἐστὶ λουτρόν. ἢ τὰς κόμας, αἳ κάλλος καὶ τρυφή εἰσι τῶν παρθένων: — TAB
† ἄλλως: τὰς κόμας δεῦσαι Φοιβείαισι λατρείαις: — A
ὧ Παρνασέ: — Mg
TABi
διπλοῦν: — MgBg
δικόρυφον σέλας: δικόρυφον αὐτὸν εἶπεν ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασοῦ εἰσιν ἱερὰ, τὸ μὲν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, τὸ δὲ Διονύσου. ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς θυσίας. ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλ’ ἀπὸ ἑνὸς ἄκρου· δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι διὰ τὸν ἐπίπροσθεν σκόπελον καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ: — TAB
ὑπὲρ ἄκρων βακχειῶν: εἰς τὴν τοῦ Διονύσου κορυφήν φασιν εἶναι
ἄμπελον ἥτις καθ’ ἑκάστην ἡμέραν ἑνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ
Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας
οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπτοντα. οἴνη δὲ καλεῖται αὐτὴ ἡ
ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ
ἔστι γάρ τις ἐναλία
Εὐβοιὶς αἶα τῇδε βάκχειος
βότρυς
ἐπ’ ἧμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω
κεκλημάτωται χλωρὸν
οἰνάνθης δέμας·
εἶτ’ ἦμαρ
αὔξει μέσσον ὄμφακος τύπον,
γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς·
δείλῃ
δὲ πᾶσα τέμνεται † βλαστουμένη
† ὀπώρα καλῶς κἀνακίρναται ποτόν: — MTAB
τὸ βακχειῶν περισπωμένως, ἵν’ ᾖ· ἐκ τῶν τόπων ἐν οἷς βακχεύει
ὁ Διόνυσος: — MiBi
οἴνα θ’ ἃ καθαμέριον: καὶ ὦ ἄμπελε, ἥτις τὸν πολύκαρπον βότρυν στάζεις ἀπὸ τῆς οἰνάνθης καθ’ ἑκάστην τῷ Διονύσῳ αὐτὸν ἐκπέμπουσα. οἰνάνθη δὲ ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς: — MAB
ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν: — MgA
ἄντρα δράκοντος: τοῦ Δελφύνου ὑπὸ τὸν Παρνασὸν δείκνυταί τι
σπήλαιον: — MTABi
φησὶ τὸν Κατοπτευτήριον τόπον οὕτως καλούμενον ἐν Παρνασῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δελφύνην κατετόξευσεν: — MTAB
ἱερὸν ἑλίσσων: τινὲς στίζουσιν εἰς τὸ ἱερόν. τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. περισσὸς ὁ τέ, ἵν’ ᾖ· γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τὸ ὄρος. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσων, ἵν’ ᾖ· καὶ σύ, ὧ Ἄπολλον περιέπων τὸν Παρνασόν: — MTAB
οἱ γὰρ ἱερόδουλοι οὐδένα φοβοῦνται: — MgAgBi
μεσόμφαλον εἶπε τὴν Πυθίαν, ἐπεὶ κατὰ τὰ κοιλώματα τοῦ ὄρους
μέσον τῆς γῆς κεῖται, ἐν ᾗ οἱ Δελφοί: — Mg
γύαλα Φοίβου: τὰ κοιλώματα τοῦ ὄρους. τοιαῦται γὰρ αἱ φύσεις
τῶν ὀρῶν, ἐν ὕψει καὶ ἐν βάθει συγκείμεναι: — MTABi
ὄνομα κρήνης οὕτως καλουμένης: — Mg
Δίρκαν προλιποῦσα: ἐκεῖ ὁ Κάδμος τὸν Δελφύνην φονεύει προνοίᾳ τῆς Ἀθηνᾶς μετὰ λίθου. οὗτος δὲ ὁ δράκων λέγεται εἶναι Ἄρεως, ὃς ἐφύλαττε τὰ νάματα τῆς Δίρκης: — MTA
νῦν δέ μοι πρὸ τειχέων: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται ἔχων οὕτως· ἰὼ Παρνάσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι σύ τε, ὧ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, καὶ ὧ θεῖον ἄντρον τοῦ δράκοντος οὔρειαί τε σκοπιαὶ θεῶν σύ τε, ὧ δέσποτα Ἄπολλον, ὅς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοιποῦ διάξαιμι: — MTAB
ὁρμητικός: — Mg
Ag
πόλεμον κινεῖ. οἷον· πόλεμον ἀκμαῖον διεγείρει: — MgAg
Bi
Φοινίσσᾳ χώρᾳ: γράφεται καὶ Φοίνισσα χώρα ἀπὸ εὐθείας, ἵν’ ᾖ
ἀπὸ κοινοῦ τὸ πείσεται· εἴ τι πείσεται ἅδε γᾶ, κοινὰ πείσεται καὶ ἡ Φοίνισσα
χώρα: — MTABi
ὑπομενεῖ ἡ Φοινίκη χώρα ὅσα ὑπομενεῖ ἡ ἑπτάπυργος γῆ: — Mi
τᾶς κερασφόρου: τῆς μεταβληθείσης εἰς βοῦν κερασφόρον, τῆς Ἰοῦς, ὑπὸ τοῦ Διὸς ὑφορωμένου τὴν ζηλοτυπίαν τῆς Ἥρας: — MTA
ὧν, τῶν ἐκγόνων τῆς Ἰοῦς, φροντίζω τῆς εὐτυχίας καὶ οἰκειοῦμαι
τοὺς πόνους: — MiABi
ἀμφὶ δὲ πόλιν: ὁ δέ ἀντὶ τοῦ γάρ· ἀμφὶ γὰρ πόλιν τὸ
λάμπει: — Mg
ἃν Ἄρης τάχ’: ἣν ὁ Ἄρης γνώσεται. ὁ δὲ νοῦς· ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ εἴσεται ἀντὶ τοῦ ὁρμήσει: — MTAB
κομίζων βλαπτικῶν θεῶν βλάβην: — MiBg
γράφεται τὰ σᾶν ⟨ἀλκᾶν⟩: — Mg
καὶ τὸ θεόθεν: τὸ δίκαιον καὶ τὴν παρὰ τῶν θεῶν συμμαχίαν ἀεὶ τοῦ δικαίου προϊσταμένων καὶ τοῖς δικαίως ἐπεξιοῦσι συνερχομένων: — MTAB
ὃς ἀπαιτεῖ τὴν βασιλείαν καὶ ἐκδικεῖ: — MiAg
τὰ μὲν πυλωρῶν: τὰ μὲν θυρώματα τὰ ἐπιτετραμμένα τοῖς θυρωροῖς: — MTAB
δἰ εὐχερείας, δι’ εὐμαρείας: — MiBg
ὃ καὶ δέδοικα: διὸ, διὰ τὴν εὐμάρειαν. διὰ τὸ εὐχερῶς με ὑποδέξασθαι τοὺς φύλακας ὑποπτεύω μὴ δόλος ἐστίν: — MTAB
γράφεται μή με: — M
g
νῦν τειχέων: — Mg
οὐ μεθῶσ’ ἀναίμακτον χρόα: ἡ μὲν γραφὴ οὐκ ἐκφρῶσιν. οἱ οὗν ὑποκριταὶ διὰ τὸ δυσέκφορον μεταπλάττουσι τὴν λέξιν. καὶ Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων, ὅτε διαλαμβάνει περὶ τοῦ φρῶ, ταύτην τὴν χρῆσιν φέρει: — AB
ἄτρωτον: — MgBg
μετενεκτέον σκοπητέον: — Mg
ἐνέδρα: — MgBg
ὡπλισμένος δὲ χεῖρα: ἀνόητον, φασὶ, τὸ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ δὴ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόντων τοσούτων. ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχόμενοι οὐκ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν ἀσφάλειαν ἐθέλουσιν, ἀλλ’ οἵαν παρὰ τοῦ καιροῦ λαμβάνουσι, καὶ οἱ ἐπ’ ἐρημίας μετὰ ξιφιδίου πορεύονται ἧττον μὲν ὡπλισμένοι τῶν ὑποπτευομένων θηρῶν ἢ λῃστῶν, ἄμεινον δὲ τῶν ἀνόπλων. τοῦτο καὶ Πολυνείκει συνέβη· ἀναγκασθεὶς γὰρ ἐπὶ διαλλαγαῖς εἰς τὰς Θήβας ἐλθεῖν ἔρχεται μὲν ἵνα μὴ δόξῃ δύσερις εἶναι, δόλον δὲ ὑποπτεύων τὴν ἀσφάλειαν κατὰ τὸ δυνατὸν ἐπορίσατο: — MTAB
τὰ πίστ’ ἐμαυτῷ: τὴν πίστιν τοῦ θαρρεῖν, ὅ ἐστι τὴν ἀσφάλειαν τοῦ θαρρεῖν: — MTAB
οἷον· ἆρα θρασύνομαι τῷ ξίφει πιστεύων: —
MTAg
τὰ ἀσφαλῆ ἐμαυτῷ διὰ τοῦ θράσους παρέξω: —
Mi
ἐπίφθεγμα ἀνακλήσεως: — MgB
ἦ κτύπον φοβούμεθα: τὸν κτύπον ** ἀποφαντικῶς· ὄντως κενὸν ψόφον ὑφορώμεθα: — MTAB
ἀλλάσσει πορεύεται: — Mg
μετὰ φιλίας, φιλικόν: — Mg
βοήθεια: — Mg
βώμιοι γὰρ ἐσχάραι: ὥστε καταφυγεῖν ἐπ’ αὐτούς, εἰ δέοι. τοῦτο
δὲ οὐ συνῳδὸν τῷ
βώμιοι γὰρ ἐσχάραι: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ γῆς βόθρος ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν οἷς θύουσι τοῖς ἐπουρανίοις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν. ἢ κατὰ περίφρασιν οἱ βωμοί: — MTB
ἄλλως: διαφέρουσι βωμὸς καὶ ἐσχάρα. βωμὸς μὲν γάρ ἐστιν ὁ εἰς ὕψος ᾠκοδομημένος καὶ ἀνάβασιν ἔχων· ἐσχάρα δὲ ἡ ἐν τετραγώνῳ ἐπὶ γῆς βάσις βωμοῦ τάξιν ἔχουσα ἄνευ ἀναβάσεως. ἢ ἐσχάρα κυρίως τὸ πῦρ: — B
κοὐκ ἔρημα δώματα: τὰς ἀπὸ τοῦ χοροῦ ἑωρακώς φησι τεθαρρηκέναι. ἀσθενοῦς δὲ ψυχῆς τεκμήριον· τί γὰρ ἔμελλον αὐτῷ γυναῖκες συμβαλέσθαι πρὸς κίνδυνον: — MTB
τὰς τοῦ χοροῦ πρὸ τῶν βασιλείων οἴκων εἶδεν: — MiT
μεθῶ ξίφος: εἰς τὸν κουλεόν. ἢ ὑπὸ τὴν χλαῖναν, ὃ καὶ ἄμεινον, ἵνα κεκαλυμμένον τὸ ξίφος ἔχῃ καὶ πρὸς ἄμυναν ἕτοιμον: — MB
προσεγγίζετε: — Mg
τὸ ἑξῆς· δορὸς ἀκροθίνιον: — Mg
ἀπαρχήν: — MgBi
μέλλων δὲ πέμπειν μ’: σολοικοφανὲς τοῦτό ἐστιν· ἤτοι μέλλοντος πέμπειν με ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως· μέλλων δὲ πέμπειν με εἶδεν τοὺς Ἀργείους ἐπιστρατεύσαντας: — MTB
ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς: —
Mg
ἀντὶ τοῦ Οἰδίποδος· ποιητικὴ δὲ ἡ κλίσις: — Mg
ἀντὶ τοῦ τίμια: — M
gBg
ἀντὶ τοῦ ἐν τοσούτῳ: — MiBg
ἀνταποκρίθητί μοι: — Mg
ἑπτάστομον πύργωμα: ἑπτάπυλος ἡ Θήβη κατεσκεύαστο ὅτι πρὸς τὴν ἑπτάχορδον λύραν τοῦ Ἀμφίονος κιθαρίζοντος ἐτειχοδομήθη: — MTB
Ἰοῦς Ἔπαφος, οὗ Λιβύη. ἧς Βῆλος, οὗ Φοῖνιξ καὶ Ἀγήνωρ. οὗ Κάδμος, οὗ Πολύδωρος, οὗ Λάβδακος, οὗ Λάιος, οὗ Οἰδίπους, οὗ Ἐτεοκλῆς καὶ Πολυνείκης: — AB
λείπει τὸ ὑπαρχόντων: — MiBi
γονυπετεῖς ἕδρας: ἀντὶ τοῦ γονυπετῶ σε. ὡς τῶν Φοινίκων διὰ
γονυκλισίας τιμώντων τοὺς βασιλεῖς: — MTAgB
προσκυνῶ ⟨προσ⟩πίπτω ἱκετεύω: — Mi
σοί τὸ ἐντελές: — M
gBi
τὸν οἴκοθεν νόμον σέβουσα: τιμῶσα φυλάττουσα καὶ σεβάζουσα. ἢ τιμῶσά σε κατὰ τὸν πάτριον νόμον: — MTB
ἄνοιξον τὰς θύρας: — MiAg
τί βραδύνεις: — Mg
Ag
ἅπτεσθαι ταῖς χερσὶ τοῦ τέκνου: — Mi
Φοίνισσαν ὦ νεάνιδες: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ καὶ γὰρ
χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου
— MTAB
ἀμφίβαλλε μαστόν: τὸν μαστὸν τῆς σῆς μητρὸς περίβαλλε ταῖς
σαῖς ὠλέναις: — MTABi
ὁ πᾶς νοῦς· περιπτυξάμενος ἄσπασαί με. ἔστι τὸ ἀμφίβαλλε μαστόν ἀπὸ μέρους τὸ στῆθος· περίβαλλε, φησὶ, τὸ στῆθος τῆς μητρὸς ταῖς σαῖς χερσὶ καὶ τὸ τῶν παρηίδων σου ἔκταμα περίβαλλέ μοι: — MTAB
παρηίδων τ’ ὄρεγμα: τὸ ἔκταμα, τὸ ἄσπασμα τῆς παρειᾶς μου περίβαλλε ταῖς ὠλέναις: — MTA
κυανόχρωτα χαίτας: καὶ τὸν κυανόχρωτά σου πλόκαμον περίβαλλε
τῷ τραχήλῳ μου καὶ κατασκίαζε τοῦτον τοῖς βοστρυχώδεσί σου πλοκάμοις. ἐκ
κοινοῦ γὰρ τὸ ἀμφίβαλλε· οὐ γὰρ τὸν ἑαυτῆς πλόκαμον λέγει ὡς μικρὸν ὕστερον
τὸν ἐμὸν τράχηλον: — MgAg
σκιάζων δέραν ἀμάν: ἀντὶ τοῦ ἀγαπητικῶς περιπτυσσόμενος καὶ
ἐκτενῶς ἀσπάζου τὴν μητέρα: — MMi
TAB
ἄελπτα κἀδόκητα: ὧ παρ’ ἐλπίδα φανεὶς καὶ ἀπροσδοκήτως εἰς τὰς ἐμὰς χεῖρας: — MTA
τί φῶ σε: τί σοι εἴπω, πῶς προσφθέγξωμαί σε καὶ πῶς τὰ πάντα λάβω τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα: — MTAB
κατὰ πάντα: — Mg
πολυέλικτον: πολύστροφον πολύπλεκτον ποικίλην. τὴν πανταχόθεν
με περιέχουσαν ἡδονήν: — Mi
AB
ἔρημον πατρῷον: σοῦ ἔρημον δηλονότι. τὴν αὐτοῦ ἀπουσίαν ἐρημίαν τοῦ παντὸς οἴκου οἴεται: — MTAB
φυγὰς διωχθεὶς τῇ ἀδικίᾳ καὶ ὕβρει τοῦ ἀδελφοῦ: — MgAg
βεβαιωτικῶς, ἀντὶ τοῦ ὄντως: — MgBi
ὅθεν ἐμάν τε: ἀφ’ οὗ σὺ ἔφυγες, κείρομαι. τὴν πεπολιωμένην. κείρομαι ἀντὶ τοῦ ἐκειράμην. εἰς σέ ἀντὶ τοῦ· ἐπὶ σοὶ ἐκειράμην. ἀποβαλοῦσα: — MTA
† μετὰ δακρύων αὐτὴν ἀποβαλοῦσα ἐπὶ τῷ σῷ πένθει: — ABg
πενθήρη κόμαν: — MTA
ἀπενθέα, ἀντὶ τοῦ πολυπενθῆ κόμην. ἢ οὕτως· τὴν λευκόχροα κόμην ἐκειράμην εἰς τὰ σὰ πένθη νομίζουσά σε τεθνηκέναι ὅτε ἀπεδήμεις, ἵνα τὸ πλῆρες ᾖ εἰς σά. ἢ εἰς σέ, τὸν πολυπενθῆ: — MTA
ἄπεπλος φαρέων: ἀντὶ τοῦ ἀμέτοχος: — MTABg
ἄπεπλος διαλεύκων φαρέων οὖσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι: — MTAB
ἄλλως: ἀντὶ τοῦ μελανοφόρος. καὶ στικτέον εἰς τὸ τέκνον: — MTAB
δυσόρφναια: ἀντὶ τοῦ σκοτεινὰ καὶ ἐρρυπωμένα. σκότια καὶ μέλανα: — MTA
ἡ ἀμφί πρὸς τὸ ἀμείβομαι, τουτέστι περιβάλλομαι: — MTABi
τρύχη: τὰ ῥακώματα τὰ δυσόρφναια καὶ σκότια [ἃ] περιβάλλομαι: — TA
ἀπήνης ὁμοπτέρου: συζυγίας. Ἐτεοκλέα καὶ Πολυνείκην ἀπήνην εἶπεν ἥτις ἐκ δύο βοῶν ἕλκεται: — MTAB
τῆς συγγενοῦς, καταχρηστικῶς ἀπὸ τῶν ὀρνέων: — MgBg
πόθον ἀμφιδάκρυτον: καίπερ πόθον ἔχων ὅμως ἀποθανεῖν ἐζήτει: — MTA
ἀνῇξε μὲν ξίφους: ἀντὶ τοῦ· ὥρμησε καὶ ἐπὶ σφαγὴν ξίφους αὐτόχειρα: — MTA
ἄλλως: ὥρμησε μὲν κατὰ τοῦ ξίφους, ὥρμησε δὲ καὶ ἐπὶ σφαγὴν ὁμοίως καὶ ἐπὶ ἀγχόνην: — MTAB
ὑπὲρ τέραμνα: καὶ εἰς τὰ μετέωρα τῆς ἀγχόνης. ἀπὸ κοινοῦ τὸ ἀνῇξεν: — MTAB
ἄλλως: ἐπὶ ἀγχόνας ὥρμησε τὰς ὑπὲρ τέραμνα, ὅ ἐστιν ὑψηλοτάτας. τέραμνα δέ ἐστι τὰ ὀροφώματα: — MTAB
σὺν ἀλαλαῖσι: διὰ τὰς ἀρὰς ἃς ἐποιήσατο κατὰ τῶν τέκνων. μετέγνω γὰρ ἐπὶ τῷ καταράσασθαι τοῖς παισίν: — MAB
διὰ τὰς ἐπὶ τοῖς τέκνοις ἀράς: — MiBi
κρύπτεται: κρύπτεται δ’ ἐν τῇ σκοτία σὺν ταῖς ἀλαλαῖς τῶν
αἰαγμάτων, ὅ ἐστι σὺν ταῖς βοαῖς τῶν θρήνων: — MABg
καὶ γάμοισι δὴ κλύω ζυγέντα: ζευχθέντα συναφθέντα. ἀκούω σε ἐν
γάμοις ζυγέντα παιδοποιὸν ἔχειν ἡδονήν: — MTABi
ξένοισιν ἐν δόμοις: ταῦτα διὰ μέσου. τὸ γὰρ ἑξῆς· σὲ δ’, ὧ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι καὶ ξένην συγγένειαν ἔχειν καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοὶ καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη: — MTAB
τὸ ἑξῆς· ξένον δὲ κῆδος ἀμφέπειν γάμων· ποῖον κῆδος· τὴν ἄτην
ἣν ἐπηγάγου ἡμῖν· διὰ γὰρ τοῦ γάμου πολεμεῖς τὴν πατρίδα: — MiTAB
ἐπιγαμβρίαν: — Mg
ἀντὶ τοῦ περιέπειν: — Mg
ἄλαστα μητρί: ταῦτα διὰ μέσου. ὡσεὶ ἔλεγε· μέγιστα δυστυχήματα
ἐμοῦ τε καὶ τῶν σῶν προγόνων τὸ σὲ μὴ μετασχεῖν ὁμοφύλου γυναικός: — MiTAB
ἀνεπίληστα ἀνυπομόνητα κακά: — Mg
ἔθος γὰρ ἦν τὴν νύμφην ὑπὸ τῆς μητρὸς τοῦ γαμοῦντος μετὰ
λαμπάδων εἰσάγεσθαι: — MiTABg
ὡς ἁρμόζει: — Mg
ἀνυμέναια δ’ Ἰσμηνός: ἀνυμεναίως ἀχορεύτως: — MMgTABg
ἄλλως: οὐ μετέσχε τῶν σῶν ὑμεναίων οὐδὲ συνήσθη τῇ σῇ πρὸς τὸν
Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά. εἰώθε
ἄλλως: ἐπεγάμβρευσε δὲ τῷ Ἀργείῳ ὁ Ἰσμηνὸς μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας. ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά: — MTAB
ὄλοιτο τάδ’: ἀπόλοιτο ταῦτα τὰ κακὰ καὶ μεταβληθείησαν εἰς ἀγαθά. εἴ τίς ἐστιν αὐτῶν αἴτιος· λείπει γὰρ τὸ αὐτῶν: — MTAB
ἄλλως: ὄλοιτο τάδε: ἀντὶ τοῦ τῶνδε· ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα
. ὁ οὖν τούτων αἴτιος καὶ
πρόξενος ἀπόλοιτο, ὅστις ποτὲ ἄρα ἐστίν: — MTAB
εἴτε σίδηρος: ἢ ὁπλίτης ἢ ὁ Ἄρης: — MTA
διὰ τὰς ἀράς: — Mg
Bg
κατεχόρευσε, σφοδρῶς ἐπῆλθε: — Mg
τῶν γὰρ κακῶν τούτων τὰ ἄχη εἰς ἐμὲ κατέσκηψεν: — MTABg
δεινὸν γυναιξίν: τίμιον. ἢ μέγα κακόν: — MTAB
ἄλλως: δεινὸν γυναιξίν: δεινόν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ
ἄλλως: αἱ δι’ ὠδίνων γοναί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: — MTAB
μῆτερ, φρονῶν εὖ: καὶ φρόνησιν ἐμαυτοῦ καὶ ἄνοιαν κατέγνων, φρόνησιν μὲν ὅτι ὑπὲρ τοῦ θεάσασθαι τοὺς οἰκείους καὶ δι’ ἐχθρῶν ἐτόλμησα εἰσελθεῖν ** μὴ ἐννοήσας δόλον. ὅμως συγγινώσκω ἐμαυτῷ διὰ τὸν κοινὸν ἔρωτα τῆς πατρίδος: — MTA
† μῆτερ, φρονῶν: φρονῶν μὲν καθὸ πεισθείς σοι ἦλθον, οὐ φρονῶν δὲ καθότι κατὰ τῆς πατρίδος ὡπλίσθην καὶ πρὸς ἐχθροὺς ἄνδρας παραγέγονα· ὅθεν ἐπιφέρει ἀλλ’ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας ἀπολογούμενος ὑπὲρ τῆς ἀφίξεως: — B
† εἰ καὶ ἥμαρτον προπετευσάμενος, ὅμως συγγινώσκει μοι ὁ τῆς πατρίδος ἔρως: — B
φλυαρεῖ: — Mg
θαρρεῖν ποιεῖ, παρηγορεῖ: — MiBi
διὰ χρόνου: — Mg
δι’ ὄσσων ὄμμ’ ἔχων: ποιητικὴ ἡ περίφρασις. ἐκ παραλλήλου τὸ
αὐτὸ [γὰρ] σημαίνει ὡς τὸ ποδάνιπτρα
ποδῶν
. [ἐκ παραλλήλου δὲ τὸ αὐτὸ σημαίνει] τουτέστι· τοὺς ὀφθαλμοὺς ἔχων
δακρύοντας: — MTAB
† ἄλλως: ὅσσος λέγεται ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὄμμα δὲ τὸ ἔξωθεν
δέρμα τοῦ ὀφθαλμοῦ: — A1
ἀλλ’ ἐκ γὰρ ἄλγους: ἀλλὰ γὰρ ἐκ τῆς παλαιᾶς δυστυχίας
ἄλλως: ὑπερβολικῶς εἴρηκεν· ἐκέκαρτο γὰρ, ὡς ἀνωτέρω εἶπεν
τὸ σέ πρὸς τὸ ἔχουσαν: — MgAgBi
κάρα ξυρηκές: ἐξυρημένην τὴν κεφαλὴν καὶ πέπλους μέλανας ἔχουσαν: — A
ἐξυρημένον: — Mg
Ag
μέλανας: — MgAg
ὁ στίχος οὗτος ἔν τισιν οὐ φέρεται: — MgBi
σκότον δεδορκώς: ἀντὶ τοῦ ἐν σκότει διατρίβων: — MTAAgBi
οἱ γὰρ τυφλοὶ δοκοῦσι σκότον δεδορκέναι: —
MTABg
ἆρα· τὸ γὰρ πού παρέλκει: — MgAg
ἀντὶ τοῦ Οἰδίποδος: — MgAg
οὕτω γὰρ ἤρξατ’: οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος ὥστε ἀνόμως μὲν ἐμὲ παρασκευάσαι τεκεῖν τὸν Οἰδίπουν παρὰ τὴν τοῦ Ἀπόλλωνος βουλήν: — MTA
† οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος. οὕτω, φησὶν, ἐξ ἀρχῆς δυστυχῶ, ἀφ’ οὗ ἀνόμως ἔτεκον· ἀνόμως γὰρ καὶ ἀσεβῶς παρεσκεύασέ με τεκεῖν: — B
ὅπως δ’ ἔρωμαι: δέδοικα δὲ μὴ, ὅπως ἔρωμαι ἃ χρῄζω [καὶ] δάκω σοῦ τὴν φρένα· ὅμως ἐπιθυμῶ ἐρέσθαι κἂν λυπῶ σε: — MTAB
μή τι σὴν δάκω φρένα: τὴν σὴν φρένα λυπήσω. λυπεῖ δὲ δι’ ὧν
ἐξετάζει περὶ τῆς φυγῆς: — MBi
ἀτελές: — MgBg
τί τὸ στέρεσθαι πατρίδος: τοῦτο μετὰ ἤθους. οὐκ ἐν δέοντι δὲ γνωμολογεῖ τοιούτων κακῶν περιεστώτων τὴν πόλιν. τοιοῦτος δὲ πολλαχοῦ ὁ Εὐριπίδης: — MTAB
ἆρα μέγα κακόν: — M
gBi
ἐξουσίαν ἐλευθερίαν: — MiAg
τὰς τῶν κρατούντων: γράφουσί τινες τὰς τῶν πολιτῶν· κρατοῦσι γὰρ οἱ πολῖται. τοῦτο δὲ ὡς Ἀθηναῖος ὢν ὁ ποιητὴς εἶπε. κὰν μὴ φυγὰς γὰρ εἴη τις, ὅμως φέρει τὰς ἀμαθίας τῶν κρατούντων κὰν μὴ θέλῃ: — MTAB
αἱ δ’ ἐλπίδες βόσκουσι: αἱ ἐλπίδες καὶ ἡ προσδοκία τοῦ
ἐπιβήσεσθαι τῆς πατρίδος. ἐντεῦθεν ἡ παροιμία· αἱ δ’
ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν
— MTAB
ὡς ἡ φήμη: — Mg
Ag
καλοῖς βλέπουσαι: καλὰ πρὸ ὀφθαλμῶν τιθέμεναι, βραδύνουσι δέ:
— MMgTABg
ἄλλως: δοκοῦσιν αἱ ἐλπίδες τρέφειν, καλοῖς ὄμμασι βλέπουσι δέ, ἀντὶ τοῦ· καλὰ πρὸ ὀφθαλμῶν τιθέασιν: — MTA
οὐδ’ ὁ χρόνος: οὐδὲ ἠπίστησαν αὐταῖς τινες ἐξ οὗ κενὰς αὐτὰς
εὗρον: — MABi
ἔχουσιν Ἀφροδίτην: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ ἐλπίζειν: — MTA
ἄλλως: ἀντὶ τοῦ ἡδονὴν ἡδεῖαν ἔχουσιν ἀλλὰ βλαβερὰν οἱ ἐν κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες τὰ ἀγαθά: — MTAB
ἡδονὴν ἀπόλαυσιν: — Mg
γλυκεῖαν μὲν, ἀλλὰ βλαβεράν: — Mg
† ποτὲ μὲν ἐπ’ ἦμαρ: ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ δοκεῖ τῇ ἐλπίδι τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην: — A
φίλοι δὲ πατρός: παρὰ τὸ Φιλοκτήτου· ἀνδρὸς
κακῶς πράσσοντος ἐκποδὼν φίλοι
. πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν
φίλων εἰς τὴν πατρίδα κατάγεται. ἢ τάχα πρὸ τοῦ γάμου δυστυχῶν ὑπὸ τῶν φίλων
ἠμελεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν φίλους ἔσχε. πρὸ
τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φησιν: —
MTAB
εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις
δυστυχῇ: — MgA
τὸ γένος οὐκ ἔβοσκέ με: ἐψεύσατο· πρῶτον γὰρ διὰ τὸν χρησμὸν
ὁμολογουμένως ὁ Ἄδραστος, ἔπειτα δὲ καὶ διὰ τὸ γένος συνῴκισεν αὐτῷ τὴν
θυγατέρα Ἀργείαν. οὐκ ἂν γὰρ οὐδὲ ὁ Ἀπόλλων τὸν τυχόντα ἔλεγεν ἑλέσθαι: — MTABi
οὐδ’ ὀνομάσαι δύναιμ’ ἄν: εὐκτικόν ἐστι. τὸ θέμα δύνω ὡς
φαίνω, ὁ ἀόριστος ἔδυνα ὡς ἔφηνα: —MABg
δύναιτό τις: — Mg
ἔχρησ’ Ἀδράστῳ: ἡ μὲν τὴν αἰτίαν τῆς εἰς Ἄργος ἀφίξεως ἐρωτᾷ, ὁ δὲ τὴν αἰτίαν τῆς αὐτόθι καταμονῆς λέγει· εἰ μὴ γὰρ διὰ τὸν χρησμὸν τοῦ γάμου παρέμεινεν, ἴσως ἂν ἕωθεν παρώδευσε τὸ Ἄργος: — MTAB
ἄλλως: ἀντὶ τοῦ· διὰ τὸ πεπρωμένον ἦλθον εἰς τὸ Ἄργος· ὁ γὰρ χρησμὸς ἐκεῖσε ἡμᾶς ἤγαγεν: — MTAB
ἄλλως: τὸ εἱμαρμένον ἤγαγεν ἡμᾶς εἰς τοῦτο [τῆς] συντυχίας καὶ οὐκ ἐκ προνοίας μοι ἀπέβη ὁ γάμος, ἀλλ’ αὐτομάτως ἐκ τύχης: — MTAB
ἄλλως: ὁ χρησμὸς ὑπὸ Μνασέου κουράων δὲ γάμους ζεῦξον κάπρῳ
ἠδὲ λέοντι,
καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν
ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν,
ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’ ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ
Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν
ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν
γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν Πολυνείκην λέοντι, τὸν δὲ Τυδέα κάπρῳ· ὃς
ἔγημε Δηιπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν: — MTAB
οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο
ἁμοῦ
στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς.
ἄλλως: ἄτοπόν φασι πιστεύσαντα τῷ θεῷ τὸν Ἄδραστον δυστυχῆσαι τοσαῦτα κατὰ τὰς Θήβας καὶ μόνον φυγάδα σωθῆναι ὑπὸ τοῦ ἰδίου ἵππου Ἀρείονος. πρὸς οὓς ῥητέον ⟨ὅτι⟩ ἐκδοῦναι τὰς θυγατέρας προσέταξεν ὁ θεὸς, ἀλλ’ οὐχὶ καὶ ἐπιστρατεῦσαι ταῖς Θήβαις: — MTAB
ὁ μὲν Τυδεὺς διὰ τὸν ἐπιχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν
Σφίγγα. λεοντοπρόσωπος γὰρ αὕτη: — MgTA
καὶ σοὶ τί θηρῶν: ποίαν κοινωνίαν εἶχες μετὰ θηρός: —MgA
ἡ εἱμαρμένη ἡμᾶς συνήγαγεν εἰς τοῦτο συντυχίας· οὐ γὰρ ἐκ
προνοίας ἐγένετο: — MgTA
πρὸς τὸ ἀποβάν: — M
g
εἰς τὰ προπύλαια: — MgAg
πρὸς τῷ βασιλεῖ κοιμηθησόμενος ἢ ὡς φυγὰς πλανώμενος: — MgTA
ζητῶν: — MgAg
λείπει τὸ ὡς· ⟨ὡς⟩ φυγάς: — MgBi
εἶτα: — Mg
κᾆτά γ’ ἦλθεν ἄλλος: ὁ Τυδεύς· φασὶ γὰρ ὅτι τὰ τέκνα Ἀγρίου ἐφόνευσεν Ἀλκάθουν καὶ Λυκωπέα· διὸ ἔφυγεν: — MTA
οὗτος ἔφυγε διὰ τὸν φόνον τῶν συγγενῶν † ἀλθαίας: — MiABi
γεννηθῆναι: — Mg
Ag
εἰς μάχην: — Mg
στρωμνῆς ἐς ἀλκήν: στρωμνῆς νῦν τοῦ τόπου τῆς κατακλίσεως. ὅτι θηριωδῶς ἐμαχεσάμεθα πρὸς ἀλλήλους, θηρσὶν ἡμᾶς εἴκασεν. ἔνιοι δὲ οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν κάπρου, ὁ δὲ λέοντος δορὰν ἠμφίεστο: — MTAB
ἀντὶ τοῦ· ἐν τούτῳ τῷ καιρῷ: — Mg
Ταλαοῦ παῖς: Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Ταλαὸς, οὗ Ἄδραστος: — MTAB
μέχρι ταύτης τῆς ἡμέρας, ἕως τοῦ παρόντος: — Mg
ἕπεσθαι συνακολουθῆσαι: — Mg
τοῦτο γὰρ περισσόν· προεμηνύθη γὰρ ἄνωθεν ἤδη: — Mg
ἄριστοι ἐξέχοντες: — Mg
πάρεισι λυπρὰν χάριν: καθὸ κατὰ πατρίδος ἐστρατεύσαντο· ἀναγκαίαν δέ· οὐκ ἐνεχώρει γὰρ ἄλλως γενέσθαι δίχα πολέμου. ἔμφρων δὲ καὶ ἐλεεινὸς ὁ λόγος: — MTAB
τοῖς φιλτάτοις τοκεῦσι: γράφεται καὶ ἑκοῦσιν, ἵν’ ᾖ· τῷ ἀδελφῷ μου. ὁ γὰρ Ἐτεοκλῆς ἑκὼν πορθεῖ τὴν πόλιν διὰ τὸ μὴ ἀφίστασθαι τῆς βασιλείας: — MTAB
ἐκίνησα: — MgAg
ὥστε διαλλάξασαν παῦσαι: — MgAg
ἀλλ’ ὅμως ἐρῶ: ἐρῶ μὲν ῥῆμα πάλαι ὑμνηθέν, ἀλλ’ ὅμως ἐρῶ. παροιμιώδης δὲ ὁ στίχος: — MTAB
καὶ ὁ ῥήτωρ δεῖ δὲ χρημάτων
— MiAgB
τῶν ἐν ἀνθρώποις πραγμάτων: — MgBi
ἐφ’ ἃ, χρήματα, ἐγὼ ἥκω: — MiAgB
βοήθειαν: — Mg
Ag
εἰς διαλλαγάς: εἰς φιλίαν. δι’ ὧν εἰς φιλίαν δύνασαι ἐνεγκεῖν τὰ τέκνα: — MTA
γράφεται ἥκει: — Mg
μῆτερ πάρειμι: κάλλιστα πεποίηται τῷ τραγικῷ τὸ πρόσωπον οἷον δεῖ εἶναι ἄδικον ἄνδρα· γινώσκων γὰρ ὅτι οὐδὲν δίκαιον ἔχει λέγειν, ἐπείγει τὴν κρίσιν τὸν ἐκ τῆς δικαιολογίας κατὰ λεπτὸν γινόμενον ἔλεγχον φεύγων: — MTAB
τὴν χάριν δὲ σοὶ διδούς: ὀρθοτονητέον τὴν σοί διὰ τὴν πρὸς τὸν
ἀδελφὸν σχέσιν: — MTABi
καὶ ξυνωρίδας: ὁ καί παρέλκει: — MTABg
καὶ ξυνωρίδας λόχων: τοὺς ἱππέας τοῦ στρατοῦ ἐκ τῶν ἁρμάτων δηλοῖ. ξυνωρίδας τὰ ἅρματα, λόχων δὲ στρατευμάτων: — MTAB
συντάξεις συναφείας: — MgAg
τάσσων ἐπέσχον πόλιν: διὰ σὲ, ὧ μῆτερ, τὴν διακόσμησιν τοῦ στρατοῦ ἐπέσχον, ὅπως ἀκούσω πρότερον τὰς παρὰ σοῦ γινομένας κοινὰς ἡμῖν διαλύσεις. βραβείας γὰρ διαλύσεις. ὅ ἐστι τοὺς μετὰ κρίσεως λόγους: — MTAB
ἄλλως: κοινὰς βραβείας: τὰς ἀμφοῖν διαλύσεις ἡμῶν. τουτέστιν· ἐν τάξει μερίζων τοὺς πολίτας καὶ κατατάσσων τὴν ἐμὴν δύναμιν ἐπέσχον τὴν διακόσμησιν, ὅπως ἂν ἀκούσαιμι πρότερον τοὺς πρὸς τὴν κοινὴν ἡμῶν διάλυσιν παρὰ σοῦ γινομένους λόγους, ὦ μῆτερ: — MTA
† βραβείας: ἀντὶ τοῦ διαλύσεις ὧν ἐβράβευσεν ἡ μήτηρ, τουτέστι τοὺς μετὰ κρίσεως λόγους, δι’ ὧν ἑκάτερος αὐτῶν ἐδείκνυε δικαιότερα λέγων. ἔνθεν καὶ βραβευταί: — TA
κρίσεις μεσιτείας διοικήσεις: — MgAg
τόνδ’ εἰσεδέξω: εἴσω ἐδέξω ὡς καὶ εἴσιθι, εἴσω ἴθι. τοῦτο δὲ
ἐναντίον τῷ Ἴλιον εἴσω
, ἀντὶ τοῦ εἰς τὴν Ἴλιον· ἐκεῖσε
γὰρ ἀντὶ προθέσεως παραλαμβάνεται: — MAB
οὐκ ἐν τῷ τάχει ἐστὶ τὸ δίκαιον. οὐδαμῶς τὸ ὀξέως τι πράττειν
τὸ δίκαιον κατέχει: — MMgTA
βραδεῖς δὲ μῦθοι: οἱ μετ’ ἐπισκέψεως καὶ μὴ σπουδάζοντες λόγοι πάνυ δεικνύουσι ⟨τὸ⟩ σοφόν: — MT
† βραδεῖς δὲ μῦθοι: οἱ μετ’ ἐπισκέψεως, οἳ καὶ τὸ σοφὸν ἔχουσιν: — B
σχάσον δέ: στῆσον κατάπαυσον καὶ ἄνες. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων· σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν: — MTAB
τὸ φοβερὸν ὅραμα καὶ τὸ ἄγαν ὀργίλον: — MgBg
γράφεται καὶ τρέπε: — MgBi
ἀντὶ τοῦ ἐξ ἐναντίας: — MgAgBi
ἀπὸ κοινοῦ τὸ ἄμεινον: — MiAgBi
ἀντι τοῦ ἐπὶ φιλίᾳ: — Mg
ἀντὶ τοῦ· σὺ πρῶτος ὀφείλεις λέγειν: — MgAg
καὶ διαλλακτὴς κακῶν: διαλλακτής ὀξυτόνως· τὰ γὰρ παρὰ ῥῆμα ὀξύνονται ὡς τὸ κολυμβητής ποιητής: — MAB
† ἁπλοῦς: οὐ ποικίλως ἡρμοσμένος, ἀλλ’ ἀπανούργητος καὶ ἀνεμπόδιστος: — Bx
κοὐ ποικίλων δεῖτ’: γράφεται δεῖτ’ ἄνδιχ’ ἑρμηνευμάτων. ἵν’ ᾖ· καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφ’ ἑαυτῶν τὸ εὔκαιρον. ἄνδιχα γὰρ ἀντὶ τοῦ ἔξωθεν: — MTAB
ἄλλως: τἄνδιχ’: τὰ ἔνδικα, ἀντὶ τοῦ τὰ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν: — MTAB
ῥήσεων: — MgAg
ἔχει γὰρ αὐτὰ καιρόν: ἰσχὺν εὐκαιρίαν εὐστοχίαν: — MTAB
εὐκαίρως γὰρ καὶ καλῶς λέγεται τὰ δίκαια καὶ τὴν ἐπίτευξιν ἔχει: — MTA
† νοσῶν ἐν αὑτῷ: ἐν ἑαυτῷ κακῶς ἔχων συνηγόρων δεῖται θεραπειῶν πεπαιδευμένων: — B
ἀντὶ τοῦ προσκεψάμενος· ῥῆμα ἀντὶ μετοχῆς: — MgBi
ἐγὼ δὲ πατρός: ἐγὼ, φησὶ, προνοησάμενος τῆς πατρικῆς οὐσίας καὶ βουλόμενος ἐμέ τε καὶ τοῦτον ἐκφυγεῖν τὰς Οἰδίποδος ἀρὰς ἐξῆλθον ἀπὸ τῶν ὅρων ταύτης τῆς γῆς: — MTAB
ἄλλως: ἐγὼ δὲ προνοησάμενος τὸ ἐμὸν καὶ τὸ τούτου συμφέρον χρῄζων τὰς ἀρὰς τοῦ πατρὸς ἐκφυγεῖν ἃς ἐφθέγξατο ἐξῆλθον ἔξω τῆς ἐμῆς πατρίδος: — MTAB
ἐκφυγεῖν θέλων: — M
g
ἀνὰ μέρος λαβών: ἀναλαβὼν τὸ μέρος: — MMgTAAgBi
Ἀττικὴ ἡ σύνταξις· λαβών ἀντὶ τοῦ λαβόντα, αὐτὸν ἐμὲ λαβόντα·
ὡς τὸ ⟨ἐξὸν
καθεύδειν⟩ τὴν ἐρωμένην ἔχων
— MTAB
ὁποῖα εἴωθε γίνεσθαι καὶ συμβαίνειν τοῖς φίλοις ⟨εἰς ἔχθραν⟩
ἥκουσιν: — Mg
βίᾳ φυλάττει: — Mg
Ag
γράφεται καὶ δόμων ἐμῶν μέρος: — Ag
καὶ νῦν ἕτοιμός εἰμι: ἕτοιμός εἰμι τὸν μὲν στρατὸν ἀποστεῖλαι, οἰκεῖν δὲ κατὰ διαδοχὴν τὸν ἐμὸν οἶκον λαβών: — MTAB
ἐκπέμψαι: — Mg
κατὰ διαδοχήν: — Mg
ἀντὶ τοῦ μετὰ τὸν ἐνιαυτόν: — Mg
ἀπὸ κοινοῦ τὸ ἕτοιμός εἰμι: — MgAg
ἃ μὴ κυρήσας: ἅτινα πειράσομαι δρᾶν μὴ κυρήσας τῆς δίκης: — MTAB
ἄλλως: καὶ λείπει ἡ εἰς· εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης: — MTAB
πάσχων ἀνόσια καὶ ἀσεβῆ: — Mg
ταῦτ’ αὔθ’ ἕκαστα: τὰ ἁπλᾶ, χωρὶς ποικιλίας τινός. τὸ δὲ ἑξῆς· ταῦτ’ αὔθ’ ἕκαστα εἶπον: — MTAB
ἄλλως: τὰ κεφάλαια καὶ τὰ ἀναγκαιότατα τῶν λόγων μου ταῦτά ἐστιν: — MTAB
δυσχερείας ὑποθέσεις: — MgAg
καὶ τοῖσι φαύλοις: καὶ τοῖς εὐτελέσι καὶ μὴ δυναμένοις διακρῖναι: — MTA
ἐμοὶ μέν: δοκεῖς μοι συνετὰ λέγειν, εἰ καὶ μὴ Ἕλλην εἰμί. μετέβη δέ: — MTA
ἄλλως: εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα τετράμμεθα, ἀλλ’ οὖν γε ἐμοὶ συνετὰ δοκεῖς λέγειν· ἵνα πλεονάζῃ ὁ μέν καὶ ἡ μία ἀντωνυμία: — MTAB
εἰ πᾶσι ταὐτὸ καλόν: ὥστε, εἰ σοὶ τοῦτο δίκαιον φαίνεται, ἀλλ’ οὐκ ἐμοί: — MTAB
ἀμφισβητήσιμος: — M
g
οὔτ’ ἴσον βροτοῖς: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σῴζεται ἀνθρώποις. ὀνομάζομεν γοῦν πάντες Ἕλληνες κοινῇ χρυσὸν καὶ τὸ μὲν ὄνομα ὁμοίως πάντες προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν δόξαν τούτου, ὁ μὲν ἀγαθὸν, ὁ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ πάντων τῶν ἄλλων: — MTAB
ἄλλως: τὸ δίκαιον καὶ ἴσον εἰ μὴ μόνῳ ὀνόματι οὐ σῴζεται παρὰ τοῖς ἀνθρώποις: — MTAB
οὐ σύμφωνον: — Mg
Ag
τῆς αὐτῆς προαιρέσεως: — Mg
πλὴν ὀνομάσαι: πλὴν ὀνόματι μόνον οὐκ ἔστι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐν ἀνθρώποις: — MTA
ἄλλως: τοῖς ὀνόμασι μόνοις σύμφωνοί ἐσμεν οἱ ἄνθρωποι: — MTA
τὸ δίκαιον δηλονότι: — Mg
ἀποκρύψας σε, τὴν μητέρα, ὦ μῆτερ: — MiA
ἄστρων ἀνέλθοιμι: εἴθε ἠδυνάμην εἰς οὐρανὸν ἀνελθεῖν καὶ εἰς
Ἅιδου κατελθεῖν ἐπὶ τῷ κατορθῶσαι ⟨τὴν⟩ με⟨γίσ⟩την θεῶν
ἡλίου πρὸς ἀνατολάς: λείπει ὁ καί· καὶ ἡλίου πρὸς ἀνατολὰς, τῶν ἄστρων καὶ τοῦ ἡλίου: — MTA
τοῦτ’ οὖν τὸ χρηστόν: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχή, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν καὶ πλεονεκτεῖν φησι. πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης μηδὲ τῷ δοκεῖν εὐσεβεῖν βουλομένου· ἄλλως τε, εἰ ἔφασκεν ἄρχειν ὡς πρεσβύτερος, ἠκολούθει τῷ λόγῳ τὸ τῶν κτημάτων μέρος δεῖν ἀπονέμειν: — MTAB
μετὰ ὅπλων: — Mg
γένοιτ’ ὄνειδος: αἰσχύνη ἔλεγχος ὕβρίς: —
MTBi
αἰσχύνη ἐστὶν, ἃ χρῄζει, τούτων τυχεῖν ἐπὶ πορθήσει παραγενόμενον: — MTB
συγχωρήσαιμι: — Mg
Ag
οὐ διὰ τῶν ὅπλων: — MgAg
πᾶν γὰρ ἐξαιρεῖ λόγος: πάντα γὰρ ὁ λόγος κατορθοῖ: — MTA
ἄλλως: ὁ λόγος, φησὶν, ἴσος ἐστὶ σιδήρῳ· πάντα γὰρ χειροῦται καὶ κατορθοῖ ὁ λόγος διὰ τῆς πειθοῦς ἅπερ σίδηρος βίᾳ: — MTAB
ἄλλως: ἀντὶ τοῦ· ὃ ποιεῖ ὁ καλὸς λόγος, οὐ δύναται ποιῆσαι ὁ πόλεμος τῶν πολεμίων: — MTA
κατορθοῖ χειροῦται: — MgAg
ὁ τῶν πολεμίων σίδηρος: — Mg
κατὰ ἄλλον τρόπον, ἐκτὸς τῆς βασιλείας: —
MgAg
ἄρχειν παρόν μοι: τί λέγεις, φησίν· ἐξόν μοι νῦν ἄρχειν ἄλλῳ παραχωρήσω: — MTA
ἄλλως: τοῦτο κατ’ ἰδίαν φησὶ μεθ’ ὑποκρίσεως· ἄλλῳ δὲ παραχωρήσω καὶ δουλεύσω: — MTAB
φερέσθω: — MgAg
ἔτρεψε τὸν λόγον πρὸς τὸν Πολυνείκην: — MgBi
παραχωρήσω συγχωρήσω: — MgAg
εἰς τὰ ἄλλα: — Mg
Ag
μὴ’πὶ τοῖς ἔργοις: ἐπὶ τοῖς ἔργοις τοῖς μὴ καλοῖς: — MTABi
ὁ νοῦς· οὐ δεῖ, φησὶ. λόγῳ μὲν σοφίζεσθαι, ἔργῳ δὲ πονηρὸν εἶναι: — MTA
ἄλλως: οὐ δεῖ τὰ φαῦλα τῶν ἔργων λόγοις καλλωπίζειν· οὐ γάρ ἐστι τοῦτο καλόν, ἀλλ’ ἐναντίον τῷ δικαίῳ: — MTAB
ἐχθρὸν λυπηρόν: — M
g
τῷ γήρᾳ κακά: ἔστι γὰρ ἐν τῷ γήρᾳ ἔνια κακὰ, τὸ ἀσθενὲς, τὸ δυσκίνητον, τὸ ἐπίλησμον, τὸ δυσήκοον· ἀλλ’ ἔστιν ἓν αὐτῷ καλόν· ἡ πεῖρα τῶν πολλῶν διδάσκει αὐτό: — MTAB
ἀλλ’ ἡ’μπειρία: ὁ ἀλλά ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἐμπειρία ἔχει τι λέξαι σοφώτερον: — MTAB
γράφεται καὶ πρὸς δοτικήν, ἵν’ ᾖ· τῇ γὰρ ἐμπειρίᾳ τὸ γῆρας ἔχει τι λέξαι τῶν νέων σοφώτερον. ὥστε μή μου καταφρονήσῃς παντελῶς: — MTAB
τί τῆς κακίστης: τῆς ἐν τοῖς δαίμοσι κακίστης, ὡς τὸ δικαιότατος Κενταύρωνφύσιν
ληπτέον κατά τε
τὰ μέρη καὶ τὰ πάθη καὶ ἀντὶ τοῦ δίκαιος ἐν Κενταύροις: — MTAB
φιλοτιμίας: ἡ σπουδὴ, ἡ ἐπιθυμία περὶ τὰ ἄδικα καὶ τὰ δίκαια: — MTA
φιλοτιμίας: κενοδοξίας· μέσον γὰρ τὸ τῆς φιλοτιμίας ὄνομα: — MTAB
φιλονεικίας φιλοδοξίας: — Mg
† πολλοὺς δ’ ἐς οἴκους: πολλὰ γὰρ τῶν κακῶν ἐπὶ φθορᾷ τῶν ἀπολλυμένων ἀπαλλάσσεται, ὡς νόσος καὶ πυρετοὶ σφοδροὶ καὶ διάπυροι: — B
καὶ τὸ φιλεῖν τιμᾶν ἢ τιμᾶσθαι: — MgAgBi
συναρμόττει: — Mg
Ag
τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ: ἀντὶ τοῦ δίκαιον καὶ ἀσφαλές. βέβαιον: — MTAB
ἄλλως: ἀσφαλὲς καὶ βέβαιον· οἱ γὰρ νόμοι ἀμετάτρεπτοί εἰσιν: — MTAB
ἀντὶ τοῦ· τῷ πλεονέκτῃ δὲ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν: — MiAg
Bi
ἀντὶ τοῦ ζυγά: — Mg
Ag
ἰσότης ἔταξε: ἐν τούτοις γὰρ σῴζεται· καὶ γὰρ διὰ τῶν μέτρων καταλαμβάνεται τὸ ἴσον: — MTAB
διέκρινεν: — Mg
Ag
φθόνον ἔχει: ἀντὶ τοῦ μέμψιν: — MTABg
διὰ τὴν ἰσότητα παραχωροῦσιν ἀλλήλοις τοῦ νικᾶν ἀνελλιπῶς
λάμποντες: — MTABi
εἶθ’ ἥλιος μέν: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δουλεύουσι, σὺ δ’ οὐκ ἀνέξῃ τῶν δωμάτων ἔχων τὸ ἴσον δουλεύειν τῇ ἰσότητι: — MTAB
ἔχων ἴσον: ἐὰν γράφηται ἔχειν, καὶ ἀπονέμειν· ἐὰν δὲ ἔχων, καὶ
ἀπονέμων: — MTABi
τί τὴν τυραννίδ’: λείπει τὸ οὖσαν καὶ τὸ ὡς· τί τιμᾷς τὴν τυραννίδα ἀδικίαν οὖσαν ὡς εὐδαίμονα καὶ ὡς μακαρίαν: — MTAB
ἄλλως· τί τὴν τυραννίδα: αὐτὴν τὴν τυραννίδα εὐδαίμονα ἀδικίαν φησίν: — MTAB
εὐδαίμονα: ἔδει, φασὶ, δυσδαίμονα αὐτὴν εἰπεῖν, ἵνα τὸν Ἐτεοκλέα τῆς περὶ αὐτὴν ἀσεβοῦς ἐπιθυμίας ἀποστρέψῃ: — MTAB
ὑπέρφευ: ὑπεράγαν. διὰ μέσου μετὰ σχετλιασμοῦ τὸ ὑπέρφευ ἀναπεφώνηται: — MTAB
ὑπὲρ τὸ δέον, πάνυ: — MiMgTAg
ἀντὶ τοῦ μεγάλως τιμᾷς: — MgT
καὶ μέγ’ ἥγησαι τόδε: καὶ μέγα τοῦτο νομίζεις, τὸ ἄρχειν. τὸ
γὰρ περιβλέπεσθαι τίμιον τὸ ἄρχειν δηλοῖ: — MMiTAAgB
ἄλλως: ἐν ἤθει, πευστικῶς· μέγα νομίζεις τὸ περίβλεπτος εἶναι καὶ περιφανὴς παρὰ πᾶσιν. ἢ οὕτως· ἀλλὰ τὸ περιβλέπεσθαι τίμιον νενόμικας. κενὸν μὲν οὖν τοῦτο: — MTAB
ὅταν δὲ χρῄζωσ’: ἀντὶ τοῦ βούλωνται· ὅταν δὲ βούλωνται καὶ
χρείαν ἔχοιεν τοῦ παρέχειν αὐτὰ ἑτέροις: — MTABi
ἄγ’ ἤν σ’ ἔρωμαι: ἄγε, ἐάν σε ἐρωτήσω δύο λόγους προβαλλομένη ἆρα τυραννεῖν θέλεις ἢ τὴν πόλιν σῶσαι
, πάντως ἐρεῖς
μοι τυραννεῖν: — MTAB
ἐρεῖς τυραννεῖν: ἐὰν γὰρ τυραννεῖν θέλῃς, πολεμηθήσεται ἡ χώρα: — MTA
ἐὰν δὲ νικήσῃ σε οὗτος, τί. λείπει δὲ τὸ τί: — Mg
ἀντὶ τοῦ· τοὺς Θηβαίους νικήσῃ: — MgBi
γράφεται καὶ λελῃσμένας: — MgBg
ὃν ζητεῖς ἔχειν: γράφεται καὶ δαπανηρός, ὅ ἐστιν ἐπι
φιλόδοξος δὲ σὺ ἔσῃ. λείπει τὸ ἔσῃ: — Mi
† ἀνέθηκε παρήψατο. ἀπὸ μεταφορᾶς τῶν πλοίων τῶν
ἀποδεσμουμένων εἰς λιμένα: — Bi
ἀσύνετα δ’ ἦλθες: ἑνὶ γὰρ διαφερόμενος ἁπάσῃ τῇ πόλει ἐπάγεις κίνδυνον καὶ ταῦτα ἐπιστάμενος οὐ δημοκρατουμένην, ἀλλὰ μοναρχουμένην: — MTAB
οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν: — Bi
† τρόπαια: νικητήρια, ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους. λέγει δὲ τὰ ἱστάμενα σύμβολα τῆς νίκης. τὸ δὲ καὶ σκῦλα γράψεις ἀντὶ τοῦ· τὰ ὅπλα ἐπιγράψεις ἤτοι τὰ ἀναθήματα τῶν πεφονευμένων: — B
ἀντὶ τοῦ ἀπαρχὰς ποιήσεις: — MiAg
Θήβας πυρώσας: τοῦτο ἔχεις ἐπιγράψαι. τοῦτο ἔχεις εἰπεῖν: — MTABi
ἀντὶ τοῦ ἀνέθηκεν: — MgAg
φήμην: — MgAg
μήποτ’ ὦ τέκνον κλέος: ἀντὶ τοῦ ὄνειδος. λόγῳ μὲν παραινεῖ
αὐτῷ, τῇ δ’ ἀληθείᾳ ἀπεύχεται τὸ πρᾶγμα, ὡς τὸ παρ’ Ὁμήρῳ μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν
— MTA
νικηθῇς: — MgAg
ὑπεκδράμῃ: παρέλθῃ νικήσῃ. μετενήνοχε δὲ ἀπὸ τῶν δρομέων. οἷον ὑπέρτερα γένηται: — MTAB
ἀντὶ τοῦ δύο κακά: — Mg
κείνων στέρεσθαι: τῶν Ἀργείων, καὶ ὑπὸ Θηβαίων θανεῖν: — MTA
ἄλλως: τοῦ Ἄργους δηλονότι. ὁ δὲ νοῦς· μήτε ἐκεῖνα μήτε ταῦτα ἔχειν. κἀκείνων στερηθῆναι τούτων τε μὴ τυχεῖν. τὸ γὰρ ἐν μέσῳ πεσεῖν οὕτως φησί· πρὸ τοῦ ἀφικέσθαι ἐπ’ αὐτὰ ἐκπεσεῖν τῆς ἐλπίδος: — MTAB
μέθετον τὸ λίαν, μέθετον: ἄφετε τὸ λίαν φιλονεικεῖν. μηδὲν ἄγαν: — MTA
ἄλλως: ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ τῷ λίαν χρῆσθαι καλῶς
— MTAB
ἄλλως: ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελές, ἀλλὰ τῷ μὲν λέγει· εἰς τί φιλοτιμῇ τυραννεῖν, τῷ δέ· εἰς τί πολεμεῖς τὴν πατρίδα. ἐχρῆν δὲ τοῦτο συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὥσπερ ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐτοὺς ἀλληλοκτόνους γενομένους κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν: — MTAB
ἐάσατε: — MgAg
ὅταν μόλητον: αἱ τῶν δύο ἀμαθίαι, ὅταν μόλωσιν εἰς ταὐτὸν, μέγιστον κακὸν γίνονται: — MTAB
ἄλλως: ὅταν εἰς τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε ἀμφότεροι δεινὸν κακόν: — TAB
λυτήριοι κωλυταὶ ἀποσοβηταί: — MgAg
οὐδὲν ἡ προθυμία: ἡ σὴ προθυμία δηλονότι: — MTAB
περαίνει δ’ οὐδὲν ἡ προθυμία: ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις: — MTAB
ἡ σή. ἐκ τοῦ προτεθυμῆσθαί σε, ὦ μῆτερ, διαλλάξαι ἡμᾶς οὐδὲν πλέον γίνεται· ὁρᾷς γὰρ ⟨ἡμᾶς⟩ μὴ πειθομένους: — MTA
ἀνύει: — Mg
τῶν πολλῶν: — Mg
Ag
ἀπολήψεται ἀπαγάγῃ: — Mg
ἐγγὺς οὗ πρόσω: οὗτινος ἐγγὺς καὶ ἔμπροσθεν ἵστασαι. τὸ δ’ εἰς χέρας λεύσσεις ἐμάς ἐν ἐρωτήσει· λεύσσεις εἰς χεῖρας ἐμάς· ἐκ τούτων ἀποθνῄσκεις: — MTAB
πρόσω βέβηκας: ἐγώ εἰμι, φησὶν, ὁ φονεύς σου γενησόμενος. τὸ δὲ οὐ πρόσω βέβηκας ἀντὶ τοῦ· οὐ πέφευγάς με: — MTA
μακράν: — MgAg
κατ’ ἐρώτησιν: — Mg
δειλὸν δ’ ὁ πλοῦτος: παρόσον οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον ὡς μεγάλων ἀγαθῶν στερούμενοι· οἱ δὲ πένητες ῥιψοκίνδυνοί εἰσιν ἐπιλογιζόμενοι ὡς λυσιτελεῖ κινδυνεύσαντα κτήσασθαι καὶ ἀποθανεῖν μᾶλλον ἢ πτωχὸν ὄντα ζῆν. φησὶν οὖν ὅτι φιλόψυχος εἶ σύ: — MTAB
φιλοψύχους ποιῶν: — MgAg
κομπὸς εἶ: τὸ μὲν προσηγορικὸν ὡς τὸ τέμπος, τὸ δὲ ἐπίθετον ὡς τὸ καρπός, κομπός, λάλος κομπαστής. ὁ δὲ νοῦς· μεγαλοφρονεῖς ἐπὶ ταῖς γενομέναις σπονδαῖς καὶ συνθήκαις, αἵτινές σε ῥύονται τοῦ ἤδη τεθνήξεσθαι: — MTAB
† ἄλλως: κομπός ὁ κομπηρὸς καὶ ἐπηρμένος, πρὸς ἀντιδιαστολὴν τοῦ κόμπος ἡ ἔπαρσις. γράφεται δὲ καὶ κομψός· κρεῖττον δὲ τοῦ κομψός τὸ κομπός. σπονδαῖς ταῖς εἰρηνικαῖς καταλλαγαῖς λέγει: — A
φλύαρος: — MgAg
σπονδάς φησι καθ’ ἃς ἐπετράπη ἐξελθεῖν: —
MgA
καὶ σὲ δεύτερόν γ’ ἀπαιτῶ: ἰδού, φησὶ, δεύτερόν σοι λέγω
ἀποδοῦναί μοι τὸ μέρος τῆς βασιλείας. ἅπαξ γὰρ εἶπεν ἄνω
οὐκ ἀποδίδομεν: — M
g
τοῦ ἐπιβάλλοντός σοι: — MiBg
θεῶν τῶν λευκοπώλων δώμαθ’: εὐφήμως· λέγει δὲ τῶν μελανοπώλων: — MA
Κάστορος καὶ Πολυδεύκους. ἢ Ζήθου καὶ Ἀμφίονος, ὅπερ ἄμεινον: — MAB
οἵτινες μισοῦσί σε: — MiAg
ἐξελάσων πορθήσων· διὸ ψιλῶς ἀναγνωστέον: — MiA
Μυκήναις: ἐν ταῖς Μυκήναις ἀνακάλει καὶ μὴ ἐνθάδε: — MiA
τὸ ἑξῆς· ἀνόσιος πέφυκας ὅς με ἄμοιρον ἐξελαύνεις τὸ μέρος τῆς βασιλείας κατέχων: — MA
ἄλλως: ἄδικος πέφυκας * * ἀλλ’ οὐδὲ πατρίδος πολέμιος: — A
σὺν τούτοις: — Mg
εἶμι μὴ πόνει: μὴ κάμνε, μὴ θορυβοῦ τούτου χάριν· ἄπειμι γάρ. ἐπίτηδες δὲ περιεσταλμένῳ φρονήματι ταῦτά φησι προσδοκῶν εἰς τὸ δίκαιον ἔτι μετακαλέσειν τὸν ἀδελφόν: — MTAB
σὲ δ’ αἰνῶ μῆτερ: σὲ δὲ ἀποδέχομαι, ὅτι ἐσπούδασας εἰς φιλίαν ἡμᾶς ἀγαγεῖν: — MAB
ἔξιθι: τὸ μὲν εἶμι διὰ τῆς ̄ε ̄ι διφθόγγου παραλόγως, ἡ δὲ ἀπ’ αὐτοῦ πᾶσα κλίσις διὰ τοῦ ̄ι: — MTAB
ἄφατος ἡ οἰκονομία: — Mi
ἀντὶ τοῦ κἂν σύ· οὕτως γὰρ * *: — MgAgB
χαρτὰ γοῦν πάσχω τέκνον: ἐν ἤθει τοῦτο Ἰοκάστη, ἐπεὶ αὐτῇ εἶπε
χαῖρε: — MTAgB
χαρᾶς γοῦν ἄξια πάσχω, τέκνον· ὁ δὲ λόγος ἐν εἰρωνείᾳ μετὰ ἤθους καὶ παθητικώτατος: — MT
οὐκέτ’ εἰμὶ παῖς σός: ὅ ἐστι· μέχρι θανάτου χωρήσω. ἢ πρὸς τὸ
ῥηθὲν ὑπὸ Ἐτεοκλέους
τεθνήξομαι γὰρ ὅσον οὐδέπω: — MiAg
ἀντὶ τοῦ· κατὰ πολλὰ ἀθλία γέγονα ἐγώ: — Mi
ποῦ ποτε στήσῃ πρὸ πύργων: κατ’ ἐρώτησιν, ἀντὶ τοῦ ἐπὶ ποίῳ μέρει παρατάξῃ· ἵνα κἀγὼ ἐκεῖ παρατάξωμαι: — MTAB
πρὸς τί με ἐρωτᾷς τόδε: — Mi
ἐπιθυμία: — Mg
Ag
γράφεται πάτραν: — M
gBg
ἐλεεινά: — MgAg
ὁ ἀλλά ἀντὶ τοῦ καί: — Mi
καὶ ἐάν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς. τοῦτο δὲ καλεῖται
μαρτύριον: — MgAg
Ἀγυιεῦ: προπύλαιε. τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων: — MTAB
ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξικάκου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο Ἀγυιεύς: — MTA
τὰ δεχόμενα τὰς θυσίας: — MgAg
παρετυμολογεῖ τὸ ὄνομα Πολυνείκους: — MgB
Κάδμος ἔμολε τάνδε γᾶν: Κάδμος ζητῶν τὴν ἀδελφὴν Εὐρώπην
μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλ’ ὥστε αὐτὸν
ἐξελθόντα ἕπεσθαι βοῒ καὶ οὗ ἂν αὐτόματος πέσῃ κτίζειν πόλιν. ἔχει δὲ ὁ
χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως·
ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ
βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρ’ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα
ταύτην τῆς ὁδοῦ ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν,
ἐπεὶ τὸ ἀνέκαθεν Αἰγύπτιος ἦν ὁ Κάδμος. καὶ ἡ Βοιωτία δὲ ἀπὸ τῆς βοὸς
ἐκλήθη: —
φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·
ἔχει δὲ ὁ χρησμὸς
τοῦ Πυθίου θεοῦ οὕτως·
φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε·
ἠοῦς
ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν
ἠθάδ’
ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ
τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος,
ἔστ’ ἂν ἵκηαι
βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος.
ἔνθα δὲ
προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον
τὴν ἥ κεν νώτοισιν ἐπ’
ἀμφοτέροισιν ἔχῃσι
λευκὸν σῆμ’ ἑκάτερθε περίτροχον ἠύτε μήνης·
τήνδε
συ ἡγεμόνα σχὲ περιτρέπτοιο κελεύθου.
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς,
οὐδέ σε λήσει·
ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο
ἵζηται
κλίνῃ τε πέδῳ γόνυ ποιήεντι,
καὶ τότε τὴν μὲν † ἔπειτα μελαμφύλλῳ
χθονὶ ῥέζειν
ἁγνῶς καὶ καθαρῶς· Γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς,
ὄχθῳ
ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν
δεινὸν Ἐνυαλίου πέμψας φύλακ’
Ἄϊδος εἴσω.
καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις
ἀθανάτων
λεχέων ἀντήσας, ὄλβιε Κάδμε.
λείπει ⟨ἡ εἰς⟩· εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας: — Mi
ἡ τετρασκελὴς μόσχος: — Mi
ἀδάμαστον πέσημα: τὸ μὴ ὑπό τινος ἠναγκασμένον πτῶμα, ἀλλ’ αὐτορριφές. πέσημα δὲ τὸ σῶμα ἀπὸ τοῦ παρεπομένου: — MTAB
ἄλλως: ἀδάμαστον: ἀντὶ τοῦ· αὐτόματον ἔβαλε τὸ σῶμα ἐπὶ τὴν γῆν. δίκειν γὰρ τὸ βάλλειν, ὅθεν καὶ δίσκος. τινὲς δὲ ἀδάμαστον πέσημα τὸ μηδέπω δαμασθὲν ζεύγλῃ σῶμα. ἐμφαίνει δὲ τὸν νέον μόσχον: — MTAB
ἄλλως: δίκε: ἔβαλε· καὶ ἐν Βάκχαις δίκετε τρομερὰ σώματα
— MTAB
ἔρριψεν: — Mg
τέλεον: — Mg
ἡ μόσχος δηλονότι· θηλυκῶς γὰρ εἶπεν: — Mi
οὗ κατῴκισεν: ἐν ἐνίοις τῶν ὑπομνημάτων ἀντὶ τοῦ οὗ κατῴκισε, κατοικίσαι. ὁ δὲ λόγος πλεονάζοντος τοῦ μέν οὕτως· οὗ κατοικίσαι μὲν καὶ οἱονεὶ κτίσαι τὰ πεδία τῶν δόμων ὁ θεὸς ἐμαντεύσατο, ἔνθα ἡ τῆς Δίρκης πηγὴ καταρδεύει τὰς γύας: — MTAB
ἄλλως: ὅπου κατῳκίσθη ⟨ἡ⟩ πόλις: — MTAB
ἄλλως: ἐνταῦθα ἔπεσεν ὅπου κατῴκισε Κάδμος τὴν πόλιν: — MTAB
τὸ μάντευμα ἐχρησμῴδησεν: — MgBg
πεδία μὲν τὸ θέσφατον: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι: — MTAB
ἄλλως: πεδία δόμων, δι’ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως· τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέσθαι ὅπου ἡ καλλιπόταμος νοτὶς τῆς Δίρκης ἐπινέμεται τὰς γύας: — MTAB
τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ
χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα
ὁ δὲ νοῦς· ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυσπόροις ἐπεμβαίνει γύαις: — MTA
σιτοφόρα: — Mg
Ag
καλλιπόταμος ὕδατος: ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης. Δίρκη δὲ ποταμὸς Θηβῶν ὁμώνυμος τῇ πηγῇ: — MTAB
ὅπου τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης τὰς εὐκάρπους χώρας ἐπιβαίνει: — MTA
βοτανοτρόφους: — Ag
Bg
εὐκάρπους χώρας: — M
iAg
ἔνθα, φησὶν, ἐν Θήβῃ, τὸν Διόνυσον τῷ Διὶ ἡ Σεμέλη ἔτεκεν: — MiAg
B
ἐν τοῖς γάμοις τοῦ Διός: — MiAg
κισσὸς ὃν περιστεφής: ὁ πανταχόθεν αὐτὸν στέψας. τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιέλιξεν: — MTAB
ἄλλως: ὅντινα, Διόνυσον, κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος
ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας
περιειλούμενος: — M
gAg
κατασκιάζουσιν: — M
gAg
ὀλβίσας ἐνώτισε: μεγάλη γὰρ αὐτῷ δόξα τὸ τῆς παραδόξου σωτηρίας τέλος: — MTAB
ὀλβίσας ἐνώτισεν: αὐτὸν, τὸν Διόνυσον, αὐτὸς, ὁ κισσός: — MTAB
τὸ τοῦ βακχεύειν καὶ χορεύειν τὰς Θηβαίας αἴτιον: — TAB
πρὸς τὴν γραφὴν ὁ τόνος: — MgAgBg
σκίρτημα: — Mi
Ag
καὶ γυναιξὶν εὐίοις: ταῖς περὶ τὸν Διόνυσον χορευούσαις καὶ τὸ
εὐοῖ εὐάν ἐπιφθεγγομέναις: — MABg
Ἄρεος ὠμόφρων φύλαξ: ὡς τὸ βασιλέως ἄρχων
,
ἀντὶ τοῦ ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἄρχων: —MTABg
καὶ ῥέεθρα χλοερά: χλοητρόφα βοτανώδη. χλοερά δὲ εἶπε διὰ τὸ ἄνθη εἶναι ἐπ’ αὐτοῖς. λέγει δὲ περὶ τῆς Ἀρείας οὕτω καλουμένης πηγῆς: — MTA
κόραισι: ταῖς κόραις τῶν ὀφθαλμῶν ταῖς πανταχοῦ περιαγομέναις:
— MAgB
g
ἵνα μή τις ὑδρεύσῃ: — Mi
ὃν ἐπὶ χέρνιβας: ὅντινα, δράκοντα θηρίον ὄντα χαλεπὸν, ἐλθὼν ὁ Κάδμος ἐπὶ τὴν κρήνην τοῦ νίψασθαι ἕνεκα ἀπώλεσε λίθῳ, βαλὼν τῇ ἑαυτοῦ χειρί: — MTA
χέρνιβας: ἀπὸ τοῦ χέρνιψ: — MTABg
ἐπὶ τὸ νίψασθαι τὰς χεῖρας. ἐβούλετο γὰρ θῦσαι τοῖς θεοῖς, ὅτι
σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι τὴν πόλιν. ὁ μὲν οὖν
μολὼν Κάδμος: ἕνεκα τοῦ πρὸς θυσίαν ὕδωρ λαβεῖν μολών. ἔθυε γὰρ τῆ Γῇ τὴν βοῦν: — MAB
ὤλεσε ταῖς τῆς χειρὸς ῥίψεσιν: — MiAg
ὀλεσίθηρος: τοῦ ἀπολέσθαι ἀξίου θηρός. ἢ ὀλεσίθηρος αὐτὸς ὁ
Κάδμος ὁ τὸν θῆρα ὀλέσας: — MABg
βαλὼν ταῖς τῆς χειρὸς ῥίψεσιν: — MiAgBg
δύναται τοῦτο τοῖς ἄνω συνάπτεσθαι, ἄμεινον δὲ πρὸς τὸ ἑξῆς: — MiAg
Bi
δίας ἀμάτορος: ταῖς ὑποθήκαις τῆς ἐνδόξου Ἀθηνᾶς πεισθεὶς τῆς ἀμάτορος καὶ μὴ ἐκ μητρὸς γεννηθείσης: — MTA
τοὺς ἐπὶ γῆς πεσόντας: — Mg
ἔρριψεν κατέσπειρεν: — Mg
δικὼν ὀδόντας: ἀντὶ τοῦ ἔδικεν ἐγκατέσπειρεν: — MTABg
ἄλλως: γαπετεῖς δικών: μετοχὴ ἀντὶ ῥήματος: — MTABg
εἰς τὴν γῆν πίπτοντας ὑπὸ Παλλάδος φραδαῖσιν: — MTA
εἰς τὰς εὐκάρπους χώρας: — Mg
ἔνθεν ἐξανῆκε γᾶ: ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύησεν ἡ Γῆ
ὁπλοφόρους ἄνδρας. εἰσὶ δὲ οὗτοι ⟨οἱ⟩ ἐξ αὐτῶν ὑπολειφθέντες· Πέλωρ, Ἐχίων,
Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν
ἄλλως: ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ
συναπτέον: — Mg
ὁ δὲ φόνος αὐτοὺς ὁ ὠμόφρων παρόσον οἱ φονεύοντες ὠμόφρονές
εἰσιν: — MiAg
πάλιν ξυνῆψε φίλᾳ γᾷ: οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν. τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν· αὐτὴν δὲ τὴν πάνοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατ’ ἀλλήλων φόνος γενόμενος πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας σημαίνει: — MTAB
† πάλιν ξυνῆψε: τῇ δὲ γῇ πάλιν ξυνῆψεν αὐτοὺς, ὅ ἐστιν· ἡ αὐτὴ μήτηρ καὶ τάφος γέγονεν: — TA
ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς ταῖς τοῦ ἡλίου ἀκτῖσιν ἀνέδειξε
καὶ ταῖς πνοαῖς τοῦ αἰθέρος: — MM
gTAg
τουτέστι· κατ’ ἀρχὴν εἰς φῶς αὐτοὺς ἤγαγεν: — M
† ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς κατ’ ἀρχὴν εἰς φῶς ἤγαγεν, ὡσεὶ ἔλεγεν· ἡ αὐτὴ μήτηρ καὶ τάφος. τὸ δὲ νίν πάλιν πρὸς τὴν ὄψιν ἀπέδωκεν: — TA
Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν: — MTAB
ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ
Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς: —MMi
TAg
γράφεται βοαῖς: — M
g
σοί νιν ἔκγονος κτίσαν: ἀντὶ τοῦ υἱός: — M
ἔκγονος: Ἐπαφον λέγει τὸν Διὸς υἱόν. σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτισαν τὰς Θήβας αἱ διώνυμοι θεαί: — M σοί νιν ἔκγονοι: γράφεται καὶ σῷ νιν ἐκγονῳ κτίσαν, ἵν’ ᾖ· τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ̄ε ἀντὶ τοῦ η καὶ τῶ ̄ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ῑ· δῆμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ̄ο εἰς τὸ ὦ ἐτάραξαν τὸ νοητόν: — MTAB
ἄλλως: σοί νιν ἔκγονοι κτίσαν: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε,
τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι
γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων ἀλλ’ οὔπω Θήβῃ
πεπρωμένα κεῖτο τάλαντα,
τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ,
ὃν
γαμέτην ὅτε πρῶτον ὀπωπήσασθαι ἔμελλε,
νυμφιδίου σπείροιο παρακλίνασα
καλύπτρην: — MTAB
ἄλλως: ἀντὶ τοῦ· ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾤκησαν. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός: — MTA
ὁ νοῦς· κατακαλούμεθά σε, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον,
εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπίνευσον. ὁ
σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας· ὅθεν δικαίως ἂν σῴζοις αὐτάς. τὸ
οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν σὸς ἔκγονος: — MTABg
† ἄλλως: ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αὑτῶν αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφασαν διὰ τὸ Φοίνικα ἀπὸ Ἰοῦς ⟨τὸ⟩ γένος κατάγειν. Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ: — T
ἀντὶ τοῦ ἔνθα: — Mi
ᾇ διώνυμοι θεαί: ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον πληθυντικὸν καὶ λείπει ὁ καί σύνδεσμος: — M
ἄλλως: τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ
ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ὀρεικτίτου συός
παρὰ
Πινδάρῳ
† ἄλλως: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν
ἄρθρον τὸ ̄α ̄ι, ἀλλ’ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ
ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας
ἔκτισεν ἐνταῦθα ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ
γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγεται, ὡς καὶ παρ’ Ὁμήρῳ ἐύκτιτον Αἰπύ
, ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ
αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας. οὕτως· τῆς γὰρ γῆς ἀνα
γράφεται καὶ πυροφόρους: — Mg
πυροφόρους θεάς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον, τουτέστιν· ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπεὶ δᾳδουχίαι αὐταῖς γίνονται τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταὐτό: — MTAB
ἀμῦναι τᾷδε γᾷ: βοηθῆσαι τῇδε τῇ χώρᾳ. ἢ οὕτως· ἀμῦναι τᾷδε
γᾷ, ἀντὶ τοῦ ἀμύνετε. [τουτέστιν] ἀντὶ τοῦ ἀμείβεται, ὡς καὶ Θουκυδίδης ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι
,
τουτέστιν· οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα εἰ εὐεργετήσουσιν αὐτήν: — MTA
γράφεται καὶ ἀμύνεται δὲ γᾶ, ὅ ἐστιν· ἱκανή ἐστιν ἡ πόλις
ἀμείψασθαι τὰς εὐεργεσίας: — MTAB
i
εὔκολα: — MgAg
† χώρει σὺ καὶ κόμιζε: τραγῳδεῖ ὁ Ἐτεοκλῆς: — ABg
δεῖ νοεῖν, ὅτι τοῦ χοροῦ ᾄδοντος ἔσω ἦν ὁ Ἐτεοκλῆς· νῦν δὲ
ἔξεισιν οἰκέτῃ ἐπιτάσσων καλέσαι τὸν Κρέοντα: — ABi
ἀντὶ τοῦ συμβουλεύσασθαι καὶ ἀνακοινώσασθαι: — MgAg
Bi
εἰς παράταξιν πολέμου: — MgTAg
κατὰ τὸ σιωπώμενον εἶδεν αὐτὸν ἐρχόμενον· διὸ καὶ ἐπιφέρει ὁρῶ
γὰρ αὐτόν: — Mg
ἀπαλλάσσει παύει: — MiTAg
κύκλῳ: — MgAg
ὅτε: — Mg
ὡς εἰς λόγους συνῆψα: ἡνίκα συνέτυχον: — MTA
ἄλλως: ἐλθὼν εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς
διαλλαγὰς ἡμῶν. ἢ οὕτως· πολλῷ λειπομένας τὰς συμβολὰς εἰς τὸ γενέσθαι εὗρον
δοκῶν διαλλάττεσθαι πρὸς Πολυνείκην ὥστε ὑπολείπεται τὸ πολεμεῖν: — MTABi
συνέβαλον συνῆλθον: — MgAg
τῇ ἐπιγαμβρίᾳ: — Mg
Ag
ἐν μέσῳ: — MgAgBg
ἥκει τις αἰχμάλωτος: ἴσως κατάσκοπος ληφθεὶς νύκτωρ σταλείς: — MAgBi
πολιορκήσειν μέλλειν κύκλῳ τὸν Ἀργείων στρατόν: — MiTAg
περιβαλεῖν πολιορκήσειν κυκλώσειν: — Mg
ἐκκομιστέον: — Mg
Ag
ἐξοιστέον τἄρ’ ὅπλα: ἀνάγκη τῇ πόλει ἐξενεγκεῖν ὅπλα: — MTB
ἄλλως: οὐκοῦν δέον καὶ τὰς Θήβας ἐξενεγκεῖν ὅπλα καὶ παρατάττεσθαι: — MTB
οἷον· ὡς ταχέως ὀφείλοντας μάχεσθαι: — MiAg
οἱ Ἀργεῖοι πολλοί: — MgAg
ἐγᾦδα κείνους: ἐγὼ δὲ οὐ ψηφίσω ἐκείνους τοὺς ὄντας θρασεῖς ἐν λόγοις καὶ οὐκ ἔργοις: — MTA
γράφεται ἐγᾦδα, ἵν’ ᾖ οὕτως· ἐγὼ οἶδα ἐκείνους θρασεῖς ὄντας
τοῖς λόγοις καὶ οὐκ ἔργοις: — Mg
προπετεῖς προχείρους. ἀλλ’ οὐκ ἔργοις: — MiT
ἔχει τιν’ ὄγκον Ἄργος: ὅ ἐστιν· ὑπολήψεις ἔχει παρὰ τοῖς Ἕλλησι. τινὲς δὲ τὸ Ἄργος Ἑλλήνων τὸ Ἑλληνικὸν Ἄργος, ἵνα πλεονάζῃ ἡ παρά. ὁ δὲ νοῦς· ἔχει τινὰ δύναμιν τὸ Ἑλληνικὸν Ἄργος: — MTAB
ὑπερηφανίαν φρόνημα: — Mg
οἷον· ταχέως πληρώσω τὰ ἡμῶν πεδία τοῦ αἵματος αὐτῶν: — MiAg
τουτέστι· τῷ αὐτῶν φόνῳ τὸ ἐμὸν πεδίον πληρώσω: — MiBi
καὶ μὴν τὸ νικᾶν ἐστι ⟨πᾶν⟩ εὐβουλία: ἐν παντὶ τὸ νικᾶν ἐστιν εὐβουλίας· ὅθεν ἐκεῖνός φησιν· εἰ οὖν εὐβουλίας ἐστὶ τὸ νικᾶν, βούλει ἑτέραν μέθοδον μετέλθω: — MTA
ἄλλως: τὸ κεφάλαιόν ἐστι τὸ νικᾶν· καθέξεις οὖν ἢ οὐ καθέξεις, περὶ τοῦ νικᾶν σκόπησον: — MTA
ἄλλως: οὐ τοσοῦτον ἐν δυνάμει τὸ νικᾶν ὅσον ἐν εὐβουλίᾳ καὶ συνέσει: — MTAB
βούλει τράπωμαι: θέλεις βουλευσώμεθα. γνώμας: — MTAg
προφάσεις αἰτίας βουλευμάτων: — MTBi
πορευθῶ: — Mg
εἰ νυκτὸς αὐτοῖς: λείπει τὸ περιεσόμεθα. ἐρωτηματικὸς ὁ λόγος:
— MTABi
εἰ νυκτὸς αὐτοῖς ἐπέλθοιμεν ἵνα ἐξ ἐνέδρας αὐτοὺς λάβωμεν, περιγενησόμεθα: — MTA
ἴσον φέρει νύξ: ἑκατέρῳ μὲν στρατεύματι ἐπίσης ἐμποδίζει τὸ τῆς νυκτὸς σκότος, τοῖς μέντοι προεπιτιθεμένοις πλέον τι παρέχει πρὸς νίκην τὸ ηὐτρεπίσθαι. ἢ οὕτως· καὶ τοῖς ἐπιχειροῦσι καὶ τοῖς ἐπιχειρουμένοις ἴσον παρέχει ἡ νὺξ ἐμπόδιον, τοῖς δὲ τολμηροτέροις τὴν νίκην χαρίζεται: — MTAB
ἐνδίδωσιν: — Mg
Ag
ἐνδυστυχῆσαι: ἡ ἐν ἀντὶ τῆς κατά. ὁ δὲ νοῦς· δυστυχῆσαι κατὰ τὸ τῆς εὐφρόνης κνέφας δεινόν: — MTAB
Ὅμηρος ἐν δὲ φάει καὶ
ὄλεσσον
— MgTAB
ἀλλ’ ἀμφὶ δεῖπνον: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκπληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν: — MT
ἔκπληξις ἂν γένοιτο: ἀντὶ τοῦ· ταραχὴ γίνεται αὐτοῖς, οὐ μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν: — MTAB
νικὴσαι δὲ χρεία: — MgAg
βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν: τοῦτό φησιν ὡς συντιθέμενος καὶ ἐπαινῶν· οὐ δεῖ [ἐξαίφνης] ἐπιθέσθαι, μή πως ἐξαίφνης τροπῆς γενομένης καθ’ ἡμῶν φεύγοντες περᾶν τὸν ποταμὸν βαθὺν ὄντα οὐ δυνησόμεθα. Δίρκη δὲ ποταμὸς ὁμώνυμος τῇ κρήνῃ: — MTAB
ἄλλως: οὐκ ἔστιν ἡμῖν εὐχερὲς ἀναχωρῆσαι διὰ τῆς Δίρκης οὔσης βαθείας καὶ ἐπειγομένοις, ἀλλὰ δύσκολον: — MTA
πολὺς τὸ διάστημα: — Mg
ἅπαν κάκιον: ἀντὶ τοῦ δεύτερον: — MTA
πᾶν ὁτιοῦν τοῦ φυλάττειν ἀκριβῶς χεῖρόν ἐστιν: — MTAB
ὅ ἐστι· φύλαττε σαυτόν. τοῦ γὰρ φυλάσσεσθαι καλῶς πᾶν ὁτιοῦν ἀσθενέστερόν ἐστιν: — MTA
τί δ’, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν: τί δὲ ἄρα πλέον ἡμῖν ἔσται, εἰ πάντες ἐφ’ ἵπποις συνέλθωμεν κατ’ αὐτῶν: — MTAB
ἠσφάλισται: — Mg
Ag
πολεμίοις δώσω πόλιν: ἀγανακτῶν δυσχεραίνει. ἐπεὶ πάντα ὅσα εἶπεν ἀπεδοκίμασε, φησί· θέλεις οὖν προδῶ τὴν πόλιν: — MTAB
φροντίς: — MgAg
ἕπτ’ ἄνδρας αὐτοῖς: τὸ ἑξῆς· ἕπτ’ ἄνδρας ἐν αὐτοῖς φασι λόχων ἀνάσσειν: — MTAB
τί προστετάχθαι δρᾶν: τί προστετάχθαι φασὶ τοὺς ἑπτὰ ἄνδρας
δρᾶν: — MTBi
οἱ ἄνδρες ὀλίγοι εἰσί. τῶν ἑπτά: — Mi
τῶν τάξεων ἄρχειν: — MgAg
ἑπτὰ προσκεῖσθαι πύλαις: λείπει ὁ καί· καὶ ἐπέρχεσθαι ταῖς
ἑπτὰ πύλαις: — MMg
ἀπορίαν γὰρ οὐ μενῶ: οὐ μενῶ, φησὶν, ἕως εἰς ἀπορίαν καὶ
ἀμηχανίαν ἐμπέσω: — MBi
πότερον, φησὶ, κρίνω τοὺς ἑπτὰ τῶν λόχων ἄρχειν ἢ ἰδίᾳ μονοστόλου δορός, ὅ ἐστιν· εἷς πρὸς ἕνα οἱ ἑπτὰ πρὸς τοὺς ἑπτά: — MT
† πότερον, φησὶ, προκρίνω ἑπτὰ ἄνδρας τῶν τάξεων ἄρχειν ἢ εἷς πρὸς ἕνα οἱ ἑπτὰ κατ’ ἰδίαν περιεσταλμένοι δόρασιν: — B
βοηθεῖν πρὸς τὰς ἀναβάσεις τῶν τειχῶν: — Mg
προσαμβάσεις: ἐπαναβάσεις. ὅ ἐστιν· ἀποσοβεῖν τῶν τειχέων τὰς ἐπαναβάσεις: — TAB
καὶ ξυστρατήγους: στρατηγοὺς ἑτέρους μετὰ τῶν ἑπτά. καθ’
Ὅμηρον γὰρ σύν τε δύ’ ἐρχομένω, καί τε
πρὸ ὅ τοῦ ἐνόησεν
— MTAB
ὑπασπιστάς: — Mg
Ag
εἷς δ’ ἀνήρ: οἷον· μὴ μόνον τοὺς ἑπτὰ στρατηλάτας στῆσον, ἀλλὰ καὶ ἄλλους σὺν αὐτοῖς· εἷς γὰρ ἀνὴρ τῶν στρατηλατῶν οὐ δύναται ⟨πάντα⟩ θεωρῆσαι, ἀλλὰ βοηθοὺς παράσχε ἑκάστῳ: — MTA
γράφεται καὶ θράσει: — MgT
λείπει ἡ ἐν, ἵν’ ᾖ· ἐν θάρσει ἐπιλεξάμενος: — MgT
γενναίους ἢ φρονίμους: — MgT
γελοίως τοῦτό φησιν ὡς μὴ ὢν νῦν ἐν πόλει: — MgB
στρατηγούς: — Mg
Ag
ἀντιπαρατάξας: — Mg
Ag
ὄνομα δ’ ἑκάστου: πεφύλακται τὰς ὀνομασίας αὐτῶν εἰπεῖν, ὥς φησι Δίδυμος, διὰ τὸ ὑπὸ Αἰσχύλου εἰρῆσθαι ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας: — MTAB
ἄλλως: οὐκ ὀφείλομεν ἑκάστου καταλέγειν τὸ ὄνομα τοῦ πολέμου ἐπείγοντος: — MTAB
μὴ ἐμποδίζωμεν τὸ τῶν χειρῶν ἔργον, τουτέστι τὸν πόλεμον: — MgB
ἀντίπαλον: — Mg
AgBg
ἐξ ἐναντίας σταθέντα: — MgAgBi
γράφεται καὶ ἐλθεῖν: — Mg
χειρώσασθαι: — Mg
γράφεται μάχης ἔχειν δόρυ: — Bg
κτανεῖν θ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν: ταῦτα κατ’ εὐχήν [ἐγένετο]· καὶ γένοιτό μοι ἐξ ἐναντίας λαβεῖν τὸν ἀδελφόν μου καὶ φονεῦσαι: — MTA
γράφεται φίλην: — B
i
σοὶ χρὴ μέλεσθαι: τοὺς γάμους σοὶ χρὴ μέλεσθαι: — MTA
ἄλλως: τοὺς γάμους σοὶ χρὴ εἶναι ἐν φροντίδι: — MTA
προσήκει φροντίζειν: — MTA
τὴν δόσιν τ’ ἐχέγγυον: καὶ τὴν τοῦ γάμου ἔκδοσιν ἀσφαλῆ: — MTA
ἀντὶ τοῦ· ἐπιβεβαιοῦ τὴν ἐπαγγελίαν τοῦ γάμου: — MgAg
καὶ εἰς τὴν ἐμὴν χάριν: — MgAgBg
ἀμαθίαν ὀφλισκάνει: οἷον· ἀμαθής ἐστι καὶ ἄνους ὁ Οἰδίπους: — MMiAg
ἡμᾶς δ’ ἀραῖσιν: καὶ ἡμῖν αἴτιος θανάτου γένηται ὅσον ἐπὶ ταῖς ἀραῖς, ἐὰν συμβῇ αὐτὰς ἰσχῦσαι. τὸ γὰρ ἢν τύχῃ τοῦτο δηλοῖ: — MTAB
ἓν δ’ ἡμῖν ἀργόν ἐστιν: ἀργόν ἄπρακτον καὶ παραλελειμμένον. ὀφεῖλον γενέσθαι μὴ γενόμενον: — MTAB
ἄλλως: ἐκεῖνο, φησὶ, μόνον ἡμῖν παραλέλειπται, τὸ παρὰ τοῦ μάντεως ἀκοῦσαι περὶ τούτων. εἰωθότες γὰρ οἱ ἄνθρωποι ἐν ταῖς εὐπραγίαις καταφρονεῖν μαντικῆς ἐν ταῖς συμφοραῖς ἐπὶ τοὺς μάντεις καταφεύγουσιν: — MTAB
τὰ τοῦ θεσφάτου: — M
gAgBi
τῷ αὐτῷ ὀνόματι καλούμενον: — MgAgBi
λαβόντα πέμψω: ὡς τοῦ Μενοικέως ἐν τῷ στρατοπέδῳ ὄντος τοῦτό φησιν: — MTAB
ἄλλως: ἐγὼ δὲ τὸν παῖδά σου πέμψω δεῦρο λαβόντα τὸν Τειρεσίαν: — MTAB
ἐνέγκαι: — MTA
ὥστε μέμψασθαί μοι ἔχειν: — MgBi
τὸ ἐπισκήπτω ἀπὸ κοινοῦ: — MiTBi
ἤνπερ κρατήσῃ τἀμά: ἐὰν ἡ ἐμὴ δύναμις φονεύσῃ [καὶ νικήσῃ] τὸν
Πολυνείκην: — MTABi
οὐ χρὴ ταφῆναι αὐτὸν ἐν ταύτῃ τῇ γῇ: — A
ἐκφέρετε τεύχη: ἀσπίδας. πάνοπλα δὲ ἀμφιβλήματα τὰ ἐνδύματα πάντα τὰ τὸν ἄνθρωπον ὁπλίζοντα, λέγει δὲ θώρακα, περικεφαλαίαν, κνημῖδας. οἱ δὲ [γράφουσι] τὰ σάγματα: — MTAB
† ταῦτά τινες εἴδη δορατίων φασί. τουτέστι τὰ ἑκατέρωθεν
βαλλόμενα: — Bi
σὺν δίκῃ νικηφόρῳ: ἑαυτὸν γὰρ δίκαιον ᾤετο ἀμυνόμενος περὶ
πάτρης, ἐκεῖνον δὲ ἀσεβῆ κατὰ πατρίδος στρατευόμενον. καὶ Ὅμηρος εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης
— MTAB
τῇ φερούσῃ μοι τὴν νίκην: — Mg
τῇ δ’ Εὐλαβείᾳ: σωματοποιεῖ τὴν Εὐλάβειαν· Ὅμηρος
ὦ πολλῶν καμάτων μεστὲ Ἄρες: — MgAg
ὦ πολύμοχθος Ἄρης: ἔδει· ὦ πολύμοχθε Ἄρες. Ἀττικὴ δέ ἐστιν ἡ
κλίσις: — MTABi
τί δήποτε: — Mg
Ag
ἀντὶ τοῦ χαίρεις: — MgBg
οὕτως· ἐναντίος ὢν ταῖς τοῦ Διονύσου ἑορταῖς. καὶ παρηλλαγμένην μοῦσαν ἔχων, τουτέστι· ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος κατὰ τὴν μοῦσαν. ἐν γὰρ εἰρήνης καιρῷ τὰ Διονύσια ἄγονται: — MTA
παράμουσος ἑορταῖς: ἐναντίος, οὐ τὴν αὐτὴν μοῦσαν ἔχων, ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος: — MTAB
ἄλλως: ἀσύμφωνος, ὡς καὶ τὴν ἄνοιαν παράνοιάν φασιν. οὐ συνῳδὸς, ἀλλ’ ἀλλότριος: — MTAB
ἀνάρμοστος ταῖς ἑορταῖς τοῦ Διονύσου: — MiAg
τῆς νεανικῆς ἀκμῆς: — Mi
νεάνιδος ὥραις: ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δὲ ἑξῆς· οὐ μέλπῃ * * τουτέστιν· οὐκ ᾄδεις οὐδὲ ὑμνεῖς ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς οὐδὲ αὐλῶν μέλεσι χορεύεις ἀνασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς: — MTA
ἄλλως: τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου: — MTAB
τὸν πλόκαμον ἀναπλώσας: — Mg
βόστρυχον ἀμπετάσας: διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ. ἔνιοι δὲ νεάνιδος ὥρας τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος: — MTAB
ἄλλως: οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραις, ἐπὶ ὥραις νεάνιδος: — MTAB
ἀμπετάσας: ἐπανασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος. ἡ κατά ἀντὶ τῆς πρός, πρὸς πνεύματα, ὅ ἐστιν ἀπηχήματα τοῦ αὐλοῦ: — MTAB
† λωτοῦ: πάνυ ἡδέως λωτὸν ἐκάλεσε τὸν αὐλόν. λωτὸς γὰρ τὸ γλυκοκάλαμον· ἀλλὰ καὶ ὁ αὐλὸς [καὶ] κάλαμος μὲν, ἀλλὰ καὶ γλυκὺς διὰ τὴν τοῦ μέλους ἡδύτητα: — A
† ἄλλως: λωτὸν ἐνταῦθα τὸν αὐλόν. σημειωτέον δὲ ὅτι καὶ τὸ ̄λ ̄ο μικρὸν γράφεται πρὸς ἀντιδιαστολὴν τοῦ λωτοῦ, τῆς βοτάνης: — A
μέλπῃ μοῦσαν: οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας
τὸν βόστρυχον κατὰ πνεύματα τοῦ λωτοῦ: — MMiTA
τοῦ αὐλοῦ: — Mi
γράφεται μέλπῃ: — M
g
μοῦσαν: ᾠδήν: — MA
οὐ τοιαύτην, φησὶν, ἔχεις μοῦσαν, ἐν ᾗ χάριτές εἰσι χορείας αἴτιαι γενόμεναι. ἢ οὕτως· οὐ μέλπῃ τοιαύτην ἔχων μοῦσαν, ἐν ᾗ χάριτές εἰσι ⟨χοροποιοί⟩, τουτέστι ποιητικαὶ εἰρήνης: — MTA
γράφεται καὶ μελοποιοί: — MgBg
ἀλλὰ σὺν ὁπλοφόροις: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε. τὸ ἑξῆς· ἀλλὰ προχορεύεις: — MTA
ἄλλως: σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀνδράσι καὶ χορεύεις χορείαν ἄτοπον τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ τοῦ τῶν Θηβαίων αἵματος: — MTA
ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις
στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβης, τουτέστι τῷ γένει τῶν Θηβαίων.
Ὅμηρος αἵματος εἶς ἀγαθοῖο, φίλον
τέκος
— MTAB
† ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύσας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα καὶ κατόχους αὐτοὺς ποιήσας, [ἑαυτοῦ] αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι· προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι. λέγει δὲ τὸν πόλεμον: — TAB
παροξύνας ἐκμήνας: — Mi
κῶμον ἀναυλότατον: κακόαυλον: — MMg
ἐκμελῆ καὶ ἄμουσον. σάλπιγξ γάρ ἐστιν ὁ πολεμικὸς αὐλός: — MAB
κῶμος εἶδὸς ὀρχήσεως: — MAgBi
προχορεύεις: ἡ ̄πρ ̄ο πλεονάζει, ὡς τὸ νῆάς τε προπάσας
. ἀντὶ τοῦ κωμάζεις: — MTAB
οὐδ’ ὑπὸ θυρσομανεῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ
δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων
ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: — Mg
οὐδ’ ὑπὸ θυρσομανεῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον: — TAB
νεβρίδων μέτα: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: — MTAB
δινεύεις: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ, τῷ κώμῳ, μετὰ νεβρίδων, ἐν ἅρμασι καὶ ἵπποις ἀναστρεφόμενος. τουτέστιν· οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅπμασι δὲ τοῖς τετραπόδοις, ἅρμασιν οἷς τετράποδα ὑπέζευκται: — MTA
λείπει τὸ ἀλλά: — M
g
χαλινῶν. ἀντιπτώσεις δέ εἰσι· σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων
πώλων τετραβαμόνων, ἢ τετραπόδων: — MiTABi
† ἄλλως: ψαλίων: τῶν ἵππων, παρὰ τὸ ψᾶσθαι αὐτοὺς λίαν ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε † οὔτε χρὴ δὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψέλλιον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν, ἤτοι ψιθυρισμὸν, ἀποτελεῖν: — A
† οὕτως συντάξεις τὸ ὅλον χωρίον· οὐ δινεύεις καὶ στρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ στρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι τετρώρῳ ἵππῳ: — A
μεταπλασμός· ἀπὸ τοῦ μονόνυχον μώνυχα: — MiAg
Ἰσμηνοῦ τ’ ἐπὶ χεύμασι: ἡδὺ μὲν καὶ χαρίεν οὐδὲν πράττεις, ἐπιβαίνων δὲ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τῇ ἱππικῇ ἐκμαίνῃ: — MTAB
ἱππικαῖς ὁρμαῖς. ἢ ἐπιστήμαις: — MiAg
βακχεύεις ὁρμᾷς διατρέχεις ταχύνεις καὶ ἀναπηδᾷς: — MiAg
κατὰ τῶν Ἀργείων ἐνόπλους παροξύνας τοὺς Θηβαίους: — MiAg
ἐπιπέμψας, παροξύνας τοὺς Θηβαίους καὶ ἐξ ἐναντίας αὐτοὺς στήσας τοῖς Ἀργείοις. ἀπὸ δὲ τοῦ ἐναντίου νῦν εἶπεν· ἐν γὰρ τοῖς ἀνωτέρω τοὺς Ἀργείους εἶπε παρωξύνθαι κατὰ τῶν Θηβῶν, τοῦτο δέ φησιν ὡς τοῦ Ἄρεως ἑκατέρους παρορμήσαντος κατ’ ἀλλήλων: — MTAB
τῶν Θηβαίων γένος: — MgAg
Σπαρτῶν γένναν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν
σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: — MiTA
ἀσπιδοφέρμονα θίασον ἔνοπλον: ποιεῖς δηλαδὴ θίασον ἀσπιδοφέρμονα: — MTA
ἄλλως: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν. παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: — TAB
ἄλλως: ὁ νοῦς οὕτως· κοσμήσας χορὸν οὐ θυρσοφόρον, ἀλλ’
ἀσπιδοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλ’ ἀντίπαλον, οὐ κισσῷ
κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη·
† ἄλλως: κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ νεβρίδων ἐκείνῳ συγχορεύων. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν τῷ Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους: — A
ἀντιστήσας θίασον ἔνοπλον τῇ Σπαρτῶν γέννᾳ: — MiAg
ἀντιπαραταττόμενον: — MgAg
τουτέστιν ὁπλίσας: — MgAg
ἦ: τοῦτο καθολικόν· ὄντως δεινὴ θεὸς ἡ Ἔρις: — MgAg
Bi
τοῖς Θηβαίοις· πρόγονος γὰρ αὐτῶν ὁ Λάβδακος: — MiBi
ὦ ζαθέων πετάλων: ὦ νάπος τῶν ζαθέων πετάλων. νάπος πετάλων τὸ σύμφυτον ὄρος. τὸ ἑξῆς· ὦ Κιθαιρὼν πολυθηρότατον ὄρος σύμφυτον· τοῦτο γὰρ δηλοῖ νάπος πετάλων: — MTAB
ἄλλως: ζαθέων: μεγάλων φύλλων. ἢ θείων, ὥσπερ φαμὲν θεῖον τόπον διὰ τὸν ἐν αὐτῷ θεόν. λέγονται γὰρ ἐν αὐτῷ ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις κεκοσμῆσθαι: — MTAB
ὑπὸ φύλλων πεπλεγμένον: — MiAg
ὄμμα Κιθαιρὼν: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη. καὶ ἔστιν ὅραμα * * ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα. πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς Ἄρτεμις ὑπάρχει: — MTAB
ἄλλως: ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρών, ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν. ἢ ἁπλῶς ἐκπρεπέστατον χρῆμα αὐτὸν ἂν εἴη λέγων. λέγει τὸν Κιθαιρῶνα ὑπὲρ τὰ ἄλλα πάντα ὄρη * τῇ Ἀρτέμιδι ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι: — MTA
ἀντὶ τοῦ γέννημα: — MiAgBg
Οἰδιπόδα βρέφος, κατὰ περίφρασιν τὸν Οἰδίπουν: — MgAg
Bi
τὸν ἐκβεβλημένον τῶν οἴκων. τὸ ἐκριφὲν βρέφος ἐκ τῶν οἴκων·
ἐξετέθη γὰρ εἰς τὸ ὄρος: — Mi
χρυσοδέτοις περόναις: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εἰδυῖα εἶπε
περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον
ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν. εἶπε γὰρ
ἄλλως: νῦν φησι χρυσῷ διαπεπερονῆσθαι τὰ σφυρὰ τοῦ Οἰδίποδος, ἄνω δὲ εἶπε σφυρῶν σιδηρᾶ· ἐκτὸς εἰ μὴ οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι. μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων· οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται, ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέραις συγκατατίθεται: — MTA
† ἐπίσαμον: τὸν ὕστερον γενόμενον ἐπίσημον διὰ τὴν τύφλωσιν: — ABi
μηδὲ τὸ παρθένιον πτερόν: ἀπὸ κοινοῦ τὸ ὤφειλεν, τουτέστι· μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι. αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν. προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι: — MTAB
† παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα διότι λέγεται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν: — A
γράφεται οὔρειον: — Mg
οὔρειον τέρας ἐλθεῖν: ὀρεινὸν ἄγριον. ἢ ἴσως ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, τέρας αὐτήν φησι· τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς· μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταύτης τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα: — MTAB
† ἄλλως: ἀπὸ μέρους τὴν ὅλην· μηδὲ τὸ πτερὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς: — TA
† ἄλλως: οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν: — A
ἀντὶ τοῦ· πένθος τῆς γῆς ἡ Σφίγξ: — MiBi
Σφιγγὸς ἀμουσοτάταισι: σὺν κακομούσοις προβλήμασι καὶ σοφίσμασι τῆς Σφιγγός. ᾠδὴν δὲ κακόμουσον τὸ αἴνιγμά φησιν, ἐπεὶ ἐμμελῶς τε καὶ ἐμμέτρως ἐλέγετο, ἀπώλλυε δὲ πολλοὺς τῶν Θηβαίων· μὴ εὑρίσκοντες γὰρ τὸ αἴνιγμα κατησθίοντο: — MTAB
ἀοιδαῖς: — MgAg
ἅ ποτε Καδμογενῆ: ἥτις ἐπικαθεζομένη τοῖς τείχεσι τετραβάμοσι χηλαῖς τὴν Καδμογενῆ γένναν, τουτέστι τοὺς Θηβαίους, εἰς αἰθέρος ἄβατον φῶς ἀνῆγεν. ἐπεὶ ἄβατος καὶ αὐτοῖς τοῖς ὀρνέοις ἐστίν: — MTAB
τὸ ἑξῆς· Καδμογενῆ γένναν: — MgBi
τετραδακτύλοις ποσίν: — MiAgBg
γράφεται χηλαῖσι: — Mg
καθεζομένη: — Mg
Ag
φέρεν αἰθέρος: ὑπερβολικῶς, ἀντὶ τοῦ εἰς ὕψος πολὺ ὥστε
προσεγγίζειν τῷ αἰθέρι ἔφερε τὴν Καδμογενῆ γένναν. τοιοῦτον γάρ τι ἱστο
ἃν ὁ κατὰ χθονὸς Ἅιδας: ἣν Ἐρινύς τις ἢ Ἀϊδωνεὺς ἢ ἀλάστωρ ἐφῆκε τῇ πόλει· πάντα γὰρ τὰ δεινὰ χθόνια ἔλεγον οἱ ἀρχαῖοι: — MTAB
ἀντὶ τοῦ ἐπέπεμπεν: — MgAgBi
δυσδαίμων δ’ ἔρις: μετὰ δὲ ταῦτα δυσδαίμων ἔρις ἄλλη αὔξεται
κατὰ τοὺς οἴκους τοῦ Οἰδίποδος τῶν παίδων. ἄλλη δὲ ἔρις ἄλλα ποιεῖ κατὰ
διαδοχὴν κατὰ τὴν πόλιν καὶ τὸν οἶκον τῶν Οἰδίποδος παίδων. κακοὶ γὰρ ὄντες
κακὰ πάσχουσιν ὡς παρὰ φύσιν τεχθέντες: — MiTAB
οὐ γὰρ ὃ μὴ καλόν: τὸ πρῶτον οὐ περιττόν ἐστιν: — MiTAAg
Bg
οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης
μὴ ἔφυ καλόν. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα
καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν, φησὶ, τὸ μὴ καλῶς γενόμενον οὔποτε
ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτὸ τὸ γεγονέναι ἦν καλόν: — MiTAB
οὐδ’ οἱ μὴ νόμιμοι: ἀπὸ κοινοῦ τὸ οὐ καλόν· οὐδὲ οἱ ἄνομοι
παῖδες καλόν, οἱ παρὰ τὸν τῆς φύσεως νόμον γενόμενοι, ἀλλὰ κατάρατοι καὶ
ἀνόσιοι: — MiTAB
οὐδὲ οἱ ἄνομοι παῖδες καλὸν μητρὶ λόχευμα: — MiAg
παῖδες μητρὶ λόχευμα: κατὰ κοινοῦ τὸ οὐ καλόν, τουτέστιν· οὐ
καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον
συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ καλὸν οὖν, φησὶ, γέννημα,
ἀλλὰ κατάρατον παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ
εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται
δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους iTA
ἄλλως: οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν ἢ διότι αὐτὸν ἔκρυψαν. * * πατρὸς δὲ τοῦ καὶ συναίμονος ἐκ λέχους ἦλθον. ἐὰν δὲ ᾖ ἣ δέ, ἥτις, ἡ μήτηρ, ἦλθεν εἰς τὸ ἑαυτῆς αἷμα: — MTA
μίασμα πατρός: πῶς μίασμα πατρός· ὅτι συναίμονος εἰς λέχος
ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος: — MiTAB
ἔτεκες ὦ γᾶ: ταῦτα ἐφεξῆς μέχρι τοῦ τέλους τοῦ χοροῦ ἀνακλητικῶς προφέρουσι μακαρίζουσαι τῆς ἀρχαίας εὐδαιμονίας τὰς Θήβας. τὸ δὲ ἑξῆς· ἔτεκές ποτε, ὦ Γῆ, γένναν ὀδοντοφυῆ Σπαρτῶν τὴν ἀπὸ φοινικολόφοιο δράκοντος, ὥς ποτε ἠκούσαμεν κατὰ τὴν βάρβαρον ἀκοὴν ἡμῶν ἐν τῇ πατρίδι οὖσαι. τὸ οὖν ἀπὸ φοινικολόφοιο δράκοντος συναπτέον. θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς Σπαρτοὺς, ἐπεὶ ἀπὸ θηρίου, τοῦ δράκοντος, ἐτέχθησαν. τάσσεται δὲ τὸ τραφῆναι ἐπὶ τοῦ γεννηθῆναι [ἢ ἐπὶ τοῦ αὐξηθῆναι] καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς: — MTAB
τοῦ ἐν θηρσὶ τραφέντος δράκοντος. θηριώδους: — MiAg
τὴν γενομένην ἐκ τῶν ὀδόντων: — MiAg
κάλλιστον ὄνειδος: κάλλιστον κλέος ταῖς Θήβαις αὐτοὺς, τοὺς
Ἁρμονίας δέ ποτ’: καὶ κατὰ τοῦτο, φησὶ, μακαρία ἡ πόλις ὅτι γαμοῦντι τῷ Κάδμῳ τὴν Ἁρμονίαν συνῆλθον οἱ θεοί: — MTA
φόρμιγγί τε: καὶ τοῦτο, φησὶν, εἰς εὐδαιμονίας λόγον ταῖς Θήβαις συνέβη, τὸ ὑπὸ τῆς λύρας Ἀμφίονος τειχισθῆναι: — MTAB
τὸν περάσιμον τόπον: — MgAgBg
† ἀμφὶ μέσον Δίρκας: λείπει τὸ ὅς· ὅς, ὁ πόρος, κατὰ τὸ πεδίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδύεται. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ Δίρκη καὶ ὁ Ἰσμηνός: — AB
ἄλλως: περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ διδύμους ἐκάλεσεν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται: — AB
ἀντὶ τοῦ καταδύεται. λείπει δὲ ἥτις· ⟨ἥτις⟩ ἐπαρδεύει τὸ
πεδίον, ἡ Δίρκη: — Mi
Ἰώ θ’ ἁ κερόεσσα: πρὸς ἅπασι τούτοις καὶ Ἰὼ ἔχουσιν οἱ Θηβαῖοι προμήτορα: — MTA
καὶ ἄλλως: καὶ ὦ Ἰὼ κερατοφόρε, ἥτις ἐγέννησε τοὺς βασιλεῖς
τῶν Θηβαίων καὶ ἤνεγκε μυριάδας ἀγαθῶν ἀντὶ τῶν κακῶν: —
MTAgBi
πρόγονος: — Mg
μυριάδας δ’ ἀγαθῶν: συνελόντι δὲ, φησὶ, φράσαι [συντόμως] ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡσεὶ ἔλεγε· τὴν οὕτως μακαρίαν οὐκ ἀπεικὸς τοὺς ἐπελθόντας πολεμίους ἀπώσασθαι: — MTAB
† ἢ οὕτως· ἡ ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλα ἄλλοις ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ πολέμου ἕστηκεν: — TAB
† ἄλλως: ἡ δὲ πόλις αὕτη πρὸς τοῖς ἄλλοις ἄλλας διαδεξαμένη μυριάδας ἀγαθῶν νῦν ἐν κινδύνοις ἄκροις ἕστηκεν: — TA
ἐπ’ ἀγωνίσμασι πολεμικοῖς. ἢ ἐπὶ ξυροῦ ἕστηκεν: — MiABi
ἡγοῦ πάροιθε: Μαντὼ ἐκαλεῖτο ἡ θυγάτηρ τοῦ Τειρεσίου: — MTBi
Πείσανδρος ἱστορεῖ ὅτι Ξάνθη γαμηθεῖσα Τειρεσίᾳ ἐποίησε παῖδας τέσσαρας, Φαμενὸν Φερεκύδην Χλῶριν Μαντώ: — MT
ὡς ἄστρον τοῖς ναύταις: — MgAg
δεῦρ’ εἰς τὸ λευρόν: εἰς τὸ ὁμαλὸν καὶ ἰσόπεδον τὸ ἴχνος
τοὐμὸν τιθεῖσα πρόβαινε καὶ μὴ εἰς τὸ κεκρυμμένον, ἵνα μὴ σφαλῶμεν τῆς
οἰωνοσκοπίας: — MTAg
τιθεῖσα φέρε: — Mg
κλήρους τέ μοι φύλασσε: τοὺς μισθοὺς φύλασσε: — MTABg
τήρει σὺ τοὺς κλήρους ἐμοί, τουτέστι τὰς τῶν πτήσεων σημειώσεις: — M
τὰς μαντικὰς ψήφους: — MgAg
οἱ γὰρ οἰωνοσκόποι ἐν δέλτῳ ἐσημειοῦντο τὰς πτήσεις, ἵνα διὰ μνήμης ἔχοιεν. εἰ δὲ τυφλὸς ἦν, μὴ θαυμάσῃς· ἡ γὰρ θυγάτηρ ἔμπειρος οὖσα τὰς γινομένας πτήσεις ἐσημειοῦτο. φασὶ δὲ αὐτὴν μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀρίστην μάντιν γενέσθαι: — TAB
† θάκοισιν ⟨ἐν⟩ ἱεροῖσιν: τόπος Θήβης οἱ θᾶκοι, ὅπου ἐμαντεύετο ὁ Τειρεσίας: — AB
ἀντὶ τοῦ τέκνον ἐμὸν καθ’ ἡλικίαν: — MgAgBi
χρόνον δεῖ ἐν μέσῳ λαβεῖν: — MgBi
ὅτι οἱ πόδες μου ἐκοπώθησαν: — MgAg
τὴν ὁδόν. οἷον ἔλευσιν, ὅ ἐστι τὸ μῆκος τῆς ὁδοῦ: — MgA
μόλις περῶ: ἀπὸ γὰρ τῶν Ἀθηνῶν παραυτίκα ἔρχεται πρόσφατος: — MTA
θάρσει πρὸς τὸ ἐξορμίσαι τὸν πόδα: — Mg
ἐξόρμισαι σὸν πόδα: ἔστησας: — MTAB
ἄλλως: ἀντὶ τοῦ ἐξώρμισαι· τὸ ̄ο ἀντὶ τοῦ ῶ· ἐκβέβληκας, ἔστησας: — MTAB
† ἄλλως: λείπει τὸ ἔστι· ⟨ἔστι⟩ στῆσαί σε τὸν πόδα: — A
ἢ ἐξόρμισον προστακτικῶς, ἀντὶ τοῦ στῆσον, ἐκ μεταφορᾶς τῶν εἰς λιμένα καταγομένων νεῶν: — MTA
ὡς πᾶσ’ ἀπήνη: * * καὶ οἱ γεγηρακότες, φησὶν, ὑπὸ ξένης χειραγωγεῖσθαι ὀφείλουσιν. ἤτοι ἐν τῷ μὴ δύνασθαι αὐτὴν καθ’ ἑαυτὴν ἄνευ ζῴων τρέχειν· ἢ, ὅπερ βέλτιον καὶ ἀκόλουθον, ἐν τῷ τὰ ὑπεζευγμένα ζῷα ἄνευ τοῦ ἡνιοχοῦντος μὴ δύνασθαι τρέχειν, ἵνα καὶ αὐτὴν τὴν ζεῦξιν ἀπήνας λέγῃ. θυραίας δὲ ἀλλοτρίας ὡς πρὸς τὰ ἕλκοντα ζῷα, μὴ κοινωνούσης τοῦ ἑλκυσμοῦ. ἐὰν δὲ ἐπὶ τῆς ἁμάξης μόνον, ἁπλούστερον, τῆς ἀλλοτρίας τῶν ζῴων: — MTA
ὁδηγήματα: — Mg
Ag
στήσας τὴν ὁδοιπορίαν: — Mg
αἶπος ἐκβαλὼν ὁδοῦ: νῦν τὸν κάματον, ἢ τὸ ἐκ τῆς ὁδοῦ ἆσθμα
γενόμενον. ἄλλοι δὲ αἶπος τὸ ὕψος, νῦν δὲ καταχρηστικῶς τὸ μῆκος· ὡς καὶ αἰπὺς ὄλεθρος
— MTAB
γράφεται παρεῖμαι, ἀντὶ τοῦ· ἐκλέλυμαι τὰ γόνατα τῷ κόπῳ: — MiBi
Εὐμόλπου δορός: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ. καὶ ἄλλοι δύο υἱοὶ Ποσειδῶνος παρὰ τοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες Εὐμόλπῳ, Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν: — MTA
ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προύχοντα τοῦ Θηβαϊκοῦ πολέμου: — MTAB
ἄλλως: τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ Πανδίων, οὗ Αἰγεὺς, οὗ Θησεὺς ὁ τῶν ἐν Καδμείᾳ πεσόντων τὰ σώματα ἀνελόμενος. ἦν δὲ ὁ Εὔμολπος Θρᾳκῶν βασιλεὺς, ὃς λέγεται ἐλθεῖν εἰς Ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ Ἐλευσίνια. καὶ πρῶτος ἱστορεῖται ξένος μυηθῆναι· διὸ καὶ ἀπ’ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροφάνται Εὐμολπίδαι Ἀθήνησιν. οὗτος συνεμάχησεν Ἐλευσινίοις στασιάζουσι κατὰ τοῦ βασιλέως Ἐρεχθέως καὶ ἡττηθεὶς ἐφονεύθη. ὕστερον δὲ κατὰ πυθόχρηστον ἐτιμήθη καὶ ὁ τάφος αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ Ἐλευσίνια μεμυῆσθαι. τινὲς δὲ υἱὸν Ποσειδῶνος τὸν Εὔμολπόν φασιν, ὃς ἡττηθεὶς ὑπὸ τῆς Ἀθηνᾶς εἰς τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς διὰ τῆς ἐλαίας τὸν υἱὸν αὐτοῦ κατὰ τῶν Ἀθηναίων ἐκίνησεν: — MTAB
καὶ τόνδε χρυσοῦν στέφανον: στεφάνους γὰρ ἔχουσιν ἐν τοῖς πολέμοις, ἵνα νικῶντες ἀναδέωνται: — MTAB
τιμὴν ἀριστεῖα: — M
gAg
οἰωνὸν ἐθέμην: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι: — MTABi
ταραχῇ συγχύσει κακῶν: — MgAgBi
ὁπλισθείς: — Mg
Ag
ἔγραψε, δι’ ἐπιστολῆς ἐνετείλατο: — Mg
Ἐτεοκλέους μὲν οὕνεκ’: προεῖπεν ὁ Ἐτεοκλῆς τὴν αἰτίαν τῆς
λύπης τοῦ μάντεως
τὸ ἑξῆς· ἕνεκα μὲν τοῦ Ἐτεοκλέους κλείσας ἂν τὸ στόμα τοὺς χρησμοὺς ἐπέσχον: — MTA
συγκλείσας: — Mg
τὰ μαντικά: — Mg
τὸ ἑξῆς· λέξω δέ σοι: — MgBi
τὸ δὲ νοσεῖ ἀντὶ τοῦ στασιάζει δυστυχεῖ: —
Mg
νοσεῖ γὰρ ἥδε γῆ: τουτέστι· νοσεῖ ἡ πόλις ἐξ οὗ ὁ Λάιος ἐγεννήθη καὶ ὁ Οἰδίπους ἔφυ καὶ ἡ τῶν ὀφθαλμῶν τύφλωσις ἐγένετο αὐτῷ. διαφθορὰν δὲ εἶπε τὴν τύφλωσιν: — MTA
ἐξ οὗ’τεκνώθη: τέκνου πατὴρ ἐγένετο. ἀντὶ τοῦ ἐτέ
ἐτέκνωσεν: — Mg
Ag
παρὰ προαίρεσιν: — M
gAg
ἔτεκεν: — MgAg
ἄθλιον: — MgAg
αἵ θ’ αἱματωποί: ἀφ’ οὗ καὶ αἱ αἱματώδεις τῶν ὀφθαλμῶν διαφθοραί: — MTA
παραλογισμός. παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον: — Mi
θεῶν σόφισμα: ἐπίνοια θεῶν, ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν
θεῶν: — MiAB
ὡς δὴ θεούς: ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπεκβῆναι καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς θεούς. διὰ τοῦ συγκλείειν τὸν πατέρα. παρατρέχοντες. κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ αὐτοὺς ἀλλήλους ἀποκτεῖναι: — MTAB
οὔτ’ ἔξοδον διδόντες: καθεῖρξαν αὐτὸν, φησὶν, οὔτε τινὰ τιμὴν ἀποδιδόντες αὐτῷ οὔτε προελθεῖν που συγχωροῦντες. καὶ τούτου χάριν θυμωθεὶς αὐτοὺς κατηράσατο: — MTA
ἐπέρριψεν ἐφθέγξατο ἐξέβαλεν: — MgAg
λείπει τὸ τοὺς ὀφθαλμούς: — MgAg
ὑβρισμένος: — Mg
ὅτι τῷ περὶ τοὺς ὀφθαλμοὺς πάθει καὶ προσητίμαστο: — MTABi
τί οὐ δρῶν: γράφεται δὲ κἀγὼ τί μὴ δρῶν, ποῖα δ’ οὐ λέγων ἔπη: — MTAB
ὁποῖα δ’ οὐ λέγων ἔπη: λείπει ἡ διά· δι’ ἃ λέγων. τὸ δὲ οὐ ἀπὸ κοινοῦ: — MTAB
θέλων καταλῦσαι: — M
i
διαφθαρήσῃ: — Mg
Ag
ἐκεῖνο μὲν γάρ: ἐκεῖνο γάρ πρῶτον ἦν ἴαμα, τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει ὡς κακοδαιμονοῦντας: — MTA
ἄλλως: πρωτεῦον αἱρετώτατον: — MTABi
ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπῃ ζόφος
καί ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη
. καὶ Μένανδρος ἐκ γειτόνων οἴκων γὰρ,
ὦ τοιχώρυχε
— MTAB
ὡς κακοδαιμονοῦντας, δαίμονι ἀπανθρώπῳ καὶ σκληρῷ
κατεχομένους: — MiB
ἐπεὶ δὲ κρεῖσσον: ἐπικρατέστερον τὸ κακόν. Ὅμηρος ἐπεὶ τὰ χερείονα νικᾷ
— MAB
ἐπίνοια βουλή: — Mg
Ag
τόδ’ ἀσφαλές: ἀντὶ τοῦ ἄλυπον. λυπήσω γάρ σε. ἢ οὐκ ἀσφαλὲς
διὰ τὸ αὐτὸν τεθνήξεσθαι: — MBi
ἀκίνδυνον: — Mg
τὴν τύχην κεκτημένοις: εὐτυχίαν. τὸ ἐκ τοῦ αὐτομάτου προσπῖπτον. ἔστι δὲ λυπηρὸν τοῖς δεσπόταις τὸ δοῦναι φάρμακον τῆς σωτηρίας: — MTA
τῇ πόλει παρασχεῖν: — Mg
εἷς γὰρ ὢν πολλῶν μέτα: κἀγὼ αὐτὸς, φησὶν, εἷς ὢν μετὰ πολλῶν, τῶν Θηβαίων, ἀπολοῦμαι· τοῦτο γὰρ εἵμαρται: — MAB
ἡ τύχη σ’ ἀλλ’ οὐκ ἐγώ: ἡ εὐτυχία φεύγει σε, ἀλλ’ οὐκ ἐγώ. μέλλει γὰρ μετ’ ὀλίγον ὁ παῖς αὐτοῦ ἀναιρεῖν ἑαυτόν: — MTAB
κοὐχὶ βουλήσῃ τάχα: ταχέως. τουτέστιν· οὐκ ἀρέσει σοι ἡ ἀκοὴ, ἀλλ’ εὐθέως μεταμεληθήσῃ ἐπὶ τῇ ἀκοῇ: — MTAB
ἄλλως: θέλεις, φησὶ, νῦν ἀκοῦσαι, ταχέως δὲ βουλήσῃ μὴ ἀκηκοέναι τὸ μέλλον σοι γενέσθαι: — MTA
ἄλλως: νῦν μὲν οὖν ἀκοῦσαι ἐπείγῃ, ἐπειδὰν δὲ ἀκούσῃς ἅπαξ, οὐ μὴ θελήσῃς ἀκηκοέναι: — MTA
ἠθικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἀληθῶς: — MiAg
εἰς γὰρ τί μᾶλλον: ἀντὶ τοῦ· εἰς οὐδὲν δεῖ μᾶλλον πλείονα σπουδὴν ἔχειν ἢ περὶ τὸ σῴζειν ἕκαστον τὴν πατρίδα. κακὸς γὰρ, φησὶν, οἰωνὸς ἡμῖν καὶ σύμβολον οὐκ ἀγαθὸν τὸ μὴ ὑπὲρ πατρίδος ἀμύνειν: — MTA
ἄλλως: ἢ περὶ τὸ σῴζειν πατρίδα. Ὅμηρος εἷς οἰωνὸς ἄριστος
: — MTAB
ἀντὶ τοῦ· εἰς ποῖον γὰρ ἄλλο: — MgAg
πόρρωθεν: — Mg
ἐνόμιζε γὰρ τὸν μάντιν ἀπόρρητόν τι λέξειν: — MA
κλύων γὰρ ἂν τέρποιτο: ἐὰν γὰρ ἀκούσῃ τὴν σωτηρίαν τῆς πόλεως, τερφθῆναι ἔχει: — MTA
θεσφάτων ἐμῶν ὁδόν: τὴν διήγησιν. ἔδει, φασὶ, μὴ ἀντικρὺ τοῦ
Μενοικέως λέγειν τὰ περὶ τῆς σφαγῆς αὐτοῦ, ἀλλ’ ὥσπερ καὶ ἑτέρωθι ποιεῖ δεῦρ’ ἔλθ’ ἐς οὖς σοι
.
λέγοι
τὴν δυστυχίαν: — Mg
Ag
γράφεται τί φής· ἐμὸν παῖδ’ ἕνεκα γῆς σφάξαι θέλεις: — AB
πέπρωται: — Mg
Ag
ἐν συντόμῳ: — Mg
Ag
σοὶ μόνῳ κακά· τῇ γὰρ σῇ πατρίδι μεγάλα καὶ σωτήρια: — MiABi
οἰμωζέτω: — Mg
Ag
ἁνὴρ ὅδ’ οὐκέτ’ αὐτός: ἀναστρέφεται εἰς τοὐπίσω, ἀναχωρεῖ,
ἔξαρνος γίνεται: — MTAgBi
ἀναχωρεῖ, ἀναστρέφεται εἰς τοὐπίσω: — M
οὐ γὰρ χρεία μοι τῶν σῶν μαντευμάτων: — MgAgB
ἐπεὶ σὺ δυστυχεῖς: κατ’ ἐρώτησιν τοῦτό φησι ὁ Τειρεσίας. οὕτως δὲ ἡ γραφὴ διὰ τὸ μέτρον: — MTB
ἐπεὶ σὺ δυστυχεῖς, ἀπώλετο ἡ ἀλήθεια: — MiAg
λείπει τὸ ἱκετεύω: — MgAgBi
ὦ πρός σε γονάτων: ὦ Τειρεσία, προσπίπτω σοι κατὰ τῶν γονάτων
σου καὶ τῆς τιμίας τριχός: — MTAB
i
ἐντίμου: — MgAg
δυσφύλακτ’ αἰτῇ κακά: ἀντὶ τοῦ δυστήρητα: — MTB
ἅπερ οὐ δύναμαι παραφυλάξασθαι καὶ μὴ εἰπεῖν: — MTAgB
εἰς ἐξέτασιν καὶ κρίσιν: — MiB
δεῖ τόνδε θαλάμαις: καταδύσεις, θῆκαι, ἀγγεῖα κεράμεια, εἰς ἃ ἐμβάλλεταί τινα ἀπόρρητα καὶ εἰς γῆν τίθεται: — MTAB
ὁ τοκεύς: — Mg
Ag
Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων: λείπει ἡ κατά· κατὰ Κάδμου.
ὁ δὲ νοῦς· διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ
τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν Σπαρτῶν ὁ Ἄρης,
ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ οὐδὲ τοῖς ἀδελφοῖς, ἔμειναν δὲ
τοῦ Κάδμου φίλοι καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα
Κάδμου ἔγημεν. ἀλλαχοῦ
ζητοῦσι δέ τινες, εἴπερ ὠργίσθη ἡ Γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπ’ ἐκείνου τοῦ γένους σφαγῆναί ⟨τινα⟩. πρὸς τοῦτο ῥητέον ὅτι ἡ Γῆ ἀνέδωκε τοὺς Σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος· οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν. καὶ γὰρ Ἐχίων εἷς ὢν τῶν Σπαρτῶν ἔγημεν Ἀγαύην τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας: — MTA
ὃς γηγενεῖ δράκοντι: ἐκδικεῖ τῷ δράκοντι τὸν φόνον: — MTAB
ἄλλως: διὰ τί, φασὶν, ἐμήνιεν ὁ Ἄρης τοῖς Σπαρτοῖς· ὅτι οὐκ ἐβοήθησαν αὐτῷ, τῷ δράκοντι, οὐδὲ μετὰ ταῦτα ἐτιμώρησαν τοῖς ἀδελφοῖς, ἀλλ’ ἔμειναν τοῦ Κάδμου φίλοι. αὐτοὶ γοῦν καὶ συνέκτισαν αὐτῷ τὴν πόλιν: — MTA
τιμωρίαν ἀπαιτεῖ: — MiAg
χθὼν δ’ ἀντὶ καρποῦ καρπόν: καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα: — MTAB
ἐὰν ἡ Γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ,
ἔσται τότε εὐμενὴς ὑμῖν. ἐλυπεῖτο δὲ ἡ Γῆ ὅτι γηγενεῖς ἦσαν. δεξαμένη
ἕξετ’ εὐμενῆ Γῆν: ἐλυπεῖτο γὰρ ἡ Γῆ ὅτι τῶν γηγενῶν Σπαρτῶν ἐδέξατο τὸ αἷμα: — MTAB
χρυσοπήληκα στάχυν: χρυσαῖς περικεφαλαίαις κεκοσμημένους ἄνδρας· οὕτως γὰρ ἀνεδόθησαν: — MTAB
ἐκ γένους δὲ δεῖ θανεῖν: ἀνάγκη δέ ἐστιν ἕνα τῶν ἐκ γένους τῶν Σπαρτῶν, ὅ ἐστι τοῦ δράκοντος, ἀποθανεῖν ὑπὲρ τῆς πατρίδος: — MTA
σιαγόνος: — Mg
Ag
ἐκπέφυκε παῖς: λέγεται δὲ ἐν τῇ μάχῃ τοῦ Κάδμου πρὸς τοὺς Σπαρτοὺς περιλειφθῆναι πέντε. ἐξ ἑνὸς οὖν τούτων κατῆγεν ὁ πατὴρ τοῦ Μενοικέως Κρέων: — MTA
σὺ δ’ ἐνθάδ’ ἡμῖν: οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσχύλος φησὶν, ἦσαν Χθόνιος Οὐδαῖος Πέλωρ Ὑπερήνωρ Ἐχίων, ὃς ἔγημεν Ἀγαύην τὴν Κάδμου, ἐξ ἧς ποιεῖ Πενθέα, οὗ Ὄκλασος, οὗ Μενοικεὺς, οὗ Κρέων καὶ Ἰοκάστη: — MTAB
ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο: καὶ ἀπὸ πατρός· ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν: — M
ἄλλως: ἀληθὴς ὢν ἔκγονος τῶν Σπαρτῶν καὶ ἀπὸ μητρὸς καὶ ἀπὸ πατρός: — MTA
ἄλλως: ἀντὶ τοῦ καθαρὸς καὶ ἀνεπίληπτος καὶ ἀληθὴς ἀπόγονος τῶν Σπαρτῶν. τὸ δὲ ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο ἀντὶ τοῦ ἑνίκοῦ τὸ πληθυντικὸν εἶπεν, ἀντὶ τοῦ ἀκέραιος καὶ ἀπὸ πατρός: — MTAB
Αἵμονος: ὁ Αἵμων, φησὶν, ὁ πρεσβύτερός σου υἱὸς διὰ τὸ μεμολύνθαι τῇ μνηστείᾳ οὐ σφαγήσεται· ἀφθόρου γὰρ ἀνδρὸς χρεία: — MTAB
θάνατον κωλύουσιν: — MgAg
κεἰ μὴ γὰρ εὐνῆς ἥψατ’: ἢ καθὸ ἐμνηστεύσατο, ἢ ἐπεὶ, ὡς λέγουσι, λάθρα αὐτῇ συνῆλθε. τοῦτον δὲ ὡς μάντιν εἰδότα εὐφήμως εἰπεῖν: — MTAB
ἀλλ’ ἠγγύηται πρὸς γάμον: — MgBi
παιδίον: — MgAg
τῇδ’ ἀνειμένος πόλει: ἀντὶ τοῦ ἱερωθεὶς καὶ σφαγεὶς ὑπὲρ τῆς
πόλεως: — MMgTAB
ἄφετος ἀπολελυμένος: — Mg
πικρὸν δ’ Ἀδράστῳ: μόνος γὰρ ἐσώθη τῶν στρατηγῶν· διὸ εἶπε νόστον. πικρόν δὲ διὰ τὴν λύπην τῶν συνεστρατευμένων: — MTAB
κατὰ κοινοῦ τὸ θήσει· ποιήσει θανατηφόρον μοῖραν: — Mg
ἐνδόξους: — Mg
Ag
τοῖνδ’ ἑλοῦ δυοῖν πότμοιν: τοῖν δυοῖν πότμοιν τὸν ἕτερον ἑλοῦ, ἢ τοῦ παιδὸς τεθνηκότος σῶσαι τὴν πόλιν, ἢ τῆς πόλεως καταστραφείσης σῶσαι μὲν τὸν υἱόν· οὐ μὴν οὐδ’ αὐτὸν σώσεις· μετ’ οὐ πολὺ γὰρ καὶ αὐτὸς μετὰ τῆς πόλεως ἀπολεῖται: — MTA
ἐπίλεξαι: — Mg
Ag
τῇ μαντικῇ τῇ διὰ πυρός: — MgAg
ὁ μέν ἀντὶ τοῦ γάρ: — MgAgBi
ἐχθρός: — MgAg
ἀδικεῖ τὰ τῶν θεῶν: ἀδικεῖ εἰς θεοὺς ψευδόμενος καὶ κρύπτων τὸ ἀληθές: — MAB
μαντεύεσθαι: — Mg
Ag
Κρέον, τί σιγᾷς: τὴν φωνὴν ἄηχον ἐπισχὼν καὶ οὐκέτι φθεγγόμενος, ὡσεὶ ἔλεγεν· οὐ σιωπῆς σοι καιρὸς ἀκούσαντι τοιαῦτα, ἀλλὰ βουλεύσασθαί τι καὶ πρᾶξαι: — MTAB
ἄηχον: — Mg
ἀποκλείσας ἀποκόψας: — Mg
σχάσας: μεταφορικῶς, ἀντὶ τοῦ ἀποκόψας ἀποκλείσας. ἄφθογγον δὲ ἀντὶ τοῦ ἄηχον: — AB
κἀμοὶ γὰρ οὐδὲν ἧττον: κἀγὼ γάρ σοι οὐδὲν ἧττον συναλγῶ· ἀλλ’ οὐ σιωπῆς, βουλῆς δὲ μᾶλλον καιρός ἐστιν· διὸ ἔδει λέγειν: — MTAB
ἀντὶ τοῦ πάρεστιν: — Mg
λείπει τὸ πρᾶγμα: — MgAgB
νῦν λύπης: — Mg
Ag
ἀντὶ τοῦ παραθεῖναι: — MgAgB
εἰς τὸ φονευθῆναι: — MgAg
οὐδ’ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν: τὸ ἑξῆς ἐν εἰρωνείᾳ. αὐτὸς δὲ θνῄσκειν ἕτοιμος· ἐν καιρῷ γάρ ἐσμεν τοῦ ἀποθνῄσκειν, γέροντες ἐσμέν: — MTA
μή μ’ εὐλογείτω: ὡς δόξαν μέλλοντα ἔχειν τὸν υἱὸν ὑπὲρ τῆς
πόλεως δεδωκότα: — MTAgB
αὐτὸς δ’ ἐν ὡραίῳ: ἐγὼ δὲ αὐτὸς ἐν τῷ καιρῷ τῆς τελευτῆς ὑπάρχω γέρων ὤν: — M
καιρὸν ἔχω τοῦ θανάτου: — MgAgB
γράφεται ἵσταμαι: — Bi
πατρίδος ἐκλυτήριον: λύτρον ὑπὲρ τῆς πατρίδος: — MTAgBi
ἀπολυόμενος τὴν πατρίδα τῶν περιεστώτων αὐτῇ κακῶν: — MTB
ἄγε δή: — Mg
ἀκόλαστ’ ἐάσας: τὰ τολμηρὰ καὶ προπετῆ, τὰ μὴ ὑποπίπτοντα κολάσει, μετ’ ἐξουσίας λεγόμενα: — MTAB
ἀνεξέταστα, ἀβασάνιστα, τόλμης γέμοντα: —
MgTA
λέξει γὰρ ἀρχαῖς: τοῖς ἄρχουσι δηλονότι. ἤρκει οὗτος· ὁ γὰρ ἐπιφερόμενος πύλας ἐφ’ ἑπτὰ καὶ λοχαγέτας μολών περιττός ἐστιν: — MTAB
καὶ στρατηλάταις τάδε: τοῖς ἡγεμόσι, τοῖς βασιλεῦσιν: — MMiAg
πύλας ἐφ’ ἑπτά: ἐπὶ τοὺς στρατηλάτας μετελθών: — MMi
προλάβωμεν: — Mg
AgBi
βραδύνῃς: — Mg
AgBi
μακράν: — MgAg
ἐκπονεῖν δ’ ἐμέ: ἀνύειν ἐκπληροῦν: — MAgB
παρελθὼν τοὺς Δελφοὺς φεῦγε: — MiAg
ποῖ με χρὴ πάτερ μολεῖν: ἐκ τῶν Δελφῶν δηλονότι. εἰς οὐδὲν χρήσιμον τοπογραφεῖ. μᾶλλον δὲ αὐτὸν ἐχρῆν σκοπεῖν ὅπως τῶν πολεμίων παρακαθεζομένων λήσεται ὁ Μενοικεὺς φεύγων: — MTAB
ἔθνος Θεσσαλίας, ἀπὸ Θεσπρωτοῦ τοῦ Διός: —
MiABg
σεμνὰ Δωδώνης βάθρα: τὰ σεβάσμια τῆς Δωδώνης θεμέλια: — MTAB
ἐν τῇ Θεσπρωτίᾳ, φησὶν, ὅπου τὰ τῆς Δωδώνης βάθρα· Δωδώνη γὰρ ἐγγὺς Θεσπρωτίας, ἐν ᾗ Διός ἐστιν ἱερόν: — MTA
πόμπιμος ὁ δαίμων: αὐτὸς, φησὶν, ὁ Ζεὺς πέμψει σε, χρησμῳδήσας δηλονότι ποῖ δεῖ σε σταλέντα σωθῆναι: — MT
† ἐκεῖνος ὁ θεὸς, ὁ Ζεὺς, μαντεύσεται ποῖ δεήσει οἰκεῖν: — B
εὐπορία: — MgAg
ἐγὼ πορεύσω χρυσόν: ἀποστείλω. εἴποι δ’ ἄν τις·
ὡς σὴν πρὸς κασιγνήτην: πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθών· πλεονάζει γὰρ τὸ ὡς: — MTAB
ἄλλως: πρῶτον, φησὶ, πρὸς τὴν σὴν ἀδελφὴν θέλω ἀπελθεῖν, ἥτις με ἀνέθρεψε στερηθέντα τῆς μητρός: — MTA
μητρὸς στερηθείς: ἐναντίως ἱστορεῖ Σοφοκλῆς. μετὰ γὰρ θάνατον
Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησί καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντος
: —
TAB
προσηγορήσων εἶμι: προσηγορήσων αὐτὴν εἶμι καὶ σώσων τὸν βίον: — MTAB
ἄλλως: σώσων τὴν πόλιν· οὐ γὰρ, ὡς ὁ πατὴρ ᾤετο: — MTAB
ὅς μ’ ἐκκομίζει πόλιν: ἐκπέμπει τὴν πόλιν τῆς εὐτυχίας ἀποστερῶν: — MA
φυγαδεύει ἐκπέμπει: — MgAgB
τῆς εὐτυχίας: — Mg
Ag
λείπει τὸ ἐμέ· ⟨ἐμὲ⟩ δίδωσιν: — Mg
ἐγέννησεν: — Mg
Ag
ἵνα οὖν: — MiAg
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων: αἰσχρὸν γὰρ, εἰ οἱ μὲν καὶ ἄνευ θεσπισμάτων μάχονται καὶ οὐ δι’ ἀνάγκην δαιμόνων· αὐτὸς δὲ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν: — MTA
† ἀντὶ τοῦ· οὐκ εἰς μαντείαν καλούμενοι· αὐτὸς γὰρ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν. λείπει τὸ εἰ· εἰ οἱ μὲν ἄνευ μαντείας μάχονται: — B
οἱ μὲν μαντείας ἀπηλλαγμένοι: — MgAg
τὸν Ἥλιόν φησι, τὸν ἄστρων δεσπότην: — MgAg
μὰ τὸν μετ’ ἄστρων Ζῆν’ Ἄρην τε: τὸν Ἥλιόν φησι καὶ τὸν Ἄρην τὸν τοῦ ἐμοῦ φόνου αἴτιον: — MB
ἀνατείλαντας: — Mg
AgBg
ὁ γὰρ Ἄρης αἴτιος τῶν Σπαρτῶν δράκοντα καταστήσας αὐτόθι φύλακα τῆς κρήνης, ἐξ οὗ τῶν ὀδόντων οἱ Σπαρτοί: — MTAB
δεσπότας κατέστησεν: — MgTABi
ἀπὸ κοινοῦ τὸ οὐκ ἄπειμι ἔξω χθονός: — MiTABi
ἀλλ’ εἶμι: οὐκ ἐκφεύξομαι, ἀλλ’ εἶμι πρὸς θάνατον ἐξ ἐπάλξεων ἄκρων: — MTAB
τῶν λίθων τῶν ἐπάνω τοῦ τείχους: — MgA
σφάξας ἐμαυτόν: διαφέρει σηκὸς καὶ ἄδυτον. ὁ μὲν γὰρ σηκὸς ἐπὶ
ἀνθρώπου, τὸ δὲ ἄδυτον ἐπὶ θεοῦ: — MTABi
Σωσιφάνης ὁ τραγικὸς
τὸ ἑξῆς· εἰς τὸν σηκὸν σφάξας ἐμαυτὸν ἀπὸ τειχέων, ὡς τοῦ σηκοῦ πλησίον τοῦ τείχους ὄντος: — MTAB
σπήλαιον: — Mg
Ag
μέλανα σκοτεινόν: — MgAg
ὁ Τειρεσίας: — Mg
AgB
ἐκέλευσεν: — Mg
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων
ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοάς
στείχω δὲ θανάτου: λείπει ἡ διά· διὰ θανάτου δῶρον παρέξω τῇ
πόλει οὐκ αἰσχρόν: — MTABi
εἰ γὰρ λαβὼν ἕκαστος: εἰ ἕκαστος ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν
εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις: —
MTABi
κτησάμενος: — Mg
Ag
διέλθοι τοῦτο: μεταχειρίζοιτο καὶ εἰς μέσον φέροι. τουτέστι διεξέλθοι καὶ μεταχειρίζοιτο: — MTA
διεξέλθοι καὶ εἰς μέσον φέροι: — Mg
ἀποπειρώμεναι: — Mg
Ag
ἔβας ἔβας ὦ πτεροῦσσα: πρὸς οὐδὲν ταῦτα· ἔδει γὰρ τὸν χορὸν οἰκτίσασθαι διὰ τὸν θάνατον Μενοικέως ἢ ἀποδέχεσθαι τὴν εὐψυχίαν τοῦ νεανίσκου. ἀλλὰ τὰ περὶ Οἰδίπουν καὶ τὴν Σφίγγα διηγεῖται τὰ πολλάκις εἰρημένα: — MTAB
πτεροφόρε: — Mg
Ag
Γᾶς λόχευμα: γέννημα· ἐκ γῆς γὰρ ἀνεδόθη: — MMgAg
Γᾶς λόχευμα: γέννημα. ἀντὶ τοῦ ὦ πτεροφόρε. γῆς γέννημα: — TAB
† ἄλλως: παρόσον ὅτι ἐν ὄρεσι διατρίβουσα τὸ πρὶν καὶ μὴ φαινομένη ἐξαίφνης ἐπέστη τοῖς Θηβαίοις, διὰ τοῦτο ἔδοξεν οἷον ἐκ γῆς ἀναδοθῆναι: — A
† ἐπορεύθης, ὦ πτερωτή, γῆς θρέμμα καὶ γέννημα: — Bi
γέγονε γὰρ ἡ Σφίγξ Ἐχίδνης καὶ Τυφῶνος: —
MMiAB
† οὗτος δὲ ὁ Τυφὼς εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται: — A
ἐπεὶ ἡ Ἔχιδνα ὑπὸ γῆς κατῴκει: — TAgBi
Καδμείων ἁρπαγᾷ: λείπει ἡ ἐπί· ἐπὶ ἁρπαγῇ τῶν Θηβαίων: —MMgAg
Bi
πολέμιον σημεῖον: — MgAgBi
† φοιτᾶσιν: ὁρμητικοῖς, φοιτητικοῖς, οἷς ἐφοίτα καὶ διίπτατο: — TA
† ἄλλως: ἥτις γὰρ, ἡ Σφὶγξ, ἐν τοῖς πανταχοῦ πετομένοις σου πτεροῖς καὶ ἐν ταῖς σιαγόσιν ὠμὰ τὰ σώματα σιτουμέναις μετεωρίζουσα καὶ ἐξαίρουσα καὶ ἁρπάζουσα ἐκ τῶν Διρκαίων τόπων, ἤτοι ἀπὸ τῶν Θηβῶν, τοὺς νέους διὰ τὴν ἄλυρον καὶ ἀνήδυντον καὶ ἀνάρμοστόν σου μοῦσαν, ἤτοι διὰ τὸ αἴνιγμά σου, καὶ τὴν τιμωρίαν, τὴν ἀπώλειαν, τοῖς ἀνθρώποις ἐμποιοῦσαν ἔφερες ἄχεα τῇ πατρίδι φόνου προξενητική: — A
χαλαῖσί τ’ ὠμοσίτοις: τοῖς ὄνυξι τοῖς ὠμὰ κρέα ἁρπάζουσι πρὸς
σίτησιν: — MTABi
νῦν σιαγόσιν: — Mg
Ag
ὠμὰ σιτουμένοις: — M
gAg
πεδαίρουσα: ἀπὸ τοῦ πεδίου μετεωρίζουσα καὶ αἴρουσα εἰς ὕψος: — TAB
ἄλυρον ἀμφὶ μοῦσαν: ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς
αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην·
ἀπενθὴς δὲ θεὸς Ἀπόλλων. Αἰσχύλος τι ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε
θρηνητοῦ τυχεῖν
. ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες: — MTAB
† τουτέστι· περιέφερες καὶ περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα: — AB
ἢ διὰ τοὺς γενομένους θρήνους ἢ διὰ τὰ αἰνίγματα: — MgAg
Bi
ἀπολομένην ἀπώλειαν: — MiAg
ἔφερες ἔφερες: ὦ Σφὶγξ ἥτις † Ἐρινὺς ἄχεα ἦς τῇ
φόνους λύπας ταῖς Θήβαις: — MiAgBi
φόνια φόνιος ἐκ θεῶν: τινὲς τὸ φόνια πρὸς τὸ ἑξῆς· ὃς τάδε τὰ
φόνια πράξας ἦν, φόνιος ὁ θεός: — MTABi
ἄλλως: ὁ ἐκ θεῶν ταῦτα πράξας φόνιος ἦν αὐτός: — MTABi
παρόσον τὴν Σφίγγα ὁ Διόνυσος ἔπεμψε τοῖς Θηβαίοις ὡς †
ἐναντίον λέγειν: — MiAi
ἰάλεμοι: οἱ δὲ θρῆνοι ἐστενάζον⟨το⟩ ἐν τοῖς οἴκοις. ἔνιοι δὲ οὕτως· αἱ δὲ ἰάλεμοι τῶν παρθένων καὶ τῶν μητέρων ἐστέναζον ἐν τοῖς οἴκοις πενθοῦσαι αἱ μὲν τὰ τέκνα, αἱ δὲ τοὺς ἀδελφούς: — MTAB
† ἐστέναζον: καὶ ἐστενάζοντο οἱ ἰάλεμοι, θρῆνοι, τῶν μητέρων καὶ τῶν πατέρων διὰ τὴν βοὴν καὶ τὴν λαλιὰν τῆς Σφιγγὸς τὴν ἰήιον καὶ λοξὴν, παρόσον ὁ ἰήιος ὕμνος τῷ Λοξίᾳ Ἀπόλλωνι ᾄδεται. ἢ οὕτως· ἐστέναζον ἰάλεμοι τῶν πατέρων καὶ τῶν μητέρων ⟨ἰήιον βοὴν⟩, ἤτοι τὴν θρηνητικήν. τὸ γὰρ ῶ τὸ σχετλιαστικὸν λέγεται καὶ ἰώ καὶ ἰή. εὑρίσκεται γὰρ ἐν τοῖς ποιηταῖς οὕτως, ἰὴ ἰή, ὡς τὸ ἰὼ [καὶ] ἰώ: — A
ἰήιον μέλος: θρηνητικὴν βοήν. ἐπὶ μὲν θρήνων ψιλοῦται, ἐπὶ δὲ παιάνων δασύνεται: — MTAB
ἐθρήνει θρηνητικὴν βοήν: — MgAg
† παιάνιον φωνήν. παιὰν δέ ἐστιν ᾆσμα ᾀδόμενον ἐπὶ καταπαύσει
λοιμοῦ ἢ δεινῶν τινων: — Bi
ὁ δὲ στεναγμὸς βροντῇ ἦν ὅμοιος: — MiAgBi
ἁρπάσειεν, οἷον· ὅταν ἀφαρπάσειεν ἡ Σφίγξ τινα τῶν ἀνδρῶν ἀπὸ
τῆς πόλεως, θρῆνος καὶ βοὴ ἐγίνετο: — MiTAg
Πυθίαις ἀποστολαῖσιν: ἀντὶ τοῦ ὑπὸ Πυθίου ἀπεσταλμένος. κατὰ χρησμὸν γὰρ τούτου ἦλθεν εἰς Θήβας: — MTA
ταῖς τοῦ Ἀπόλλωνος παραπομπαῖς: — MgAg
Οἰδίπους ὁ τλάμων: πυνθανομένῳ γὰρ Οἰδίποδι περὶ τῶν γονέων ἔχρησεν αὐτῷ ὁ θεὸς ὡς ἀποκτείνας τὸν πατέρα γαμήσει τὴν μητέρα. διὸ εἰς Θήβας ἦλθεν, οὐκ εἰς Κόρινθον, φοβούμενος μή πως Πόλυβον φονεύσας γαμήσῃ Μερόπην: — MTAB
τότ’ ἀσμένοις: διὰ τὸ λῦσαι τὸ αἴνιγμα. πάλιν δὲ ἄχη συνάπτει
διὰ τὸν γάμον τῆς μητρὸς καὶ τὰ λοιπά: — MTABi
ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτοῖς προσετρίψατο γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην ἐξ ἀνόμων γάμων, οἳ νῦν διὰ τὰς τούτου ἀρὰς εἰς ἀγῶνα καὶ πόλεμον κατέστησαν. τὸ δὲ ὕστερον γενόμενον προανεφώνησεν· οὐ γὰρ εὐθὺς ὡς ἐπεδήμησεν ἄσμενοι αὐτὸν εἶδον, ἀλλ’ ὅτε ἔλυσε τὸ αἴνιγμα. λείπει δὲ τὸ ἦλθεν: — MTA
ἀπὸ κοινοῦ τὸ συνάπτει· ⟨συνάπτει⟩ ἄχη: —
MiBi
καλλίνικος ὢν αἰνιγμάτων: τὸ ἑξῆς· καλλίνικος γὰρ ὢν τῶν αἰνιγμάτων τῆς Σφιγγὸς γάμους συνάπτει τῇ μητρί: — MTAB
νικηφόρος ὢν τῶν ἀσαφῶν λόγων τῆς Σφιγγὸς συνάπτει γάμους
κακοὺς τῇ μητρὶ αὐτοῦ: — Mi
TAg
τὴν πόλιν ἐξ αἱμάτων ἀμείβει: — Mg
δι’ αἱμάτων δ’ ἀμείβει: τὴν πόλιν δι’ αἱμάτων ἐναλλάσσει. τὸ δὲ ἀμείβει ἀμείβεσθαι ποιεῖ ἐμβαλὼν διὰ καταρῶν τοὺς παῖδας εἰς φιλονεικίαν: — MTAB
ἄλλως: τὰ πρῶτα κακὰ δι’ αἱμάτων ἤλλαξε δευτέρῳ φόνῳ ἐμβαλὼν τοὺς παῖδας διὰ τῶν καταρῶν εἰς φιλονεικίαν: — MTAB
μυσαρὸν εἰς ἀγῶνα: εἰς μεμισημένην φιλονεικίαν. λέγει δὲ τὴν
μονομαχίαν τῶν ἀδελφῶν: — MAg
Bg
ἐμβαλών. ἀνελών: — M
g
τὰ ἄθλια τέκνα διὰ τῆς κατάρας: — Mg
ἀραῖσι τέκεα μέλεος: ἀπὸ τούτων ἐχρῆν εὐθέως ἄρξασθαι τὸν χορόν. ἐκεῖνα γὰρ περιττά ἐστιν: — MTAB
ἀγάμεθ’ ἀγάμεθα: μετέβησαν ἐπὶ τὸν Μενοικέως φόνον. θαυμάζομεν, φησὶν, ἐκπεπλήγμεθα τὸν παῖδα ἀνταλλασσόμενον ἑκουσίῳ θανάτῳ τὴν εὔκλειαν: — MTAB
λείπει τὸ ἐκεῖνον: — MgAgBi
νικηφόρα ἐπικρατῆ ποιήσων: — MgAg
γενοίμεθ’ ὧδε ματέρες: εἴθε, φησὶν, ὦ δέσποινα Ἀθηνᾶ, καὶ ἡμεῖς εὐτυχήσαιμεν τοιούτων τέκνων. ὡς παρθένοι δὲ παρθένῳ θεῷ εὔχονται ταύτην τέως εἰδυῖαι θεόν: — MTAB
ἄλλως: ἡμεῖς αἱ γυναῖκες. συμπεριλαμβάνει γὰρ τὸ πᾶν γένος τοῦτο λέγουσα: — MTAB
κατὰ τὸν Μενοικέα: — Mg
Παλλὰς ἃ δράκοντος: δοκεῖ Ἀθηνᾶ συμπρᾶξαι τῷ Κάδμῳ κατὰ τῶν
Σπαρτῶν. διὸ καὶ ἱδρύσατο ταύτην Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων
διαλέκτῳ. ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· Ὄγκας νηὸς ὅδ’
ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θ’ ἱέρευσεν ὅτ’ ἔκτισεν ἄστυ τὸ
Θήβης
: — MTAB
ἄλλως: προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος·
ὡς καὶ ἀνωτέρω
κατήνυσας ἐφόνευσας: — MgAg
ἐν περιφράσει τὸν Κάδμον: — Mg
ὁρμήσασ’ ἐπ’ ἔργον: ἐπὶ τὸν τοῦ δράκοντος φόνον: — A
ἄλλως: διὰ τὸν θάνατον τοῦ δράκοντος μηνίσαντος τοῦ Ἄρεως καὶ ἐπιπέμψαντος τὴν Σφίγγα: — AB
† καὶ γὰρ ἡ Σφὶγξ ἥρπαζεν, ὁ δὲ Μενοικεὺς πέπονθέ τι ὅμοιον: — TAgB
ἀντὶ τοῦ· εἴπατε ἐκτὸς ἐλθεῖν. ἢ ἀντὶ τοῦ ἐξαγάγετε: — Mg
διὰ μακροῦ μέν: βραδέως μὲν ἐξέρχῃ, ὅμως δὲ ἄκουσον, ἔξελθε: — MAB
ἆρά που: — MgAgBg
οὗ παρ’ ἀσπίδα: ἐπειδὴ ὑπασπιστὴς αὐτοῦ ἦν, νῦν δὲ κεχώρισται τοῦ δεσπότου, διὰ τοῦτο ὑπονοεῖ μὴ καὶ τέθνηκεν: — TAB
ἐν τοῖς πολλοῖς ἀντιγράφοις οὐ φέρεται ὁ στίχος: — AB
μὴ τρέσῃς τόδ’ ὥς σ’ ἀπαλλάξω φόβου: μὴ κατὰ τοῦτο φοβῇ. καὶ γὰρ ἦλθον ἵνα σε ἀπαλλάξω φόβου. τὸ γὰρ ὡς ἀντὶ τοῦ ἵνα: — MAB
ἀντὶ τοῦ κατὰ τοῦτο. τὸ δὲ ὡς ἀντὶ τοῦ ἵνα: — Mg
τί δ’· ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί: ἀντὶ τοῦ ἑπτάπυλοι. πύργος γὰρ ἡ ἀσφάλεια: — MB
αἱ σκέπαι τῆς πόλεως αἱ ἑπτάπυλοι: — MgAB
ἀβλαβεῖς ἄκλαστοι στερραί: — MgAgBg
ἦλθον δὲ πρὸς κίνδυνον: ἀντὶ τοῦ συνέβαλον· συμβαλόντες δὲ τοῖς Ἀργείοις κινδύνου διάπειραν ἔσχον: — MAB
ἀλλ’ ὁ Καδμείων Ἄρης: εἰς αὐτήν εἰσι τοῦ πολέμου τὴν σφοδρότητα: — MTAB
ἄλλως: εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ πολέμου ἦλθον: — MTAB
πόλεμος: — MgAg
ἓν εἰπὲ πρὸς θεῶν: φιλοστόργου μητρὸς ἦθος· εὔχεται γὰρ ἑκάτερον εὐτυχεῖν. ἀκούσασα γὰρ περὶ Ἐτεοκλέους καὶ περὶ Πολυνείκους ἐρωτᾷ: — MTAB
ζῇ σοι ἡ δυὰς τῶν τέκνων μέχρι ταύτης τῆς ὥρας: — MgAg
Bi
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι: φυλάσσοντες τοὺς πύργους. ὑπ’ ἐκείνων πολιορκούμενοι. ὑμεῖς τειχήρεις ὄντες: — MTAB
πρὸς τὸ πᾶσι τὴν πρᾶξιν καταφανῆ γενέσθαι: — MiAg
B
μελάνδετον ξίφος: μέλαιναν λαβὴν ἔχον κερατίνην. ἢ σιδηρᾶν.
Ἡσίοδος μέλας δ’
οὐκ ἔσκε σίδηρος
: — MTAB
σιδηρόδετον: — Mg
Ag
τὸ ἑξῆς· ξίφος σωτήριον: — MgAgBi
ἀντὶ τοῦ· τὰ τάγματα διέταξεν: — Mg
ἔφεδροι λέγονται οἱ τῶν ἐν τῷ πολέμῳ πιπτόντων ἀναπληροῦντες
τὰς [ἑαυτῶν] τάξεις: — Mi
ἀντιπάλους ἀνταγωνιστάς: — MgAgBi
ἱππότας μὲν ἱππόταις ἔταξ’: διὰ τοῦτο ἑπτὰ ἔταξε στρατηγοὺς
πρὸς ταῖς ἑπτὰ πύλαις ἑαυτὸν οὐ συγκατατάξας ὅπως αὐτὸς περιέρχοιτο τὰς
πύλας τῷ νοσοῦντι μέρει συμμαχῶν· ἐπάγει γὰρ
† ἄλλως: ἀπὸ κοινοῦ τὸ ἐπεί, ἵνα ᾖ· καὶ ἐπεὶ λόχους ἔνειμεν. ἡ δὲ ἀπόδοσις εἰς τὸ δι’ ὀλίγου περγάμων ἀπ’ ὀρθίων εἰσορῶμεν: — A
διὰ βραχέος χρόνου: — MiAgBi
νῦν τῶν τειχέων: — M
gAg
οὕτως πᾶσαν ἀκρόπολίν φασιν: — MgAgBi
περγάμων δ’ ἀπ’ ὀρθίων: πέργαμα τὰ ἀκρωτήρια. λέγει δὲ τὰ τείχη: — MTA
ὑψηλῶν: — MMg
TAAgBi
λευκὰς ἀσπίδας ἔχοντα: — MgAgBi
Τευμησὸν ἐκλιπόντα: ὄρος Βοιωτίας. ἀντὶ τοῦ τὴν τῷ Τευμησῷ χώραν παρακειμένην. ἐπεὶ πῶς ὁρᾶν ἠδύνατο πλέον ἑκατὸν σταδίους τοῦ Τευμησοῦ ἀφεστηκότος τῶν Θηβῶν: — MTAB
† ἢ οὐκ ἐκλιπόντα, ἀλλ’ ἤδη καταλιπόντα: — TAB
ἄλλως: οἱ μὲν ὄρος Βοιωτίας, οἱ δὲ ὅτι ὄρος ἐν Ἄργει, ἐν ᾧ ὡπλίζοντο οἱ Ἀργεῖοι εὐτρεπιζόμενοι πρὸς πόλεμον: — MTA
οὐχ ὅτι Τευμησὸν κατέλιπεν· πολὺ γὰρ ἀφέστηκεν· ἀλλ’ ὅτι τὴν
χώραν τὴν παρατείνουσαν ἀπὸ τοῦ Τευμησοῦ μέχρι Θηβῶν: —
MiA
† ἄλλως: τὴν χώραν, καὶ τὸν τόπον, ἀπὸ Θηβῶν εἰς Τευμησὸν ἄγουσαν καταλιπόντα καὶ πλησιάσαντα τῷ τῆς πόλεως τείχει: — A
ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ καταπαύσει κακῶν: — MgBi
τουτέστιν· οἱ μὲν εὐχόμενοι σωθῆναι, οἱ δὲ σαλπίζοντες: — MgAi
Bi
προσήρχετο: — Mg
Νηίταις πύλαις: ἢ ἀπὸ Νηίδος τῆς Ἀμφίονος καὶ Νιόβης· ἢ ἐπεὶ
νέαταί εἰσιν. ὁ δὲ Φερεκύδης
ἐξορθούμενον ταῖς ἀσπίσιν ὡς τὸ ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν
: — MTAB
πεπυκνωμένον: — MMg
AgBg
τῆς Ἀταλάντης: — Mg
Ag
ἔχει γὰρ ἐν τῇ ἀσπίδι τὴν Ἀταλάντην τοξεύουσαν τὸν Αἰτωλὸν κάπρον τοῖς μακροβόλοις ὀιστοῖς: — MA
εἰς δὲ Προιτίδας πύλας: ἐκβληθεὶς γὰρ ὑπὸ Ἀκρισίου ᾤκησεν ὁ Προῖτος εἰς τὰς Θήβας πλησίον τούτων τῶν πυλῶν: — MTAB
πύλαι Θηβῶν ἀπὸ Προίτου τοῦ ἄρχοντος, ὃς ἐξ Ἄργους φυγὼν ᾤκησεν ἐν Θήβαις: — MTA
ἐχώρει σφάγι’ ἔχων ἐφ’ ἅρματι: ἱερεῖα εἰς σφαγὴν ἕτοιμα εἶχεν ἐν τῷ ἅρματι, ἵνα, εἰ χρεία γένοιτο μαντείας, εὐθέως σφάξας μαντεύσηται: — MTAB
οὐ σημεῖ’ ἔχων ὑβρισμένα: οὐκ ἔχων ἐπὶ τῆς ἀσπίδος σημεῖα
ὑπερήφανα καὶ μεστὰ ἀλαζονείας ὡς τὰ Καπανέως. καὶ παρὰ τῷ Αἰσχύλῳ τοίαν ὁ μάντις ἀσπίδ’
ἔγκυκλον ἔχων πάγχαλκον ἕρπει· σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ
: — MTAB
ἄλλως: οὐχ ὡς οἱ ἄλλοι ἔχων πεποικιλμένην τὴν ἀσπίδα: — A
ὑπερήφανα. οὐχ ὕβρεις ἐπιφέροντα ταῖς Θήβαις: — Mi
ἀλλὰ σωφρόνως ἄσημ’ ὅπλα: ἀντὶ τοῦ οὐκ ἀλαζονείαν τινά. ἴσως δὲ ὡς μάντις προειδὼς τὸ μέλλον οὐδὲν ἀλαζονικὸν ἐφρόνει: — MTA
Ὠγύγια δ’ εἰς πυλώμαθ’: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ Βοιωτοῦ τάφῳ ἔκειντο καὶ οὐχ ὅτι Ὤγυγος αὐτὰς ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας. ἢ ἀρχαίων, ὡς αὐτῶν πρωτοκτίστων οὐσῶν τῇ πόλει: — MTA
Ὠγύγια προσηγορεύθη, φησὶν ὁ Ἀριστόδημος
στικτοῖς πανόπτην: πεποικιλμένοις. ἐγγεγραμμένοις: — MTA
ἄλλως: τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα: — MTA
οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν ἔφερε † τῆς Ἀργείας βοὸς φύλακα: — MT
οἱ δὲ οἷον κατεστιγμένοις, ποικίλοις τῇ γραφῇ· τοὺς γὰρ ὀφθαλμοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστίξει: — TA
πεποικιλμένοις. διὰ τὸ εἶναι αὐτὸν ἄυπνον φυλάττοντα τὴν βοῦν
ἐκ κελεύσεως Ἥρας: — MgA
τὸν Ἄργον λέγει. ἐνεγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ
Ἱππομέδοντος: — MgAg
τὰ μὲν σὺν ἄστρων: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τοῖς πρὸς δύσιν. θέλει γὰρ αὐτὸν οἷς μὲν διαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν: — MTAB
ἄλλως: ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων
συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν.
ὁ μὲν γὰρ Φερεκύδης Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται
Κρίασος, τοῦ δ’ Ἐρευθαλίων, ἀφ’ οὗ Ἐρευθαλίη πόλις καλεῖται ἐν Ἄργει, καὶ
Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρη ὀφθαλμὸν τίθη
.
Διονύσιος δὲ ἐν τῷ ᾱ τοῦ Κύκλου καί
οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε
τέτρασιν ὀφθαλμοῖσιν
ὁρώμενον ἔνθα καὶ ἔνθα,
ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος
πῖπτεν
ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί: — MTAB
τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα ⟨σὺν⟩ ταῖς ἐπιτολαῖς
τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα: — Mi
ἐπιτολαῖσιν ὄμματα: ἐνταῦθα ἀνατολαῖς ἀκούειν δεῖ οὐ διαχωρίζοντας ὡς παρ’ Ἡσιόδῳ καὶ Ἀράτῳ. καὶ τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτως γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ, φησὶ, τοῦ Ἱππομέδοντος καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ λεπτότερον ὁρᾶν τὴν γραφήν: — MTA
ἐπιτολὴ δὲ καὶ ἀνατολὴ διαφέρει· ἀνατολὴ μέν ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα: — MT
ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην
ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: — MgTAg
τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵν’ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα
τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν·
ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρίσαι καὶ τὰ σημεῖα,
ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: — M
i
Ὁμολωίσιν δὲ τάξιν εἶχε: αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως
τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παι
λέοντος δέρος ἔχων: λέοντος δέρμα ἔχων. ὁ Τυδεὺς ἦν ἐγγεγραμμένος τῇ μὲν λαιᾷ τὸ δέρμα, τῇ δὲ δεξιᾷ τὸ πῦρ ἔχων: — TAB
Τιτὰν Προμηθεύς: τὸ ὡς προτακτέον τοῦ Τιτάν· ὡς ὁ Προμηθεὺς ὁ ἀπὸ τῶν Τιτάνων: — MTA
τὸ δὲ Τιτὰν Προμηθεύς οὕτως ἐξεδέξαντό τινες· ἀντὶ δόρατος ⟨λαμπάδα⟩ εἶχεν ὡς Τιτάν: — MTAB
αὐτόχρημα Τιτὰν Προμηθεύς: — MTAB
πύλαι καὶ αὗται Θηβῶν· ἴσως δὲ τῇ Δίρκῃ παρέκειντο καὶ ἀπὸ
ταύτης ὠνομάσθησαν: — MiT
Ποτνιάδες δ’ ἐπ’ ἀσπίδι: μανικαί. τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας. Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον: — MTA
ἄλλως: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας: — MTAB
ἐπισήμως. ἢ πλεονάζει ἡ ἐπί: — MgTAg
τῷ περὶ αὐτὰς φόβῳ ἐδόκουν σκιρτᾶν: — MgT
οὕτως φοβεραὶ ἦσαν κατὰ τὴν γραφὴν ὡς δοκεῖν σκιρτᾶν: — MgTA
μηχαναῖς περιστρεφομέναις: — MgAg
περικυκλούμεναι: — M
g
ἔνδοθεν κυκλούμεναι: ἔνδοθεν τῆς ἄντυγος δηλονότι, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρόμου: — TAB
† ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῷ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι· ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μήτε τὸ ὄχημα μόνην τε τὴν ζεῦξιν τῶν πώλων, ὡς ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου καὶ ἔσωθεν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις καθὰ δι’ αὐτῶν στρέφεται τὸ ἅρμα. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸν ὀμφαλὸν κοίλωμα δι’ οὗ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς ὡς δοκεῖν μαίνεσθαι αὐτάς. εἴη δ’ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. ἔνδοθεν δηλονότι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐνετετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς ἀσπίδος ὀμφαλόν: — TA
ἐπ’ Ἠλέκτραις πύλαις: ἀπὸ Ἠλέκτρας τῆς Ἄτλαντος καὶ Ἡσιόνης.
ἱστορεῖται δὲ ἡ Ἠλέκτρα τρεῖς παῖδας ἔχειν, Δάρδανον, Ἠετίωνα, ὃν καὶ
Ἰασίωνα ὠνόμασαν, καὶ Ἁρμονίαν· ἣν γήμαντα τὸν
ἄλλως: ἢ ἀπὸ Ἠλεκτρυόνος τοῦ πατρὸς Ἀλκμήνης ἢ ἀπὸ Ἠλέκτρας τῆς Ἀμφίονος. ἔνιοι δὲ ἀπὸ Ἠλέκτρας τῆς Ἁρμονίας μητρὸς, ἧς εἶναι ἀνάθημά φασι τὸ ἐν Τροία Παλλάδιον τὸ κλαπὲν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους: — MTAB
σιδηρονώτοις δ’ ἀσπίδος τύποις ἐπῆν: πῶς οὖν ἀνωτέρω χρυσεόνωτον
ἀσπίδα τὰν Καπανέως
. λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι,
χρυσόνωτον δὲ τὴν πολυτελῆ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα: — MTAB
χαλκενδύτοις: — Mg
AgBi
ὑπῆρχεν ἐπέκειτο. ἐζῳγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φερων πᾶσαν
τὴν πόλιν: — MiB
γράφεται βάθρων, θεμελίων: — Mg
τινές φασι τὰς ἑβδόμας πύλας [τῆς] Βοιωτίας καλεῖσθαι ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ τῆς σοφῆς Μελανίππης, ἀφ’ οὗ καὶ ἡ πᾶσα Βοιωτία ἐκλήθη: — MA
ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν: ἀντὶ τοῦ· πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας: — MTA
ἄλλως: τῷ ἑκατόν ἐχρήσατο ἀορίστως: — MTA
ἡ δὲ σύνταξις· πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας,
ἐκπλη
† ἐν ζῳγραφίᾳ πολλῶν ἐχιδνωδῶν ὑδρῶν ἐκπληρῶν τὴν ἀσπίδα: — A
τὴν πολυκέφαλον ὕδραν ἐκπληρῶν τῇ γραφῇ: —
Mi
ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα: — B
Ἀργεῖον αὔχημ’: ἀλλὰ γὰρ βασιλεὺς ὢν τοῦ Ἄργους ἔφερε παράδοξα αὐχήματα λυμαινόμενα καὶ ἐναρπάζοντα τὰς Θήβας. ἐν Λέρνῃ γὰρ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. οὕτως γοῦν ὁρῶν αὐτὰς Ἡρακλῆς τεμνομένας καὶ πάλιν βλαστώσας ἐκέλευσεν Ἰολάῳ τὰς τεμνομένας περικαίειν. ἔφερεν οὖν τὴν ἀσπίδα τοῖς ἀριστεροῖς βραχίοσι τῇ γραφῇ τῆς ὕδρας πεπληρωμένην καὶ διὰ τῆς γραφῆς τῆς ὕδρας ἐκπληρῶν ἐχίδναις, αἳ † δὴ καὶ ἀνήρπαζον: — MTA
δράκοντες ἔφερον: αἱ ἐχιδνώδεις κεφαλαὶ τῆς ὕδρας. δράκοντας δὲ εἶπεν εἶδος ἀντὶ εἴδους παραλαβών: — MTA
ξύνθημα: ἀντὶ τοῦ σημεῖόν τι ἴδιον † ἐπιγινώσκουσιν ὑπὲρ τοῦ τοὺς οἰκείους μὴ φονεύειν: — MTAB
λέγει δὲ τὸ κηρύκειον. ταῦτα δὲ, φησὶν, εἶδον ἀκριβῶς πρὸς ἕκαστον τῶν ταξιάρχων κῆρυξ ἀποστελλόμενος: — MTA
τοῖς στρατηγοῖς τῶν ταγμάτων: — MgB
μεσαγκύλοις: ἀκοντίοις, διὰ τὸ κατὰ μέσον τοῦ ξύλου τὰ ἀκόντια
ἀγκύλον τι καὶ κοῖλον ἔχειν ἐγγλυφὲν, εἰς ὃ ἐμβαλόντες τὸν
σχίσμασι κλάσμασιν· οὐ γὰρ πέτρας ἔρριπτον μεγάλας οὔσας, ἀλλ’
εἰς μικρὰ κλῶντες αὐτὰς ἔρριπτον: — MgT
ἄλλως: τοῖς σχισμοῖς. ἐκ δὲ τούτου θέλει εἰπεῖν τοὺς λίθους τοὺς ἐκ πετρῶν κατερρωγότας: — TA
τί μέλλετ’ ἄρδην: διὰ τί κατ’ ὀλίγον ἀναλισκόμεθα καὶ οὐχὶ πάντες ἐμπίπτομεν ταῖς πύλαις: — MTAB
ἀναβάλλεσθε: — Mg
ὄνομα στρατιωτῶν οὐ πανοπλίᾳ χρωμένων, ἀλλὰ τῇ σφενδόνῃ.
πεζοί: — MiT
οἱ σφενδονῆται καὶ οἱ τοξόται: — B
φροντισταί: — Mi
κρᾶτας αἱματούμενοι: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν ἢ τοὺς
κρᾶτας· ἐπεὶ καὶ ἐν Ἀρχελάῳ ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω
. καὶ Ὅμηρος
ἀμφιβόλως εἴρηκεν κράτων τυπτομένων
.
καὶ Ἴων τύπτου τὸν
αὑτοῦ κρᾶτα
: — TAB
κεφαλάς: — Mg
ὁ δ’ Ἀρκὰς οὐκ Ἀργεῖος: Ἀρκὰς γὰρ ὢν ἐν Ἄργει ἐπαιδεύθη, ὡς ἐν
ἄλλοις φησίν Ἀρκὰς
μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς παιδεύεται κατ’ Ἄργος
: — MTAB
τυφὼς πύλαισι: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγκεχύσθαι.
Μένανδρος ἐν Φιλαδέλφοις νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι
. καὶ ἐν
Ἐπιτρέπουσιν ἐξετύφην
μὲν οὖν κλαί
. τυφὼς
οὖν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα· βούλεται δὲ
ἀπὸ μέρους τὸ πῦρ δηλῶσαι· ἐμπεσὼν, φησὶ, ταῖς πύλαις ὡς πῦρ ἀνεβόησε μεγάλῃ
φωνῇ, πῦρ καὶ δικέλλας αἰτῶν. τινὲς ἐκ τοῦ Τυφῶνος ἐξεδέξαντο ἑνὸς τῶν
γιγάντων: — MTAB
τυφών: τεράστιος δαίμων. λέγεται δὲ καὶ τὸ σφοδρὸν τοῦ ἀνέμου
πνεῦμα: — MiBi
ἐργαλεῖον μοχλευτικόν: — Mg
ἀλλ’ ἔσχε μαργῶντ’ αὐτὸν ἐναλίου: πρὸς ταῖς Κρηναίαις πύλαις
φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος
μεμηνότα: — Mg
Bg
τοῦ Ποσειδῶνος: — M
gBi
ὄνομα κύριον: — Mg
Bg
δυνάμενον πληρῶσαι ἅμαξαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐμβαλών: — TB
γεῖσα: ὃν εἶπε λίθον, τοῦτον λέγει γεῖσα, ὄντα τῶν τειχῶν: — TA
ἄλλως: τὰς ποικίλας ἐξοχὰς τῶν οἰκοδομημάτων: — TA
ἄλλως: τὰ ἄκρα τῶν ἐπάλξεων: — TABi
λαμβάνεται δὲ καὶ ἐπὶ τειχῶν ἡ λέξις: — T
διεπάλυνε: εἰς λεπτὰ διέχεε. καὶ γὰρ παιπάλη λέγεται τὸ λεπτὸν
τοῦ ἀλεύρου. Ὅμηρος ὅτε πέρ τε χιὼν
ἐπάλυνεν ἀρούρας
, παλάσσετο
δ’ αἵματι θώρηξ
: — MTAB
διέσχισεν: — Mg
ἁρμογὰς καὶ συνδέσεις. πέντε δὲ ῥαφὰς εἶναί φασιν οἱ ἰατροὶ τῆς κεφαλῆς: — MA
ἄρτι δ’ οἰνωπὸν γένυν: τὴν πυρράν. ἢ τὴν ἀνθηρὰν γένυν εὐθέως καὶ παραχρῆμα ᾑμάτωσεν: — MAB
τὴν πυρρὰν γενειάδα: — Mg
οὐδὲ ἀπέρχεται ζῶν πρὸς τὴν μητέρα: — MgBi
τῇ Ἀρκαδικῇ: — Mg
Μαινάλου κόρῃ: γράφεται χθόνα, τουτέστιν εἰς τὴν Μαιναλίαν χθόνα. Μαινάλου δὲ κόρῃ τῇ ἀπὸ Μαινάλου ὄρους Ἀρκαδίας. ὡς φιλοκύνηγος δὲ ἐν ὄρει διέτριβεν. τὸ δὲ κόρη ⟨ἀ⟩διαφόρως τάττουσιν ἐπὶ τοῦ γυνή: — MAB
ἀκολούθους ἀσπιδηφόρους: — MgBi
τὰς ἐξοχὰς τῶν ἐπάλξεων: — MgAg
ὥστ’ ἐπάλξεων: τῶν ἐπάλξεων τὰ ἄκρα: — MMgABi
ἄλλως: ἐπάλξεων ἐρίπνας: περιφραστικῶς τὰς ἐπάλξεις. καταλιπεῖν φυγάδας γενομένους. ἐρίπναι δὲ αἱ ἄκραι παρὰ τὸ μεγάλως καταπνέεσθαι: — MAB
ἄλλως: ἐρίπνας: τὰς ἀκρωρείας. τὸ δὲ φυγάδας † ὥστε πάλιν τοὺς φυγόντας ὁ σὸς παῖς ὡς κυνηγὸς ἐξαθροίζει καὶ ὁρμᾷ: — MA
ἐξαθροίζεται: τοὺς φυγάδας συναθροίζει καὶ συνάγει, ὡς ἐπὶ κυνῶν θῆρας φευγόντων: — MAB
† ἐξαθροίζει οὖν, φησὶ, τούτους τοὺς φεύγοντας ὑπὸ τῶν πολεμίων: — A
κατέστησεν αὐτοὺς πάλιν ἐπὶ τοῖς πύργοις: — Mg
τοῦτο τὸ μέρος δυστυχοῦν καὶ κακῶς ἔχον καταπαύσαντες
περιήλθομεν εἰς τὰς ἄλλας πύλας: — MgBi
μακραύχενος γὰρ κλίμακος: ὁ Καπανεὺς θέλων μιμήσασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα ἔχων δύο λαμπάδας· τὴν μίαν κεραυνὸν ἔλεγεν εἶναι καὶ τὴν μίαν ἀστραπήν. ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν: — MA
τῆς ὑψηλῆς κλίμακος πρὸς τὰς ἀναβάσεις: —
MgB
τοσοῦτον ἐκαυχήσατο: — MgAgBi
ἀνεῖρφ’ ὑπ’ αὐτήν: ἐναργῶς ἔδειξε τὸν ὑπὸ τῇ ἀσπίδι
κεκρυμμένον καὶ βαλλόμενον ἄνωθεν, ὁμοίως τῷ ἀσπίδι ταυρείῃ κεκαλυμμένος
: — MAB
συστρέψας: — Mg
Ag
ἐν οἷς τὰ ὑπόβαθρα πήγνυται δι’ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ τείχη:
— Mg
βαθμούς: — Mg
ἐνηλάτων βάθρα: περιφραστικῶς τὰ ἐνήλατα, ὅπου ἐπιβαίνομεν. ἢ τὰς βάσεις τῶν ἐνηλάτων τῆς κλίμακος: — MAB
ἄλλως: ἐνήλατά ἐστι τὰ ὀρθὰ ξύλα, ἔνθα πήγνυνται καὶ ἐλαύνονται τὰ βάθρα τῆς κλίμακος: — MAB
ἀντὶ τοῦ εἰς ὕψος: — MA
ἄλλως: τῶν θεμελίων καὶ τῶν βάσεων: — MA
χεῖρες δὲ καὶ κῶλ’ ὡς κύκλωμ’ Ἰξίονος: ὡς ὁ τροχὸς Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται. οὗτος γὰρ διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν: — MAB
Ἰξίων Λαπίθης τὸ γένος ἠγάγετο Δίαν τὴν Ἠιονέως θυγατέρα, τὸν
δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα γὰρ ποιήσας ἐν
τῇ οἰκίᾳ καὶ γεμίσας πυρὸς ἐκεῖ τὸν Ἠιονέα ἐνέβαλεν. ἐφ’ ᾧ οἱ θεοὶ
ἠγανάκτησαν· ὁ δὲ Ζεὺς ἐλεήσας τὸν Ἰξίονα καὶ λαβὼν αὐτὸν ἐν τῷ ἰδίῳ ἱερῷ
ἀφῆκε μεταδιδοὺς αὐτῷ καὶ τῆς ἀθανασίας. ὃς ἀκολασταίνων ἰδὼν τὴν Ἥραν
ἠράσθη αὐτῆς. μὴ φέρουσα δὲ ἡ Ἥρα τὴν μανίαν αὐτοῦ φησι τῷ Διί· ἐφ’ ᾧ
ἀγανακτήσας ὁ Ζεὺς βουλόμενός τε γνῶναι εἴ γε ἀληθές ἐστιν, ἀπείκασε τῇ Ἥρᾳ
νεφέλην, ἣν ἰδὼν ὁ Ἰξίων νομίσας τὴν Ἥραν εἶναι μίγνυται αὐτῇ καὶ ποιεῖ
παῖδα διφυῆ, τὰ μὲν ἀνθρώπου ἔχοντα τὰ δὲ ἵππου, ἀφ’ οὗ καὶ οἱ Ἱπποκένταυροι
γεγόνασιν. ὀργισθεὶς δὲ ὁ Ζεὺς ὑποπτέρῳ τροχῷ τὸν Ἰξίονα δήσας ἀφῆκε τῷ ἀέρι
φέρεσθαι μαστιζόμενον καὶ λέγοντα· χρὴ τιμᾶν τοὺς
εὐεργέτας.
οἱ μὲν ὅτι ἐταρτάρωσεν αὐτόν, οἱ δὲ ὅτι καὶ πύρινος ἦν ὁ
τροχός, φασίν: — MA
ἐν μέσῃ τῇ παρατάξει: — MgAgBi
συνέβαλον: — Mg
ἄξονές τ’ ἐπ’ ἄξοσι: παρὰ τῷ Αἰσχύλῳ ἐν Γλαύκῳ Ποτνιεῖ ἐφ’ ἅρματος γὰρ ἅρμα
καὶ νεκρῷ νεκρὸς, ἵπποι δ’ ἐφ’ ἵπποις ἦσαν ἐμπεφυρμένοιv
: — MAB
νεκροὶ δὲ νεκροῖς: ἐπὶ νεκροῖς ἐσωρεύοντο. περισσὴ δὲ ἡ ἐξ: — MA
σωρηδὸν ἀλλήλοις ἐπέκειντο: — MABi
ἀνεμίγνυντο, ἐπ’ ἀλλήλοις ἔπιπτον: — MA
ἔσχομεν κατασκαφάς: ἐπέσχομεν τῆς πόλεως τὴν κατασκαφὴν καὶ τὴν πόρθησιν: — A
† τοὺς θεμελίους τῶν πύργων κατασκαφῆναι διεκωλύσαμεν: — Bi
τὰς πορθήσεις: — Mg
Ag
καλὸν τὸ νικᾶν: εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως
ἡττηθήσονται οἱ Θηβαῖοι. ἐγὼ οὖν, ὁ χορὸς, σωθείην, διαφύγοιμι: — MABi
ἄλλως: καλὸν τὸ νικᾶν ἐστιν. εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ. εὐτυχοίην ἄν· λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς: — MAB
εἰ δ’ ἀμείνον’ οἱ θεοί: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς· γένοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνουσι καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλ’ οὖν ἐγὼ διαφύγοιμι: — MAB
Κρέων δ’ ἔοικε τῶν ἐμῶν νυμφευμάτων: καὶ τῶν ἐμῶν νυμφευμάτων καὶ τῶν Οἰδίποδος κακῶν ὁ Κρέων ἀπέλαυσεν: — MA
ἀπολαύειν μετέχειν: — MgAg
τοῦτ’ εἰς ὕποπτον εἶπας: ἐπειδὴ εἶπεν· ἔα τὰ λοιπὰ, ἀεὶ καλῶς πράσσεις, εἶπεν ὅτι εἰς ὑποψίαν εἶπας: — MAB
εἰς ὑποψίαν: — Mg
Ag
ἀντὶ τοῦ πράξω: — M
g
μέθες μ’· ἔρημος παῖς: ἀντὶ τοῦ· ἐμοῦ ἔρημος καὶ χωρίς ἐστιν ὁ σὸς παῖς: — MAB
ἀσπιδηφόρου: — Mg
AgB
κοὐκ ἄν γε λέξαιμ’ ἐπ’ ἀγαθοῖσι: πρὸς οἷς ἔλεξα ἀγαθοῖς οὐκ ἂν ἀγγείλαιμι τὰ κακά: — MAB
ἢν μή γε φεύγων: εἰ μὴ ἄρα φεύγων με ἐκφύγῃς εἰς τὸν αἰθέρα: — MAg
λείπει τὸ ποιεῖν: — AgBi
ὑψηλοῦ τείχους: — M
gAg
ὑπῆρξ’ ἀπ’ ὀρθίου: προήρξατο κατήρξατο. ὀρθίου δὲ ὑψηλοῦ. ἀρχηγὸς ἐγένετο κελεύσας κηρύξαι: — MAB
ἐπίρρημα: — Mg
Bg
ἔλεξε δ’, ὦ γῆς Ἑλλάδος στρατηλάται: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. λείπει οὖν τῷ λόγῳ τὸ ταῦτα λέγων. οὗτος δὲ οὐ φέρεται ἐν τοῖς πολλοῖς ἀντιγράφοις: — MAB
Δαναῶν ἀριστεῖς: Ὁμηρικῶς ἤρξατο κέκλυτέ μευ Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί
: — MAB
ἀπολλύετε προΐεσθε: — Mg
ψυχὰς ἀπεμπολᾶτε: ἐκπονεῖτε. ἀπεμπολᾶν δὲ κυρίως ἐστὶ τὸ πιπράσκειν: — MAB
εἰς κίνδυνον ἐκδίδοτε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ κινδυνευόντων διὰ τὸ κέρδος: — MAB
ἄλλως: ἐκβαλὼν τὸν κοινὸν κίνδυνον ὑμῶν καὶ τὸν πόλεμον: — MAB
παραδοῦναι παρασκευάσω πόλιν: — MgAgBg
ἐπανέρχεσθε: — Mg
Bg
ἅλις ὃς κεῖται νεκρός: καὶ ὁ τῶν Θηβαίων ὄχλος ἀποθανὼν αὐτάρκης: — MAB
ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο: ἐπὶ τοῖς ὡμολογημένοις συνθήκας
ἐποιήσαντο: — MAgBi
εἰς φιλίαν
συνῆλθον: — M κἀν μεταιχμίοις: καὶ ἐν τῷ μέσῳ
μέρει τῶν στρατευμάτων: — MAg
μεταίχμιον λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων. ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνελθόντες ἐπεσπείσαντο ἐμμενεῖν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατηλάταις μετὰ τοῦ ῑ, ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπ’ ἀμφοτέρων: — MAB
ὅρκους συνῆψαν: τὰ πρὸς τοὺς ὅρκους ἐπιτήδεια συνέμιξαν [Θηβαίων καὶ’Αργείων] τουτέστι τὸν οἶνον καὶ τὸ αἷμα τῶν ἱερείων: — MAB
ὡπλίζοντο: — Mg
Ag
πρόμαχον: — Mg
Ag
ἐπιθυμοῦντες μαινόμενοι: — MgAgBg
λαθραίως παρεκβαίνοντες: — MgAg
ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας: ἐν σοὶ τρόπαιον στῆσαί ἐστιν ἡμῖν ἐλπὶς τῷ τε Ἄργει εὐκλεῆ ἀπαγγελίαν δοῦναι. ἢ ἀντὶ τοῦ· εὐκλείας λόγον καὶ φήμην καταλεῖψαι τῇ πατρίδι: — MAB
στῆσαι τὸ ἄγαλμα: — MgAgB
νικητήριον: — Mg
AgBBg
τὴν βολὴν τοῦ πυρός: — MgAgBi
† ἐμπύρους τ’ ἀκμάς: τὰς ἀναδόσεις τῆς φλογός. τὰ ἄκρα: — A
† ἄλλως: τὰς τῆς φλογὸς ἀναδόσεις καὶ τὰ φῶτα τὰ ἐκ τῶν ἐμπύρων ἀναφερόμενα, ἀφ’ ὧν σημειοῦνται οἱ μάντεις. ἀκμάς δὲ τὰς ἀναδόσεις, ἐπεὶ βιαιότατόν ἐστι τὸ πῦρ: — AB
ῥήξεις τ’ ἐνώμων: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες. τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρότητα ἀκοντίζουσιν: — MAB
ἄλλως: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ πυρὶ
καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφοκλῆς ἐν Μάντεσι τὰς μαλλοδετὰς κύστεις
:
— MAB
ὑγρότητ’ ἐναντίαν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὴν ἐπὶ τῶν
ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν
βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί.
ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. ἢ ἐναντίαν ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ
τοῦτο: — MABi
ἄλλως: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὸ δὲ ἑξῆς· μάντεις τε μῆλ’ ἔσφαζον ἐμπύρους τ’ ἀκμὰς ἐνώμων (κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων) ἄκραν τε λαμπάδα ἐνώμων: — MAB
ἐπετήρουν. ἀντὶ τοῦ διέκρινον καὶ ἐσκόπουν. περιφραστικῶς τὴν
χολήν: — Mi
ἄκραν τε λαμπάδα: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν διὰ τὸ εἶναι πυρώδη τε καὶ θερμήν: — MAB
ἄλλως: τὴν οὐρὰν τοῦ ἱερείου. ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία. καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλουμένη δὲ καὶ κάτω νεύουσα, ἧτταν· ἀνατεινομένη δὲ εἰς ὕψος, νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης: — MAB
μαγικούς: — Mg
AgBg
ἢ φίλτρ’ ἐπῳδῶν: τῶν ἐπᾳδόντων ἀνδρῶν. ἢ ἐπᾳδουσῶν. εἰ δύνασαι εἰς φιλίαν αὐτοὺς ἀγαγεῖν: — MB
σπεῦσον. κυρίως γὰρ ἐπῳδαὶ λέγονται αἱ διὰ τῶν ἐπικλήσεων τῶν μάντεων γινόμεναι: — M
τὰς ἐπικλήσεις: — M
gAgBg
κώλυσον: — MgAg
φιλονεικίας: — Mg
AgBi
τὰ ἀγωνίσματα: — Mg
AgBi
καὶ τἆθλα δεινά: ἔπαθλον γὰρ ἑτέρῳ ἔσται ἡ τοῦ ἑτέρου ἀπώλεια· ὥστε ἔξελθε, μὴ καὶ ἀμφοτέρων στερηθῇς: — MA
ἀντὶ τοῦ στερηθήσῃ. τὸ γὰρ στερήσῃ ἀντὶ τοῦ στερηθήσῃ: — Mg
νῦν σοι προχωρεῖ: ἡ τύχη λέγεται δαιμόνων κατάστασις. ὁ δὲ νοῦς· ἔξελθε τῶν οἴκων· οὐ γὰρ ἐν χορείαις καὶ παρθενῶσιν ἡ παροῦσα τύχη ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι: — MAB
προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία: — MgAgBg
ἀντὶ τοῦ ἐκνεύοντας: — Mg
τίν’ ὦ τεκοῦσα μῆτερ: τὸ ἑξῆς· τίνα ἔκπληξιν τοῖς φίλοις ἀυτεῖς: — MA
ὁ νοῦς· τίνα, ὦ μῆτερ, καινὴν, ἑτέραν, συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγγέλλεις. τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους: — MAB
συμφοράν: — Mg
AgBi
ἐφθάρη: — MgAg
ἀντὶ τοῦ· εἰς μονομαχίαν κατέστησαν: — MiAgBi
οὐκ ἐν αἰσχύνῃ τὰ σά: νῦν οὐχ ἁρμόζει σοι αἰδεῖσθαι. οὐκ ἔστι
καιρὸς αἰσχύνεσθαί σε νῦν: — MABi
ἡγοῦ σὺ πρὸς μεταίχμι’: πρὸς τὸν τόπον τὸν μεταξὺ τοῦ πολέμου,
ἔνθα ἦν τὸ μονομαχεῖον: — MABi
οὐ κατασχετέον: — M
gAgBg
ἐν πολλοῖς οὐ φέρεται: — Bi
τρομερὰν φρίκα: ἀντὶ τοῦ φρίκην τρόμου παραιτίαν. καὶ Πίνδαρος φρίσσοντας ὄμβρους
,
τοὺς φρίσσειν ποιοῦντας: — MAB
ἄλλως: ἀντὶ τοῦ· τρομερὰν φρένα ἔχω τῇ φρίκῃ. τρομερὰν ἔχω τὴν φρένα: — MA
ἀντὶ τοῦ διὰ σαρκός· ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα
: — MiAB
ἔλεος ἔλεος: ἔλεός με εἰσῆλθε καὶ οἶκτος ὁ περὶ τῆς Ἰοκάστης διὰ τὰ δίδυμα τέκνα ποῖος ποῖον ἄρα αἱμάξει: — MAB
δίδυμα τέκεα: διπλᾶ: — MA
τοῦτο ἔνιοι σολοικισμὸν ἡγήσαντο. ἔδει γὰρ εἰπεῖν· διδύμων τεκέων πότερος ἄρα πότερον αἱμάξει. νῦν δὲ οὐ πρὸς τὸ ῥητὸν ἀπήντησεν, ἀλλὰ πρὸς τὸ νοητὸν, τὸν οἶκτον: — MAB
πότερον αἱμάξει: φονεύσει: — MAg
τὸ ἑξῆς· πότερος ἄρα πότερον αἱμάξει ὁμογενῆ δέραν ὁμογενῆ
ψυχὰν δι’ ἀσπίδων δι’ αἱμάτων: — MAgB
ποῖον ἄρα νεκρὸν ἀπολλύμενον θρηνήσω: — MiAgBi
φεῦ δᾶ φεῦ δᾶ: οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φεῦδα ὡς ἐν παρολκῇ τοῦ ̄δ̄α· ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δή· τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῆ, κατὰ πάθος μεταβληθέντος τοῦ ̄γ εἰς ̄δ, ὡς ἐν τῷ Δημήτηρ, πηγή πηδή, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω: — MAB
ἄλλως: ἀντὶ τοῦ φεῦ φεῦ. ἡ ̄δ̄α συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς
ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα: — MABi
φονεύουσαι ἑαυτάς: — MgAg
δόρυ κατ’ ἀλλήλων πάλλουσαι. ἢ ἐπὶ πόλεμον κινηθεῖσαι: — MiAB
πέσεα πέσεα: θέλει εἰπεῖν ὅτι πεσόντες αἱμάξουσι τὰ σώματα. πέσεα οὖν ἀντὶ τοῦ πεσήματα πτώματα: — MAB
πολέμια: — MgAg
τάλανες ὅτι ποτέ: διότι. δυστυχεῖς εἰσιν: — MABi
ὅτι ποτέ: ἀντὶ τοῦ· διότι δὴ ἐπὶ τὸ κατ’ ἀλλήλων μονομαχεῖον ἤλθετε: — MA
ἄθλιοι: — Mg
διότι εἰς ἐνθύμησιν μονομαχίας ἤλθετε: — MiAgBi
βοᾷ βαρβάρῳ: τῇ ἐμαυτῆς φωνῇ τῇ βαρβάρῳ τὴν ἐπιστένακτον βοὴν τῶν νεκρῶν, οἷον τὴν ἐπὶ τοῖς νεκροῖς σὺν στεναγμῷ προφερομένην βοὴν, μέλουσα τοῖς δάκρυσι θρηνήσω, τουτέστιν ἐπιμελῶς δακρύσασα θρηνήσω: — MAB
ἀντὶ τοῦ μέλουσαν. ἢ ἐπιμελουμένην τῶν νεκρῶν καὶ θεραπεύουσαν τὰς ψυχὰς τούτων: — MAB
τὸ σχεδὸν καὶ τὸ πέλας ἐκ παραλλήλου τὸ αὐτό· ἡ κατ’ αὐτοὺς τύχη τοῦ φόνου πλησίον ἐστὶ, τουτέστιν· ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον: — MAB
τὸ σήμερον δηλονότι: — MgAgBg
κρινεῖ φάος τὸ μέλλον: ἡ παρεστῶσα ἡμέρα διδάξει τὸ πέρας καὶ
τὸ μέλλον: — MABi
ἄλλως: ἡ παροῦσα ἡμέρα διακρινεῖ τὸ μέλλον: — MA
δυστυχὴς κακόποτμος ὁ θάνατος αὐτοῖς ἔσεται: — MgAg
Bg
ἕνεκ’ Ἐρινύων: ὡς τῶν Ἐρινύων ἐπιπεμπουσῶν τὰ φαῦλα τοῖς ἀνθρώποις. ἢ διὰ τὰς ἀρὰς τὰς Οἰδίποδος καὶ τὰς τούτων ἐπηκόους Ἐρινύας: — MAB
χάριν τῶν Ἐρινύων: — MgAg
οἴμοι τί δράσω: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησί· τίνος ἄρξομαι θρῆνον ποιούμενος, τοῦ παιδὸς ἢ τῆς πόλεως, καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως. μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε γὰρ παῖς ὄλωλεν ἐπελάθετο εἰπεῖν· πόλις τε, εἰς τὸ λυποῦν μὲν πένθος ἐμμείνας, τῆς δὲ κολακείας ἀτέλεστον ἐάσας τὴν μνήμην: — MAB
ὥστε διαπέμπεσθαι διὰ τοῦ Ἀχέροντος τὴν πόλιν: — MiAg
διὰ τὸ καὶ ἐν μέσῳ τοῦ θανάτου αὐτὴν εἶναι: — MiBg
ὃν ἄρτι κρημνῶν: ὡς τοῦ Μενοικέως παρὰ τὸν τάφον ἔνθα ἦν ὁ δράκων κατακρημνίσαντος ἑαυτόν: — MAB
ἄλλως: δεῖ νοεῖν ἔσω τῶν τειχῶν τὸν σηκὸν τοῦ δράκοντος εἶναι. πῶς γὰρ εἶχε τὸ σῶμα ἀναλαβεῖν ὁ Κρέων τῶν πολεμίων παρακαθη μένων. ἀπὸ δὲ τοῦ τείχους ἔρριψεν ἑαυτὸν ὁ παῖς εἰς ἐπίδειξιν τῆς ὑπὲρ τῆς πατρίδος προθυμίας: — MAB
σπηλαίων: — Mg
AgBg
ἀντὶ τοῦ· θρηνεῖ τὸ ἐμὸν δῶμα: — MgBg
ἐγὼ δὲ ὁ γέρων ἐπὶ τὴν ἀδελφὴν τὴν γραῖαν ἦλθον: — MgAg
λούσῃ πρόθηταί τ’ οὐκέτ’ ὄντα: ἐκκομίσῃ, δημοσίᾳ ἐνταφιάσῃ· ἔθος γὰρ ἦν τοὺς βασιλεῖς οὕτως θάπτεσθαι: — MA
γράφεται κλαύσῃ: — M
g
πῶς φής· νέκυν τοι παιδός: ἀντὶ τοῦ· τὸ νεκρὸν σῶμα τοὺ ἐμοῦ παιδὸς ἐπιμελείας ἀξιῶν: — MAB ἄλλως: τί φής· ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξουσα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδός μου Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν· ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων: — A
οὐκ εἰς τόδ’ ἦλθον: οὐκ ἐπὶ τοῦτο παρεγενόμην: — MAgBi
ἠνύσθαι: — Mg
σκυθρωπὸν ὄμμα: ἐκ τοῦ προσώπου τοῦ ἀγγέλου στοχάζεται τὰ
λεχθησόμενα: — MAgB
τὸ πραχθέν: — Mg
Ag
ὦ τάλας δισσῶς ἀυτῶ: τὸ ὦ τάλας δεύτερον βοῶ διὰ τὸ μεγάλα φέρειν κακά. θρηνητικὸν δὲ τὸ ἦθος: — MAB
οὐκέτ’ εἰσί: συνήθως πάλιν Εὐριπίδης προειπὼν ἐν ἑνὶ στίχῳ τῆς συμφορᾶς τὸ κεφάλαιον καταστατικώτερον ὕστερον διηγεῖται τὸ πᾶν: — MAB
ἐν φωτί· λέγει δὲ τὴν σωτηρίαν: — MgAgB
ὦ δώματ’ εἰσηκούσατ’: οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί: — MA
λείπει ἡ περί· τὰ περὶ παίδων: — MgAg
ὥστε δακρῦσαι: οἷον· εἰ ἐφρόνει τὰ οἰκήματα ἐδάκρυσαν ἂν τὰς συμφοράς: — MA
δυστυχεστάτης: — Mg
Ag
μάθοις: — Mg
δυστυχέστερα: — Mg
Ag
ἀνάγετ’ ἀνάγετε: ἀνεγείρετε, ἄνω ἄγετε, ἀναλαμβάνετε, ἀναβάλλεσθε, ἀντὶ τοῦ προοιμιάζεσθε: — MA
ἐπὶ κάρα τε: ἀπὸ κοινοῦ τὸ ἀνάγετε: — MABi
γράφεται ἐπὶ κρᾶτα: — Mg
λευκοπήχεις δ’ ἂν λέγοι τοὺς διὰ τῶν λευκοπηχέων χειρῶν, ἵνα
τοὺς κτύπους τοὺς ἐκ τῶν λευκῶν χειρῶν γινομένους: — MgAg
ὦ τλῆμον: οἷον τέλος τοῦ βίου καὶ τῶν γάμων ὑπέμεινας διὰ τοὺς
αἰνιγμοὺς τῆς Σφιγγός. λείπει γὰρ ἡ διά: — MABi
αἰνιγμοὺς ἔτλης: τοὺς λόγους τοὺς ἔχοντας ἀποκεκρυμμένην τὴν διάνοιαν: — MA
διπλῶν: — MgAg
ἀρᾶς τ’ ἀγώνισμ’: τὸ κατάραμα, τουτέστιν· εἰπέ μοι πῶς ἀπέβη ἡ
κατάρα τοῦ Οἰδίποδος: — MABi
ἄλλως: τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται. οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτα ἐνόσουν. ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός: — MA
ἄλλως: ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως· τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος: — A
οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων· τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν: — MAB
ἄλλως: καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν. ἡ δὲ διάνοια· τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή· πόθεν δὲ οἶμαι εἰδέναι σε· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ πόλεις τοῖς τείχεσιν: — MAB
τειχέων περιπτυχαί: περιφραστικῶς τὰ τείχη. οὐ μακράν εἰσιν
ὥστε μὴ οὐχὶ πάντα εἰδέναι τὰ δρώμενα: — MABi
ἔστησαν ἐλθόντ’: παρῆλθον δὲ εἰς τὸ μέσον ὡς εἰς ἀγῶνα δορὸς
καὶ ἀλκὴν μονομάχου: — MMiAgBi
ἐκ παραλλήλου τὸ αὐτό: — MgAg
γράφεται μονομάχου τ’ ἀλκήν: — Laur.32,33Vat.1332
βλέψας δ’ ἐς Ἄργος: τὸν νοῦν ἐκεῖσε ἔχων: — MABi
εἰς Ἄργος δὲ βλέψαι τὸν Πολυνείκην λέγει οἷον ἐπὶ τὸν στρατὸν τῶν Ἀργείων. ἢ εἰς τὸ κλίμα τοῦ Ἄργους. ὡς ἂν Ἀργεῖος δὲ γεγονὼς τῇ Ἥρᾳ εὔχεται Ἀργείᾳ οὔσῃ καὶ πατρίᾳ θεῷ: — MA
νῦν εὐχάς: — Mg
Ag
ἀντὶ τοῦ· ἐπολιτογραφήθην παρὰ σοί: — MgAgBi
ἔζευξ’ Ἀδράστου: ἀντὶ τοῦ εἰς ζεῦξιν ἔλαβον: — MiAg
Bi
ἐζεύχθην τῇ παιδὶ τοῦ Ἀδράστου. λέγει δὲ τῇ Ἀργείᾳ: — Mi
τὴν ἐκείνῳ ἐναντίαν: — MgAgBi
αἴσχιστον αἰτῶ στέφανον: ἄκρῶς δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου
ἑαυτὸν ἐπ’ ὠμότητι: — MABi
πολλοῖς δ’ ἐπῄει δάκρυα: τοσαῦτα, φησὶν, ἐπῄει δάκρυα τοῖς πολλοῖς ὅση τῆς τύχης ἡ συμφορὰ τοῖς μονομαχοῦσι, τουτέστι· συμφώνως τῇ κατ’ αὐτοὺς τύχῃ ἐδάκρυον οἱ ἐκτός: — MAB
ἄλλως: λείπει τὸ ἕνεκα· ⟨ἕνεκα⟩ τῆς τύχης ἡλίκη ἦν: — MAB
ἄλλως: πολλοῖς δὲ δάκρυα ἐπήρχετο τὴν τύχην αὐτῶν ἐννοοῦσιν ὅση ἦν: — MA
† ἄλλως: πολλοὶ δὲ τῶν λεγομένων ὑπ’ αὐτοῦ τῆς δυστυχίας [αὐτῶν] τὸ μέγεθος ἐδάκρυον: — A
κἄβλεψαν: οἰκτρὸν γὰρ θέαμα μονομαχοῦντας ἀδελφοὺς ἰδεῖν, οἷς καὶ τὸ νικᾶν καὶ τὸ ἡττᾶσθαι δεινὸν ἦν: — MAB
ἄλλως: ἐμφαίνεται ὁ κατὰ ἀλήθειαν θυμὸς πικρίαν ἐνδεικνύμενος διὰ τοῦ βλέμματος: — MAB
ἐκ παραλλήλου τὸ αὐτό: — Mg
γράφεται κτεῖναί θ’: — Mi
ἐπεὶ δ’ ἀφείθη: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχείοις ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κὰν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. ὕστερον δὲ μετὰ τὰ Τρωικὰ καὶ τὴν εἰς γῆν Ῥωμαίων Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐξεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτοὺς χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δὴ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι πιθανὸν, εἴγε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ ἑξῆς· ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φονίας μάχης ταὐτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης: — MA
ἄλλως: ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὡς Τυρρηνικῆς σάλπιγγος: ἐπὶ τῶν
ἑπτὰ ἐπὶ Θήβας οὔπω ἐχρῶντο τῇ σάλπιγγι οἱ Ἕλληνες, ἀλλ’ οὐδὲ ἐπὶ τοῦ
Τρωϊκοῦ πολέμου. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ
χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις
ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν
τοῖς πολέμοις ἀντὶ
† ἄλλως: πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον τοῦ χρῆναι πολεμεῖν. νῦν οὖν οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλ’ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆναι, ἀλλ’ οὐ τῇ σάλπιγγι μόνον: — AB
πυρσὸς ὡς Τυρρηνικῆς: ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς· ἐπεὶ δὲ ἀφείθη τὸ σημεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή: — MAB
ἀκονήσαντες: — Mg
ξυνῆψαν ἀφρῷ: συνῆψαν μάχην: — MA
λείπει ὁ γάρ: — MAB
ξυνῆψαν μάχην ὡς κάπροι τὰς γενειάδας ἀφρῷ διάβροχοι καὶ τὴν ἀγρίαν γένυν θήγοντες. ἐπὶ γὰρ τῶν κάπρων ἀμφότερα ληπτέον τό τε θήγοντες καὶ τὸ διάβροχοι: — MAB
λείπει μάχην: — Mg
ὥρμων δὲ κατ’ ἀλλήλων ταῖς λόγχαις ἀκοντίζοντες, ἀλλὰ ἑκάτερος ἐν τῷ βάλλειν τὸν ἕτερον ὑπεκαθέζετο τῷ τῆς ἀσπίδος κύκλῳ, ἵνα αὐτὸν ὑπερπηδῆσαν τὸ δόρυ καὶ ὀλισθῆσαν τῷ κύκλῳ τῆς ἀσπίδος μάταιον καὶ ἀνεπίτευκτον γένηται: — MAB
ἀντὶ τοῦ· ὑπεκάθιζον καὶ ἐκρύπτοντο ὑπὸ ταῖς ἀσπίσιν: — Mg
εἰ δ’ ὄμμ’ ὑπερσχόν: ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον· εἰ
εἶδεν ὁ ἕτερος * * εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερ
ἄλλως: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ ὄμμα τοῦ ἄλλου ὑπεράνω τῆς ἀσπίδος, ἐκίνει τὴν λόγχην: — MAB
† ἄλλως: εἰ δὲ ὁ ἕτερος τὸ ὄμμα τῆς περιφερείας ὑπερσχὼν ἠβουλήθη θεάσασθαι, ὁ ἕτερος τὴν λόγχην ἐκίνει ὥστε τοῦτον πλῆξαι τῷ στόματι: — B
ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον: — Bi
τῆς περιφερείας τῆς ἀσπίδος: — Mg
ἀλλ’ εὖ προσῆγον: διότι, φησὶν, ἅμα καὶ ἐθεώρουν ἀλλήλους καὶ ἐξέκλινον τὰ δόρατα ἐγκρυπτόμενοι ταῖς ἀσπίσιν: — MA
κεγχρώμασιν: κέγχρον καλοῦσι τὸν περὶ τῆς ἀσπίδος τὴν ἴτυν κόσμον. μικροὶ δὲ ἧλοί εἰσιν, οἳ ἐκ χρυσοῦ γίνονται. τινὲς δὲ μικρὰς ὀπὰς περὶ τὴν ἴτυν, δι’ ὧν ἐθεῶντο τοὺς ἐναντίους: — MAB
κεντήμασιν ἐντετυπωμένοις: — Mg
ὡς μὴ δύνασθαι τρῶσαι· κάτωθεν γὰρ ἦσαν τῶν ἀσπίδων: — Mg
δειλίαν φόβον: — Mg
μεταφέρων, μετακινῶν τῷ ποδὶ λίθον: — Mg
μεταφέρων τῷ ποδὶ κατὰ τὸ λεληθὸς, οἱονεὶ παρασύρων· ἀπὸ τοῦ
ψῶ, οὗ παράγωγον τὸ ψαύω. καὶ οἱ ναῦται ψαίρειν φασὶ τὸ ἄρμενον, ὅταν μὴ
πολὺς ἄνεμος πνέῃ: — MiB
ἴχνους ὑπόδρομον: περιφραστικῶς τὸ ἴχνος. ὑπόδρομον δὲ τὸ ἔξω ὑποδεδραμηκός: — MAB
πληγὴν σιδήρῳ: ἰδὼν τὸν πόδα πρὸς τὸ πλήττεσθαι ἐπι
γυμνὸν τῆς ἀσπίδος: — MgBi
ὁ πρόσθε τρωθείς: ὁ Ἐτεοκλῆς ὁ πρῶτον τρωθεὶς τῇ βίᾳ τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὑπὸ τῆς βίας τοῦ Πολυνείκους τρωθεὶς, διῆκε τὴν λόγχην τὰ στέρνα, ἀντὶ τοῦ διὰ στέρνων διῆκε τὴν λόγχην: — MA
ἢ λείπει ἡ εἰς, ἵν’ ᾖ· εἰς στέρνα: — MA
νῦν τὸ ξίφος. σύνηθες δὲ τοῦτο τοῖς τραγικοῖς: — MgABg
ἀπὸ δ’ ἔθραυσ’ ἄκρον: εἰς τὰ στήθη βιαίως τὸ δόρυ καθῆκεν, ἀπεκλάσθη δὲ τὸ δόρυ μὴ δυνηθὲν διαπερᾶσαι: — AB
τὸ ἑαυτοῦ δόρυ ἀπέκλασε τῇ σφοδρᾷ ῥύμῃ τρώσας: — MgAB
ἀντὶ τοῦ· δορατίου σπανίσας: — Mi
ἐπὶ σκέλος πάλιν χωρεῖ: τουτέστιν· εἰς τοὐπίσω πάλιν τὸ σκέλος
ἀνῆκε καὶ ὑπανεχώρει. τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω: — MABi
χωρεῖν ἐπὶ σκέλος λέγει τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς
πολεμίοις τὰ νῶτα· ὅμοιον τῷ ὀλίγον
γόνυ γουνὸς ἀμείβων
. τοῦτο δ’ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί
φασιν οἱ συγγραφεῖς: — MA
κατὰ μέσον τὸν ἄκοντα τοῦ Πολυνείκους ἀπέκοψε τῷ πέτρῳ: — Mg
ἐξ ἴσου δ’ Ἄρης: ἐναγώνιον τοῖς ἀκροαταῖς τὸ ἴσον ἀπονεῖμαι τῆς τύχης ἑκατέρῳ τῶν ἀγωνιζομένων: — MAB
ἴσος δὲ ὁ πόλεμος ἦν αὐτοῖς μηδενὸς ἔχοντος δόρυ: — Mi
εἰς ταὐτὸν ἧκον: ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες πολλὴν ταραχὴν ἐκίνουν πρὸς ἑαυτοὺς ὡρμηκότες: —MAB
ἐνθυμηθείς: — Ag
Bi
τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισμ’ ὁμιλίᾳ χθονός: παροιμία τὸ
Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι
γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν
ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ
λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείν:ους
ὑπερβαλέσθαι καθ’ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ
εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδ’ ἄλλως εὐαγὲς εἶναι καὶ
ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν
ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν Πολυνείκην
σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ πολλοὶ γάρ εἰσιν, ἀλλ’
ἄπιστα Θεσσαλοῖς
. Ἀριστοφάνης ἐν Πλούτῳ ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν
.
καὶ ὁ ῥήτωρ εἰσὶ
τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις
. ὅτι δὲ
καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν
.
οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ
πεποιηκότος σχῆμα Θετταλικόν * * οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλὰ δι’
ἀπάτης νικώντων: — MAB
ἄλλως: σόφισμα λέγει τὴν ἀπάτην παρόσον οἱ Θεσσαλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑποχωρήσας γὰρ ⟨ἐκ⟩ τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν οὕτως ἔτρωσε διαμπάξ: — MA
ὁμιλίᾳ χθονός: ὡσεὶ ἔλεγεν· ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος
ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος διὰ τὸ εἰθίσθαι
ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών
. καὶ νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ
. ὁμιλίᾳ οὖν
ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ, τουτέστι· συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε
τὸ σόφισμα τοῦτο: — MAB
τὴν ἀπάτην: — Mg
Ag
τῇ ἐπιθυμίᾳ τῆς βασιλείας: — MgAg
λαιὸν μὲν εἰς τοὔπισθεν: τοῦτό φησιν· ἐάσας τὸ ἀντί
ἐναλλὰξ τοὺς πόδας τιθέμενος καὶ τὸν ἀριστερὸν εἰς τὸ ὄπισθεν φέρων, ὡς εἶναι πλάγιον καὶ μὴ βλάπτεσθαι τὰ κοῖλα τῆς γαστρὸς ἐξ ἐναντίας ἱστάμενος: — MA
ὅ ἐστι· τὰ περὶ τὴν λαγόνα φυλάττων: — MAB
περιφραστικῶς τὴν λαγόνα, τὸ βάθος τῆς κοιλίας: — Mi
τὰ πρόσω κοῖλα: τὰ πρόσω κοῖλα τῆς ἑαυτοῦ γαστρὸς φυλάττων: — AB
ῥίψας: — MgAg
τὸν νοῦν πρὸς αὐτὸν οὐκ ἔχων: πρὸς τὸν νεκρόν. ἢ πρὸς ἑαυτὸν, οἷον· οὐκ ἔχων ἑαυτόν: — MAB
ἄλλως: οὐ πρὸς τὸν νεκρὸν ἔχων τὸν νοῦν, ἀλλ’ εἰς τὸ σκυλεύειν τὸν Πολυνείκην· ᾤετο γὰρ αὐτὸν εἶναι νεκρόν: — MAB
εἰς τὸ σκυλεύειν: — MgAgBi
ὅπερ αὐτὸν σφαλῆναι ἐποίησεν: — MgAg
οἷον κατέχων. μὴ ἀποβαλών: — Mg
μόλις μὲν, ἐξέτεινε: μόλις ἠδυνήθη λαβεῖν τὸ ξίφος καὶ βαλεῖν
εἰς τὸ ἧπαρ αὐτοῦ: — MiAg
γράφεται ὡς γὰρ πεσόντε παῖδ’ ἐλειπέτην βίον: — Mi
γράφεται ὡς γὰρ τέκνω πεσόντ’ ἐλειπέτην βίον: — Bi
προθυμίᾳ ποδός: τῇ σπουδῇ. σπεύδει γὰρ καταλαβεῖν ἔτι
ἐμπνέοντας: — MiABi
θανασίμους ἐπικαιρίους ἐπικινδύνους: — Mg
βοηδρόμος: βοηθὸς καθ’ ὃν οὐκ ἔδει καιρόν: — MB
ἄλλως: ἡ γὰρ ἔξοδος αὕτη γέγονεν οὐκ εἰς διάλυσιν μάχης, ἀλλ’ εἰς θέαν τῆς τελευτῆς: — MB
βραδεῖα βοηθός: — M
g
ἐν μέρει τέκνα: ἐξ ἴσου γὰρ ἡ λύπη ἐπὶ τέκνων, οὺκ ἥσσων ἐπὶ τῷ ἀδικοῦντι: — MB
ὦ γηροβοσκὼ μητρός: οἱ ὀφείλοντες ἐν γήρᾳ θρέψαι τὴν μητέρα καὶ προδόντες τοὺς γάμους τῆς ἀδελφῆς, τουτέστιν· οὐ γαμοστολήσαντές με: — MAB
τῷ αἵματι ὑγράν: — M
gAgBi
ὥστε σημῆναι φίλα: ὥσ⟨τε⟩ δῆλον ἦν ὅτι ἀσπάζεσθαι τὴν μητέρα
βούλεται: — MAgBi
καὶ πόλιν θυμουμένην: καὶ τοὺς πολίτας τοῦ κατ’ ἐμοῦ μίσους
παύσατε: — MABi
παραμυθεῖσθε παρηγορεῖτε: — Mg
ὡς τοσόνδε γοῦν τύχω: γράφεται καὶ τοσόνδε δὴ τύχω: — MB
ὁ δὲ νοῦς· ἵνα κἂν τούτου τύχω, τοῦ θάπτεσθαι εἰς τὴν πατρίδα: — MAB
τίθησι δ’ αὐτός: τοῦτο διὰ μέσου ὁ ποιητής· τὰς χεῖρας τὰς τῆς μητρὸς ἐπιτιθεὶς τοῖς ὄμμασιν αὐτοῦ λέγει τὸ χαίρετε: — MAB
δεινοπαθήσασα: — Mg
AgBi
ὑπερπαθήσασ’ ἥρπασ’: Ὅμηρός φησιν αὐτὴν ἀγχόνῃ ἀπολέσθαι μητέρα δ’ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην, ἣ
μέγα ἔργον ἔρεξε
καὶ τὰ ἑξῆς ἁψαμένη βρόχον αἰπὺν ἀφ’
ὑψηλοῖο μελάθρου
: — MAB
γράφεται καὶ ἄμφω τέκνα: — Bi
ἀνώρμησεν: — Mg
Ag
ἐν δὲ τοῖς στρατηλάταις ἦν ἔρις: — MgAg
καὶ ἐν τοσούτῳ: — M
gAg
ὥρμησαν: — MgAg
κἄφθημεν οὔπω: καὶ προελάβομεν ταχέως οὔπω καθωπλισμένον: — MMi
τὸ ἑξῆς· καὶ ἔφθημεν Ἀργεῖον εἰσπεσόντες ἐξαίφνης στρατὸν οὔπω τεύχεσι πεφραγμένον: — MAB
ἐπελθόντες: — Mg
Ag
ἀντέστη: — MgAg
θάψαι: — MgAg
πόλει δ’ ἀγῶνες: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ καὶ οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον διὰ τοὺς τεθνηκότας: — MA
εὐτυχεῖς ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ ἐπεὶ ἐσφάγησαν οἱ
βασιλεῖς: — MiAgB
οὐκ εἰς ἀκοάς: οὐκ ἄχρις ἀκοῆς ἐστι τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ
περὶ Οἰδίποδος: — MAgBi
πάρεστιν ἰδεῖν: — M
iAg
γράφεται σώματα: — A
g
ταῦτα, τὰ πτώματα: — Mg
οὐ προκαλυπτομένα: Ἀντιγόνη τραγῳδεῖ. νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ γὰρ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω καθάπερ βάκχη τις ἐπὶ τοὺς νεκροὺς ἀπορρίψασα τό τε κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τῆς ἐμῆς τρυφῆς, τουτέστιν· ἣν ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην, ἀπαρχομένη θρήνων τοῖς νεκροῖς. οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός: — MAB
ἄλλως: οὐ προκαλυπτομένα: ἀπρεπῶς εἰσβέβηκε καὶ οὐ παρθενικῶς. τίνι γὰρ ἀπολογίζεται, εἰ μὴ τῷ θεάτρῳ: — MAB
ἄλλως: οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βοστρυχώδους παρειᾶς. βοστρυχώδη εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν: — MAB
† ἄλλως: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρθένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: — A
οὐ περικαλυπτομένη ⟨ὡς⟩ πρόσθεν: — Mg
τὰ φαιδρὰ τῆς παρειᾶς. περιφραστικῶς τὴν παρειάν: — MiABi
ἀντὶ τοῦ· οὐ διὰ παρθενίαν: — MiAg
ἡ ὑπό πρὸς τὸ αἰδουμένη: — MiAgBi
πυρρὸν ἀνθηρόν: — M
gAg
φοίνικ’ ἐρύθημα: τὸν πυρρόν: — MB
ἀρσενικῶς δὲ εἶπε τὸν φοίνικα ἐρύθημα, ἀντὶ τοῦ οὐδετέρου. ἔδει γὰρ εἰπεῖν τὸ ὑπὸ βλεφάροις φοινικοῦν ἐρύθημα. τινὲς δέ· οὐδὲ τὴν ὑπὸ βλεφάροις φοίνιξιν αἰδουμένη, ἥπερ ἐστὶν ἐρύθημα προσώπου: — MAB
† φοίνικα: οὐδὲ ὡς παρθένος αἰδουμένη, φησὶ, τὸν ὑπὸ βλεφάροις φοίνικα, ἤγουν τὸ ἐρύθημα τοῦ προσώπου. τὴν γὰρ ἐρυθρότητα τοῦ προσώπου τὴν δι’ αἰδῶ γινομένην φοίνικα ὠνόμασε. βλέφαρον δὲ εἶπεν ἀπὸ μέρους τὸ πρόσωπον λέγουσα: — A
αἰδομένα: οὐδὲ ὑπαιδουμένη τὸ ὑπὸ τοῖς βλεφάροις φοινικοῦν ἐρύθημα τῆς παρθενίας: — MAB
φέρομαι βάκχα νεκύων: παρόσον αἱ βάκχαι ἀπογυμνούμεναι χορεύουσιν· οὐ Διονύσου δὲ βάκχη, ἀλλὰ νεκρῶν: — MAB
προηγουμένη ὥσπερ θρηνήτρια τῶν νεκρῶν [τῆς ὄψεως] ἐμμανὴς
οὖσα: — MiAg
τὴν κροκοειδῆ στολὴν ἀποβαλοῦσα, ἀπορρίψασα τῆς τρυφῆς: — Mi
στολίδα κροκόεσσαν: τὴν ἐκ κρόκης στολὴν χαλάσασα ὥστε γυμνὰ μεῖναι τὰ στήθη: — MAB
ἄλλως: τὴν ἐμὴν στολὴν πάσης τρυφῆς ἐκβαλοῦσα: — MAB
ἡγεμόνευμα νεκροῖς: ἑαυτὴν λέγει προηγήτειραν τῶν νεκρῶν: — ABi
ἄλλως: κατὰ κοινοῦ τὸ φέρομαι, τουτέστιν· ἐξορμῶ ἡγεμονεύουσα καὶ ἐξάρχουσα θρήνων τοῖς νεκροῖς: — A
φερώνυμος· πολλὰ γὰρ νείκεα εἰργάσω: — MgAgBi
σὰ δ’ ἔρις οὐκ ἔρις: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλ’ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν. τινὲς δὲ οὕτως· ἡ σὴ δ’ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κρανθείς: — MAB
ἄλλως: τὸ τέλειον κρανθεῖσα, οἷον· οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐπὶ φόνῳ κρανθεῖσα: — MAB
τίνα προσῳδόν: θρηνητικὴν στοναχήν: — MMgAAgBi
ᾠδόν: ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός ἀναστρεπτέον, τουτέστι· πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω. ἢ τὸ προσῳδόν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, ἵνα ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω: — MAB
θρῆνον στεναγμόν: — Mg
προσᾴδουσαν καὶ ἁρμόζουσαν: — Ag
ἢ τίνα μουσοπόλον: μουσικὸν στεναγμόν· ἔστι γὰρ καὶ θρῆνος
μουσικός. Ὅμηρος παρὰ δ’ εἷσαν
ἀοιδοὺς θρήνων ἐξάρχους
: — MAB
συγγενικά: — Mg
Ag
τᾶς ἀγρίας ὅτε: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς. ἐπεὶ πᾶσι δυσνόητον
ἦν τὸ αἴνιγμα πλὴν τοῦ Οἰδίποδος μόνου. διὰ γὰρ τοῦτον ξυνετὸν
ὅτε δυσξυνέτου: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε. ὁ δὲ λόγος· ἥτις, Ἐρινὺς, τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου. φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ: — MA
ἐξότε: — MiAg
ἀσαφοῦς: — MiAg
ξυνετὸν μέλος ἔγνω: ἀπὸ κοινοῦ τὸ Σφιγγός. τῷ Οἰδίποδι ξυνετόν: — AB
ἄλλως: συνετόν τινες τὸ βαθύτατον. μέλος τὸ αἴνιγμα εἶπεν, ἐπεὶ μετὰ μέλους τινὸς προέφερεν αὐτὸ ἡ Σφίγξ. διὸ καὶ ἀοιδοῦ Σφιγγός εἶπὲν. φονεύσας δὲ ἀντὶ τοῦ φόνου καὶ ἀναιρέσεως αὐτῇ γενόμενος αἴτιος: — AB
εὔγνωστον τῷ Οἰδίποδι: — Mg
Σφιγγὸς ἀοιδοῦ σῶμα: τῆς ἀοιδοῦ Σφιγγὸς, ἐπεὶ μετὰ ᾠδῆς καὶ μέλους ἔλεγε τὰ αἰνίγματα: — MA
μουσικῆς: — Mg
Ag
τίς Ἑλλὰς ἢ βάρβαρος: τίς Ἑλληνικὴ ἢ βάρβαρος, δηλονότι γυνή: — MAB
ἄλλως: τίς, φησὶν, Ἑλλήνων ἢ βαρβάρων ἢ τῶν ἀνέκαθεν ἀνδρῶν ὑπέμεινε κακῶν τοσοῦτον πλῆθος καὶ λύπης ἐπὶ ἀνθρωπίνῳ σώματι. τὸ γὰρ ἁμερίου ἀντὶ τοῦ ἀνθρωπείου: — MAB
ἢ τῶν πάροιθε: τῶν πρὸ τούτου εὐγενῶν: — M
ἀπὸ κοινοῦ τὸ τίς· ἢ τίς τῶν πάροιθεν εὐγενετᾶν: — MABi
τοιαῦτα ἄχη, κακά: — MgAgBi
τάλαιν’ ὡς ἐλελίζει: τὸ ἑξῆς οὕτως· τάλαινα αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω: — MAB
ἄλλως: ἐγὼ, φησὶν, ἡ τάλαινα, ἥτις αἴλινον ἀνακλαίω καὶ ἀναθρηνῶ ἐπὶ τούτοις τοῖς οἰκτροῖς ἀτυχήμασι, καθάπερ τις ὄρνις θρηνοῦσα ἀπηχεῖ δρυὸς πετάλοις ἐφεζομένη: — MAB
θρηνεῖ ἀπηχεῖ: — Mg
τίς ἄρ’ ὄρνις: ἀηδόνα φησὶ καὶ χελιδόνα, εἰς ἃς μετεβλήθησαν Πρόκνη καὶ Φιλομήλα: — MA
ἡ μεμονωμένη καὶ ἐστερημένη τῆς μητρὸς ὄρνις: — MgAg
τοῖς ἐμοῖς κακοῖς σύμφωνος: — MgAg
αἰάγμασιν: θρηνητικοῖς ἀπηχήμασιν. τοῖσδε ἀντὶ τοῦ τοῖς
νεκροῖς: — MABi
λείπει † εἰς δ’ τοῖσδε προκλαίω: — Mg
ἃ τοῖσδε προκλαίω: ἅπερ, θρηνητικὰ ἀπηχήματα, ἐπὶ τούτοις, τοῖς νεκροῖς, ἀναβοῶ: — MA
ἡ πρό ἀντὶ τῆς ἀνά, τουτέστιν ἀνακλαίω: — MAB
μονάδ’ αἰῶνα: τοῦτο ἰδίᾳ ἀναπεφώνηται: — MAB
ἀντὶ τοῦ μονάδα βίον. ἀντὶ τοῦ ὀρφανὸν, μονήρη βίον. μεμονωμένον ἔρημον: — MAB
τίν’ ἐπὶ πρῶτον: ἡ ἐπί πρὸς τὸ βάλω, οἷον· ἐπὶ τίνα πρῶτον ἐπιθῶ τὰς τῶν τριχῶν ἀπαρχὰς τοῖς σπαραγμοῖς, ἐπὶ τῆς μητρὸς ἢ ἐπὶ τῶν ἀδελφῶν. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις τὰς κόμας ἀποκείρεσθαι ἐπὶ τοῖς τεθνηκόσιν: — MA
δῶρον: — Mg
τοῖς ποιητικοῖς τοῦ γάλακτος: — MgAgBg
τὸ ἑξῆς· ἢ πρὸς τὰ τῶν ἀδελφῶν αἰκίσματα. οὐλόμενα δὲ διὰ τοὺς
ἀφανισμούς: — MiA
γράφεται δισσῶν: — M
g
τυφλὸν ὄμμα: — Mg
Ag
κλητική· ὦ Οἰδιπόδα, ἀπὸ τῆς Οἰδιπόδης εὐθείας: — MgAg
Bi
γεραιὸν πόδα: ἀπὸ μέρους, τοῦ ποδὸς, τὸ ὅλον σῶμα δηλοῖ, τουτέστι· κλύεις, ὦ πάτερ, ὃς ἔνδον κατὰ τὴν αὐλὴν διατρίβεις καὶ τὸ γεγηρακός σου σῶμα τοῖς δεμνίοις ἐγκρύπτεις: — MAB
διατρίβων, πλανώμενος διὰ τύφλωσιν: — Mg
ἐγκοιμίζων ἐγκρύπτων: — MgAg
τί μ’ ὦ παρθένε: ὅλως ἐν πᾶσιν Εὐριπίδης πτωχοποιός ἐστι καὶ νῦν ὁ Οἰδίπους οὐδὲ ὁδηγὸν αὑτῷ ἔχει ἐν τῇ πατρίδι ὤν, ἀλλὰ καὶ μόνος ἐκπορεύεται ἑαυτὸν ὁδηγῶν. τάχα δὲ τῶν παρόντων κακῶν πάντες ἐξῆλθον θεαταὶ γενέσθαι· διὸ μεμονωμένον θεράποντος Οἰδίποδος τὸ πρόσωπον ἔξεισιν: — MAB
βακτηρίαις: — Mg
AgBi
τῆς τυφλῆς πορείας: — MiAgBi
ἐξήγαγές με προκαλεσαμένη τοῖς δάκρυσιν: —
MiMgAgBi
τὸν ἀεὶ ἐν λέχει καὶ σκότει ὑπάρχοντα: — MgAgBBi
πολιόν: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν: — MAB
ἄλλως: τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατ’ ἰδίαν προενεκτέον· τί με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί. ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα. ἢ ὡς σκιᾶς ὄνειρον: — MAB
ἀντὶ τοῦ δυστυχῆ ἀγγελίαν: — MiAgBi
ἀντὶ τοῦ ὁδηγὸς σύντονος: — Mg
τὸ ἑξῆς· ἃ σὸν πόδα ἐμόχθει: — MgAg
[γράφεται] πόδα σὸν τυφλὸν θεραπεύμασιν ἐμόχθει: — Bi
γράφεται ὤμοι ἐγὼ παθέων: — Mi
γράφεται μιᾷ μοίρᾳ: — Bg
οὐκ ἐπ’ ὀνείδεσιν οὐδ’ ἐπιχάρμασιν: οὐκ ἐπιχαίρουσα οὐδὲ ὀνειδίζουσα λέγω νῦν τοῦτο, ἀλλὰ ὀδυνωμένη λέγω καὶ συναλγοῦσα τὴν ψυχὴν ὅτι ἡ σὴ κακοδαιμονία, ἣν ἔδει μέχρι σοῦ στῆναι, καὶ ἐφ’ ἡμᾶς τοὺς παῖδας κατήντησεν οὐχ ὁσίως: — MAB
ὁ ἔφορος δαίμων τῶν τὰ ἄλαστα πεποιηκότων: — MgB
πλουτῶν ἀκμάζων: — M
g
γράφεται ὤμοι ἐγώ: — Mi
λείπει ἡ διά· διὰ τί τάδε καταστένεις: — MiAB
ἄδηλος ὁ σὸς θρῆνος· πολλὰ γὰρ τὰ περιέχοντά σε κακά: — MiAB
διὰ τί ταῦτα στενάζεις, διὰ τὴν τύφλωσιν ⟨ἢ⟩ διὰ τὸν τῆς μητρὸς γάμον. ὁ δὲ εἶπεν· οὐ διὰ ταῦτα θρηνῶ ἀλλὰ διὰ τὰ τέκνα: — AB
διὰ τὰ τέκνα: — Mi
Bi
δι’ ὀδύνης ἂν ἔβης καὶ εἰ βλέπων ἐτύγχανες: — MiAg
δι’ ὀδύνας ἔβας: λείπει ἡ ἄν, ἵν’ ᾖ· δι’ ὀδύνας ἂν ἔβης: — A
δι’ ὀδύνης ἔβας: μειζόνως ἂν ὠδυνήθης, εἰ τοὺς ὀφθαλμοὺς ἔχων ὁρῶντας καθεώρας τούτους κειμένους νεκρούς· τὸ γὰρ ἐπενώμας ἀντὶ τοῦ διέκρινες καὶ ἐπεσκόπεις: — MAB
ἀντὶ τοῦ ὀμμάτων αὐγαῖς: — MgB
ταῖς τῶν ὀμμάτων αὐγαῖς διέκρινες καὶ ἐσκόπεις: — MgAg
† ὄμματος αὐγαῖς: ἀντίπτωσις· [ἢ] τὰς αὐγὰς τοῦ ὄμματος τοῖς σώμασι τῶν νεκρῶν ⟨ἐπ⟩εκίνεις. ἢ ἀντὶ τοῦ διεσκόπεις τὸ ἐπενώμας: — A
τῶν μὲν ἐμῶν τεκέων: ἐγὼ γὰρ κατηρασάμην τῷ θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἐμοὺς παῖδας: — MAB
ἄλοχος: καὶ τοῦτο ἀπρεπὲς ὅτι τὸν Οἰδίποδα ἄλοχον τὴν Ἰοκάστην ποιεῖ λέγοντα ἐπιγνόντα ὅτι μήτηρ ἦν. ἔδει οὖν τὸ ὄνομα παραιτήσασθαι: — MAB
ἱκέτις ἱκέταν: ἱκέτις αὐτὴ οὖσα ἱκέτην τὸν μαστὸν αἰρομένη καὶ μετεωρίζουσα, ἵνα οἱ παῖδες ἰδόντες λήξωσι τῆς μάχης. γράφεται δὲ καὶ ὀρομένα, ὅ ἐστιν ὀρούουσα καὶ προτείνουσα τὸν μαστόν: — MAB
γράφεται αἰρομένα: — MiBi
συνοίκους. ἢ ἐν ἐπαύλει μαχομένους: — MgAgBg
ἐπὶ τραύμασιν αἵματος: κατὰ κοινοῦ τὸ εὗρεν· αἵματος δὲ τὴν τύχην ἀντὶ τοῦ ἐν αἵματι τυγχάνοντας καὶ εἰς τοῦτο τύχης ἀφιγμένους, τουτέστιν· ἐλθοῦσα δ’ εὗρεν αἵματος λοιβῇ πεφυρμένους καὶ τὴν τύχην αὐτοῖς τοῦ φόνου πέρας λαβοῦσαν. εὗρεν αὐτοὺς ἡ μήτηρ ὥσπερ λέοντας δύο ἐν ἐρήμοις τόποις μαχομένους περὶ τραύματος, ὅ ἐστι περὶ σώματος ἢ παρδάλεως ἢ ἄλλου τινός: — A
κοινὸν τὸ εὗρε. ὁ δὲ λόγος ἀσύνδετος· ἐπὶ τοῖς τραύμασιν εὗρε ψυχρὰν σπονδὴν αἵματος, ὅπερ αἷμα τῶν φονευομένων σπονδή ἐστι τοῦ Ἅιδου: — MAB
τὴν εἰς ψύξιν καὶ θάνατον ἄγουσαν: — AgBi
λοιβὰν φονίαν: ἥντινα λοιβὴν ἐξ αἵματος ἔλαχεν ὁ Ἅιδης παρόσον οἱ φονευόμενοι εἰς Ἅιδου χωροῦσιν. προεξένησε δέ, φησὶν, ὁ Ἄρης τῷ Ἅιδῃ τὴν ἐξ αἵματος σπονδήν: — MAB
παρέσω τὸ ξίφος: — M
gAg
γράφεται ἔβαψεν: — A
gBg
ἐπὶ τῷ πένθει τῶν τέκνων: — MiABi
βουλομένη αὐτοὺς καταπαῦσαι· τῆς μάχης καὶ αὑτὴν κατέπαυσεν.
ἐπὶ τῷ ἄχει δηλονότι: — ABi
πάσας δὲ τὰς λύπας ἐν ταύτῃ τῇ ἡμέρᾳ συνήγαγεν: — MgAg
Bi
εἰς πέρας ἤγαγεν: — MiAg
γράφεται ἢ τέκνοις ἢ γένει: — AgBg
εἴη δ’ εὐτυχέστερος βίος: οὐχ ὡς τοῦ προτέρου βίου εὐτυχοῦς ὄντος συγκριτικῷ ἐχρήσατο· ἔσθ’ ὅτε γὰρ τὰ συγκριτικὰ ἐξ ἀνομοιοειδῶν γίνεται, ὡς τὸ πρεσβύτερος παίδων οὐχ ὡς καὶ τῶν ἄλλων παίδων παλαιῶν ὄντων: — MAB
ὡς ὥρα τάφου: οὐχ ἵνα πάντες ταφῶσιν, ἀλλὰ μόνος ὁ Ἐτεοκλῆς καὶ Ἰοκάστη· τὸν γὰρ Πολυνείκην ἀκήδευτον ἐαθῆναι λέγει: — AB
ὡς ὥρα τάφου: καιρός ἐστι μνήμην ποιεῖσθαι τῶν τάφων καὶ τῶν θαπτομένων: — MAB
ὦ Οἰδίπους δηλονότι: — Mg
γάμων φερνὰς διδούς: τὰς ἀρχὰς φερνὰς διδούς: — MAB
ἀπὸ κοινοῦ τὸ διδούς: — MMgAgB
φερνὰς δέδωκε τῇ ἀδελφῇ ἑαυτοῦ τὴν ἀρχήν: — MAB
τὰ διδόμενα δῶρα τῇ νύμφῃ: — MgAgB
φερνὰ ἡ προὶξ ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτὴν τὰς εἰς γάμους διδομένας: — A
οὐδαμῶς: — MgAg
ἀληθῶς ἐμαντεύσατο: — MgAg
διὰ τὸ σὲ εἶναι κακοδαίμονα: — MgAg
καθὸ πρὶν γενέσθαι δυστυχὴς ὑπῆρχον: — MgAgBi
ἀντὶ τοῦ ὡς οὐδείς: — MgAgBi
μήπω με μηδὲ σπαρέντα: — MgAgBg
ἄπαιδα. ἀγέννητον: — MgAg
ἐμαντεύσατο: — Mg
AgBi
γράφεται καὶ πατρὸς ὅς μ’ ἐγείνατο: — Bg
γράφεται μητρί τ’ ἀναβῆναι λέχος: — Bi
ἐπεὶ δ’ ἐγενόμην: ἐπεὶ δὲ ἐγεννήθην: —ABi
αὖθις: μετὰ τὸν Πύθιον θεόν· ὁ μὲν γὰρ τῷ χρησμῷ με προανεῖλε κελεύσας μὴ σπαρῆναι, ὁ δὲ πατὴρ τεχθέντα ἐκθεὶς ἀπέκτεινεν: — MAB
κτείνει με: ὅσον γὰρ τὸ κατ’ αὐτόν, ἀπέκτεινεν· ἐξέθηκε γάρ με ἐλπίσας ἀποτεθνήξεσθαι: — MAB
γράφεται πεφυκέναι: — MgAg
εἵμαρτο γὰρ αὐτῷ ἐξ ἐμοῦ ἀποθανεῖν: — MgAgBi
ἔτι μαστὸν ζητοῦντα καὶ χρῄζοντα: — MgAgBi
† Ταρτάρου γὰρ ὤφελεν: εἴτε ἐταρταρώθη ὁ Κιθαιρὼν, ὅπου ἐσώθημεν φυγόντες ἀθλίαν τροφὴν τῶν θηρίων: — A
Κιθαιρὼν εἰς ἄβυσσα χάσματα: αὐτὸς ὁ Κιθαιρὼν [ὃς] ὤφειλε κατατεταρταρῶσθαι. εὐήθως δὲ, φασὶ, καταρᾶται τῷ Κιθαιρῶνι ὅτι οὐκ ἀπώλεσεν αὐτόν· δέον γὰρ τοῖς ἀνελομένοις καταράσασθαι ἢ τῇ Πολύβου γυναικὶ, τῷ ὄρει καταρᾶται. ἀλλὰ μεμίμηται ὁ Εὐριπίδης τοὺς δι’ ὑπερβολὴν συμφορᾶς καὶ τοῖς ἀναισθήτοις θυμουμένους: — MAB
εἰς τὰ βαθέα: — Mg
καὶ τοῦτο εὐήθως. οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ Πόλυβος, ὡς
καὶ ἡ Ἰοκάστη φησίν
Πόλυβον ἀμφὶ δεσπότην: οὐκ ἐξέφανεν αὐτὸν πατέρα· οὐκ ἐτέχθη γὰρ υἱὸς, ἀλλὰ κτῆμα αὐτοῦ γέγονεν: — MAB
Πολύβου γυνὴ Μερόπη: — MgAg
ἀρὰς παραλαβών: θέλει εἰπεῖν ὅτι εἵμαρτο ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάιος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν: — MAB
† ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν: — A
ἀντὶ τοῦ τινός: — M
g
ἥδ’ ἡ θανοῦσα: οἶδα τοῦτο ὅτι, εἰ ἔζη, συνήθως ἄν με ἐχειραγώγησεν: — MB
γράφεται ζῶσά γ’ ἂν σάφ’ οἶδ’ ὅτι: — Bi
ἀλλὰ ἡ εὐτεκνία τῶν δύο μου παίδων: — MgAgBi
ἀντὶ τοῦ οὐ δυνατόν: — MgAg
γόνατα μὴ χρῴζειν ἐμά: καλῶς εἶπας ὅτι οὐχ ἱκετεύω σε· εἰ γὰρ καὶ σὺ ἠθέλησας, ἐγὼ οὐ συνεχώρουν: — MB
μὴ ἅπτεσθαι τῶν ἐμῶν γονάτων: — Mg
τὸν μὲν τῶν νεκρῶν: — MiBi
φανερώσεται κηρυχθήσεται: — Mg
εἰώθασι γὰρ στέφειν τοὺς νεκρούς: — MiAgBi
ἀντὶ τῆς ταφῆς θάνατον λήψεται: — MiABi
ὀρνέων τροφήν: — Mg
Ag
γράφεται τριπτύχων νεκρῶν γόους: — MgB
παρθένος δίαγε ἐκδεξομένη τὴν ἑξῆς ἡμέραν: — MiAg
B
πρὸς τὸν Οἰδίποδα λέγει ὅτι στενάζω σε πλέον τῶν ἀποθανόντων:
— AgB
πρὸς τὸν Κρέοντα ἀποστρέφει τὸν λόγον· τί διώκεις τὸν πατέρα·
τί ἀπαγορεύεις τὴν ταφὴν τοῦ Πολυνείκους: — AgB
νομοθετεῖς: — Mg
B
ἄφρονα τὰ βουλεύματα: — MAgB
εἰς πέρας ἄγειν: — M
iAgB
ἀπὸ κοινοῦ τὸ οὐ δικαίως. ἀνόσιον γὰρ, φησὶν, ὅτι τοιαύτην τιμωρίαν αὐτὸν ἀπαιτεῖς. λέγει δὲ τὸ ἄταφον μεῖναι: — MAB
ναὶ, φησὶν, ἔννομος, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο τῆς πατρίδος: — MAB
† ἄλλως: οὐ δικαίως, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο: — A
οὐχὶ οὖν: — MB
κατ’ ἐρώτησιν. ὁ δὲ λόγος· οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν. δαίμονα δέ φησι τὸν ἐξ εἱμαρμένης καὶ δαίμονος θάνατον. τύχῃ δὲ τῇ κατὰ πόλεμον συντυχίᾳ. οὐκοῦν, φησὶν, ἀρκέσθητι τῷ θανάτῳ, ὃν ἔτυχεν αὐτὸν ἐν τῷ πολέμῳ ἀνατλῆναι: — MAB
τὸ μέρος εἰ μετῆλθε γῆς: κατ’ ἐρώτησιν ἐν ἤθει: — MB
τί πλημμελήσας ἀπῄτησε τὸ μέρος: — MAB
ἄλλως: τί ἥμαρτε, φησὶν, εἰ τὸ μέρος μετῆλθεν: — A
: — Mg
ἔκριν’ ὁ δαίμων: ταῦτα ἔκρινεν ὁ δαίμων, οὐχ ἃ σὺ βούλει: — MAgB
ὑγρὰν θήσει κόνιν: ὑγράν: τὴν χυτὴν καὶ λεπτὴν, πρὸς
ἀντιδιαστολὴν τῆς ἐριβώλακος. Ὅμηρος χυτὴν
ἐπὶ γαῖαν ἔχευαν
. ἔστι δὲ ὑγρὰ ἡ νεοσκαφὴς γῆ: — MAB
ναὶ πρὸς σὲ καὶ τῆς μητρὸς Ἰοκάστης: — Mi
λείπει ὁ καί· καὶ τῆς μητρὸς Ἰοκάστης: —
ABi
† ὁ δὲ λόγος· ναὶ συγχώρησον ταφῆναι· παρακαλῶ πρὸς τῆς Ἰοκάστης τῆς ἐμῆς μητρός: — A
τῶν ἀπηγορευμένων. Ἀριστοφάνης ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνης
: — B
εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι: — MB
† τελαμῶνας δὲ τὰ ῥάκη, ὅ φαμεν τοὺς ἐπιδέσμους: — B
ὦ φίλτατ’: ὦ φίλτατε Πολύνεικες, προσπτύξομαι κἂν τὸ σὸν στόμα, ἐπεὶ οὐ συγχωροῦμαι θάψαι σε: — MB
ὁ ἀλλά ἀντὶ τοῦ καί. ἢ ἀντὶ τοῦ δή παραπληρωματικοῦ: — MBi
οὐκ εἰς γάμους σούς: οὐκ ὀφείλεις κλαίειν μέλλουσα γαμεῖν: — MB
ἄλλως: οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους σούς. ἢ τὸ οὐ
⟨οὐ⟩ δίφθογγον ἀντὶ τοῦ ⟨ὃ⟩ μή: — MAgB
ποῖ γὰρ ἄπει τὸ λέχος ἐκφυγοῦσα: — MiAgBi
ἐμὲ ὡς μίαν ἕξει τῶν Δαναΐδων: — MiBi
τὸ τολμηρὸν γύναιον: — AgBi
ἐξωνείδισεν: καυχωμένη εἶπεν, ἐξύβρισεν. ὄνειδος γὰρ αὐτῷ τὸν υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέισε καὶ ἔνδοξον ἐποίησε μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεται. δύναται καὶ ἡμῖν συνήθως παρόσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται: — MB
γινωσκέτω τὸ ξίφος. ὅρκος γάρ μοι τὸ ξίφος αὐτό: — MiAg
Bi
γενναιότης σοι, μωρία δ’ ἔνεστί τις: εὐγένεια. ἀντὶ τοῦ
γενναίως μὲν πράττεις, μωρῶς δέ: — MAgB
ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί, τουτέστιν· εὐγένεια καὶ μωρία ἔνεστί
σοι: — MAgB
καὶ ξυνθανοῦμαι: καὶ συναποθνῄσκω, φησὶν, αὐτῷ, ἵνα πλέον τι μάθῃς. ἢ οὕτως· περαιτέρω γενομένη, ἀντὶ τοῦ ἑκὰς τῆς πόλεως γενομένη: — MAB
ἀλλ’ εἰ γαμοίμην: ἠθικῶς τοῦτο προενεκτέον καὶ δεῖ συνυπακούειν τὸ καλῶς ἂν ἔχοι, οἷον· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ἐγὼ γαμοίμην καὶ σὺ μόνος φεύγοις, πάτερ. συναπτέον δὲ τὸ ἀλλ’ εἰ γαμοίμην τῷ ἑξῆς, οἷον· ἀλλ’ εἰ γαμοίμην, καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ: — MAB
πεσὼν ὅπου μοι μοῖρα: πεσὼν κείσομαι ἐν ἐκείνῳ τῷ τόπῳ ὅπου μοι μοῖρά ἐστιν: — MAB
γράφεται ἠδ’ ἀπώλεσεν· τὸ δὲ ἠδέ ἀντὶ τοῦ καί: — MB
καὶ ἄλλως: ὁ δέ ἀντὶ τοῦ καί· ἓν ἦμαρ με καὶ ὤλβισε καὶ ἀπώλεσε. ποῖον δέ ἐστι καθ’ ὃ ὄλβιος ἐγένετο καὶ δυστυχής· ὅτε τὸ αἴνιγμα τῆς Σφιγγὸς ἔλυσε· κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἔγημε τὴν μητέρα καὶ τῆς ἀρχῆς ἀντελάβετο. τὸ μὲν οὖν εὐτύχημα, τὸ λῦσαι τὸ αἴνιγμα καὶ βασιλεῦσαι· δυστύχημα δὲ, τὸ γῆμαι τὴν μητέρα παρὰ τὸν τῆς φύσεως θεσμόν: — MAB
τὸ οὔ πρὸς τὸ αἰσχρά συναπτέον, τουτέστιν· οὐκ αἰσχρά: — MB
† οὔ σωφρονούσῃ γ’: τὸ οὔ πρὸς τὸ αἰσχρά· οὐκ αἰσχρὰ σωφρονούσῃ, ἀλλὰ γενναία ἡ τοιαύτη φυγὴ, τουτέστι· πρὸς γεννικῆς καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεύειν τυφλὸν πατέρα: — A
† ἄλλως: κατ’ ὀρθὴν πτῶσιν γραπτέον καὶ οὕτω τὸν λόγον ἀποδοτέον· αἰσχρά γε ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί, ἀλλ’ ἐγὼ γενναία καὶ σώφρων. ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν καὶ συναποθνῄσκειν ἤθελε τῷ πατρὶ καὶ γάμον παρορῶσα καὶ τυραννίδα, ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ τυραννίδος: — A
† οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ
θάψει Πολυνείκην Ἀντιγόνη συμφεύγουσα τῷ πατρί· πλεονάζει δὲ τῷ τοιούτῳ
εἴδει ὁ Εὐριπίδης: — Bi
ἐκτεταμένοι: — Ag
Bi
ἀντὶ τοῦ πτώματα: — MgBi
νῦν χρησμὸς, ὦ παῖ: ἦν γὰρ αὐτῷ χρησμῳδηθὲν ἐν Ἀθήναις ἀποθανεῖν: — A
ὁ ποῖος: ὁ λόγος κατ’ ἐρώτησιν· ἆρα δὴ πρὸς τοῖς οὖσι κακοῖς ἄλλα κακὰ ἐρεῖς: — MAB
ὁ ἦ ἀντὶ τοῦ ἆρα, ὁ ἀλλά ἀντὶ τοῦ δή, ἵν’ ᾖ· ἆρα δή: — MB
ἀντὶ τοῦ πόλις· τετράπολις γὰρ ἡ Ἀττική: —
MAgBi
ἱερὸς Κολωνὸς δώμαθ’: δέξεταί με δηλονότι. Κολωνὸς ἀκρωτήριον τῆς Ἀττικῆς. ἱππείου δὲ θεοῦ τοῦ Ποσειδῶνος. ἔστι δὲ καὶ ἕτερος Κολωνὸς ἐργάτης: — MAB
δώμαθ’ ἱππείου θεοῦ: διχῶς δὲ, πληθυντικῶς καὶ ἑνικῶς: — MB
ἱππείου θεοῦ: περὶ τοῦ ἐν τῷ ἱππείῳ Κολωνῷ τεθάφθαι τὸν Οἰδίπουν ἐν ἄλλοις ἐξειργάσμεθα ἀκριβῶς: — MB
μετέχειν: — Ag
Bg
† ἴθ’ εἰς φυγὰν τάλαιναν: διὰ μὲν τοῦ
τὴν τὰς ναῦς διαπέμπουσαν: — B
γενόμεσθα: Ἀττικῶς μετὰ τοῦ σ: — MAB
δῆτα Θηβαίων: τῶν Θηβαίων ἡμεῖς παρθένων ἁπασῶν μάλιστα ἄθλιαι τυγχάνομεν: — AB
πόθι γεραιὸν ἴχνος: ὅπου, φησὶ,. μέλλω τὸ ἴχνος τιθέναι, ἐκεῖσε χειραγώγει με: — AB
κατὰ τὴν ἰσχὺν γὰρ εἰκελόνειρος: — MiBi
τάλαιν’ ἐγώ: ἀθλία εἰμὶ ἕνεκα τῶν σῶν κακῶν καὶ τῶν τοῦ ἀδελφοῦ Πολυνείκους ὕβρεων: — MAB
ὃν εἴ με καὶ θανεῖν: ὅνπερ καλύψω τῇ γῇ, εἴ με καὶ χρὴ ἀποθανεῖν: — MA
ἀντὶ τοῦ· εἰ δέοι με καὶ ἀποθανεῖν: — M
Δίδυμός φησι συμβουλεύειν αὐτῇ τοῦτο ποιῆσαι, ἵνα ἐρανίσωσιν αὐτήν. οὐδὲν γὰρ λαμβάνουσιν ἐξιόντες ἐφόδιον: — AB
ἅλις ὀδυρμάτων: αὐτάρκως ὠδύραντο τὴν ἐμὴν ἀτυχίαν αἱ
ὁμήλικες. αὐτάρκειά μοι τῶν θρήνων: — MABi
σὺ δ’ ἀμφὶ βωμίους: φάνηθι ἀπὸ κοινοῦ. ἵνα ἱκετεύσῃς τοὺς θεοὺς λῆξιν δοῦναι τῶν κακῶν καὶ εὐμενεῖς πρὸς τὰ λοιπὰ γενέσθαι παραπέμψαντας ἡμᾶς εἰς Ἀθήνας: — MAB
ἴθ’ ἀλλὰ Βρόμιος: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις. ἀντὶ τοῦ ἐν ὄρει: — MA
ἵνα τε σηκός: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστίν, ἐν Κιθαιρῶνι. σηκός δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτέ φησιν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος: — MAB
Καδμείαν: Καδμείαν νεβρίδα, ἀντὶ τοῦ ἐπιχωρίαν καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν: — MAB
ἄλλως: τούτῳ με κελεύεις χορεῦσαι ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης· ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην ἀνθ’ ὧν ἐχόρευσα. πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου: — MAB
χάριν διδοῦσα ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἐπεὶ Οἰδίπους τοιαῦτα πέπονθεν: — MAB
† ἦν: ἤμην ὑπῆρχον. κατέσχον δὲ ἀντὶ τοῦ ἐνίκησα. ἢ ἔγνων: — B
ὃς μόνος Σφιγγὸς κατέσχον: ἱστορεῖ Πείσανδρος ὅτι κατὰ χόλον τῆς Ἥρας ἐπέμφθη ἡ Σφὶγξ τοῖς Θηβαίοις ἀπὸ τῶν ἐσχάτων μερῶν τῆς Αἰθιοπίας, ὅτι τὸν Λάιον ἀσεβήσαντα εἰς τὸν παράνομον ἔρωτα τοῦ Χρυσίππου, ὃν ἥρπασεν ἀπὸ τῆς Πίσης, οὐκ ἐτιμωρήσαντο. ἦν δὲ ἡ Σφὶγξ, ὥσπερ γράφεται, τὴν οὐρὰν ἔχουσα δρακαίνης· ἀναρπάζουσα δὲ μικροὺς καὶ μεγάλους κατήσθιεν, ἐν οἷς καὶ Αἵμονα τὸν Κρέοντος παῖδα καὶ Ἵππιον τὸν Εὐρυνόμου τοῦ τοῖς Κενταύροις μαχεσαμένου. ἦσαν δὲ Εὐρύνομος καὶ Ἠιονεὺς υἱοὶ Μάγνητος τοῦ Αἰολίδου καὶ Φυλοδίκης. ὁ μὲν οὖν Ἵππιος καὶ ξένος ὢν ὑπὸ τῆς Σφιγγὸς ἀνῃρέθη, ὁ δὲ Ἠιονεὺς ὑπὸ τοῦ Οἰνομάου, ὃν τρόπον καὶ οἱ ἄλλοι μνηστῆρες. πρῶτος δὲ ὁ Λάιος τὸν ἀθέμιτον ἔρωτα τοῦτον ἔσχεν. ὁ δὲ Χρύσιππος ὑπὸ αἰσχύνης ἑαυτὸν διεχρήσατο τῷ ξίφει. τότε μὲν οὖν ὁ Τειρεσίας ὡς μάντις εἰδὼς ὅτι θεοστυγὴς ἦν ὁ Λάιος, ἀπέτρεπεν αὐτὸν τῆς ἐπὶ τὸν Ἀπόλλωνα ὁδοῦ, τῇ δὲ Ἥρᾳ μᾶλλον τῇ γαμοστόλῳ θεᾷ θύειν ἱερά. ὁ δὲ αὐτὸν ἐξεφαύλιζεν. ἀπελθὼν τοίνυν ἐφονεύθη ἐν τῇ σχιστῇ ὁδῷ αὐτὸς καὶ ὁ ἡνίοχος αὐτοῦ, ἐπειδὴ ἔτυψε τῇ μάστιγι τὸν Οἰδίποδα. κτείνας δὲ αὐτοὺς ἔθαψε παραυτίκα σὺν τοῖς ἱματίοις ἀποσπάσας τὸν ζωστῆρα καὶ τὸ ξίφος τοῦ Λαΐου καὶ φορῶν· τὸ δὲ ἅρμα ὑποστρέψας ἔδωκε τῷ Πολύβῳ, εἶτα ἔγημε τὴν μητέρα λύσας τὸ αἴνιγμα. μετὰ ταῦτα δὲ θυσίας τινὰς ἐπιτελέσας ἐν τῷ Κιθαιρῶνι κατήρχετο ἔχων καὶ τὴν Ἰοκάστην ἐν τοῖς ὀχήμασι. καὶ γινομένων αὐτῶν περὶ τὸν τόπον ἐκεῖνον τῆς σχιστῆς ὁδοῦ ὑπομνησθεὶς ἐδείκνυε τῇ Ἰοκάστῃ τὸν τόπον καὶ τὸ πρᾶγμα διηγήσατο καὶ τὸν ζωστῆρα ἔδειξεν. ἡ δὲ δεινῶς φέρουσα ὅμως ἐσιώπα· ἠγνόει γὰρ υἱὸν ὄντα. καὶ μετὰ ταῦτα ἧλθέ τις γέρων ἱπποβουκόλος ἀπὸ Σικυῶνος, ὃς εἶπεν αὐτῷ τὸ πᾶν ὅπως τε αὐτὸν εὗρε καὶ ἀνείλετο καὶ τῇ Μερόπῃ δέδωκε, καὶ ἅμα τὰ σπάργανα αὐτῷ ἐδείκνυε καὶ τὰ κέντρα ἀπῄτει τε αὐτὸν τὰ ζωάγρια· καὶ οὕτως ἐγνώσθη τὸ ὅλον. φασὶ δὲ ὅτι μετὰ τὸν θάνατον τῆς Ἰοκάστης καὶ τὴν αὐτοῦ τύφλωσιν ἔγημεν Εὐρυγάνην παρθένον, ἐξ ἧς αὐτῷ γεγόνασιν οἱ τέσσαρες παῖδες. ταῦτά φησι Πείσανδρος: — MAB
οἱ τὴν Οἰδιποδίαν ἀλλ’ ἔτι
κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων παῖδα φίλον Κρείοντος ἀμύμονος Αἵμονα
δῖον
. καί φασιν ὅτι οὐκ ἦν θηρίον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ
χρησμολόγος δύσγνωστα τοῖς Θηβαίοις λέγουσα καὶ πολλοὺς αὐτῶν ἀπώλλυεν
ἐναντίως τοῖς χρησμοῖς χρωμένους: — Mon. 560
τῆς μιαιφόνου κράτη: δι’ ὧν ἐκράτει τῆς πόλεως: — M
† μιαιφόνου κράτη: γράφεται καὶ κάρα. κράτη τὰ σοφίσματα, δι’ ὧν ἐκράτει τῆς πόλεως: — B
Θησεὺς υἱὸς μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ
Ἀθηναίων. γήμας δὲ μίαν τῶν Ἀμαζονίδων, Ἱππολύτην, Ἱππόλυτον ἐγέννησε,
κάλλει τε καὶ σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον
μετήλλαξεν, ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασιλέως καὶ
Πασιφάης θυγατέρα, Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα ἕνα τῶν συγγενῶν φονεύσας
φεύγει εἰς Τροιζῆνα μετὰ τῆς γυναικὸς, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ
Πιτθεῖ τρέφεσθαι. θεασαμένη δὲ τὸν νεανίσκον ἡ Φαίδρα εἰς ἐπιθυμίαν ὤλισθεν,
οὐκ ἀκόλαστος οὗσα, πληροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἡ τὸν Ἱππόλυτον διὰ
σωφροσύνην ἀνελεῖν κρίνασα τὴν Φαίδραν εἰς ἔρωτα παρώρμησε, τέλος δὲ τοῖς
προτεθεῖσιν ἐπέθηκε. στέγουσα γὰρ τὴν νόσον ἡ Φαίδρα χρόνῳ πρὸς τῆς τροφοῦ
δηλῶσαι ἠναγκάσθη, ἥτις κατεπαγγειλαμένη αὐτῇ βοηθήσειν [ἥτις] παρὰ τὴν
προαίρεσιν λόγους προσήνεγκε τῷ νεανίσκῳ. τραχυνόμενον δὲ αὐτὸν ἡ Φαίδρα
καταμαθοῦσα τῇ μὲν τροφῷ ἐπέπληξεν, ἑαυτὴν δὲ ἀνήρτησε. καθ’ ὃν καιρὸν
φανεὶς Θησεὺς καὶ καθελεῖν
ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ** ἐν Ἀθήναις. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι ̄ ̄π ̄ζ ἔτει ̄δ. πρῶτος Εὐριπίδης. δεύτερος Ἰοφῶν, τρίτος Ἴων. ἔστι δὲ οὗτος Ἱππόλυτος δεύτερος ⟨ὁ⟩ καὶ στεφανίας προσαγορευόμενος. ἐμφαίνεται δὲ ὕστερος γεγραμμένος· τὸ γὰρ ἀπρεπὲς καὶ κατηγορίας ἄξιον ἐν τούτῳ διώρθωται τῷ δράματι. τὸ δὲ δρᾶμα τῶν πρώτων: — MNAB
Πολλὴ μέν: δυνατή, θαυμαστή, μεγίστη. Ὅμηρος πολλὸς γάρ τις ἔκειτο
: — MgNAgBi
ἡ διάνοια ἐμφαντικώτερόν τε καὶ ῥητορικώτερον πέφρασται ἐκ τοῦ
ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα: — MNABi
οὐκ ἀνώνυμος μέν τις ἀλλὰ πολλὴ οὖσα τὴν φήμην ἐν ἀνθρώποις θεὰ κέκλημαι Κύπρις καὶ παρὰ τοῖς ἐν τῷ οὐρανῷ καὶ παρὰ τοῖς ἐν τῷ πόντῳ ζῴοις θεὰ νενόμισμαι. τινὲς δὲ τὸ ἑξῆς οὕτω· πολλὴ μὲν ἐν βροτοῖσι θεὰ κέκλημαι· ποίοις βροτοῖς; [καὶ] ὅσοι Πόντου ⟨τ’⟩ ἔσω ναίουσι τερμόνων τ’ Ἀτλαντικῶν: — N
ἄδοξος: — Ag
ὅ ἐστι· καὶ παρὰ θεοῖς καὶ ἐντὸς οὐρανοῦ: — MgNAg
Bg
ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ
νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν
ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσῳ γε
μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ
τερμόνων τ’ Ἀτλαντικῶν: τῶν πρὸς Γαδείροις τόπων· ἐκεῖ γὰρ
ὄρος Ἄτλας· οὗτος δέ ἐστιν ὁ ἄξων ⟨τοῦ οὐρανοῦ⟩. Ὅμηρος ἔχει δέ τε κίονας αὐτός
: — N
τερμόνων τ’ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὄρος Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ Πόντος ἀνατολικός: — MNAB
ἄλλως: εἰς τὰ ἔσχατα. ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην
γινώσκεσθαι λέγῃ δι’ ὧν φύεται, οἷον· καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα
Ἀφροδίτην οἶδεν τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι [τῶν στοιχείων τούτων]
οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον: —
MNBi
φῶς ὁρῶντες Ἡλίου: πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως διάκειται
Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας Ἄρεως: — MNAgBi
τοὺς μὲν σέβοντας: τὸ ἑξῆς τῆς διανοίας· προαποδειχθέντος τοῦ
μεγάλην μέ τινα εἶναι καὶ ἐπίσημον παρὰ πᾶσι τοιαύτη τις εἰμὶ τὴν φύσιν ὡς
τοὺς μὲν σέβοντάς με τιμᾶν, τοὺς δὲ ἀποσειομένους τὴν εἰς ἐμὲ εὐσέβειαν
καταβάλλειν. ἀντὶ τοῦ· πολλή τις οὖσα, τοὺς μὲν τιμῶ,
τιμῶ σέβω: — Mg
Ag
ἔνεστι γὰρ δή: ἔνεστι καὶ ἐν τοῖς θεοῖς τὸ χαίρειν ταῖς
τιμαῖς, ὡς ἐπὶ τῶν ἀνθρώπων. καὶ διὰ τοῦ κἀν ἔδειξεν ὅτι τοῦτο
προσωμολόγηται παρὰ πᾶσιν: — MABi
δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα: ἔξεστι μὲν τοῦτο καὶ καθόλου ἐπὶ τῶν προειρημένων νοημάτων λαβεῖν, ἐξαιρέτως δὲ ἐπὶ τοῦ τοὺς μὲν σέβοντας τιμῶ, τοὺς δὲ βλασφημοῦντας με σφάλλω: — MAB
τοῦτο δύναται καὶ ἐπὶ πάντων λαμβάνεσθαι τῶν προειρημένων, δύναται ⟨δὲ⟩ καὶ ἐπὶ τοῦ παρόντος: — M
Ἀμαζόνος τόκος: ὅτε γὰρ μετὰ Ἡρακλέους ὁ Θησεὺς ταῖς Ἀμαζόσιν ἐπολέμησεν διὰ τὸν ζωκτῆρα, Ἀντιόπην ἔλαβεν αἰχμάλωτον καὶ ἤγαγεν εἰς τὴν Ἑλλάδα καὶ συμμιγεὶς αὐτῇ ἐποίησεν υἱὸν, τὸν Ἱππόλυτον: — MNAB
τῆς Ἀντιόπης: — Mg
Ag
ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα ⟨λέγει⟩, ὡς καὶ ἐν Μηδείᾳ παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατος
.
παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας τῆς μητρὸς Θησέως ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν
δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν χρησμὸν
τῷ Αἰγεῖ καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται
Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν, ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος **· Ἀθηναῖοι δὲ μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὀστᾶ αὐτοῦ ἔθαψαν: — A man. recentiss.
ὑπάρχειν: — Mg
Ag
ἀναίνεται δὲ λέκτρα: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας; καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει [καὶ τοῦτο ποιεῖν ὡς καὶ] αὐτῆς μὴ ποιεῖν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης ἔρωτας αὐτὴ ἀποστέλλει. ὡς ἐν διηγήσει λέγει ἢ ὡς πρὸς κνησμονὴν αὐτῆς ἐκείνου τοῦτο ποιοῦντος: — MNAB
μείζω βροτείας: εὐτυχήσας τῆς ἐπιμιξίας τῆς δαίμονος πλέον ἢ ὡς δεῖ ἀξιοῦσθαι ἄνθρωπον φιλίας θεοῦ. οἷον· μείζονι τῆς ἀνθρωπίνης ὁμιλίας ἐντυχὼν τῇ Ἀρτέμιδος: — MNAB
τὰ πολλὰ δὲ πάλαι προκόψασ’: τοῦτο ἐσολοίκισεν· οὕτω γὰρ ἔδει
εἰπεῖν· τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω. συνεχῶς
τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν
προκόψασ’: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ· συνεχῶς δὲ οὗτος κέχρηται τῷ τοιούτῳ σχηματισμῷ: — MA
ἐλθόντα γάρ νιν: ἐν τῇ Ἀττικῇ ἔτι οὗσα ἡ Φαίδρα [πρὶν μετοικῆσαι εἰς Τροιζῆνα] ἰδοῦσα τὸν Ἱππόλυτον ἐλθόντα ἐπὶ μύησιν τῶν Ἐλευσινίων ἤρα πρὶν καὶ εἰς Τροιζῆνα ἐλθεῖν καὶ ἐκ τῆς συνεχοῦς θέας ** ⟨ἔστι⟩ νοῆσαι τὸν ἔρωτα ὅτι πολὺς ἦν ὡς ἐξ αἰφνιδίου θέας τηλικοῦτον ἰσχῦσαι: — MNAB
σεμνῶν ἐς ὄψιν· μεγάλων σεπτῶν. ἔοικε δὲ λέγειν τῶν Ἐλευσινιακῶν. ὄψιν δὲ λέγει τὴν θέαν, τέλη δὲ τὴν τελετήν: — MNAB
εἰς τὴν Ἀττικήν: — M
gAgBi
κατεσχέθη ὑπὸ τοῦ ἔρωτος: — MiAgBi
καὶ πρὶν μὲν ἐλθεῖν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα, ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ ἐξιλεουμένη τὸν ἔρωτα [καὶ μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ ἱδρύσασθαι τὸ ἱερὸν ἔλεγε]: — MNAB
πέτραν παρ’ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ’ ἧς ⟨ἧν⟩ ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φησίν, ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ’ Ἱππολύτῳ, ὃ νῦν καὶ Ἱππολύτειον καλοῦσιν: — MNAB
Παλλάδος κατόψιον: πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος. κατόψιον δὲ ἀντὶ τοῦ· ἐπὶ ταύτης τῆς γῆς, τῆς Ἀττικῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ· ἐξ ἐναντίας ⟨τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνος⟩: — MA
κατόψιον: τὸ κατόψιον οἱ πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ [τῆς γῆς τῆσδε ὅ ἐστι Τροιζῆνος]. ἢ κατόψιον τὸ ὑψηλόν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα: — MNAB
ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου ἀντικειμένη τῇ
Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς † τὸ θύνιον. οἱ δὲ Ἀττικῶς
λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε τὰ
πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις Πανδίονος γῆν
ἐνιδρύσατο: — Mg
Ag
μὴ παρόντος: — Mg
ἀποδήμου καὶ μὴ ἐπιδημοῦντος Ἱππολύτου ἤρα: — N
ἐρῶσ’ ἔρωτ’: ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης ναὸν ἐπὶ
αὐτῷ [Ἱππολύτῳ]: — NABi
εἰς τὰ μετὰ ταῦτα: — MiAgBg
ἱδρῦσθαι θεάν: ⟨μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ⟩
ἱδρύσασθαι ⟨τὸ⟩ ἱερὸν ἔλεγε. πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ
Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ i
μεθίσταται τῆς γῆς: — MgAg
μίασμα φεύγων αἵματος: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι
Φιλόχορος οὕτω φησί Πάλλαντος
ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς
πορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ
βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν’, ὅταν
ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λά
. ἡ δὲ ἱστορία οὕτως ἔχει· Νῖσος
καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασιν, καὶ ὁ μὲν Νῖσος
τὰ Μέγαρα ᾤκει. Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἧρχον. τῆς Ἀττικῆς οὔπω
συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα. ἀνεψιὸν ὄντα τῶν Πάλλαντος παίδων,
ἕνα αὐτῶν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. [οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ
γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα, λοχῶντας ἵνα εἰσπέσωσι τῇ
πόλει.] ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας
ἐνιαυσίᾳ φυγῇ ζημιοῦσθαι ⟨διὰ⟩ τὸ μίασμα. ἔξορον αὑτὸν ἐποίησεν καὶ τὴν
γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τοὺς συγγενεῖς μετήνεγκεν ἑαυτὸν ἐκ
ταύτης καὶ πάσης τῆς Πελοποννήσου ἀφορίσας. ἔθος γὰρ τοῖς ἐφ’ αἵματι
φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος: — MNAB
Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατεπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν: — MAB
καὶ τῇδε σὺν δάμαρτι: εἰς τὴν Ἀττικὴν ἦλθε πλεύσας διὰ τὸν φόνον: — MNA
οἱ γὰρ ἐφ’ αἵματι φεύγοντες ἐνιαυτὸν ποιοῦσιν ἔξωθεν τῆς πατρίδος: — MA
ἄναξ Ποσειδῶν: Αἴθρα γὰρ συνελθὼν Ποσειδῶν ἐποίησε τὸν Θησέα. τοὺς δὲ εἰς ἀπαλλαγὴν τῶν κακῶν γινομένους ἀνθρώπους θεῶν παῖδας ὠνόμαζον. ὧν καὶ ὁ Θησεὺς εἷς ἐστίν: — MNAB
παρέσχεν. ἢ ἐδωρήσατο: — MgAg
μηδὲν μάταιον: μίαν μὲν ᾐτήσατο τὸ ἀνελθεῖν ἐξ Αἷδου. δευτέραν
ἐκ λαβυρίνθου. τρίτην ⟨τὸ⟩ τῷ Ἱππολύτῳ ⟨θάνατον πεμφθῆναι⟩: —MNABi
ἡ δ’ εὐκλεὴς μέν: Μίνωος γάρ ἐστι θυγάτηρ. Θησέως δὲ γυνή. ἢ
ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ. Μίνωος δὲ θυγάτηρ. εὐκλεής
ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ· ἀπολεῖται καίπερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον
ὅτι πάσαις ταῖς ἀφ’ Ἡλίου γενομέναις ἐμήνιεν Ἀφροδίτη. διὰ τὴν μηνυθεῖσαν
ὑφ’ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου. ἀλλὰ καὶ τοῦ * *
Μίνωος ἐρασθῆναί φασιν. ὡς ἱστορεῖ Σωσικράτης
τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω: οὐ τὸ ταύτης κακὸν ἔμπροσθεν θήσομαι τοῦ μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ· οὐ φροντίσασα τῆς ἀπωλείας αὐτῆς τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι: — MNAB
ἄλλως: οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης ἀπώλειαν καὶ τὸ μὴ τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι: — MNAB
ἑπόμενος χορός: — M
gAgBi
οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας: οὐκ ἐπίσταται, φησὶν, ὅτι
ἕτοιμος αὐτῷ ἐστιν ὁ θάνατος: — MNABi
τελευταῖον: — Mg
ἕπεσθ’ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτον φασὶν ᾄδειν.
ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν.
ἕτεροί εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ 2 p. 374]2 p. 412]χορὸς νεανιῶν τῶν κυνηγῶν Ἱππολύτου
, οὐχ ᾗ λέγουσι
τινὲς ⟨τὸν⟩ Ἱππόλυτον ⟨ταῦτα⟩ λέγειν, ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς
ᾄδειν τὴν Ἄρτεμιν, λέγων ἕπεσθ’ ᾄδοντες: — MNAB
ἢ ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται αὐτοῖς, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ τινές εἰσι παρὰ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν: — MNAB
ᾗ μέλομεν κυνηγετικὴν ἀσκοῦντες: — MiNAgBg
καλλίστη οὖσα ὑπὲρ πάσας τὰς παρθένους: —
MAgBg
τὴν καλλίστην τοῦ πατρὸς Διὸς αὐλήν: — MiAgBg
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου: διαβεβόηται τοῦτο τὸ
ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ
στεφάνῳ, οἱ δὲ [Φιλόχορος
ἄλλως: ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν ἢ
ποταμοῖς ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων
τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν
καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμήν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρόν, διὰ δὲ τῶν
στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ
† ἄλλως: καθολικόν ἐστι, τῆς διανοίας καὶ στέφανον αὐτὸν
προσφέροντα ἅτε δὴ σοφόν. τῷ μὲν γὰρ ξοάνῳ τὸν χειροποίητον στέφανον
προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον ⟨διὰ
τὸ⟩ δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτελεῖν τοὺς ὕμνους. ἀκήρατον δὲ
λειμῶνα ἀλληγορεῖ, ἐξ οὗ τῶν ἀνθέων πεπλέχθαι τὸν στέφανον, τὴν παρθένιον
καὶ ἄδολον ἔννοιαν ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ ποίμνια ἄγειν·
τὰ οὖν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ
μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρεν·
σίδηρον οὖν λέγει ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν καὶ κακουργίαν ἢ τὴν τῶν
αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ· [βοτὰ δὲ
λέγει τὰ ποίμνια] μέλισσαν μέντοι ἀλληγορεῖ αὐτὴν τὴν ψυχήν. καθαρώτατον γάρ
τι ζῷον ἡ μέλισσα, ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὸν
δὲ αὐτὸν εἶπεν ἤτοι
καίρων τῷ μελιλώτῳ στέφεσθαι τὴν ἐν Ἄγραις Ἄρτεμιν,
Ἀπολλόδωρος δὲ παρὰ Κρησὶν δίκταμνον ἢ σχῖνον εἶναί φησιν αὐτῆς τὰ
στεφανώματα· φύεσθαι δὲ τὸ δίκταμνον ἐν Κρήτῃ μόνῃ· τοῦτο καὶ ὠκυτόκιον
εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως ἀποτίκτειν.
Ἴστρος δέ φησιν ἐν τῷ ̄γ τῶν Ἀτάκτων καταλέγεσθαι παῖδας ἀμφιθαλεῖς
ἀνθοφόρους, ἐπὶ πᾶσι δὲ τοὺς παῖδας ἀνθοφορεῖν ἐκ τῶν τῆς θεοῦ κήπων εἰς τὸν
στέφανον, τὴν δὲ ἱέρειαν πλέκειν καὶ στεφανοῦν πρῶτον μὲν τὸ ἕδος, μετὰ δὲ
ταῦτα τὸ ἄγαλμα: — NBi
τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σχίνῳ, οἱ δὲ
λωτῷ στέφεσθαί φασιν: — MABi
ἐκ καθαρᾶς καρδίας: — MgAgBg
παραμόνιμον: — Mg
Bg
ψυχή: — Mg
† αἰδὼς δὲ ποταμίαισιν: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα
γεωργεῖ καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει. τοῦτο δὲ
λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε καὶ τοῖς ἀγαθοῖς
ἀνδράσι καὶ σοφοῖς ἔνεστι τὸ αἰδημονικόν. ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ
βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου
τοῦ λειμῶνος μόνοις
† ἄλλως: ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι δι’ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δι’ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἠβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτων λειμώνων δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοῖς ποιητικὴν μετιοῦσιν αἰδοῦς μεμοιρᾶσθαι πάντως· διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι: — NAB
ἀνατρέφει: — Mg
ὅσοις διδακτόν: διδακτόν ἐστιν τὸ μὴ ἐκ φύσεως πλεονέκτημα. ἀλλ’ ἐκ συνεχοῦς μελέτης ἀνυόμενον· καὶ οἱ φιλόσοφοι διδακτὰ μὲν τὰ πονηρὰ καλοῦσιν, φυσικὰ δὲ τὰ καλά. διδακτὸν οὖν τὸ ἐκ βίας φύσεως μάθημα ἢ συνεχεῖ ἐγνωσμένον μελέτῃ. τὰ γοῦν ἐξ ἐπινοίας καλὰ καὶ παλίμβολά εἰσιν: — MNAB
ἔλαχεν: — Mg
καρποῦσθαι: — Mg
χρυσέας κόμης: τοῦτο πάλιν πρὸς τὸν χειροποίητον στέφανον, ὃν ἔφερεν τῷ ξοάνῳ. τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν ὕμνον κόσμον εἰρῆσθαι αὐτῷ. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ εἰρημένον πότνια: — MNAB
σοὶ δὲ ξύνειμι: τὸ ἑξῆς· σοὶ δὲ σύνειμι καὶ λόγοις ἀμείβομαι
καὶ μόνῳ βροτῶν τοῦτό ἐστιν ἐμοὶ γέρας: — MAg
τέλος δὲ κάμψαιμ’: τὸ δὲ τέλος τοῦ βίου ἀνύσαιμι ὥσπερ καὶ ἠρξάμην, ἐν σωφροσύνῃ διατελέσας: — MN
ἄναξ· θεοὺς γάρ: ἄναξ κυρίως ὁ σωτήρ, διὸ καὶ τοὺς θεοὺς
ἄνακτας καλοῦσιν. καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας καλοῦσιν, ὡς
δευτέρους σωτῆρας. καὶ Ὅμηρος
Ἀστυάναξ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἑκτωρ
, οἷον ὁ τοῦ ἄστεος σωτήρ. ὦ οὖν
ἄναξ· θεοὺς γὰρ καὶ σωτῆρας καλεῖν τοὺς δεσπότας χρή. δύναται δὲ τὸ ἄναξ ἐπὶ
τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ τῶν θεῶν: — MNAB
† ἄλλως: ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἰππόλυτον ἄνακτα λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας. καὶ γὰρ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτῷ περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτως καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως: — B
καὶ κάρτα γ’: κατ’ ἐναλλαγήν ἐστιν ἀπὸ τοῦ κράτα, οἷον κραταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς: — MB
μισεῖν τὸ σεμνόν: σεμνόν τὸ ὑπερήφανον. δηλοῖ δὲ ἡ λέξις καὶ
τὸ τίμιον ὡς ὑποκατιών φησι i
τὸ ὑπερήφανον. καὶ σφόδρα τίμιον: — Mg
λυπηρός: — MgAg
τῆς προσηγορίας ὁ μόχθος βραχύς· δι’ αὐτῆς γὰρ πρᾶγμα
εὑρίσκει: — MgABi
ἆρα οὖν κατὰ ταὐτὸ τοὺς θεοὺς ὑπονοεῖς χάριν ἔχειν τοῖς
εὐπροσηγόροις: — MgABi
εἴπερ γε θνητοὶ θεῶν: τοῦτο εἶπεν, ἐπεὶ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ τῶν θεῶν διδασκόμενοι τὰ νόμιμα, τοῖς ἀνθρώποις φανερὰ ταῦτα ἐποίησαν: — MNB
καὶ ἄλλως: ἐπεὶ παρὰ τῶν θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι οἱ
νομοθέται, ὡς Λυκοῦργος μὲν ἀπὸ Ἀπόλλωνος, Μίνως δὲ ἀπὸ Διός. Ὅμηρος ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής
: — MNB
πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις: — Mg
τίν’· εὐλαβοῦ γάρ: ἀντὶ τοῦ· σιώπα μὴ κατά τι ἁμάρτῃς τοῖς
σοῖς ῥήμασιν· ὑπενόησε γὰρ αὐτὸν τὴν Ἀφροδίτην λέγειν: —
MNABi
διὰ τῆς Ἀφροδίτης: — Mg
ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν, ἀλλ’ οἱ μὲν τόνδε, ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω. ἄλλος δὲ τὴν Ἀφροδίτην: — MNAB
διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν
φροντίδι ἐστίν. καὶ Ὅμηρος ἄλλος δ’
ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
: — MNA
εὐδαιμονοίης: μήτε ὑπὲρ τὸ καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν· εἴη σε τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα: — MNAB
ἄλλως: εἴη σοι εὐδαιμονεῖν τὰ καθήκοντα φρονοῦντα. λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα: — MNAB
θεὸς, ὅς ἐστι θαυμαζόμενος ἐν νυκτί, ἐμοὶ οὐκ ἀρέσκει. διὰ τὸ
νυκτὸς ἀφροδισιάζειν: — Mi
NABi
τιμαῖσιν, ὧ παῖ: ταῖς νομίμοις τιμαῖς τῶν θεῶν προσήκει i
ἀκόλουθοι: — Mg
τερπνὸν ἐκ κυναγίας: τερπνὸν γάρ ἐστι τὸ ἐκ καμάτου τῆς
κυνηγίας εὑρεῖν τράπεζαν γέμουσαν καὶ κορεσθῆναι: — MNAgB
τράπεζα πλήρης: προτεθεῖσα δηλονότι. [καὶ] καθολικόν ἐστι, τοῦ καμάτου εὐεκτότερα ποιοῦντος τὰ σώματα τῇ κινήσει τοῦ θερμοῦ: — MNAB
ψηκτρίζειν: — Mg
γυμνάσω τὰ πρόσφορα: τὰ συνήθη καὶ ἕτοιμα. τὰ σύμφορα, τὰ
ἐπιτήδεια, τὰ δέοντα: — MBi
ἀντὶ τοῦ σώζεσθαι: — Mg
ἡμεῖς δέ· τοὺς νέους: ἡμεῖς δὲ προσευχόμεθα τοῖς σοῖς
ἀγαλμασιν. οἷον· ὡς πρέπει δούλοις, τὴν εὐχὴν ποιησόμεθα, οἷον· οὐ μετὰ
πολυτελείας θυσιῶν, ἀλλὰ ψιλὴν τὴν προσφώνησιν ποιησόμεθα: — MNABi
χρὴ δὲ συγγνώμην ἔχειν: εἰς τὸ ἔχειν τελείαν στιγμήν. τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς: — MN
εἴ τίς σ’ ὑφ’ ἥβης: ὑπὸ ἀκμῆς καὶ προπετείας νεότητος θρασὺ καὶ ἰταμὸν καὶ ἀναιδὲς [καὶ ἄτιμον] ἔχων τὸ σπλάγχνον: — M
μὴ δόκει τούτου κλύειν: νόμιζε μηδὲ ἀκούειν τοῦ τοιούτου λόγου: — M
Ὠκεανοῦ τις ὕδωρ: ὁ χορὸς ἧκεν ἐκ Τροιζηνίων γυναικῶν συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται πόθεν αὐτῄ ἡ φήμη τῆς βασιλίσσης ἧλθεν, ἔπειτα δὲ καὶ ζητεῖ, τίς ἂν εἴη ἡ πρόφασις αὐτῇ τῆς νόσου: — MNAB
καὶ ἄλλως: ὁ νοῦς· πέτρα τίς ἐστιν ὕδωρ Ὠκεάνειον στάζουσα,
στάζουσα πέτρα: πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πηγαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ καθὸ γλυκὺ καὶ πότιμον: — MNAB
βαπτὰν κάλπισι: οἷον· ὥστε βαπτίζειν ἐν τῆ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν. ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν. ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. βάψαι κάλπιν καὶ οὐ περαιτέρω: — MNAB ἢ τὴν δυναμένην
καὶ ἄλλως: ὡς κοτυλήρυτον αἷμα
,
τὸ κοτύλην βάψαν. ἢ ὅτι περὶ τὴν Τροιζηνίαν τοιαύτη τίς ἐστι πέτρα ἐξ ἦς τὸ
καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἱστορεῖ b]
πέμπουσα τὸ ὕδωρ διὰ τῶν κρημνῶν: — Mg
ὅθι μοί τις ἧν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχεν. ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν· ἔνθα μοί τις συνέτυχε φίλη: — MAB
ἄλλως: ἐνταῦθά μοί τις γυνὴ, ἀνελθοῦσα πλῦναι τὰ ἱμάτια καὶ ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλίσσης τὴν νόσον πρῶτον ἤγγειλεν [ἐλθοῦσα]. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων παρεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων, ὥστε οὐκ ἀπεικότως πρὸς πλυνούσης φίλης πυθέσθαι [καὶ] εἰπεῖν: — MAB
τέγγουσα, θερμᾶς: βρέχουσα πλύνουσα. ἐπὶ τὰ νῶτα τῆς θερμαινομένης ἐκ τῆς τοῦ ἡλίου βολῆς πέτρας: — MAB
ἐπὶ τῆς εὐηλίου πέτρας: — Mg
ὅθεν μοι πρώτα φάτις: ὅθεν, ἐκ τῆς φίλης δηλονότι. ὅπου πρῶτον ἔμαθον τὴν Φαίδραν κακουμένην ἔσω τῶν οἴκων ἐπὶ τῆς κλίνης εἶναι, τουτέστιν κλινήρη: — MNAB
δέμας ἐντὸς ἔχειν: ἐντός ἀντὶ τοῦ· ἐν τοῖς μυχοῖς τοῦ οἴκου. τοῦτο δέ, ἐπεὶ καὶ σωφροσύνης ἕνεκα πολλάκις ἀπροϊσία γίνεται: — MNAB
λεπτὰ δὲ φάρη: λεπτοῖς δὲ φάρεσι κατακαλύπτεσθαι τὴν κεφαλήν· οὐκ ἀνέχεται γὰρ βαρύτερα διὰ τὴν προσοῦσαν καῦσιν τῆς νόσου: — MNAB
τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε
ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς. οἷον· λοιπὸν τρεῖς ἡμέρας
ἔχω ἀκούουσα περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μεταλαμβάνει βρώσεως ἐν τῷ
στόματι αὐτῆς. τὸ δὲ κρυπτῷ πένθει ἀντὶ τοῦ· ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ
ἐμφαινομένῃ πρὸς τὸ τέλος τοῦ θανάτου φέρεται. ἀντὶ τοῦ· ὑπὸ τῆς ἀλγηδόνος
καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνῄσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης ἐπὶ
Ορέστου νοσοῦντός φησιν
κέλσαι ποτὶ τέρμα: ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέρμα τοῦ θανάτου κέλσαι καὶ προσπελάσαι θέλει. οἷον· ἀκούω αὐτὴν ἀσιτεῖν [καὶ] ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου: — B
προσπελάσαι: — Mg
σὺ γὰρ ἔνθεος, ὧ κούρα: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν, τῆς νόσου αὐτῆς τὴν πρόφασιν ἐπιζητοῦσα καὶ τοῖς [τῆς] μανίας αἰτίοις προσθεμένη δαίμοσι. δοκεῖ γὰρ καὶ μαίνεσθαι ἐνίοτε τῇ ὑπερβολῇ τοῦ ἔρωτος, μὴ καθεστάναι δοκοῦντα ῥήματα φθεγγομένη, οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν καὶ δι’ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν δοκοῦσαν [μαίνεσθαι]: — MNAB
† ἄλλως: ἐμμανής, ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἑξῆς· ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σύ γὰρ, ὧ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ μοι· ἐκ Πανὸς σὺ ἐμάνης εἴτε ἐκ τῆς Ἥρᾶς ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω· καὶ εἴ τι τούτων ἁμαρτήσασα. τὴν ὀρείαν καὶ μανίας αἰτίαν: — B
γράφεται φοιτᾷς. ὧ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἐμμανής. σὺ γὰρ ἔνθεος φοιτᾷς· πόθεν δέ, λέγειν οὐκ ἂν δυναίμην. ὁ εἰ ἀντὶ τοῦ ἢ καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾳς ἀντὶ τοῦ μαίνῃ, ἐπιθειάζῃ, κατέχῃ· ἀντὶ γὰρ τοῦ ὧ κούρα τινὲς τὸ φοιτᾷς γράφουσιν: — MN
ἢ σεμνῶν Κορυβάντων: σεμνῶν ἀντὶ τοῦ τιμίων. Κορύβαντες μανίας
αἴτιοι· ἔνθεν καὶ κορυβαντιᾶν: — MAiAgBi
τῆς Ῥέας τῆς ἐν τοῖς ὄρεσι διατριβούσης: —
MgAgBg
σὺ δ’ ἀμφὶ τὰν πολύθηρον: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ· ἢ τῇ Ἑκάτῃ [ὅτι οὐκ ἐτέλεσας θυσίαν]. σὺ μὲν δὴ. φησὶν, διὰ τοῦτο τρύχῃ ὅτι τῇ Ἑκάτῃ οὐκ ἐτέλεσας θυσίαν. τὸ δὲ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ ἀμετάδοτος οὖσα ἀθύτων πελάνων περὶ τὴν Δίκτυνναν. λείπει γὰρ τὸ οὖσα. τουτέστιν· τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα καὶ ἀνίερος οὖσα εἰς αὐτὴν [διὰ τῶν θυμάτων] καταπονῇ: — MAB
Δίκτυνναν ἀμπλακίαις: τὴν Δίκτυνναν νῦν διέκρινεν τῆς Ἑκάτης
ἐνίων τὴν αὐτὴν εἶναι φασκόντων. τινὲς Δίκτυνναν τὴν Ἄρτεμιν, ἀπὸ τῆς
κυνηγοῦ νύμφης Βριτομάρτιδος τῆς ἐμπεσούσης εἰς δίκτυα φευγούσης τὸν Μίνωα.
παρὰ δὲ Καλλιμάχῳ ἐν ὕμνῳ μοῖραν ἔχει γαίης τε
καὶ ἀτρυγέτοιο θαλάσσης
: — MNAB
φοιτᾷ γάρ: φοιτῶσιν οἱ θεοὶ πανταχοῦ τοὺς ἀτιμάζοντας
τιμωρούμενοι: — MAg
ταῖς διύγροις: — Mg
Ag
ἢ πόσιν τὸν Ἐρεχθειδᾶν: στοχαστικὸν τὸ ἧθος. ἢ, φησὶν, εἰς
οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου,
φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾷς. δύναται καὶ ὡς
τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σοῦ
τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ
μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν
τοῖς ἑξῆς φησιν
ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ: — MNAB
ἄλλως: τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων. [καὶ] ἐκ τούτων δὲ τῶν παθῶν τῶν ἠγγελμένων καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχήν: — MNAB
δ’ ὑπὲρ παθέων: ὅ ἐστι· διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ ψυχὴ τῇ
εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ ⟨τῇ⟩ εἰς εὐνὴν αὐτὴν βαλλούσῃ. ἢ αὐτὴ ⟨ἡ⟩ Φαίδρα
εὐναία δέδεται τὴν ψυχήν. τινὲς
φιλεῖ δὲ τᾷ δυστρόπῳ: ἀντὶ τοῦ κακοτρόπῳ. καθολικῶς δὲ τοῦτο λέγει. τῇ τῶν γυναικῶν ἁρμογῇ πρὸς ἄνδρα κάκωσιν συνοικεῖν. ὅταν γὰρ ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ χρῆσθαι εἰώθασιν: — MNAB
ἄλλως: οἷον· ἆρα μὴ ἐν γαστρὶ ἔχει ἡ Φαίδρα καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ γὰρ τῶν γυναικῶν ἡ τοιαύτη κατάστασις, ⟨ἡ⟩ τοῦ ἐγκυμονεῖν, δυστροπίαν ἐργάζεσθαι καὶ ἀποστροφὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσις. λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνώμην ἐπιφέρει λέγων οὕτως· τὸ δυστυχὲς γὰρ τῶν γυναικῶν τῆς φύσεως εἴωθεν διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δι’ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τούτῳ ἀπορουσῶν τῇ ζηλοτυπίᾳ: — MNAB
† τοῦτο ὡς πρὸς τὸ ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχηγόν. εἶπε γὰρ
ἐκεῖ ὅτι ἢ διὰ τοῦτο νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ
φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ
ᾖξέ ποτε νηδύος: δι’ ἐμῆς γαστρὸς ὥρμησέ ποτε ἡ αὔρα αὕτη καὶ τὸ πνεῦμα τῶν ὠδίνων καὶ τὴν λοχείαν Ἄρτεμιν ἐκάλουν, ἣ δὴ ἀεί μοι ἐπὶ τῶν τόκων ζηλωτὸς σὺν τοῖς ἄλλοις θεοῖς ἐπέρχεται: — NA
† ᾖξέν ποτε νηδύος: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησέν ποτε διὰ τῆς ἐμῆς γαστρός. τουτέστι· καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον καὶ ἔπαθον τοῦτο. ἐγενόμην, φησὶ, κὰγώ ποτε ἐν ἀμηχανίᾳ: — B
πολυθαύμαστος. ἢ πολύτιμος: — MgAgBi
σὺν ταῖς Εἰλειθυίαις: — Mi
τήνδε κομίζουσ’ ἔξω: τοῦτο σεσημείωται τῷ Ἀριστοφάνει
† τήνδε κομίζουσ’: τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ τὸ ἀκριβὲς τὸ ἐκκύκλημα τοιοῦτον ἐστὶ τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκηνῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ ἔξω προϊοῦσαν αὐτὴν ὑποτίθεται: — B
τὴν Φαίδραν ἐκβιβάζουσα: — MgBi
τὸ συνηγμένον καὶ σκυθρωπόν: — MgAgBi
τί ποτ’ ἔστι μαθεῖν: τί ποτε ἐστὶ τὸ συμβάν, ἡ ψυχή μου μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου ἀλλόχροον γενόμενον: — MA
βέβλαπται: — Mg
Ag
τί σ’ ἐγὼ δράσω: τὸ ἦθος ἀπειρηκυίας τοῖς κακοῖς τῆς θεραπείας ὥστε κοινῇ τὸν βίον βλασφημεῖν [προάγεσθαι]. διὸ καὶ τὸ γνωμικὸν ἐπάγεται, ὅπερ σύνηθές ἐστι τοῖς δυστυχοῦσιν: — MNAB
τόδε σοι φέγγος: δεικτικῶς ἅμα καὶ ἀναφορικῶς· ἰδοὺ γὰρ ὅρα, φησὶν, ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖν. ἤδη δέ σοι καὶ τὰ στρώματα τῆς κοίτης ἔξω τῶν οἴκων ἐστὶν καὶ, καθὼς ἐπεθύμεις, ἡ ἀνάκλισις ὕπαιθρός σοι κατεσκεύασται: — MNAB
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι: καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς λόγος ἧν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου. οἶδα μέντοι τοῦτο ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἔμπροσθεν στοχάζεσθαι τὸ παλίμβολόν σου καὶ δυσάρεστον τῆς νόσου: — MNAB
τάχα δ’ εἰς θαλάμους: ταχέως δὲ πάλιν εἰς τὸν θάλαμον ἐπ⟨αν⟩έλθῃς: — A
τὸ μέν ἐστιν ἁπλοῦν: ἤγουν τὸ νοσεῖν. τὸ συντόμως κακοῦσθαι ἢ κακουμένου ἀνέχεσθαι. βέλτιον δὲ τὸ γὰρ νοσεῖν ἁπλοῦν ἐστιν, τὸ δὲ θεραπεύειν διπλοῦν. ἐν ταὐτῷ γάρ τις καὶ τῇ λύπῃ ἀνιᾶται διὰ τὸν κακούμενον καὶ κάμνει περὶ αὐτὸν ἐνεργῶν καὶ ἀτυχῶν ἐν τῷ ὑπηρετεῖν: — MAB
ἀλλ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο: ὁ νοῦς· ἐγὼ, φησὶ,
ἄλλως: ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν
Ἅιδου τῆς γῆς. ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ
ζῆν
. τὸ ἑξῆς· ἀλλ’ ὅ, τι βέλτιον, κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, [καὶ
βέλτιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ κρυπτόμενον] κἂν δυσέρωτες
φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον διὰ τὸ ἀπείρως ἔχειν τοῦ
ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν. μάτην ⟨δὲ⟩ τοῖς μύθοις
πιστεύοντες φοβούμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά: — B
† σκότος ἀμπίσχων: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγή.
καὶ ἔστι μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ
διότι ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται ⟨ὑφ’⟩ ἡμῶν, διὰ τοῦτο μανικῶς
διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει καὶ
φανερά ἐστιν. ἀπειρίαν γὰρ
περιέχων: — Mg
Ag
μύθοις δ’ ἄλλως φερόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. τοῖς γὰρ μύθοις ἀπατώμεθα, ταῖς τούτων σκηνοποιίαις φοβεριζόμενοι ἀναπλαττόντων Πυριφλεγέθοντα καὶ Κωκυτὸν καὶ Ἀχέροντα ποταμοὺς **: — MNAB
αἴρετέ μου δέμας: ἐφύλαξε τὸ τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινομένων. μονονουχὶ αὐτὴν ἡμῖν ὑπέστησε τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς· ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς ἐμοὺς βραχίονας καὶ ταῖς χερσὶν ἀντερειδόμεναί μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι: — MNAB
ἄρθρα νεῦρα: — Mg
Bg
βαρύ μοι ἐστι τῆς κεφαλῆς τὸ κεφαλοδέσμιον: — MgAg
BBi
βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν: τὴν ἐρωτικὴν ἄκρως ἐνέφηνε πύρωσιν οὐδὲ τοῦ συνήθους ἀνεχομένη στολίσματος. ἄφελε τοίνυν αὐτὸ καὶ γύμνωσόν μου τὸν πλόκαμον: — MNAB
ὤμοι: γράφεται φεῦ φεῦ: — MA
μὴ ἐπὶ χαλεπότητι καὶ κακώσει διάρριπτε τὸ σῶμά σου. ῥᾷον γὰρ [μᾶλλον] οἴσεις τὴν νόσον γενναιάζουσα: — MNAB
ἄλλως: μὴ ἐπὶ τὰ ἀσύμφορα διάρριπτέ σου τὸ σῶμα. μᾶλλον γὰρ εὖ οἴσεις τὴν νόσον μετὰ γενναιότητος: — MAB
ῥαδίως γὰρ ⟨ἂν⟩ τὴν νόσον ὑπενέγκοις ἐὰν γενναίως ἐνέγκῃς: — M
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος: ὁ νοῦς· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος πόμα καθαρῶν ὑδάτων ἀπαντλησαίμην. ἠβουλόμην, φησὶ, τυχεῖν ψυχρῶν ὑδάτων, ἵνα τὴν ἐν ἐμοὶ τοῦ ἔρωτος φλόγα σβέσω, ἀναπαῦσαί τε ἐμαυτὴν ὑπὸ αἰγείροις καὶ λειμῶνι κομῶντι τοῖς ἄνθεσιν ἀνακλιθεῖσα: — MNAB
οὐ μὴ παρ’ ὄχλῳ: οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρᾶν καὶ ἄνθη τοῦ λειμῶνος ποθεῖν τὴν βασιλείαν ἐχούσης: — MNB
τῷ ἐλθόντι εἰς ἐπίσκεψιν: — Mi
φθέγξῃ λαλήσεις: — M
g
μανίας ἔποχον ῥίπτουσα λόγον: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ, κατεχόμενον ὑπὸ μανίας. ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν προεῖπεν. παρ’ ὄχλῳ δὲ ἀντὶ τοῦ· ἐπὶ τοῦ χοροῦ: — MNAB
πέμπετέ μ’ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανι
ἵνα θηροφόνοι: ⟨τρέχουσι περιπατοῦσιν ἀνιχνεύουσιν οἱ κύνες τὰ θηρία⟩ φονεύοντες: — M
βαλιαῖς: ταῖς ποικίλαις τὴν δορὰν καὶ καταστίκτοις. ἢ ταχείαις, παρὰ τὸ βαίνειν ἅλις: — N
πλησιάζουσαι ἐπιπηδῶσαι, αἱ κύνες: — Mg
ἔραμαι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. οἰκείως δὲ τῇ μεσότητι ἐχρήσατο: — AB
Θεσσαλὸν ὅρπακ’: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ὅπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχει, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις κατέχοντες οὕτως ῥίπτουσιν: — MNAB
ἐπίλογχον ἔχουσ’: ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι· βέλος ἔχουσα ἐν τῇ χειρὶ λόγχην ἔχον ἵνα σημάνῃ τὸ ἀκόντιον: — MNAB
κηραίνεις: μεριμνᾷς φροντίζεις, ἐν τῷ κέαρι ἔχεις. ἢ ἐπὶ βλάβῃ
ἔχεις. κήρ γὰρ ἡ θανατηφόρος μοῖρα: — ABi
τί κυνηγεσίων: ἀντὶ τοῦ ἐπιμελείας. τουτέστιν· τί σοι περὶ κυνηγίας μέλει. τί, φησὶν, ὧ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι, δεῖ μελετᾶσθαι τὰ κυνηγέσια· τί δὲ καὶ τὸ τυχεῖν κρηναίων ⟨ὑδάτων⟩ ἐν ἔρωτι μεγάλῳ τίθεσαι. εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοὶ ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δ’ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει ἄγεις: — MNAB
ῥευμάτων: — Mg
AgBi
πύργοις συνεχής: ἄφθονος τοῖς ὕδασιν. ὁ δὲ νοῦς· εἴπερ ὅλως ὕδατος ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης [καὶ ὑψηλὴ πέτρα] κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ψυχρὰ πέτρα, συνεχὲς ὕδωρ στάζουσα: — MNAB
ἐγγύς: — MgAgBi
δέσποινα: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἑξῆς μοῖραν ἔχει γαίης τε
καὶ ἀτρυγέτοιο θαλάσσης
. ἢ ἐπεὶ Λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται: — MNAB
ἱπποδρόμων: — Mg
πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται. οὐδέπω γὰρ Ἕλληνες
Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν τὸ πρῶτον οἰκοῦντες εἰς
τὸν Ἀδρίαν ὅστερον διέβησαν. πρῶτος δὲ Λέων Λακεδαιμόνιος ̄π ̄ε ὀλυμπιάδι
ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων
δαμάζουσα ἡνιοχοῦσα: — MgBi
τί τοῦτο τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας: —
MgBi
νῦν δὴ μὲν ὄρος: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελθεῖν καὶ ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων· πάλιν δὲ νῦν ἐν σταδίοις πώλων δρόμου ἐπιθυμεῖς καὶ ⟨τοῦ⟩ ἐπὶ ταύταις ὀχεῖσθαι γυμναστικῶς. τινὲς γράφουσι καὶ πόθον, δηλοῦντες ὅτι τὸν πόθον εἰς θήρας καὶ κυνηγέσια ἠφίεις: — MNAB
ἐπ’ ἀκυμάντοις πώλων: ταῖς μὴ θαλασσίαις, ἀλλ’ ἠπειρωτικαῖς, τουτέστιν τοῖς σταδίοις. ἢ τοῖς ἀνηνέμοις αἰγιαλοῖς, ἔνθα καὶ στάδια πολλάκις εἰσίν: — MB
ὅστις σε θεῶν: τοῦ καλῶς ἔχοντος ἀνθέλκει. ἀπὸ μεταφορᾶς τῶν ταῖς σειραῖς ἀνακρουομένων ἵππων καὶ τοῦ εὐθέος δρόμου παρεκβαλλομένων: — MNAB
ἄλλως: ἀνασειράζει: ξάνορούειν ποιεῖ ἀνερεθίζει. μεταφέρει δὲ
ἀπὸ τῶν ἵππων, οἳ, ὅταν ἐπισπάσωνται τὰς ἡνίας, ἀναπηδῶσι καὶ κωλύονται τοῦ
κατ’ εὐθεῖαν δρόμου: — MMABi
καὶ παρακόπτει φρένας: ἀντὶ τοῦ ἐλαττοῖ. ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν ἀποβάλλει καὶ παντελῶς ἀσθενῆ γίνεται: — MAB
ποῖ παρεπλάγχθην γνώμας: πάλιν καταστᾶσα ⟨ἐκ⟩ τῆς μανίας καὶ
ἔμφρων γινομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασαν καὶ
σκέπασον: — Mg
διὰ τὰ λελεγμένα ὑπ’ ἐμοῦ προσέρχεται τοῖς ὀφθαλμοῖς μου: — MNABi
τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν: — MNAB
ἄλλως: τὸ γὰρ ὀρθοῦσθαι ἐκ τῆς μανίας ὀδυνᾷ μεταμελουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν. ὡς ἐν τῷ καθεστηκότι δίκας πρὸ αἰσθήσεως διδόναι: — NAB
τὸ ἐπιλογιζόμενον λυπεῖ: — Mi
τὸ δὲ μαινόμενον κακόν: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τὸ μὴ αἰσθανόμενον ἀλλ’ ἐν τῇ μανίᾳ ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς: — NAB
ἄλλως: ἀντὶ τοῦ· κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι κρεῖσσόν ἐστι καὶ ὑπερέχει, τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν. ὡς εἴ τις λέγοι· λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρεῖσσον ὂν τοῦ τοιούτου βίου: — NAB
κρύπτω· τὸ δ’ ἐμὸν πότε: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κε iAB
οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ ἡ πολυπειρία τῶν
πραγμάτων: — MBi
⟨ὁ⟩ μακρὸς χρόνος καὶ τὸ γῆρας: — Mi
ἔδει, φησὶν, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλ’ ὥστε εὐκόλως ἐκβάλλειν τὸ τῆς ὀρέξεως φίλτρον καὶ πάλιν ἐπαυξῆσαι. ὥστε ποτὲ μὲν ἐλασσοῦν, ποτὲ δὲ αὔξειν τὰ φίλτρα τῆς ψυχῆς. οἱ γὰρ ἄγαν στέργοντες διπλασίως κάμνουσιν, ὑπέρ τε τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς τῶν φίλων φροντίζοντες: — MNAB
ἀναμιγνύναι: — Mg
Ag
καὶ μὴ πρὸς ἄκρον: τὸν ἐσώτατον τόπον. τροπικῶς δὲ εἶπεν ὡς ἐπὶ σώματος καὶ ὀστέου τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας: — NAB
εὐκόλως λύεσθαι δυνάμενα: — MgAg
τὸ δ’ ὑπὲρ δισσῶν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι
ὑπὲρ δύο: — MgNABi
ὑπὲρ ταύτης λυποῦμαι: — MiAg
βιότου δ’ ἀτρεκεῖς: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων
ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλές. ἀντὶ τοῦ· εἰ
ἐπιτηδεύεται πρᾶγμα ὁτιοῦν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν
ἀτρεκεῖς ἐπιτηδεύσεις: ἀντὶ τοῦ· λίαν βλαβερὰς εἶναι. ὡς εἴ τις ἐπιμελείᾳ καὶ διηνεκεῖ ἀσκήσει χρῷτο λόγων ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλογόν τι ἐκπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες· ἀλλὰ καὶ τῷ σώματι [καὶ τὸ σῶμα] εἰς νόσον κατακλίνεσθαι φέρει τὸ ἀεὶ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν: — NAB
ἄλλως: φασὶ δὲ τὸ πᾶν ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι: — NA
ἀτρεκεῖς: ἀνενδεεῖς τελείας. ἐχρῆν γὰρ, φησὶ, τοὺς ἀνθρώπους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ ⟨τὸ⟩ σῶμα κατατήκειν καὶ μὴ δύνασθαι διαλῦσαι τὴν φιλίαν: — NB
οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ· οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τὸ μηδὲν ἄγαν, τουτέστι μὴ λίαν, ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί: — NAB
ἄλλως: οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ
μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοί, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν
ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. σοφοὶ δὲ καὶ τὸ μηδὲν
ἄγαν ἔπος αἴνησαν περισσῶς
: — MNAB
τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς
Κριτίας
ὁ δὲ Θεόφραστος· ὡς τὰ Σισύφου λεγόμενα καὶ
Πιτθέως, οἷον μηδὲν ἄγαν, μηδὲ δίκαν δικάσῃς
: — MNAB
† ἄλλως: προτιμῶ τὸ μηδὲν ἄγαν. ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον· πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγαν παρὰ τὸ ἄγαν: — A
γύναι γεραιά: διὰ τούτου ἔδειξεν ὅτι ὤφειλε θαρρηθῆναι τὰ κατὰ τὴν Φαίδραν, γυναῖκα αὐτὴν ἀποκαλέσασα (γυναιξὶ γὰρ μᾶλλον αἱ γυναῖκες θαρροῦσιν τὰ καθ’ ἑαυτὰς) ἄλλως τε καὶ γηραιὰν καὶ πιστὴν τροφόν: — B
βασιλίσσης: — Mg
Ag
ἄσημον, οἷον ἄγνωστον. οὕτω δ’ εἰώθασι χρῆσθαι Ἀττικοὶ
πληθυντικοῖς· ὡς καὶ Θουκυδίδης ἀδύνατα ἦν
, ἀντὶ τοῦ ἀδύνατον: —
MAB
ἀνεπίγνωστα ἀσαφῆ: — Mg
οὐκ οἶδ’ ἐλέγχουσ’: ὑπερβολὴν σπουδῆς ἐνέφηνε τὸ ἐλέγχουσα·
τὴν γὰρ ἐπίμονον ἐρώτησιν ἔλεγχον ὠνόμασεν: — MiNA
ἐρωτῶσα ἐρευνῶσα ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτήσεως: — MNAB
εἰς ταὐτὸν ἥκεις: εἰς ταὐτό μοι ἀγνοίας * * ἥκει ὅτι οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: — NA
ἐὰν μὲν ἥκει, πρὸς τὴν ἀρχὴν ἐστὶν ὁ λόγος, ὅ ἐστιν· εἰς
ταὐτὸν ἥκει ἡ ἀρχὴ τῷ τέλει. ὥσπερ γὰρ τὸ τέλος οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ τὴν
ἀρχήν. εἰ δὲ ἥκεις, πρὸς τὸν χορόν· ἐμοὶ εἰς ταὐτὸν τῆς ἀγνοίας ἥκεις: — MiNAB
πάντα γὰρ σιγᾷ: ἀντὶ τοῦ· οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: — NAB
ἀντὶ τοῦ· κατετάκη τὸ σῶμα. οὐκ ὀφείλει γὰρ κατατακῆναι; διὰ τοῦτο οὐκ ἐσθίει ἶνα ἀποθάνῃ: — MB
λελέπτυνται: — Mg
ἆρά γε ἰσχύουσα φαγεῖν οὐ τρώγει διὰ τὸ θέλειν ἀποθανεῖν, ἢ κἂν βούληται, οὐ δύναται ὑπὸ τῆς νόσου: — A
βλάβης παραφροσύνης. ἢ τῆς ὀδύνης τῆς κακώσεως: — MA
ἀντὶ τοῦ εὐδοκεῖ ἀρέσκει. ὁ δὲ λόγος· εἰ ταῦτα ἀρέσκει τῷ ἀνδρὶ αὐτῆς: — MA
εἰς Πυθίαν ἦν θεωρός: — MgAgBi
ἀντὶ τοῦ ἔκστασιν: — MiAg
πολλοὺς ἐμηχανησάμην τρόπους καὶ οὐκ ἠδυνήθην μαθεῖν: — MAgBi
πείθεσθαι, συντρέχειν, εἰς τὸ αὐτὸ χωρεῖν, συνῳδὰ τοῖς λόγοις μου πράττειν: — M
δεῦρ’ ἄθρησον: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης μηδὲ πραϋνομένης τῇ παραινέσει φησὶ πρὸς τὸν χορόν· μάτην, ὧ γυναῖκες, μοχθοῦμεν πείθειν ταύτην πειρώμεναι: — MNAB
εἰς δὲ τὸ πείθειν ὁμοίως ἄπεσμεν τοῖς πρὶν ῥήμασιν. ὥσπερ γὰρ δι’ ἐκείνων οὐδὲν ἠνύσαμεν, οὕτως οὐδὲ διὰ τούτων: — MNAB
ἐχαυνοῦτο ἐμαλάσσετο. τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ γράφεται
δὲ τριχῶς· λόγοις ἐπείθετο, μεταφορὰ ἐκ τούτου. λόγοις ἐθέλγετο, λόγοις
ἐτέγγετο: — MiNABi
λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα· ἴσθι ὅτι, ἐὰν θάνῃς μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ πρὸς τάδ’ αὐθαδεστέρα γίγνου θαλάσσης: — MNAB
ἀλλ’ ἴσθι μέντοι: γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ
θανῇ: — MiNAB
εἰ ἀποθάνοις: — Mi
Ag
μὴ μετέχοντας καὶ δεσπόζοντας τῶν οἴκων: —
MiNABi
ἔσθ’ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνύναι αὐτοὺς
βουλόμενοι. ἀλλ’ εἰρωνευόμενοι. ἢ πρὸς πλείονα ἐρεθισμὸν κατ’ ἐκείνης
ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι· ὡς καὶ
Σοφοκλῆς ἐν Μυκηναίαις μὰ τὴν ἐκείνου
: — MNAB
τὴν Ἀντιόπην λέγει: — MgAg
νόθοω φροντοῦσα γνήσι’: καθὸ φιλοσοφίαν ἤσκει, ὅπερ ἐστὶν
ἐλευθέρων. τὸ δὲ οἶσθά νιν καλῶς * * προσέθηκε· πρὸς πλείονα γὰρ ὀδύνην
αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτου εἶναι λέγουσα: — MiNAB
οἴμοι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ ὄνομα θρηνητικὸν
ἐπίφθεγμα εἶπεν: — MiNABi
θιγγάνει σέθεν τόδε: καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ ὀρφανίας τῶν παίδων: — MNAB
λίσσομαι σιγᾶν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ αὖθις, ὅ
ἐστι τὸ μετὰ ταῦτα, περὶ ⟨τούτου⟩ τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι: — MNABi
ὁρᾷς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ
νόθου τοὺς παῖδας οὕτως ἤκουσεν ἡ τροφός: — NABi
Ἀκάμας καὶ Δημοφῶν τέκνα Φαίδρας καὶ Θησέως: — MNB
ἁγνὰς μέν, ὦ παῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι: — NAB
διὰ φαρμακείας γεγενημένη. ἐπακτή γὰρ πημονή ἡ ἔξωθεν ἐπαγομένη γοητεία παρὰ τῶν ἐχθρῶν: — MNAB
μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά τινος
ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ
φίλος μ’ ἀπόλλυσ’: τὸ μὲνξ φίλος πρὸς ἀντιδιαστολὴν ἐχθρῶν τινος, τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ὁ ἔρως: — NAB
ἐπειδὴ εἶπεν φίλος, λέγει· μήτι ἄρα ὁ Θησεὺς εἰς σὲ ἥμαρτεν: — MNAB
μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα
αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ: — NABi
οὐ δῆθ’ ἑκουσά γ’, ἐν δὲ σοὶ λελείψομαι: ἀντὶ τοῦ· ἐνιζανοῦμαί
σοι. ἢ οὕτως· ἐν σοὶ καταλειφθήσομαι: — NABi
ἐξαρτηθήσομαί σου τῇ ἱκεσίᾳ. ἢ ἐν σοὶ τὸν βίον λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω οὐδὲ ἀπολύσω: — MNAB
κάκ’ ὦ τάλαινα: πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει δεύτερον τὸ κακά· κακόν ἐστί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά: — NAB
ὀλῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος. οὕτως γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς ἀκούοντας φίλους διαφθείρειν: — NA
ὀλῇ· τὸ μέντοι: ἀπολῇ, φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ
τοῦτο, ⟨τὸ⟩ σιωπᾶν, τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος εἰς πολλοὺς ἡ νόσος,
κἄπειτα κρύπτεις: ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστά, ἐστὶν ὁ λόγος· κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτά, τουτέστιν· ἐμοὶ τὰ τιμῆς σοι αἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι. ἢ οὕτως· κρύπτεις με, ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως ἀξιούσης ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ: — NAB
ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθόν, εἰς αἰσχρόν μοι καθίσταται: — NA
εἰκότως κρύπτω, ἃ ἀπαιτεῖς με λέγειν. μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταβαίνειν, ὅ ἐστι φονεύειν ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς· χρηστά μου ἀναγκαζούσης λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι: — MNAB
ἄλλως: γράφεται ἐκ τῶν γὰρ αἰσχρῶν ⟨ἐσθλά⟩, ὅ ἐστι· πειρῶμαι
γὰρ ἀπὸ πορνείας ἐκφυγεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι
ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν,
ἐξ αἰσχρῶν μηχανήσασθαι βουλεύῃ ἐσθλά, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν τὴν
βουλὴν σαφῶς διεξελθοῦσα. καθόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα.
διὸ καὶ ἀπορήσασα
οὐκοῦν λέγουσα: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητα μοι
θαρροῦσα. ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν καὶ μὴ κρυπτῷ πάθει
πολιορκουμένη. κατὰ γὰρ Μένανδρον σοφῶν ἀνδρῶν ἐστι τὸ τοῖς φίλοις λέγειν τὰ
ἀναγκαῖα, ἐν οἷς φησι λανθάνει
τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις
καὶ τὰ ἑξῆς: — NAB
δῶρον οὐ δίδως ὃ χρῆν: ὃ ζητῶ, οὐ δίδως μοι. λέγει δὲ τοῦτο, ἐπεὶ οὐκ ἀνέχεται ὁμολογῆσαι αὐτῇ τί ἔχει: — M
ὀκνῶ τὴν σὴν ἱκεσίαν καὶ τὴν ἐκ ταύτης ὀργήν: — MBi
σιγῷμ’ ἂν ἤδη: τὸ τέλειον σιγῷμι· ἤδη σιγῶ, λοιπὸν ὀφείλεις σὺ
λέγειν: — MNBi
ὦ τλῆμον: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα. πιθανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα: — MNAB
ὃν ἔσχε ταύρου: ἀντὶ τοῦ· ὃν εἰς τὸν ταῦρον ἔσχεν: — NAgBi
σύ τ’ ὦ τάλαιν’: Θησέως γὰρ ἠράσθη ἡ Ἀριάδνη, ἡ ἀδελφὴ
Φαίδρας: — MAg
συγγόνους κακορροθεῖς: κακολογεῖς λοιδορεῖς. ἐνόμιζε γὰρ αὐτὴν ὀνειδίζειν αὐταῖς τὰς νόσους: — M
ἐκεῖθεν ἡμεῖς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ· προγονικήν τινα δυστυχίαν δυστυχοῦντες τοῦτο πάσχομεν: — MNAB
γράφεται καὶ νεωστί, ἵν’ ᾖ· καὶ ἐκεῖθεν καὶ νεωστὶ
δυστυχοῦμεν: — MNABi
⟨οὐδέν τι⟩ μᾶλλον: οὐ μᾶλλον οἶδα. τὸ δὲ οὐδέν παρέλκει: — MBi
οὐδὲν πλέον, σου ἐπεξεργαζομένης, ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι, τουτέστι ⟨τὴν⟩ πρόφασιν τῆς νόσου. οὐδὲν μᾶλλον οἶδα ὃ βούλομαι ἀκούειν: — MNAB
πῶς ἂν σύ μοι λέξειας: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς τοσούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα ἡ Φαίδρα φησί· πῶς ἂν δυνηθείης εἰπεῖν μοι ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι καὶ πῶς μοι λέξεις ἃ μέλλω λέγειν. ἐπεὶ γὰρ πολυμερῶς αἰνιξαμένης ⟨αὐτῆς⟩ τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἐρυθριῶσα τὸ πάθος ἐξειπεῖν εἰς τοῦτο ἀπορίας ἦλθεν, ὥστε ἐρωτᾶν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰσχυντικὸν τοῦ γυναίου ὑποδηλοῖ καὶ τὸ κομματικὸν τῶν νοσούντων: — MNAB
κεκωμῴδηται [δὲ] ὁ στίχος ὑπὸ Ἀριστοφάνους
τί τοῦθ’ ὃ δὴ λέγουσιν: ἀγνοούσης δι’ αἰνιγμῶν συμβάλειν αὐτῆς
λοιπὸν ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος
ἥδιστον, ὦ παῖ . . . . . . . . . . . . . ἄλλος: — M
ἡμεῖς ἂν εἶμεν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ,
ὡς δηλοῖ ἡ νόσος: — NABi
ὅστίς ποθ’ οὗτος: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης οὐ τῷ κάλλει τοῦ νέου: — MNAB
σοῦ τάδ’, οὐκ ἐμοῦ: σεαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ· σὺ εἶπας, οὐκ ἐγώ. ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν ὁμολογίαν: — NAB
οἴμοι τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα, λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια, ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι: — NAB
οἱ σώφρονες γάρ: οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ’
ἀναγκαζόμενοι: —NABBi
Κύπρις οὐκ ἄρ’ ἦν θεός: θεὸν γὰρ κυρίως φασὶ τὸν μετὰ τοῦ δυνατοῦ καὶ τὸ προνοητικὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν αὐτήν φησι θεοῦ, καθὸ μόνον ⟨τῷ⟩ ἐνδείξασθαι δύναμιν ἐγκαταγίνεται, οὐ τῷ προνοεῖσθαι: — NAB
ἄιες ὦ: οἰκειότατα μέσον κατεπάγει ἐπίρρημα σχετλιαστι
ὀλοίμαν ἔγωγε: ἀπολοίμην πρίν σε ἀποθανοῦσαν ἰδεῖν καὶ
πληρῶσαι τὴν σὴν φιλίαν. τὸ γὰρ κατανύσαι ἀντὶ τοῦ πληρῶσαι, παρὰ τὴν
νύσσαν. οἱ δὲ, πρὶν λῆξιν λαβεῖν σου τὰς προσφιλεῖς φρένας: — MNABi
στερηθῆναι: — Mg
† ἢ πρὶν σὲ τὴν φιλτάτην καταλῦσαι τὴν σωφροσύνην· ταύτην γὰρ
φρένας ὠνόμασεν: — Ag
τίς ἄρα σε χρόνος καὶ ποῖος ἐκ πασῶν τῶν ἡμερῶν οὗτος
ἐξεδέχετο ᾧ τὰ τοῦ ἔρωτος νοσήματα ἐξέφηνας. παναμέριος δὲ
ἄδηλᾶ καὶ ἄγνωστα: — Mg
ὅπου ἀποβήσεται, τέλος ⟨σχήσει⟩: — Mg
ἄσημα δ’ οὐκέτ’ ἔστιν οἷ φθίνει τύχα: ὅπου μέλλει τελεῖσθαι ἡ
τύχη τῆς Κύπριδος. τὸ γὰρ οἷ φθίνει ὅπου χωρεῖ καὶ τέλος ἴσχει, ἀποβαίνει: — NABi
Τροιζήνιαι γυναῖκες: ἔσχατον γάρ ἐστι μέρος τῆς Πελοποννήσου ἡ Τροιζὴν παρὰ θάλασσαν κατ’ ἀντικρὺ τῆς Ἀττικῆς κειμένη. ἤδη δὲ λοιπὸν ἐγνωσμένου τοῦ πάθους, ἀφεμένη τῶν ὑπ’ αἰδοῦς αἰνιγματωδῶν διανοιῶν, ἀπολογεῖσθαι διαρρήδην ἄρχεται ὡς ⟨οὐ⟩ κατὰ φύσιν νοσήσασα τὸν ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται: — NAB
πρόθυρον. κατὰ ⟨πρόσωπον⟩ γὰρ τῆς Πελοποννήσου ἐστὶν ἡ Τροιζὴν πρὸς ἀνατολάς: — MAB
τὸ κατὰ πρόσωπον κείμενον: — Mg
ἤδη ποτ’ ἄλλως: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ
ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν
ἀνθρώπων τὸ ἁμαρτάνειν ἢ ἐκ ῥᾳθυμίας· καὶ κρίνασα ἔγνων ὅτι οὐκ ἐκ φύσεως
πρόσεστιν ἡμῖν ἡ κακία. καὶ ἐκ τούτου δῆλον· τὰ φυσικὰ πάντα καθόλου πᾶσι
παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ πτύειν,
ἄλλως: ἤδη ποτ’ ἄλλως: χωρὶς νόσου τυγχάνουσα. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης τῆς τῶν αἰσθήσεων ἀπηλλαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις ἐγκαταγίνεται ζητήμασι. πιθανὸν δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ τοῦ πάθους ἐκπαιδευούσης: — NAB
λίαν: — Mg
οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν: — MNAB
οὐ κατὰ γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωστικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν: — AB
τὴν προαίρεσιν: — M
g
πολλοῖς ὑπάρχει φρόνησις: — Mg
οὕτως δή: — Mg
τὰ χρήστ’ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο ὅτι οὐκ ἀγνοίᾳ
τοῦ καλοῦ τὸ κακὸν πράττομεν. ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ
καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν διαφόροις ἡδοναῖς ἡττώμενοι.
οἱ μὲν ἀπό τινος ἀργίας καὶ ὄκνου τοῦ ἐκ τὴν
μέντοι κακότητα καὶ ἰλαδὸν ἐστὶν ἑλέσθαι, τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ
προπάροιθεν ἔθηκαν
: — NAB
οἱ δ’ ἡδονὴν προθέντες: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπεσιώπησεν, ὡς ἤδη διὰ τούτων κἀκείνας σημάνασα. αὗται γὰρ ἐκείνων εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν ἡδονῶν: — NAB
προτιμήσαντες: — Mg
AgBg
πολυλογίαι: — Mg
ὁμιλίαι φλυαρίαι: — Ag
ἡ σχολὴ ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν εἶπεν: — MNAB
αἰδώς τε· δισσαί: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδῶ. διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν: — NAB
ἡ δ’ ἄχθος οἴκων: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν
ἔσθ’ ὅτε κακή. δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ
ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμη ἥ τ’ ἄνδρας μέγα σίνεται, ἣ δ’ ὀνίνησιν
: — NAB
ἄλλως: εἰ δ’ ὁ καιρὸς ἦν σαφής: ἐπεί φησιν Ὁμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν αἰδὼς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι’, τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔτ’ ἔχοντε γράμματα, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: — NAB
ἀκριβὴς φανερός: — M
g
τὴν αὐτὴν ἐπωνυμίαν: — Mg
ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω: ἐπειδὴ τοίνυν τὴν φύσιν ἑκάστου πράγματος ἐτύγχανον γινώσκουσα καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο ὅτι οὐκ ἔστιν μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης σωφροσύνης μεταστήσει ἐμὲ εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον οὐ κατὰ φύσιν, ἀλλὰ καὶ παρ’ ἐλπίδα νοσεῖν ἔρωτα: — NAB
τὴν εὐσχημοσύνην φρονοῦσα: — Mi
† οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ: οὐκ ἔστι, φάρμακον δηλονότι, ὁποίῳ φθαρῆναι ἐδόκουν. οὐκ ἦν ἰσχυρὸν δέλεαρ, ὅπερ ἔμελλε μεταβάλλειν τὴν σωφροσύνην: — B
τὸ ἐναντίον: — Mg
ἐπεί μ’ ἔρως ἔτρωσεν: τὸ λοιπὸν καταστατικώτερον αὐτὴν
γλώσσῃ γὰρ οὐδὲν πιστόν: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι’
ἄλλων τῇ γλώσσῃ προστεθεικέναι, καθὸ πολλάκις τῶν ἀκουόντων ἀπίστων
γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ
σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβουλον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς
ἀρετὰς. ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον. ὅταν τις ἕτερον κεύθῃ ἐνὶ φρενὶ. ἄλλο δὲ εἴπῃ
:
— NAB
τρίτον δ’ ἐπειδή: ἐπειδὴ τοῖς δύο τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος οὔτε τῇ σιωπῇ οὔτε τῇ σωφροσύνῃ. ἔδοξέ μοι ἀποθανεῖν: — MNAB
κράτιστον, οὐδεὶς ἀντερεῖ:, ὡς οὐ καλῶς βουλευθεῖσιν οἷς ἐσκεψάμην. σιωπᾶν καὶ σωφρονεῖν ἢ ἀποθανεῖν: — NAB
ἀντιλέξει: — Mg
Ag
Καλλίμαχος ἄγνωτον μηδὲν ἔχοιμι καλόν
: — A m.
recentiss.
τὸν ἔρωτα: — Mg
γυνὴ δὲ πρὸς τοῖσδ’ οὖσα: τὸ ἑξῆς· ⟨πρὸς⟩ τοῖσδε δὲ οὖσα γυνὴ
προσῄδειν τὴν νόσον ταύτην δυσκλεᾶ καὶ τὸ ἔργον τῆς πορνείας μίσημα ὂν παρὰ
πᾶσι. τὸ δὲ γυνὴ οὖσα, ἐπειδὴ μάλιστα αἱ γυναῖκες
ἐγίγνωσκον: καὶ τοῦτο οὐχ ἁπλῇ γνώσει ἔξωθεν ἠπιστάμην, ἀλλὰ καὶ γυνὴ πεφυκυῖα ἀκριβῶς εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, καίτοι νοσοῦσα καὶ νικωμένη τῷ πάθει, ἡδέως ἂν καταρασαίμην τῇ πρώτῃ πορνευσάσῃ: — NAB
μίσημα πᾶσιν: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τῷ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν, ταχέως ἂν ἐξεκέκοπτο καὶ οὐκ ἐζηλοῦτο: — NAB
ἥτις πρὸς ἄνδρας: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ Περὶ κυρίων καὶ
ἐπιθέτων καὶ προσηγορικῶν
ὅταν γὰρ αἰσχρά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας. ὅτα γὰρ, φησὶν, αἰσχρὰ ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ νομίζεται καλά, πολλῷ μᾶλλον τοῖς κακοῖς: — MNAB
μισῶ δὲ καὶ τὰς σώφρονας: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν
σωφροσύνην μετιούσας, ἔργῳ δὲ τὰ κακὰ πραττούσας: — NABi
αἳ πῶς ποτ’, ὧ δέσποινα: αἵτινες ἆρα πῶς τολμῶσιν
στενακτικὸν καὶ σχετλιαστικόν: — Mg
πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον
δεδοίκασιν: — MNBi
τὰ στέγη τῶν οἴκων: — Mg
φωραθῶ: — Mg
ἀπὸ κοινοῦ τὸ αἰσχύνασα: — M
μόνον δὲ τοῦτό φασ’: ὁ βίος ἥδεται τοῖς πονηροῖς· ὡς Μένανδρος πράττει δ’ ὁ κόλαξ
ἄριστα πάντων· δεύτερα ὁ συκοφάντης. ὁ κακοήθης τρίτα λέγει
. παλαίει
οὗν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὃς ἂν βούληται δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς
τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος
ἀκούωσι, ζητοῦσιν αὐτὸν παντὶ τρόπῳ ὑποσκελίσαι. παλαίει οὖν τοῖς φαύλοις ὁ
ἀγαθός: — NAB
ἄλλως: μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον καὶ οὐκ ἀποκαλύπτεται ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει. τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον. ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι. ἀλλὰ καὶ τοῦ μετὰ ταῦτα: — NAB
ἄλλως: μόνον δὲ τοῦτο: τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ
ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν
μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν ὅτι, ὥσπερ
τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, τοσοῦτον τοὺς πονηροὺς ἐλέγχει
παλαίειν ἀνταγωνίζεσθαι: — M
γνώμην δικαίαν: θαυμασίως ἄγαν ἀπολύτως ἐχρήσατο ὅτῳ παρῇ, ⟨τοῦ δικαίου⟩ οὐ διαστολὴν ἐπιδεχομένου πλουσίου καὶ πένητος ἢ εὐγενοῦς καὶ εὐτελοῦς, ἀλλὰ καθολικωτέρου ὑπάρχοντος ἐπὶ πάντων: — NAB
κακοὺς δὲ θνητῶν: τινὲς οὕτως τὸ ἑξῆς· τοὺς κακοὺς τῶν θνητῶν ἐλέγχει ὁ χρόνος, ὅταν τύχῃ προθεὶς τὸ κάτοπτρον αὐτοῖς ὡς παρθένῳ νέᾳ, τουτέστιν ὅταν τύχῃ αὐτοὺς ἐλέγχων καὶ φανεροποιῶν: — MNAB
προθεὶς κάτοπτρον: κατόπτρῳ εἰκάζει τὰ ἐν τῷ χρόνῳ προϊόντι φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων. ὥσπερ ἐν κατόπτρῳ τεκμήρια ὁρῶμεν τῆς ἀληθείας: — NA
θαυμαστικὸν τὸ φεῦ: — Mi
τιμὴν ἀγαθήν: — Mg
δέσποιν’, ἐμοί τοι συμφορά: ἐμοὶ, φησὶν, ἀρτίως ἡ σὴ συμφορὰ ἀγγελθεῖσα δεινὸν φόβον ἐνέβαλεν: — NAB
ἄλλως: καλῶς ἐμιμήσατο τὸ τῶν γραῶν παλίμβολον· ὑπερφοβοῦνται γὰρ καὶ θρασύνονται ταῖς συμφοραῖς: — NAB
νῦν δ’ ἐννοοῦμαι φαῦλος: ἀντὶ τοῦ· μωρὰ οὖσα. νῦν δὲ δεύτερον, εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην. καθόλου γὰρ [ὅτι] ἀνθρώποις αἱ δεύτεραι [τῶν ἄλλων ἀνθρώπων] βουλαὶ τῶν πρώτων εἰσὶ χρησιμώτεραι: — NA
ἄλλως: εἰ καί τις εὐτελὴς τυγχάνω τὴν γνώμην καὶ οὐκ ἀπ’
λογίζομαι: — Mg
ἀσύνετος: — Mg
οὐ γὰρ περισσὸν οὐδέν: ἀντὶ τοῦ παράλογον παράδοξον: — NABi
οὐδὲν ἔπαθες περισσὸν ὧν πάσχομεν πάντες. τοῦτο πρὸς παραμυθίαν, ὡς μὴ νοσούσης αὐτῆς ἐξ ἰδίας φύσεως τὸν ἔρωτα. μὴ οὖν, φησὶ, διεργάσῃ σαυτὴν, ἀλλὰ συγγίνωσκε τῷ πάθει, βιαζομένη παρὰ τοῦ κρείσσονος, ἄλλως τε καὶ τῶν πολλῶν ἐκ φύσεως αὐτὸ νοσούντων: — NAB
ἀγανακτήσεις: — Mg
. . . . . . . οὐ λυ⟨σιτελεῖ⟩ . . . . . . . . . . . . . . . . . . . . . ἐρῶσι καὶ ὅσοι μέλ⟨λουσιν⟩ ἐρᾶν εἰ ὁ ἔρως αὐτοῖς θάνατον προξενεῖ: — M
τοῦτο ἐκ τοῦ καθολικωτέρου. ὄντως οὐ λυσιτελεῖ, [οὐ χρὴ]. οὐ συμφέρει, φησὶ, τοῖς τῶν πλησίον ἐρῶσι καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν: — B
οὐκ ἄρα γ’ οὐ δεῖ: λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος· οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύσουσι θανάτου, οὐκ ἐπ’ ἀνύσει τοῦ ἔρωτος, ἀλλ’ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν: — A
ἐὰν πρὸς θάνατον ἐρῶσιν: — Mg
Κὑπρις γὰρ οὐ φορητός: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολλὴν ῥεύσασαν τὴν θεὸν, ὑπείκοντα μᾶλλον οὐδὲ ἀνθοπλιζόμενον. οἶδε γὰρ [ἄρα] ὑποχωροῦσιν ὑπείκειν ἡ θεός: — NAB
ἄλλως: οὐκ ἔστιν δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ὅτι χρὴ εἴκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῆ: — ΝAB
ὅσῳ γὰρ ἀρνεῖταί τις τῆς θεοῦ τὴν δυναστείαν, τοσούτῳ μᾶλλον εἰς αὐτὸν ἐπιδείκνυται τὴν ἀνδραγαθίαν. καὶ στοχάζου μοι τῆς τιμωρίας τὴν ὑπερβολήν. κρείσσων γάρ ἐστι [τῆς τοῦ] λόγου δυνάμεως. τοῦτο γὰρ δηλοῖ τὸ πῶς δοκεῖς: — MNAB
λίαν: — Mg
φοιτᾷ δ’ ἀν’ αἰθέρα: ἐντεῦθεν ἄρχεται τὸ τῆς Ἀφροδίτης αὐξάνειν μέγεθος. ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ἀφρογενής ἐστιν ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει, καὶ ἔοικεν ἐκ τοῦ παραδόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὴ τὸ ἐπὶ γῆς εἶναι τὴν θεόν: — NAB
γεννήματα: — Mg
ἡ καλλιφεγγὴς Κέφαλον: Κέφαλος εἷς ἐστι τῶν † ἐξ ἐνδυμίονος ἔγγονος, γαμεῖ δὲ Πρόκριν τὴν Ἀθηναίαν. ὅτι δὲ Κέφαλον ἡ Ἠὼς ἥρπασε διὰ κάλλος, καὶ Ὅμηρος εἴρηκεν [ἦν δὲ ὁ Κέφαλος Δηιονέως παῖς]: — NAB
ἔρωτος οὕνεκ’: ταῦτα δυσωπητικῶς λέγει. ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει: — NAB
ναίουσι κοὺ φεύγουσιν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν. ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: — NAB
τοῦ θνητῶν ὑποστικτέον, ἵν’ ᾖ· ἓν γὰρ τῶν σοφῶν τοῦ ἀνθρώπου τοῦτό ἐστι, τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι τοῦ πλησίον τὰ μὴ καλά, ⟨τὰ⟩ ἁμαρτήματα· τὸ γὰρ ἐξελέγχειν τὰ τοιαῦτά ⟨ἐστιν⟩ ἄντικρυς ὀνειδίζειν συμφοράν. ἢ ἐπὶ τοῦ ἐστί ὑποστικτέον, ⟨ἵν’ ᾖ⟩ ὁ νοῦς· ἐν γὰρ τοῖς σοφοῖς ἔνεστι τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι θνητῶν τὰ μὴ καλά. βελτίων δὲ ἡ προκειμένη ἐξήγησις: — N
οὐδ’ ἐκπονεῖν τοι χρή: οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους ἀντέχοντας πρὸς τὸν ἔρωτα: — NAB
† ἄλλως: ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα ⟨πάθη⟩. τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει σημασίαν, τὸ λίαν ⟨πονοῦντα⟩ σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δ’ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ πρὸς καλοῦ τοῖς ἀνθρώποις: — A
οὐδὲ στέγην γάρ: οὐδὲ στέγην γὰρ ὑφ’ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, ἀντὶ τοῦ· ⟨οὐδ’ ἂν⟩ τέκτονες τὸ μέτρον τοῦ διαστήματος τῶν δοκῶν φυλάξειαν ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν: — NAB
εἰς δὲ τὴν τύχην: εἰς δὲ πέλαγος ἄδηλον τῆς τύχης εἰσπεσοῦσα
πῶς δοκεῖς ἐκκολυμβῆσαι; οἰκειότατα δὲ τῇ λέξει κέχρηται
ἀλλ’ εἰ τὰ πλείω: ἀλλ’ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλιγώτερα κακά, ἄνθρωπος οὖσα καλῶς πράξειας ἄν: — NAB
ἀλλ’ ὦ φίλη παῖ: τῶν δυσφορουσῶν καὶ ὑπὲρ φύσιν φθεγγομένων καὶ ἐπ’ ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος καὶ τὴν δεσποτείαν ἄδικον εἶναι λέγειν: — NAB
τάδ’ ἐστὶ. κρείσσω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη. διὰ τούτου δὲ θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον τῆς γνώμης ἀναφέρουσα: — NAB
ὑπόμενε: — Mg
νοσοῦσα δ’ εὖ πως: καλῶς σαυτὴν διάθες καὶ γενναίως φέρε αὐτήν. οἷον· μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε: — NAB
ἄλλως: καλῶς πως σαυτὴν διάθες. ἢ καλῶς διατίθει τὴν νόσον καὶ ὑπόταττε σαυτήν. οἷον· μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν: — NAB
ἐπαᾴσματα: — Mg
ἧ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες: βραδέως ἂν οἱ ἄνδρες διανοηθεῖεν περί
τινος, εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν. εἰ γὰρ αἱ γυναῖκες
ἀπορήσομεν πανουργιῶν. πόσῳ μᾶλλον οὐκ εἰς ἔσχατον ἀμηχανίας περιπεσοῦνται
οἱ ἄνδρες; ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέ
ὄντως γάρ. οὐδόλως οὐδέποτε: — M
Φαίδρα, λέγει μέν: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος χρησιμώτερά σου λέγει ἡ τροφὸς, ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ ζῆν σοι προξενεῖ σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς δὲ εἶπε τὸ δυστυχέστερος, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς κεκτημένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην, τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν ⟨τὸν⟩ ἔπαινον τὸν οὐχ ἡδονὴν κατὰ τοὺς ἄλλους ἐπαίνους, ἀλλὰ θάνατον προξενοῦντα τοῖς ἀκούουσιν: — NAB
τὴν μὲν αἰνεῖ τὴν δὲ θαυμάζει . . . . . . ἕνεκεν τῆς σωφροσύνης ὁ . . . . . . . . . . . . . . . . ⟨σω⟩φροσύνης: — M
Φαίδρα: τὴν μὲν αἰνεῖ διὰ τὸ χρήσιμον καὶ πιθανὸν τῆς γνώμης,
τὴν δὲ θαυμάζει διὰ τὸ βέβαιον τῆς σωφροσύνης: — NBi
ὁ δ’ αἶνος οὗτος: ἴσθι μέντοι τοῦτο ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ παρ’ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύτης λόγων, ἀλλ’ οὖν γε δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ. διὰ τοῦτο εἰκότως ⟨ἂν⟩ εἴη σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώλειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν ἔπαινον ὡς ἂν μηδὲ ἐπαίνου φύσιν εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους: — NAB
τοῦτ’ ἔσθ’ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ
τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν. ὅταν γὰρ ἁμαρτάνοντί
τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας συμβουλεύῃ τις, οὗτος
διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν
διαβάλλει τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς
δόξαν: — NAgBi
ὡς τάχος διϊστέον: διαγνωστέον πειρατέον. ὁ δὲ νοῦς· ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα: — NAB
τὸν εὐθὺν ἐξειπόντας: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ἐλεήσειεν ἂν τὸ τῆς φύσεως αἰφνίδιον νόσημα καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἀπαγγελίας ὡς ἐθάδα σε τῆς νόσου μισήσειεν: — NAB
τὸν ἁπλοῦν κα⟨ὶ σύντομον καὶ ἀ⟩ληθινόν: — M
πρὸς τ⟨ὴν εὐν⟩ήν: — M
οὐκ ἐπίφθονον: σῶσαι βίον: — N
οὐκ ἐπίφθονον τόδε: ἀντὶ τοῦ· ⟨οὐ⟩ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ
σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴγε δεύτερα πάντα τῆς
σωτηρίας ἡγούμεθα: — NAB
i
καὶ μὴ μεθήσεις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως ** οὐ παράλογος οὐδὲ ἄξιος θανάτου: — NAB
αἰσχρὰ μὲν τὰ λεχθέντα: — M
αἴσχρ’ ἀλλ’ ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ ⟨ἂν⟩ νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τοῦ μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν: — NAB
ἄλλως: τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονά εἰσιν. ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα: — NAB
τὸ αἰσχρὸν ἔργον: — Mg
ἀλαζονευομένη: — Mg
εὖ λέγεις γάρ: καλῶς μὲν λέγεις καὶ πιθανῶς, αἰσχρὰ δέ ἐστι τῇ φύσει τὰ λεγόμενα καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων μηδὲ σοφιζομένη λέγε, ὅτι καλῶς ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου: — NAB
διὰ μέσου: — Mg
τὰ αἰσχρὰ δ’ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς. τῇ δεινότητι διαφθαρήσομαι ἐγὼ καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου: — NAB
πεσοῦμαι ἡττηθήσομαι: — Mg
εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα· ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός. τινὲς δὲ οὕτως· εἰ δοκεῖ σοι μὴ πείθεσθαι εἰς τοῦτο, ἐχρῆν μὲν οὖν σε μὴ σφάλλεσθαι ἀπειθοῦσαν· εἰ ⟨δὲ⟩ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, ⟨κὰν δευτέραν⟩ καὶ ἥσσονά μοι χάριν δός: — M
μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται
εἰ τοίνυν. φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν. καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ’ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν δευτέραν χάριν μοι δὸς. δευτέρω τρόπῳ πεισθεῖσα, τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ. ἃ δύναται παῦσαί ⟨σε⟩ τῆς νόσου καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι. βλάβη σοι γενήσεται: — NAB
ἄλλως: τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δὲ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός: — NAB
ἔπρεπεν οὖν σε μηδαμῶς ἁμαρτάνειν: — Mi
παύσει νόσου τῆσδ’: τὸν ἔρωτα ὑποληπτέον. ἅτινα φίλτρα οὔτε δύσκλειαν πορνείας σοι προσθέντα οὔτε ἀπατήσαντά σε σοφισμοῖς παύσει: — NB
τοῦ Ἱππολύτου δηλονότι: — Mg
σημεῖον ἢ λόγον: δεῖ, φησὶν. ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππο
ἆρα χριόμενον ἢ πινόμενον τὸ φάρμακον: — N
διδάσκει πῶς δεῖ τοῖς ἀναγκαίοις χρῆσθαι, εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, βούλου μόνον, ἀλλὰ μὴ μαθεῖν τῆς ὠφελείας τὴν φύσιν: — NAB
δέδοιχ’ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις
καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις ἡ δὲ ἔλλειψις ἀφροσύνη ἡ δὲ ὑπερβολὴ
πονηρία, διὰ τοῦτο εἶπε δέδοικα μὴ λίαν φανῇς σοφή, ἤτοι πονηρά. τὸ λίαν γὰρ
ἐπαυξητικόν ἐστι τοῦ ⟨μέσου⟩, καὶ λοιπὸν
δέδοικα, φησὶ, μὴ ⟨λόγῳ⟩ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς
τὴν νόσον: — NAgB
εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν: — NAB
φοβοῦμαι μὴ ἐπ’ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύουσα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ’ ἐμοῦ ἔρωτα: — NB
οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκεν καίτοι αὐτὴ
ἐρωτήσασα τὴν Φαίδραν διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν ἐγὼ
ταῦτα θήσω καλῶς
, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν
Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις: — NAB
τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ’ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσι: — NAB
ἄλλως: τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει τοῖς ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν: — NAB
ἄλλως: οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας,
ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον εἰπεῖν: — AgB
συμβουλεύσασθαι: — M
g
λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων· ὦ Ἔρως, ὅστις
διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς
ψυχαῖς τὴν γλυκεῖαν ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν
ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὧ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν
καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ
ὃ ἀντὶ τοῦ ὅς: — N
ψυχᾷ χάριν: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γάρ, εἰσάγων ψυχῇ χάριν ᾖ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνόματα οἰκεῖα ἔρωτι: — A
οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσὶν ἔρωτες: — MNAB
μηδ’ ἄρρυθμος ἔλθοις: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς τάξεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές: — NAB
οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων: — NAB
ἄλλως: ἡ μὲν τοῦ πυρὸς βολὴ ⟨πρὸς⟩ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων
πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας
καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν
εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων
παρά τ’ Ἀλφεῷ: τουτέστιν· ἐν Ὀλυμπίᾳ ἡ Ἑλλὰς αὔξει θυσίας μὴ
τιμῶσα τὸν Ἔρωτα: — NBi
μάτην θύομεν Διΐ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα, τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ: — NAB
ἐν τοῖς οἰκήμασι τοῖς Πυθικοῖς τοῦ Ἀπόλλωνος: — Mi
τύραννον ἀνδρῶν: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπειδὴ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, μόνον δὲ ⟨τὰ⟩ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται ἐπίδειξιν τῆς δυναστείας ποιούμενος: — NAB
κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων τῆς Ἀφροδίτης οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων· δι’ ἔρωτος γὰρ ἀφροδισιάζομεν καὶ τότε κατ’ αὐτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ: — NAB
πορθοῦντα ἡμᾶς τοῖς ἔρωσι καὶ [διὰ] παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοὺς ἀνθρώπους ὅταν πρὸς αὐτοὺς ἔλθῃ: — N
περὶ τῆς Ἰόλης ὁ λόγος ὅτι ὁ ταύτης ἔρως τὴν Οἰχαλίαν
τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς g
τὴν μὲν νεάνιδα: — M
g
πῶλον ἄζυγα: ἄπειρον γάμου, καθαράν. πῶλον δὲ παρθένον. πώλῳ διὰ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν δὲ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκεν τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν καὶ αὐτὴν ἔλαβε πρὸς γάμον: — NAB
ἄζευκτον καὶ ἄπειρον λέκτρων: — Mg
ζεύξασ’ ἀπειρεσίαν: ἀποζεύξασα ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς· τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον ἄνανδρον ἄνυμφον οὖσαν τὸ πρότερον τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσει τῆς πατρίδος ἐπέδωκεν: — NAB
ἄπειρον οὖσαν: — Mi
παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος [αἰτία] γέγονεν.
παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο· ὡς Σοφοκλῆς ἐν
Τραχινίαις ὡς τῆς κόρης ταύτης ἕκατι
κεῖνος Εὔρυτόν θ’ ἕλοι
: — NAB
φονικοῖς γάμοις: — M
g
Ἀλκμήνας τόκῳ: τὸ ἑξῆς· ναΐδα ὅπως τε βάκχαν Ἀλκμήνης τόκῳ Κύπρις ἔδωκεν: — NAB
ὦ Θήβας: διὰ μέσου τοῦτο ἐσχετλίασται· εἶτα τὸ τῆς ἑτέρας
ἱστορίας ἐπισυνῆπται: — NAgBi
δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ
τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν: — NAgBi
συνείπαιτ’: συμμαρτυρήσαιτ’ ἂν οἷον ἐπέρχεται σοβαρῶς ἡ θεός:
— NAgB
i
βροντᾶ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις ⟨αἱ⟩ ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται: — NAB
ἀμφιπύρῳ: τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην, συγκοιμηθεῖσαν οὐ τῷ Διΐ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι: — NAB
τοῦ Βάκχου γεννήτριαν: — Mg
γράφεται καὶ διγόνοιο καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς
τεχθῆναι: — Bi
συγκεκοιμημένην: — M
g
δεινὰ γὰρ πάντᾳ: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης προσίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα: — NAB
οἵα τις: λείπει ἡ πρός καὶ συνακουστέον τὸ κεντοῦσα: — AgBi
σιγήσατ’ ὦ γυναῖκες: ἔξεισιν ἡ Φαίδρα ταραχώδης, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα πρὸς Ἱππολύτου: — AB
ἀνῃρήμεθα πεφονεύμεθα: — Mg
τί δ’ ἐστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστι ὑπὸ Φαίδρας λεγόμενον: — NAB
πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ ὁ Ἱππόλυτος ἔσωθεν: — A
τὸ προοίμιόν σου τῶν λόγων κακῶν ἐμφαντικόν ἐστιν: — MBi
ἰώ μοι, αἰαῖ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης, ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκραγεν. [ἢ] οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν: — NAB
φεῦ ἐμοί: — Mg
ἔννεπε τίς φοβεῖ: εἰπὲ, ὦ γύναι, ποῖος οὗτος λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου ἐπτόησέν σε. ἢ οὕτως· εἰπέ μοι ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σου τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι: — NAB
ἐφορμῶσα: — Mg
ἐπέρχεται: — Mg
σὺ παρὰ κλῇθρα: παραιτεῖται τὴν ἀκοὴν πολλάκις, ἐπεὶ ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς
τὸ ἑξῆς· διὰ δ’ ὄλλυσαι πρόδοτος ἐκ φίλων: — AgBi
προδοθεῖσα παρὰ τῶν φίλων: — M
φίλως μὲν, καλῶς δ’ οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη
καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα. οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ
μέλλοντος [τὸ τέλος]. μετ’ εὐνοίας μέν. φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς. ἀσκόπως
δὲ καὶ ἀτυχῶς. καὶ ἔστιν ὅμοιον τῇ παροιμίᾳ εὔνοια ἄκαιρος
οὐδὲν διαλλάσσει ἔχθρας
: — NAB
τὰ χαλεπά: — Mg
οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς· οὐκ οἶδα τῶν νῦν παρόντων πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος: — NAB
ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὴν γῆν καὶ τὸν ἥλιον ἐπικαλεῖται
προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας ἱκανῶς, [ἐπὶ] τὴν
ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος
ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν δὲ ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς
γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ
ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον πάντ’ ἐφορᾷ καὶ
παντ’ ἐπακούει
ἡλίου τ’ ἀναπτυχαί: ὦ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι καὶ
ἡμῖν δηλοῦσι τὰ πάντα διὰ τοῦ φωτός: — NAgB
οἵων λόγων ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν: — NAB
ναὶ πρὸς σέ: ναὶ σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς τῆς καλὸν βραχίονα ἐχούσης: — NAB
οὐ μὴ προσοίσεις χεῖρα: ὡς μυσαττόμενος καὶ τὴν δεξιὰν αὐτῆς τοῦτό φησιν ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις: — NAB
φονεύσῃς: — MMg
Ag
τί δ’, εἴπερ ὡς φής: τί δὲ σιωπῆσαί με θέλεις, εἴπερ ἐκ τῆς ⟨σῆς⟩ διανοίας οὐδὲν εἴρηκας κακόν: — NAB
ἄλλως: ὁρᾷς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων τὴν κακίαν τῇ σιωπῇ. ἐπεὶ εἰ καλόν ἐστι, τί με κωλύεις βοῶντα; ἔστι δὲ ὁ λόγος ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου· εἰ δὴ μηδὲν εἴρηκας κακὸν, οὐδὲ σὲ ποιῶ κακὸν, ἂν εἴπω: — NAB
διὰ τί: — Mg
ὁ μῦθος ὦ παῖ: παραλογίζεται τὸν νέον τῇ μεταθέσει τῶν ὀνομάτων κλέπτουσα τὴν ἀκρόασιν. δέον γὰρ εἰπεῖν οὐ κακὸς, φησὶν οὐ κοινὸς, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γὰρ μέχρι τινὸς καὶ καλὰ σιωπώμενα: — NAB
ὁ μῦθος ὦ παῖ: ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσιν:
— NAgB
καθολικός: — Mg
τά τοι κάλ’ ἐν πολλοῖσι: δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην. εἰ γὰρ οὐ κοινά, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν: — NAB
ἡ γλῶσσ’ ὀμώμοχ’: οἷον· οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ
τίνος ὀμνύω, ὤμοσα, τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει
παρὰ τῶν θεῶν. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν
εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς
σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ λόγου. εἰκὸς γὰρ ἀνθρώπους ὄντας ἁμαρτάνειν, καὶ πέφυκε τὸ τῆς θνητῆς φύσεως ἁλίσκεσθαι τοῖς ἁμαρτήμασιν: — NAB
ἄλλως: διὰ τῆς κοινῆς προπετείας ἀπολύεται τῶν ἰδίων πλημμελημάτων τὴν ἀκολασίαν: — NAB
ὧ Ζεῦ: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος † νόσον. φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς· διὰ τὶ, φησὶν, εἰς τὸ φῶς τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανῶς δεινόν: — NAB
τὸ ἄχρηστον καὶ κακόν: — Mg
εἰ γὰρ βρότειον: εἰ γὰρ ἤθελες εἶναι γένος τοῖς ἀνθρώποις, ὤφειλες ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλ’ ἕκαστον διδόναι ἢ χρυσὸν ἢ χαλκὸν ἐν τοῖς ναοῖς καὶ οὕτως ἀγοράζειν: — NAB
ἀλλ’ ἀντιθέντας: ἤτοι ἀνατιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα. οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας: — NAB
τῆς, ἀξίας ἕκαστον: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον· ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τῶν ἔργων καὶ ὁμοίου μεταλάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχοι: — NAB
οἰκειοτάτη τῷ προσώπῳ ἡ γυμνασία, πῶς [γὰρ] ἂν ἀφροδισιασμῶν
χωρὶς ἡ φύσις συνίσταιτο: — NABi
ναίειν ἐλευθέροισιν: χαριέστατα τὸν εὐτυχοῦντα τῆς ἀπουσίας
τῶν γυναικῶν οἶκον ἐλεύθερον εἶπεν: — ABi
νῦν δ’ ἐς δόμους μέν: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν. ἕδνα
ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα ὥσπερ
αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει
διηγήσεως λαμβάνεσθαι· πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν.
προκατασκευάσας δὲ λογισμὸν οἰκειότατον τῷ προσώπῳ, λοιπὸν κατατρέχει καὶ
[ἐπὶ τὴν διαβολὴν] τῆς γυναι
ἀποδίδομεν παρέχομεν: — Mg
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα: δηλονότι ἐν τῷ τὸν πατέρα φερνὰς διδόναι πρὸς τὸ ἀπατῆσαί τινα. ἀτηρόν δὲ ἐπιζήμιον, ἐπιβλαβὲς, ἀπάτης τοῖς ἀνθρώποις παραίτιον: — N
προσθεὶς γὰρ ὁ σπείρας: ὁ δὲ τεκὼν αὐτὴν καὶ ἀναθρέψας προσδίδωσι προῖκα ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ καὶ οὐδὲ τὴν φύσιν τῆς παιδοποιΐας εἰς αὐτὴν σώζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν ἀντὶ τῆς φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος: — AB
προῖκα: — Mg
ὡς ἀνδριάντι ἀναυδήτῳ κόσμον περιβαλών: — M
προστιθεὶς ἀγάλματι: πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται. ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ. ὡς ἀνδριάντι ἀναισθήτῳ τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι: — NAB
καλὸν κακίστῳ: τουτέστι τὸν χρυσὸν τῷ κακίστῳ γυναικείῳ φυτῷ προστιθεὶς ὡς ἀγάλματι χαίρει: — AB
ἔχει δ’ ἀνάγκην: ταῦτα διεξέρχεται πάντη τὸ περὶ τὴν γυναῖκα
μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς
γαμβροὺς εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς
γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ λέχος, γαμβροὺς δὲ χρηστούς, ἀναγκάζεται
στέργειν αὐτὴν, ἐκείνοις τὰ
σῴζεται πικρὸν λέχος: ἀντὶ τοῦ σῴζει. γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δ’ ἀνωφελεῖς ὑγιῶς κέχρηται: — NAB
κομίζεται λαμβάνει: — Mg
μᾶλλον δὲ μήτε πενθεροὶ χρηστοὶ μήτε γυνὴ χρηστὴ ἀλλ’ εὐήθης ὑπάρχοι γυνή. τοῦτο γὰρ συμφέρει: — M
ῥᾷστον: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν: — NAB
ἄλλως: ὠφελιμώτερόν ἐστι, φησὶν, ᾧτινι τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ ἀλλ’ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυται, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον: — NAB
συμφέρον: — Mg
τὸ γὰρ πανοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλεῖον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι, εὐέμπτωτοί εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολον τὴν πορνείαν ἀφηῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει: — NAB
μωρίαν ἀφῃρέθη: τῆς πορνείας ἀπεστερήθη. μωρίαν γὰρ τὴν πορνείαν φησίν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα προφάσει κερδαίνει τὴν σωφροσύνην: — NAB
χρῆν δ’ εἰς γυναῖκας: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει ⟨καὶ⟩ τὸ πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει. φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκη δὲ ἢ περιφραστικῶς τὰ θηρία ἢ τὰ ἔκγονα τῶν θηρίων: — NAB
νῦν δ’ αἱ μὲν ἔνδον: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχανῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν: — AB
ὡς καὶ σύ γ’ ἡμῖν: ἀντὶ τοῦ ἐπεί τὸ ἑξῆς· ὁπότε καὶ σὺ, κάρα κακὸν, τῶν ἀθίκτων λέκτρων τοῦ πατρὸς εἰς συναλλαγὰς ἡμῖν ἦλθες: — NAB
γράφεται εἰ καὶ σύ γ’, ἀντὶ τοῦ ἐπεί: — Bi
ἀθίκτων: ὧν οὐδένα θιγεῖν ἄξιον, μήτι γε ἡμᾶς τοὺς παῖδας: — NAgBi
ἁγὼ ῥυτοῖς: ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι. ταῦτα γὰρ μάλιστα, ⟨ὅτι⟩ τῶν ἱσταμένων διαυγέστερα τυγχάνουσιν: — NAB
εἰς ὦτα κλύζων: ἐκκλυζόμενος τὰ ὦτα, δι’ ὧν μετέλαβον τῆς ἀνομίας. πῶς οὖν μέλλω ἐξαμαρτεῖν πεισθείς σοι: — NAB
εὖ δ’ ἴσθι: οὐκ ἔστι φορτικὸς ὁ λόγος, ἀλλὰ μᾶλλον τῆς ὑποψίας τοῦ ἁμαρτήματος θεραπευτικός. ἢ τάχα προτραγῳδεῖ τὸ πάθος, ⟨τὸν⟩ τοιοῦτον μικρὸν ὕστερον ἐπὶ καταγνώσει μοιχείας ποιῶν κατηγορούμενον: — NAB
† Ἀριστοτέλης φησὶν δίκαιον καὶ ὅσιον διαφέρειν, δίκαιον λέγων τὸ εἰς ἀνθρώπους, ὅσιον δὲ τὸ εἰς θεούς. Τζέτζης δέ φησιν διαφέρειν ὅσιον δίκαιον εὐσεβές, δίκαιον εἰς ζῶντας ἀνθρώπους, εὐσεβὲς εἰς θεούς, ὅσιον εἰς νεκρούς· ὅθεν καὶ ⟨ὁσία⟩ ἡ ταφή: — A man. recentiss.
εἰ μὴ γὰρ ὅρκοις θεῶν: ἀντὶ τοῦ· εἰ ἐλήφθην [καὶ εὑρέθην] ἀπεριφύλακτος εἰς τὴν κατὰ σοῦ κόλασιν. τὸ δὲ μή καὶ οὐ μίαν κατάθεσιν ποιοῦσιν ὥστε τὸ ἓν ἐξήρκει εἰπεῖν, ἵν’ ᾖ· οὐκ ἄν ποτε ἀπεσχόμην τοῦ εἰπεῖν: — NAB
περιπεφραγμένος συνδεδεμένος: — M
γράφεται καὶ πατρί: — M
νῦν δ’ ἐκ δόμων: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μύσους αὐταῖς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην καὶ τὴν διαβολὴν αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς μοιχείας: — NAB
ἕως οὖν ἐστιν ὁ ἐμὸς πατὴρ ἔκδημος, κἀγὼ ἄπειμι, ὅ ἐστιν ὑποχωρήσω: — M
σιγᾷ δ’ ἕξομαι στόμα: τῇ σιγῇ τὸ στόμα καθέξομαι: — NBi
θεάσομαι δέ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις
τῆς σῆς δὲ τόλμης: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων: — B
πεῖραν λαβὼν γινώσκω σε: — M
μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι: οὐδαμῶς χορτασθήσομαι κακῶς λέγων τὰς γυναῖκας: — NB
οὐδ’ ἄν μοι εἴπῃ τις τοῦτ’ ἐστὶν ὀνειδίσαι
διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακῶς: — M
οὐδ’ εἰ φησί τίς μ’: οὐδ’ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου, φησὶ, τὰς κατηγορίας ⟨ποιοῦμαι⟩, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γίνονται τοῖς κατηγόροις: — NAB
τάλανες ὦ κακοτυχεῖς: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ πταῖσμα. ὁ δὲ λόγος· τίνα νῦν ἢ τέχνην ἢ λόγον ἔχομεν πορίσασθαι, δι’ οὗ δυνησόμεθα σφαλεῖσαι τῆς ἐλπίδος τὸν δεσμὸν τῶν ἐγκλημάτων ἀπολύσασθαι τὸν δεθησόμενον καθ’ ἡμῶν ὑπὸ τοῦ Ἱππολύτου, ὅταν ἔλθῃ ὁ Θησεύς: — NAB
τίνα νῦν τέχναν: τουτέστι· πῶς καθ’ ἕκαστον δεσμὸν κατηγορίας ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος δι’ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν: — NAB
καθάμμα λύσειν: παρὰ τὴν παροιμίαν ἥτις ἐστίν· οὐχ ἅμμα λύεις.
εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας. τοῖς Φρυξὶ τῆς δὲ
ἁμάξης λέγεται τὸν ζυγὸν τῶ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ
. ἔστι
δὲ λόγιον· ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ, βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ
φασι Μακεδόνων βασιλέα λῦσαι αὐτόν. ὃς διαβὰς ⟨εἰς⟩ τὴν Ἀσίαν τὴν τὸν ἐπὶ
Γρανίκῳ μάχην ἐνίκησε καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν
τὴν ἀρχὴν τοῦ δεσμοῦ ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι
αὐτὸν τὸν δεσμὸν καὶ ταύτην ⟨εἰπεῖν⟩ εἶναι τὴν λύσιν· οἱ δὲ ὡς τὸν ἔμβολον
ἐξέλοι ᾧ συνείχετο ὁ ζυγὸς πρὸς τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτον
κλήματι· τούτου δὲ ἐξαιρε
ἐτύχομεν δίκας· ὦ γᾶ: ἀντὶ τοῦ· τιμωρίαν παρὰ θεοῦ ἐλάβομεν.
τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς: — NBi
ἐτύχομεν δίκας: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος.
τουτέστιν ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τοῦ χοροῦ συμπάθειαν, τραγικώτατα
εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς
συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν ἀξίων
ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν καὶ τῆς ἀξίας δίκης
ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἂν ἀρχικώτατα
στοιχεῖα· καθὼς καὶ ἄνω φησὶν
⟨πῶς ποτε⟩ ἐκφύγω τὰς παρούσας τύχας: — M
ἀρωγός: φανείη δηλονότι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: — Bi
παρὸν δυσεκπέρατον: ἢ ἐν ὑπερβατῷ, ἵν’ ᾖ οὕτως· τὸ γὰρ παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν παρὸν πάθος παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ συμφορῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν βίον καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι: — MAB
φεῦ φεῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι, πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος. καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στίζειν· οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ κοὐ κατώρθωνται τέχναι ἀντὶ τοῦ· οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ καὶ κατέστρεψαν: — AB
Ζεύς σ’ ὁ γεννήτωρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως. ὁ Ζεύς σε, φησὶν, ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν: — AB
οὐτάσας πυρί: ἀντὶ τοῦ βαλὼν τῷ κεραυνῷ. οἱ δὲ νεώτεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν. Ὅμηρος δὲ οὐτάσαι μὲν τὸ ἐκ χειρὸς καὶ ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν: — AB
σιγᾶν ἐφ’ οἷσι νῦν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ’ οἷς κακῶς διάγω καὶ νοσηλεύομαι, τουτέστι τὸν ἔρωτα; ὁ δὲ νοῦς· οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν: — AB
διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν· ἐπειδὴ οὐκ ἤκουσάς μου: — Bi
ἐπινοιῶν καὶ μηχανημάτων χρεία ἐστίν: — Bi
ὄλοιο καὶ σὺ χὥστις: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν. ἀπόλοιο. φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας ⟨τὸ⟩ μὴ καλῶς προσέθηκεν. οὐ γὰρ οἶδε φύσις κἂν ἐξ εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴγε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι: — AB
δέσποιν’, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα
οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς
εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως
εἰ δ’ εὖ γ’ ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς ἐλπίδος, ἐθαυμάζετ’ ⟨ἂν⟩ μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλ’ ἡ τύχη. εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ: — AB
πρὸς τὰς ἀποβάσεις τῆς τύχης ἔχομεν τὰς φρένας. ἐν ὀρ⟨γῇ ταῦ⟩τα λέγει. ἀρνεῖται . . . . . . . . . . . .: — M
ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν, τρώσασάν με. ἐξαρκοῦντα δέ μοί ἐστιν ἤγουν ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης: — AB
εἰς ταὐτὸ συνιέναι καὶ ἐκ τοῦ ἴσου ἁμιλλᾶσθαι: — Bi
μακρηγοροῦμεν: μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν: — AB
οὐκ ἐσωφρόνουν ἐγώ: ὁμολογεῖ τὸ ἁμάρτημα, ἐπεὶ εἶδεν αὐτὴν
πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ,
ὑμεῖς δὲ παῖδες: μεταστρέφει τὸν λόγον πρὸς τὰς γυναῖκας τοῦ χοροῦ: — AB
ὄμνυμι σεμνήν: οἰκονομικῶς ὁ χορὸς σιωπὴν ἐπαγγέλλεται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως: — NAB
ἓν δὲ προτρέπουσ’ ἐγώ: ζητοῦσα. μετατρέπουσα καὶ πολλὰ δοκιμάζουσα καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον: — NAB
ἐρευνῶσα πολυπραγμονοῦσα βουλευομένη: — M
περιποιήσασθαι τοῖς ἐμοῖς τέκνοις δόξαν: —
Bi
οὐ γάρ ποτ’ αἰσχυνῶ γε: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει: — NAB
αἰσχροῖς ἐπ’ ἔργοις: ἀντιδιασταλτικῶς τὸ μιᾶς εἶπεν· ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν: — NAB
καὶ σύ γ’ εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λόγος, ὡς εἰ ἔλεγε· μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει: — NAB
ἀτὰρ κακόν γε χἀτέρῳ: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ
ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, ἵν’ εἰδῇ, κοινῇ ταύτης μοι
ἠλιβάτοις: ἀντὶ τοῦ βαθυτάτοις. ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλόν, ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἐστιν ἀλιτεῖν τῆς βάσεως. κευθμῶσι δὲ ἐρήμοις τόποις, κεκρυμμένοις, πάσης ξυντυχίας ἀνθρώπων χωρίς. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἤτοι πρὸς τὸ ἄπειρος γενέσθαι τῶν ἐπικαταληψομένων συμφορῶν ἢ πρὸς τὸ μὴ καταναγκασθῆναι ψευδομαρτυρεῖν κατὰ Ἱππολύτου. ἢ, ὅπερ ἄμεινον, καταγνοῦσα τῆς ἀνθρωπίνης φύσεως καὶ ταῦτα διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῷον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζῴων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται ὡς καὶ ἐν ἐρημίᾳ ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν: — NAB
γενοίμην, φησὶν, ὄρνις, ᾗ εἴη δυνατὸν καὶ πελάγη διίπτασθαι,
ἵνα με πτεροῦσσαν ὄρνιν: πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι καὶ πλεῖστον ἄποπτος εἴην ἀνθρωπίνου γένους. ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν καὶ μεταβολὴν τῆς φύσεως ἑαυτοῦ κατεύχεται, ἵνα ἄπειρος τῶν ἐφεξῆς μείνῃ συμφορῶν. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ τῆς κατὰ Ἱππολύτου διαβολῆς καὶ [μέλλει] τηλικαύτην’ ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι· πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρόν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ’ αὐτῆς Ἰόνιον πέλαγος κληθέν, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσι μεταβληθεῖσαι εἰς δένδρα: — NAB
κῦμα τᾶς Ἀδριηνᾶς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ ῥεύματος τοῦ Ἠριδανοῦ. ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ, ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς τόποις εἶναι ὡς πειραθεῖσι συμφορῶν (ὁ μὲν γὰρ Ἀδρίας συνέπαθε τῇ βοΐ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι), ὅπως ἂν πρόφασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι οἵτινες μάλιστα πεῖραν μετεμψυχώσεως ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν: — NAB
ἔνθα πορφύρεον: εἰς πορφύρεον οἶδμα τοῦ Ἠριδανοῦ αἱ
εἰς οἶδμα πατρός: πατέρα αὐτῶν τὸν Ἠριδανόν φησι. παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι. αἴγειροι οὖσαι: — MNAB
κόραι Φαέθοντος: ἐκ γὰρ Ἡλίου βούλεται ὁ μῦθος αὐτὰς εἶναι. διὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεται εἶναι. ἤλεκτρον ὀνομαζόμενον, ἐπεὶ καὶ Ἠλέκτωρ ὁ Ἡλιος καλεῖται: — NAB
Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης b]
παραγενοίμην εἰσέλθοιμι: — M
ἵν’ ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις
διέξοδον [προσεγγίζειν] εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐ Γαδείρων τὸ πρὸς ζόφον
οὐ περατόν
: — NAB
πρὸς τὸν ζόφον. ἐκεῖ γάρ φασι τὸν Δία μιχθῆναι τῇ Ἥρᾳ: — MAgBi
οὐκέθ’ ὁδόν: μερίζει. διέξοδον δίδωσι. διὰ τὸ τέλος εἶναι ἐκεῖ
τοῦ ὠκεανοῦ καὶ τοῦ οὐρανοῦ: — NB
i
γράφεται κυρῶν: — A
g
τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι
τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ
ὁ οὐρανός. ὅθεν καὶ Ἄτλας εἴρηται, διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν
ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι’ οὗ ἡ
τοῦ παντὸς κίνησις γίνεται. δῆλον δ’ ἐκ τοῦ Ὁμήρου λέγοντος ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν
ἀμφὶς ἔχουσιν
. εἰρῆσθαι δὲ Ἄτλαντα, οἱονεὶ πολύτλαν, διὰ τὸ αὐτὸν πάντα
βαστάζειν: — NAB
κρῆναί τ’ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται: — NAB
ἄλλως: ὑποτίθενται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν, τῶν οἴκων, τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι: — NAB
ἵν’ ὀλβιόδωρος: πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ ζώνῃ τοῦ πυρὸς ἑτέραν [γὰρ] ἐμύθευσαν εἶναι γῆν ἐν ᾗ πλεῖστα καὶ θαυμαστὰ φύονται. ἐν ταύτῃ γὰρ καὶ τὸ Ἠλύσιον πεδίον καὶ τὴν τῶν Φαιάκων γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι ** καὶ τὸ νέκταρ· φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν: — NAB
ἀντὶ τοῦ φύει βλαστάνει: — M
ἡ τὸν βίον διὰ τῆς τροφῆς παρέχουσα: — AgBi
τὴν εὐδαιμονίαν τῶν θεῶν. τουτέστιν τῶν μακάρων αἱ νῆσοι: — M
ὦ λευκόπτερε Κρησία πορθμίς: λευκὰ πτερά, ὅ ἐστιν ἄρμενα,
ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν
ἐκόμισας νυμφευθεῖσαν Θησεῖ: — NAB
i
κῦμ’ ἁλίκτυπον: ἑτέρα μοῖρα χορικὴ ἤδη καὶ τὰ παρόντα
τὸ ἐν τῇ ἁλὶ κτυποῦν: — M
τὸ ἐν τῇ θαλάσσῃ ἠχοῦν: — Mg
τῆς θαλάσσης: — Mg
κακονυμφοτάταν: νυμφευσαμένην τῷ Θησεῖ νύμφευσιν ἀνόνητον,
τουτέστιν εἰς κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν: — ABi
ἦ γὰρ ἀπ’ ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρός, ἵν’ ᾗ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα ⟨ὑπὸ⟩ τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἶπεν τὸ ἔπτατο, ἀντὶ τοῦ ἦλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ: — NAB
τὸ ἤ τὸ δεύτερον ἀντὶ τοῦ καί: — M
ἡ κακοτυχίαν ἡμῖν φέρουσα ναῦς: — Mi
ἀνθ’ ὧν: ἀντὶ τοῦ ἀφ’ ὧν. ὁ δὲ νοῦς· ἀφ’ ὧν, τῶν κακοσήμων
οἰωνῶν, ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη: — NABi
χαλεπᾷ δ’ ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηΐ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο: — MNAB
ἀνέστεμμαι κάρα: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι. πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις: — MNAB
χαλᾶτε κλῇθρα: ἀνοίγετε τὰς θύρας. ἁρμούς δὲ ἀντὶ τοῦ δεσμούς: — NB
τὴν τύχην: — Mg
ἔπαθες εἰργάσω: πέπονθας τὸ τῆς ἀγχόνης κακόν, ἐργάσω εἰς ἑαυτὴν τὸν δι’ ἀγχόνης θάνατον. τὸ δὲ αἰαῖ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται: — NAB
συνταράξαι: — Mg
ἀπὸ χειρὸς σαυτῆς: — AgBi
λείπει ἡ κατά: — Ag
Bi
πάλαισμα μελέας: τὸ κατάπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ πιέζοντες: — NAB
ἄλλως: ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χειρός: — A
τίς ἄρα: λείπει τὸ δαιμόνων: — NAgB
τὰ μάκιστα: ἅπερ μήκιστα καὶ μέγιστα ἦν μοι τῶν κακῶν, ἔπαθον:
— NAgB
i
κηλὶς ἄφραστος: κακὸν ἀπροσδόκητον: — NABi
ῥυπαρία μολύνουσα, αἰσχύνη. ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροόρατος, ἀ⟨προσ⟩δόκητος. σπίλος καὶ αἰσχύνη: — NAB
κατακονά: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ
μηδ’ ἐκπερᾶσαι: ἐκκολυμβῆσαι παρέρπειν, ἐπεὶ καὶ πέλαγος προείρηται. ἐνέμεινε δὲ τῇ μεταφορᾷ: — NAB
τίνα τύχαν σέθεν: ἡ πρός πρὸς τὸ σέθεν, ἀντὶ τοῦ παρὰ σοῦ: — NBi
ὄρνις γὰρ ὥς τις: ὥσπερ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σύ: — NAB
πήδημ’ ἐς Ἅίδου: ἀντὶ τοῦ· ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ: — NB
τὴν πόρρωθέν μου καὶ ἀπροσδόκητον: — Mi
πρόσωθεν δέ ποθεν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά; μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων; πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται: — AB
ἀμπλακίαισι: ὅ ἐστιν· οὐ δι’ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν: — NB
ἀμπλακίαισι: ταῖς ἁμαρτίαις τῶν προγόνων: — A
ἄλλως: μὴ διὰ τὰς ἁμαρτίας τῶν ἀρχαίων μου προγόνων ἐγὼ ἀνακομίζομαι, ἀναλαμβάνω, τοιαύτην δυστυχίαν: — AB
οὐ σοὶ τάδ’ ὦναξ: καὶ ἐν τῇ Ἀλκήστιδι οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς
ἤμπλακες
: — B
θάρσει: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει. συγγνωστέον δὲ διὰ τὴν περικειμένην συμφοράν: — NAB
λέκτρα γὰρ τὰ Θησέως: ἀντὶ τοῦ· οὐδὲ εἰς τὰ ἐμὰ λέκτρα οὐδὲ εἰς τὰ δώματα: — A
οὐκ ἔστι δώμαθ’: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθῃ διὰ τὰ λέκτρα τοῦ Θησέως: — A
καὶ μὴν τύποι γε: σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμόν. τύπον
δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ: — NAAgB
σφενδόνης: τῆς σφραγῖδος: — N
προσσαίνουσί με: ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν: — NAB
λύσας τοὺς δεσμούς. τὰς περιπλοκὰς ἀναλύσας: — N
φέρ’ ἐξελίξας: φέρε ἀποκόψας τὸν δεσμὸν τῆς σφραγῖδος: — AB
ἴδω τί λέξαι: ἵν’ ἴδω τί θέλει σημᾶναι ἡ δέλτος αὕτη: — NA
ἐκδοχαῖς: κατὰ διαδοχὴν νέα κακὰ ὁ θεὸς ἐπιφέρει τούτοις τοῖς οἴκοις: — AB
ἀβίωτος βίου τύχα: θάνατος. τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ· ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι: — NB
ἀβίωτος: ἀντίπτωσις· ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου ἀβιώτου πρὸς τὸ κρανθέν, ἤτοι· ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι: — A
πρὸς τὸ συμβάν: — N
ἀντὶ τοῦ ἀπολοίμην: — NBi
ἐμῶν τυράννων δόμους: τὸ ἑξῆς· ὀλομένους δόμους
ἔν τισιν οὐ φέρονται οὗτοι: — Bi
πρὸς γάρ τινος: ἡ πρός ἀντὶ τῆς ἀπό, ἀπό τινος τύχης: — NB
πρὸς γάρ τινος: εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται: — A
ὦ τάλας: λείπει τὸ εὗρον: — NAgBi
εἴ τι μοι λόγου μέτα: εἰ μέτεστί μοι τοῦ λόγου, εἰ μεταδώσεις μοι τοῦ λόγου: — N
αἰαῖ κακῶν ἀρχηγόν: ἀντὶ τοῦ· κακοῦ λόγου ἀρχὴν λέγεις: — NAgB
τόδε μὲν οὐκέτι: τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι: — NAB
ἄλλως: πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιγήσω: — A
στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ· ἕρκος
ὀδόντων
: — NA
ἀντὶ τοῦ· τὸν πατρῷον Δία ὑβρίσας: — AgB
† ἀλλ’ ὦ πάτερ Πόσειδον: ἱστορία. Μίνως ὁ βασιλεὺς τῶν Κρητῶν
ἔσχε γυναῖκα τὴν Πασιφάην, ἥτις ἠράσθη ταύρου καὶ μὴ δυναμένη τὸν τοιοῦτον
ἐκπληρῶσαι ἔρωτα προσῆλθε Δαιδάλῳ τῷ ἀγαλματουργῷ καὶ ἀπήγγειλε αὐτῷ τὸν ἐπὶ
τῷ ταύρῳ [ταύτης] ἔρωτα. ὃς δὴ Δαίδαλος θέλων ἐκπληρῶσαι τὴν ταύτης ἔφεσιν
κατεσκεύασε ξύλινον ταῦρον συνάψας αὐτῷ καὶ αἰδοῖον καὶ ἐνέδυσεν αὐτὸν δέρμα
ταύρου * * ἐν μιᾷ γοῦν τῶν ἡμερῶν κατερχόμενος ὁ ταῦρος ἀπὸ τῆς θήρας πρὸς
τὸ οἰκεῖον σπήλαιον ἐφεῦρε τὸν τοιοῦτον τεχνητὸν ταῦρον καὶ εἰς μῖξιν
ἄθεσμον ἐκινήθη. ἐξ ἧς δὴ μίξεως συνέλαβεν ἡ Πασιφάη τὸν λεγόμε
ἀλλ’, ὦ πάτερ: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου· τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ὑποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον: — NAB
γνώσῃ γὰρ αὖθις ἀμπλακών: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες. καὶ ἐν
Ἀλκήστιδι οὐ γάρ ⟨τι⟩ πρῶτος οὐδὲ
λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες
: — NAB
καὶ πρός γ’ ἐξελῶ: ⟨πρὸς τὸ⟩ αὖθις ἀμπλακών, ἀντὶ τοῦ· οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς: — NAB
δυοῖν δὲ μοίραιν: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται: — NAgB
ἄλλως: ἢ παραλλάσσοντες τοῦ πρέπονος ἤτοι ἔξω τοῦ εἰκότος φερόμενοι καὶ ἐκτὸς ὄντες λογισμοῦ: — A
ἔξεδροι: οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου ἤτοι μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλ’ ἔξω τῆς διανοίας ὄντες: — NAB
τί τέρμα τόλμης: τί ἔσται τὸ τέλος τοῦ θράσους· τὸ θράσος δηλονότι: — NB
εἰ γὰρ κατ’ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσωσιν, ἥτις τοὺς κακοὺς χωρήσει. ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππολύτου: — NAB
ἄλλως: εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξάνεται καὶ ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούργους: — NAB
θεοῖσι προσβαλεῖν χθονί: εἰσὶ φύσεις ζῴων πρὸς ἑτέρας φύσεις
ζῴων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων
πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος ὡς
οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά
. καὶ τοῖς μὲν θηρίοις
δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις αἱ ἡμερώτεραι τῶν χωρῶν.
ὅταν, φησὶν, πρὸς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ
θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρήμους; ἀλλ’ ἐκεῖ θῆρες. εἰς
τὰ ἥμερα χωρία; ἀλλ’ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς
ἥτις χωρήσει τοὺς κακούς: — NAB
σκέψασθε δ’ εἰς τόνδ’: ἀποβλέπετε εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης: — NAB
δεῖξον δ’ ἐπειδή γ’ εἰς μίασμ’ ἐλήλυθας: ⟨ἐπειδὴ εἰς μίασμα⟩ ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅλως εἰς τὸ μιᾶναί με ἦλθες, δεῖξόν μοι τὸ σὸν πρόσωπον. ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ: — A
σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων καὶ ἀκούων ἀμίαντος τῶν κακῶν; οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι: — NAB
καθαρὸς ἄχραντος: — Bi
καὶ δι’ ἀψύχου βορᾶς: τῆς δι’ ὀρνέων τροφῆς: — NBi
σίτοις καπήλευ’: ἀντὶ τοῦ· χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε πορίζειν τροφάς. ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοὺς λόγους καπηλεύοντες, καὶ τοῖς σιτίοις τοῖς δι’ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ· ἅγνευε, ὡς οἱ φιλόσοφοι μηδὲν ἀπὸ τῶν ὀρνέων ἐσθίοντες ἢ ἑτέρων ζῴων, ἀλλὰ σῖτον μόνον καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα, ὡς σώφρονα. ἐπεὶ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπείχοντο. ἀνάγει δὲ τοὺς χρόνους. περὶ ἑαυτοῦ γὰρ αἰνίξασθαι βούλεται ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν ἀεὶ, τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα: — NAB
τὸν ἡγεμόνα τῆς σοφίας: — NBi
βάκχευε: μεγαλαύχει τὰς μωρίας πολλῶν γραμμάτων ἐπιστάμενος. τὸ γὰρ ληφθῆναί σε σκαιὰν ἐποίησέ σου τὴν ἄσκησιν: — NAB
τιμῶν καπνούς: προσποιοῦ ἔνθεος εἶναι: — N
τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις τοῦτό σε ἐξελεῖν καὶ λυτρώσασθαι, τὸ ταύτην ἀποθανεῖν, ἀλλ’ οὖν ἔχεις ἔλεγχον, τὰ γράμματα: — N
τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις ἐκφυγεῖν ταύτης ἀποθανούσης, οὐδαμῶς ἔσται τοῦτο· ἐπεὶ ἔχεις ἔλεγχον, τὰ γράμματα ταῦτα: — AB
μισεῖν σε φήσεις: ἀλλ’ ἔχεις εἰπεῖν ὅτι ἐμίσει σε ὡς νόθον ὄντα· ἐπειδὴ οἱ γνήσιοι πολέμιοι εἰσὶ τοῖς νόθοις: — NAB
κακὴν ἄρ’ αὐτὴν ἔμπορον: οἱ ἔμποροι τὰ μὲν παρέχουσι τὰ δὲ λαμβάνουσι, καὶ τοῦτο ἐπ’ ὠφελείᾳ ποιοῦσιν. εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε τοιαῦτα ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει πραγματεύονται. ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά σε φονεῦσαι διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως: — NAB
ἑαυτήν: — Mi
ἀνδράσιν μὲν οὐκ ἔνι: τὸ ἀκόλαστον ἤτοι πορνικόν: — NBi
οἶδ’ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους οἵτινες, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράξει, μωρότεροι γίνονται τῶν γυναικῶν: — NAB
τὸ δ’ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ εἶναι ἀνδράσιν ἐν ταῖς ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὔ. ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές: — NAB
νῦν οὖν τί ταῦτα: τί, φησὶν, ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα, τὴν νεκρόν: — NAB
ἔξερρε: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γεγονὼς καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς. τὴν ἐπὶ Ἀθηνᾷ ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν: — NAB
† θεοδμήτους μόλῃς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλ’ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν [ὡς] τῷ δεδειχότι σημεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνακεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: — A
εἰ γὰρ παθών γε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωσα, ἔτι ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπ’ αὐτοῖς: — NAB
† οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις: Ἰσθμοῖ Σίνις ἐγένετο, ὅστις
εἶχε κράββατον ἀνὰ μέσον τῆς ὁδοῦ καὶ τοὺς παριόντας κρατῶν προσεμέτρει τῷ
κραββάτῳ, καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι
αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ μικρὸς ἦν, μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ
ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν
ὑπὸ σοῦ ἡττη
Σίνις υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὃς
Πιτυοκάμπτης ἐλέγετο: — NAgB
ἑαυτόν: δύο ἀντωνυμίαι ἐπάλληλοι, κτείνειν ἓ· αὐτόν. ⟨ἢ⟩
σύνθετον ἀντὶ ἁπλοῦ, τῆς αὐτός: — NBi
οὐδ’ αἱ θαλάσσης: ὁ Σκείρων ἦν ἐν Μεγάροις τύραννος ἄξενος, ὃν
τῇ χελώνῃ ἔρριψεν ὁ Θησεύς. Σκειρωνίδες δὲ πέτραι καλοῦνται ἀπὸ Σκείρωνος
τοῦ τὴν χελώνην τρέφοντος, οὗ μέμνηται Καλλίμαχος
ἄλλως: ὁ Σκείρων οὗτος ἠνάγκαζε τοὺς παριόντας νίπτειν τοὺς πόδας αὐτῷ καὶ λακτίζων αὐτοὺς βρῶμα ἐποίει γίνεσθαι χελώνης. Θησεὺς δὲ τοῦτον ὑπεράνω τῆς κεφαλῆς ῥίψας εἰς θάλασσαν, ἐποίησε βρωθῆναι ὑπὸ τῆς χελώνης: — NAB
τὰ εὐτυχήματα τοῦ Θησέως: — AgBi
πάτερ, μένος: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ
διάνοια τῶν σῶν φρενῶν. ἀλλ’ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα
ξύστασις: πύκνωσις λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου
διαχέονται: — NAgB
τὸ μέντοι πρᾶγμα: τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατ’ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατ’ ἐμοῦ δικαίαν τὴν μέμψιν: — NAB
δοκιμάσειεν ἐρευνήσειεν φανερὸν ποιήσειεν κρίνειεν: — NBi
ἄκομψος: ἀπίθανος ἀνίκανος: — NBi
ἐγὼ δ’ ἄκομψος: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν· ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νικήσω: — NAB
ἔχει δὲ μοῖραν καὶ τόδ’: ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν· οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς ὄχλον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος: — NAB
οἱ γὰρ ἐν σοφοῖς φαῦλοι: καὶ τοὐναντίον οἱ παρ’ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν: — NAB
ὅθεν μ’ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτον ὡς διαφθερῶν ἀπολογίαν οὐκ ἔχοντα. ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα: — NAB
ἄλλως: θεωρεῖς με ὅτι οὐκ ἀναβλέπω πρὸς σὲ καὶ οὐκ ἀντιλέγω τοῖς λεγομένοις ὑπὸ σοῦ, καὶ θέλεις εἰπεῖν ὅτι ἐγὼ αὐτὴν διέφθειρα: — NAB
περισσὸς ὁ καί: — A
gBi
ἐπίσταμαι γάρ: ἀντὶ τοῦ· φίλος εἰμὶ τῶν δικαίων ἀνθρώ
ἄλλως: ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας μηδὲ θέλοντας ἀδικεῖν: — NAB
ἀλλ’ οἷσιν αἰδώς: ἀλλ’ [ἐν] οἷς πρόσεστιν ἡ αἰσχύνη καὶ μὴ ὁμιλοῦσι κακὰ μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι. μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλομένοις: — NAB
ὡς μήτε συμβουλεύειν καὶ ὑποτιθέναι τὰ χείριστα μήτε συνεργεῖν
τοῖς τὰ αἰσχρὰ πράττουσιν: — Ag
οὐκ ἐγγελαστής: οἷον· οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ. ἀλλ’ ἀρετῆς χάριν: — NAB
ἄλλως: οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς περὶ ἐμὲ οὖσι καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι καὶ τὴν αὐτὴν διάθεσιν ἔχω πρὸς ἀμφοτέρους: — NAB
ἄλλως: οὔκ εἰμι ἐγὼ ἐγγελαστὴς, οἷον· οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς: — NAB
ἀλλ’ αὐτὸς οὐ παροῦσι: ἀλλ’ ὁμοίως καὶ μὴ παροῦσιν αὐτοῖς
φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν: — NAB
i
ὁ ὅμοιος: — Ag
γράφεται καὶ φίλοις: — Bg
ἑνὸς δ’ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με ληφθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν: — NAB
γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμασιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνα κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος: — NAB
παρθένον: καθαρὰν ἁγνήν: — Bi
ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν καὶ τὴν εὔπορόν σου κοίτην: — NAB
ἄλλως: μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην. οὐδαμοῦ, φησὶ, συνέσεως ἦν ἐγὼ τοιαῦτα ἐννοούμενος: — NAB
ἀλλ’ ὡς τυραννεῖν ἡδύ: οὐδαμῶς ⟨ὁ⟩ σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκσταίη τῶν φρενῶν. τὸ δὲ ἑξῆς· εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία: — NAB
ἐγὼ δ’ ἀγῶνας: ἐγὼ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος: — NAB
πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν· ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες ⟨ἐν⟩ κινδύνοις διάγουσιν: — NAB
εἰ μὲν γὰρ ἦν μοι μάρτυς: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν καὶ τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμι ἐγώ) καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς: — NAB
ἄλλως: εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγώ, ὅ ἐστιν· εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις: — NAB
μηδ’ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν μέ ποτε τοῦ μιᾶναι τὴν σὴν κοίτην, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν: — NAB
ἦ τἄρ’ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ· ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι: — NB
εἰ δ’ ἥδη δειμαίνουσ’: εἰ δὲ ἑαυτὴν φοβουμένη ἐφόνευσεν ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα: — NAB
ἐσωφρόνησεν οὐκ ἔχουσα: δύναται ἐν ἐρωτήσει, ἵν’ ᾖ
ἄλλως: τινὲς δὲ κατ’ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν: — A
ἄλλως: ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατ’ αὐτὴν καὶ δηλῶσαί σοι: — A
γράφεται οὐχ ἑκοῦσα: — AgBi
ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα: — AgBi
ἡμεῖς δ’ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν. τὸ δὲ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες: — NAB
ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ φονεῦσαί σε τὴν Φαίδραν: — NAB
γόης: ἀπατεών, φαρμάκων ἔμπειρος: — NB
εὐοργησίᾳ: πρᾳότητι, ἀνεξικακίᾳ, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ: — NAB
καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς. εἰ γὰρ ἐγὼ πατήρ σου ἤμην, οὐδαμῶς ⟨ἂν⟩ ἐφυγάδευόν σε, ἀλλ’ ἐφόνευον, εἰ ὑπελάμβανον διαφθείραντά μου τὴν γυναῖκα: — NAB
ταχὺς γὰρ Ἅιδης ῥᾷστος: ἀντὶ τοῦ ἥδιστος. ταχύς
μισθὸς γάρ: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος: — NBi
οὐδὲ μηνυτὴν χρόνον: οὐδὲ περιμενεῖς ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλές, ἀλλ’ οὕτως με διώκεις: — NAB
ἡ δέλτος ἥδε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη, ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ [πιστεύω] δέχομαι, τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμῴζειν. οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλ’ αὐτὴ παθοῦσα καὶ πλέον ἄλλων εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφ’ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις. κλῆρον τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς: — NAB
κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν: — A
οὐ δῆτα πάντως: ὑφ’ ἓν ἀναγνωστέον καὶ περιττεύει ἡ μία ἄρνησις: — NAB
οὐ δῆτα: ἀντὶ τοῦ· οὐδαμῶς [λύσω τὸν ὅρκον] ἐγχωρεῖ μοι πεῖσαί σε καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδενὶ εἰπεῖν: — NAB
ἄλλως: ἐπεὶ ὅλως, φησὶν, ἂν εἴπω, οὐ πείθω, διὰ τί καὶ τοὺς ὅρκους παραβαίνω: — NAB
ἄλλως: οὐ μή ποτε πείσω τοὺς περὶ Θησέα οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην: — A
οὐκ εἶ πατρῴας ἐκτός: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω, ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβαλὴν πάσχουσι τοῦ παραλόγως. φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ: — NB
τίνος ξένων: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι· διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται: — B
ὃστις γυναικῶν: ὅστις ἥδεται κομίζων ὡς ξένους λυμεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν: — NB
ὦ δώματ’ εἴθε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφείητε καὶ μαρτυρήσαιτέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα: — NAB
εἰς τοὺς ἀφώνους: γράφεται σοφῶς, ἵν’ ᾖ σοφιστικῶς καὶ τεχνικῶς. εἰς τὸ φεύγεις ὑποστικτέον, τὸ δὲ λοιπὸν κατὰ ἀπόφασιν· εἰς τοὺς ἀφώνους μάρτυρας ⟨φεύγεις⟩, ὅ ἐστιν ἀφώνους μάρτυρας ἐπικαλῇ, τὸ δὲ κατὰ Φαίδραν πρᾶγμα μὴ φθεγγόμενον σαφῶς μηνύει σε κακόν: — NAB
εἴθε ἦν ἐμαυτόν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενόμενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι. τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν: — NAB
πολλῷ γε μᾶλλον: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας [ἢ καλῶς ποιεῖν]. ὢν δίκαιος, ὡς αὐτὸς λέγεις. μᾶλλον σεαυτὸν ἤσκησας σέβειν: — NAB
Ἀντιόπη: — Bi
οὐχ ἕλξετ’ αὐτὸν δμῶες: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς· οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν: — NB
πάλαι ξενοῦσθαι: ἐπὶ ξένης γῆς διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι. οὕτως Ἀττικῶς: — NAB
κλαίων τις αὐτῶν: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλ’ ὡς ἐξ
ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος. ὄντως, ἐάν μέ τις διώξῃ ἐκ
ἄραρεν: ἀντὶ τοῦ· ἔδοξε κέκριται: — NBi
ὦ τάλας ἐγώ: ἐγίνωσκον γὰρ ⟨τὰ⟩ περὶ ἐμοῦ καὶ Φαίδρας
ἐπεγίνωσκον ὥστε μὴ δυνατὸν εἶναι ταῦτα φράζειν ὅρκοις
πεδηθεὶς τῆς τροφοῦ παρ’ ἀξίαν
: — A
ἄλλως: γινώσκω ταῦτα, γινώσκω δὲ οὐχ οὕτως ὥστε εἰπεῖν, ἀλλὰ κρύψαι: — A
φευξούμεσθα: [εἰς] Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν ἦσαν Ἀττική τε καὶ Τροιζήν. καὶ ἑτέραν λέγων, ἑκατέραν ὠνόμασεν: — NAB
καὶ γαῖ’ Ἐρεχθέως: τὸ αὐτὸ λέγει. Ἐρεχθεὺς γὰρ ἐβασίλευσεν εἰς τὰς Ἀθήνας: — NB
ὡς ἐγκαθηβᾶν: ἐννεάσαι. ἡβητὰς τρέφεις διὰ τὸ ἔχειν τόπους εἰς τὸ ἡβᾶν ἐπιτηδείους. ὅθεν καὶ ἡβητήρια τὰ γυμνάσια: — NAB
ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ. μεταφέρει
δὲ τὸ πρόσωπον ἐφ’ ἑαυτοῦ ὁ ποιητὴς καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς
γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δὲ μοί ἀντὶ τοῦ μοῦ, ὡς τὸ μητέρι μοι μνηστῆρες
. τὸ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας
μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν
ἄλλως: ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις καθ’ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων, περὶ τὴν ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω αὐτά, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθής, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων: — A
ἄλλως: ὁπηνίκα, φησὶν, ἐνθυμηθῶ ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι: — A
ξύνεσιν δέ τιν’: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων καθὸ πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν τοῖς ἔργμασι βλέπων: — NAB
ἄλλως: νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν ⟨ἐν⟩ τῇ διανοίᾳ, ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος: — A
ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω: — NAB
ἔν τε τύχαις: ἐν ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις βλέπων: — N
ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται, οἷον· πολλὴ ⟨ἡ⟩ μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων: — NAB
μεταβαίνει εἰς πολλά, μεταβάλλεται: — N
μετὰ δ’ ἵσταται: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀνθρώποις ὁ βίος, οἷον· οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλλεται: — AB
πολυπλάνητος: οἷον· τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλάνητον ὂν τοῖς ἀνθρώποις: — AB
ἄλγεσι θυμόν: καὶ ἐν κακοῖς ἄφθαρτον, ἀβλαβῆ τὴν ψυχὴν
παράσχοι: — NABi
δόξα δὲ μήτ’ ἀτρεκής: ἀντὶ τοῦ· μὴ σχῶ μεγάλην δόξαν μήτε μικράν, ἀλλὰ μέσην καὶ καλήν: — NAB
μήτ’ αὖ παράσημος: ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων: — NAB
ἄλλως: εἰς ἄκρον τελεία ἐν εὐτυχίᾳ. ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος καὶ μήτε βασιλείᾳ ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλῖψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐχ⟨ρή⟩σατο κατ’ ἐναντίωσιν τοῦ ἀτρεκής, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης: — A
ῥᾴδια δ’ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα, προβαίνουσα εὐτυχοίην ἀεί: — NAB
ἄλλως: εὐχερῶς δὲ τὰ ἤθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον,
μεταβαλλομένα: διαδεχομένη, ἡ μοῖρα δηλονότι: — N
βίον συνευτυχοίην: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον: — NAB
οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον· διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην: — NAB
ἄλλως: ἄδολον, εἰς θεοὺς δηλονότι. τοῦτο δὲ [ἐν] τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν ἀνθρωπίνων πραγμάτων· οὐκέτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν· οὐκ ἔχω ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος: — NAB
ἐπεὶ τὸν Ἑλλανίας: ἐπειδὴ τὸν τῆς Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα λέγει τὸν Ἱππόλυτον, διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ: — NAB
φανερώτατον ἀστέρα: τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς ἀστέρα. καὶ
Ὅμηρος εὐρυάγυιαν Ἀθήνην
: — NBi
ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς θαλάσσης τῆς λευκῆς, ἔνθα
ἐγυμνάζετο: — NABi
ὦ δρυμὸς ὄρειος: ὑπερβατόν· ὅθι μετὰ κυνῶν ἐπέβης
θεᾶς μέτα: οἱ μὲν ὑπερβατόν, μετὰ κυνῶν· οἱ δὲ μετὰ τῆς θεᾶς.
Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι: —
NABi
Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως καὶ κατεδίωξεν αὐτὴν μῆνας ἐννέα· καὶ μὴ ὑποφέρουσα ἔτι, ἔρριψεν ἑαυτὴν ἀπὸ τοῦ ὄρους εἰς θάλασσαν καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα: — NAB
ἄλλως: οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν, Δίκτυνναν * * παρεπομένην τῇ Ἀρτέμιδι. ⟨Ἄρτεμις⟩ Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσον διὰ μεθόδων δικτυηρῶν * * οἱ ἐπακτῆρες καἰ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον διὰ τὸ ὑπὲρ τῆς * * μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεσθαι δεῖ ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι· δῆλον δὲ ἐκ τοῦ καὶ αὐτὴν Ἑκάτην ὀνομάζεσθαι: — A
Ἐνέτη πόλις Ἠπείρου ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι: — Bi
πώλων Ἐνετᾶν: Παφλαγονικῶν. Ἐνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ
δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι, ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ
πόλεως οὐδὲ ἐκ χώρας, ἀλλ’ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες, Βλέμυες. ἡ δὲ
ἐπί ἀντὶ τοῦ εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετῶν πώλων βήσῃ, ὡς τό ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο
: —
NAB
τὸν ἀμφὶ Λίμνας: Λίμνη τόπος Τροιζῆνος [Ἀττικῆς], ἔνθα Λιμνᾶτις Ἄρτεμις καλεῖται. περὶ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον οὐκέτι τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων: — NAB
ποδὶ γυμνάδας ἵππους: τοὺς γυμναστικοὺς ἵππους οἱ ἱππαζόμενοι
ἀντιβαίνοντες τῷ ποδὶ ἀνακρούουσι τοῖς χαλινοῖς: — NBi
μοῦσα δ’ ἄυπνος: ἡ δὲ ἄυπνος καὶ διηνεκὴς ᾠδὴ τῶν ὑπὸ τῇ ἄντυγι χορδῶν λήξει. τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ. ἢ τὸν πῆχυν ὡς κιθαρίζοντος αὐτοῦ: — NB
κόρας: πρὸς τὸ Λατοῦς: — NBi
ἀστέφανοι δὲ κόρας: αἱ δὲ ἀναπαῦλαι τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστεφάνωτοι ἔσονται: — NB
ἄλλως: αἱ δὲ ἀναπαύσεις τῶν κορῶν τῶν συγχορευουσῶν περὶ τὸ
φυγᾷ σᾷ: διὰ τὴν σὴν φυγὴν οὐκέτι ἁμιλληθήσονται αἱ παρθένοι ὑπὲρ τοῦ γάμου, τίς σοι δοθήσεται γυνή: — NB
ἄλλως: φυγάδος σοῦ ὄντος ἡ φιλονικία τῶν παρθένων τῶν ἐπιδοξαζομένων τῷ σῷ γάμῳ ἀπώλετο: — NB
ἅμιλλα κόραις: φιλονικία ἐναντίωσις ἕνεκεν τῶν λέκτρων: — N
διοίσω: ἐν τοῖς δακρύοις διάξω καὶ ζήσω: —
NABi
πότμον ἄποτμον: θάνατον κακοθάνατον: — NABi
ἔτεκες ἀνόνητα: ἐπειδὴ οὐκ ἀπέλαυσεν αὐτοῦ: — NABi
μηνίω: ὀργίζομαι σχετλιάζω: — NABi
ἰὼ ἰὼ συζύγιαι Χάριτες: αἱ συνεζευγμέναι Χάριτες τῷ Ἱππολύτῳ. αἱ συζευγνῦσαι, ὅ ἐστι γαμήλιοι. ἀντὶ τοῦ· ὦ Χάριτες ἔφοροι τῆς συζυγίας: — NAB
οὐδὲν ἄτης: οὐδεμιᾶς βλάβης: — NBi
Θησεῦ, μερίμνης ἄξιον φέρω: οἱ ἀρχαῖοι καὶ ἐξ ὀνόματος τοὺς δεσπότας ἐκάλουν: — NAB
σοὶ καὶ πολίταις: πολίτας φησὶ τοῦ Θησέως Ἀθηναίους καὶ Τροιζηνίους. τούτων γὰρ ἀμφοτέρων πολίτης ἐστὶν, ἐκ μὲν πατρὸς Ἀθηναίων, ἐκ δὲ μητρὸς Τροιζηνίων: — NAB
ναίουσι καὶ γῆς τέρμονας: περὶ τὰ τέλη τῆς Τροιζῆνος. τέρμονας Τροιζῆνος τοὺς ὅρους φησίν: — NB
δισσὰς κατείληφε: τὰς δύο πόλεις, Τροιζῆνα καὶ Ἀθήνας: — NB
ὡς εἰπεῖν ἔπος: ὡς ἐν συντόμῳ εἰπεῖν: — NAgBi
δέδορκε: ἀντὶ τοῦ· μέλλει ἀποθνῄσκειν: —
NBi
πρὸς τοῦ: μή τις ἐχθρὸς ἦν αὐτῷ; μὴ ἆρα γυναῖκά τινος ἔφθειρεν ὡς καὶ τὴν ἐμήν, κἀκεῖνος φονεύει αὐτόν: — NAB
παιδὸς ἠράσω πέρι: ἡ περί ἀντὶ τῆς κατά, κατὰ τοῦ σοῦ παιδός: — NB
ὡς ἄρ’ ἦσθ’ ἐμός: ὦ Πόσειδον, ὄντως ἔμαθον ὅτι ἐμὸς εἶ πατήρ: — NAB
ἔπαισεν αὐτὸν ῥόπτρον: ἡ ῥομφαία, ὅ ἐστιν εἶδος ξίφους, καὶ ἡ πάγη καὶ τὸ ἐπίσπαστρον: — NB
ἄλλως: πλῆγμα. κυρίως δὲ [ῥόπτρον τὸ τῆς δίκης] ῥόπαλον: — NB
ῥόπτρον: ἡ πάγη. ἀπὸ τοῦ ῥαπίζειν: — B
ἡμεῖς μὲν ἀκτῆς: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου: — NAB
ψήκτραισιν ἵππων: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα: — NB
ὡς οὐκέτ’ ἐν γῇ: ὅτι ὁ Ἱππόλυτος φεύγει τὴν ἰδίαν γῆν καὶ πόλιν: — NAB
δακρύων ἔχων μέλος: στεναγμόν. τουτέστι στενάζων. ἀντὶ τοῦ θρηνῶν. οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς: — NA
ἀντὶ τοῦ· τὸν αὐτὸν στενάζων στεναγμόν: — B
μυρία δ’ ὀπισθόπους: ἀντὶ τοῦ· πολλὴ προπομπὴ, πολλῆ ἄθροισις ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου: — NAB
τί ταῦτ’ ἀλύω: δυσφορῶ. λείπει ἡ διά, διά τί ἀδημονῶ καὶ θρηνῶ· οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς: — NAB
ἐξηρτυμένας: ἡτοιμασμένας. ἀντὶ τοῦ· ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα: — NAB
μάρπτει δὲ χερσίν: εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα
τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄγχεσθαι· ὡς ὁ ποιητής ἐξ ἄντυγος ἡνία τείνας
: — NAB
ἄλλως: λαμβάνει τοὺς χαλινοὺς ἐν ταῖς χερσὶ καὶ κρατεῖ ἐκ τοῦ ἅρματος: — NB
αὐταῖσιν ἀρβύλαισιν: ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος: — NAB
καὶ πρῶτα μὲν θεοῖς: ἀντὶ τοῦ· ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας: — NB
αἴσθοιτο δ’ ἡμᾶς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με. ἑνικῷ πληθυντικὸν ἐπήγαγεν, διὸ τὸ χ: — NAB
ἐπῆγε κέντρον: ἀντὶ τοῦ· τὴν μάστιγα ἐπὶ τοὺς ἵππους
μετήνεγκεν: — NBi
ἐφ’ ἅρματος: ἀντὶ τοῦ· παρὰ τῷ ἅρματι, ὡς τὸ Ἀθηναίης ἐπὶ γούνασιν
: — NABi
κἀπιδαυρίας ὁδόν: ἔνθα ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεσημείωται δὲ ὅτι
οὐ λέγουσι τὴν ἐπ’ εὐθείας τοπικῶς: — NBi
ἤδη κειμένη: τὸ ἤδη πρὸς τὸ ἔρημον: — NBi
† Σαρωνικόν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ ἱερὸς
Ἀρτέμιδος, ἐν ᾧ φασὶ τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι. ὄνομα οὖν ἐστι
πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ· οὗτος διώκων ἔλαφον εἰς τὸ
πέλαγος κατέπεσεν καὶ ἐκεῖ ἐπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς
θυγατρὸς τοῦ Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν
εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς μαχομένους περὶ τῆς βασιλείας. καὶ ἦν
εἱμαρτὸν μὴ παραληφθῆναι τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ἕως εἶχε τὸν χρυσοῦν
πλόκαμον ἐν τῇ κεφαλῇ αὐτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας κατ’ αὐτοῦ οὐκ
ἠδυνήθη παραλαβεῖν [ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον]. ἡ δὲ θυγάτηρ αὐτοῦ
Σκύλλα θεωρήσασα τὸν Μίνωα ἐφίλησεν αὐτὸν καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν
ἀκτὰς ἀποβλέψαντες: εἰς δὲ τὰς πέτρας τὰς ὑπὸ τῶν κυμάτων κλυζομένας ⟨ἀποβλέψαντες⟩ ἐθεωρήσαμεν τὸ κῦμα μέχρι τοῦ οὐρανοῦ ἀνερχόμενον, καὶ τοσοῦτον ὑψηλὸν ἦν τὸ κῦμα ὥστε μηκέτι καθορᾶν ἡμᾶς τὸ ὄρος τοῦ Σκείρωνος. ἐκ τοῦ ὕψους τοῦ κύματος οὐκέτι ἑωρῶμεν τὴν Σκειρωνίδα ἀκτήν: — NAB
ἱερόν: ἀντὶ τοῦ μέγα: — NBi
γειτνιάζον ἐγγίζον: — AgBi
κἄπειτ’ ἀνοιδῆσάν τε: τὸ κῦμα εἰς ὕψος ἠρμένον. ἰσθμὸν δὲ τὴν στενὴν γῆν τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων: — NAB
διαφέρει δὲ ἰσθμὸς πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο θαλασσῶν πορεύσιμος τόπος, πορθμὸς δὲ τὸ ἀνάπαλιν: — A
καὶ πέριξ ἀφρόν: ἀναφυσηθέν: — N
οὗ τέθριππος ἦν ὄχος: ὅπου τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων ἐζευγμένον, ⟨τὸ⟩ τοῦ Ἱππολύτου: — NAB
οὗ πᾶσα μὲν χθών: οὗτινος ταύρου βοῶντος πᾶσα ἡ γῆ φωνῆς
ἐπληρώθη: — NBi
φρικῶδες: ἰσχυρόν: — N
κρεῖσσον θέαμα: οἷον· ὑπὲρ θέαν ἦν τὸ ἐκτεθὲν ὡς μηδὲ φέρειν
τὴν φωνὴν τὰς ἀκοὰς μηδὲ τὴν θέαν τὰ ὄμματα: — NBi
δεργμάτων: ἀποσκοπῆς τῶν ὀφθαλμῶν: — NBi
καὶ δεσπότης μὲν ⟨ἱππικοῖς⟩ ἐν ἤθεσι: μελέταις. συνήθειαν πολλὴν ἔχων ἐν τῷ ἱππεύειν: — NB
ἄλλως: ὁ μὲν Ἱππόλυτος διὰ τὸ μὴ θροηθῆναι τοὺς ἵππους αὐτοῦ ἐπέπεσεν αὐτοῖς καὶ ἔσφιγξε τοὺς χαλινούς: — NB
ἥρπασ’ ἡνίας χεροῖν: ἐκράτησεν ἀνέτεινεν: — NBi
ἕλκει δὲ κώπην: τὸ ἑξῆς· ἕλκει δὲ ἱμᾶσιν εἰς τοὔπισθεν ἀρτήσας δέμας ὡς ναύτης κώπην: — NAB
ἄλλως: ὥσπερ δὲ ναύτης ζάλης οὔσης κρατεῖ τὸ πηδάλιον καὶ σῴζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα ἐκράτει: — NAB
ἀρτήσας: ἐκκρεμάσας τὸ σῶμα: — NBi
αἱ δ’ ἐνδακοῦσαι: αἱ δὲ πῶλοι ἐνδακοῦσαι καὶ κρατήσασαι τοὺς χαλκοῦς χαλινοὺς τοὺς ἐκ πυρὸς γενομένους ἐν ταῖς σιαγόσιν: — NAB
οὐδ’ ἱπποδέσμων: καὶ μήτε τοῦ ἡνιόχου φροντίδα ποιούμεναι μήτε τῶν χαλινῶν: — NAB
οὐ φροντίζουσαι τοῦ εὐκατασκευάστου ἅρματος: — NBi
κεἰ μὲν εἰς τὰ μαλθακά: καὶ εἰ μὲν εἰς τὰ ἁπαλὰ καὶ ἰσόπεδα τὸν δρόμον ἐποίει, ἐφαίνετο ὁ ταῦρος ἔμπροσθεν τῶν ἵππων καὶ ἐθρόει αὐτούς· εἰ δὲ εἰς τὰ ὄρη ἀπέφερον αὐτὸν οἱ ἵπποι, ὄπισθεν περιεπάτει ὁ ταῦρος: — NAB
σιγῇ πελάζων: προσπελάζων ὁ ταῦρος τῇ περιφερείᾳ συνηκολούθει: — NAB
ἁψῖδα τὸν τροχὸν ἐκάλεσεν: — NBi
σύριγγες: αἱ χοινικίδες, αἱ πλῆμναι: — N
ἐνήλατα: τὰ ἐμβαλλόμενα ταῖς χοινικίσιν: —
NABi
ἐνήλατα: οἱ πασσαλίσκοι οἱ πρὸς τῷ ἄξονι, τὰ καλούμενα ἁμαξηδόνια. αἱ χνόαι ἢ τὰ ἐμβαλλόμενα [πρὸς] τῷ ἄξονι, ὥστε μὴ ἐξιέναι τὸν τροχόν: — NAB
ἄλλως: τὰ μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι: — A
θραύων δὲ σάρκας: ἀντὶ τοῦ θραυόμενος. συντριβόμενος τὴν κεφαλὴν ἐν ταῖς πέτραις: — NAB
στῆτ’ ὦ φάτναισι: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν
μετέβη: — NABi
σῷσαι: σῴζειν βοηθεῖν: — NBi
ἵπποι δ’ ἔκρυφθεν: οἷον· οἱ δὲ ἵπποι καὶ τὸ σημεῖον τοῦ ταύρου οὐδαμοῦ ἐφάνησαν: — NAB
λεπαίας οὐ κάτοιδ’ ὅπου χθονός: κατὰ τὸ ἐξέχον καὶ ὑψηλὸν μέρος τῆς ὀρείας γῆς. τῆς ὀρεινῆς, παρὰ τὸ λελεπίσθαι: — NAB
οὐ δυνήσομαί ποτε: οὐδαμῶς ἔχω πιστεῦσαι ὅτι κακὸς ἐφάνη ὁ ἐμὸς δεσπότης: — NAB
οὐδ’ εἰ γυναικῶν: οὐδὲ ἐὰν καὶ τὸ γένος τῶν γυναικῶν ὅλον ἀποθάνῃ: — NAB
καὶ τὴν ἐν Ἴδῃ: ἄδηλον, ποίαν Ἴδην. ἀντὶ τοῦ· οὐδὲ ἐὰν πληρώσῃς γραμμάτων πάντα τὰ ξύλα τῆς Ἴδης. Ἴδη δὲ ὄρος σύνδενδρον ἐν Τροίᾳ: — NAB
οὐδ’ ἔστι μοίρας: τοῦ δέοντος καὶ μεμοιραμένου καὶ ἀναγκαίου οὐκ ἔστιν ἀπαλλαγή. τὸ δὲ χρεών μετοχή ἐστιν, ἐπιρρηματικὴν σύνταξιν ἔχουσα: — NAB
μίσει μὲν ἀνδρός: τραγῳδεῖ Θησεύς· ἐπειδὴ, φησὶ, μισῶ αὐτὸν, ἐχάρην· ἀλλὰ πάλιν τοὺς θεοὺς αἰσχυνόμενος λυποῦμαι: — NAB
ἐπάχθομαι: λυποῦμαι: — N
πῶς οὖν· κομίζειν ἢ τί χρή: ἀπὸ κοινοῦ τὸ χρή. ὁ δὲ νοῦς· πῶς οὖν κομίζειν χρὴ τὸν ἄθλιον ἢ τί χρὴ δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί: — NAB
σκόπει: — NBg
ἐμοῖς δέ: χρώμενος δὲ τοῖς ἐμοῖς βουλεύμασιν οὐδέποτε σκληρὸς γενήσῃ εἰς τὸν σὸν υἱόν: — NB
σὺ τὰν θεῶν ἄκαμπτον: τὴν ἀμετάβλητον ἀκαταγώνιστον μὴ καμπτομένην περιάγεις: — NA
ἄλλως: σὺ, φησὶ, τὴν ἀνυπότακτον τῶν θεῶν καὶ ἀνθρώπων φρένα περιάγεις καὶ ὑποτάσσεις, ὦ Ἀφροδίτη, σὺν τῷ Ἔρωτι: — NAB
ἀμφιβαλών: περισκεπάσας. σκέπει γὰρ τῶν ἐρώντων τὴν θέαν, ἵνα καὶ τὰ ἄμορφα ἐράσμια ὁρῶμεν: — NB
εὐάχητον: ἀποτελοῦντα μέγαν ἦχον: — NBi
ᾧ μαινομένᾳ: ᾧτινι σὺν τῇ μαινομένῃ καρδίᾳ ἐφορμήσει πτηνὸς
ὤν, θέλγει τοῦτον καὶ ἀπατᾷ: — NA
g
χρυσοφαής: ὁ Ἔρως ὁ χρυσοφαής, τουτέστιν· ὁ λαμπρὸς ὤν: — NAB
ἄλλως: οὐ προσηνὴς ὡς χρυσός, ἀλλὰ τὸ εἶδος χρυσοφαής: — NAB
φύσιν ὀρεσκόων: φύσιν ἔχων θηρός, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσιν. καὶ τῶν ἐν θαλάσσῃ θηρίων φύσιν ἔχων καὶ τῶν ἐν τῇ γῇ. ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων ἢ τῶν πελαγίων ἢ τῶν ἐν γῇ, ἣν ὁ ἥλιος καταλάμπει: — NAB
τὰν ἅλιος: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ: —
NBi
ἄνδρας τε: ἀντὶ τοῦ ἀνθρώπους κατ’ ἐξοχὴν εἶπεν: — NB
ψευδέσι μύθοις: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως πεισθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην: — NAB
πῶς οὐχ ὑπὸ γῆς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵν’ ᾖ οὕτως· πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδ’ ἀνέχεις: — NAB
μεταβὰς βίοτον: μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον: — NAB
ἀνέχεις: ἀναφέρεις: — NBg
ὡς ἐν ἀγαθοῖς: τοῦτό φησιν· εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος: — NAB
ἀλλ’ εἰς τόδ’ ἦλθον: ὁ ἀλλά ἀντὶ τοῦ γάρ. ἀντὶ τοῦ· φανερώσω
τὴν σωφροσύνην τοῦ σοῦ παιδός: — NAgB
καὶ σῆς γυναικὸς οἶστρον: ἢ τάχα οὐκ οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν καὶ σωφροσύνην: — NAB
γράφεται ψεῦστιν, ἤγουν τὴν ψευδολόγον: —
Bi
γενναιότητα: γενναιότητα λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα: — NAB
δηχθεῖσα κέντροις: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφροδίτης, τῆς ἐχθίστης ἡμῖν τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ σοῦ υἱοῦ: — NAB
γνώμῃ δὲ νικᾶν: τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός: — NB
ἣ σῷ δι’ ὅρκων: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσήμανεν: — NAgB
ἀλλ’ ἔχ’ ἥσυχος: ἀλλ’ ἡσύχαζε, ὡς ἂν οἰμῴζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας: — NAB
ὦν τὴν μίαν παρεῖλες: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες.
ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν, ἀπὸ τῶν τριῶν ὦν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν: — NAB
οὐδεὶς ἀπαντᾶν: ἀντὶ τοῦ ἐμποδίζειν καὶ κωλύειν. οὐδεὶς, φησὶ, βούλεται τῇ προθυμίᾳ τοῦ θέλοντος θεοῦ παρεμποδίζειν: — N
ἐπεὶ σάφ’ ἴσθι: ἐπεὶ προεῖπεν παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ
ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ
τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἤμελλον αὐτὸν εὐλαβεῖσθαι
μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα
τάδ’ ἔρρωγεν κακά: συνερράγησαν συνέπεσον. συμβέβηκεν: — NAB
θεόθεν καταληπτόν: κατέλαβε τὸν οἶκον: — N
δύστηνος ἐγώ: ἐπειδὴ χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ὁ Θησεὺς ὅτι εἰς ὃ ἂν εὔξηται τῷ Ποσειδῶνι, τρὶς τελειοῦται αὐτῷ. χρησμοῖς δὲ τοῖς αἰτήμασι, ταῖς κατάραις. εἰσὶ δὲ αἱ εὐχαὶ Θησέως πρὸς Ποσειδῶνα τρεῖς· πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δεύτερον ἐκ Λαβυρίνθου, τρίτον Ἱππολύτου θάνατον: — NAB
σφάκελος: ὁ μετὰ ὀδύνης σπασμός, κατὰ συγγένειαν τοῦ ̄π εἰς φ:
— NAgB
i
σχές, ἀπειρηκός: ἐπίσχες, ὡς ἄν μου τὸ σῶμα πεπονηκὸς καὶ ἤδη τῷ σπαραγμῷ ἀπεγνωσμένον διαναπαύσω. ἐβαστάζετο γὰρ ὑπὸ τῶν θεραπόντων: — N
στυγνὸν ὄχημα: μεμισημένον. ἀντὶ τοῦ· ὦ ἵπποι μεμισημένοι, ὑπὸ τῆς ἐμῆς ἀνατραφέντες χειρός: — N
ὦ στυγνὸν ὄχημα: ἀντὶ τοῦ· ὦ τοῦ μισητοῦ ἱππασμοῦ: — N
τίς ἐφέστηκεν: γράφεται ἐνδέξια χωρὶς τοῦ ῑ, ὡς τὸ ἐνδέξια φῶτα ἕκαστον
: —
NBi
σύντονα δ’ ἕλκετε: ἀντὶ τοῦ συντόνως, ἤγουν ἁρμοδίως καὶ προσεχόντως καὶ συμφώνως, μὴ ὁ μὲν ἄνω, ὁ δὲ κάτω, ἀλλ’ ἐξ ἴσου βαστάζετε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μουσικῶν τόνων: — NAB
κατάρατον: ἀραῖς ἀπολλύμενον: — NBi
γράφεται κατὰ γᾶς: — Ag
Παιάν: σωτὴρ καὶ ἰατρὸς προσέλθοι ὁ θάνατος: — NBi
τῆς ἀμφοτέρωθεν κοπτούσης. γράφεται καὶ διστόμου: — Bi
λόγχας ἔραμαι: ἀντὶ τοῦ ἐπιθυμῶ. λείπει τὸ ὥστε, ὥστε διαμοιρᾶσαι, διατεμεῖν: — N
ὦ πατρός: τινὲς τὸ ὦ σχετλιαστικὸν προφέρονται στίζοντες εἰς αὐτὸ, ἵν’ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπ’ εὐθείας ὡς συναπτόμενον τοῖς ἑξῆς. τινὲς δὲ εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵν’ ᾖ καθ’ ἑαυτὸ τὸ κῶλον καὶ ὁ τὲ σύνδεσμος ὁ ἑξῆς περιττός: — NAB
προγεννητόρων: τὸ τῶν προγόνων κακὸν εἰς ἐμὲ ὁρίζεται καὶ φέρεται καὶ ἐπέρχεται εἰς τιμωρίαν: — NAB
ἄλλως: ἀπὸ τοῦ ὅρου ἐκείνων εἰς ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος, ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν Παλλαντιδῶν φόνον: — NAB
μέλλει: βραδύνει: — N
τί ποτε τὸν οὐδέν: λείπει ἡ διά, ἵν’ ᾖ· διὰ τί. τὸ δὲ ποτὲ παρέλκει: — NB
τὸν οὐδέν: ἀπὸ κοινοῦ τὸ ἐπ’ ἐμέ: —NBi
τὸ δ’ εὐγενές σε: ὅτι μὴ ἠθέλησας χρᾶναι τοῦ πατρὸς τὴν εὐνήν:
— NBi
ὦ θεῖον εὐωδίας πνεῦμα: — NBi
οἱ Ἀττικοὶ κυναγὸν τὸν κυνηγὸν λέγουσι: — N
ἐννοῶ τὴν θεὰν, τίς μ’ ἀπώλεσεν: — B
τιμῆς ἐμέμφθης: ὅτι ἐμὲ ἐτίμας, ἐμέμφθης παρ’ αὐτῆς. ἢ ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν: — NAB
ἢ οὕτως· ἐμίσησέ σε σωφρονοῦντα διότι ἐμέμφθη ὑπὸ σοῦ καὶ οὐκ ἠξιώθη τιμῆς: — NAB
ἄλλως: ἐμέμφθης, φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο: — A
τί δ’· ἔκτανες: τί μέμφῃ τὰς κατάρας; ἐφόνευσας γὰρ ἄν με καὶ χωρὶς αὐτῶν, οὕτως ἦσθα ὠργισμένος: — NAB
ἄλλως: καὶ ἄνευ τῆς κατάρας ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς. τοῦ λογισμοῦ: — NAB
δόξης γάρ: τῆς ὀρθῆς δοκήσεως τοῦ δικαίου, τῆς ἀληθείας
ἠπατημένοι: — NAgB
εἴθ’ ἦν ἀραῖον: εἴθε ἦν καταρᾶσθαι ἄνθρωπον θεῶν, ἵνα ἀμύνηται τὸν Ποσειδῶνα. ὑπὸ καταρῶν τοῖς θεοῖς: — NAB
ὃς ἂν μάλιστα: ἐγὼ γὰρ ἐκ τῆς ἐμῆς χειρὸς σὺν τοῖς ἀφύκτοις βέλεσι τιμωρήσομαι ἄλλον, ὅστις ἂν τύχῃ φίλτατος αὐτῆς, τῆς Ἀφροδίτης, ἀπὸ τῶν ἀνθρώπων. εἰς τὸν Ἄδωνιν δὲ αἰνίττεται, ὥς τινες, λῆρος δὲ τὸ τοιοῦτον. οὐ γὰρ τόξοις Ἀρτέμιδος ἀπώλετο Ἄδωνις, ἀλλ’ ὑπ’ Ἄρεως. ἄδηλον οὖν τίνα φησί: — NAB
ἐν πόλει Τροιζηνίᾳ: ἐν Τροιζῆνι γὰρ ἠρίον Ἱππολύτου ἐν ᾧ ἀποκείρονται αἱ μελλόνυμφοι: — AB
διὰ τοῦ μέλλοντος χρόνου ἀπολαύουσαι πένθη: — B
ἐμοὶ γὰρ οὐ θέμις: καὶ ἐν τῇ Ἀλκήστιδι ἐγὼ δὲ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην
: — NB
μακράν: τὴν πολυχρόνιον καὶ παλαιάν: — NBi
χρῃζούσης: βουλομένης σου καὶ κελευούσης: — NBi
κατόρθωσον: ὀρθὸν κατάκλινον, ὅπερ εἰώθασι ποιεῖν ἐπὶ τῶν
ἀποθνῃσκόντων: — NAgB
γράφεται φρένα: — B
i
κοινὸν τόδ’ ἄχος: κοινὸν τοῦτο τὸ πάθος πᾶσι τοῖς πολίταις κατέλαβεν ἀπροσδοκήτως. τοῦτο δὲ ὁ χορὸς ἐπιλέγει Ἱππολύτου ἀποθανόντος: — NAB
πίτυλος: ὁρμὴ φορὰ πλῆθος πλημμύρα. οἱ γὰρ ἀναξίως πάσχοντες θρῆνον ἐμποιοῦσιν: — NAB
τῶν γὰρ μεγάλων: αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον ἐπικρατοῦσι: — NB
μᾶλλον κατέχουσιν: ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ ὑπερθετικοῦ: — NB
τινὲς καὶ τούτους τῷ τέλει προσάπτουσι· [Ἱππόλυτος] ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα: — A man. recentiss.
Ἰάσων εἰς Κόρινθον ἐλθὼν ἐπαγόμενος καὶ Μήδειαν ἐγγυᾶται καὶ
τὴν τοῦ Κρέοντος τοῦ Κορινθίων βασιλέως θυγατέρα Γλαύκην πρὸς γάμον.
μέλλουσα δὲ ἡ Μήδεια φυγαδεύεσθαι ὑπὸ Κρέοντος ἐκ τῆς Κορίνθου,
παραιτησαμένη εἰς μίαν ἡμέραν μεῖναι καὶ τυχοῦσα, μισθὸν τῆς χάριτος δῶρα
διὰ τῶν παίδων πέμπει τῇ Γλαύκῃ ἐσθῆτα καὶ χρυσοῦν στέφανον. οἷς ἐκείνη
χρησαμένη διαφθείρεται· καὶ ὁ Κρέων δὲ περιπλακεὶς τῇ θυγατρὶ ἀπόλλυται.
Μήδεια δὲ τοὺς ἑαυτῆς παῖδας ἀποκτείνασα, ἐπὶ ἅρματος δρακόντων πτερωτῶν, ὃ
παρ’ Ἡλίου ἔλαβεν, ἔποχος γενομένη ἀποδιδράσκει εἰς Ἀθήνας κἀκεῖσε Αἰγεῖ τῷ
Πανδίονος γαμεῖται. Φερεκύδης αὐτίκα δ’ Αἴσονα θῆκε φίλον κόρον ἡβώοντα
γῆρας
ἀποξύσασ’ εἰδυίῃσι πραπίδεσσι
φάρμακα πόλλ’ ἕψουσ’ ἐπὶ χρυσείοισι
λέβησιν.
Αἰσχύλος δ’ ἐν ταῖς Διονύσου τροφοῖς
τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς
Δικαίαρχος * * τοῦ τῆς Ἑλλάδος βίου μηδ’
ἐν νάπαισι
καὶ τὰ ἑξῆς· ὅπερ
ἀγνοήσας Τιμαχίδας τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα
: — A D Pal. 287
Ἀριστοφάνους: Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέναι τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν ταύτην καὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ Ἰάσονος Αἰγεῖ συνοικήσουσα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα.
ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων, προλογίζει δὲ τροφὸς Μηδείας.
ἐδιδάχθη ἐπὶ Πυθοδώρου ἄρχοντος ὀλυμπιάδος ̄π ̄ζ ἔτει ᾱ. πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης Μηδείᾳ Φιλοκτήτῃ Δίκτυι Θερισταῖς σατύροις. οὐ σῴζεται: — B D Pal. 287
τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ οὐκ ὄφελον
Τρώεσσι κοτεσσαμένη
· μὴ ὄφελες λίσσεσθαι ἀμύμονα
.
ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ
κεχρῆσθαι: — B
ἄλλως: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ
καὶ [τὸ] ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρ’ Ὁμήρῳ. ὁ δὲ
Τιμαχίδας τὸν τρόπον [τῆς ποιήσεως] ἀγνοήσας ποιητικὸν ὄντα τῷ ὑστέρῳ πρώτῳ
φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος εἵματα δ’
ἀμφιέσασα θυώδεα καὶ λούσασα
. πρότερον γάρ φησι φῦναι τὰ δένδρα, εἶθ’
οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου ⟨τοῦ⟩ ναυ
εἴθ’ ὤφελε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ
παρελθοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν· εἴθ’ ὣς ἡβώοιμι
·
ἀεὶ δὲ προτάσσεται τῆς συντάξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· ὡς
ὄφελεν θάνατός μοι ἁδεῖν κακός
Κόλχων ἐς Αἶαν: πόλις ἐν Σκυθίᾳ οὕτω καλουμένη. ἐν Κόλχοις. ὀνοματικῶς: — B
Συμπληγάδας: τὰς περὶ τὸ στόμα τοῦ Πόντου λέγει, αἳ δι’ ἀπάτην τῆς ὄψεως δοκοῦσιν ὧδε κἀκεῖσε φέρεσθαι: — AB
ἄλλως: ταύτας ὁ Σιμωνίδης καλοῦσι δὲ Συμπληγάδας οὕτως. καθ’ ὃν καιρὸν ἄν τις πρὸς τὰ
δεξιὰ ἐκκλίνῃ, σφόδρα φαντάζεται τὰς πέτρας συναγομένας, ὅταν δὲ κατὰ μέσον,
ὁρᾷ διισταμένας καὶ ἔμπαλιν εἰς τὰ ἀριστερὰ διαλλάξας ὁρᾷ συντρεχούσας
.
τούτου δὲ πολλάκις γενομένου Συμπληγάδας αὐτάς φησι κεκλῆσθαι διὰ τὴν
συνδρομὴν ⟨καὶ⟩ διάστασιν τῆς φαντασίας. οἱ δὲ νεώτεροι τὰς παρ’ Ὁμήρῳ
Πλαγκτὰς ὑπενόησαν εἶναι: — A
τὰς Συμπληγάδας ὁ Σιμωνίδης Συνορμάδας φησίν. Ἐρατοσθένης δὲ ἐν ̄γ Γεωγραφουμένων φησὶ τὸν πλοῦν στενὸν εἶναι καὶ σκολιὸν, δι’ οὗ φαντάζεσθαι τοὺς πλέοντας τὴν ἀπόκλεισιν τῶν πετρῶν: — B
τμηθεῖσα πεύκη: συνεκδοχὴ, ἀπὸ μέρους τὸ πᾶν. ἀπὸ κοινοῦ δὲ τὸ ὤφελε· ⟨ὤφελε⟩ μὴ ἐρετμῶσαι ἡ Ἀργὼ τὰς τῶν ἀρίστων χεῖρας: — AB
κώπαις καθοπλίσαι τὰς χεῖρας τῶν ἀρίστων ἀνδρῶν: — ABi
οἵτινες ἐπὶ τὸ πάγχρυσον δέρας ἀνῆλθον τοῦ ἀγαγεῖν αὐτὸ τῷ
Πελίᾳ: — Bi
δέρας: τὸ δέρμα. τοῦτο οἱ μὲν ὁλόχρυσον εἶναί φασιν, οἱ δὲ
πορφυροῦν. καὶ Σιμωνίδης ἐν τῷ εἰς Ποσειδῶνα ὕμνῳ
οὐδ’ ἂν κτανεῖν πείσασα: πολυάϊκός τις λόγος φέρεται τῶν
φιλοσόφων, ὃν καὶ Παρμενίσκος ἐκτίθησιν, ὡς ἄρα πέντε τάλαντα λαβὼν παρὰ
Κορινθίων Εὐριπίδης μεταγάγοι τὴν σφαγὴν τῶν παίδων ἐπὶ τὴν Μήδειαν.
ἀποσφαγῆναι γὰρ τοὺς παῖδας Μηδείας ὑπὸ Κορινθίων παροξυνθέντων ἐπὶ τῷ
βασιλεύειν αὐτὴν θέλειν διὰ τὸ τὴν Κόρινθον πατρῴαν αὐτῆς λῆξιν εἶναι· ὃ
μετήγαγεν ἐπὶ Μήδειαν. περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἵππυς a]
† οὐδ’ ἂν κτανεῖν: ὅτι ἡ Κόρινθος πατρῷον ἦν αὐτῆς κτῆμα τῷ
λόγῳ τούτῳ. Ἀλωεὺς καὶ Αἰήτης ὁ τῆς Μηδείας πατὴρ παῖδες Ἡλίου καὶ Ἀντιόπης
γεγόνασι. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν ὁ μὲν Ἀλωεὺς τὴν ἐν
Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον ὁ Αἰήτης. οὗτος οὖν ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ
Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός
καὶ τὰ ἑξῆς. Βουνὸς δὲ Ἑρμοῦ καὶ νύμφης υἱὸς γέγονεν. ταῦτα δὲ ἀπὸ τοῦ
ἀνεπιγράφου ὑπομνήματος τοῦ εἰς Πίνδαρον
Πελιάδας κόρας: τὰς Πελίου θυγατέρας ἔπεισεν ἡ Μήδεια τὸν πατέρα σφάξαι καὶ ἑψῆσαι ὡς ἐσόμενον νεώτερον, ἑψήσασα πρότερον κριὸν καὶ ποιήσασα ἄρνα διὰ τῶν φαρμάκων: — AB
ἁνδάνουσα μέν: ἁνδάνουσα ἀντὶ τοῦ ἁνδανούσῃ. τὸ δὲ πολιτῶν ἀντὶ δοτικῆς, τοῖς πολίταις. ἤρεσκε δὲ τοῖς Κορινθίοις, ἐπεὶ λιμώττοντας αὐτοὺς ἐπῳδαῖς τισιν ἰάσατο, καὶ αὐτὴ δὲ ἠρέσκετο τῇ Κορίνθῳ, ἐπεὶ λέγονται καὶ οἱ Κορίνθιοι φαρμακικοὶ εἶναι. τὰ δὲ ὅμοια τοῖς ὁμοίοις φίλα εἶναι καὶ χαίρειν ἀλλήλοις ἴσμεν: — AB
τῇ ἀπὸ τῆς Θετταλίας φυγῇ. ἀρεσκομένη τῷ πρὸς τοὺς Κορινθίους
πεφευγέναι. πολιτῶν γὰρ λέγει τῶν Κορινθίων: — Bi
συμφέρουσα ἀντὶ τοῦ συμπράττουσα, ἀπὸ τοῦ συμπεριφέρεσθαι: — A
μὴ διχογνωμῇ. ὅταν γυνὴ εὔνοιαν φυλάττῃ τῷ ἀνδρί: — Bi
ἐχθρὰ πάντα: τὰ εἰς φιλίαν ἄγοντα. τὰ προσφιλῆ δὲ δυστυχεῖ. οὐχ ὑγιαίνει τὰ ἀναγκαῖα καὶ ἡ προτέρα διάθεσις: — A
τὰ εἰς φιλίαν ἄγοντα. ἢ τὰ πρὸ τούτου προσφιλῆ: — Bi
αἰσυμνᾷ χθονός: αἰσυμνᾷ ἡγεῖται καὶ ἄρχει. ἰδίως
ἀκούει: ἀντὶ τοῦ· οὐκ ἀκούει ὡς οὐδὲ ταῦτα. τὸ δὲ δέρην ἐὰν μετὰ τοῦ ῑ, ὀξυτόνως δειρήν· εἰ δὲ χωρὶς τοῦ ῑ, βαρυτόνως δέρην: — B
ἐὰν μὴ πολλάκις: — B
i
ὅς σφε: τὸ χ ὅτι κακῶς τῷ σφε ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν αὐτήν:
— Bi
ἀτιμάσας ἔχει: Ἀττικῶς, ἀντὶ τοῦ ἠτίμασε. τὸ γὰρ ἔχει ἐκ
περισσοῦ. Σοφοκλῆς παῖδας
γὰρ, οὓς ἔφυσ’, ἀναλώσας ἔχει
καὶ πάλιν εὐφημίαν μὲν πρῶτα κηρύξας ἔχω
: — B
οἷον πατρῴας: οἷον ἀγαθὸν τὸ μὴ λείπεσθαι τῆς πατρίδος. καὶ
Ὅμηρος ὡς οὐδὲν γλύκιον ἧς πατρίδος
:
— AB
βαρουμένη καὶ λυπουμένη: — Bi
ἐγὼ οἶδα οἵα ἐστὶ τὸν νοῦν, εὐλαβοῦμαί τε αὐτήν: — Bi
μὴ θηκτὸν ὤσῃ: ἐπὶ τῶν παίδων ἀκουστέον. καὶ γάρ φησι στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται. δύναται δὲ καὶ ἐπὶ αὐτῆς ἀκούεσθαι: — AB
οὐ τοῦ αὑτῆς ἥπατος, ἀλλὰ τῶν παίδων. προεῖπε γὰρ στυγεῖ δὲ
παῖδας. ἔθος δέ ἐστιν αὐτῷ προλέγειν τὰ μέλλοντα. ὁμοία δὲ ἡ ἀμφιβολία παρ’
Ὁμήρῳ
εἰς τοὺς ἑαυτῆς δόμους εἰσβᾶσα: — AgBi
τύραννον: τὸν Κρέοντά φησι. τὸ δὲ ἑξῆς· ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ· δεινὴ γάρ. συμφοράν δὲ λάβῃ οἱονεί· μείζονι κακῷ περιπέσῃ πρὸς τῷ ἤδη μεμισῆσθαι ὑπὸ Ἰάσονος: — B
θηλυκῶς, τὴν Γλαύκην: — Ag
μείζω συμφοράν: αὐτὴ ἑαυτὴν φονεύσῃ: — A
ἄλλως: τῆς νῦν παρούσης δυστυχίας, ἀντὶ ⟨τοῦ⟩· καὶ τοὺς παῖδας φονεύσῃ [κἂν τὸν τύραννον]. νῦν γὰρ [κἂν] ἀδίκως μισεῖται ὑπὸ Ἰάσονος: — A
τῶν γυμνασίων τῶν δρόμων, βαρυτόνως: — Bi
ἐκ τρόχων: βαρυτόνως, ὡς νόμων. Ἀριστοφάνης βαδίζει μοι τὸ μειράκιον
ἐξ ἀποτρόχων
. ὡς ἀπὸ γυμνασίας οὖν ἐλθόντας τοὺς παῖδας. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς
.
ἢ διαλεγομένη, παρὰ τὸν θροῦν: — B
ἡ γὰρ τῶν νέων διάνοια πονεῖν ἢ λυπεῖσθαι οὐ φιλεῖ. οἱ γὰρ
νέοι ἔξω πάσης φροντίδος καὶ ἀνίας εἰσί: — ABi
ἀντὶ τοῦ παλαιὰ θεράπαινα: — Bi
πῶς σοῦ μόνη: διὰ τί μόνη σου ἡ Μήδεια ἀπολείπεσθαι θέλει: — ABi
ὀπαδὲ πρέσβυ: ὦ πρέσβυ ὀπαδὲ τῶν Ἰάσονος τέκνων, τοῖς χρηστοῖς δούλοις συμφορὰς φέρει καὶ ὀδύνας τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα, ἢ συμβαίνοντα: — A
τοῖς χρηστοῖς δούλοις τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα συμφορὰν φέρει καὶ ὀδύνας. κακῶς ἐπιπίπτοντα, εἰς κακὸν ἀποβαίνοντα τὰ τῶν δεσποτῶν: — B
ὁ στίχος καὶ ἐν Βάκχαις i
ἐγὼ γὰρ εἰς τοῦτ’ ἐκβέβηκα: οὕτω, φησὶ, πέπληγμαι τὴν ψυχὴν
ὑπὸ τῶν κακῶν τῶν κατὰ τὴν Μήδειαν, ὡς ἀφιέναι εἰκῇ λόγους εἴς τε τὴν γῆν
καὶ τὸν ἀέρα, ἀποδυρομένη τὰς ἐκείνης τύχας. οὐρανὸν γὰρ λέγει νῦν τὸν ἀέρα.
οἱ δὲ στενοχωρούμενοι ὑπὸ τῶν κακῶν τῷ
ὥσθ’ ἵμερός μ’: καλῶς ὁ Εὐριπίδης μεμίμηται τοὺς ἐν μεγάλαις δυστυχίαις ἐξεταζομένους καὶ μηδενὶ τῶν ἀνθρώπων θαρροῦντας ἀπαγγεῖλαι τὰ δυστυχήματα ἢ διὰ φόβον δεσποτῶν ἢ διά τινα χρείαν συμφέρουσαν τοῖς πράγμασιν. οὗτοι γὰρ σιωπᾶν τὰς συμφορὰς μὴ δυνάμενοι καὶ λέγειν ἀνθρώποις φοβούμενοι, οὐρανῷ ἢ ἡλίῳ ἢ γῇ ἢ θεοῖς ἄλλοις διηγοῦνται: — AB
λέξαι μολούσῃ: τὸ σχῆμα σολοικοφανὲς διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. μολούσῃ γὰρ ἀντὶ τοῦ μολοῦσα: — AB
ζηλῶ σε: ἠθικῶς, ὡσεὶ εἶπεν· μακάριος εἶ τοιαύτην διάνοιαν ἔχων: — B
ἄλλως: θαυμάζω σε πῶς οὐκ ἔγνωκας· αὖθις γὰρ ἀρχὴν εἴληφε τὸ κακὸν καὶ οὐδὲ εἰς μεσότητα προῆλθε· τοσοῦτον ἀπέχει τοῦ πεπαῦσθαι τὸ κακόν. ἐν ἤθει δὲ εἴρηται, οἷον· μακάριος εἶ τοιαύτην ἔχων διάνοιαν· τὸ γὰρ κακὸν οὐ μόνον οὐ λήγει, ἀλλ’ οὐδὲ μεσάζει, οἷον ἀκμάζει. τὸ δὲ μεσοῖ τρίτης συζυγίας: — B
λείπει ἡ εἰς, εἰς δεσπότας: — Bi
ἀντὶ τοῦ· ὦ γεραιά, ὡς τὸ κλυτὸς
Ἀμφιτρίτη
: — Bi
λείπει ἡ διά: — Bi
ἤκουσά του λέγοντος: ἤκουσα, φησὶ, τινὸς λέγοντος τῶν ὠτακουστῶν προσποιουμένη μὴ ἀκούειν: — AB
πεσσούς δὲ, ἐπεὶ ἀπὸ τῶν ἐν τοῖς τόποις ὠνόμαζον τοὺς τόπους· πεσσούς γὰρ νῦν τοὺς τόπους τῶν κυβευτῶν, ὡς ὄψον καὶ μύρα ἔνθα ταῦτα συνήθως ἐστίν. ὅπου, φησὶν, εἰθισμένοι εἰσὶ πεσσεύειν, προσελθὼν ἤκουσα, ἀντὶ τοῦ προσελθοῦσα. καὶ τὸ οὐ δοκῶν, ἀντὶ τοῦ οὐ δοκοῦσα: — B
καθέζονται: — Bi
Πειρήνη, κρήνη ἐν Κορίνθῳ, ἣν Ἀσωπὸς εὗρεν Ὠκεανοῦ παῖς χαριζόμενος Σισύφῳ τῷ Κορινθίῳ σπανίζοντι ὕδατος, ὅτι αὐτῷ Αἰγίνης τῆς θυγατρὸς τὴν ὑπὸ Διὸς ἐμήνυσεν ἁρπαγήν: — AB
ἔχθραν: — Bi
λείπεται: ἡττᾶται ἐλαττοῦται: — Bi
κοὐκ ἔστ’ ἐκεῖνος: Ὅμηρος ἐπὶ τῆς γυναικὸς ἔλαβεν κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι
. ἔξωθεν
δὲ τὸ ἔτι· καὶ οὐκ ἔστιν ἐκεῖνος ἔτι φίλος τοῖσδε δώμασιν: — B
παλαιὸν κακὸν τὸ διὰ τὸν Πελίου θάνατον ἐκβεβλῆσθαι Θετταλίας ὑπὸ Ἀκάστου τοῦ παιδὸς Πελίου ἢ τὸ καταλειφθῆναι αὐτὴν ὑπὸ Ἰάσονος. ὃ καὶ μᾶλλον· νέον δὲ τὸ ἐκβληθῆναι τῆς Κορίνθου. τὸ δὲ ἐξηντληκέναι ἀντὶ τοῦ πεπαῦσθαι· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ἀντλούντων: — B
τὸ ἑξῆς· εἰ πρὸς παλαιῷ: — Bi
τὸ ἑξῆς· ἀτὰρ σύγ’ ἡσύχαζε: — Bi
ἀτὰρ κακὸς ὤν: ἀρκεῖ αὐτῷ τοῦτο πρὸς τιμωρίαν. ἁλίσκεται δὲ, φωρᾶται ἐλέγχεται: — A
εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους. ἕως τούτου δὲ ἡ
πρεσβῦτις, τὰ ἑξῆς ὁ πρεσβύτης: — Bi
οὕτως ἀναγνωστέον τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπὸ
ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε. διὸ καὶ μετὰ τοῦ γραπτέον, οἷον· τίς οὐκ
ἔστι κακὸς εἰς φίλους, εἶτα τὸ ἄρτι γινώσκεις τόδε, οἷον· ἄρτι ἔγνωκας ὅτι
ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας; οἱ δὲ ὑποκριταὶ [τοῦτο] ἀγνοήσαντες τὸ
τῆς ἀντιδιαστολῆς μετατιθέασιν εἰς τὸ τίς δ’ οὐχὶ θνητῶν τοῦτο γινώσκει
σαφῶς. τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν Κρεσφόντῃ κέχρηται οὕτως ἐκεῖνο γὰρ πέπονθα
ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι
: — B
τίς δ’ οὐχὶ θνητῶν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκεις, ἄρτι ἔγνωκας: — A
ἄλλως: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ
ἐν Κρεσφόντῃ· φιλῶν μάλισθ’ ἑαυτὸν οὐκ αἰσχύνομαι
. οὕτω
δὲ ἀναγνωστέον· τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἄρτι
γινώσκεις τόδε: — A
οἱ μὲν δικαίως: ⟨ὅτι⟩ περισσῶς ὁ στίχος πρόσκειται, ἐπεξερ
αἰσχροκερδία⟨ς⟩: — B
i
ἴτ’· εὖ γὰρ ἔσται: τὸ ἑξῆς· ἴτε δωμάτων εἴσω, τέκνα. τὸ δὲ εὖ γὰρ ἔσται εὐχομένη λέγει, τουτέστιν· ἐπὶ καλῷ δὲ ἀποβαίη εἰσελθεῖν ὑμᾶς: — B
χωρίσασα τῆς μητρὸς αὐτοὺς ἀπόκρυψον: — Bi
ἀγριουμένην καὶ διὰ τοῦ βλέμματος τὸ ὀργίλον ἐπιδεικνῦσαν.
οἷον· ὡς ταῦρον, θυμικὸν καὶ φοβερὸν ὁρῶσαν, ἄστοργον καὶ οὐχὶ μήτρικόν: — Bi
δρασείουσαν: ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ Ἀττικόν. καὶ Σοφοκλῆς
ἐν Αἴαντι μαστιγοφόρῳ ὦ δέσποτ’ Αἴας, τί
ποτε δρασείειν δοκεῖς
. κατασκῆψαι δὲ, ἀντὶ τοῦ βλάψαι, ἀπὸ τοῦ κεραυνοῦ
τοῦ σκηπτοῦ, οἷον κεραυνῶσαι: — B
τάδε λέγει ἡ Μήδεια ἔσω οὖσα, οὐδέπω ἐκκεκυκλημένη: — Bi
ἰώ μοί μοι: ἀσύμφωνα ταῦτά ἐστι τοῖς ὑπὸ τῆς πρεσβύτιδος
εἰρημένοις ὅτι ἄφωνος κάθηται. καὶ ἐν αὐτῷ δὲ τῷ προλόγῳ τὸ μαχόμενόν ἐστι·
Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους
ἀντὶ τοῦ· ποίῳ τρόπῳ ἐμαυτὴν ἀνέλω: — Bi
τοῦτο ἐκεῖνό ἐστιν, ὃ ἔλεγον: — Bi
πρὸς τοὺς παῖδας: — Bi
δῆλον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς τῆς οἰμωγῆς ὅτι ἀνάψει. ἢ οὕτως·
τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἐξαιρόμενον νέφος τῆς οἰμωγῆς δῆλον ὅτι ⟨μέλλει
κεραυνοῦ⟩ δίκην ἐγκατασκῆψαι τινὶ καὶ μέγα τι κακὸν κατεργάσα
δῆλον δ’ ἀρχῆς: δῆλον ὅτι τὸ ἐξ ἀρχῆς ἐπαιρόμενον πλῆθος τοῦ θρήνου [ὡς] ἀνάψει τι καὶ καύσει: — A
ἄλλως: ἀπ’ ἀρχῆς δὲ τὸ νέφος τῆς οἰμωγῆς ἐξαιρόμενον δῆλόν ἐστιν ὅτι ταχέως εἰς μεῖζον κακὸν ἀνάξει καὶ αὐξηθήσεται: — A
τὸ σύστημα τῆς οἰμωγῆς ἀνάγεσθαι καὶ αὔξεσθαι μέλλει: — Bi
λυπηθεῖσα: — Bi
ὦ κατάρατοι παῖδες: ἑωρακυῖα τοὺς παῖδας εἰσιόντας ἅμα τῷ παιδαγωγῷ ἀναβοᾷ· ὦ παῖδες ⟨μητρὸς⟩ στυγερὰ δρώσης ὄλοισθε σὺν τῷ πατρί· τοῦτο γάρ ἐστι τὸ ἑξῆς τοῦ λόγου: — A
φθειρέσθω: — Bi
κατὰ τὴν ὑπόθεσιν εἰσῆλθον οἱ παῖδες, ἡ δὲ πρεσβῦτις οὖσα
ἔξωθεν ἐπιστενάζει: — Bi
ἔξωθεν ἡ τροφὸς ταῦτα καθ’ ἑαυτήν φησι: —
Bi
τί τούσδ’ ἔχθεις: τί τούσδε μισεῖς οὐκ ὄντας αἰτίους; λέγει δὲ
τοὺς παῖδας, Μέρμερον καὶ Φέρητα: — ABi
τυράννων λήματα: φρονήματα, τῆς ψυχῆς παραστήματα. τὸ δὲ πως
παρέλκει. πέφυκε γὰρ ἀεὶ ἡ ἐξουσία ἐπαίρειν τῶν ἀνθρώπων τὸν λογισμόν: — ABi
ὀλίγ’ ἀρχόμενοι: ἀντὶ τοῦ· ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ
θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες. τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ. ἔχομεν
δὲ καὶ τὴν ἔννοιαν παρ’ Ὁμήρῳ εἴπερ
γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ
καὶ θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων
. δύναται δὲ τὸ
ὀλίγ’ ἀρχόμενοι ἀντὶ τοῦ· οὐδ’ ὅλως ἀρχόμενοι, ἀλλ’ ἐκ τοῦ ἐναντίου αὐτοὶ
πολλῶν κρατοῦντες. πέφυκε δ’ ⟨ἡ⟩ ἐξουσία ἐπαίρειν ἀεὶ τοῖς ἀνθρώποις τὸν
λογισμόν: — B
ἀρχόμενοι, πολλά: οἱ τύραννοι ἀεὶ εἰωθότες ἀνύειν, ἐὰν λυπηθῶσιν, οὐ παύονται εἰ μὴ ἀνύουσι δι’ ὃ λυποῦνται: — A
τὸ γὰρ εἰθίσθαι: ὁ γάρ ἀντὶ τοῦ δέ· τὸ δὲ ζῆν ἐπ’ ἴσοις, ἀντὶ τοῦ μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι, κρεῖσσον. ἔδει, φησὶ, πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν [τῆς συμμετρίας] καὶ μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον. τὸ γὰρ λῷστα ἀντὶ τοῦ λῷστον, ὅ ἐστι βέλτιστον, πληθυντικὸν ἀντὶ ἑνικοῦ. τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς ὅλον τὸν χρόνον βέλτιον. κἀγὼ οὖν, φησὶ, τῆς μεγάλης καὶ ὑπερβαλλούσης εὐτυχίας τὴν συμμετρίαν προκρίνω. ἐν ταύτῃ γὰρ [τὸ δὲ εἰ μὴ μεγάλως ἀντὶ τοῦ· εἰ μὴ μεγάλῃ καὶ ὑπερβαλλούσῃ εὐτυχίᾳ] τὸ ἀσφαλέστερον: — B
ἀντὶ τοῦ μετρίως καὶ ἀσφαλῶς, ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμονῆς ἐχούσης, τῆς δὲ ὑπερβολῆς μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης, ὡς ἐπάγει. ἀμφότερα δὲ λέγεται, καὶ ὀχυρῶς καὶ ἐχυρῶς: — B
αἱρετὸν μὲν, φησὶ, τὸ εὐδαιμονεῖν· εἰ δὲ μὴ ἐνδέχεται ἀεὶ καὶ μέχρι γήρως εὐτυχεῖν, κρεῖσσον τὸ ζῆν ἐπ’ ἴσοις, ὅ ἐστιν ἐν μεσότητι τῇ ἴσον ἀπεχούσῃ εὐτυχίας καὶ ἀτυχίας. ὁ τοιοῦτος γὰρ βίος κρείσσων, ὡς μόνιμος: — B
αὐτὸ γὰρ, φησὶ, καθ’ ἑαυτὸ τὸ τῆς συμμετρίας ὄνομα καὶ τῇ
προφορᾷ μόνῃ νικᾷ καὶ εὐφημότερόν ἐστι. λέγει δὲ καὶ ὁ σοφός πάντων μέτρον ἄριστον
, ἐπὶ δ’ ὑπερβολῆς μηδὲν ἀγάν
: — B
τὰ δ’ ὑπερβάλλοντα: αἱ δ’ ὑπερβολαὶ, φησὶν, ἀσθενεῖς καὶ οὐ βέβαιοι τοῖς ἀνθρώποις, τῇ ἀρχαίᾳ μεταβολῇ οὐδ’, εἰ γεγόνασι τὴν ἀρχήν, νομιζόμεναι. ὁ γὰρ τὴν συμμετρίαν ἔχων, εἰ καὶ ⟨ἐκ⟩πέσοι ταύτης τρόπον τινὰ, οὐδεμίαν δοκεῖ πεπονθέναι παραλλαγήν. ἔπειτα τῷ μὲν ὑπερβολὴν ἔχοντι φθόνος παρακολουθεῖ, τοῖς δ’ οὐχί. διὸ ἐπὶ πολὺ παραμένει ἡ συμμετρία. τὸ δὲ ὅταν ὀργισθῇ εἰδικώτερον εἴρηκεν· ἔδει γὰρ μᾶλλον εἰπεῖν ὅταν χολωθῇ: — B
χορὸς γυναικῶν ἐκ Κορίνθου: — Bi
οὐδέπω ἤπιος: ἔοικε, φησὶν, ἡ Μήδεια μηδέπω πεπραύνθαι: — AgB
ἐπ’ ἀμφιπύλου: ἀμφίπυλον λέγεται τὸ ἔχον δύο πύλας καὶ
εἰσόδους, μίαν μὲν τὴν αὐθεντικὴν, ἑτέραν δὲ, ἣν Ὅμηρος
τὸ οἴκημα, λέγει, τετέλεσται ἐμοὶ φίλον, οἷον ὑπάρχει: — B
οὐκ εἰσὶ δόμοι: ἀντὶ τοῦ· ἀνατέτραπται ὁ οἶκος καὶ ἠφάνισται. ἀπὸ δὲ ἀρσενικοῦ εἰς οὐδέτερον μεταβαίνει. φροῦδα γὰρ τάδε τὰ οἰκήματα λέγει: — AB
οἷον· κεραυνωθείην, κεραυνοβοληθείην· φλόγα γὰρ οὐρανίαν τὸν κεραυνὸν λέγει: — B
τὸ ἄϊες ὁ Δίδυμος ὡς πρὸς τὰς τοῦ χοροῦ φησι λέγεσθαι· ἠκούσατε; καὶ οὐ πρὸς τὸν Δία. ἐν ἤθει οὖν τὸ ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. τοῦτο δὲ Ἀπολλόδωρος τῆς Μηδείας φησίν, ἀπὸ δὲ τοῦ ἰαχάν τοῦ χοροῦ, ἵν’ ἔχῃ λόγον τὸ κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά τε, τοὺς δ’ ὑποκριτὰς συγχέειν: — B
τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος. τίς ἄρα, φησὶν, οὗτος ὁ ἔρως, ὁ τῆς ἀκορέστου ταύτης κοίτης, ὃς σπεύσει ⟨σοι⟩ θάνατον ἐπιπέμψαι; ἄπληστον δὲ λέγει τὴν κοίτην, ἐπεὶ δέον καταφρονητικῶς φέρειν καὶ μισεῖν τὸν Ἰάσονα ἑτέρᾳ συνελθόντα, ἡ δὲ καὶ οὕτως κνίζεται, ὅτι μὴ σύνεστιν αὐτῷ. τὸ δὲ σπεύσει θανάτου τελευτάν, ἀντὶ τοῦ· ἐπείξει καὶ ἐμβαλεῖ σοι θάνατον: — B
τί σοι πότε: διὰ τί ποτε, ὦ ματαία, ὁ ἔρως τῆς ἀκορέστου κοίτης σπεύδει σοι θανάτου τελευτὴν ἐμβαλεῖν: — A
μηδὲν τόδε λίσσου: μὴ λίσσου, φησὶν, ὦ Μήδεια, τὸ θανεῖν. εἰ δὲ ὁ σὸς ἀνὴρ ἠθέτησε τοὺς ὅρκους, ἐκείνῳ γενέσθαι λίσσου τόδε, δηλονότι τὸ κεραυνωθῆναι καὶ ἀποθανεῖν: — AB
κείνῳ τόδε: τουτέστιν· ἐκείνῳ τόδε τὸ ἁμάρτημα μὴ λογίζου καὶ δι’ ἐλπίδος ἔχε τοὺς θεοὺς ἀπαιτήσειν αὐτὸν τιμωρίαν: — AB
σὺ, φησὶ, μὴ χαλέπαινε μηδὲ θυμοῦ. συνδικήσει δὲ, ἀντὶ τοῦ σὺν τῷ δικαίῳ ἐπεξελεύσεται: — B
ἤγουν τῷ Ἰάσονι. ἤγουν τὸ ἁμάρτημα μὴ ὀργίζου, μὴ ἐπιγράφου: — Ag
κατάρατον: τὸν κατευχῶν ἄξιον, τὸν χαλεπώτατον: — Bi
ἀπῳκίσθην: — Bi
Τιμαχίδας ἐπὶ τὰ πρόχειρα πᾶσιν ἐνεχθεὶς τὸν Ἄψυρτόν φησι
λέγειν αὐτὴν, τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώσαντος
ὀνομαστὶ τὸν Ἄψυρτον. ὁ δὲ Φερεκύδης
Ἄψυρτον λέγει τὸν ἐπιδιώξαντα αὐτὴν κατὰ πρόσταξιν τοῦ Αἰήτου.
πέπεικε γὰρ αὐτὸν ἐλθεῖν εἴς τινα νῆσον ὑποβαλοῦσα τῷ Ἰάσονι δόλῳ τινὶ
τοῦτον ἀνελεῖν: — Bi
Θέμιν εὐκταίαν: τῶν διαβεβοημένων ἐστὶ ζητημάτων καὶ τοῦτο,
πῶς ἡ μὲν Μήδεια τὴν Θέμιν καὶ τὴν Ἄρτεμιν ἐπιβοᾶται, ἡ δὲ πρεσβῦτις ἀντὶ
τῆς Ἀρτέμιδος τὸν Δία φησὶν αὐτὴν ἐπιμαρτύρασθαι. Ἀπολλόδωρος μὲν οὖν φησιν
ὁ Ταρσεὺς τῆς ἀμφιβολίας αἰτίους εἶναι τοὺς ὑποκριτὰς, συγχέοντας τὰ χορικὰ
τοῖς ὑπὸ τῆς Μηδείας λεγομένοις. δεῖν δὲ τὴν διαστολὴν γεγονέναι μὲν ἐκ τοῦ
τὴν Μήδειαν ἅπαντα ταῦτα λέγειν αἶ αἶ διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἕως
τοῦ ἄιες ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς, τὰ δὲ ἑξῆς τῷ χορῷ προσάψαι. οὕτως γὰρ
ἐχούσης τῆς διαστολῆς, [ὡς] αὐτῆς φησάσης τῆς Μηδείας διαρρήδην
προσκαλεῖσθαι τὸν Δία, τὰ ἑξῆς τὸν χορὸν λέγειν ἰαχὰν οἵαν ἁ δύστανος μέλπει
νύμφα· εἰ δὲ μὴ, γελοῖον δοκεῖν τῆς Μηδείας καταρασαμένης ἑαυτῇ τὸν χορὸν
λέγειν ἄιες, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς. λελύσθαι οὖν τὴν ἀπορίαν * * εἰκότως τὴν
πρεσβῦτιν ἔνδοθεν κατηκοῦσθαι τῆς Μηδείας καὶ λέγειν κλύεθ’, οἷα λέγει. ὁ δὲ
Δίδυμός φησιν ὅτι διὰ τοῦ λέγειν διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη
ἐπικαλεῖται τὸν Δία. τίς γὰρ εἶχεν αὐτῇ ἐπιπέμψαι τὸν κεραυνὸν, εἰ μὴ ὁ
Ζεύς; εἰ δὲ ἡ πρεσβῦτις μὴ
λείπει τὸ κακῷ, ἔν τινι μικρῷ κακῷ· ἀλλὰ δηλονότι μέγα
καταπραξαμένη κακὸν παύσεται τῆς ὀργῆς: — Bi
πῶς ⟨ἂν⟩ φησὶ, συντυχοῦσα αὐτῇ διαλεχθείην, καὶ πῶς ⟨ἂν⟩ τῶν παρ’ ἐμοῦ ῥηθησομένων λόγων τὴν φωνὴν δέξαιτο. ὀμφήν γὰρ νῦν τὴν φωνὴν λέγει ἢ τὴν ὁμιλίαν καὶ οὐχὶ τὴν κληδόνα: — B
αὐδηθησομένων: — Bi
τὸ ἔπαρμα καὶ ἡ ὁρμὴ τῆς διανοίας, τὸ εἰς τοὺς φίλους
σπουδαίαν εἶναι μὴ ἀπέστω μου. ἢ οὕτως· ἡ ἐμοὶ παροῦσα προθυμία μὴ ἐκτὸς τῶν
φίλων ἀπέστω: — Bi
αὑτὴν λέγει [κακόν τι ποιῆσαι] ἢ τοὺς παῖδας: — Bi
ἀλλ’ εἰ φοβερὸν καὶ δυσχερὲς πεῖσαι τὴν ἐμὴν δέσποιναν θυ μουμένην ἐνταῦθα προελθεῖν, ὅμως ἐγὼ τήνδε σοὶ τὴν χάριν καταθήσω καὶ εἰσελθοῦσα καλέσω αὐτὴν ὑπὲρ τοῦ μὴ μοχθεῖν καὶ ἀδημονεῖν σε ἑστῶσαν καὶ προσδεχομένην: — B
ὑπὲρ τοῦ μόχθου οὗ περὶ ἡμᾶς ἔχεις. τὸ δὲ χάριν κατὰ κοινοῦ: — Bi
καίτοι τοκάδος: λείπει τὸ ἔχουσα. καίτοι, φησὶν, ἡ δέσποινα δεινὸν ὁρᾷ τοῖς τολμῶσιν αὐτῇ πλησιάζειν ἔχουσα λεαίνης τετοκυίας τὸ βλέμμα, καὶ ὅμως, οὕτως ἐχούσης αὐτῆς θυμοῦ, εἰς σὴν χάριν εἰσελεύσομαι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: — AB
ἀποταυροῦται: ταυρηδὸν σχηματίζεται τῷ προσώπῳ, ὡς βλέμμα μὲν ἔχειν λεαίνης, σχηματίζεσθαι δὲ τῷ προσώπῳ ὁμοίως ταύρῳ θυμουμένῳ: — AB
οὕτως, φησὶν, ἀποβλέπει εἰς ἡμᾶς ὀργίλως, ὡς λέαινα ὀργισθεῖσα
ὑπὲρ τῶν τέκνων αὐτῆς: — ABi
ἀνοήτους ἀπαιδεύτους. τοὺς πρόσθε, τοὺς ἀρχαίους: — Bi
θυσίαις. διὸ καὶ σεσημείωται: — Bi
εἰλαπίναις: ἑορταῖς. παρὰ δείπνοις δὲ, τὰ παροίνια φησιν: — Bi
ἐξ ὧν, λυπῶν, αἱ δειναὶ συμφοραὶ πταίειν καὶ ἀποτυγχάνειν
ποιοῦσι τοὺς οἴκους: — Bi
κέρδος ἀκεῖσθαι: τὴν λύπην θεραπεύειν δι’ ᾠδῶν κέρδος ἐστί. καίτοι τὸ ἀκεῖσθαι καὶ θεραπεύειν τὰς λύπας τῶν ἀνθρώπων κέρδος ἐστὶ καὶ ὠφέλεια. τίς δὲ χρεία ἐν συμποσίοις στρέφειν ὕμνους, ὅπου καὶ χωρὶς τῶν ὕμνων αὐτὴ ἡ παρουσία τῶν συμποτῶν τέρψιν ἔχει: — AB
τίς γὰρ ἐκεῖ χρεία μουσικῆς αὐτῶν τῶν ἀπὸ θοίνης τερπόντων: —
τείνουσι δὲ βοήν, ἀντὶ τοῦ ᾄδουσι μετὰ τόνου. ἡ γὰρ εὐωχία ἱκανή ἐστιν εἰς
τὸ τέρψαι τοὺς ἀνθρώπους: — Bi
ἀντὶ τοῦ· λιγυρῶς, ὀξέως, τὰ ἄχεα, φησὶν, ἡ μογερὰ Μήδεια βοᾷ:
— Bi
τὴν πάρεδρον τῷ Διὶ δικαιοσύνην. ὁρκίαν δὲ αὐτὴν εἶπεν ὡς τῶν ὅρκων ἔφορον καὶ συνθηκῶν πρύτανιν. τὴν θεὸν ἐπικαλεῖται ὡς ἑξῆς ἐπάγει, ὥστε καὶ ἄνω διὰ τῆς Θέμιδος τὸν Δία ἐπικαλεῖσθαι: — A
ταῦτα τοῖς ἀξιοῦσιν ὑπὸ τῆς Μηδείας διὰ τῆς Θέμιδος
προσειλῆφθαι τὸν Δία συμπράττει. οἱ γοῦν προυπομνηματισάμενοι γράφουσιν
οὕτως· δύναται τὸ λέγειν Ζηνὸς ὁρκίαν Θέμιν βοηθῆσαι τοῖς
προεκκειμένοις ὅτι διὰ τῆς Θέμιδος τὸν Δία ἐπεκαλεῖτο, διὰ τὸ εἶναι Διὸς τὴν
Θέμιν
. λέγει οὖν ὅτι τοῖς ταύτης ὅρκοις πιστεύσασα ἔπραξεν ἃ ἔπραξεν.
ἥτις, Θέμις, αὐτὴν, τὴν Μήδειαν, διαβῆναι πεποίηκεν εἰς τὴν Ἑλλάδα τὴν
ἀντίπορον τῆς Σκυθίας. ἀντίπορον δὲ τὴν ἐναντίαν κατὰ τὸν πόρον, ἢ κατὰ τὸν
τόπον. ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται, ἡ Ἑλλάς, ἡ δὲ Σκυθία ἐν τοῖς
ἀνατολικοῖς. πῶς δὲ ἡ Θέμις δια
διὰ τὸ νυκτὸς πεφευγέναι, ὡς Ἀπολλώνιος i
δυσχερῆ πρὸς τὸ περᾶσαι: — Bi
Κορίνθιαι γυναῖκες: χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν Μήδειαν ἐξελθεῖν πρὸς τὰς ἀπὸ τοῦ χοροῦ. αὕτη οὖν ἐξελθοῦσά φησιν· ἐξῆλθον πρὸς ὑμᾶς, ὦ γυναῖκες, ἵνα μή μοι τι μέμψησθε ὡς δι’ ὑπερηφανίαν μὴ προελθούσῃ: — AB
ἄλλως: ὦ Κορίνθιαι γυναῖκες, ἐξῆλθον ἐκ τῶν δόμων, ἵνα μὴ
μέμψησθέ μοι, καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γεγῶτας, τοὺς
μὲν ὀμμάτων ἄπο, τοὺς δ’ ἐν θυραίοις, οἷον· ὑπερηφάνους νομιζομένους τοὺς
μὲν ἀπὸ τοῦ χωρίζεσθαι καὶ ἄποθεν τῶν ὀμμάτων εἶναι, τοὺς δὲ διὰ τὸ
προέρχεσθαι, καὶ συνεχῶς ἐπιφαίνεσθαι· ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ
εὐδιάβολον τῶν ἀνθρώπων συνάγει, ὅτι εἰς μηδὲν ἀρέσκονται. εἶτα πάλιν κατὰ
τούτων ἐπιφέρει ὅτι καὶ οἱ ἀφ’ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν
πράττοντες δύσκλειαν κτῶνται καὶ ἀργίαν, οἷον· καὶ οὗτοι διαβάλλονται ὑπὲρ
τούτου. οὕτως ὁ Εἰρηναῖος. δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν: φησὶν
ὅτι διὰ τοῦτο προῆλθον πρὸς ὑμᾶς, καίτοι ἐπισταμένη ὅτι καὶ τὸ ἐπιφοιτᾶν
ἐπικίνδυνόν ἐστιν, ὅμως δ’ οὖν, ἵνα [μὴ] δι’ ἔργων καὶ ἀπ’ αὐτῆς τῆς
διανοίας γνωρίσητέ με ἥτις εἰμί. οὐ γὰρ, φησὶν, ἐν ὀφθαλμοῖς ἀνδρῶν καὶ ἐν
τῇ ὄψει μόνῃ περί τινος δίκη καὶ κρίσις ἐστίν, ἤτοι τὸ δίκαιον οὐκ ἀπὸ μόνης
τῆς ὄψεως εὑρίσκεται. τὸ δὲ κατάλλη
σεμνοὺς γεγῶτας: πολλοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων διὰ τὸ
κεχωρίσθαι καὶ μὴ ὁμιλεῖν τισιν ἀλαζόνες καὶ ὑπερήφανοι ἔδοξαν εἶναι. οἱ δὲ
ἐκ τῶν ἐναντίων συνεχῶς φαινόμενοι καὶ ἐπιπολάζοντες ὀχληροὶ καὶ ἐπαχθεῖς
ἔδοξαν εἶναι. ἔνιοι δ’ αὐτῶν ἡσύχιον βίον ἑλόμενοι καὶ προιόντες μὲν οὐδενὶ
δὲ πελάζοντες εὐτελεῖς ἐνομίσθησαν καὶ νωθροί· ῥᾳθυμίαν γὰρ τὴν νωθρότητα
λέγει. καὶ νῦν δὲ τὸ σεμνόν ἀντὶ τοῦ ὑπερήφανον ὡς καὶ ἐν Ἱππολύτῳ μισεῖ τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον
.
γεγῶτας δὲ, δοκοῦντας εἶναι: — B
ἄλλως: ὀμμάτων ἄπο: ἀντὶ τοῦ· κεχωρισμένους καὶ πόρρωθεν ὄντας. ἢ νοουμένους ἀπὸ τῆς τῶν ὀφθαλμῶν καταστάσεως. τοῦτο δὲ οὐκ οἰκεῖον τοῖς ἐπιφερομένοις: — B
μὴ ὁρωμένους: — Bg
οἱ δ’ ἀφ’ ἡσύχου: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι. ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλ’ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: — B
οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι
δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι [ἀντὶ] τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων
συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάς
: — Bi
δίκη γὰρ οὐκ ἔνεστιν: διὰ τοῦτο δὲ συμβαίνει τὸ ἄλλοτε ἄλλως τοὺς ἀνθρώπους τὰ ἀλλήλων δοξάζειν, διὰ τὸ μὴ δύνασθαι ἐξ ὄψεως δοκιμάζειν ἑκάστου τὸν τρόπον· ὅπερ πάσχουσιν οἱ πολλοί, οἳ πρὶν τὸν τρόπον σαφῶς κατανοῆσαι, ἁπλῶς ἐκ τῆς τῶν ὀφθαλμῶν προσβολῆς μισοῦσι τὸν δεῖνα οὐδὲν ἠδικημένοι πρὸς αὐτοῦ: — B
χρὴ δὲ ξένον μέν: προσήκει δὲ πάντα ξένον πρὸς τὰ τῆς πόλεως
νόμιμα χωρεῖν καὶ ἁρμόζειν ἑαυτὸν τοῖς ἤθεσι τῶν πο
τὴν ἐν τῷ βίῳ ἡδονήν, περιφραστικῶς αὐτὸ τὸ ζῆν: — B
τοῦτο ἐν ἤθει ἀναπεφώνηται: — B
ἐν ᾧ ἦν μοι πάντα, κάκιστος ἀνδρῶν ἐκβέβηκεν. οἱ δ’ ὑποκριταὶ οὐ συμπεριφερόμενοι τῷ τρόπῳ λέγουσι γινώσκειν καλῶς: — B
χρημάτων λέγει τῶν εἰς τὴν φέρνην. τοῦτο δὲ ὁ Εὐριπίδης ἀπὸ
τῆς καθ’ αὑτὸν συνηθείας λέγει. οἱ δὲ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους,
ἀλλ’ ἐκ τῶν ἐναντίων αὐτοὶ ἐδίδοσαν, καθάπερ καὶ αὐτὸς ἐν ἄλλοις παρίστησι.
καὶ Ὅμηρος πρῶθ’ ἑκατὸν βοῦς δῶκεν,
ἔπειτα δὲ χίλι’ ὑπέστη
: — B
ἀναχρονισμός· οἱ γὰρ ἥρωες τὸ ἐναντίον παρεῖχον: — B
κακοῦ γὰρ τοῦτ’: κακὸν μὲν τὸ χρημάτων ὑπερβολῇ πρίασθαι, ἀλγεινότερον δὲ κακὸν τὸ καὶ δεσπότην ἄντικρυς λαμβάνειν: — AB
ἢ κακὸν λαβεῖν: ὅτι κἂν κακὸς ᾖ, στέργειν δεῖ. ἀκλεὲς γὰρ γυναικὶ ἀπολιπεῖν τὸν οἰκεῖον ἄνδρα: — AB
εἰς καινὰ δ’ ἤθη: τοῦτο πρῶτόν ἐστι τῇ τάξει τῶν πραγμάτων [τοῦ] κατὰ τὸν νόμον τοῦ γάμου. πρότερον γάρ ἐστι τὸ τὴν παρθένον ἀπιέναι πρὸς τὸν νυμφίον, εἶθ’ οὕτως πειρᾶσθαι τούτου εἴτε δεξιοῦ ἢ κακοῦ. καινὰ δ’ ἤθη λέγει καὶ νόμους τοὺς παρὰ τῷ ἀνδρί. νόμους δὲ λέγει τοὺς τῆς οἰκίας κανόνας καὶ τύπους: — AB
τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀνδρῶν: — B
μὴ βίαν ἡγούμενος μηδὲ ἀνάγκην τὴν συμβίωσιν: — B
ὅταν τι τῶν κατ’ οἰκίαν λυπῇ, προελθών που παρεμυθήσατο: — B
τὴν τοῦ ἀνδρός: — B
i
οἱ ἄνδρες: — Bi
οὐχὶ περὶ σοῦ, φησὶ, ταῦτα ⟨ἂν⟩ λεχθείη· οὐ γὰρ ὁμοίως ἔχεις ἐμοὶ τύχης: — B
βαρβάρου λελῃσμένη: ἀντὶ τοῦ λεληϊσμένη· συνήλιπται γάρ· καὶ
ὥσπερ αἰχμαλωτισθεῖσα. δεινοπαθοῦσα τοῦτό φησιν ὡς προσδοκήσασα μὲν σύνοικον
ἕξειν τὸν Ἰάσονα, δεινότερα δὲ αἰχμαλώτου πάσχουσα: — ABi
μεθορμίσασθαι: λείπει τὸ ὥστε, ὥστε μεθορμίσασθαι. τὸ δὲ ἑξῆς· οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ συγγενῆ ἔχουσα πρὸς τὸ καταφυγοῦσαν πρός τινα τούτων ἀπαλλαχθῆναι τῆς συμφορᾶς. ἡ μεταφορὰ ἀπὸ τῶν μεθορμιζόντων εἰς τοὺς εὐδιεινοτέρους τόπους: — AB
ἀντὶ τοῦ δειλοτάτη. ἀπὸ κοινοῦ τὸ τίσασθαι: — Bi
κακὴ δ’ ἐς ἀλκήν: ἀντὶ τοῦ ἀσθενής. ὁ δὲ λόγος· πᾶσα μὲν γυνὴ δειλοτάτη ἐστὶν ἐν τοῖς ἄλλοις ἅπασι καὶ ἀσθενὴς, οὐδὲ ὅσον γυμνὸν ἰδεῖν ξίφος καρτεροῦσα· ὅταν δὲ εἰς κοίτην ἀδικηθῇ, τολμηροτάτη γίνεται: — AB
Παρμενίσκος γράφει κατὰ λέξιν οὕτως· ταῖς δὲ
Κορινθίαις οὐ βουλομέναις ὑπὸ βαρβάρου καὶ φαρμακίδος γυναικὸς ἄρχεσθαι αὐτῇ
τε ἐπιβουλεῦσαι καὶ τὰ τέκνα αὐτῆς ἀνελεῖν, ἑπτὰ μὲν ἄρσενα, ἑπτὰ δὲ θήλεα.
[Εὐριπίδης δὲ δυσὶ μόνοις φησὶν αὐτὴν κεχρῆσθαι.] ταῦτα δὲ διωκόμενα
καταφυγεῖν εἰς τὸ τῆς Ἀκραίας Ἥρας ἱερὸν καὶ ἐπὶ τὸ ἱερὸν καθίσαι.
Κορινθίους δὲ αὐτῶν οὐδὲ οὕτως ἀπέχεσθαι, ἀλλ’ ἐπὶ τοῦ βωμοῦ πάντα ταῦτα
ἀποσφάξαι. λοιμοῦ δὲ γενομένου εἰς τὴν πόλιν πολλὰ σώματα ὑπὸ τῆς νόσου
διαφθείρεσθαι. μαντευομένοις δὲ αὐτοῖς χρησμῳδῆσαι τὸν θεὸν ἱλάσκεσθαι τὸ
τῶν Μηδείας τέκνων ἄγος. ὅθεν Κορινθίοις μέχρι τῶν καιρῶν τῶν καθ’ ἡμᾶς καθ’
ἕκαστον ἐνιαυτὸν ἑπτὰ κούρους καὶ ἑπτὰ κούρας τῶν ἐπισημοτάτων ἀνδρῶν
ἐναπενιαυτίζειν ἐν τῷ τῆς θεᾶς τεμένει καὶ μετὰ θυσιῶν ἱλάσκεσθαι τὴν
ἐκείνων μῆνιν
. Δίδυμος δὲ ἐναντιοῦται τούτῳ καὶ
παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως· τὴν γὰρ Μήδειαν
λέγεται διατρίβουσαν ἐν Κορίνθῳ τὸν ἄρχοντα τότε τῆς πόλεως Κρέοντα
ἀποκτεῖναι φαρμάκοις. δείσασαν δὲ τοὺς φίλους καὶ τοὺς συγγενεῖς αὐτοῦ
φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ υἱοὺς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο
ἀκολουθεῖν, ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας καθίσαι νομίσασαν τὸν πατέρα
αὐτῶν φροντιεῖν τῆς σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκείους
ἀποκτείναντας
αὐτοὺς διαδοῦναι λόγον ὅτι ἡ Μήδεια οὐ μόνον τὸν Κρέοντα, ἀλλὰ καὶ τοὺς
ἑαυτῆς παῖδας ἀπέκτεινε
. γεγονέναι δὲ παραπλήσιον μυθεύεται καὶ περὶ τὸν
Ἄδωνιν: — B
οὐ θαυμάσω σε ἐπὶ τῷ πενθεῖν τὰς τύχας· δικαίως γὰρ πενθεῖς: — Bi
τῶν τελευταίων τόπων. ἡ δὲ εὐθεῖα τούτου τὰ τέρμονα: — Bi
ἐχθροὶ γὰρ ἐξιᾶσι: οἱ ἐχθροὶ οὐριοδρομοῦσι καθ’ ἡμῶν καὶ ὥρμηνται πάντα τρόπον ἐφ’ ἡμᾶς, ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομούντων καὶ χαλώντων πρὸς τὸ πνεῦμα ⟨τὰ⟩ τοῦ ἀρτέμονος: — B
οἷον πᾶσαν μηχανήν: — Bi
εὐεπιβούλευτος καὶ ῥᾳδία πρὸς τὸ διαφυγεῖν ἄτην: — Bi
ἀντὶ τοῦ ἀπείργεις. ἐξεδέξαντο δὲ καὶ κατὰ ἀναστροφὴν, ἀπὸ γῆς
στέλλεις: — Bi
δέδοικά σ’, οὐδέν: τὸ ἑξῆς· δέδοικα σε μή μοι τι δράσῃς. παραμπέχειν, ἀντὶ τοῦ περικαλύπτειν. ὁ δὲ νοῦς· εὐσχημόνως οὐ δεῖ τοὺς λόγους λέγειν καὶ περιστέλλειν καὶ περικαλύπτειν, ἀλλ’ ἐκ τοῦ ἐναντίου ἐμφαίνειν καὶ ἄντικρυς λέγειν ὅτι δέδοικά σε. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς ἀμπεχόνης: — A
τὸ ἑξῆς· δέδοικα μή μοί τι δράσῃς παῖδα. παραμπέχειν δὲ, [φυλάσσεσθαι ἤτοι] φυλάσσειν περιστέλλειν ἀποκρύπτειν. καὶ τὸ μαλθακισθέντα δὲ, ἀντὶ τοῦ ἀμελῶς προσενεχθέντα. ἢ μαλθακισθέντα τοῖς σοῖς λόγοις: — B
ἀμήχανον ἀθεράπευτον: — Bi
ἔμπειρος φαρμακὶς καὶ μάγος: — Bi
κακοποιῆσαι: — Bi
ἔβλαψε δόξα: ἀντὶ τοῦ· ἡ δόξα μου βλάπτει με. σὺ γὰρ νομίζων με σοφὴν ἀπελαύνεις με δεδοικώς με: — B
ἡ ὑπόνοια τῆς σοφίας: — Bi
συνετοὺς ἄγαν. ὑπερβαλλόντως: — Bi
ἧς ἔχουσιν ἀργίας: τὸ ἧς ἔχουσιν ἀργίας εἶπεν οὐχ ὡς τῷ ὄντι
ἀργῶν ὄντων τῶν σοφῶν· προφανὲς γὰρ ὅτι μέγιστος πόνος περὶ τὴν φιλοσοφίαν
καὶ σπουδή· Ἡσίοδος τῆς
δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν
· ἀλλ’ ὡς πολλῶν δοξαζόντων οὐκ ὀρθῶς
ἀργοὺς εἶναι τοὺς σοφούς. οἱ σοφοὶ οὖν, φησὶ, πρὸς τῷ δόξαν ἀργίας ἔχειν καὶ
φθονοῦνται ὑπὸ τῶν ἄλλων ἀνθρώπων· ὅθεν, φησὶ, καλῶς ἔχειν κρίνω μὴ χρῆναι
εἰς ἄκρον παιδεύσεως ἥκειν τινὰ, ἵνα καὶ τούτων ἐκτὸς ᾖ. τοῦτο δὲ οὐ
δογματίζων ὁ ποιητὴς λέγει, ἀλλ’ ἁρμοζόμενος πρὸς τὸ ὑφεστηκὸς ἦθος, ἐπεὶ
δοκεῖ ἡ Μήδεια σοφίας ἔχουσα δόξαν βλάπτεσθαι: — AB
εὑρίσκουσιν, ἀπὸ τοῦ ἄλφα στοιχείου: — Bi
ἄχρηστος εὐτελής ἀνωφελής: — Bi
ὁ σοφὸς, φησὶ, καθ’ ἑκάτερον ἀδικεῖται· ὑπὸ μὲν γὰρ τῶν ἀπαιδεύτων οὐ σοφὸς εἶναι νομίζεται, τοῖς δὲ ἐλλογίμοις λυπηρὸς εἶναι καταφαίνεται ὅταν κρείττων τούτων νομισθῇ. τὸ δὲ δοκούντων οὐκ ἐπὶ ἀμφιβόλου κεῖται, ἀλλ’ ἐπὶ τῶν τῷ ὄντι ὑπαρχόντων. ἢ δοκούντων [ἢ] πρὸς διαβολὴν τῶν φθονούντων ἐλλογίμων, εἰ καὶ τῇ ἀληθείᾳ ἐλλόγιμοί εἰσι, διὰ τὸ νοσεῖν τὸν φθόνον, ὃς οὐ πρὸς σοφοῦ: — AB
τῶν δοκούντων, φησὶν, εἰδέναι τι κρείσσων νομισθεὶς ἐπαχθὴς
ἐγὼ δὲ αὐτή: — Bi
ἐπίφθονος μὲν, ζηλωτὴ τοῖς εἰδόσι, φθονουμένη· ἡσυχαία δὲ, ἀνόητος, ἄχρηστος· τὸ δὲ θατέρου τρόπου ἢ πρὸς τὸ ἡσυχαία, ἵν’ ᾖ συνετή, ἢ πρὸς τὸ τοῖς μέν εἰμ’ ἐπίφθονος, ὅ ἐστιν· ἐπίμεμπτος παρὰ τοῖς ἀπαιδεύτοις. ἢ τὸ θατέρου τρόπου ἀντὶ τοῦ ἐξηλλαγμένης [τῆς] πολιτείας, ὅ ἐστι φαρμακίς· τοιοῦτοι γὰρ οἱ σοφοὶ παρὰ τοῖς ἀπαιδεύτοις καὶ ἀμαθέσι νομίζονται: — AB
ἀντὶ τοῦ μωρά: —
τοῦ ἑτέρου, ὀργίλου. ἤγουν τῆς φαρμακείας: — Bi
ἐναντία εἰμὶ τοῖς ἀπαιδεύτοις καὶ οὐδ’ ἄγαν σοφή: — BBi
τοσῷδε δ’ ἧσσον: τοσούτῳ δὲ, φησὶν, ὅσῳ γλυκεῖα μὲν εἶ τῷ λόγῳ ἄλλα δὲ φρονεῖς, τοσούτῳ μᾶλλον ἀπιστότερος τυγχάνω ἢ πρὶν τῶν λόγων σου τούτων ἀκοῦσαι: — B
γυνὴ γὰρ ὀξύθυμος: πᾶσα γὰρ, φησὶν, ὀξύθυμος γυνὴ, ὁμοίως δὲ καὶ ἀνὴρ, εὐμαρέστερον ἂν φυλαχθείη ἢ ὁ κρύπτων τὴν ὀργήν. τοὺς γὰρ φανερῶς ὀργιζομένους εὐμαρὲς προορώμενον φυλάττεσθαι, τοὺς δὲ ἐν ἀφανεῖ κρύπτοντας τὴν μῆνιν οὐχ οἷόν τε διὰ τὸ ἀπρόοπτον. καὶ σὲ οὖν, φησὶ, σιωπηλὴν οὖσαν οὐκ εὐμαρὲς φυλάξασθαι: — B
ῥᾴων φυλάσσειν: ἀντὶ τοῦ φυλαχθῆναι καὶ τηρηθῆναι, ἐνεργητικὸν ἀντὶ παθητικοῦ. τοῦτο δὲ ἔθος ὡς ἐπὶ τὸ πλεῖστον τοῖς Ἀττικοῖς. λέγεται δὲ καὶ σιωπηρός: — B
ἄλλως: ῥᾴων ἐστὶ φυλάττεσθαι, φησὶν, ὀξύθυμος ἀνὴρ, ὡσαύτως δὲ καὶ γυνή· φανεροὶ γάρ εἰσι καὶ πάντα ἐκχέουσιν ὀργιζόμενοι, ὁ δὲ σιωπηλὸς δυσπαραίτητός ἐστιν ἐν ἑαυτῷ κρύπτων καὶ καιροφυλακῶν τὴν ὀργήν: — B
κέκριται: — Bg
μὴ πρός σε: μέμφονται τῷ Εὐριπίδῃ ὅτι πεποίηκε τὴν
ὁ ἤ ἀντὶ τοῦ ἀλλά: — Bi
λίαν. ἰσχυρῶς: — Bg
ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγαγεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλ’ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης. πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθ’ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθ’ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: — B
ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν:
— Bi
ἄπιθι: — Bg
πονοῦμεν ἡμεῖς: ἐπεὶ εἶπεν ὁ Κρέων καί μ’ ἀπάλλαξον πόνων, φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ⟨ἡ⟩ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους πόνους ἀναδέχεσθαι ἐφ’ οἷς ἔχω: — B
ἄλλως: οὐκ ἐν σπάνει κακῶν ἐσμεν· σὺ γὰρ οὐ πονεῖς καὶ ἐν κακοῖς τυγχάνεις. [ἐπεὶ δὲ εἶπεν ὁ Κρέων καί μ’ ἀπάλλαξον πόνων φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ἡ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους ἀναδέχεσθαι πόνους ἐφ’ οἷς ἔχω] ὥστε μηδὲ ἀπέλαυνέ με τῶν Κορινθίων καὶ τοῦτόν μοι προστίθει τὸν πόνον ἐφ’ οἷς ἔχω. ἱκανοὺς γὰρ ἔχω πόνους τῆς τε πατρίδος ἐστερημένη καὶ νῦν τὸν ἄνδρα ἀπολέσασα διὰ τὴν σὴν θυγατέρα. [ὥστε] τὸ πονοῦμεν ἡμεῖς διασταλτικῶς εἶπεν, οἷον· ἐγὼ πονῶ τοιαῦτα δεινὰ πεπονθυῖα, σὺ δὲ οὒ, μηδὲν χαλεπὸν ὑποστάς: — B
ἐνόχλησιν: — Bg
παισίν τ’ ἀφορμήν: ἣν ἡμεῖς προβολὴν καλοῦμεν εἰς τὸ ζῆν, οἱ Ἀττικοὶ ἀφορμὴν λέγουσιν: — B
γράφεται παισίν τε φορβήν: — Bi
εἰκός ἐστιν εὔνοιάν ⟨σ’⟩ ἔχειν: οὐδὲν δὲ, φησὶν, ἀπεικὸς
πατέρα σε ὄντα εὔνοιαν καὶ στοργὴν ἔχειν, ἣν ἂν πρέπῃ πατρὶ πρὸς
αἰδούμενος δέ: τουτέστιν· εἴξας τισὶ πολλὰ ἐζημιώθην.
αἰσθόμενος δὲ ἑαυτοῦ καταθελγομένου καὶ καταγοητευομένου τοῖς λόγοις αὐτῆς
ταῦτά φησιν: — Bi
τοῦ μεῖναι μίαν ἡμέραν: — Bi
οὐ γάρ τι δράσεις: Δίδυμος μετὰ τοῦτον φέρει τὸ σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος καὶ μέμφεται τοῖς ὑποκριταῖς ὡς ἀκαίρως αὐτὸν τάσσουσιν: — B
πρόξενοι γὰρ καλοῦνται οἱ ὑποδεχόμενοί τινα: — Bi
κακῶς πέπρακται: ἀντὶ τοῦ· οὕτω φανερῶς καὶ ἐναργῶς δυστυχοῦμεν καὶ ἐν κακοῖς ἐσμεν ὡς μηδένα δύνασθαι ἀντιλέγειν ὅτι οὐχ οὕτως ἔχομεν δυστυχίας: — B
ἀλλ’ οὔτι ταύτῃ: ἀλλ’ οὐχὶ κατὰ τοῦτο τὸ μέρος, φησὶ, κακῶς ἔχει τὸ καθ’ ἡμᾶς, καθὸ πεισθεὶς ἡμῖν ἀπῆλθε Κρέων. τὸ ταύτῃ οὖν ἀντὶ τοῦ· κατὰ ταύτην τὴν ὁδὸν καὶ τοῦτον τὸν τρόπον ταῦτα καλῶς πέπρακται. ἢ τὸ ταὐτά ὀξυτόνως, τουτέστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς ἀπῆλθεν, οὐ ταὐτὰ τὰ πράγματα, ἀλλὰ καλλίονα. ἀμφότερα δὲ εἰς ταὐτὸ ἀναστρέφουσιν: — B
ἄλλως: τὸ ταῦτα πῇ μὲν περισπᾶται, πῇ δὲ ὀξύνεται, ὅ ἐστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς Κρέων ἀπῆλθε, οὐ ταὐτὰ τὰ πράγματά ἐστιν, ἀλλὰ βελτίονα: — B
ἀνοίας: — Bg
πόσιν τ’ ἐμόν: πῶς ἐπαγγειλαμένη τὸν Ἰάσονα ἀνελεῖν οὐκ
ἀνεῖλεν; ἢ τάχα ἐπεὶ ἐλθὼν ὁ ἄγγελος μετὰ θάνατον Γλαύκης καὶ Κρέοντος
ἐθορύβησεν αὐτὴν λέγων χρῆναι τάχιστα φεύγειν· ἔνθα
ὧδε καλῶς κεῖται. Δίδυμος σημειοῦται ὅτι κακῶς οἱ ὑποκριταὶ τάσσουσιν: — ἐπὶ τῶν δύο τὸ σιγῇ δόμους εἰσβᾶσα· καύσω ἢ σφάξω αὐτούς: — B
πρὸς τὸ ἐπελθεῖν αὐτοῖς κοιμωμένοις: — B
ᾖ μηχανῇ σοφαί ἐσμεν. ἐν ποίᾳ; ἐν τῇ τῶν φαρμάκων. κράτιστον, φησὶ, φαρμάκοις αὐτοὺς κτανεῖν κατὰ τὴν ὁδὸν ἐν ᾗ σοφαὶ πεφύκαμεν μάλιστα, δηλαδὴ τῇ τῶν φαρμάκων: — B
σοφοῦ ἐστι τὸ τὰ ἀντιπίπτοντα λύειν: — B
ῥύσεται: φυλάξει ἢ σώσει με: — B
οὐκ ἔστι: ἢ προπετῶς πρᾶξαί τι οὐκ ἔστιν ἢ οὐκ ἔστι μοι φίλος οὐδεὶς ὁ μέλλων με ὑποδέχεσθαι καὶ κρύπτειν: — B
πύργος ἀσφαλής: ἀντὶ τοῦ ὀχύρωμα σωτηρίας. καταχρηστικῶς δὲ τὴν σωτηρίαν πύργον ὠνόμασε παρὰ τὸ τοὺς ὑποδεδραμηκότας ὑπὸ πύργον ἐν πολέμῳ σῴζεσθαι: — B
ἄλλως: ἐὰν μὲν εὕρω ἐχυρὰν καταφυγήν, σιωπῇ μετέρχομαι φαρμάκοις τὸν φόνον· ἐὰν δὲ ἐλαύνῃ με ἡ ἐξορία, τότε ξίφος λαβοῦσα κτενῶ σφε φανερῶς, εἰ καὶ ἐμοὶ πρόκειται συναπολέσθαι αὐτοῖς: — B
πρὸς τὸ ἰσχυρὸν τῆς τόλμης ἔρχομαι, οἷον τολμῶ: — Bi
ὅταν μὲν ᾖ τριῶν ἡμερῶν, Σελήνη ὀνομάζεται, ὅταν δὲ ἕξ, Ἄρτεμις, ὅταν δὲ δεκαπέντε, Ἑκάτη: — A
τῆς πατρίδος ἢ τῆς οἰκίας τῆς ἐμῆς: — Bi
τὸ ἑξῆς· οὐ γὰρ χαίρων τις αὐτῶν: — Bi
ἡ ἐπιγαμβρία: — Bi
ἀλλ’ ἄγε δή, μηδὲν κρύπτε. ταῦτα δὲ πρὸς ἑαυτὴν παρακελεύεται:
— Bi
τοῖς Κορινθίοις, ἀπὸ Σισύφου προπάτορος. λέγει δὲ τῷ Κρέοντι
καὶ τῇ τούτου θυγατρὶ Γλαύκῃ: — B
i
τοῖς περὶ Ἰάσονα καὶ Γλαύκην: — Bi
ἐπίστασαι δὲ μηχανὰς μέν τινας, δι’ ὧν αὐτοὺς φονεύσεις· εἰ δὲ καὶ μὴ ᾔδεις, ἔχεις αὐτὸ τὸ ἔμφυτον ταῖς γυναιξὶν εὑρεσίκακον: — B
ἄλλως: γυναῖκές ἐσμεν, ἀντὶ τοῦ· εἰς μὲν τὰ ἀγαθὰ ἄποροι καὶ οὐχ ἱκαναὶ ἐξευρεῖν [τὸ αἴτιον], εἰς δὲ τὰ κακὰ εὔποροι καὶ ἱκαναὶ καὶ ἐξευρητικαί: — B
ἀγαθὰ μὴ δυνάμεναι βουλεύσασθαι, κακῶν δὲ πάντων ἐργάστριαι: — Bi
ἄνω ποταμῶν: θέλει εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ δόλιαί εἰσιν αἱ γυναῖκες, ἀλλ’ οἱ ἄνδρες. παροιμία ἐπὶ τῶν εἰς τὸ ἐναντίον καὶ παρὰ τὸ προσῆκον μεταβαλλομένων πραγμάτων, οἷον· ἀντέστραπται τὰ πράγματα, ὥστε δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. λέγει δὲ ταῦτα διὰ τὸν Ἰάσονα. ἀντεστράφη, φησὶν, ἡ τάξις, καὶ ἄνδρες μὲν δόλιοι καὶ ἄπιστοι γεγόνασι, γυναῖκες δὲ αἱ πρῴην διαβαλλόμεναι ἔνδοξοι καὶ πισταί: — AB
ἄλλως: βεβαιῶ, φησὶν, ὅτι τῶν ποταμῶν αἱ πηγαὶ ἄνω χωροῦσιν: — A
ἀνδράσι μὲν δόλιαι βουλαί: ἀντὶ τοῦ· καὶ τῶν ὅρκων
καταφρονοῦσιν οἱ ἄνδρες. ταῦτα δὲ διὰ τὸν Ἰάσονα λέγει, διὰ τὸ παραβῆναι τὰς
συνθήκας τὰς πρὸς τὴν Μήδειαν. εἰς δὲ τὸ τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν
μεταβάλλουσιν αἱ φῆμαι, οἷον· ἀντιστρέφουσιν ὥστε τὴν ἐμὴν βιοτὴν ἔχειν
εὔκλειαν. τὸ δὲ ἐμήν κατὰ κοινοῦ εἴρηκεν, οὐ δι’ ἑαυτὴν μόνην: — ABi
ἄλλως: λείπει τὸ εἰσί. θέλει δὲ εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ αἱ γυναῖκες δόλιαί εἰσιν: — A
τὸ δὲ ἑξῆς· τὰν δ’ ἐμὰν βιοτάν. ὁ δὲ νοῦς· ὁ λόγος ἀντιστρέφεται, ὅτι ἄπιστοι μὲν οἱ ἄνδρες, πισταὶ δὲ αἱ γυναῖκες, καὶ ἐροῦσι πάντες τὸν ἡμέτερον βίον, τουτέστι τὴν γυναικείαν φύσιν, εὐκλεεστέραν εἶναι: — B
τὰν δ’ ἐμὰν εὔκλειαν: ἐκ τῶν κατὰ τὴν Μήδειαν ἀδικημάτων
ἐπελεύσονται τιμαὶ τῷ γυναικείῳ γένει, τῶν μὲν ἀνδρῶν ἀδίκων ἀποδειχθέντων,
τῶν δὲ γυναικῶν ἔμπαλιν δικαίων. οὐκέτι γὰρ ῥηθήσεται τὸ οὐ δεῖ πιστεύειν
γυναικί. καθόλου οὖν λέγει ὅτι ἀντέστραπται
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσαι. Μοῦσαι δὲ παλαιγενέων, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθ’ ἡμῶν, ἐν αἷς ὡς ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθ’ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέων, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθ’ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχολάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵν’ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύσονται καὶ ἀφανισθήσονται: — B
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν. ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων, ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: — B
ἄλλως: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν
ἐδωρήσατο ὁ Απόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες ποιήματα
γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν
φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον
παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς
τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: — Bi
ἐπεὶ ἀντάχησαν: ταῦτα εἰς τὰ Ἡσίοδου καὶ Ὁμήρου ὃς δὲ γυναικὶ πέποιθε
καὶ ἐπεὶ οὐκέτι πιστὰ γυναιξί
.
συμβήσεται δὲ ⟨ἐν⟩ τῷ μετὰ ταῦτα πολλῷ χρόνῳ τάς τε
τὴν ἡμῶν μοῖραν καὶ τῶν ἀνδρῶν. μοῖραν δὲ, τὴν μερίδα: — ἀντὶ τοῦ· συμβαίνει κατ’ ἀλλήλων εἰπεῖν ἄνδρας καὶ γυναῖκας ⟨ἐν⟩ τῷ χρόνῳ: — B
ὑπὸ τοῦ ἔρωτος: — B
g
ἀντὶ τοῦ· διαστείλασα καὶ διεξελθοῦσα τὰς Συμπληγάδας. ἤτοι
διαπλεύσασα καὶ διελθοῦσα, παρόσον δύο τινῶν ὑποκειμένων ὁ διὰ μέσου
γινόμενος ἑκάτερον ὁρίζει. καὶ Ἡρόδοτος δείξειεν δεξιὰ μὲν
ὁρίζων
. ἀεὶ γὰρ ὁ μέσος τινῶν γινόμενος διορίζει τὸν μὲν ἔνθεν, τὸν δὲ
ἔνθεν: — B
λείπει τὸ πάρεισιν: — Bg
ἡ Γλαύκη: — Bg
ἐπῆλθε τῷ ἀνδρί οἴκου γὰρ σύστασις ὁ ἀνήρ: — Bi
ἀνεμπαθῶς εὐχερῶς: — Bg
ἀντὶ τοῦ κρατούντων· κρατεῖ γὰρ γυναικὸς ὁ ἀνὴρ καὶ κατὰ τοῦτο
κρείττων ἐστὶν ὑποτεταγμένην ἔχων τὴν γυναῖκα. κρειττόνων οὖν, ἀντὶ τοῦ
κρείττονος· πληθυντικὸν ἀντὶ ἑνικοῦ, ἐπὶ αὐτοῦ τοῦ Ἰάσονος: — Bi
κἀμοὶ μὲν, φησὶν, οὐδὲν μέλει περὶ ὧν ἂν λέγῃς κατ’ ἐμοῦ· ὑπὲρ ὧν δὲ κατὰ τοῦ βασιλέως τετόλμηκας εἰπεῖν, ἀγάπα φυγῇ ζημιουμένη καὶ μὴ μείζονι κακῷ περιπίπτουσα. οἷον· ἐπικερδὲς ἡγοῦ τὸ φυγῇ ζημιοῦσθαι μόνον καὶ μὴ μείζονι περιπεσεῖν αἰκίᾳ διὰ τὰ εἰς τοὺς τυράννους εἰρημένα σοι δύσφημα: — B
λείπει ἡ διά: — Bi
ὅμως δὲ, καίπερ σοῦ βλασφημησάσης με καὶ κακῶς διαθεμένης
οὐκ ἀπαρνούμενος τοὺς φίλους: — Bi
πένης: — Bg
ὦ παγκάκιστε: τοῦτο γὰρ εἰπεῖν ἔχω σοι γλώσσῃ μέγιστον κακὸν διὰ τὴν ἀσθένειαν τὴν ἐμήν· γυνὴ γάρ εἰμι καὶ ἀσθενὴς, μὴ δυναμένη χερσὶν ἐπιτιμωρήσασθαι. διὸ τῇ διὰ τοῦ στόματος κατηγορίᾳ κολάζω σε. ἡ εἰς ἀντὶ τῆς διά, δι’ ἀνανδρίαν. τοῦτο δέ φησιν ὡς μὴ δυνηθέντος αὐτοῦ χωρὶς αὐτῆς ἀνύσαι τὸν ἆθλον. οὗτος γὰρ, ὁ Ἰάσων, ἀποσταλεὶς παρὰ τοῦ ⟨Πελίου⟩ ἀνείλετο τὸ χρυσοῦν δέρας ἀπὸ τῶν Κόλχων διὰ φαρμάκων τινῶν τῆς Μηδείας, ἐρασθείσης αὐτοῦ: — B
ἤτοι ὡς θυμουμένη ἄνανδρον αὐτὸν ἀποκαλεῖ· τῶν γὰρ λοιδορουμένων οἰκεῖον καὶ τὰ μὴ προσόντα πολλάκις προφέρειν. ὀνειδίζει δὲ αὐτῷ ἀσθένειαν ὡς μὴ δυνηθέντι ἄνευ αὐτῆς ἀνύσαι τοὺς ἄθλους: — B
οὐ θράσος ἐστὶ κακῶς φίλους δράσαντα ἐναντίον βλέπειν ἀλλὰ μᾶλλον ἀναίδειᾳ. τινὲς δὲ ἐπιλαμβάνονται Εὐριπίδου, ὡς κακῶς εἰρηκότος· τὸ γὰρ θράσος ἔδει μᾶλλον εἰπεῖν θάρσος. διαφέρει γὰρ ὡς ἀρετὴ κακίας· τὸ μὲν γὰρ ἐπὶ κακοῦ καὶ ῥιψοκινδύνου τάσσεται, τὸ δὲ ἐπὶ ἀγαθοῦ. ὅθεν οἱ παλαιοὶ αὐτὸ διώρισαν οὕτως, ὅτι θάρσος μὲν τὸ τῆς ψυχῆς παράστημα μετὰ λογισμοῦ, θράσος δὲ· ἡ ἀλόγιστος ὁρμή: — B
τὸ ἑξῆς· λέξασα κακῶς σε κουφισθήσομαι τὴν ψυχὴν καὶ σὺ
ἐπακούων λυπηθήσῃ· οἶδε γάρ
, φησί τις σοφός, καὶ νεφέλη τὸν ὄμβρον ἀποβαλοῦσα κουφίζεσθαι καὶ ψυχὴ τὰ
ἑαυτῆς ἐξηγουμένη κακὰ ἐλαφρύνεσθαι
: — Bi
ἐκ τῶν δὲ πρώτων: ἀπὸ τῶν πρώτων δὲ εὐεργεσιῶν προκατάρξομαι νυνί. πρῶται δὲ εὐεργεσίαι αἱ ἐπὶ Σκυθίᾳ, ὅτε ὁ Ἰάσων παρὰ τοῦ Αἰήτου ἐκτελέσαι τοῦτον τὸν ἆθλον κελευσθεὶς, τὸ σιδηραῖς ζεύγλαις τοὺς πυριπνόους ζεῦξαι βόας καὶ σπεῖραι τοὺς δρακοντείους ὀδόντας, δι’ αὐτῆς τοῦτο ἐξετέλεσεν: — B
ἔσωσά σ’ ὡς ἴσασιν: πλεονάζει ὁ στίχος τῷ. ὅθεν καὶ ἔσωσας ἐκ τῶν σῖγμα τῶν
Εὐριπίδου
. καὶ Εὔβουλος ἐν Διονυσίῳ Εὐριπίδου δ’
: — B
ἔσωσά σ’, ὡς ἴσασι⟨ν
Ἑλλήνων ὅ⟩σοι
καὶ παρθένε εἰ σ⟨ώσαιμι σ’⟩ ἕξεις
μοι
χάριν
καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασι τὰ σῖγμα συλλέξαντες, ὡς
αὐτοὶ σοφοί
ἀνέτειλά σοι: — Bg
Θεσσαλικήν. Ἰωλκὸς δὲ πατρὶς Ἰάσονος: — Bi
Ἰωλκὸς ὄνομα χώρας. εἶπε δὲ Πηλιῶτιν πρὸς ἀντιδιαστολὴν τῆς ἑτέρας Ἰω⟨λκοῦ⟩ τῆς κατὰ τὴν Λάμψακον: — A man. recentiss.
ἀντὶ τοῦ· ἔρωτι μᾶλλον τῷ πρὸς σὲ νικωμένη ἢ μετὰ λογισμοῦ τι πράττουσα: — B
πάντα δ’ ἐξεῖλον: ἀντὶ τοῦ ἐπόρθησα. ἐὰν δὲ φόβον γράφηται, ἐξεῖλον ἀντὶ τοῦ διέφθειρα καὶ ἠφάνισα: — B
γράφεται δόμον: — B
i
νόμιμα: — Bg
παρακαλῶν δηλονότι: — Bi
παρεκλήθημεν καταχρωσθέντες καὶ σχεθέντες. οἱ γὰρ ἱκετεύοντες
τῶν γονάτων ἐφάπτονται: — Bi
γράφεται δοκοῦσα μή τι πρός: — Bi
ἀντὶ τοῦ· οὐδὲν προσδοκῶσα παρὰ σοῦ πράξειν καλῶς. ταῦτα δὲ ἐν ἤθει προενεκτέον· φέρε, φησὶν, ὡς φίλῳ σοι διαλεχθῶ, καίτοι προσδοκῶσα τί πράξειν καλόν; καὶ διαλεγομένη ὡς οὐδὲν ὠφελήσοντί με, ὅμως ἐρωτήσω. οὕτω γὰρ ἂν πικροτέρως ἐλεγχθείης οὐδὲν ἔχων πρὸς ἔπος ἀποκρίνασθαι. διαστῆσαι δὲ δεῖ κατὰ ἀνάγνωσιν τὸ τί, ἐκ δὲ τῆς ὑποκρίσεως ἐμφαίνειν τὸ οὐδέν [τι]. παθητικὴν δὲ ὑπόκρισιν δηλοῖ τὸ τί· καίτοι γε τί δοκοῦσα πράξειν παρὰ σοῦ: — B
τὰς τοῦ Πελίου θυγατέρας: — Bi
τοῖς συγγενέσι, τῷ πατρὶ καὶ τῇ μητρί: — Bi
κλέος δόξα ἔπαινος: — Bi
καὶ ἐμὲ ἀλᾶσθαι ἥτις ἔσωσά σε: — Bi
ἀδόκιμος φαῦλος: — B
i
σημεῖα γάρ ἐστι τοῦ καλοῦ καὶ τοῦ κακοῦ χρυσοῦ: — Bi
ὁ χρυσὸς δοκιμάζεται πυρὶ καὶ λίθῳ, τοῖς δὲ ἀνθρώποις οὐδὲν
σημεῖον ἐνυπάρχει, ὅθεν ἐπιγνωσθῆναι δύνανται: — Bi
διαγνῶναι: — Bg
δεινή τις ὀργή: ἡ διστιχία τοῦ χοροῦ ἐστι. κατὰ δὲ τούτους
⟨τοὺς χρόνους⟩ ἤδη τὰ τῶν χορῶν ἠμαύρωτο. τὰ μὲν γὰρ ἀρχαῖα ⟨δράματα⟩ διὰ
τῶν χορῶν ἐπετελεῖτο. ὅθεν καὶ Εὔπολίς φησι τί χορὸς οὗτος κλαίειν εἴπωμεν πυρανι * * ἵν’ ᾖ κατ’ αὐτὰ
ἰαμβεῖα δύο
: — B
ἀντὶ τοῦ· ⟨οὐκ⟩ ἀσθενῆ πρὸς τὸ λέγειν, ἀλλ’ ἐκ τῶν ἐναντίων
ῥήτορα καὶ δεινὸν εἰπεῖν: — Bi
περιφραστικῶς εἶπεν ἀντὶ τοῦ παντὶ ἀρμένῳ. ὑπεκδραμεῖν δὲ, ἤγουν δεῖ με ὑπεκδραμεῖν τὴν σὴν γλωσσαλγίαν, καθάπερ κυβερνήτης τοῖς κρασπέδοις τοῦ λαίφους χρώμενος ἐκφεύγει: — B
κράσπεδα καταχρηστικῶς τὰ ἄνω τέλη τοῦ ἀρμένου: — ἄκροις οὖν
κρασπέδοις, τοῖς ἀνωτάτω μέρεσι: — Bi
ἀντὶ τοῦ αὔξεις καὶ μεγαλύνεις. χάριν δὲ, λέγει τὸ
προσεσωκέναι αὐτὸν πανταχοῦ: — Bi
Κύπριν νομίζω: ἐγὼ νομίζω, φησὶν, ὑπὸ τῆς Ἀφροδίτης σεσῶσθαι, ἣν μόνην φησὶ μᾶλλον ἀνθρώπων καὶ θεῶν ἰσχύειν πλέον· τοῦτο γὰρ λείπει. μόνην φησὶ τὴν Ἀφροδίτην σεσωκέναι αὐτὸν καὶ οὐδένα ἀνθρώπων οὐδὲ θεῶν. τοῦτο δὲ ψεῦδος· φαίνεται γὰρ τὴν Ἥραν προστάτιν ἐσχηκὼς ἐξ ἀρχῆς διόλου καὶ ὑπὸ ταύτης παρορμηθεὶς εἰς τὸν ἆθλον, ὑφ’ ἧς εἰκὸς αὐτὸν σεσῶσθαι ἵνα τὸν Πελίαν φονεύσῃ ἐχθρὸν ὄντα τῆς Ἥρας. ἔτι δὲ καὶ ἡ Ἀθηνᾶ κινδυνεύουσαν τὴν ναῦν προσραγῆναι ταῖς πέτραις ἀνεσώσατο: — B
ἄλλως: τὸ χάριν γράφεται θράσει. ἐπιλαμβάνονται δὲ τοῦ χωρίου τούτου· εἴποι γὰρ ⟨ἄν⟩ τις· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι ὅρκους καὶ δεξιὰς παραβαίνων: — B
περιπετὴς ὁ λόγος κατὰ ῥήτορας· περιπίπτει γὰρ αὑτῷ ὁ λέγων: — Bi
ἐν τῇ Σκυθίᾳ, ἐν τῇ Κολχίδι λέγει: — Bi
μήτ’ Ὀρφέως: οὔτε τοῦ πλούτου, φησὶν, οὐδὲν ὄφελος οὔτε τῆς θειοτάτης σοφίας, εἰ μὴ καὶ διαβόητοι εἶεν καὶ ἐπισημότατοι οἱ ταῦτα κεκτημένοι, ὅτι πρὸς τὴν εὐδοξίαν ἅπαντα δεῖ πράττειν καὶ μήτε τὸν πλουτοῦντα κρύπτειν τὸν πλοῦτον μήτε τοὺς ἐλλογίμους τὴν ἀρετήν: — B
σύγκρισιν φιλονεικίαν: — Bi
πολλὰς ἐφέλκων: πολλὰ γὰρ ἐφέλκεται κακὰ ⟨ἡ⟩ φυγὴ σὺν αὑτῇ. ἀμηχάνους δὲ, διὰ τὸ ἐκβεβλῆσθαι τῆς πατρίδος: — B
διὰ τὸν τοῦ Πελίου φόνον εἰς Κόρινθον ἀφίκετο: — Bi
οὐχ ᾧ τρόπῳ σὺ λυπουμένη νομίζεις ὅτι τὸ μὲν σὸν μισῶν λέχος, ἐκείνης δὲ ἐρῶν ἔγημα αὐτήν: — B
οὐ σπουδάζων πλείονα τέκνα ποιῆσαι: — Bi
ἅπαξ ἐχούσῃ τὰ ἐξ ἐμοῦ τίς σοι χρεία ἄλλων τέκνων: — Bi
καὶ ἐμοὶ, φησὶ, λυσιτελεῖ τὸ διὰ τῶν μελλόντων ἐκ ταύτης
ἔσεσθαί μοι παίδων ὠφελῆσαι τοὺς ἐκ σοῦ· κοινωνοὶ γὰρ ἔσονται τῆς βασιλείας:
— Bi
βεβουλεῦσθαί με κακῶς οὺδ’ ἂν σὺ φαίης: —
Bi
ὥστ’ ὀρθουμένης: ἀντὶ τοῦ· ὑγιοῦς οὔσης, ὀρθῶς προχωρούσης. ἢ ὀρθῆς καὶ ἀμεταβλήτου οὔσης. ὑμεῖς συγκαθεύδουσαι τοῖς ἀνδράσιν εὐδαιμονίαν ἔχειν νομίζετε: — B
καὶ ἐν Ἱππολύτῳ i
ἦ πολλὰ πολλοῖς: ὄντως δὴ, φησὶν, ἐγὼ κατὰ πολλὰ πολλῶν διαφέρω ἀνθρώπων καὶ ἀνόμοιός εἰμι, ἐπεὶ οὐχ, ὥσπερ ἂν ἕτεροι, τοὺς ἀδίκους καὶ δεινοὺς ἐν τῷ λέγειν ἀποδέχομαι, ἀλλ’ ἡγοῦμαι τοσούτῳ μᾶλλον ζημίαν μείζονα ἕξειν ὅσῳ περ τὸ δίκαιον καὶ τὸ ἀληθὲς πειρῶνται διακρούεσθαι: — B
ἀνόμοιος ἐχθρά: — B
i
γλώσσῃ γὰρ αὐχῶν: διὰ γὰρ τῆς γλώττης τὰ ἄδικα αὐχῶν περικρύπτειν, πανουργεῖν τολμᾷ: — B
αὐχῶν: κομπάζων θαρρῶν σεμνυνόμενος τὰ ἄδικα καλῶς
περικαλύψειν: — Bi
μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ: ἀντὶ τοῦ· συσχηματίζων τοὺς λόγους πρὸς τὸ συναρπάζειν ἐμέ. τουτέστι· κόσμιος ἐν τῷ λέγειν. τὸ δὲ μή νυν κατὰ Ἀττικοὺς ἀναπέμπεται: — B
οἷον· εἷς λόγος σε τιμωρεῖται καὶ ἑνὶ λόγῳ ἁλίσκῃ. γράφεται
καὶ ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος, ἀντὶ τοῦ· καταβαλεῖ σε, ἀπὸ μεταφορᾶς τῶν
πιπτόντων καὶ ἐκτεινομένων εἰς τὸ ἔδαφος ἀθλητῶν ὑπὸ τῶν ἀντιπάλων: — Bi
οὐ τοῦτό σ’ εἶχεν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν
ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃ καὶ τῆς ἐν
τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλ’ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν
γυναῖκα. τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν ὁ Ἰάσων
τὸ συνάψαι τοῖς ἐμοῖς τέκνοις τὰ σὰ καὶ τὸ ἐπαρκεῖν αὐτοῖς,
ἀλλὰ τὸ βάρβαρόν σε ἔχειν γυναῖκα αἰσχύνην παρέσχεν: — Bi
οὐκ εὔδοξον: οἷον· ἀδοξίαν ἡγοῦ τὸ μέχρι γήρως βαρβάρῳ συνοικῆσαι καὶ ἐσπούδασας Ἑλληνικοῖς γάμοις τὴν προτέραν ἁμαρτίαν καλύψαι. τουτέστιν· ἡ ἐμὴ μέχρι γήρως συμβίωσις ἀδοξίαν σοι προσετρίβετο. οἷον· αἰσχύνην ἡγήσω διὰ τέλους ἀνὴρ βαρβάρου γυναικὸς καλεῖσθαι: — B
ἀδελφούς: — Bi
ἀσφάλισμα τῶν οἴκων: — Bi
λυπρὸς εὐδαίμων: ἀντὶ τοῦ λυπηρός, κατὰ ἔλλειψιν τοῦ ῆ· ὡς καὶ τὸ δοῦλος δύηλος ὤν, παρὰ τὴν δύην, ὃ σημαίνει τὴν ταλαιπωρίαν: — B
λυπηρός, κατ’ ἔλλειψιν τοῦ ῆ. μηδὲ εἴην εὐτυχὴς ἐν τῷ λυπεῖν
με ἄλλον τινά: — Bi
μηδ’ ὄλβος ὅστις: οὐκ ἂν, φησὶν, εὐξαίμην τοιαύτην μοι
οἶσθ’ ὡς μετεύξῃ: τοῦτο κατὰ ἐρώτησιν. οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: — B
ἄλλως: οἶσθ’ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; ⟨τοῦτο δὲ εἰς τὸ⟩ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαίνεσθαι: — B
χλεύαζε. ἀποστροφή δὲ, ἀντὶ τοῦ ἀποφυγή ἀνάπαυσις: — Bi
γαμοῦσα καὶ προδοῦσα: σεσημείωται τὸ γαμοῦσα. θέλει δὲ εἰπεῖν· ἆρα τοιοῦτον ἔργον ποιοῦσα ⟨οἷον σύ⟩. οὐ γὰρ ἐφ’ ἑαυτῆς λέγει, ἐπεὶ εἶπεν ἂν γαμουμένη, ἀλλὰ τὸν Ἰάσονος λόγον ἐφ’ ἑαυτῆς μετέστρεψεν. γαμεῖ μὲν γὰρ ὁ ἀνὴρ, γαμεῖται δὲ ἡ γυνή: — B
ἐπικατηραμένη τοῖς σοῖς οἴκοις: — Bi
ὡς οὐ κρινοῦμαι: ἀντὶ τοῦ· ἀποκρινοῦμαι περὶ τῶν τοιούτων οὐδὲν πρὸς σέ. ἀντὶ τοῦ· οὐκ ἀκριβολογήσομαί σοι περὶ ἑκάστου σαφῶς. πολλὰ μὲν ἔχω δίκαια λέγειν πρὸς σέ, μεθίημι δὲ τούτων τὰ πολλά: — B
δαπάνην, χρημάτων εὐπορίαν: — Bi
σύμβολα: οἱ ἐπιξενούμενοί τισιν ἀστράγαλον κατατέμνοντες
θάτερον μὲν αὐτοὶ κατεῖχον μέρος, θάτερον δὲ κατελίμπανον τοῖς
ὑποδεξαμένοις, ἵνα, εἰ δέοι πάλιν αὐτοὺς ἢ τοὺς ἐκείνων ἐπιξενοῦσθαι πρὸς
ἀλλήλους, ἐπαγόμενοι τὸ ἥμιαστραγάλιον ἀνανεοῖντο τὴν ξενίαν. Εὔβουλος Ξούθῳ τί ποτ’ ἐστὶν ἅπαντα
διαπεπρισμένα ἡμίσε’ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα
. οὕτως Ἑλλάδιος: — B
ἢ γράμματα, ἐπιστόλια: — Bi
κακοῦ γὰρ ἀνδρός: παροιμία ἐστίν· ἐχθρῶν
ἄδωρα δῶρα κοὐκ ὀνήσιμα
. μέμνηται Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ
λυπηθήσῃ: — Bi
νεωστὶ γεγαμημένης: — Bi
πορθῇ τῷ ἔρωτι. ἐξώπιος δὲ, ἀντὶ τοῦ ἀφεστηκὼς αὐτῆς, ἔξω τῶν ὀφθαλμῶν τῆς κόρης ὤν: — B
ὥστε μεταμεληθῆναί σε ἐπὶ τῷ γάμῳ: — B
τοῦτο ὁ χορὸς λέγει περὶ τῆς Μηδείας ὡς ἐρώσης τοῦ Ἰάσονος, εὐχόμενος μὴ τοιοῦτον σχεῖν ἔρωτα. ἐκ γὰρ τῶν τοιούτων ἐρώτων ταραχαὶ τοῖς ἀνθρώποις συμβαίνουσι: — B
σωφροσύνην: — Bg
τὸ ἑξῆς· μηδέποτε, ὦ δέσποινα, ἐκ τῶν χρυσέων τόξων ἐπ’ ἐμοὶ ἐφείης ἄφυκτον ὀϊστὸν ἱμέρῳ χρίσασα. μὴ ποιήσῃς τοιοῦτον ἔρωτα ἐμπεσεῖν εἰς ἐμὲ, ὦ Ἀφροδίτη, οἷον καὶ εἰς Μήδειαν: — B
φιλοίη δέ με ἡ σωφροσύνη: — B
μηδέ ποτ’ ἀμφιλόγους: μηδὲ εἰς νείκη μηδὲ εἰς ὀργὰς καὶ ἐμφιλονείκους λόγους καὶ ὀργῆς κινητικούς: — B
νείκη θυμόν: τὰ νείκη κατ’ εὐθεῖαν πληθυντικὴν εἴρηται. τουτέστι τὰς μάχας, ἢ τὰς φιλονεικίας, ἀκορέστους: — B
ταράξασα: — Bg
προσαγάγοι: — Bg
ἀπτολέμους: ἐπὶ τῷ εἶναι ἀπολέμους. σεβίζουσα δὲ, προκρίνασα προτιμῶσα: — AB
ἄλλως: κρίνοι τὰ λέκτρα τῶν γυναικῶν. ἢ οὕτως· σεβίζουσα τὰς ἀπολέμους εὐνὰς, ὅ ἐστι παρασκευάζουσα ἀπολέμους, ἤγουν ἀφιλονείκους. οἷον· τιμάτω δὲ ἡ Ἀφροδίτη τὰς εὐνὰς τὰς ἀπολέμους καὶ μὴ ἐάτω αὐτὰς στασιάζειν. [ἢ] ὀξύφρονα τὴν Ἀφροδίτην φησὶν, ἐπεὶ ὀξεῖς οἱ ἔρωτες αὐτῆς καὶ ὑπόπτεροι: — B
ὀξύφρων: ὀξυτάτους ἔρωτας πέμπουσα εἰς τὴν διάνοιαν τῶν ἀνθρώπων: — A
ἄλλως: ὀξείας καὶ μεγάλας ἐπιθυμίας ἔχουσα: — A
ἀντὶ τοῦ· ἐν ἀμηχανίᾳ ζῶσα τὸν δυσπέρατον αἰῶνα, ἤτοι
δυσαπάλλακτον: — Bi
τῶν μόχθων τῶν ἐν ἀνθρώποις οὐδεὶς ἄλλος μείζων ἢ τὸ στέρεσθαι
τῆς πατρίδος. μόχθων δὲ λέγει τῶν συμφορῶν. Ὅμηρος ἐκ τοῦ ἐναντίου ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
: — B
ἄλλως: τοῦτο δὲ, τὸ στέρεσθαι τῆς πατρίδος, ὅτι πάνδεινόν ἐστιν, αὐταῖς ὄψεσιν ὁρῶμεν ἐπὶ τῆς Μηδείας καὶ οὐκ ἐξ ἀκοῆς [τοῦτο] μανθάνομεν: — B
μὴ ἀπὸ πάσης καρδίας καὶ καθαροῦ λογισμοῦ, τουτέστιν
ἀνυπούλως. τὸ ἑξῆς· ἀχάριστος ὢν ἐκεῖνος ὄλοιτο ὅστις μὴ τιμᾷ τοὺς φίλους ἐκ
ψυχῆς: — Bi
σοφοῦ Πανδίονος: εὐεπίφορός ἐστιν ὁ Εὐριπίδης εἰς τὸ λέγειν σοφός καὶ σοφή πρὸς μηδὲν χρήσιμον παραλαμβάνων τὸ ὄνομα. κατὰ τί γὰρ σοφὸς ὁ Πανδίων λέγεται: οὐ γὰρ δὴ ὠνόμασται τοιοῦτον αὐτοῦ ἔργον, ἀλλ’ οὐδὲ πανουργίας ἐχόμενον, ὥστε διὰ τοῦτο λέγεσθαι αὐτὸν σοφόν· ἀλλ’ ὥσπερ παραπληρώματι χρῆται τῇ λέξει: — B
Αἰγεῦ πόθεν γῆς: λέγουσι τὸν Αἰγέα εἰς Τροιζῆνα ἐληλυθέναι διὰ
τὸ δεδοικέναι πεζῇ ποιεῖσθαι τὴν πορείαν, Σίνιδος κατ’ ἐκείνους τοὺς χώρους
ἐπιπολάζοντος. Νεόφρων δὲ εἰς Κόρινθον τὸν Αἰγέα φησὶ παραγενέσθαι πρὸς
Μήδειαν ἕνεκα τοῦ σαφηνισθῆναι αὐτῷ τὸν χρησμὸν ὑπ’ αὐτῆς [τῆς Μηδείας],
γράφων οὕτω
καὶ γάρ τιν’ αὐτὸς ἤλυθον λύσιν μαθεῖν
: — B
σοῦ· Πυθίαν
γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι
Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ·
σοὶ
δ’ εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν
τὸ μέσον τῆς γῆς καὶ τῆς οἰκουμένης. τὸ μαντικόν. ἐστάλης δὲ,
ἐπεδήμησας.
δεῦρ’ ἀεί: ἀντὶ τοῦ· μέχρι νῦν ἄπαις ὑπάρχεις; τὸ δὲ ἀεί ἀντὶ τοῦ ἕως τοῦ νῦν. σεσημείωται δὲ ἐπεὶ τὸ δεῦρο χρονικὸν εἶπεν.
ἢ οὕτως· ἀντὶ τοῦ· ἕως τοῦ χρόνου τούτου ἄπαις τυγχάνεις; τὸ
ἐπιβουλῇ: — Bi
οὐκ ἐσμὲν εὐνῆς: πρώτην ἔσχε Μελίτην τὴν Ὅπλητος, δευτέραν Χαλκιόπην τὴν Χαλκώδοντος, τρίτην τὴν Μήδειαν: — B
ἀντὶ τοῦ· σοφὰ ὑπερβαίνοντα καὶ ἄνδρας εἰς τὸ γνῶναι, τὸ δὲ
θέμις κατὰ ἐρώτησιν. περισσῶς δὲ ὁ μέν: — Bi
ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός: σοφωτέρας διανοίας χρείαν ἔχει τὰ δὴ λεγόμενα ῥήματα: — B
⟨ὁ⟩ χρησμὸς ὁ δοθεὶς τῷ Αἰγεῖ οὗτός ἐστιν· ἀσκοῦ
τόν προὔχοντα ποδάονα, φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν γουνὸν Ἀθηνάων ἀφικέσθαι
.
ἀσκοῦ οὖν τῆς γαστρός· πόδα δὲ τὸ μόριον, παρόσον ὡς ὁ ποδεὼν τοῦ ἀσκοῦ
προέχει. λέγει οὖν ὅτι ἔχρησέ μοι μὴ συνελθεῖν ἑτέρᾳ, πρὶν ἐπιβῆναι τῆς
πατρίδος. τοῦτο γὰρ αἰνίττεται, ὅπερ αὐτὸς οὐ συνίησιν. ἀσκὸν τοίνυν λέγει
τὸν περὶ τὴν γαστέρα τόπον. Ἀρχίλοχος καὶ πεσεῖν δρήστην ἐπ’ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα προσβαλεῖν
μηρούς τε μηροῖς
, δρήστην λέγων, οἷα δράσοντά τι. ποδεῶνα δὲ εἰώθασι
λέγειν τὸ τοῦ ἀνδρὸς αἰδοῖον: — B
ἕως ⟨ἂν⟩ ἐν τῇ πατρίδι γένωμαι. ἐξέχοντα δὲ μάλιστα ἐν σώματι
τέσσαρα, κεφαλὴ χεῖρες αἰδοῖον πόδες: — Bi
στέλλεις: — Bg
πόλις Πελοποννήσου πλησίον Ἀθηνῶν: — Bi
τρίβων: εἰς τὰ τοιαῦτα περιτετριμμένος, ἐν τριβῇ ὢν τοῦ τοιαῦτα λέγειν. τουτέστι τοὺς χρησμούς: — B
δορυξένων: οἱ κατὰ τὸν πόλεμον πρὸς ἀλλήλους φιλίαν πεποιηκότες, ὡς Γλαῦκος καὶ Διομήδης: — B
λείπει ἄτοπον: — Bi
τί χρῆμα δράσας: σεσημείωται ὁ στίχος, ὅτι καὶ ἐν Πελιάσιν Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς
: — B
ὁποῖον πρᾶγμα δράσας: — Bi
ἀπιστῶν τοῦτο λέγει: — Bi
ἐρασθεὶς δηλονότι: — Bi
ἴτω: ἀντὶ τοῦ ἐρρέτω: — Bi
γάμον συγγένειαν: — Bi
διέρχου: — Bi
συγγνώμην εἶχες λυπουμένη· δικαίως γὰρ λυπῇ. τὸ δὲ ἦν ἀντὶ τοῦ
ἐστί, χρόνος ἀντὶ χρόνου: — Bi
καρτερεῖν: ἀντὶ τοῦ κρατεῖν καὶ ἀντέχειν. καὶ τὸν ἐγκρατῆ
λέγουσι καρτερόν. Ἀρχίλοχος ὁ δ’ Ἀσίης τε καρτερὸς μηλοτρόφου
. φησὶν οὖν ὅτι τῷ
λόγῳ μὲν προσποιεῖται, τῷ δὲ ἔργῳ οὐ θέλει κρατεῖν καὶ ἀντέχειν: — B
γράφεται καρδίᾳ δὲ βούλεται: — Bi
ἀβοήθητον: — Bi
ἀπὸ κοινοῦ τὸ ἕκατι: — Bi
γενέσεις: — Bi
εἰς τοῦτο γὰρ δὴ φροῦδος: κατὰ γὰρ τοῦτο τὸ μέρος ⟨τὸ⟩ τῆς παιδοποιΐας ἔρημός εἰμι. ἢ τὸ φροῦδον ἀντὶ τοῦ πρόθυμον [καὶ ἀσαφήνιστον] οὕτως· εἰς τὸ παῖδας ποιῆσαι πάνυ ἐσπούδακα καὶ πρόθυμός εἰμι. ἔστι δὲ κυρίως ὁ προωδευκώς: — B
προίστασθαι ξένης οὔσης. ἴσως ἵνα μὴ λυπήσῃ τὸν Ἰάσονα ἢ
ἐπειδὴ ἀπῄει πρὸς Πιτθέα: — Bi
τὸ μή ὑπερβιβαστέον, τουτέστιν· οὐ μή σε μεθῶ τινι: — Bi
ἀναίτιος: ἀντὶ τοῦ ἀνέγκλητος ἄμεμπτος. οὐδὲ γὰρ βούλομαι, φησὶ, παρὰ τῶν περὶ τὸν Κρέοντα αἰτιαθῆναι, ὡς αὐτός σε ἀπαγαγών: — AB
ὅρκος: — Bg
Πελίου δ’ ἐχθρός: κατὰ κοινοῦ τὸ ἐχθρός. ὁ δὲ νοῦς· σοὶ μὲν θαρρῶ καὶ πεπίστευκα, ἀλλὰ φοβοῦμαι μὴ ἄρα ὁ τοῦ Πελίου δόμος καὶ ὁ Κρέων ἐχθροί μου ὄντες βιάσωνταί σε καὶ παρὰ προαίρεσιν προέσθαι με ἑαυτοῖς· ὅθεν ὅρκῳ σε [τοῦτο] βούλομαι πιστώσασθαι ὡς οὐκ ἄν με προῇ: — AB
τούτοις δ’ ὁρκίοισι: ἐγκατειλημμένος ἐμπεπλεγμένος. ἀντὶ τοῦ μετὰ βίας ἄγουσιν. τὸ δὲ ἑξῆς· τούτοις ἄγουσιν οὐ μεθεῖο ἄν: — AB
τούτοις δ’ ὁρκίοισι μὲν ζυγείς: ὁ νοῦς· τούτοις δὲ, τοῖς ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατειλημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν [ἀντὶ τοῦ] ἐπικηρυκεύμασιν. λείπει ἡ διά, ἵν’ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφ’ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τούτοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν αὐτοῖς: — AB
οὐκ ἐκδοίης: — Bg
λόγοις δὲ συμβάς: εἰ δὲ, φησὶν, ἔλθοις εἰς σύμβασιν [τῶν ἐμῶν] λόγων καὶ συνθήκας ἐνωμότους ποιήσαιο πρὸς ἐμέ, εὖ οἶδα ὅτι μοι φίλος γένοιο ἂν καὶ ἐπίκουρος ἀσφαλὴς καὶ οὐκ ἂν τὴν πρὸς ἐκείνους φιλίαν προκρίναις. ἐπικηρυκεύματα γάρ ἐστι τὰ διὰ τῶν κηρύκων γινόμενα πρὸς φιλίαν. κεῖται οὖν ἡ λέξις ἐπὶ τῆς φιλίας. τῇ δὲ εὐθείᾳ ἀντὶ δοτικῆς κέχρηται. ἔδει γὰρ εἰπεῖν· καὶ τοῖς ἐπικηρυκεύμασιν οὐκ ἂν πίθοιο. Δίδυμος δέ φησιν ἐλλείπειν τὴν διά, ἵν’ ᾖ· καὶ διὰ τὰ ἐπικηρυκεύματα: — AB
προβουλίαν σύνεσιν πρόγνωσιν: — AgBi
ἐμοί τε γάρ: καὶ ἐμοὶ, φησὶν, ἀσφαλές ἐστι πρὸς τὸ μηδεμίαν μέμψιν ἔχειν παρ’ αὐτῶν τὸ τὴν σκῆψιν ταύτην προβάλλεσθαι, τὸ φθάσας ὀμωμοκέναι μὴ προδοῦναί σε, καὶ τὸ σεσῶσθαί σε βεβαιότερον ἔσται τὴν σκῆψιν ταύτην προΐσχοντί μοι. σκῆψιν οὖν λέγει τὸ ὀμωμοκέναι αὐτῇ. τὸ δὲ ἐξηγοῦ θεούς ἀντὶ τοῦ· ὀνόμαζε τοὺς θεοὺς οὓς βούλει με ὀμόσαι: — AB
γράφεται Ἡλίου θ’ ἁγνὸν σέβας: — Bi
ἀντὶ τοῦ· ὧν βούλομαι: — Bi
ταῦτα ἔνιοι τῷ χορῷ, ἔνιοι τῇ Μηδείᾳ προσνέμουσιν: — Bi
ἀλλά σ’ ὁ Μαίας πομπαῖος: ὁ χορὸς ἐπεύχεται Αἰγεῖ ἐπὶ τῇ ἐπαγγελίᾳ. πομπαῖον δὲ τὸν Ἑρμῆν λέγει, ἐπεὶ παραπόμπιμος ὁ θεὸς καὶ εἰρηνικὸς, οἱ δὲ ὁδεύοντες μάλιστα εἰρήνης δέονται: — AB
πράξειας: καὶ πράξειας ταῦτα ὧν ἔχων ἐπιθυμίαν σπουδάζεις: — ABi
εὐγενής: — AgBg
ἐνομίσθης: — Ag
Bi
ὦ Ζεῦ: τοῦτο μόνον ἡ Μήδεια αὐτὴ καθ’ ἑαυτὴν ἀναφωνεῖ τῇ Δικαιοσύνῃ καὶ τοῖς λοιποῖς θεοῖς ὡς εὐχαριστοῦσα, τὰ δὲ λοιπὰ πρὸς τὸν χορόν: — B
ἐχθρῶν, φίλαι: φίλας λέγει τὰς ἀπὸ τοῦ χοροῦ· πρὸς αὐτὰς γὰρ νῦν διαλέγεται. εἰς ὁδόν δὲ, ἀντὶ τοῦ· εἰς τὴν τῆς νίκης ἀρχὴν ἐληλύθαμεν: — AB
ᾖ μάλιστ’ ἐκάμνομεν: καθ’ ὃ μέρος ἐδυστύχουν. οὐκ ἔχουσα πρὸς ὃν καταφύγω, νῦν καθάπερ λιμένι, τούτῳ προσώρμισα: — AB
σωτηρία: — Bi
ἐκ τοῦδ’ ἀναψόμεσθα: παυσόμεθα τῶν ταρασσόντων κακῶν. ὅταν γὰρ ἀπόγεια δεθῇ, παύονται τῶν καμάτων οἱ ναῦται: — AB
προσδήσομεν: — Bi
εἰς Ἀθήνας: — Bi
δέχου δὲ μὴ πρὸς ἡδονήν: μὴ νομίσῃς, φησὶν, ἡδέα καὶ προσηνῆ εἶναι τὰ μέλλοντά σοι ῥηθήσεσθαι. ἔστι γὰρ ἀηδῆ μὲν εἰς ἀκοήν, ἀναγκαῖα δὲ ὅμως· ὡσεὶ ἔλεγεν· οὐκ ὤφειλον μὲν ὑμῖν τοιαῦτα ἀπαγγέλλειν οὐδ’ οὕτω πράξειν κακῶς· ὅμως δὲ ἐπειδὴ εἰς τοῦτο τύχης ἤλθομεν, ἀκούσατε τὰ βεβουλευμένα μοι, καίπερ ἀηδῆ ὄντα: — AB
ἀντὶ τοῦ· κατὰ τοὺς γάμους τῶν τυράννων: —
Bi
παῖδας δὲ μεῖναι: αἰτήσομαι δὲ, φησὶν, αὐτὸν τοὺς παῖδας ἐᾶσαι ἐνταῦθα μεῖναι καὶ αὐτοὺς, φησὶ, συγκατακτενῶ. ἀλλ’ ἵνα πρότερον διακονήσωσί μοι πρὸς τὸν τῆς Γλαύκης θάνατον: — AB
γράφεται δῆθεν μὴ φεύγειν χθόνα, ἵν’ ᾖ ἀντὶ τοῦ· ὡς δὴ παραιτησομένους τὴν φυγήν. τιθέασι γὰρ τὸ δῆθεν ἀντὶ τοῦ ὡς δή: — AB
ἐνταῦθα μέντοι: μέχρι μὲν τούτου ἀποτερματίζω σοι καὶ ἵστημι τὸν λόγον σιωπῶσα: — AB
καὶ νῦν προλέγει ὡς εἴωθεν: — Bi
τῆς σφαγῆς δηλονότι: — Bi
ἀντὶ τοῦ δράσασα: — Bi
ἴτω: γινέσθω προχωρείτω τὰ δόξαντα. τί μοι γὰρ ὄφελος ζῆν: — A
γινέσθω προχωρείτω. γράφεται δὲ καὶ οὔτε μοι πατήρ: — Bi
γράφεται ἀπαλλαγή: — Bg
λείπει ἡ ἀπό, οὔτε ἀπὸ τῆς νεοζύγου, ἤτοι νεογάμου: — Bi
ἀντὶ τοῦ εὐτελῆ ἁπλῆν δειλὴν ἐπιεικῆ. ἡσυχαίαν δὲ ἐνταῦθα ἀντὶ
τοῦ ἡσύχιον καὶ ἀνόητον. ἀλλὰ τοῦ ἑτέρου τρόπου, τουτέστι θρασεῖαν: — Bi
ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας: τὸ ἑξῆς· ἐπείπερ ἡμῖν τόνδ’ ἐκοινώνησας λόγον, δρᾶν σ’ ἀπεννέπω τάδε, ἀπεννέπω δὲ καὶ σὲ ὠφελοῦσα καὶ τοῖς νόμοις βοηθοῦσα: — B
τουτέστι· συγγινώσκω σοι ἐφ’ οἷς παραινεῖς: — Bi
γινέσθω τὰ δόξαντα. πρὸς τὴν θεράπαινάν φησιν: — Bi
εἴπερ φρονεῖς εὖ δεσπόταις: δέσποιναν ἑαυτὴν λέγει οὐχ ὡς θεραπαινῶν οὐσῶν τῶν ἀπὸ τοῦ χοροῦ, ὅπου κατ’ ἀρχὴν τοῦ λόγου φίλας αὐτὰς ὀνομάζει, ἀλλὰ τὸ δεσπόταις ἀντὶ τοῦ τοῖς ἄρχουσι καὶ τοῖς κρατοῦσιν· τὸ δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ· θέλει γὰρ εἰπεῖν ἐμοὶ τῇ κρατούσῃ. καὶ γὰρ βασιλέως θυγάτηρ ἐστὶ καὶ γυνὴ βασιλέως, τοῦ Ἰάσονος, καὶ σῴζει τὸ εὐγενὲς φρόνημα. μηδαμῶς δὲ θαυμάσωμεν, εἰ Κορίνθιαι οὖσαι δέον τῷ τοῦ Κρέοντος μέρει προσθέσθαι ταύτῃ αἱροῦνται συγκρύπτειν. ἐλεύθεραι γὰρ οὖσαι τὸ παριστάμενον αὐταῖς δίκαιον προτιμῶσιν. ἔπειτα καὶ ἀεὶ ὁ χορὸς ἐν προσώπῳ τοῦ ποιητοῦ εἰσάγεται τῷ δικαίῳ προστιθέμενος: — AB
παρόσον ⟨γυνὴ⟩ γυναικὶ πέφυκεν ἐπίκουρος καὶ μάλιστα εἰς εὐνὴν
ἀδικουμένῃ: — Bi
Ἐρεχθεῖδαι: μακαρίζει νῦν τοὺς Ἀθηναίους ὡς εὐδαίμονας καὶ σοφίας πάσης ἐπιστήμονας ἱερούς τε καὶ μύστας, ὅτι μέλλει τὰ κατὰ τὴν Μήδειαν ἐπάγειν μιάσματα. τῇ γὰρ παραθέσει βούλεται αὐτὴν ἀποτρέψαι τοῦ κατὰ τῶν παίδων φόνου. οὕτως γὰρ ἐν τοῖς ἑξῆς ἐπάγει ὅτι οὐκ εἰκὸς τοὺς οὕτως ἱεροὺς καὶ σοφοὺς ἄνδρας σὲ μιαιφόνον γενομένην ὑποδέξεσθαι: — AB
Ἐρεχθεῖδαι τὸ παλαιόν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλεται
τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς
καὶ θεῶν παῖδες: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι. ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου [ἀπὸ γὰρ τοῦ ἐρίου ἐν ᾧ ἡ Ἀθηνᾶ τὸ σπέρμα τοῦ Ἡφαίστου σπογγίσασα ἔρριψε]. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: — A
χώρας ἀπορθήτου: ἡ σύνταξις· ἀπὸ ἀπορθήτου χώρας. ἀπόρθητον δὲ αὐτὴν εἶπεν, διὰ τὰς θρυλουμένας πολλὰς νίκας αὐτῶν. αὐτοὶ γὰρ ἀπόρθητοι καὶ ἀήττητοι διετέλεσαν. τὸ δὲ φερβόμενοι σοφίαν, ἀντὶ τοῦ προσλαμβάνοντες καὶ παιδευόμενοι πᾶσαν σοφίαν. οὕτω δὲ εἶπεν ὡς ἀναγκαίας αὐτοῖς οὔσης τῆς παιδεύσεως, καθάπερ ἄλλοις τροφῆς: — AB
καρπούμενοι: — Bi
παρόσον οἱ σοφίας ἐντὸς καθαρώτερον τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τὰ θεῖα φαντάζονται, μονονουχὶ καὶ θεοῖς αὐτοῖς ὁμιλεῖν πιστευόμενοι. ἢ ὡς τοῦ παρ’ αὐτοῖς ἀέρος φύσιν ἔχοντος τρέφειν ἀεὶ σοφοὺς ἄνδρας. τουτέστιν· ἀεὶ βιοτεύουσι λαμπροτάτῃ παιδεύσει, ἁπλῶς καὶ εὐμαρῶς ταύτην μεταχειριζόμενοι ἅτε δὴ τοῦ παρ’ αὐτοῖς ἀέρος εἰς τοῦτο πεφυκότος, ἵνα τὸ μὲν βαίνοντες ἀντὶ τοῦ βιοτεύοντες, τὸ δὲ αἰθέρος ἀντὶ τοῦ ἀέρος ἐκδεξώμεθα: — AB
ἔνθα ποθ’ ἁγνάς: ὅπου λέγεται ὑπὸ τῶν Μουσῶν τὴν ἐν μουσικῇ
ἁρμονίαν φυτευθῆναι. ὅπου αἱ δυνάμεις τῶν ἐννέα Μουσῶν: — BAg
ξανθὰν Ἁρμονίαν: ἔνιοι λέγουσι τὸν Εὐριπίδην τὰς Μούσας
αὗται τὴν ἁρμονίαν ἐφύτευσαν: — Bi
ξανθήν: τὴν εὐανθῆ: — Bi
τοῦ καλλινάου: νῦν τοῦ ἐν Ἀττικῇ μνημονεύει. ἔστι γὰρ καὶ
ἕτερος ὁμώνυμος ἐν Βοιωτίᾳ. εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πολέμων ἐν τῷ Περὶ
ποταμῶν, γράφων οὕτως [ἐν] Ἀθήνησί τε Κηφισὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει * *
:
— AB
ἀνιμωμένην ἐπὶ τὴν χώραν καταπνεῦσαι: — Bi
ἀπὸ κοινοῦ τὸ κλῄζουσι, τουτέστι· λέγουσι δὲ τὴν Ἀφροδίτην ἀεὶ καὶ διηνεκῶς ἐνταῦθα [ποιεῖν] περιτιθεμένην τοῖς ἑαυτῆς πλοκάμοις πολύν τινα κόσμον καὶ οὕτως δὴ ἐρασμίαν ἑαυτὴν παρασκευάσασαν ἐξαποστέλλειν τοὺς ἐπὶ πᾶσαν σοφίαν ὁδηγοὺς ἔρωτας, ἐμφαίνει δὲ διὰ τούτων, ὡς ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οἱ Ἀθηναῖοι εἰκότως τὸν κατὰ πάντων ἔχουσι τῆς παιδεύσεως στέφανον. ὡσεὶ ἔλεγεν· ἀεὶ δὲ ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οὗτοι περιτίθενται τὸν πολυανθῆ τῆς παιδεύσεως στέφανον, μόνοι πιστευόμενοι πάντας νικᾶν τῇ παιδεύσει: — AB
ἀεὶ δ’ ἐπιβαλλομέναν: ἀεὶ δὲ λέγουσι τὴν Ἀφροδίτην
παρέδρους: ἀντὶ τοῦ συνοίκους, παρόσον οὐκ ἐκτός εἰσιν ἔρωτος οἱ περὶ σοφίαν καὶ πᾶσαν ἀρετὴν διακείμενοι: — AB
πῶς οὖν ἱερῶν: πῶς οὖν τὴν τεκνολέτειραν ὑποδέξεται ἡ πόλις τῶν ἱερῶν ποταμῶν ⟨ἢ⟩ ἡ χώρα τῶν φίλων, τουτέστι τῶν ἡδέων καὶ ἀγαθῶν: — A
ἄλλως: ἡ μεταξὺ τῶν ἱερῶν κειμένη ποταμῶν. τῷ προτέρῳ δὲ διαζευκτικῷ συνδέσμῳ, τῷ ἤ, τὸ ἡ ἄρθρον ἔξωθεν προσθετέον, τουτέστιν· ἢ ἡ πόλις ἢ ἡ χώρα. ὁ δὲ νοῦς· πῶς ἂν οὖν σε δέξαιτο ἡ πόλις αὕτη, ἡ ἱεροὺς ἔχουσα ποταμοὺς καὶ καθαροὺς παντὸς μολύσματος, ἢ ἡ τῶν κατ’ αὐτὴν ἀνδρῶν προσφιλεστάτων ἡμῖν χώρα, παιδοκτόνον γενομένην καὶ ἀνοσίαν τῷ κατὰ τῶν φιλτάτων φόνῳ: — AB
ἢ φίλων: ἀντὶ τοῦ προσφιλεστάτων καὶ φιλοξενωτάτων. οὐκ εἰκῇ δὲ τοῦτο, ἀλλ’ ἵνα αἰνίξηται πρὸς ἀποτροπὴν τὴν ὑπερβάλλουσαν ἀνοσιότητα τοῦ φόνου, ὅτι, καίπερ φιλόξενοι πεφυκότες, πρὸς σὲ τοιαύτην γενομένην ἀξενώτατοι γενήσονται: — AB
πόμπιμος: ἡ τὴν ἐκπεμφθεῖσαν ὑποδεχομένη, οὐκ αὐτὴ πόμπιμος οὖσα: — B
σὲ τὴν ⟨μετ’⟩ ἄλλων εὐσεβῶν [σὲ] ἀσεβῆ οὖσαν: — Bi
σκέψαι τεκέων πλαγάν: τὴν πληγὴν, φησὶ, τὴν τῶν τέκνων καὶ τὸν φόνον μὴ προπετῶς δράσῃς, ἀλλὰ πρότερον μεθ’ ἡμῶν ἢ ἄλλων τινῶν σκέψαι εἰ τοῦτο χρή σε δρᾶσαι: — AB
πόθεν θράσος: ἀντὶ τοῦ· τίνι λογισμῷ χρησαμένη.
τὸ ἑξῆς οὕτως· πόθεν θράσος λήψῃ φρενὸς καρδίᾳ ἢ χειρὶ, κατὰ τῶν τέκνων σου δεινὰν προσάγουσα τόλμαν. λείπει γὰρ ἡ κατά. τὸ δὲ ἢ καρδίᾳ ἢ χειρὶ ἀντὶ τοῦ ἢ ἐννοίᾳ ἢ πράξει: — A
ἀντὶ τοῦ· κατὰ τὴν σαυτῆς καρδίαν καὶ τὸν λογισμόν. προσλήψῃ σχήσεις: — B
τέκνοις ἄδακρυν μοῖραν: μοῖραν τὸν καιρόν. καὶ Ἀριστοφάνης ὃν ὄλβιαι Μοίραι ξυνάγουσιν
ἐν Βατράχοις
λείπει ἡ εἰς. οὐ καρτερήσεις: — Bg
τέγξαι χεῖρα φόνου: τὸ ἑξῆς· φόνου χεῖρα φονίαν. εὖ οἶδα, φησὶ, ὅτι οὐ καρτερήσεις τὴν ἐργάτιν τοῦ φόνου χεῖρα μολῦναι τῷ αἵματι τῶν παίδων γονυπετούντων σε: — AB
ἥκω κελευσθεὶς: ἥκω, φησὶν, ὑπὸ σοῦ κελευσθεὶς καὶ μεταπεμφθείς. καίτοι γὰρ οἶδα δυσμενῆ σε, ὅμως τούτου οὐκ ἂν ἁμάρτοις, τοῦ ἐμὲ ἐλθεῖν. ἰδοὺ, φησὶ, καίπερ δυσμενῶς ἔχουσα πρὸς ἐμὲ, τυγχάνεις τῆς ἐμῆς παρουσίας καὶ κελευσάσῃ σοι οὐκ ἠπείθησα: — AB
τοῦ ἐμὲ παρεῖναι: — Bi
Ἰᾶσον, αἰτοῦμαί σε: αἰτοῦμαι, φησὶν, ἃς πεποίημαι πρὸς σὲ μετ’ ὀργῆς ὕβρεις, ῥᾳδίως φέρειν καὶ μὴ μνησικακεῖν, ὑπομιμνῃσκόμενον τῆς προτέρας ἡμῶν συνηθείας καὶ ὧν ἐπράξαμεν εἰς ἀλλήλους εὐεργεσιῶν: — AB
εἰκός σ’ ἐπεὶ νῷν: ἐπεὶ ἡμῖν τοῖς δυσὶν ὑπείργασται, ἀντὶ τοῦ
πέπρακται, πολλὰ προσφιλῆ: — ABi
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων: ἐγὼ ἐμαυτῇ διὰ λόγων ἐπετίμησα. ὑποκρίνεται δὲ νῦν καὶ μετὰ εἰρωνείας ταῦτα λέγει: — AB
τί κακοπαθεῖν βούλομαι: — Bi
οὐκ εἰσὶ μέν μοι παῖδες: ταῦτα, φησὶ, πρὸς ἐμαυτὴν διείλεγμαι, ὦ Ἰᾶσον, ὅτι παῖδας ἔχω τοὺς ἐκ σοῦ καὶ οὐ δεῖ με λυπεῖσθαι τῷ νυνὶ γάμῳ, εἶθ’ ὅτι καὶ φυγάδες ἐσμὲν ἐκβεβλημένοι τῆς Θετταλίας καὶ διὰ τοῦτό με δεήσει τὴν ἐνταῦθα διατριβὴν ἀσπάζεσθαι, ἔρημον οὖσαν φίλων: — AB
συμμετέχειν κοινωνεῖν: — Bi
ἀντὶ τοῦ· συμπεραίνειν σοι γεγαμηκότι καὶ ὑπηρετῆσαί σοι. ἑξῆς
δὲ αὐτὰ σαφηνίζει λέγουσα καὶ παρεστάναι λέχει: — Bi
ἀντιφιλονεικεῖν: — B
g
παριέμεσθα: παυόμεθα παραπεμπόμεθα, οἷον· παραιτοῦμαι συγχωρῶ: — B
μεταβλήθητε: — Bg
λάβεσθε χειρός: τοῦτο ἠρέμα καὶ καθ’ ἑαυτὴν, ὡς ἐννοοῦσα τὴν ἀπήνειαν τοῦ φόνου κατὰ τῶν παίδων. φεῦ μοι, φησὶ, τῶν κακῶν, ὡς ἀλγῶ τὴν ψυχὴν, ἐννοοῦσα τὸ κεκρυμμένον ἐν τῇ ἐμῇ ψυχῇ κακόν· λέγει δὲ τὸν τῶν παίδων φόνον. ἀπὸ δὲ τούτου φαίνεται τὸ μὴ κατὰ προαίρεσιν αὐτὴν ὁρμᾶν ἐπὶ τὸν φόνον, ὅπου γε περιαλγεῖ τὴν ψυχὴν τῷ πάθει, ἀλλὰ διὰ τὸ προτεθυμῆσθαι ἀμύνασθαι τὸν Ἰάσονα. δύναται δὲ καὶ εἰς ἐπήκοον τοῦ Ἰάσονος λεγόμενον πρὸς τοῦτον οὕτως· ἀγωνιῶ καὶ πάνυ τετάραγμαι ἐκεῖνο ἐνθυμουμένη τῶν κεκρυμμένων καὶ ἀδήλων ἀνθρώποις πραγμάτων, εἰ ζήσονται οὗτοι σὺν ἡμῖν πολὺν χρόνον· ὡς ἕτερον μὲν αὐτὴν νοεῖν, ὅπερ ἔμελλε δρᾶν, ἑτέρως δὲ ἐκδέχεσθαι τὸν Ἰάσονα, ὅτι ἄρα ἄδηλα τὰ κατὰ ἀνθρώπους καὶ κεκρυμμένα: — AB
ὡς ἐννοοῦμαι: οὐκ ἀναγκαῖον ἦν ταῦτα λέγειν· φαντασίαν γὰρ παρέχει τῷ Ἰάσονι ὡς κακοτεχνοῦσα. ἀλλ’ ἕνεκα τῶν κοινῶν κατ’ ἀνθρώπους κακῶν τὰ τοιαῦτα παρεγχωρεῖ λέγειν: — AB
ἆρ’ ὦ τέκν’: καὶ τοῦτο κατὰ διπλῆν ἔννοιαν, ἥν τε ὁ Ἰάσων ὑπολαμβάνει οὐχ ὑγιῶς καὶ ἣν αὐτὴ κρύπτει ἀληθεύουσα: — AB
ὡς ἀρτίδακρυς: ἀντὶ τοῦ ἑτοιμόδακρυς. ἢ προσφάτως δακρύουσα. χρὴ δὲ νοεῖν ὅτι ἐδάκρυσε μὲν ἀλγοῦσα τὴν ψυχὴν, ὅτι πρὸς τοῦτο τῆς τύχης κατήντησε καὶ νῦν ἀναγκάζεται ταῦτα δρᾶν· ὁ δὲ Ἰάσων ᾤετο αὐτὴν δακρύειν οἰκτείρουσαν τοὺς παῖδας ἐπὶ τῷ στέρεσθαι τοῦ πατρός: — AB
χρόνῳ δὲ νεῖκος: διὰ πολλοῦ, φησὶ, χρόνου τῆς πρὸς τὸν πατέρα ὑμῶν φιλονεικίας ἀποστᾶσα καὶ νῦν διαλλασσομένη πλήρης γέγονα δακρύων: — AB
ἁπαλήν: — Bg
ὑγρόν. ⟨γράφεται⟩ θερμόν: — Bg
εἰκὸς γὰρ ὀργάς: πέφυκε γὰρ, φησὶ, τὸ θῆλυ γένος χαλεπῶς ἔχειν τῷ ἀνδρὶ ἐμπορευομένῳ δευτέρους γάμους, οἷον ἄλλοις χρωμένῳ γάμοις παρὰ τοὺς ὑπάρχοντας: — AB
γάμους παρεμπολῶντος: πιθανῶς κέχρηται τῇ τροπικῇ λέξει, ἐμφαίνων ἑαυτὸν κέρδους ἕνεκα καὶ τοῦ τοὺς ἐκ Μηδείας παῖδας ὠφελῆσαι τοῦτον ὥσπερ πραγματευσάμενον ἑαυτῷ τὸν γάμον. τὸ γὰρ παρεμπολᾶν ἐπὶ τοῦ κερδαίνειν τίθεται. οἷον ἄλλοις γάμοις χρωμένου παρὰ τοὺς ὑπάρχοντας: — AB
ἄλλως: προσκτωμένου πορίζοντος. ἀντὶ τοῦ ἐμπολῶντι, γενικὴ ἀντὶ δοτικῆς. ἢ τὸ πόσει ἀντὶ τοῦ πόσιος, δοτικὴ ἀντὶ γενικῆς. παρεμπολῶντος δὲ ἀντὶ τοῦ ὠνουμένου. τουτέστιν· ἄλλοις γάμοις χρωμένου. τοῦ ἀνδρός. ἰδίως δὲ εἴρηκε πόσει ἀντὶ τοῦ πόσιος. οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες γράφουσιν ἀντὶ τοῦ πόσει ἐμοῦ, ὅπερ οὐ δεῖ: — AB
μεταβέβληται: — Bg
ἀλλὰ τῷ χρόνῳ: ἀλλὰ νῦν ὥσπερ ἐκ μετανοίας τὸ κάλλιστον αὑτῇ βουλεύῃ: — AB
ἔγνως δὲ τὴν νικῶσαν: τὸ ἑξῆς· ἔγνως δὲ τῷ χρόνῳ τὴν νικῶσαν βουλήν. ὁ ἀλλά ἀντὶ τοῦ καί, τουτέστιν· τὴν νικῶσαν βουλὴν καὶ τῷ χρόνῳ ἔγνως. λέγει δὲ τὸ πεπαῦσθαι αὐτὴν τῆς πρὸς αὐτὸν ὀργῆς: — AB
τὴν κρατοῦσαν τὴν συμφέρουσαν: — Bi
τὰ πρῶτ’ ἔσεσθαι: ἀντὶ τοῦ· τὰ πρωτεῖα ἀπενέγκασθαι καὶ βασιλεύσειν κατὰ τὴν Κορινθίαν ἅμα τοῖς ἐκ Γλαύκης τικτομένοις ὑμῖν ἀδελφοῖς. τὸ δὲ ἔτι κατ’ ἐπίτασιν, οἷον· ἔτι μᾶλλον ὑμᾶς διαπρέψειν συναπτομένους βασιλικῷ γένει ἢ ὅσης ὑμῖν ἀξίας μετῆν ἐξ ἐμοῦ μόνου: — AB
τὸ τέλειον τῆς ἡλικίας: — Bi
κρείττους: — Bg
αὕτη, τί χλωροῖς: πάλιν εἰς τὴν αὐτὴν ἔννοιαν ταῦτα. ἔδει δὲ
αὐτὴν μηδὲ κλαίουσαν εἰσάγεσθαι· οὐ γὰρ οἰκεῖον τῷ προσώπῳ [τοῦτο]· ὠμὸν γὰρ
εἰσῆκται τοῦτο. ἀλλ’ ἐκφέρεται τῇ ὀχλικῇ φαντασίᾳ ποιήσας κλαίουσαν καὶ
συμπάσχουσαν. ἀπιθάνως γὰρ τὴν τοιαύτην διαχειριζομένην τὰ τέκνα εἰσάγει.
ἄμεινον δὲ Ὅμηρος ὀφθαλμοὶ δ’ ὡσεὶ
κέρα ἔστασαν
: — AB
οὐδὲν τέκνων: δι’ οὐδὲν, φησὶ, δακρύω ἕτερον ἢ ἐννοουμένη πῶς ἕξουσι τύχης οἱ παῖδες ἐμοῦ ἀναχωρησάσης: — AB
δράσω τάδε: ἀντὶ τοῦ· παύσομαι τῶν δακρύων καὶ θαρσήσω σοι: — ABi
τὸ ἑξῆς· γυνὴ δὲ θῆλυ ἔφυ καὶ ἐπὶ δακρύοις ἔφυ, ὅ ἐστι ἐπὶ τῷ δακρύειν καὶ ὀλοφύρασθαι: — A
γυνὴ δὲ θῆλυ: ἀντὶ τοῦ· ἀσθενὲς τὸ γυναικεῖον γένος πέφυκε πρὸς τὰς καταλαμβανούσας συμφορὰς καὶ ἕτοιμον εἰς δάκρυα: — AB
ἔτικτον αὐτούς: σύγγνωθί μοι, φησὶ, δακρυούσῃ· ἔτικτον γὰρ αὐτούς. νῦν δὲ ὅτε ἐθάρσουν τοὺς παῖδας τὸ ἀσφαλὲς ἕξειν τοῦ ζῆν εἰς τοῦτο παρελθόντας ἡλικίας καὶ τῆς ἐν βρέφεσιν ἐπισφαλοῦς ἀνατροφῆς ἀπαλλαγέντας καὶ λοιπὸν ἐσεμνυνόμην παῖδας ἐγγὺς ἡβῶντας ἔχειν, τότε δι’ ἕτερον ἀγωνιῶ εἰ τὸ ἀσφαλὲς αὐτοῖς τῆς σωτηρίας ὑπάρξει ὑπὸ μητρυιὰν γενομένοις. τοῦτο γὰρ ἐμφαίνει: — AB
εἰσῆλθέ μ’ οἶκτος: ἐν γὰρ τῇ βραχείᾳ ἡλικίᾳ ἐν πλείονι ἐπισφαλείᾳ ζωῆς εἰσιν οἱ ἄνθρωποι: — AB
ἀγωνιῶ, φησὶν, εἰ ζήσονται: — B
κἀμοὶ τάδ’ ἐστὶ λῷστα: ἀντὶ τοῦ· καλῶς ἔχειν κρίνω μετὰ γνώμης ὑμῶν, σοῦ τε καὶ τοῦ Κρέοντος καὶ τῆς τούτου θυγατρὸς, οἰκεῖν τὴν Κόρινθον. ἢ οὕτως· κἀμοὶ αὐτῇ συναρέσκει: — B
σὺ δ’ ἀλλὰ σήν: τὸ ἑξῆς· ἀλλὰ σὺ τὴν γυναῖκα κέλευσον αἰτήσασθαι τοῦτο παρὰ τοῦ πατρὸς, τὸ τοὺς παῖδας μὴ ἀπελαθῆναι τῆς Κορίνθου: — AB
προσδοκῶ. τὸ δὲ σφέ ἀντὶ τοῦ αὐτήν: — Bi
εἴπερ γυναικῶν: ἀντὶ τοῦ τῶν φιλάνδρων, οἷον· εἴπερ φίλανδρός ἐστι, πάντα σοι πεισθήσεται ἡ Γλαύκη: — AB
ἃ καλλιστεύεται: ἅπερ προτιμᾶται καὶ κάλλιστα νομίζεται τῶν νῦν δώρων παρὰ τοῖς ἀνθρώποις. τὸ δὲ πολύ πρὸς τὸ καλλιστεύεται. ἢ πολύ ἀντὶ τοῦ πάνυ: — AB
παῖδας φέροντας: ἀλλ’ ὅσον οὐδέπω, φησὶ, δεήσει τῶν θεραπόντων τινὰ ἅμα τοῖς παιδίοις ἀποκομίζειν τὰ δῶρα τῇ Γλαύκῃ: — B
πατρὸς πατήρ: ἤτοι ἀντὶ τοῦ γονεῦσιν, ἢ τοῖς ἑαυτοῦ μὲν ἐκγόνοις, τουτέστι παισίν, ⟨ἐμαυτῆς δὲ γονεῦσιν⟩, ἵνα τοῦτο λείπῃ: — AB
φερνάς: φερνὴ ἡ προίξ. λάβετε, φησὶ, τὴν ἐμὴν φερνὴν, ἣν εἰσηνεγκάμην τῷ πατρὶ ὑμῶν, καὶ ἀποκομίζετε τῇ νύμφῃ: — AB
φέροντες· οὔτοι δῶρα: τοῦτο διπλῆν ἔχει τὴν ἔννοιαν, μίαν μὲν, ἣν ὁ Ἰάσων ἐκδέχεται, ὅτι οὐκ ἀπόβλητα αὐτῇ τὰ δῶρα, ἀλλὰ θαυμαστά· ἑτέραν δὲ, ἣν αὐτὴ κρύπτει, ἀντὶ τοῦ· οὐ γελάσει τὸ δῶρον ὡς ἀσθενές· ἀναιρήσει γὰρ αὐτήν: — AB
εἴπερ γὰρ ἡμᾶς: εἴπερ, φησὶ, τῷ ὄντι πᾶσα γυνὴ ἡμᾶς τοὺς ἄνδρας ἀξιοῖ τινὸς λόγου [κρίνειν], προτιμήσει καὶ χρημάτων τὸ πείθεσθαι τῷ ἀνδρί. ἢ ἰδίᾳ νοητέον καὶ ἐπὶ τῆς Γλαύκης, εἴπερ με τῷ ὄντι στέργει ἡ γυνή, καὶ ἄνευ τοῦ λαβεῖν τὰ δῶρα πεισθήσεται: — AB
κείνης ὁ δαίμων: ἀντὶ τοῦ ἡ εὐδαιμονία, τουτέστιν· ἐκείνῃ καιρὸς εὐδαιμονεῖν, ἡμῖν δὲ ταῦτα οὐκ ᾠκείωται ὡς δυστυχοῦσιν: — AB
νέα τυραννεῖ: ἀντὶ τοῦ· ἡ Γλαύκη, φησὶ, νέα οὖσα τὴν ἡλικίαν ἄρχει καὶ κρατεῖ. αἰνιγματωδῶς δὲ τοῦτο, ὡς τοῦ Ἰάσονος διὰ τὸ νέον τῆς ἡλικίας προτετιμηκότος τὴν Γλαύκην: — AB
ψυχῆς ἂν ἀλλαξαίμεθ’: ἀντὶ τοῦ· ἑλοίμην ἂν καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μὴ τοὺς παῖδάς μου ἀπελαθῆναι. καὶ τοῦτο δὲ κατ’ εἰρωνείαν: — AB
κόσμον διδόντες: καὶ τοῦτο ἀπιθάνως, τὸ παρεγγυᾶσθαι τοῖς παισὶν ἐντελλομένην ἐκείνῃ αὐτῇ διδόναι, ὑπόληψιν ἔχουσαν φαρμακίδος: — AB
τοῦδε γὰρ μάλιστα: ἕνεκεν τοῦδε, τοῦ μὴ φεύγειν ὑμᾶς, δεῖ αὐτὴν λαβεῖν τὰ δῶρα: — A
νῦν ἐλπίδες: ἐκ τοῦ ἀπελθεῖν τὰ δῶρα πείθεται ὁ χορὸς ὅτι μέγα κακὸν γενήσεται ἐξ οὗ ἀναγκασθήσεται ἡ Μήδεια πάντως φονεῦσαι τὰ τέκνα: — A
παίδων ζωᾶς: ἀντὶ τοῦ· οὐκέτι μοι ἐλπίδες τοῦ ζήσεσθαι τοὺς παῖδας: — AB
θήσει τὸν Ἅιδα κόσμον: θάνατον, φησὶ, μὰλλον περιθήσεται ἢ κόσμον: — AB
αὐγά: τὸ ἑξῆς· χάρις ἀμβρόσιός τε αὐγὰ πέπλων πείσει περιθέσθαι χροῒ χρυσότευκτον στέφανον: — AB
ἀμβρόσιος: ἀντὶ τοῦ ἀμβροσία θεία. αὐγὴ δὲ, ἡ λαμπηδών, [τοῦ χρυσέου στεφάνου καὶ] τῶν πέπλων πείσει αὐτὴν ταῖς ἰδίαις χερσὶ λαβοῦσαν περιθέσθαι ταῦτα, ἵνα ⟨ἐν⟩ τῇ τοῦ παντὸς σώματος διακοσμήσει καὶ ἡ κεφαλὴ πρὸς ἀξίαν κοσμῆται: — A
νερτέροις ἤδη: ἀντὶ τοῦ· παρὰ τοῖς νερτέροις καὶ τοῖς κατοιχομένοις αὐτὴν κοσμήσει ταῦτα τὰ δῶρα. νυμφοκοσμῆσαι δέ ἐστι τὸ τὴν νύμφην κοσμῆσαι. νυμφοκοσμήσει οὖν ἀντὶ τοῦ νυμφευθήσεται: — AB
τὸν ἄφυκτον ὄλεθρόν φησιν: — Bi
σὺ δ’, ὦ τάλαν: τοῦτο πρὸς τὸν Ἰάσονα ἀποτείνει. κηδεμὼν δὲ παρὰ τὸ κῆδος, ἀντὶ τοῦ γαμβρέ. σὺ δὲ, φησὶν, ὦ ἐπ’ ὀλέθρῳ γενόμενε νυμφίε τῆς Γλαύκης καὶ ἐπιγαμβρίαν οὐκ εὐτυχῆ ταύτην πρὸς τοὺς βασιλεῖς ἐσχηκὼς, ὄλεθρον τοῖς αὑτοῦ παισὶ καὶ τῇ νύμφῃ κατασκευάζεις, οὐ συνεὶς τὸ ἐπ’ ὀλέθρῳ μηχάνημα. βιοτᾷ δὲ παισίν, ἀντὶ τοῦ τῇ ζωῇ τῶν παίδων: — AB
ἀντὶ τοῦ· ὦ ἐπὶ κακῷ σου νυμφευσάμενε: — Bi
οὐ γινώσκων τῇ τῶν παίδων βιοτῇ ὄλεθρον προσάγεις: — Bi
μοίρας ὅσον παροίχῃ: μοίρας ἀντὶ τοῦ πρέποντος. καὶ τοῦτο δὲ
πρὸς Ἰάσονα ἀποτείνει. τινὲς δὲ πρὸς τὴν Μήδειαν· ἵνα φονεύσῃς τὰ παιδία
σοῦ. τὸ δὲ παροίχῃ, παρελθεῖν πεποίηκας, ὦ Ἰᾶσον, πολὺ μέρος τῆς θανατηφόρου
μοίρας τῇ Γλαύκῃ ὡς ἐγγὺς εἶναι τὸν θάνατον αὐτῆς, ἀντὶ τοῦ· τὸν καιρὸν τοῦ
θανάτου τῇ Γλαύκῃ συν
ἄλλως: ὦ ταλαίπωρε Ἰᾶσον, ὅσον ἐκπέπτωκας τῆς εὐμοιρίας. ἢ οὕτως· ὅσον τοῦ καθήκοντος ἐξέδραμες ὡς μὴ συνιέναι ὅτι ἐπὶ φόνον τὰ τέκνα σου ἄγεις: — A
μεταστένομαι δέ: ἡ μετά ἀντὶ τῆς ἐπί καὶ τὸ σόν ἀντὶ τοῦ σοί, τουτέστι· στένω δὲ καὶ ἐπὶ σοὶ καὶ ἄλγος ἔχω. οὕτως· μεθίσταμαι δὲ καὶ ἐπὶ τὸ σὸν ἄλγος καὶ στένω τὴν σὴν τύχην, ἐφ’ ᾗ τὴν ψυχὴν ἀλγεῖς. λέγει δὲ τὸ διημαρτηκέναι αὐτὴν τοῦ Ἰάσονος: — AB
δέσποιν’, ἀφεῖνται παῖδες: ὁ παιδαγωγὸς ἀγαγὼν τοὺς παῖδας
διαλεχθέντας τῇ Γλαύκῃ λέγει· συγκεχώρηται τοῖς παισί σου ἐνταῦθα μεῖναι καὶ
μὴ ἀπελαθῆναι: — ABi
συνταραχθεῖσα: — Bg
οὐ σύμφωνα: — Bg
μῶν τιν’ ἀγγέλλων: ἡ μὲν Μήδεια ἐννοουμένη τὸν δι’ αὐτῆς ἐσόμενον τοῖς παισὶν αὑτῆς θάνατον ἐστύγναζεν, ὁ δὲ παιδαγωγὸς νομίζων αὐτὴν ἐφ’ οἷς ἀπήγγειλε λυπεῖσθαί φησιν· ἆρ’ οὖν μὴ οὐ χρηστᾶ σοι ἀπήγγειλα, ἀλλὰ ἐσφάλην, νομίσας εὐαγγελίσασθαι πρὸς σὲ ταῦτα: — AB
συμφοράν: — Bg
ὑπολήψεως: — Bg
κατηφὲς ποιεῖς καὶ καταστυγνάζεις: — Bi
πολλή μ’ ἀνάγκη: διπλῆ πάλιν ἡ ἔννοια, ὡς μὲν πρὸς τὸν
πολλή μ’ ἀνάγκη: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς. ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατ’ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρεσθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: — AB
θάρσει· κρατεῖς: ἔτι θαρσεῖν ὀφείλεις. καὶ γὰρ εἰ φεύγειν μέλλεις, ἀλλ’ οὖν τῇ τῶν παίδων ὑποστάσει καὶ ζωῇ πάλιν συμβιώσῃ. τὸ γὰρ ἔτι τὸ μέλλον δηλοῖ. τὸ δὲ κρατεῖς ἀντὶ τοῦ νενίκηκας: — AB
ἄλλους κατάξω: τὸν ἐσόμενον τῶν παίδων φόνον πάλιν προοδύρεται, ἀσήμως δὲ, ὑπὲρ τοῦ μὴ συνιέναι τὸν παιδαγωγόν. τὸ μὲν οὖν ἄλλους ἀντὶ τοῦ τούτους, τὸ δὲ κατάξω ἀντὶ τοῦ εἰς Ἅιδου πέμψω: — AB
οὔτοι μόνη σύ: ἡ μὲν ἔλεγεν ὅτι πρὶν εὐτυχῆσαι ὑπ’ αὐτῶν,
ἀλλοτρίους μου γενομένους τοὺς παῖδας πέμψω εἰς Ἅιδην· ὁ
κούφως φέρειν χρή: πάλιν οὐδὲν ἧττον μὴ συνεὶς τὸ εἰρημένον
οἴεται αὐτὴν ὀδύρεσθαι τὴν ἑαυτῆς ἐξορίαν: — ABi
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι: τοῦ σφῷν τὸ πλῆρες σφῶιν, τουτέστιν ὑμῶν τῶν δύο. τὴν μὲν πόλιν, φησὶν, τήνδε ὑμεῖς οἰκήσετε, ὦ τέκνα, καὶ τὸν οἶκον τοῦτον δι’ αἰῶνος. λέγει δὲ ἀσήμως τὸν Ἅιδην, καὶ πάντα δὲ τὰ ἑξῆς αἰνιγματωδῶς ὁμιλεῖ ὑπὲρ τοῦ μὴ αἰσθέσθαι τὸν παιδαγωγόν. τὸ δὲ ἐν ᾧ πρὸς τὸ οἰκήσετε συναπτέον, τουτέστιν· ἐν ᾧ, τῷ Ἅιδῃ, οἰκήσετε ἀπολιπόντες ἐμέ: — AB
εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ
Ἀριστοφάνει διὰ
παντὸς, ὦ δέσποιν’, ἀγαλοῦμεν ἡμεῖς ἀεί
. καὶ Ἕρμιππος Ἀρτοπώλισι φέρε νῦν ἀγήλω τοὺς
θεοὺς ἰοῦσ’ ἐγώ
. δηλοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν· ἐν
πρώτοις ἄγω’. καὶ ἠγόμην
δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ
: — AB
ἀγῆλαι ἀντὶ τοῦ παρασκευάσαι καὶ συναγαγεῖν. ἀνασχεθεῖν
ἀνατεῖναι. αὐθαδείας δὲ ἀπονοίας αὐταρεσκείας: — ABi
ματαίως: — Bg
κατετάκην ἐφθάρην κατεπονήθην κατεσπαράχθην: — ABi
κρύψειν ἐνταφιάσειν: — AgBg
μακαρίαν με οὖσαν παρὰ τοῖς ἀνθρώποις: — AgBi
ἐς ἄλλο σχῆμ’: ἄλλου βίου λέγει τοῦ κατὰ τὸν Ἅιδην, ὡς κὰν τοῖς κατοιχομένοις οὔσης τινὸς ἑτέρας πολιτείας: — AB
γυναῖκες, ὄμμα φαιδρόν: πρὸς τὰς τοῦ χοροῦ λέγει·
οὐκ ἂν δυναίμην: λείπει τὸ σφάξαι τὰ τέκνα. καὶ ἐρρέτω, φησὶν, ὁ ἐπὶ τὸ σφάξαι με τὰ τέκνα κρατήσας λογισμός: — AB
τί δεῖ με πατέρα τῶνδε: ἀφίσταμαι, φησὶ, τοῦ φόνου τῶν παίδων. οὐ γὰρ ἵνα τὸν πατέρα τούτων λυπήσω τῷ φόνῳ αὐτῶν, ὀφείλω ἐμαυτῇ διπλασιοῦν τὰ κακά. λέγει δὲ τὴν λύπην τὴν ἐπὶ τοῖς παισίν. ἢ οὕτως· σαφῶς εὔηθές ἐστιν ἐργαζομένην με τὸν θάνατον τοῖς φιλτάτοις ἐπὶ τῷ τὸν πατέρα λυπῆσαι, αὐτὴν διπλασίαν λύπην κτήσασθαι διὰ τῆς τούτων τελευτῆς. δοκοῦσι γὰρ αἱ μητέρες συμπαθέστεραι εἶναι ταῖς τῶν παίδων συμφοραῖς. θαυμάσαι δέ ἐστι τὸν ὑπερβάλλοντα θυμὸν, ὃν ἔχει κατὰ τοῦ Ἰάσονος ἡ Μήδεια, ὅτι καίπερ προσδοκῶσα μειζόνως λυπηθήσεσθαι, ὅμως ὑπὲρ τοῦ λυπῆσαι τὸν Ἰάσονα αἱρεῖται τούτους φονεύειν: — AB
χαιρέτω βουλεύματα: ἔτι ἐν μετανοίᾳ ἐστίν· οὐκ ἂν ἐγὼ φονεύσαιμι, φησὶν, ἀλλὰ μεθείσθω μοι ὁ κρατήσας με τοῦ φόνου λογισμός. γράφεται δὲ καὶ παύσομαι βουλευμάτων: — AB
καίτοι τί πάσχω: ἐνταῦθα ὥσπερ ἀναζωπυροῦσα τὸν κατὰ Ἰάσονος
θυμὸν λαμβάνεται ἑαυτῆς καὶ φησί· τί δὴ πέπονθα εἰς οἶκτον ἐμπεσοῦσα τῶν
παίδων. οὐ γὰρ ἐμὸν καταισχύνειν ἐμαυτὴν ἀφεῖσαν ἀτιμώρητον τὸν πάντων ἐμοὶ
πολεμιώτατον Ἰάσονα, ἐξὸν φονεύουσαν τούτους λυπῆσαι τοῦτον. ἐχθρούς οὖν
λέγει ἀντὶ τοῦ ἐχθρόν, τὸν Ἰάσονα. τοιοῦτον δὲ καὶ τὸ παρ’ Ὁμήρῳ ἀλλὰ τίη μοι ταῦτα φίλος
: — AB
τὸ καὶ προέσθαι μαλθακούς: τὸ ἐνδοῦναι τῇ φρενί μου μαλθακοὺς λόγους: — A
ὅτῳ δὲ μὴ θέμις παρεῖναι: ᾧτινι δὲ οὐκ εὐσεβὲς, φησὶν,
φαίνεται τὸ παρεῖναι τῷ φόνῳ τούτῳ καὶ δέχεσθαι τοιαύτας θυσίας, Ἄρες Ἄρες
βροτολοιγὲ μιαιφόνε
. τῷ δὲ αὐτῷ μελήσει συναπτέον τὸ μὴ παρεῖναι: — AB
χεῖρα δ’ οὐ διαφθερῶ: πάλιν ἐνταῦθα λύεται πρὸς οἶκτον. ἔστι γὰρ μίμησις μητρὸς οὐ προαιρέσει ἀνάγκῃ δὲ τοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι τολμώσης φόνον κατὰ τῶν φιλτάτων. οὐκ ἂν οὖν, φησὶν, ἐγὼ μολύναιμι τῷ τῶν ἐξ ἐμοῦ παίδων αἵματι τὴν ἐμαυτῆς χεῖρα: — AB
ἀντὶ τοῦ ἐν Ἀθήναις: — Bi
μὰ τοὺς παρ’ Ἅιδη νερτέρους: τοὺς καταχθονίους θεοὺς ἀλάστορας. ἀλάστορας δὲ, οὓς οὐκ ἔστι λαθεῖν. ἐπειδὴ δὲ συνεχῶς ὁρᾷ ἑαυτὴν νικωμένην τῷ πρὸς τοὺς παῖδας οἴκτῳ, ὅρκῳ φρικωδεστάτῳ κατακλείει ἑαυτὴν πρὸς τὸ μηδὲν ἕτερον ἢ τὸν φόνον ἐξ ἅπαντος δρᾶσαι. καὶ οὐκ ἂν, φησὶν, ἐγὼ καταλείψαιμι τοὺς ἐμοὺς παῖδας ὑπὸ τῶν ἐμῶν ἐχθρῶν καθυβρίζεσθαι· λέγει δὲ ὑπὸ τῶν πρὸς γένους τῇ Γλαύκῃ. καθυβρίσαι δὲ λέγει τὸ μετὰ αἰκίας τινὰ ἀνελεῖν: — AB
πάντως σφ’ ἀνάγκη: κἂν ἐγὼ, φησὶ, μὴ φονεύσω τούτους, ἀλλ’ οἱ
ἐχθροὶ πάντως ἀναιρήσουσιν. εἰ δὲ ἅπαξ χρὴ τούτους ἀποθανεῖν, κάλλιον ὑφ’
ἡμῶν ἀναιρεῖσθαι, ἵνα μὴ δοκοῖεν οἱ ἐχθροὶ τιμωρίαν ταύτην λαμβάνειν παρ’
ἡμῶν. οἶδε δὲ τὸ εἱμαρμένον τοῖς παισὶν, ὡς καὶ τὴν Ἰάσονος μοῖραν, ἐν οἷς
φησιν
ἀντὶ τοῦ κέκριται εἵμαρται. ⟨γράφεται⟩ πέπρωται: — Bi
καὶ δὴ’πὶ κρατὶ στέφανος: ταῦτα ἐκ τοῦ χρόνου ἀναλο
τὴν ἐπὶ τὸν Ἅιδην λέγει. τὸ δὲ ἔτι ἀντὶ τοῦ πολὺ μᾶλλον: — ABi
εὐδαιμονοῖτον μὲν, ἀλλ’ ἐκεῖ. λέγει δὲ εἰς Ἅιδην: — Bi
τὰ δ’ ἐνθάδε: τὰ ἐν τοῖς ζῶσι. τουτέστιν· ὁ πατὴρ αἴτιος τοῦ μὴ ζήσεσθαι ὑμᾶς: — AB
ἡ περίπτυξις. ἢ ἡ πρώτη θέα. ἐν τῷ περιπτύσσεσθαι καὶ καταφιλεῖν ταῦτα λέγει: — AB
πολλάκις ἤδη: ἀποτρέπων ὁ χορὸς τὴν Μήδειαν τῆς τῶν παίδων ἀναιρέσεως διεξέρχεται τοὺς τῆς παιδοποιίας πόνους: — A
πολλάκις ἤδη: πολλάκις, φησὶ, κατ’ ἐμαυτὴν ἐλογισάμην καὶ δι’
ἀκριβεστέρων λογισμῶν προσῆλθον αὐτὴ πρὸς ἐμαυτὴν ἁμιλλωμένη καὶ ζητοῦσα εἰ
δυνατὸν καὶ τῇ γυναικείᾳ φύσει ἐρευνᾶν τὰ τοῦ βίου πράγματα καὶ εἰδέναι τί
μὲν καλὸν τοῖς ἀνθρώποις, τί δὲ οὔ. καὶ λογισαμένη εὗρον ὅτι μέτεστι μὲν
ταῖς γυναιξὶ σοφίας καὶ τῆς τῶν ἀνθρωπίνων πραγμάτων καταλήψεως, οὐ πάσαις
δὲ, ἀλλ’ ὀλίγαις. ὧν οὖσα μία καὶ αὐτὴ τυγχάνω καὶ λογίζομαι τῶν ἀνθρώπων
τοὺς ἀπείρους παιδοποιίας πολλῷ προφέρειν καὶ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς
γεννήσαντας. ὅσοι μὲν γὰρ τῶν κατὰ παιδοποιΐαν μόχθων ἐκτός εἰσιν, εἴτε
καλὸν εἴτε λυπηρὸν οἱ παῖδες, οὐκ ἴσασιν· οἱ δ’ ἔχοντες ἀνάγκῃ τῆς περὶ τοὺς
παῖδας ἐπιμελείας κατατρυχόμενοι διατελοῦσιν, πρῶτον μὲν ὅπως ἀγάγωσι τοὺς
παῖδας κοσμίως, σπουδάζοντες, δεύτερον δὲ καὶ πόθεν τούτοις χρημάτων πόρον
καταλείψειαν, τρίτον ἐπὶ τούτοις οὐκ εἰδότες πότερον χρηστοῖς οὖσι τοῖς
παισὶν ἢ πονηροῖς τὸν τρόπον μοχθοῦσι τὸν
σοφῶν καὶ συνετῶν: — Bi
πλεονάζει ὁ ἀλλά. ἢ ἀντὶ τοῦ δή: — Bi
ἀλλὰ γὰρ ἔστι: πλεονάζει ὁ ἀλλά· ἔστι γὰρ μοῦσα καὶ ἡμῖν. μέχρι δὲ τοῦ οὐκ ἀπόμουσον τὸ γυναικῶν ἐν μεσοσυλλαβίᾳ ἐστὶν ὁ λόγος: — A
μοῦσα καὶ ἡμῖν: ἀντὶ τοῦ φρόνησις παίδευσις πρὸς τὸ δύνασθαι διακρίνειν τὰ ἀνθρώπινα. καὶ ἡμῖν οὖν, φησὶ, μοῦσα προσομιλεῖ σοφίαν χαριζομένη πρὸς τὸ ⟨καὶ⟩ ἡμᾶς ἀποφαίνεσθαί τι περὶ τῶν ἀνθρωπίνων: — AB
ἀπαίδευτον: — Bg
ἀντὶ τοῦ ὑπερβάλλειν ὑπερφέρειν: — Bi
τῶν γεννησάντων τῶν φυτευσάντων: — Bi
οἱ μέν τ’ ἄτεκνοι δι’ ἀπειροσύναν πολλῶν μόχθων ἀπέχονται οὐχὶ τυχόντες εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες: — A
μακράν εἰσι μὴ πειρασθέντες: — Bi
οἷσι δὲ τέκνων: τούτους, φησὶν, ὁρῶ τῇ περὶ τοὺς παῖδας ἐπιμελείᾳ συνεχεῖ καταπονουμένους: — AB
τὰ χρήματα τὴν οὐσίαν: — Bi
μετὰ ταῦτα δέ: — Bi
ἓν δὲ τὸ πάντων: δῶμεν γὰρ ὅτι καὶ τὸν βίον αὐτάρκη κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον· εἰ οὖν φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ παῖδας εὔχεσθαι γεννᾶν τοῖς θεοῖς: — A
ἀντὶ τοῦ μεῖζον κακόν: — Bi
ἀρκοῦσαν οὐσίαν: — B
g
ἀντὶ τοῦ· εἰ κυρήσειεν καὶ τύχοι: — Bi
τὸ δαίμων τῷ θανάτῳ συναπτέον. δαίμονα γὰρ τὸν θάνατον ὠνόμασεν. φροῦδος δὲ, ἐπεὶ ἄδηλος ἀνθρώποις ὁ θάνατος: — B
προπέμπων ἀποκομίζων: — Bi
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις: ἡ οὖν συλλαβὴ νῦν σύνδεσμός
ἐστι παραπληρωματικὸς ἀντὶ τοῦ δή: — ABi
παιδοποιίας: — Bg
προστιθέναι: — Bi
τὴν τύχην ἀντὶ τοῦ τὴν ἀπόβασιν τοῦ πράγματος: — Bi
πνεύματ’ ἠρεθισμένον: παρωξυμμένον. οἱ γὰρ πνευματιῶντες ὀξέως
καὶ συνεχῶς ἀναπνέουσιν: — ABi
τὸ ἆσθμα αὐτοῦ τεταραγμένον: — Bi
μήτε ναΐαν: καταχρηστικῶς τὴν ναῦν ἀπήνην ὠνόμασεν· ἀπήνη γὰρ κυρίως ἡ ἅμαξα. ὄχον δὲ λέγει τὸ ὄχημα. ὁ δὲ νοῦς· εἴτε διὰ νεὼς εἴτε δι’ ὀχήματος εἴθ’ ὁπωσοῦν φεῦγε: — AB
τί δ’ ἄξιόν μοι: ὑφ’ ἓν ἀναγνωστέον. τινὲς δὲ εἰς τὸ τι δέ στίζουσι, τὸ δὲ λοιπὸν κατ’ ἐρώτησιν: — A
τί φής, φρονεῖς μέν: πῶς, φησὶν, εἶπας τοῦτο; ὅτι μὲν γὰρ κατὰ
φύσιν φρονεῖς καὶ οὐκ ἐξέστηκας, δῆλον· θαυμάζω δὲ πῶς οὐκ ἀγωνιᾷς ἀκούσασα
τὸν βασιλικὸν οἶκον διεφθάρθαι ὑπὸ τῶν σῶν
ἔχω τι κἀγώ: κἀγὼ, φησὶν, ἔχω πρὸς τὰς ἐπενεχθείσας μοι μέμψεις παρὰ σοῦ πρόφασιν εὔλογον ἀντεισάγειν, δι’ ἣν εὐλόγως δοκῶ μοι χαίρειν ἐφ’ οἷς ἀπήγγειλας· ἀλλὰ τέως μὴ σπεῦδε ἐπιχειρεῖν. αἰνίττεται δὲ τὸ καὶ αὐτὴν πρότερον ἀδικεῖσθαι ὑπὸ Ἰάσονος: — AB
ἐπεὶ τέκνων σῶν: ὡς εἴδομεν, φησὶ, τοὺς σοὺς παῖδας τὰ δῶρα προσφέροντας, ἐχάρημεν ἡμεῖς οἱ θεράποντες, οἵτινες ἐλυπήθημεν πρὸ τούτου ἐννοοῦντες τὴν σὴν σκαιὰν τύχην, λέγει δὲ τὸ ἀπεζεῦχθαι τοῦ Ἰάσονος. ὡς οὖν, φησὶν, εἴδομεν τὰ δῶρα κομιζόμενα παρὰ σοῦ, εὐφράνθημεν ἐλπίσαντες ὑμᾶς πεπαῦσθαι τῆς ἔχθρας, ἐπεὶ καὶ πολὺς ἦν ὁ λόγος κατὰ τὴν οἰκίαν διαλελύσθαι ὑμᾶς καὶ τὴν προτέραν φιλονεικίαν εἰς φιλίαν μεταβεβληκέναι: — AB
οἵτινες ἐλυπούμεθα ⟨διὰ⟩ τὴν σὴν ἀπόζευξιν: — Bi
τὴν φιλονεικίαν διαλύσασθαι: — Bi
στέγας γυναικῶν: τοὺς οἴκους, ἔνθα αἱ γυναῖκες διέτριβον αἱ ταλασιουργοῦσαι, μεθ’ ὧν ἦν καὶ ἡ Γλαύκη ἐπισκοποῦσα τὴν ἐργασίαν. κἀγὼ οὗν, φησὶν, ὑπὸ πολλῆς χαρᾶς συνεισῆλθον τοῖς σοῖς τέκνοις. λείπει δὲ ἡ εἰς, ἵν’ ᾖ· εἰς στέγας: — AB
τιμῶμεν: — Bg
συζυγίαν: — Bg
πρόθυμον εἶχ’ ὀφθαλμόν: ἀντὶ τοῦ· προθύμως καὶ ἥδιστα ἑώρα τὸν Ἰάσονα. ὡς δὲ εἶδε τοὺς παῖδας, ἀπεστράφη [τὸν Ἰάσονα], τὸ μητρυιᾶς μῖσος εἰς τοὺς προγόνους νοσήσασα: — AB
ἱλαρόν: — Bg
ἀηδισθεῖσα: — Bi
ὀργὰς ἀφῄρει: ἀντὶ τοῦ· μὴ ὀργίζεσθαι τοῖς παισὶ παρῄνει αὐτῇ μηδὲ βδελύττεσθαι τούτους: — AB
οὐ μὴ δυσμενής: αἱ δύο ἀρνήσεις ἀντὶ μιᾶς κεῖνται,
ἀντὶ τοῦ ἐγώ: — Bg
παρὰ τοῦ πατρὸς αἰτήσῃ: — Bi
ἡ δ’ ὡς ⟨ἐσ⟩εῖδε: ἀντὶ τοῦ· οὐκ ἠνέσχετο ἐν τῇ αὐτῇ καταστάσει μεῖναι, ἀλλὰ μετεβλήθη τῆς ἀγριότητος καὶ τοῦ θυμοῦ: — AB
ἀλλ’ ᾔνεσ’ ἀνδρί: ἀλλὰ συγκατετίθετο πάντα τῷ ἀνδρί: — ABi
μακρὰν ἀπεῖναι: οὕτως δὲ περιχαρὴς γέγονε τὸν κόσμον ἰδοῦσα καὶ ἕρμαιον ἡγήσατο τὸ δῶρον, ὡς μὴ ἀναμεῖναι τὴν ἀπουσίαν τοῦ Ἰάσονος, ἀλλ’, ἔτι πλησίον ὄντος τοῦ πατρὸς καὶ τῶν παίδων, εὐθὺς λαβοῦσα περιέθετο τὸν κόσμον. ἴσμεν δὲ ὅτι αἱ γυναῖκες οὐκ ἐπὶ παρουσίᾳ τῶν ἀνδρῶν κοσμοῦνται. αὕτη οὖν, φησὶν, ὑπερησθεῖσα τῷ δώρῳ οὐ παρῃτήσατο καὶ παρόντος τοῦ Ἰάσονος περιθέσθαι τὸν κόσμον: — AB
ῥυθμίζει συντίθησι καλλωπίζεται: — Bi
ἄψυχον εἰκώ: ἄψυχον εἰκόνα φησὶ τὴν ἐν τῷ κατόπτρῳ φαινομένην μορφήν. σώματος δὲ λέγει τῆς τῷ ὄντι ὄψεως. τὸ δὲ ἑξῆς· πρὸς τὴν ἄψυχον εἰκὼ τοῦ σώματος γελῶσα, τουτέστι χαίρουσα ἐπὶ τῇ ὑποπιπτούσῃ ἐν τῷ κατόπτρῳ εὐμορφίᾳ: — AB
ἄψυχον εἰκώ: γράφεται προσβλέπουσα σώματος: — B
ἁπαλὸν ἢ ἐπηρμένον: — Bi
ἀντὶ τοῦ· ὀρθῷ τένοντι: — Bi
πλαγία: — Bg
μόλις φθάνει μὴ χαμαὶ πεσεῖν: — Bi
νομίσασα: — Bg
ἢ Πανὸς ὀργάς: τοὺς ἐξαίφνης καταπίπτοντες ᾤοντο τὸ παλαιὸν οἱ
ἄνθρωποι ὑπὸ Πανὸς μάλιστα καὶ Ἑκάτης πεπλῆχθαι τὸν νοῦν. ὁ δὲ νοῦς· καὶ τὶς
τῶν θεραπαινῶν γεραιὰ πρότερον ἑωρακυῖα κατὰ τὸ στόμα προϊόντα τὸν ἀφρὸν
ἐκστρέφουσάν τε τοὺς ὀφθαλμοὺς καὶ νεκρούμενον τὸ λοιπὸν σῶμα, νομίσασα θεοῦ
τινος εἶναι χόλον τὸ τοιοῦτον,
ἄλλως: τὰ πανικὰ δείματα. τὴν τῶν αἰφνιδίων φόβων καὶ ταραχῶν αἰτίαν τῷ Πανὶ ἀνατιθέασιν: — AB
ἀνωλόλυξε: ηὔξατο. Ὅμηρος ὀλολυγῇ πᾶσαι χεῖρας
: — A
ἀνωλόλυξε δὲ, ἀντὶ τοῦ ηὔξατο, μετ’ εὐχῆς ἐβόησε, πρίν γ’ ὁρᾷ, ἀντὶ τοῦ· ἕως ἐθεάσατο, καὶ τὰ ἑξῆς: — B
οὐκ ἐνυπάρχον: — Bi
ἀντίμολπον: ἀντίφθογγον, ἐναντίον τῇ εὐχῇ. οὐ γὰρ ταὐτὸν μολπὴ καὶ θρῆνος: — AB
εὐθὺς δ’ ἡ μὲν εἰς πατρός: ἡ μὲν τῶν θεραπαινῶν πρὸς τὸν πατέρα ὥρμησε τῆς Γλαύκης ἀπαγγελοῦσα τὸ γεγενημένον· ἡ δὲ πρὸς τὸν Ἰάσονα: — AB
ἀντὶ τοῦ· θορύβου πλήρης ἦν ὁ οἶκος: — Bi
ἤδη δ’ ἀνέλκων: ὡς ἐκ παραδείγματος ἔλαβε τὴν ἔννοιαν, δηλῶσαι βουλόμενος τὴν ὀξύτητα τοῦ κακοῦ· οὕτως δὲ ταχέως ἐπενέμετο αὐτὴν τὸ πῦρ καὶ οὕτως ὀξέως τῶν ὀστῶν αὐτῆς ἀνθήπτετο, ὡς ἂν ὀξύτατος ἵππος ἀνακουφίζων ἑαυτοῦ τὸν πόδα, τουτέστι μεγάλοις καὶ ταχέσι πηδήμασι χρώμενος, [ἵνα] πρὸς τὸ τέλος ἀφίκοιτο τοῦ δρόμου, τουτέστι τὸν καμπτῆρα. τοῦ γὰρ σώματος τὸ τέλος τὰ ὀστᾶ εἰσιν, ὡς τοῦ δρόμου ὁ καμπτήρ: — AB
ἄλλως: ἤδη δὲ ὡς ταχὺς βαδιστὴς τὸ ὑπέρμετρον ἑαυτοῦ κῶλον ἀνέλκων τῶν τερμόνων τοῦ δρόμου ἀνθήπτετο, τουτέστιν· ἤδη ἡ ταχεῖα νόσος ὀξὺ καὶ ὑπέρμετρον βαίνουσα τῶν μυελῶν αὐτῆς ἀνθήπτετο. ὁ δὲ νοῦς· ἤδη δὲ τὸ πῦρ τῶν ὀστῶν ἀνθήπτετο, ὡς ⟨ἂν⟩ ταχὺς βαδιστὴς, ἵππος, ταχέως ἀφίκοιτο εἰς τὸν καμπτῆρα. τέλος δὲ τοῦ σώματος τὰ ὀστᾶ: — AB
ἄλλως: ταχὺς βαδιστής: τὸ διάστημα λέγει τὸ γενόμενον αὐτῇ
κῶλον ἕκπλεθρον: πλέθρον ἐστὶ μέτρον γῆς· κῶλον οὖν ἕκπλεθρον μέγα πήδημα ὡς ὑπερβαίνειν πλέθρον: — AB
δρομεὺς ἵππος: — Bi
ὁ στέφανος θαυμαστὴν ῥύσιν τοῦ φθαρτικοῦ πυρὸς ἠφίει: — Bi
ἀσφαλῶς: — Bi
τὰς συμπλοκὰς, τὰς συνδέσεις: — Bi
πλὴν τῷ τεκόντι: λείπει τὸ πᾶσι, τουτέστιν· πᾶσιν ἄλλοις
σφόδρα δυσεπίγνωστος ἰδεῖν, πλὴν τῷ τεκόντι. μόνος γὰρ οὗτος ἐπεγίνωσκε τὴν
Πλαύκην· μόνος γὰρ ὁ τεκὼν ὀξύτερον κατενόει τὴν κόρην. τὸ
γὰρ οἰκεῖον πιέζει πάνθ’ ὅμως· εὐθὺς δ’ ἀπήμων ⟨κραδία⟩ κᾶδος ἐπ’ ἀλλότριον
Πίδαρος
πάνυ δυσεπίγνωστος καὶ δυσκαταμάθητος. ἠγνόει γὰρ ὁ πατὴρ τὸ
συμβάν: — Bi
γναθμοῖς ἀδήλοις: αἱ δὲ σάρκες, φησὶ, τῶν γνάθων κατέρρεον ὑπὸ τῶν ἀδηλοποιῶν φαρμάκων. δοτικὴ δὲ ἀντὶ τῆς γενικῆς. γράφεται ⟨ἀδήλων⟩: — AB
† τοῦ Τζέτζου: ἐν τοῖς σιαγόσι καὶ τοῖς στόμασι· τινῶν; τῶν
φαρμάκων. τὸ σχόλιον δὲ φλυαρεῖ· ὡσανεὶ γὰρ τὰ φάρμακα ὀδόντας εἶχον: — Ag
τύχην γὰρ εἴχομεν: ἀντὶ τοῦ· ἡ δυστυχία τῆς Γλαύκης καὶ τὸ περὶ ταύτην πάθος ἐπαίδευεν ἡμᾶς καὶ ἀπέτρεπεν: — AB
συμφορᾶς ἀγνωσίᾳ: ἀγνοῶν ἐκ φαρμακείας εἶναι τὸ πάθος καὶ τὴν εὐμετάδοτον αὐτοῦ φύσιν: — AB
καταφιλεῖ προσφωνῶν: — Bi
τίς τὸν γέροντα τύμβον: τὸν πλησίον θανάτου ὄντα,
γνώσῃ γὰρ αὐτή: γράφεται γλώσσῃ, οἷον· τῇ ἑαυτῆς γλώσσῃ καὶ φλυαρίᾳ ὄψει καταληψομένην σε τιμωρίαν: — AB
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον: τοῦτο εἶπεν, ἐπεὶ τινὲς τῶν σοφῶν
μεγάλα δύνασθαι τοὺς ἀνθρώπους ἔφησαν καὶ λογισμῷ δευτέρους εἶναι θεῶν.
Ὅμηρος μὲν γὰρ Διὶ
μῆτιν ἀτάλαντον
, Πίνδαρος δὲ φησὶν οὕτως ἀλλά τι προσφέρομεν ἔμπαν φυὰν ἢ μέγαν νόον
ἀθανάτοις
. εἰ οὖν, φησὶν, ἔδοξέ τισι μεγάλα περὶ τῶν ἀνθρώπων ὑπονοεῖν,
ἀλλ’ οὖν ἐγὼ σκιὰν ἡγοῦμαι: — AB
οὐθέν: — Bg
τιμωρίαν: — Bi
θνητῶν γὰρ οὐδείς ἐστιν: εὐδαίμονά φησι τὸν ἄχρι τέλους ἀπείρατον κακῶν: — AB
ἐπιγενομένου: — Bi
ὃ προεῖπε περὶ τῶν παίδων: — Bi
καὶ μὴ σχολὴν ἄγουσαν: διατριβὴν βραδύτητα. πάλιν δὲ τῷ συνήθει σχήματι ἐχρήσατο, καὶ ἔστιν ἀντὶ τοῦ ἀγούσῃ: — AB
ἕρπε πρὸς βαλβῖδα: βαλβὶς κυρίως ἡ τῶν δρομέων ἄφεσις. ἄγε δὴ οὖν, ὦ Μήδεια, πρὸς ἄφεσιν ὅρμα καὶ ἀρχὴν δυστυχοῦς βίον· λέγει δὲ τῶν τέκνων τὸν φόνον: — AB
ἰὼ Γᾶ τε καὶ παμφαής: ἰδὼν ὁ χορὸς ὅτι πάντως ἔδοξε τῇ Μηδείᾳ
φονεῦσαι τὰ τέκνα καὶ ὅτι δυσχερὲς ἦν αὐτῷ τὸ κωλῦσαι τὸ πάντ’
ἐφορᾷ καὶ πάντ’ ἐπακούει
, τὴν δὲ Γῆν ὡς μέλλουσαν δέχεσθαι τῆς
μιαιφονίας τὸ αἷμα: — AB
κατίδετε τὰν οὐλομέναν: κατοικτείρατε καὶ ἐλεήσατε ἀποβλέψαντες καὶ προνοήσασθε, δι’ οὗ τρόπου κωλυθῇ τοῦ φόνου τῶν παίδων: — AB
γονᾶς ἔβλαστε: ἀντὶ τοῦ· ἐβλάστησαν ἔφυσαν. ἐπεὶ ἡ Μήδεια ἔκγονος Ἡλίου, οὗτοι δὲ ἐκ Μηδείας: — AB
τὸ γένος. ἐπεὶ οὖν φόβος ἐστὶ τὸ θεῖον αἷμα ὑπὸ ἀνθρώπων πεσεῖν, καὶ σὺ αὐτῇ Ἥλιε τιμώρησαι: — AB
ἔξελ’ οἴκων φονίαν: τὸ ἑξῆς· ὑπέξελε τῶν οἴκων τὴν φονίαν Ἑρινὺν ⟨ὑπὸ⟩ τῶν ἀλαστόρων: — AB
τάλαιναν τ’ Ἐρινύν: αὐτὴν φησὶ τὴν δαίμονα. οὐ τὴν Μήδειαν. ὑπείληπται γὰρ τῶν τοιούτων κακῶν αἰτία εἶναι ἡ Ἐρινύς. τάλαιναν δὲ, τὴν τάλανας ποιοῦσαν: — AB
μάταν μόχθος: μάτην, φησὶν, ὑπὸ δαιμόνων πονηρῶν ἀπόλλυται τὰ τέκνα μηδὲν ἐπταικότα. μόχθος δὲ τέκνων ὁ μοχθηρὸς βίος. περιφραστικῶς τὰ ⟨τέκνα παρόσον δεῖ δι’ αὐτὰ⟩ κακοπαθεῖν: — AB
πετρῶν ἀξενωτατῶν: περιφραστικῶς τὴν Προποντίδα, παρόσον οἱ προσβάλλοντες τῷ τόπῳ κακῶς διατίθενται: — AB
τί δὴ τεθύμωσαι τὴν ψυχήν: — Bi
προσπελάζει. τοῖς τέκνοις: — Bi
λείπει τὸ ἔστι: — B
i
αὐτοφόνταις συνῳδά: τοῖς αὐτοχειρίοις σύμφωνα τούτοις καὶ ἄξια παρὰ τῶν θεῶν ἐστι προσπίπτοντα κακά. ὁ δὲ νοῦς· χαλεποὶ οἱ φόνοι τοῖς αὐτοχειρίοις, τουτέστι· χαλεπὸν μίασμα ὁ τῶν ὁμογενῶν φόνος τῷ τετολμηκότι. τὸ ἑξῆς· ξυνῳδὰ θεόθεν ἐπὶ δόμοις πίτνοντα ἄχη. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιάσματα ἐπὶ γαῖαν αὐτοφόνταις: — AB
ἀκούεις βοάν: τοῦτο πρὸς ἀλλήλας αἱ ἀπὸ τοῦ χοροῦ φασι κατ’ ἐρώτησιν· τὸ δὲ ὦ κακοτυχὲς γύναι ἰδίως πρὸς τὴν Μήδειαν ἀναπεφώνηται. τὸ δὲ παρέλθω δόμους πάλιν πρὸς ἀλλήλας κατ’ ἐρώτησιν· τὸ δὲ ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις κατὰ ἀπόφασιν: — AB
τοῦ ἀφύκτου θανάτου. τῶν δικτύων: — Bi
πετρίνη ἢ σιδηρᾶ: — Bi
ἅτις τέκνων ὧν ἔτεκες: ἥτις τὸν ἄροτον τῶν τέκνων, ὧν ἔτεκες, αὐτόχειρι θανάτῳ κτενεῖς: — AB
τὴν γονὴν καὶ τὸ σπέρμα: — ABi
Ἰνὼ μανεῖσαν: Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μανεῖσα ἔρριψεν ἑαυτὴν
εἰς τὴν θάλασσαν ἅμα τῷ υἱῷ αὑτῆς Μελικέρτῃ. ἐμίσει γὰρ πάντας τοὺς Θηβαίους
ἡ Ἥρα, ὅτι παρ’ αὐτοῖς ἐτέχθη ὁ Διόνυσος. καὶ αὐτὸς δὲ ὁ Διόνυσος ἐξέμηνε
τὰς τούτων γυναῖκας, μὴ προσιεμένων αὐτὸν ὕστερον τῶν Θηβαίων, ἴσως δὲ καὶ
τοῦτο τῆς Ἥρας ἐργασαμένης. οἱ μὲν οὖν ἱστοροῦσι τῷ παιδὶ συγκατενεχθῆναι
τὴν Ἰνὼ εἰς τὴν θάλασσαν· Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα τῶν δύο παίδων
γενομένην, Λεάρχου καὶ Μελικέρτου, αὑτὴν ὕστερον εἰς τὴν θάλασσαν ῥῖψαι.
φασὶ
ἄλλως: κατὰ χόλον τῆς Ἥρας Ἀθάμας κατετόξευσε Λέαρχον, τὸν ἐξ Ἰνοῦς γενόμενον αὑτῷ παῖδα. καὶ αὐτὴ δὲ ἡ Ἰνὼ μανεῖσα ὑπὸ τῆς Ἥρας ⟨ὤργιστο γὰρ αὐτῇ, ὅτι ἐτεθηλάκει τὸν Διόνυσον⟩ τὸν ἕτερον ἑαυτῆς παῖδα ἐξαρπάσασα Μελικέρτην, ἥλατο σὺν αὐτῷ εἰς τὴν θάλασσαν. Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα γενομένην Λεάρχου καὶ Μελικέρτου, ὕστερον εἰς τὴν θάλασσαν ἁλέσθαι: — AB
τί δή ποτ’ οὖν: τοῦ χεῖρα ἐπιβαλεῖν τοῖς τέκνοις τί χεῖρον
γένοιτο: — ABi
καὶ μέχρι παιδοκτονίας χωρησάσῃ: — ABi
ὅσα δὴ βροτοῖς: ὅσα τοῖς ἀνδράσι κακὰ εἰργάσω: — ABi
ἀντὶ τοῦ πέφευγεν: — Bi
δεῖ γάρ νιν: δεῖ αὐτὴν ἢ καταταρταρωθῆναι ἢ ἀναπτῆναι, ἄρα πέποιθε μὴ δώσειν δίκην: — AB
ἀντὶ τοῦ· φεύξεσθαι ἀτιμώρητος: — B
οὐχ οὕτως ἔχει: — B
μητρῷον ἐκπράσσοντες: δίκην ἀπαιτοῦντες αὐτοὺς ὑπὲρ οὗ εἰργάσατο φόνου ἡ τούτων μήτηρ: — AB
ἐκδικοῦντες: — Bi
τὸ ἑξῆς· παῖδες σέθεν τεθνᾶσι μητρῴᾳ χειρί: — B
ῥήξατε τοὺς μοχλοὺς, λύσατε τὴν ἁρμονίαν τῶν θυρῶν: — B
τὴν δὲ τίσομαι φόνῳ: λείπει ὁ καί, καὶ τὸ ἴδω ἀπὸ κοινοῦ. καὶ τήνδε τίσομαι, φησίν. διπλοῦν δὲ κακόν ἢ τὸν θάνατόν φησι τῶν δύο τέκνων ἢ ⟨καὶ⟩ τὴν Μήδειαν: — AB
ἄνω ἐπὶ ὕψους ἑστῶσα ταῦτα λέγει: — AB
ἀντὶ τοῦ· οὐ δυνήσῃ κατασχεῖν ἡμᾶς οὐδὲ καταλαβεῖν. ἔχομεν γὰρ ὄχημα πρὸς ἀποφυγὴν τῶν πολεμίων. ἐπὶ ὕψους γὰρ παραφαίνεται ἡ Μήδεια, ὀχουμένη δρακοντίνοις ἅρμασι καὶ βαστάζουσα τοὺς παῖδας: — B
κτανοῦσα γὰρ δὴ σὸν κάσιν: παρὰ τὴν ἑστίαν γὰρ ἀνεῖλε τὸν
Ἄψυρτον. ἢ ἐπὶ τῷ βωμῷ τῆς Ἀρτέμιδος, ὡς [καὶ] Ἀπολλώνιός
δεικτικῶς ἀντὶ τοῦ ἐμοί· ἑαυτὸν γὰρ δείκνυσι: — B
οὐκ ἔστιν ἥτις τοῦτ’: διασύρει τὸ βάρβαρον γένος. οὐκ ἂν, φησὶ, τοῦτό τις τῶν Ἑλληνίδων γυναικῶν ἔδρασεν: — AB
τῆς Τυρσηνίδος: τῆς Σικελικῆς· Τυρσηνὸν γὰρ πέλαγος Σικελίας: — AB
ἐκ τούτων φανερός ἐστιν Εὐριπίδης τὴν τοῦ Ὀδυσσέως πλάνην περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν ὑπειληφὼς γεγονέναι: — AB
ὅτι δοκεῖ τὸν στίχον τοῦτον εἰπὼν Εὐριπίδης ἐκβεβλῆσθαι· διὸ κεχίασται: — B
μακρὰ[ν] ἂν ἐξέτεινα: μακρὰ ἂν ἐξέτεινα ῥήματα ἐναντία τοῖς
σοῖς λόγοις: — ABi
ἀντὶ τοῦ ἄνευ αἰτίας. ἢ γράφεται καὶ ἀνατί, ἤτοι ἀτιμωρητὶ καὶ
ἄνευ ἄτης: — Bi
συγκοινωνεῖς μοι τῆς ἀτυχίας: — Bi
ἀντὶ τοῦ· λυσιτελεῖ δέ μοι τὸ ἄλγος, ἕως σὺ μὴ ἐγγελᾷς: — Bi
τῇ κακίᾳ, ἤτοι τῇ λαγνείᾳ καὶ ἀκρασίᾳ, τοῦ πατρὸς ἀπολώλατε: — Bi
νεωστὶ γεγονότες. ἢ οἱ νεωστὶ δαμασθέντες: — Bi
ἥτις γε σώφρων: ναὶ, φησὶν, ἐκείνῃ ἥτις σώφρων: — AB
οἵδ’ εἰσὶν, ὤμοι: μεταξὺ ἀναπεφώνηκεν εἰς ὑπόμνησιν τῶν τέκνων
ἐλθών: — ABi
βάξιν νῦν εἴρηκε τὴν ὁμιλίαν: — Bi
χωρισμοί: — Bi
συγχώρησον: — Bi
Ἀκραίας θεοῦ: τῆς ἐν τῇ ἀκροπόλει τιμωμένης. ὡς φαρμακὶς δὲ καὶ λαθεῖν ἠδύνατο πράττουσα: — A
Ἀκραῖα πένθιμος ἑορτὴ παρὰ Κορινθίοις. Ἀκραία δὲ εἴρηται παρὰ τὸ ἐν ἀκροπόλει ἱδρῦσθαι: — AB
ἄλλως: ἔνθα καὶ ἡ αἲξ εὗρε τὴν μάχαιραν, ἀφ’ ἧς ἡ παροιμία: — A
ἐκεῖ γὰρ ἐβασίλευεν ὁ Σίσυφος: — A
τύμβους ἀνασπῶν: ἀσεβὲς γὰρ τὸ ἀνορύττειν τάφους: — A
τῇ Κορίνθῳ λέγει· Σίσυφος γὰρ προπάτωρ Κορινθίων: — Bi
σεμνὴν ἑορτήν: ἐγὼ, φησὶν, περιποιήσω αὐτοῖς πάνδημον ἑορτὴν ἐν ᾗ ᾖ πανηγυρίσουσιν οἱ Κορίνθιοι. θύουσι δὲ αὐτοῖς καὶ Ἀργεῖοι κατὰ χρησμόν: — AB
καὶ τέλη προσάψομεν: λιμωξάντων Κορινθίων ἔχρησεν ὁ θεὸς τιμῆσαι τοὺς τῆς Μηδείας παῖδας. ἐγὼ οὖν, φησὶ, περιποιήσω αὐτοῖς πάνδημον ἑορτήν: — A
Αἰγεῖ συνοικήσουσα: λέγεται μετὰ τὸ ἐκβεβλῆσθαι τῆς Κορίνθου
σὺν τῷ Αἰγεῖ εἰς Ἀθήνας οἰκῆσαι: — ABi
κακὸς κακῶς: τὸ ἀκροστόλιον γὰρ τῆς Ἀργοῦς ἀνέθηκεν Ἰάσων τῇ Ἥρᾳ. ποτὲ δὲ εἰσιόντος αὐτοῦ εἰς τὸ ἱερὸν, πεσὸν ἀνεῖλεν αὐτόν. λειψάνῳ οὖν φησὶ μέρει τινὶ τῆς Ἀργοῦς: — A
ἄλλως: ἱστορεῖται Ιάσων τέλει τοιούτῳ χρήσασθαι. κοιμώμενον γὰρ αὐτὸν ὑπὸ τὴν Ἀργὼ κατασαπεῖσαν ὑπὸ πολλοῦ χρόνου, μέρος τι ταύτης ἐκπεσὸν κατὰ τῆς κεφαλῆς ἔκρουσεν: — AB
ἄλλως: οἱ μὲν λέγουσι κατὰ Μηδείας [χόλον ἢ] κέλευσιν ὑπὸ τῇ
πρύμνῃ τῆς Ἀργοῦς καταδαρθέντα τὸν Ἰάσονα τελευτῆσαι, ἐμπεσόντος αὐτῷ ξύλου.
Νεόφρων δὲ ξενικώτερον ἀγχόνῃ φησὶ τελευτῆσαι· τὴν γὰρ Μήδειαν παράγει πρὸς
αὐτὸν εἰποῦσαν
τέλος φθερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ,
: — B
δέρῃ
βροχωτὸν ἀγχόνην ἐπισπάσας.
τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει,
δίδαξις
ἄλλοις μυρίας ἐφ’ ἡμέρας
θεῶν ὕπερθε μήποτ’ αἴρεσθαι βροτούς
ἀπατήσαντος τὴν ξένην: — Bi
μιαρά: — Bi
τοῦ σώματος: — Bi
μάτην εἶπας τοῦτο: — B
γράφεται ἰὼ Ζεῦ, τάδ’ ἀκούεις: — B
καθὸ ἐνδέχεται: — B
ἐπιφθέγγομαι: — B
ἀναβοῶν τοὺς θεοὺς καὶ ἐπικαλούμενος: — B
μὴ γεννήσας: — B
Ἄπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος, τελευτᾶν μέλλων, παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ. καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδωκεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετ’ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν ἐπορεύθη ἐπὶ τὸν τάφον καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα· τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, ἔδειξεν ἣν ἐπένθει: — AB
Ἄλκηστις, ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βιασαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία.
τὸ δρᾶμα ἐποιήθη ̄ι ̄ζ. ἐδιδάχθη ἐπὶ Γλαυκίνου ἄρχοντος
ὀλ⟨υμπιάδος ̄π ̄ε ἔτει ̄β⟩. πρῶτος ἦν Σοφοκλῆς, δεύτερος Εὐριπίδης Κρήσσαις
ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φεραῖς. μιᾷ πόλει τῆς Θετταλίας· ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων πρεσβυτῶν ἐντοπίων, οἳ [καὶ] παραγίνονται συμπαθήσοντες ταῖς Ἀλκήστιδος συμφοραῖς. προλογίζει δὲ Ἀπόλλων: — AB
τὸ δὲ δρᾶμά ἐστι σατυρικώτερον ὅτι εἰς χαρὰν καὶ ἡδονὴν καταστρέφει [παρὰ τοῖς τραγικοῖς] ⟨καὶ⟩ ἐκβάλλεται ὡς ἀνοίκεια τῆς τραγικῆς ποιήσεως ὅ τε Ὀρέστης καὶ ἡ Ἄλκηστις, ὡς ἐκ συμφορᾶς μὲν ἀρχόμενα, εἰς εὐδαιμονίαν ⟨δὲ⟩ καὶ χαρὰν λήξαντα, ⟨ἅ⟩ ἐστι μᾶλλον κωμῳδίας ἐχόμενα. ⟨πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τραγικοῖς⟩: — A
ἐξιὼν ἐκ τοῦ οἴκου τοῦ Ἀδμήτου προλογίζει ὁ Ἀπόλλων ῥητορικῶς: — A
ὦ δώματ’ Ἀδμήτει’: ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς
Ἀπόλλωνος θητείας παρ’ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης· οὕτως δέ
φησι καὶ Ἡσίοδος παρ’ αὐτόν
,
τὸν Ἄδμητον, ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς
κελεύσαντος, ὅτι κτείνει τοὺς Βρόντεω καὶ Στερόπεω καὶ Ἀργεω παῖδας. κτείνει
δὲ αὐτοὺς Ἀπόλλων Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ
κεραυνῷ ἐν Πυθῶνι. ἀνίστη γὰρ ἰώμενος τοὺς τεθνεῶτας
. Ἀναξανδρίδης δὲ ὁ
Δελφός
εἰς ἐκδικίαν τῶν Κυκλώπων: — B
ἐβουφόρβουν ξένῳ: ἔνεμον· ἀπὸ τοῦ διαφέροντος ζῴου, τοῦ βοός.
Ὅμηρος πρὤθ’ ἑκατὸν βοῦς δῶκε
. παρὸ
καὶ ἀλφεσιβοίας τὰς γυναῖκας ἔλεγον τοῦ
τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
ἐς τόδ’ ἡμέρας: μέχρι τέλους ταύτης τῆς ἡμέρας. μέχρι τοῦ δεῦρο: — B
προσυπακουστέον τὸ λάτρις ἢ τὸ θής: — B
Μοίρας δολώσας: Αἰσχύλος Εὐμενίσι τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις,
⟨Μοίρας⟩
ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ
παρηπάτησας ἀρχαίας θεάς: — A
οἴνῳ γὰρ ταύτας, φασὶ, τῶν λογισμῶν ἀπαγαγὼν ἐξῃτήσατο Ἄδμητον, οὕτω μέντοι ὥστε ἀντιδοῦναι ἑαυτοῦ ἕτερον τῷ Ἅιδῃ:— Laur. 31,15. 32, 2
μήτηρ Ἀδμήτου Κλυμένη: — AgBi
ἐγγὺς τοῦ ἀποθανεῖν οὖσα: — AgBi
ἐγὼ δὲ μὴ μίασμα: τὸ ἑξῆς· ἐγὼ δὲ λείπω μὴ μίασμά με καταλάβῃ. δοκοῦσι μιαίνεσθαι οἱ θεοὶ ὅταν παρῶσι νεκρῷ: — A
σωματοποεῖ αὐτόν: — AgBi
συμμέτρως: εὐκαίρως μετρήσας τὴν ἡμέραν ἐν ᾗ πέπρωται αὐτὴν ἀποθανεῖν. οἷον· κατὰ τὸν οἰκεῖον ὅρον, κατὰ τὸ δέον: — AB
ὁ Θάνατος ὁρᾷ τὸν Ἀπόλλωνα πρὸ θυρῶν καὶ δέδοικε μὴ αὐτὴν ῥύσηται τοῦ θανάτου, ὥσπερ τὸν Ἄδμητον: — AB
ἡ πρός ἀντὶ τῆς παρά: — Bi
ἀποσπῶν ἀφορίζων: — Bi
οὐκ ἤρκεσέ σοι: οὐκ ἤρκεσέν σοι τὰς Μοίρας τῇ δολίῳ τέχνῃ ἀπατήσαντα τὸν μόρον Ἀδμήτου διακωλῦσαι: — AB
τέχνῃ: μεθύσας γὰρ αὐτὰς ᾔτησε παρ’ αὐτῶν ἀντὶ Ἀδμήτου ἄλλον ἀποθανεῖν: — A
ἐπὶ τῇ Ἀλκήστιδι: — AgBi
ἥτις, Πελίου παῖς: — AgBi
νῦν οὐκ ἀδικῶ σε· θάρρησον, φησί: — AgBi
εἰ μετὰ τοῦ δικαίου, φησὶ, φθέγγῃ, τίς ἡ αἰτία τῶν τόξων: — AgB
τὸν Ἄδμητον: — Bg
εἰ οὐκ ἀφείλου αὐτόν, πῶς οὐ τέθνηκεν: — AgBi
εἰς τοῦτό με δύνῃ πεῖσαι, τὸ φονεύειν ὃν πέπρωται: — AgBi
τοῖς μέλλουσι θάνατον: τοῖς γεγηρακόσι. τούτους γὰρ λέγει ⟨τῷ⟩ μέλλουσι. βραδύνουσιν γὰρ ἐν τῇ ζωῇ: — AB
ἄλλως: οὐ χρὴ κτείνειν ὃν πέπρωται, ἀλλὰ μᾶλλον πρὸς ἔλεον ῥέπειν καὶ μόνοις ⟨τοῖς⟩ γέρουσι θάνατον ἐπάγειν: — AB
ἄλλως: οὐχὶ ⟨εἰς⟩ τοῦτό σε θέλω πεῖσαι, τὸ κτείνειν, ὃν ἂν χρῇ (τοῦτο γὰρ ὡμολόγηται), ἀλλ’ εἰς τὸ τοὺς γεγηρακότας ἀναιρεῖν: — AB
ἄλλως: οὐχὶ ἐγώ σε λέγω φονεύειν δεῖν ὃν πέπρωται, ἀλλὰ τοῖς γεγηρακόσι θάνατον ἐμβάλλειν: — AB
οὐκ ἔστι· τιμαῖς: ὅταν γὰρ τιμὰς λάβωσιν οἱ νεκροί, ὁ Θανατος
ἥδεται. Ὅμηρος τύμβῳ τε στήλῃ
τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων
: — AB
οὔ τοι πλέον γ’: ἐάν τε νῦν αὐτὴν λάβῃς, ἐάν τε γεγηρακυῖαν, ἔχοις ⟨ἄν⟩ τι πλέον ἢ μίαν ψυχὴν λαβεῖν: — AB
νέων φθινόντων: ὁ Θάνατός φησιν ἐπὶ νέων τελευτώντων * *, καθὸ
ἐν τούτοις αὐτοῦ δείκνυται ἡ ἰσχὺς καὶ ἡ δύναμις, οὐ τῆς φύσεως διὰ γῆρας
τούτους καταβαλούσης, ἀλλὰ αὐτοῦ καταπαλαίσαντος τὴν νεότητα. ἢ καθὸ
δείκνυται καθαρὸς καὶ ἀδωροδόκητος ταῖς Μοίραις ὑπηρέτης, ὑπερορῶν δωρεὰς
καὶ θυσίας προσφερομένας ὑπὲρ αὐτῶν· μόνος θεῶν γὰρ Θάνατος
οὐ δώρων ἐρᾷ
.
ἢ καθὸ μέγας ὁ θρῆνος καὶ πολλὰ τὰ δάκρυα καὶ ἀξιοπενθὲς τὸ πάθος καὶ
μήκιστος ὁ χρόνος, μὴ μαλάσσων τὴν συμφοράν. ὁ δὲ Ἀπόλλων, καίτοι νοήσας τὸ
λεχθὲν, παραλογίζεται τὸν Θάνατον φάσκων ὅτι κἂν γραῦς ὄληται ἡ Ἄλκηστις,
ἀξίως ταφήσεται, τὸ μεῖζον γέρας λέγων ἐπὶ πολυτελοῦς ταφῆς· ὅθεν ὁ Θάνατός
φησι· νόμον σὺ προβάλλῃ τὸ πλουσίως θάπτεσθαι τοὺς ἔχοντας καὶ τοῦτο
νομίζεις γέρας ἐμόν, ἐγὼ δὲ γέρας φημὶ τὸ ἐπὶ νέοις νεανιεύεσθαι: — AB
ἡ Ἄλκηστις δηλονότι: — AgBi
κἂν γραῦς ὄληται: εἰ τιμή σοι γίνεται ἀποθανεῖν τινας δι’ ὧν εἰς αὐτοὺς [τινὲς] τιμὰς ποιοῦσι, ⟨τοῦτο⟩ καὶ γραυσὶ γίνεται· μᾶλλον ⟨οὖν⟩ γραῦς φόνευσον. οἷον· ἐὰν γηράσῃ ἡ Ἄλκηστις, τότε φόνευσον αὐτήν· καὶ γὰρ τότε σοι τιμὴ ἔσται: — A
πρὄς τῶν ἐχόντων, Φοῖβε: ὁ μὲν Ἀπόλλων λέγει ἐπὶ τῆς
ἀντὶ τῆς ὑπέρ ἡ πρός: — Bi
ὄνοιντ’ ἄν: μέμφοιντο ἂν τὴν ἐμὴν δύναμιν οἱ ἐν γήρᾳ τελευτῶντες διὰ τὸ αὐτοὺς ἀγοράζειν τὴν ζωήν, τουτέστιν· οὐ γενήσομαι τίμιος. οἱ γὰρ νέοι τελευτῶντες μᾶλλον ἐμοὶ τιμὴν προσνέμουσιν: — A
ἄλλως: παρὰ τῶν πολυχρονίων ἀγοράσειαν ἂν οἱ πλούσιοι τὸν ἐκείνων χρόνον ὥστε αὐτοὺς βραδέως ἀποθανεῖν. ἀγοράσειαν ἂν γηραιοὺς οἷς πάρεστι τὸ θανεῖν, ἐὰν τοῦτο συγχωρήσω: — A
τὸ ἑξῆς· τοῖος ἀνὴρ τοῦ Εὐρυσθέως μεταπέμψαντος τὸ ὄχημα [ἐκ] Θρῄκης ἐκ τόπων: — B
κοὔθ’ ἡ παρ’ ἡμῶν: καὶ οὔτε ἡμεῖς ἕξομέν σοι χάριν ἀλλὰ καὶ ἃ
βουλόμεθα πράξομεν: — ABi
ὡς κατάρξομαι ξίφει: κατάρξομαι ἀντὶ τοῦ ἀπάρξομαι: — A
ἀπαρχὴν τῶν τριχῶν λάβω, ὡς ἔθους ὄντος τὸν Θάνατον τοῦ μέλλοντος ἀποθνῄσκειν τὴν κόμην τέμνειν ξίφει· ὃν οὐκέτι δυνατὸν ἦν ζῆν: — AB
ἱερὸς γὰρ οὗτος: οὗτος γὰρ ὁ ἄνθρωπος ἀφιερωμένος ἐστὶ τοῖς καταχθονίοις δαίμοσιν, οὗ ἂν τὸ ξίφος μου τὴν τρίχα τέμῃ: — AB
ὅτου τόδ’ ἔγχος: ἐκεῖνος, φησὶν, οὐκέτι ἐκφεύγει τὸν θάνατον οὗ τὸ ἔγχος κόψῃ τὴν τρίχα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θυομένων προβάτων, ἐπειδὴ πρῶτον τοὺς μαλλοὺς κόπτουσιν: — A
ἐκ γερόντων Φεραίων ὁ χορός. διαιρεῖται δὲ εἰς δύο ἡμιχόρια: — AgBi
ἐμοὶ πᾶσί τ’ ἀρίστη: καὶ ἐμοὶ καὶ πᾶσι δόξασα γυνὴ ἀρίστη εἰς τὸν αὑτῆς ἄνδρα γεγενῆσθαι: — A
γόον ὡς πεπραγμένων: ὡς τοιούτων συντετελεσμένων ἢ γεγονότων
κατὰ τὴν Ἄλκηστιν: — ABi
μετακύμιος ἄτας: βοηθὸς παυστικός. ἡ γὰρ μεταφορὰ ἀπὸ τῆς γαλήνης τῆς γινομένης μετὰ τὰ κύματα τῆς θαλάσσης: — A
ἄλλως: γαληνὸς, εὐδιεινὸς, μετὰ τὸ κῦμα κατάστασιν παρέχων: — AB
ἄλλως: εἴθε, φησὶν, ὦ Παιὰν, μεταξὺ τοῦ κύματος τῆς ἄτης ταύτης φανείης: — AB
ἄλλως: ὥσπερ λέγομεν μεταίχμιον τὸ μεταξὺ δύο στρατευμάτων, οὕτως μετακύμιον τὸ μεταξὺ δύο κυμάτων: — AB
ἀλλ’ εἰ ἦν, φησὶν, ἀποθανοῦσα, οὐκ ἂν ἐσιώπων ἐν τοῖς οἴκοις:
— AgB
οὐ δὴ πρὸ τῶν οἴκων ἔλαθεν ἡμᾶς προκομισθεῖσα: — AB
πόθεν οἶδας ὅτι οὐκ ἐξηνέχθη; οὐ γὰρ ἐγὼ αὐχῶ. ἤτοι θαρρῶ: — AgB
πῶς ἂν ἔρημον τάφον: οὐκ ἂν, φησὶν, ἔρημον τὸν τάφον καὶ ἥσυχον Ἄδμητος ἐποίησεν ὥστε μηδένα γνῶναι: — AB
ἄλλως: πῶς χωρὶς ὄχλου τὴν ἐκφορὰν ⟨ἂν⟩ ἐποιήσατο Ἄδμητος, ἀγαθῆς γυναικὸς ἐκφορὰν ποιούμενος: — AB
πυλῶν πάροιθε δ’: ὁπότε τις ἀποθάνοι, πρὸ τῶν πυλῶν
πηγαῖον: παροξυτόνως τὴν πηγαῖον χερνίβα, τὴν ὕδατος πηγαίου πεπληρωμένην λεκάνην: — AB
οὔτις ἐπὶ προθύροις: οὐδεὶς δὲ ἐν τοῖς προθύροις ἄνθρωπος τετμημένος ἐστὶ τὴν τρίχα. ἢ θρὶξ πρὸ τῶν θυρῶν οὐκ ἔστι τετμημένη: — AB
πένθει πίτνει: συμβαίνει εἴθισται, τὸ ἀποκείρεσθαι. ἐπὶ γὰρ πένθει τὸ παλαιὸν ἀπέκειρον τὰς τρίχας: — A
νεολαία: ἡ νέα. κυρίως δὲ ὁ ἐκ τῶν νέων ὄχλος· νῦν δὲ τὴν ἀκμάζουσαν καὶ εὔτονον χεῖρα σημαίνει. λέγει δὲ ὅτι οὐδὲ κτύπος ἐστὶ χειρῶν γυναικῶν· νέων δὲ, διὰ τὸ μᾶλλον αὐτῶν ἐξακούεσθαι καὶ ἰσχύειν τὸν κτύπον: — AB
καθήψω τῶν φρενῶν: — Bi
διακναιομένων: τῶν ἀγαθῶν φθειρομένων δεῖ πενθεῖν. κνῆστις γὰρ
ἡ μάχαιρα: — ABi
ἀλλ’ οὐδὲ ναυκληρίαν: οὐδ’ ⟨ἂν⟩ εἰ πλεύσαιμεν ἵνα μαντείαν λάβοιμεν, δυναίμεθ’ αὐτῇ βοηθεῖν: — AB
ἄλλως: οὐδὲ ἔστιν ὅποι τις γῆς πέμψας πλοῦν παραλύσειε τῆς δυστήνου Ἀλκήστιδος τὴν ψυχήν. πλησιάζει γὰρ ὁ θάνατος καὶ καιρὸν οὐκ ἔχομεν διακονεῖν τῇ προθυμίᾳ: — AB
ἄλλως: ἀλλ’ οὐδὲ πλοῦν [ὃν] ἄν τις στείλας ἢ ἐπὶ τῆς Αἴας, πόλεως Κολχίδος, ἢ ἐπὶ τῆς Λυκίας ἢ ἐπὶ τῆς Ἀμμωνιάδος, τῆς Λιβύης, ἔνθα ἱερὸν τοῦ Διός, δυνήσεται τὸν θάνατον ἀπαλλάξαι τῆς ψυχῆς αὐτῆς: — A
ἄνυδρος γὰρ ἡ Ἀμμωνιακή: — AgBi
παραλύσαι ψυχήν: παραλύσειεν αὐτὴν τῆς δυστήνου ψυχῆς, ἀντὶ τοῦ θανάτου. ἢ γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ἵν’ ᾖ· τῆς δυστήνου τὴν ψυχὴν σώσειε καὶ παύσειε τῶν κακῶν: — AB
πλησιάζει γὰρ, καταλαμβάνει: — Bi
μόνος δ’ ἄν, εἰ φῶς: τουτέστιν· εἰ ἔζη ὁ υἱὸς τοῦ Ἀπόλλωνος, ὁ Ἀσκληπιός, εἶχεν ἂν καταλιπεῖν τοῦ Ἅιδου τὰς πύλας ἡ Ἄλκηστις, ἀντὶ τοῦ· εἶχεν αὐτὴν ἂν ζωοποιῆσαι: — A
ἃ ἔδει ποιεῖν, τετέλεσται τῷ Ἀδμήτῳ· τί δέ; τὸ εὔξασθαι ⟨καὶ⟩ τὸ θῦσαι τοῖς θεοῖς: — B
ὅλος λέγει ὁ χορὸς ταῦτα: — Bi
τὸ μὲν πενθεῖν καὶ πρὸ τοῦ πάθους συγγνώμης ἄξιον· λυπεῖται
γάρ: — Bi
καὶ ζῶσαν: ψυχορραγεῖ γάρ: — Bi
προπεπτωκυῖα προνενευκυῖα εἰς θάνατον: — Bi
ἐπὶ τοῖς εἱμαρμένοις τὰ προσήκοντα ὁ ἀνὴρ ποιεῖ. ἢ ἐπ’ αὐτῇ τῇ Ἀλκήστιδι: — B
ὡς πρὸς τὴν Ἑστίαν λέγουσαν αὐτὴν ⟨παρεισάγει⟩. μετέβη δὲ ἐκ τοῦ ἐξηγητικοῦ ἐπὶ τὸ μιμητικόν: — B
ὀρφανοτροφῆσαι ἐπιτροπεῦσαι. καὶ ὀρφανιστὰς τοὺς ἐπιτρόπους λέγουσιν: — B
ἀπὸ πτόρθων λαμβάνουσα φόβην μυρσίνης, ὅ ἐστι τὰ φύλλα τῆς μυρσίνης: — B
οὐδὲ τὸ ἐπιὸν τοῦ φόβου τοῦ θανάτου μετέστησε τὴν εὐειδῆ φύσιν τοῦ χρώματος, ἀντὶ τοῦ· οὐδὲ ὠχρίασεν: — B
τὰ τῆς παρθενίας κορεῖα, ὅ ἐστιν· ἔνθα κόρη οὖσα ἔλυσα τὴν παρθενίαν: — B
τὸ ἑξῆς· ὦ λέκτρον, χαῖρε: — B
ἐμοῦ μὲν οὐ σωφρονεστέρα., εὐτυχὴς δ’ ἴσως: — B
τῷ πλήθει τῶν δακρύων: — B
ἔξωθεν τοῦ [προνωπίου] θαλάμου: — B
καὶ εἰ μὲν συνέβη αὐτὸν ἀποθανεῖν, μία ⟨ἂν⟩ ἦν ἡ λύπη, τὸ θανεῖν [καὶ αὐτόν]· νῦν δὲ ἐκφυγὼν τὸν θάνατον, ἀνεπίληστα ἔχει τὰ κακά: — B
τὴν ἰσχὺν τῆς χειρὸς παραλελυμένη: — Bi
παρίστανται μὲν γὰρ πάντες ὡς ὑπήκοοι, οὐκ εὐμενεῖς δέ: — Bi
τίς ἂν πόρος τῶν κακῶν ἡμῖν γένοιτο ἢ πῶς ἢ ποῦ: — Bi
ἔξεισί τις ἀγγέλλων αὐτὴν ⟨ζῆν⟩ ἢ θανοῦσαν ὀδύρωμαι: — Bi
πόριζε: ἀπὸ κοινοῦ τὸ μηχανάν: — Bi
καὶ πρῴην γὰρ τούτου, τοῦ θανάτου, εὗρες μηχανὴν δι’ ἧς τὸν Ἄδμητον ἔσωσας: — B
ἃ πέπονθας, ἄξια καὶ σφαγῆς ἐστιν: — B
καὶ μεῖζον τοῦ βρόχῳ ἀποθανεῖν τινα. βρόχῳ δὲ οὐρανίῳ ἀντὶ τοῦ
μετεώρῳ: — Bi
οὐκ εὖ· κατὰ γὰρ τὴν ὑπόθεσιν ὡς ἔσω πραττόμενα δεῖ ταῦτα
θεωρεῖσθαι: — Bi
παρὰ τὸν καταχθόνιον Ἅιδην: — Bi
ἐκ τῶν παλαιῶν τεκμαιρόμενος καὶ τὰ νῦν ⟨βλέπων⟩: — Bi
ἀντιστρόφως εἴρηκεν, ἀντὶ τοῦ· οὐράνιαί τε νεφέλαι [διὰ] δίνης δρομαίου. τῆς ἀειδινήτου περιφορᾶς: — B
τοῦτό φησιν ἀποδεικνύων ὡς τῶν εἰς θεοὺς ἁμαρτανόντων ἐκκοπτομένων: — B
μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ̄ι ̄Ϛ τῶν Μακεδονικῶν
εἰκῆ φασι δεδόσθαι τὰ περὶ τῆς ἐν τῷ Ἀχέροντι πορθμείας: — B
καλεῖ με, φησὶν, ὁ Κάρων ταῦτα λέγων· τί μέλλεις; ἐπείγου·
κατέχεις: — Bi
ταῦτα ἠπειγμένως ἔχων ταχύνει: — Bi
ὦ ἀθλία Αλκηστι: — B
ἄγει με νεκύων ἐς αὐλὰν πτερωτὸς Ἅιδης: — B
προβαίνεις εἰς ὁδὸν τοῖς φίλοις οἰκτρὰν, ἐκ δὲ τῶν φίλων ἐμοὶ μάλιστα οἰκτράν: — B
παῖδες Ἀδμήτου Εὔμηλος καὶ Περιμήλη: — B
ὡς κατεχομένη ὑπὸ τοῦ Χάρωνος λέγει: — Bi
ὦ πόσι, οὐκέτι ἀντέχω· ὁ γὰρ Ἅιδης πλησίον: — B
ὁρῴητε. γένοιτο, φησὶ. χαίροντας ὑμᾶς τόδε φάος ὁρᾶν: — B
μὴ προδῷς με πρὸς τῶν παίδων, οὓς μέλλεις ὀρφανοὺς καταλιπεῖν, ἐὰν ἀποθάνῃς: — B
Αδμητε, λέξαι σοι θέλω: — B
ἀλλ’ ἐξόν μοι σοῦ ἀποθανόντος ἄνδρα ἔχειν μέγιστον τῶν Θεσσαλῶν, οὐκ ἠθέλησα: — B
ἀντὶ τοῦ ἥκοντος· ὅ ἐστιν· καιροῦ αὐτοῖς ἥκοντος εἰς τὸ ἀποθανεῖν ἀπογεγηρακόσιν: — B
ἐπετρόπευες, τῆς κατὰ τὴν [ὡς] ὀρφανίαν τροφῆς προέστης: — B
ἀνάγαγε ἀπόδειξον: — Bi
κακὴ παρ’ ἐμέ: — Bi
τὸ καθόλου: — Bi
καὶ περὶ μὲν τοῦ ἄρσενος οὐδὲν ἔχω πλέον λέγειν· ἱκανὸς γάρ ἐστι παῖς ἄρσην ἑαυτῷ βοηθεῖν· παρρησίαν γὰρ ἄγει πρὸς τὸν πατέρα. σὺ δὲ, θήλεια, πῶς παρθενεύσῃ ἄρα: — B
φήμην ψόγον: — Bg
ὅπου, ἐν τῷ τοκετῷ: — Bi
οὐκ εἰς τὴν αὔριον τοῦ μηνὸς τούτου οὐδὲ εἰς τὴν μεταύριον: — B
τὸ ἀποθανεῖν: — Bi
ἐν τοῖς νεκροῖς: — B
i
γυναῖκ’ ἀρίστην: ἐμέ: — B
δηλονότι ἀρίστης· ὡς εἴ τις λέγοι· ἀστεῖος ὁ ἀνὴρ καὶ ἡ γυνή, ἀστεία δηλονότι: — B
ὑπὲρ τούτου: — Bi
οὐχ ἅζομαι: οὐκ εὐλαβοῦμαι, οὐκ ἀπέχομαι. καὶ Ὅμηρος μηδ’ ἅζεο θοῦρον Ἄρηα
. ὁ δὲ νοῦς οὕτως·
θάρσει, ὅτι ποιήσει πάντα ὁ ἀνὴρ καὶ οὐ γαμήσει ἑτέραν· οὐκ εὐλαβοῦμαι γὰρ
ἐγγυῆσαι αὐτόν: — B
οὐδεμία ἄλλη γυνὴ ἐρεῖ μοι, ὦ πόσι· οὐ γὰρ λήψομαι: — B
τινὲς πάνυ, τινὲς δὲ ὁμοίως: — Bi
διὰ τί γαμῶ ὁπότε παῖδας ἔχω; ἕως τοῦ παίδων δεῖ στίζειν, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. δηλοῖ δὲ ὅτι οὐ προσδέομαι ἑτέρων παίδων: — B
οἴσω δὲ πένθος: οὐ μέχρι [ὅλου τοῦ] ἐνιαυτοῦ πενθήσω σε, ἀλλὰ μέχρι ὅλου τοῦ αἰῶνός μου: — B
μισῶν τὴν μητέρα. αἰωνίως καὶ αὐτὴν μισῶν ὡς καὶ τὸ πένθος αἰώνιον ἔχω: — B
σὺ δ’ ἀντιδοῦσα: δοῦσα ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὴν σὴν ψυχήν: — B
παύσω δὲ κώμους: ἀντὶ τοῦ· οὐκέτι κωμάσω σοι: — B
οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου: εἶδος ὀργάνου μουσικοῦ ὁ βάρβιτος, βαρυτέρας ἔχοντος τὰς χορδάς. καὶ ἔστιν οἱονεὶ βαρύμιτός τις ὤν: — B
οὔτ’ ἂν φρέν’ ἐξαίροιμι: οὐ πείσαιμ’ ἂν τὴν ἐμὴν φρένα λακεῖν πρὸς Λίβυν αὐλόν· ὅ ἐστιν ⟨ᾄδειν πρὸς αὐλόν⟩. οἱ γὰρ ἀρχαῖοι καὶ πρὸς αὐλὸν ᾖδον: — B
πρὸς Λίβυν λακεῖν: Λίβυν τὸν αὐλόν φησιν· ἐκ γὰρ τῶν ἐν Λιβύῃ λωτίνων λεγομένων καλάμων ὁ αὐλὸς γίνεται. ἢ ὅτι ἐπὶ Τρίτωνι, τῷ ποταμῷ τῆς Λιβύης, εὑρέθη: — B
εἰ δὲ εἶχον τὸ μέλος τοῦ Ὀρφέως πρὸς τὸ σὲ λαβεῖν κηλήσαντα τὴν Κόρην ἢ τὸν Πλούτωνα, καὶ τοῦτο ἂν ἐποίησα: — B
εἰ δ’ Ὀρφέως μοι γλῶσσα: Ὀρφέως γυνὴ Εὐριδίκη, ἧς ἀποθανούσης ὑπὸ ὄφεως κατελθὼν καὶ τῇ μουσικῇ θέλξας τὸν Πλούτωνα καὶ τὴν Κόρην, αὐτὴν ἀνήγαγεν ἐξ Ἅιδου: — B
ἐντελοῦμαι γὰρ ἐν τοῖς αὐτοῖς σοροῖς σὺν σοὶ ἐμὲ θάψαι: — B
τὸ ταύτης πένθος συνοίσω. ἀξία γὰρ αὕτη τοῦ πενθεῖσθαι: — B
ἀντὶ τοῦ μὴ γαμήσειν: — Bi
πρὸς τὸ μὴ εἰσαγαγεῖν ἄλλην τινά: — Bi
νέα οὖσα δηλονότι: — Bi
ὁ χρόνος θεραπεύσει σε: — Bi
ὑπὸ τοῦ θανάτου: — B
οὕτω ⟨ταχέως⟩ ἀποθανοῦμαι ὥστε μηκέτι με οὖσαν νόμιζε: — B
οὐχ ἑκοῦσα προλείπω αὐτούς: — B
ὡς αὐτῆς τὸ ἀπωλόμην: — B
ταύτην καλεῖς τὴν οὔτε κλύουσαν οὔτε ὁρῶσαν: — B
ὑμεῖς καὶ ἐγώ· πρὸς τὸν Εὔμηλον καὶ τὴν ἀδελφὴν αὐτοῦ: — B
νέος καὶ ἔρημος λείπομαι φίλης μητρός: — B
ἀπὸ μεταφορᾶς τῶν μόνων στελλομένων πλοίων. μονόστολος οὖν ἀντὶ τοῦ ἔρημος: — B
ὡσεὶ ἔλεγε· συνόμαιμε συναδελφὲ, τοσαῦτα ἔτλης ὅσα ἐγώ: — B
εἰς γάμον ἐπὶ ἀνωφελείᾳ συνῆλθες: — Bi
πρὸ τοῦ δέοντος καιροῦ: — Bi
ἀνάγκη γὰρ ἀποθανεῖν· ὡς τοῦ Ἀδμήτου ὑπό τε τοῦ πάθους τῆς γυναικὸς καὶ τοῦ θρήνου τῶν παίδων συγχυθέντος πρὸς αὐτὸν ⟨τοῦτο λέγει⟩: — B
οὐκ ἐξαίφνης μοι αὕτη ἡ συμφορὰ ἐπῆλθεν, ἀλλὰ προειδότι: — B
ποιήσομαι ἐκφορὰν τοῦ νεκροῦ· [παραμείνατε] διὸ παραμεῖναι ὀφείλετε: — B
θρῆνον ἐφ’ ᾧ οὐ σπένδουσιν ὥσπερ ἐν τοῖς παιᾶσιν: — B
κοινωνεῖν: — Bg
κελεύω αὐτοὺς μετέχειν τοῦ πένθους τῷ κεκάρθαι καὶ μελανειμονεῖν: — B
ἀζύγους. κέλητας: — Bg
τὸν οἶκον τοῦ Ἅιδου: — Bi
γινωσκέτω ὁ Ἅιδης καὶ ὁ Χάρων, ὃς ἐπὶ τῇ κώπῃ καὶ τῷ πηδαλίῳ ἵζει, ἀρίστην γυναῖκα πορθμεύσας εἰς τὴν Ἀχερουσίαν λίμνην: — B
χέλυν: τὴν λύραν. ἀπὸ γὰρ χελώνης ὀρεινῆς ἡ λύρα ἐστίν. εἰσὶ δὲ καὶ ἔνυδροι· διὸ ὀρείαν εἶπεν: — B
τουτέστι· μετὰ λύρας ⟨καὶ ἄνευ λύρας⟩. καὶ παρὰ Σοφοκλεῖ ἐν
Αἴαντι Λοκρῷ καὶ πεζὰ
καὶ φορμικτά
. καὶ πεζαὶ δέ τινες ἑταῖραι λέγονται, αἳ χωρὶς ὀργάνου εἰς
τὰ συμπόσια φοιτῶσιν: — B
ἑπτάτονος χέλυς λέγεται ἡ ἑπτάχορδος: — B
περικυκλοῦται· κυκλοειδὴς γὰρ ὁ χρόνος. καὶ Ὅμηρος περιτελλομένους ἐνιαυτούς
: — B
μετεωριζομένης πλησιφαοῦς τῆς σελήνης, ἐν πανσελήνῳ τῆς ἑορτῆς ἀγομένης: — B
καὶ ἄλλως: εὐφυῶς τὴν πλησιφαῆ διὰ τὸ ἀειρομένας παννύχου ἐδήλωσεν. ὅτε γὰρ πανσέληνόν ἐστι, δι’ ὅλης νυκτὸς φέγγει: — B
ποταμὸς καθ’ Ἅιδου ὁ Κωκυτός: — Bi
ἀντὶ τοῦ· διὰ τῆς κώπης ἀνενεγκεῖν σε: — Bi
εἴη σοι ἡ ἐπικειμένη σποδὸς ἀνώδυνος: — B
εἰ θελήσειε γαμῆσαι: — Bi
συμβίου σὺν ἐμοὶ οἰκῆσαι μελλούσης: — Bi
ἡ τοιαύτη γαμετή: — Bi
ἐπεὶ εἰς κώμας ἦσαν διῃρημένοι, ὅ ἐστιν εἰς φυλάς: — B
εἰπὲ τίς σε χρεία πέμπει προσβῆναι Φεραῖον ἄστυ, πόλιν Θεσσαλῶν: — B
ὑπηρετῶ: — Bg
διὰ τί πλανᾶσαι: — B
i
τέθριππον. ἀντὶ τοῦ τετράορον, ὅταν ὦσιν τέσσαρες ἵπποι ἐζευγμένοι. καὶ συνωρὶς δὲ, ὅταν ἕτερος ἑτέρῳ συνεζευγμένος ᾖ. ἀπὸ τούτου καὶ συνάορος ἡ γυνὴ λέγεται, ἡ συνηρτημένη καὶ συνεζευγμένη: — B
ἢ κρατήσεις ἢ κρατηθήσῃ. οὐ γὰρ χωρὶς αἵματος προβήσεταί σοι ὁ ἀγών: — B
εἰ συμβῇ σοι κρατῆσαι τοῦ δεσπότου τῶν ἵππων, τί πλέον πράξεις καὶ ὠφεληθήσῃ, ὅπου γε οἱ ἵπποι ἀδάμαστοί εἰσιν: — B
μαγειρεύουσιν. ἄρταμος γὰρ λέγεται ὁ μάγειρος: — B
βορὰν λεόντων, οὐχ ἵππων λέγεις: — Bi
ὁ θρέψας τοὺς ἵππους τίνος ἐστὶν πατρὸς παῖς: — Bi
ὁ δαίμων οὐδέποτέ μοι εὐοδεῖ, ἀλλὰ πρὸς τὸ ἄναντες καὶ δύσκολον ὁδοιπορεῖ. τὰ γὰρ ὑψηλὰ δυσχερῆ ἐστιν: — B
Περσέως Ἠλεκτρύων, οὗ Ἀλκμήνη, ἧς Ἡρακλῆς: — B
ζῇ μὲν γὰρ, φησὶ, τῷ δὲ προσδοκᾶν αὑτὴν ἀποθανεῖν οὐ ζῇ: — B
ἕως οὗ συμβῇ, ὑπέρθου τὰ δάκρυα: — B
κεχώρισται, φησὶ, τὸ εἶναι τοῦ μηκέτ’ εἶναι καὶ τοῦ ζῆν τὸ
τεθνάναι: — Bi
σὺ λέγεις τὸ μήπω γενόμενον οὐκ ὀφείλειν ὡς ὂν λογίσασθαι· ἐγὼ δὲ τὸ ἐσόμενον ὡς ὂν λογίζομαι: — B
τί ⟨δῆτα⟩ κλαίεις: ἐπειδὴ ἀορίστως εἶπεν ὁ Ἄδμητος θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ ⟨μέλλω⟩ νεκρόν, [εἶτα] ἐπήγαγεν ὁ Ἡρακλῆς· μή τι ἡ Ἄλκηστις ἀπέθανεν; ⟨εἶτά⟩ φησιν ὁ Ἄδμητος ὅτι λυποῦμαι καὶ δι’ ἐκείνην, μέλλουσαν τελευτᾶν. εἶτα ὁ Ἡρακλῆς· μὴ πρόκλαιε τὴν γυναῖκα, τίς δὴ ὄντως ὁ ἀποθανών; εἶτα ὁ Ἄδμητός φησιν ὅτι γυνή τις ⟨ἡ⟩ τεθνηκυῖα, περὶ ἧς ἔλεγον· θάπτειν τινὰ μέλλω νεκρόν: — B
γυνή τις τέθνηκε· περὶ γυναικὸς δὲ καὶ ἀρτίως ἐμνημόνευσεν θάπτειν τινὰ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν: — B
εἰς οὓς εἰσιέναι σε δεῖ: — Bi
παρακεῖσθαι: — B
ξένους ὑποδέχεσθαι: — Bg
οὐκ ⟨ἂν⟩ ἐπῄνεσάς με: — Bi
τὴν ἄνυδρον. ἢ πολυπόθητον· ἡ γὰρ δίψα εἶδὸς ἐπιθυμίας: — B
θαυμάζων τοῦ ἀνδρὸς τὸ φιλόξενον ταῦτα λέγει: — B
τῶν πλαγίων καὶ ἀνακεκλιμένων ὀρῶν: — B
ποιμενικὰς ᾠδὰς δι’ ὧν ἦγεν τὰ βοσκήματα εἰς τὸ ἀλλήλοις μίγνυσθαι: — B
τῇ τῶν μελέων ἡδονῇ: — B
τοιγὰρ, ὦ Ἄδμητε, διὰ τὸν Ἀπόλλωνα, ἔχεις ἑστίαν πολυθρέμμονα: — B
Θεσσαλίας λίμνη πλησίον Φερῶν. λέγεται δὲ καὶ Νεσσωνίς: — B
ὅρον τίθεται: — Bi
τὸ ἑξῆς· κνεφαῖον αἰθέρα: — B
καὶ ἄλλως: κνεφαίαν τὴν δύσιν ὅπου ὁ Ἥλιος κατὰ κνέφας ἵστησι τοὺς ἵππους καὶ καταλύει: — B
κρατεῖ δὲ καὶ ἐπὶ τὴν Αἰγαίωνα ἀκτὴν τὴν πόντιον καὶ ἀλίμενον: — B
διύγρῳ διὰ τὰ δάκρυα: — B
τὸν νεωστὶ ἐν τοῖς θανοῦσι γενόμενον. τὸν νεκρὸν τῆς φιλίας ἀλόχου, τὸν ἀρτιθανῆ: — B
πᾶν τὸ τῆς σοφίας ἔργον ἐν τοῖς ἀγαθοῖς ἐστι: — B
ἀντὶ τοῦ δύσκολον: — Bg
ἀντὶ τοῦ λυσιτελεῖν: — Bi
οὔτ’ ἐκάλεσά σε ἐλθεῖν ἐνταῦθα οὔτε τὴν σὴν παρουσίαν ὡς φίλου ἀρνοῦμαι: — B
ὁποῖος εἶ, ἔδειξας ἐλεγχθείς: — Bi
ἐμαυτὸν ἀρνοῦμαι σὸν εἶναι παῖδα: — B
ἀντὶ τοῦ περὶ πάντων, ὡς τὸ ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι
: — B
γέρων ὤν: — Bi
τὸ ἀποθανεῖν ὑπὲρ υἱοῦ: — B
ἀπὸ τοῦ ζῆμι καὶ ὁ παρακείμενος ἔζην: — Bi
στερηθείς: — Bg
διὰ τί οὖν ἐφιλοψύχησας, καίτοι ἀπολαύσας: — B
οὐ μὴν ἐρεῖς γε ὡς θανεῖν με προύδωκας ἀτιμάζοντα τὸ σὸν γῆρας. τὸ γὰρ ἀτιμάζων ἀντὶ τοῦ ἀτιμάζοντα: — B
ἀντὶ τοῦ· οὐ φυτεύσεις· γέρων γὰρ εἶ. ὥστε, εἰ ἀπέθανον ἐγώ, ἄπαις σὺ ἔμελλες εἶναι: — B
καὶ ἄλλως: οὐκ ἂν ἀναβάλλοιο σπείρων παῖδας, ἀντὶ τοῦ· σπεῦσαι ὀφείλεις ταχέως σπεῖραι παῖδας γηροβοσκούς· ἐγὼ γὰρ οὐκέτ’ εἰμὶ ὁ σός. ὃ καὶ ἄμεινον: — B
τέθνηκα γὰρ δὴ τοὐπί σ’: ὅσον τὸ κατὰ σέ, τέθνηκα: — B
τίνα αὐχεῖς κακοῖς ἐλαύνειν; πότερον Λυδὸν ἢ Φρύγα ἀργυρώνητον σέθεν: — B
φορτικοὺς λόγους: — Bi
οὐκ ἄπει βαλὼν ἡμῖν τὰς ὕβρεις, ἀλλὰ καὶ ἀκούσῃ: — B
οὐ παρείληφα νόμον παρὰ τοῦ πατρὸς ὥστε ἀντὶ τῶν παίδων ἀποθνῄσκειν: — B
πρὸς τὸ εἰρημένον ὑπὸ Ἀδμήτου ἀντίθεσις
ἀτολμίαν: — Bi
πανούργως: — Ag
Bg
εἰ τὴν παροῦσαν: εἰ ἃς λήψῃ γυναῖκας, πείσεις ὑπὲρ σοῦ ἀποθνῄσκειν: — AB
λέγ’ ὡς ἐμοῦ: λέγε ὡς καὶ ἐμοῦ κακῶς λέξαντος, δι’ ὧν οὐκ ἠθέλησας ὑπὲρ ἐμοῦ ἀποθανεῖν: — AB
σοῦ δἄν: σοῦ δὴ ἄν, καὶ ἐν συναλοιφῇ σοῦ δἄν. ἐκτατέον οὖν τὸν ἄν. ὁ δὲ νοῦς· οὐ νῦν ἁμαρτάνω, ἀλλ’ εἰ ὑπὲρ σοῦ ἀπέθνῃσκον: — AB
σὺ πρέσβυς, ἐγὼ νέος: — AgB
καὶ σὺ μίαν ἔχων ψυχὴν οὐκ ὀφείλεις ὑπὲρ δύο ζῆν: — AgB
καὶ μὴν Διός γε μείζον’: καὶ ζήσειας μείζονα παρὰ ⟨τὸν⟩ τοῦ Διὸς χρόνον. ὁ γὰρ μήν καὶ ἄν παρέλκει. ἢ· ἔζησας τοσοῦτον χρόνον ὅσον ἔχει ὁ Ζεύς: — A
ἀλλ’ οὐ σὺ νεκρόν γ’: σὺ, φησὶν, οὐκ ἤρας τοῦ ζῆν ἑτέραν ἀντὶ σοῦ ἀποστείλας: — A
δι’ ὧν ἕτερος ἀπέθανεν ὑπὲρ ἐμοῦ, σοῦ μὴ θελήσαντος: — A
οὐ δυνήσῃ τοῦτο λέγειν ὅτι ὑπὲρ ἡμῶν ἀπέθανεν: — AgB
γυναῖκας δηλονότι: — AgB
τὸ ἑτέρους ὑπὲρ ἐμοῦ ἀποθανεῖν: — AgB
τοῦ Ἡλίου φησί: — A
gBi
οὐκ ἀποθανοῦμαι ὑπὲρ σοῦ ἵνα σύ με νεκρὸν κομίζων γελάσῃς: — AgB
κακῶς ἀκούειν: κἂν κακῶς με εἴπῃς ἀποθανόντα, οὐ φροντίζω ἀναίσθητος ὤν: — AB
τήνδ’ ἐφεῦρες ἄφρονα: τὴν Ἄλκηστιν ἄφρονα εὗρες, διὰ τὸ τεθνηκέναι: — A
γαμβροῖς: — Ag
Bg
ἀντὶ τοῦ· ὑπὲρ τοῦ αἵματος: — Bi
ἔρροις νῦν αὐτός: φθείρου. εἶτα ἐξ ἑτέρας ἀρχῆς· καὶ αὐτὸς καὶ ἡ ξυνοικοῦσά σοι γηράσκετε ἄπαιδες, ὡς ἐστὲ ἄξιοι, καὶ ταῦτα ἐμοῦ ζῶντος. τινὲς δὲ ἔρρων γράφουσι σὺν τῷ ̄ν, ἵνα ᾖ μετοχὴ ἀντὶ ῥήματος τοῦ ἔρρε: — A
ἡ γαμετή σου, ἡ μήτηρ Ἀδμήτου: — Bi
ἐγὼ γὰρ οὐκέτι εἰμὶ παῖς ὑμῶν: — Bi
εἰ δ’ ἀπειπεῖν χρῆν με: εἰ δὲ δέον καὶ διὰ κηρύκων τὸν σὸν οἶκον ἀπειπεῖν με, καὶ τοῦτο ποιήσω: — A
τουτέστιν ἀπαγορεῦσαι ὑπὸ κηρύκων. ἀπηγόρευον οἷον· ὅδε οὐ βούλεται τοῦδε εἶναι πατήρ: — A
καρτερικὴ τῆς τόλμης χάριν: — Bi
τῇ Περσεφόνῃ: — Bi
πολλοὺς μὲν ἤδη: ⟨ὁ⟩ θεράπων ὁ πρὸς ὑπηρεσίαν τοῦ Ἡρακλέους ἔξεισι δυσφορῶν ἐφ’ οἷς ὁ Ἡρακλῆς πένθους προκειμένου οὐκ ᾐσχύνετο οὕτως ἀναιδῶς ἐσθίων καὶ στεφανῶν τὴν κεφαλήν: — AB
ὑπερβῆναι: — B
οὐκ εὐτάκτως: — Bi
ᾤετο γὰρ ὁ θεράπων ἐγνωκέναι αὐτὸν τὸν θάνατον τῆς Ἀλκήστιδος:
— AgB
αὐτὸς ἡμῖν ἐκέλευσε φέρειν τὰ ὄψα. τοῦτο δὲ ἀναιδοῦς ξένου: — B
ποτῆρα δ’: ⟨τὸ ⟩ ὅτι ἀρσενικῶς εἴρηται: — A
ἄλλως: τὸν ποτῆρα ⟨ἀρσενικῶς⟩· διὸ τὸ χ. λέγεται δὲ [καὶ ποτήριον] ἀρσενικῶς οὐδαμοῦ, ὑποκοριστικῶς δὲ ⟨ποτήριον⟩. ἐξηγήσατο δὲ τί ἐστι κισσύβιον, εἰπὼν ποτῆρα κίσσινον: — AB
ἄμουσος ὁ Ἡρακλῆς: — AgBg
οὐδὲν φροντίζων: — B
i
βρέχοντες: — Bi
κλέπτην: — AgBg
οὐδ’ ἐξέτεινα χεῖρ’: σεσημείωται ὅτι καὶ Αἰσχύλος ὡς γινόμενον
τοῦτο συνίστησιν ἐν ταῖς Χοηφόροις, τὸ ἐκτείνειν τὰς χεῖρας. λέγει δὲ
Ὀρέστης οὐ γὰρ παρὼν
ᾤμωξα σὸν, πάτερ, μόρον οὐδ’ ἐξέτεινα χεῖρα ἐπ’ ἐκφορᾷ νεκροῦ
: — A
ἄλλως: οὐκ ἐξέτεινα, φησὶ, τὴν χεῖρα ἐν τῷ θρηνεῖν διὰ τὸ ἀσχοληθῆναι. ἔθος γὰρ ἦν ἐκτεῖναι τὰς χεῖρας ὅταν ἐκφορὰ νεκροῦ γίνηται: — A
[καὶ] ὡς μήτηρ: — B
i
ἀλαζονείας μεστὸν, ἀλαζονικόν: — AB
τί σεμνόν: στυγνὸν σκυθρωπόν. οἳ γὰρ φροντίζουσι, σκυθρωπάζουσιν: — A
πεφροντικός: φροντίδων μεστὸν, πολυμέριμνον τὸ βλέμμα καί τὸ πρόσωπον ἔχεις: — A
σπουδὴν ἔχων: σπουδάζων εἰς ἀλλότριον πένθος· ἐνόμιζε γὰρ ὅτι ξένη ἦν ἡ ἀποθανοῦσα: — AB
καὶ σοφώτερος γένῃ: οὐκ εὐλόγως τὸν Ἡρακλέα εἰσήγαγε φιλοσοφοῦντα ἐν μέθῃ ὃν ἔδει καὶ ἄλλου φιλοσοφοῦντος διαπαίζειν: — AB
διὰ τὸ εἶναί σε δοῦλον οὐκ οἶδας: — AgBi
οὔτε διὰ διδαχῆς οὔτε διὰ τέχνης ἔστι μαθεῖν τὸ ἀποβαῖνον: — AgB
τὰ ἐπιόντα: — Ag
Bi
πίομαι πίῃ, ὡς πλέομαι πλέῃ: — AgB
ὑπερβαλὼν τύχας: γράφεται πύλας, ἵν’ ᾖ· ὑπερβὰς τὰς πύλας· εἰ
δὲ τύχας, καταφρονήσας: — ABi
μεθορμιεῖ σε: μεταστήσει σε εἰς ἕτερα ἡ συνεχὴς περιφορὰ καὶ ὁρμὴ τοῦ ποτηρίου. οὐκέτι γὰρ δακρύσεις ἐὰν πίῃς: — AB
ὡς τοῖς γε σεμνοῖς: τοῖς καταστύγνοις οὐκ ἔστι βίος ὁ βίος, ἀλλὰ λύπη: — A
ὡς ἐμοὶ καταφαίνεται κρίνοντι: — AB
νῦν δὲ πράσσομεν: προσυπακουστέον τὸ τοιαῦτα· οὐ νῦν δὲ πράσσομεν τοιαῦτα: — AB
οὐδεὶς ⟨τῶν ἐνταῦθα⟩ τέθνηκεν εἰ μὴ ὁ σός με δεσπότης ἐψεύσατο: — B
κατ’ ἐρώτησιν· οὐ δέον εὐπαθεῖν ὑπὲρ ξένου νεκροῦ: — AgB
οὐκ ἦν ξένη, ἀλλὰ πάνυ οἰκεία: — AgB
⟨οὐκ ἂν⟩ ἐλυπούμην εἰ μὴ λύπη τις ἦν: — AgB
ἀπατηθεὶς δηλονότι: — B
οὐκ ἐν δέοντι ἦλθες καιρῷ: — B
ἆρα, φησὶν, ἀφανὴς ἐγένετό τις τῶν παίδων ἢ ὁ γέρων πατὴρ
ἀπέθανεν; ταῦτα δὲ τὰ τρία ⟨ἰαμβεῖα⟩ ἔν τισιν οὐκ ἔγκειται: — Ag
ὦ ἄθλιε Ἄδμητε: — A
gB
τοῦ Ἀδμήτου ἰδὼν τὸ ὄμμα δακρῦον: — AgB
βιασθεὶς δὲ καὶ ἀναγκασθεὶς ὑπ’ ἐκείνου: —
AgB
ἀτυχοῦντος: — Ag
B
ἀλλὰ σοῦ τὸ μὴ φράσαι: συντέτμηκε τὴν ἑρμηνείαν. βούλεται γὰρ εἰπεῖν· ἀλλὰ σοῦ τὸ ἁμάρτημα τὸ μὴ εἰπεῖν τὸ ἀληθές: — AB
ἐπὶ τοῦ θάπτοντος, τοῦ Ἀδμήτου, τὸ νιν: — B
ὀρθὴν παρ’ οἶμον: πόλις Θεσσαλίας πλησίον Φερῶν.
Τιρυνθία: Τίρυνς πόλις Ἄργους. ἡ γὰρ Ἀλκμήνη ἀπὸ Τίρυνθός ἐστιν: — A
εἰδωλοποιεῖται μελαίνας πτέρυγας ἔχων ὁ Θάνατος: — AgB
εὑρήσειν δοκῶ πίνοντα: προσδοκῶ αὐτὸν εὑρεῖν πλησίον τοῦ τύμβου πίνοντα ἐκ τῶν προσφαγμάτων: — AB
λοχήσας αὐτόν: γράφεται λοχαίας. λοχᾶν γὰρ αὐτὸν θέλει ὁ Ἡρακλῆς κρυφθείς: — A
καὶ περιβαλὼν αὐτῷ κύκλον: — AgB
κατὰ πλευρὰν μογοῦντα: — AgB
ἐὰν δὲ μὴ εὕρω αὐτὸν πλησίον τοῦ τάφου πίνοντα τὸ αἷμα: — AgB
[καὶ] νῦν τὴν ῥύσιν τοῦ αἵματος. τὸν πέλανον δὲ ἐπὶ τῆς θυσίας
φασίν: — AgB
εἰς τοὺς δόμους τῆς Κόρης καὶ τοῦ βασιλέως τῶν κάτω Πλούτωνος:
— AgB
ἔκρυπτε: τὸ πένθος ἔκρυπτε: — AgBi
τοιγὰρ οὐκ ἐρεῖ κακόν: αὐτὸς ὁ Ἄδμητος εὐγενὴς ὢν οὐ λέξει εὐεργετῆσαι κακὸν καὶ εὐτελῆ ἄνδρα, τουτέστιν ἐμέ. ἀντισάζω γὰρ αὐτῷ τὰς χάριτας τῆς ξενοδοχίας: — A
ἀλλ’ οὐκ ἂν εἴποι με ἀγνώμονα ξένον: — Bi
εἰς τίνα τόπον. ἢ ἐν τίνι τόπῳ: — AgBi
μακαρίζω: — Ag
Bi
ἀπὸ κοινοῦ τὸ χαίρω: — AgBi
τοῖον ὅμηρόν μ’ ἀποσυλήσας: τοιοῦτον ἐνέχυρον ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ ἀποθάνω. λυπούμενος γὰρ δι’ αὐτὴν ἀπόλλυμαι: — A
ἄλλως: ὅμηρον: ἐνέχυρον. τοῦ δὲ ζῆν φησιν ὅμηρον αὐτῷ
γεγονέναι τὴν Ἄλκηστιν· ἀντὶ γὰρ αὐτοῦ δέδοται τῷ Ἅιδῃ: — ABi
ἔμνησας ὅ μου: τούτου με ὑπέμνησας τοῦ ἑλκώσαντος καὶ λυπήσαντος τὴν ψυχήν· λέγει δὲ τῆς γυναικός: — AB
ἁμαρτεῖν: τὸ ἀποτυχεῖν. ἡ μεταφορὰ ἀπὸ τοῦ ἁμαρτάνειν τοῦ σκοποῦ: — AB
εὐχῆς σημαντικὸν, ὄφελον: — B
ἐξὸν εἶναι καὶ ἀγάμους καὶ ἀτέκνους: — AgBi
σοὶ, ὦ Ἄδμητε, δυσκαταγώνιστος ἀτυχία ἦλθεν: — AgBi
ἃ μὲν πέπονθας, βαρέα ἐστίν, ὅμως δὲ φέρε: — AgBi
τί μ’ ἐκώλυσας: διὰ τί με ἐκώλυσας ῥῖψαι ἐμαυτὸν ⟨ἐν⟩ τῷ τάφῳ τῆς γυναικός; πρὸς τὸν χορόν φησιν· ἦν γὰρ ὁ χορὸς μετ’ αὐτοῦ· δύναται γὰρ ὁ χορὸς ἐξίστασθαι τῆς σκηνῆς, ὡς καὶ ἐν Αἴαντι μαστιγοφόρῳ: — A
τὴν ἐμὴν ψυχὴν καὶ τὴν ἐκείνης: — AgB
ἐμοί τις ἦν ἐν γένει: παραμυθεῖται αὐτὸν ὁ χορός· ἐμοί τις ἦν ἐν γένει ᾧ νεανίας ἀπέθανεν ἄξιος τοῦ θρηνεῖσθαι διὰ τὸ μονογενὴς εἶναι, ἀλλ’ ὅμως ἐκαρτέρει: — A
παντελῶς ὢν ἄτεκνος: — AgB
ἅλις ἄτεκνος ὤν: ἰδίως τὸ ἅλις τέταχεν ἐπὶ τοῦ μετρίως· μετρίως ἔφερε τὸ κακὸν, καίπερ ἄτεκνος ὤν: — AB
ἤδη προπετὴς ὤν: ἤδη προνενευκὼς ἐπὶ τὰς πολιὰς χαίτας καὶ
πρόσω τοῦ βίου ὢν, ὅ ἐστιν ἤδη προβεβηκὼς τῇ ἡλικίᾳ: —
ABi
ἄλλως: τινὲς εἰς τὸ χαίτας στίζουσιν· τὸ δὲ προπετής πρεσβύτερος. τῷ ὄντι γὰρ οἱ γέροντες προπετεῖς εἰσιν, ἐπὶ πρόσωπον φερόμενοι: — A
τὸ διάφορον τῆς νῦν τύχης καὶ τῆς πάλαι: —
AgB
τότε μὲν πεύκαις: ὑπὸ λαμπάδων ἀπὸ Πηλίου τμηθεισῶν. τότε μὲν, φησὶ, μετὰ γαμικῶν ᾀσμάτων καὶ σὺν λαμπάσι ταῖς ἀπὸ Πηλίου ὄρους τεμνομέναις εἰς τὸν οἶκον ἐπορευόμην τὴν χεῖρα τῆς γαμετῆς κατέχων: — A
γράφεται πιστῆς: — A
g
πολυβόητος: — Ag
Bi
εἵπετο κῶμος: συνηκολούθει καὶ παιανισμὸς καὶ ἐμακάριζον ἡμᾶς ὡς ἐσμὲν εὐγενεῖς: — A
ὄντες ἀπ’ ἀμφοτέρων γονέων εὐπατρίδαι: — AgB ἀντικείμενος:
νῦν δ’ ὑμεναίων: νῦν δὲ ἀντὶ γαμικῶν ᾀσμάτων θρῆνος ἀντικείμενος: — A
ἀντίπαλος ἀπὸ κοινοῦ: — B
παρ’ εὐτυχῆ σοι: παρὰ τὸν εὐτυχῆ σοι πότμον τοῦτο τὸ ἄλγος ἦλθεν, ἀντὶ τοῦ· εὐτυχοῦντί σοι τοῦτο συμβέβηκεν: — AB
ἔθανε δάμαρ: λέγεις, φησὶν, ὅτι ἀπέθανεν ἡ γυνὴ καὶ κατέλιπε τὴν ἐμὴν φιλίαν· διὸ ἀλγῶ. καὶ τί ξένον; πολλοὶ τὰς γυναῖκας ἀπώλεσαν: — A
διὰ τὸ τεθνηκέναι: — AgB
τὸ εἱμαρμένον ὑπερβάς: — AgBi
τίν’ ἂν προσειπών: ὑπὸ τίνος προσαγορευθείς· ὡς ἔθους ὄντος προσαγορεύειν τὸν εἰσιόντα: — A
τοῖς ἐμοῖς γούνασι: — AgB
οἱ οἰκέται: — Ag
Bi
οἱ ἔχοντες σύμβιον ἐν ἀσφαλείᾳ σῳζομένην: — AgBi
δι’ ὧν ὕβρισεν αὑτοῦ τὸν πατέρα: — AgB
ἐγὼ καὶ διὰ μούσας: ὁ ποιητὴς διὰ τοῦ προσώπου τοῦ χοροῦ βούλεται δεῖξαι ὅσον μετέσχε παιδεύσεως: — AB
καὶ μετάρσιος ᾖξα: καὶ περὶ μετεώρων ἐφρόντισα, οἷον ἠστρολόγησα καὶ ὁρμὴν ἐπὶ τοῦτο ἔσχον: — AB
ἐπικρατέστερον δυνατώτερον. καὶ Ὅμηρος κρείσσων γὰρ βασιλεύς
: — B
Ὀρφεία κατέγραψε: καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς.
Φιλόχορος ἐν ̄α Περὶ μαντικῆς οὔτοι ἀριστερός εἰμι
θεοπροπίας ἀποειπεῖν, ἀλλά μοι ἐν στήθεσσιν ἀληθεύουσι μένοιναί
. ὁ δὲ
φυσικὸς Ἡρακλείδης εἶναι ὄντως φησὶ σανίδας τινὰς Ορφέως, γράφων οὕτως· τὸ δὲ τοῦ Διονύσου κατεσκεύασται [ἐπὶ] τῆς Θρᾴκης ἐπὶ τοῦ
καλουμένου Αἵμου, ὅπου δή τινας ἐν σανίσιν ἀναγραφὰς εἶναί φασιν ⟨Ὀρφέως⟩
:
— AB
ἄλλως: πρῶτος Ὀρφεὺς μυστήρια θεῶν παραδέδωκεν· ὅθεν καὶ θρῃσκεία τὸ μυστήριον καλεῖται, ἀπὸ τοῦ Θρᾳκὸς Ὀρφέως: — AB
οὐδ’ ὅσα Φοῖβος: ἀναγνοὺς δὲ καὶ τὰ τοῦ Φοίβου ἰατρικὰ οὐδὲν Ἀνάγκης μεῖζον εὗρον: — A
ἀντιτεμών: εὑρών· μεταφορικῶς ἀπὸ τῶν τὰς ῥίζας εὑρισκόντων καὶ τεμνόντων: — AB
ἐκ τοῦ περὶ αὐτῆς εἰς τὸ πρὸς αὐτήν: — AgBi
ἢ τὸ πρὶν ἦλθες, δηλονότι: — Bi
καὶ γὰρ Ζεὺς ὅ, τι νεύσῃ: τοῦτο ἀναγκαστικώτατα πράττει. οἷον
καὶ ὁ Ὁμηρικὸς Ζεὺς ὑπόκειται τῷ τῆς Ἀνάγκης ζυγῷ, ἀφ’ οὗ ⟨ἂν⟩ ἐπινεύσῃ
τινί· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’
ἀτελεύτητον ὅ, τι κεν κεφαλῇ κατανεύσω
τοῦ σκληροῦ σου φρονήματος: — AgB
καὶ σοῦ οὖν περιγέγονεν ἡ Ἀνάγκη, ὦ Ἄδμητε, ἐν ἀφύκτοις
δεσμοῖς: —AgBi
σκότιοι: οἱ μὴ γνήσιοι ὄντες τῶν θεῶν παῖδες ἀποθνῄσκουσιν, οἱ μὴ ὄντες ἐξ ἀμφοτέρων θεῶν: — A
ἄλλως: σκότιοι λέγονται οἱ λαθραῖοι παῖδες καὶ ἐξ ἀδᾳδουχήτων
γάμων γενόμενοι. Ὅμηρος σκότιον δέ ἑ
γείνατο μήτηρ
. τούτους δὲ Ῥόδιοι ματροξένους καλοῦσιν. Κρῆτες δὲ τοὺς
ἀνήβους σκοτίους λέγουσιν: — AB
νῦν ἐν τοῖς οἴκοις: — AgBi
μηδὲ νεκρῶν: μὴ νομιζέσθω ὁ τάφος τῆς σῆς γυναικὸς ὡς τῶν ἀποθανόντων νεκρῶν, ἀλλ’ ἐξ ἴσου τοῖς θεοῖς τιμάσθω: — A
τὸ ἐπιχεόμενον τοῖς νεκροῖς· ἀπὸ δὲ τούτου τὸν τάφον φησίν. ὡς οὐ κληθήσεται τάφος, ἀλλὰ θεοῦ τινος ναός: — AB
ὁδοιπόρων: — Bg
ἐκ πλαγίου τοῦ τάφου πορευόμενος: — AgB
ὑπὲρ τοῦ ἀνδρὸς ἀπέθανεν: — AgBi
Ἄδμητε: ὧ Ἄδμητε. οὐ χρὴ τὸν φίλον πρὸς τοὺς φίλους ἀποκρύπτειν τὰς μέμψεις: — AB
ἐγγὺς παρεστώς: ἐγγὺς παρεστὼς τῶν σῶν κακῶν ἄξιον ἐμαυτὸν ἐνόμιζον ἀριθμεῖσθαι τῶν σῶν φίλων: — AB
πράξας δ’ ὃ μὴ τύχοιμι: ἐὰν δὲ συμβῇ μοι ἀποθανεῖν (ὅπερ μὴ γένοιτο), δίδωμί σοι ταύτην δούλην: — AB
πράξας δέ: λείπει κακῶς: — A
ἄλλως: ἐὰν, φησὶν, ἃ μὴ θέλω, πράξω (καὶ γὰρ ἐλπίζω ἐπανελθεῖν), δίδωμί σοι ταύτην δούλην ἔχειν: — A
παθὼν ὃ μή γένοιτο τυχεῖν: — B
σὺν πολλῇ ταλαιπωρίᾳ: — B
ἀγῶνα ⟨γὰρ⟩ πάνδημον: αἰνίττεται τὸν εἰς τὸν Θάνατον ἀγῶνα ὃν νικήσας ἀνήγαγε τὴν Ἄλκηστιν: — AB
τὰ μὲν γὰρ κοῦφα: τὰ μὲν γὰρ κοῦφα ἀγωνίσματα οἷον δρόμοι ⟨ἢ⟩ ἡνιοχεῖαι, τὰ περὶ ταχύτητος καὶ κουφότητος. ἀντὶ τοῦ· οἱ κούφως ἀγωνιζόμενοι ἵππους ἐλάμβανον: — A
τοῖσι δ’ αὖ τὰ μείζονα: τοῖς δὲ νικῶσι τὰ μείζονα, ἢ πυγμὴν ἢ πάλην, ἀγέλη βοῶν ἐδίδοτο καὶ γυνή: — A
ἀντὶ τοῦ· βοῦς καὶ γυνή: — Bi
εἵπετ’· ἐντυχόντι δέ: ἐπειδὴ ἔτυχον ἐκεῖσε, τὸ μὲν κερδαίνειν αὐτὴν εὐκλεὲς ἡγησάμην, τὸ δὲ ἐᾶσαι αἰσχρόν: — AB
παρεῖναι: παραπέμψασθαι. ἵημι ἱέναι καὶ κράσει εἷναι: — A
ὅτι ἡ Ἄλκηστίς ἐστιν: — Bi
οὔτοι σ’ ἀτιμάζων: οὐ διὰ τοῦτό σε ἔκρυψα τὸ πένθος ἀτιμάσαι σε βουλόμενος: — AB
ἀλλ’ ἄλγος ἄλγει: τοῦτο λύπη πρὸς τῇ λύπῃ ἦν, εἰ πρὸς ἄλλον τινὰ ἀπῄεις ξενισθησόμενος: — A
ἅλις δὲ κλαίειν: ἤρκει τὸ ἐμὲ κλαίειν τὸ ἐμὸν κακόν· τίς χρεία καὶ σὲ παρόντα: — AB
γυναῖκα δ’ εἴ πως: εἰ ἔστι δυνατόν, παρακαλῶ σε· τὴν γυναῖκα ταύτην ἄλλον κέλευσον λαβεῖν Θεσσαλῶν, ὅστις οὐ πέπονθεν οἷα ἐγώ: — AB
ποῦ καὶ τρέφοιτ’ ἄν: πῶς δύναται μεταξὺ ὄχλου νέα οὖσα τρέφεσθαι: — A
νέα γὰρ, ὡς ἐσθῆτι: καὶ γὰρ νέα φαίνεται ὡς ἐκ τῆς ἐσθῆτος· ἦν γὰρ περικεκαλυμμένη: — A
καὶ πῶς ἀκραιφνής: καθαρὰ ἀνδρῶν, οἷον· καὶ πῶς ἂν ἄφθορος ἀνδρῶν εἴη ἐν νέοις στρεφομένη: — AB
ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω: ἐγὼ δὲ σοῦ πρόνοιαν ἔχω μή ποτε συμβῇ ⟨αὐτῇ⟩ τι παθεῖν ὑπὸ τῶν νέων: — A
ἀλλ’ ἐρεῖς· εἰς τὸν τῆς τεθνηκυίας θάλαμον εἴσφερε αὐτήν. καὶ πῶς οὐκ ἄτοπον τοῦτο: — AB
καὶ τῶν δημοτῶν καὶ τῆς γυναικός· οὐκοῦν διπλῆ μέμψις: — AB
παρ’ ἐμοῦ τιμᾶσθαι ἡ Ἄλκηστις ἀξία ἐστιν: — AgB
προσεοικὸς γὰρ ἔχει τὸ αἴθυγμα ἐκείνης τῆς μορφῆς: — B
ἐμήν· θολοῖ δέ: οὐκ ἐᾷ καθαρὰν εἶναι τὴν καρδίαν, ἀναταράττει καὶ ἀναβάλλει: — A
θολοῖ: ταράττει, ἀπὸ τοῦ θολοῦ τῆς σηπίας, ἣ μέλλουσα ἀγρευθῆναι, τοῦτον προΐεται ὑπὲρ τοῦ σκοτίσαι τοὺς ἀγρεύοντας: — AB
οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν: οὐ δύναμαί σοι λέγειν ὅτι εὐτυχὴς εἶ· βάσταξον ⟨δέ⟩: — A
καρτερεῖν θεοῦ δόσιν: τὴν μοῖραν. τινὲς τὴν διδομένην γυναῖκα παρὰ Ἡρακλέους, οὐ καλῶς: — AB
σάφ’ οἶδα: κἀγὼ οἶδα ὅτι ἤθελές με εὐεργετεῖν: — AB
ἀπώλεσέ με: ὑπερβαλλόντως ἀπώλεσέ με. ὑπερβάλλει πάντα λόγον ἡ ἀτυχία: — AB
ἑαυτὸν λέγει δεικτικῶς: — AgB
ὁ χρόνος με θεραπεύσει, εἰ χρόνον λέγεις τὸν μέχρι θανάμέχρι γὰρ θανάτου λυπηθήσομαι: — B
δεικτικῶς, ἐμοί: — A
gB
ἴσθι μηδέποτε καλέσων με νυμφίον: — AgB
θάνοιμ’ ἐκείνην: ἐὰν γαμήσω προδοὺς ἐκείνην καίπερ οὐκ οὖσαν, ἀποθάνοιμι: — AB
διὰ τὴν Ἄλκηστιν αἰνίττεται: — AgB
συμμεταλαμβάνεις τῆς νίκης ἐμοὶ νικῶντι: —
AgB
ἐνόμισεν διὰ τὴν φιλίαν εἰρηκέναι αὐτὸν μετασχεῖν τῆς νίκης: — AgB
εἰ χρή· πρῶτα: εἰ χρὴ ἀπιέναι, σκόπει, μὴ μεταβουλεύσῃ πάλιν: — AB
δεῖ, ἀλλὰ μὴ ὀργίζου μοι, ὅ ἐστιν· εἰ μὴ λυπῇ: — A
εἰδὼς ὅτι συμφέρει σοι, κἀγὼ ταύτην τὴν σπουδὴν ἔχω: — A
κράτει, ὃ θέλεις ποίει: — Bi
ὅτε εὑρήσεις αὐτὴν Ἄλκηστιν: — AgB
οὐκ ἂν μεθείην: οὐ[κ ἂν] συγχωρήσω τοῖς δούλοις τὴν γυναῖκα ταύτην: — A
οὐκ ἂν θίγοιμι: ἔξεστιν αὐτῇ εἰσελθεῖν, οὐ μέντοι δι’ ἐμοῦ: — A
καὶ δὴ προτείνω: ἧς τὸ κάρα ἀπετμήθη, ἀπὸ τοῦ καράτομος. τὸ ἐντελὲς δὲ Γοργόνι· καὶ δὴ προτείνω τὴν χεῖρα ὡς Γοργόνι ἧς ἡ κεφαλὴ ἀπετμήθη. ταῦτα λέγει ἀπεστραμμένος: — A
περὶ ἑαυτοῦ λέγει: — AgB
ἆρα, φησὶ. μὴ χλευάζομαι ὑπὸ χαρᾶς: — AgB
γράφεται τόδ’ ᾖ: — A
g
ὥστε φαντάσματα ποιεῖν καὶ μὴ ἀληθῆ: — AgB
οὐ ψυχαγωγόν: ψυχαγωγοὶ τινὲς γόητες ἐν Θετταλίᾳ οὕτω καλούμενοι, οἵτινες καθαρμοῖς τισι καὶ γοητείαις τὰ εἴδωλα ἐπάγουσί τε καὶ ἐξάγουσιν. οὓς καὶ Λάκωνες μετεπέμψαντο, ἡνίκα τὸ Παυσανίου εἴδωλον ἐξετάραξε τοὺς προσιόντας τῷ ναῷ τῆς Χαλκιοίκου, ὡς ἱστορεῖ Πλούταρχος ἐν ταῖς Ὁμηρικαῖς μελέταις: — AB
οὐδὲν θαῦμα εἰ ἀπιστεῖς· παρ’ ἐλπίδα γὰρ γέγονεν: — AgB
μάχην συνάψας: ἢ τῷ τῶν νεκρῶν κοιράνῳ· φασὶ γὰρ
Πλούτωνι καὶ Περσεφόνῃ: — AB
τὸν τῶν ἵππων Διομήδους: — AgB
γράφεται δόμον. γράφεται καὶ ὁδόν: — Bi
τετραρχίᾳ: εἰς τέσσαρας διῄρητο ἡ Θεσσαλία πόλεις αἵτινες ἧσαν
ὑποτεταγμέναι Ἀδμήτῳ, ὡς καὶ Ἀριστοτέλης
ὁμωνύμως δὲ λέγει [καὶ Ὅμηρος καὶ] τὴν λίμνην καὶ τὴν πόλιν: — A
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ
.
Βοιβηίδα λίμνην, Βοίβην
καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν,
τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάις
ἄλλως: τῇ εἰς τέσσαρα μέρη διαμεριζομένῃ, εἰς ἀνατολὴν, εἰς δύσιν, εἰς ἄρκτον καὶ μεσημβρίαν: — A
Νεοπτόλεμος ἐν τῇ Τροίᾳ γέρας λαβὼν τὴν Ἀνδρομάχην, τὴν Ἕκτορος γυναῖκα, παῖδα ἔτεκεν ἐξ αὐτῆς. ὕστερον δὲ ἐπέγημεν Ἑρμιόνην, τὴν Μενελάου θυγατέρα. δίκας δὲ πρῶτον ᾐτηκὼς τῆς Ἀχιλλέως ἀναιρέσεως τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, πάλιν ἀπῆλθεν ἐπὶ τὸ χρηστήριον μετανοήσας, ἵνα τὸν θεὸν ἐξιλάσηται. ζηλοτύπως δὲ ἔχουσα πρὸς τὴν Ἀνδρομάχην ἡ βασιλὶς ἐβουλεύετο κατ’ αὐτῆς θάνατον μεταπεμψαμένη τὸν Μενέλαον. ἡ δὲ τὸ παιδίον μὲν ὑπεξέθηκεν, αὐτὴ δὲ κατέφυγεν ἐπὶ τὸ ἱερὸν τῆς Θέτιδος. οἱ δὲ περὶ τὸν Μενέλαον καὶ τὸ παιδίον ἀνεῦρον καὶ ἐκείνην ἀπατήσαντες ἤγειραν. καὶ σφάττειν μέλλοντες ἀμφοτέρους, ἐκωλύθησαν Πηλέως ἐπιφανέντος. Μενέλαος μὲν οὖν ἀπῆλθεν εἰς Σπάρτην, Ἑρμιόνη δὲ μετενόησεν, εὐλαβηθεῖσα τὴν παρουσίαν τοῦ Νεοπτολέμου. παραγενόμενος δὲ ὁ Ὀρέστης ταύτην μὲν ἀπήγαγεν πείσας, Νεοπτολέμῳ δὲ ἐπεβούλευσεν. οἳ καὶ φονευθέντα παρῆσαν οἱ φέροντες. Πηλεῖ δὲ μέλλοντι τὸν νεκρὸν θρηνεῖν Θέτις ἐπιφανεῖσα τοῦτον μὲν ἐπέταξεν ἐν Δελφοῖς θάψαι, τὴν δὲ Ἀνδρομάχην εἰς Μολοσοὺς ἀποστεῖλαι μετὰ τοῦ παιδὸς, αὐτὸν δὲ ἀθανασίαν προσδέχεσθαι, τυχόντα δὲ αὐτῆς [εἰς] μακάρων νήσους οἰκήσειν: — MNA
ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φθίᾳ, ὁ δὲ χορὸς συνέστηκεν ἐκ Φθιωτίδων γυναικῶν. προλογίζει Ἀνδρομάχη. τὸ δὲ δρᾶμα τῶν δευτέρων. ὁ πρόλογος σαφῶς καὶ εὐλόγως εἰρημένος· εὖ δὲ καὶ τὰ ἐλεγεῖα τὰ ἐν τῷ θρήνῳ τῆς Ἀνδρομάχης· ἐν τῷ δευτέρῳ μέρει ῥῆσις Ἑρμιόνης τὸ βασιλικὸν ἐμφαίνουσα καὶ ὁ πρὸς Ἀνδρομάχην λόγος οὐ κακῶς ἔχων· εὖ δὲ καὶ ὁ Πηλεὺς ὁ τὴν Ἀνδρομάχην ἀφελόμενος: — NA
σχῆμα: καλλώπισμα. ἔστι κυρίως τὸ τὴν ποιὰν διάθεσιν ἑκάστου
δεικνύον. διὸ καὶ πολλάκις φαμὲν αὕτη ἡ οἰκία σχῆμα οἰκίας
οὐκ ἔχει
καὶ ἐπὶ πόλεως σχῆμα πόλεως ἐν αὐτῇ ὁρᾶται
.
ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὦ Θήβη, δι’ ἣν ἡ Ἀσία χώρα ἐνομίζετο,
οἷον· ἡ σὴ εὐδαιμονία σχῆμα ⟨χώρας⟩ περιετίθει τῇ Ἀσίᾳ καὶ τοὐναντίον ἡ σὴ
ἅλωσις τὸ καὶ καλεῖσθαι τὴν Ἀσίαν χώραν ἀφῄρηται. σχῆμα γὰρ τῶν χωρῶν ἡ
πόλις: — MNO
καὶ ἄλλως· πρόσχημα κάλλος εὐπρέπεια κόσμος ἀξίωμα: — NOA
τὴν ἐν Ἀσίᾳ λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων ἐβασίλευσεν.
Δικαίαρχός Ἀνδραίμονος γένεθλον * Λυρνησσίου, ὅθενπερ Ἕκτωρ ἄλοχον
ἤγαγεν φίλην
. Φιλέας δὲ καὶ ἐν Θεσσαλίᾳ φησὶν ἐν τῷ Φθιωτικῷ τέλει Θήβας
εἶναι. Θεόπομπος δὲ ἐν ̄γ Ἑλληνικῶν
πέντε εἰσὶ Θῆβαι, Ὑποπλάκιοι, Βοιώτιαι, Ἀἰγύπτιαι καὶ ἐν τῷ Φθιωτικῷ μέρει καὶ περὶ Μυκάλην: — MN
τῶν ἐν φέρνῃ δώρων: — A
τρυφῇ· προικὸς κόσμῳ· ἔστι δὲ παρὰ τὴν χύσιν, οἱονεὶ χύδην πληθύοντα: — MNOA
εἰς τὴν βασιλικὴν οἰκίαν: — Mg
νομίμῃ, γνησίων παίδων τροφός. οἱ γὰρ σκότιοι παῖδες ἐκρίπτονται: — MOA
γνησίων ἐπὶ σπορᾷ παίδων
g
ζηλωτός: ἐπίφθονος, εὐδαίμων, μακαρία. τὸ δὲ ἐν τῷ συναπτέον τῷ χρόνῳ, ἵν’ ᾖ· ἐν τῷ πρότερον χρόνῳ: — MOA
νῦν δ’ εἴ τις: ** εἶπεν τὸν δεύτερον στίχον περισσὸν ἐκδεχόμενος τὸ νῦν δὲ εἴ τις ἄλλη ἀντὶ τοῦ ὡς οὐδεμία ἄλλη, δυστυχὴς γυνή. εἰ δέ τις θελήσειεν ἐκδέξασθαι τὸ οὐχ ὑπολαμβάνω, ἵν’ ᾖ οὕτως· νῦν δ’ οὐχ ὑπολαμβάνω εἰ ἄρα τις γυνὴ ἀθλιωτέρα μού ἐστιν, ⟨οὐκέτι περιττὸς ἔσται⟩: — MOA
οἱ ὑποκριταὶ τὸν ἴαμβον προσέθηκαν ὑπονοήσαντες εἶναι τὴν
ῥιφέντα πύργων: Λυσονίας κατηγορεῖ Εὐριπίδου κακῶς λέγων αὐτὸν
ἐξειληφέναι τὸ παρ’ Ὁμήρῳ ἤ
τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου
οὐχ ὡς πάντως γενόμενον, ἀλλ’
εἰκαζόμενον ὡσεὶ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο. Ξάνθον δὲ τὸν τὰ
Λυδιακὰ γράψαντα ** φασὶν ὅτι * * ὁ Εὐριπίδης Ξάνθῳ προσέχειν περὶ τῶν
Τρωικῶν μύθων, τοῖς δὲ χρησιμωτέροις καὶ ἀξιοπιστοτέροις. Στησίχορον
ὑψηλῶν: — MgAg
ἐγὼ αὐτή: — Mg
ἀντὶ τοῦ· τῶν εὐγενεστάτων γονέων οὖσα δούλη Ἑλλάδ’ εἰσαφικόμην. ἢ εὐγενεστάτους οἴκους φησὶ τοὺς τῶν Αἰακιδῶν: — MOA
ὅτι ἐν Σκύρῳ ἐτέχθη, ἥτις ἐστὶ νῆσος περὶ τὴν Θεσσαλίαν.
Ὅμηρος ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνὶ
τρέφεται φίλος υἱός
: — MOA
δορὸς γέρας: Σιμίας ἐν τῇ Γοργόνι Ἀνδρομάχην φησὶ καὶ Αἰνείαν
γέρας δοθῆναι Νεοπτολέμῳ λέγων οὕτως·
ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην ἠύζωνον παράκοιτιν
: — MO
Ἕκτορος,
ἥντε οἱ αὐτοὶ ἀριστῆες Παναχαιῶν
δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας
ἀνδρὶ,
αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο
Αἰνείην ἐν
νηυσὶν ἐμήσατο ποντοπόροισιν
ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον
ἄλλων
Θεσσαλίας πόλεις αὗται: — Mi
σύγχορτα ναίω πεδί’: πλησιόχωρα, γείτονα, σύνορα. τὰ ὅμορα ὅτι χόρτῳ διέγραφον τὰς πόλεις οἱ ἀρχαῖοι· Ἀλέξανδρος δὲ ἢ ὀσπρίοις ἢ ἀλεύροις. μεταξὺ δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Θετίδειον: — MO
ἀντὶ τοῦ· μεταξὺ ὑπάρχοντα: — Mg
τοῦτο ἀπὸ ἱστορίας εἴληφεν. αὐτόθι γὰρ αὐτῇ συνῴκησεν Πηλεύς· τὰ δὲ
δώματα κάλ’ Ὀδυσῆος· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο
. καὶ ὁ μὲν
ποιητὴς πρὸς τὸ σημαινόμενον ἀπέδωκεν ἀντὶ τοῦ αὐτὸ τὸ οἴκημα, οἱ δὲ
νεώτεροι οἰηθέντες τὸν Ὅμηρον κατὰ πληθυντικοῦ τῶν δωμάτων συντάξαι τὴν μιν,
καὶ αὐτοὶ οὕτως συνέταξαν· τοιγάρ νιν αὐτὰς ἐξέμηνα
αὐτὸ, τὸ πεδίον· Ὁμηρικὸς δὲ ⟨ὁ⟩ ζῆλος: — O
καὶ ἡ Φαρσαλία πόλις ἐστὶ τῆς Φθιώτιδος μοίρας. μητρόπολις γάρ ἐστιν ἡ Φθία πλειόνων πόλεων. ὡς ἀπὸ μέρους οὖν τὸ πᾶν, ὡς τὸ ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη: — MOA
κἀγὼ δόμοις: ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ ἄλλων
τρεῖς λεγόντων Πύρρον Μολοσσὸν Αἰακίδην καὶ Τρωάδα. Λυσίμαχος δὲ ἐν τῷ
δευτέρῳ τῶν Νόστων
συμπελασθεῖσα· ὅθεν καὶ ἡ πάλλαξ: — Mg
διὰ τὰ πατρίδος κακά: — Mg
τὴν τοῦ παιδὸς βοήθειαν: — Mg
ἀφ’ οὗ: — Mg
ὑπ’ αὐτῆς, τῆς Ἑρμιόνης, διώκομαι: — Mg
λέγει γάρ: ὁ μὲν Εὐριπίδης ἄπαιδα ἐκ Νεοπτολέμου φησὶν εἶναι
τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην παρ’ αἰνείου οὕτως γράφων γήμαντα δ’ Ἑρμιόνην τὴν
Μενελάου καὶ Ἑλένης καὶ μετὰ ταῦτα Λεώνασσαν τὴν Κλεοδαίου τοῦ Ὕλλοῦ * * ἐξ
ἐκείνης μὲν γενέσθαι Μολοσσόν, ᾧ ὁμώνυμον τὴν χώραν καὶ τοὺς ἄνδρας
Μολοσσοὺς κληθῆναι, ἐκ δὲ τῆς Λεωνάσσης Πάνδαρον Γένοον Δωριέα Πέργαμον
Εὐρύλοχον
. ταῦτα μὲν Λυσίμαχος οὕτως· Φιλοκλῆς δὲ ὁ τραγῳδοποιὸς
κεκρυμμένοις: οἱ φαύλως ὑπομνηματισάμενοι ἐγκαλοῦσι τῷ Εὐριπίδῃ φάσκοντες ἐπὶ τραγικοῖς προσώποις κωμῳδίαν αὐτὸν διατεθεῖσθαι. γυναικῶν τε γὰρ ὑπονοίας κατ’ ἀλλήλων καὶ ζήλους καὶ λοιδορίας καὶ ἄλλα ὅσα εἰς κωμῳδίαν συντελεῖ, ἐνταῦθα ἁπαξάπαντα τοῦτο τὸ δρᾶμα περιειληφέναι. ἀγνοοῦσιν· ὅσα γὰρ εἰς τραγῳδίαν συντελεῖ, ταῦτα περιέχει ἐν τέλει, τὸν θάνατον τοῦ Νεοπτολέμου καὶ θρῆνον Πηλέως, ἅπερ ἐστὶ τραγικά: — MOA
ἄλλως: λαθραίοις. ἱκανῶς δὲ τὰ πάθη τῶν γυναικῶν καὶ τὰ ἤθη ἐν τοῖς ἑξῆς ἐξείργασται, ὑπονοίας, ζήλους, λοιδορίας κατ’ ἀλλήλων: — O
τὸ ἐκλέλοιπα μέσου παρακειμένου ἐστί. ὡς οὖν τήκω αὐτὸν
συνεργεῖ συμπράττει: — Mg
τὸ πλησιάζον τοῖς οἴκοις: — Mg
θάσσω: καθέζομαι διατρίβω παραμένω ἐάν πώς με τοῦ κινδύνου ἐξέληται: — MA
ἑρμήνευμα: ὑπόμνησιν ἄγγελον σημεῖον μνημόσυνον τεκμήριον. ταῦτα σημαίνει τὸ ἑρμήνευμα: — MA
τὸ ἐν τῷ Θετιδείῳ ξόανον λέγει ἱερὸν τῆς Θέτιδος· ἐκεῖ γὰρ ᾤκει Πηλεὺς σὺν Θέτιδι. ἑρμήνευμα δὲ λέγει αὐτὸ, ἐπεὶ ἑρμηνεύει καὶ εἰς ὑπόμνησιν ἄγει τοὺς γάμους τῆς Θέτιδος: — MOA
προσωφελῆσαι: ἐκ παραλλήλου τὸ αὐτό· τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκείνου, καὶ δι’ ἑκατέρου δηλοῦται· οὔτε ἐμοὶ πάρα προσωφελῆσαι οὔτε τῷ παιδί. ἡ δὲ ἀνάγκη τοῦ μέτρου τῆς ταυτολογίας αἰτία: — MOA
ὁ Νεοπτόλεμος ἐνεκάλει τῷ Ἀπόλλωνι ὑπὲρ τοῦ φόνου τοῦ Ἀχιλλέως, οὗ τιμωρήσασθαι τὸν Ἀπόλλωνα ἐζήτει. ὀργισθέντος οὖν τοῦ θεοῦ παρεγένετο ὁ Νεοπτόλεμος εἰς Δελφοὺς ἐκ δευτέρου ὑπὲρ τῆς τόλμης ταύτης ἐξιλεωσόμενος τὸν θεόν: — M
ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας: δίκην κόλασιν τιμωρίαν. λέγει δὲ τὴν ἀπολογίαν. ἣν τιμωρίαν ἀπῄτησεν τὸν Ἀπόλλωνα, ὅ ἐστιν· ἀνθ’ ἧς ἀπῄτησε τιμωρίας τὸν θεόν, ἀπολογίαν δίδωσιν: — MOA
ἄλλως: τῆς τόλμης ἣν ἐτόλμησε δίκην ὑπὲρ Ἀχιλλέως αἰτήσας τὸν θεόν: — MOA
ἥντινά ποτε δίκην ᾔτησε Φοῖβον ὑπὲρ πατρὸς ὃν ἔκτεινεν
Ἀπόλλων, ἵν’ ᾖ γενικὴ ἀντὶ αἰτιατικῆς, ὥσπερ καὶ τὸ ὡς γνῶ
καὶ τὸ ἀλλ’ ἄγ’ ὀίστευσον
Μενελάου κυδαλίμοιο
. γράφεται δὲ οὗ τίνει δίκην, ἵν’ ᾖ· ὅπου, ἐν Πυθοῖ,
τιμωρίαν δίδωσιν: — MOA
ἄλλως: ᾔτησε Φοῖβον: ⟨Φερεκύδης⟩ ὑπὸ Μαχαιρέως φησὶ τὸν Νεοπτόλεμον ἀνῃρῆσθαι· οἱ δὲ ὑπὸ Ὀρέστου ὡς Εὐριπίδης καὶ ὀρθαίας καὶ Ξεναγόρας· οἱ δὲ ὑπὸ Φιλοξενίδα, ὡς Σουίδας· ἄλλοι δὲ ὑπὸ Μενελάου, ⟨ἐπεὶ⟩ ὑποσχόμενος ἐν Ἰλίῳ τὴν Ἑρμιόνην δώσειν αὐτῷ, αὖθις ἐβούλετο ⟨δοῦναι⟩ Ὀρέστῃ: — O
ἕνεκα τοῦ πατρός: — Mg
ἐξαιτούμενος: παρακαλῶν ἀξιῶν. τὸ δὲ ἑξῆς· ἀπὼν Δελφῶν κατ’ αἶαν εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος: — MONA
ἄξιον ἐνόμιζον δέσποινάν σε καλεῖν: — MiAg
γράφεται τὸ σόν, ἵν’ ᾖ τὸ ἑξῆς· τοὔνομα τὸ σὸν τὸ δεσποτικόν: — MNO
καινοτέρους λόγους: — Mi
μή τις αἴσθηται δεσποτῶν: — MiAg
ἅ σοι φυλακτέα: ἅτινά σε χρὴ παραφυλάσσεσθαι καὶ προσκοπεῖν. ἢ ἅτινα μὴ ἐκφήνῃς τινὶ μηδὲ λέξῃς ἐμὲ μηνῦσαί σοι ταῦτα: — A
ὁ Μενέλαος ἤκουσε: — Mi
τὸ πόθεν πέπυσται οὐκ οἶδα: — MiAg
οὐκ οἶδ’, ἐκείνων: ἐκ τούτου δὲ ταῦτα ἐγὼ νενόηκα ὅτι Μενέλαος ἀφανὴς καὶ ἔκδημος τῶν οἴκων ἐπ’ αὐτὸν γέγονεν: — A
ἐκ τῶν οἴκων ἀφανὴς ἔκδημος: — Mg
οὐδ’ ἀμφὶ Πηλέως: οὐδὲ περὶ τοῦ Πηλέως κεκοίνωταί τι ἆρα ἥξοι. ἐν ἐρωτήσει δὲ προενεκτέον τὸν στίχον· οὐδὲ περὶ τοῦ Πηλέως ἀκήκοάς τι ὡς ἐρχομένου: — MOA
γέρων ἐκεῖνος: ἀντὶ τοὺ νωθὴς βραδύς, οἷον· τὸ γῆρας αὐτὸν ἐμποδίζει ὥστε ταχέως ἐλθεῖν καὶ βοηθῆσαί σοι: — MOA
ἄλλως: βραδὺς, φησὶν, ἐκεῖνός ἐστιν ἅτε ὑπὸ τοῦ γήρως ἐμποδιζόμενος ὥστε ἐλθεῖν καὶ βοηθῆσαί σοι. μᾶλλον δὲ ἁρμόζει ὑπὸ τῆς θεραπαίνης τὰ δύο ταῦτα ἰαμβεῖα λέγεσθαι· πυνθάνεται γὰρ τῆς Ἀνδρομάχης εἰ ἦλθεν ἡ φήμη ὡς ἥξοντος τοῦ Πηλέως ὃς δυνήσεται παρὼν αὐτῇ βοηθῆσαι, ἵν’ ᾖ τὸ γέρων ἀντὶ τοῦ· ἱκανός ἐστιν ὁ Πηλεὺς ὠφελεῖν σε. ἢ ὁ χρονίζων πρὸς ὠφέλειαν καὶ παρὼν ἀδύνατος: — MOA
ἀλλὰ πρὸ πολλοῦ, φησὶν, καὶ ἑτέρους ἀπέστειλα, ἵνα χειραγωγούμενος ἔλθῃ: — MA
ἀντὶ τοῦ οὐδαμῶς: — Mg
ἐν οὐ δέοντι γνωμολογεῖ τοσούτων αὐτὴν περιεστώτων κακῶν: — MNOAg
λείπει τὸ οὖσι καὶ τὸ βοηθεῖν, ἵν’ ᾖ· ἀπαγορεύεις ἐν κακοῖς οὖσι τοῖς φίλοις βοηθεῖν: — MNOA
ἀνανεύεις: — Mg
τὸ ἑξῆς· εἶμι καὶ εἴ τι μέλλω παθεῖν ἄτοπον: — MNOA
οὐ περίβλεπτος: οὐκ ἔνδοξος οὐ περιφανὴς οὐ τίμιος: — MNOA
οὐκ ἐπίσημος. κατ’ ἐνίους δὲ γράφεται χωρὶς τοῦ οὐ· καὶ περίβλεπτος, ὥστε ἐν εἰρωνείᾳ τοὐναντίον λέγεσθαι: — MOA
ἄπελθε νῦν: — Mg
ἐκπέμπομεν. διαλεγόμεθα. τοὺς θρήνους δηλονότι: — MNOAg
γενικὴ ἀντὶ αἰτιατικῆς, ἀντὶ τοῦ τὰ παρεστῶτα κακά. δύναται δὲ τὸ τέρψις πληθυντικὴ εἶναι αἰτιατικὴ Ἰωνικὴ, ἵν’ ᾖ οὕτως· ἔμφυτον γὰρ ταῖς γυναιξὶν ἐπὶ στόματος ἔχειν τὰς τέρψιας τῶν παρόντων κακῶν: — MNOA
χρὴ δ’ οὔποτ’ εἰπεῖν: τούτῳ συνᾴδει τὸ τέλος
ὅρα μακροῦ βίου
: — MNOA
ἄλλως:
μήποτέ τις ⟨βροτὸν⟩ ἄνδρα πανόλβιον αὐδήσειεν
: — MNOA
πρίν
⟨κεν⟩ ἴδῃ πῶς κεῖνος ἔχοι ποτὲ πότμον
ἐπισπών
Ἰλίῳ αἰπεινᾷ Πάρις: μονῳδία ἐστὶν ᾠδὴ ἑνὸς προσώπου
θρηνοῦντος· ὥστ’ οὔτε τὸ
ἄλλως: ἐν τῇ Ἰλίῳ τῇ ὑψηλῇ ἠγάγετο εἰς θαλάμους καὶ εὐνὴν νυμφευτικὴν τὴν Ἑλένην ὁ Πάρις, οὐ γάμον, ἐπαγόμενος δηλονότι, ἀλλά τινα βλάβην: — A
τὸ μέτρον ἐξ ἐλεγείων· τοῖς γὰρ ἐλεγείοις οὐ μόνον ἐπὶ θρήνων,
ἀλλὰ καὶ ἐπὶ ἄλλων ἐχρῶντο: — Mi
NgA
σύγκοιτον: — Mi
πεπορθημένην: — Mg
εἷλέ σ’ ὁ χιλιόναυς: τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· εἰσὶν γὰρ
αἱ νῆες ἇρπ: — MNOAg
πολλὰς νῆας ἔχων: — Mi
ὁ Ἑλληνικὸς στρατός: — MiAg
καὶ τὸν ἐμὸν μελέας πόσιν: ἀπὸ κοινοῦ τὸ εἷλε, καὶ ἔστι τὸ μὲν
ἀντὶ τοῦ ἐπόρθησεν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἀνεῖλεν. εἴρηται δὲ Ὁμηρικῷ ζήλῳ
ὡς τὸ ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε
δήμου ἀρίστω
. καὶ Πίνδαρος δὲ ἐχρήσατο ἐν τῷ ἕλε δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον
:
— MNOA
τὸν περὶ τείχη: παρὰ τὴν ἱστορίαν· τρὶς γὰρ περὶ τὸ τεῖχος
ἐδιώχθη ὑπὸ Ἀχιλλέως ὁ Ἕκτωρ
παρὰ τὴν ἱστορίαν τοῦτο λέγει. ἐδίωξεν γὰρ αὐτὸν τρὶς περὶ τὸ τεῖχος, περὶ δὲ τὸν τάφον τοῦ Πατρόκλου νεκρὸν ⟨τρὶς⟩ ἔσυρεν ὁ Ἀχιλλεύς: — M
εἵλκυσε διφρεύων: πρὸς τῷ δίφρῳ δεσμεύσας: — NOAg
περιβαλοῦσα ἑαυτῇ τὴν δουλείαν. στολισαμένη: — MiNO
ἀντὶ τοῦ ὀφθαλμῶν: — MAg
λείπει τὸ γενομένην, οὖσαν: — MgNO
τήκομαι κατ’ ὀλίγον: — MiA
ἀντὶ τοῦ λείβομαι: — MgA
ὡς ἀπὸ πέτρας ἐκπηδῶσα σταγών: — MiA
[σταγὼν] ὡς λιβὰς πηγὴν ἀπεργαζομένη: — A
ἀπὸ γῆς πιδύουσα, ὅ ἐστι πηδῶσα. τὸ δὲ ἑξῆς· τήκομαι ὡς λιβὰς πιδακόεσσα, ἣν πετρίνην εἶπεν διὰ τὸ ἀπὸ πετρῶν ἀναβλύζειν: — MOA
ἐγκαθεζομένη ἱκετεύεις: — MiAg
καίπερ Φθιὰς οὖσα ἐγὼ καὶ Ἑλληνὶς πρὸς σὲ τὴν βάρβαρον ἦλθον:
— MOAg
θεραπείαν τῶν δυσκόλων πόνων εὑρεῖν: — MO
ἄλλως: τεμεῖν: ἀπὸ τῶν ῥιζοτομουμένων ἡ μεταφορά. τεμεῖν οὖν ἀντὶ τοῦ εὑρέσθαι: — MO
οἳ σὲ καὶ Ἑρμιόναν: οἵτινες πόνοι περὶ δύο λέκτρων ἔριδι συνέζευξαν Ἑρμιόνην καὶ σὲ τὴν ἐπίκοινον οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: — MOA
ἐπίκοινον οὖσαν σὲ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων διδύμων, ὅ ἐστι· τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων κοινωνὸν σὲ οὖσαν: — MOA
συνέκλῃσαν: συνέβαλον συνέζευξαν: — MO
καὶ ἄλλως: οἵτινες πόνοι σὲ καὶ τὴν Ἑρμιόνην συνέζευξαν ⟨ἔριδι⟩ περὶ δύο λέκτρων, σὲ τὴν ἐπίκοινον ἐοῦσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: — MO
κοινωνόν: — OAg
ἀντὶ τοῦ· κοινωνοῦσαν τῇ Ἑρμιόνῃ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων: — M
ἐπίκοινον ἐοῦσαν: περιττὴ ἡ μία ἀμφί, ἐὰν συνάψωμεν * * τὴν στιγμήν· κοινωνὸν οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως τῶν δύο λέκτρων: — MOA
ἐν ἤθει. τοῖς δεσπόταις φιλονεικεῖς καὶ ἀνθίστασαι: — MA
λεῖπε δεξίμηλον: ἄγαλμα λεῖπε τῆς ποντίας θεοῦ [δεξιμήλου]: — MO
οἷον· τί ὠφελῇ ἐκτήκουσα σαυτὴν δακρύοις καὶ λύπαις καὶ ἐπαναγκάζουσα τοὺς δεσπότας ἀδικεῖν σε: — MOA
ἄλλως: τὸ καταφυγεῖν σε ἐπὶ τὸν βωμὸν τῆς Θέτιδος βλάβην καὶ δάκρυα καὶ αἰκισμούς σοι προστρίψεται ἐκ τῆς τῶν δεσποτῶν ἀνάγκης, εἰ μὴ γνωσιμαχήσασα ἀναστήσῃ ἀπὸ τοῦ βωμοῦ καὶ ἐπὶ τὸ κολακεύειν τραπήσῃ: — MOA
καιρός: ἀντὶ τοῦ ὠφέλεια. ἀτυζομένῃ δὲ αἰκιζομένῃ. ἢ λυπουμένῃ, παρὰ τὴν ἄτην: — MOA
ἀπρεπῶς καὶ ἐπιπόνως: — MOAg
ἀπρεπῶς κατατήκειν: — Mg
τὸ κρατοῦν: καταλήψεται, ἀντὶ τοῦ· οἱ δεσπόται κατὰ σοῦ ἐλεύσονται· διὸ ὑποχώρει. γράφεται δὲ σὲ πείσει, οἷον· ἂν ἐμοὶ μὴ πείθῃ, πεισάτωσάν σε οἱ δεσπόται, δυσωπήσει σε τὸ ἀπηνὲς τῶν δεσποτῶν: — MOA
γνῶθι δ’ οὖσα ἐπὶ ξένης ⟨δμωὶς⟩ ἐπ’ ἀλλοτρίας πόλεως: ἐπὶ
ξένης εἰσὶν οἱ τὴν πατρίδα ἐάσαντες καὶ ἄλλης πόλεως ἐπιβαίνοντες, ἑκατέρων
μέντοι τῶν πόλεων ὑπὸ ἑνὸς βασιλευομένων, ὡς οἱ ἐκ Φαρσαλίας εἰς Φθίαν
μεταβαίνοντες· ἄμφω γὰρ αἱ πόλεις ὑπὸ Πηλέα ἦσαν· ἐπ’ ἀλλοτρίας δέ εἰσιν οἱ
ἄλλων πόλεων ἐπιβαίνοντες ὑπὸ διαφόρων βασιλευομένων, ὡς οἱ ἐκ Φθίας εἰς
Λακεδαίμονα ἀπιόντες.
οἰκτροτάτα γάρ: λείπει ἡ εἰς, οἷον· οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους. ἐπειδὴ εἶπεν ὦ δυστυχεστάτα παντάλαινα νύμφα, ἐπήγαγεν οἰκτροτάτη γάρ, ἀντὶ τοῦ· εἰκότως γὰρ σὲ δυστυχεστάτην εἶπον, διότι οἰκτρὰ καὶ ἐλέους ἄξια παθοῦσα τῇ Θεσσαλίᾳ ἐπέβης. ἢ οὕτως· οἰκτείρω γὰρ σὲ ἀκριβῶς δεινὰ πάσχουσαν, καὶ ἡ ἄφιξίς σου ἡ ἐνταῦθα ἐμοὶ μὲν λύπης πρόξενος γέγονεν: — MOA
ἐλέους ἐμοὶ ἀξία: — Mi
εἰς τοὺς ἐμοὺς οἴκους: — Mi
ἐλεῶ σε, φησὶν, ⟨ἀλλὰ⟩ φοβουμένη τοὺς δεσπότας ἡσυχάζω καὶ οὐκ ἐπιδείκνυμι τὴν εἰς σὲ συμπάθειαν: — A
ἀντὶ τοῦ· διὰ τὸν φόβον τῶν ἐμῶν δεσποτῶν σιωπῶμεν τὴν πρὸς σὲ
συμπάθειαν ἐνδείξασθαι μὴ δυνάμεναι: — MiMgOA
ἡσυχίαν ἄγομεν: τὸ ἑξῆς· ἡσυχίαν ἄγομεν μὴ παῖς τᾶς Διὸς κόρας, ἀντὶ τοῦ· δεδοικυῖα μὴ τὴν εἰς σὲ εὔνοιαν αἴσθηται ἡ Ἑρμιόνη· ἔνδοθέν γε μὲν ἀνιῶμαι περὶ σοῦ: — MOA
† οὕτω δὲ σύντασσε· ἀθλιωτάτη σὺ, ὦ Ἰλιὰς γύναι, εἰς τοὺς ἐμοὺς οἴκους, τοὺς Ἑλληνικοὺς δηλονότι, ἔβης· τὸ γὰρ σὸν οἴκτῳ φέρουσα τυγχάνω, δεσποτῶν δὲ ἐμῶν φόβῳ ἡσυχίαν ἄγω μήπως ἡ παῖς * *: — A
τῆς Ἑλένης: — Mg
εὐνοοῦσαν: — Mg
κόσμον μὲν ἀμφὶ κρατί: πρὸς τὸν χορὸν ταῦτά φησι προκατασκευάζουσα ὅτι πρεπόντως ἐλευθερίως λαλεῖ καὶ ἐξουσιαστικῶς, ὡς οἴκοθεν τὸν πλοῦτον κομίζουσα: — MA
κόσμον μὲν τῆς χρυσέας χλιδῆς ἀμφὶ τῷ ἐμῷ κρατί: — OAg
πολυτελείας: — Mg
τρυφῆς: — MgAg
τὸν στολισμὸν, τὴν ἐσθῆτα: — MgAg
οὐκ ἀπαρχὰς, οὐ δωρεὰς, οὐ φερνὰς ἔχουσα. αὐχεῖ δὲ ἐφ’ οἷς τὰ τοῦ πατρὸς φορεῖ. ἐπίτηδες δὲ ὁ Εὐριπίδης τοὺς Λάκωνας κωμῳδῶν ὡς ἐχθροὺς τοῖς Ἀθηναίοις Λακωνικῷ προσώπῳ ἀλαζονικὰ ῥήματα προσάπτει: — MOA
ἕδνα νῦν ἐκάλεσε τὴν προῖκα καὶ τὰ παρὰ τοῦ πατρὸς κειμήλια.
Ὅμηρος οὐχ οὕτως, ἀλλὰ ἐπὶ τῶν παρὰ τοῦ νυμφίου προσφερομένων τάσσει τὴν
λέξιν Ἰκαρίου ὃς καὐτὸς ἑεδνώσαιτο
θύγατρα
, ἀντὶ τοῦ· ἕδνα λαβὼν ἐκδοίη: — MOA
μετὰ παρρησίας λαλεῖν: — O
ἀκύμων: ἄτοκος. ἡ ὑποδεχομένη σπορὰν, μὴ γινομένη δ’ ἔγκυος: — MA
† δεινὴ γὰρ ἠπειρῶτις: ἡ ἠπειρῶτις ψυχὴ εἴτε Ἀσίας εἴτε Εὐρώπης· τὰς γὰρ ἑκατέρωθι ἠπείρους βάρβαροι οἰκοῦσι, τὰ δὲ παράλια μέρη Ἕλληνες ὡς ἐπὶ τὸ πλεῖστον: — A
δεινὴ γὰρ εἰς φαρμακείαν ἡ φύσις τῶν τῆς ἑτέρας ἠπείρου γυναικῶν. λέγει δὲ τῆς Ἀσίας: — MOA
ἀντὶ τοῦ βάρβαρος· τὰς γὰρ ἠπείρους βάρβαροι οἰκοῦσιν: — MOAg
φαρμάκων δηλονότι: — MiAg
ἢν δ’ οὖν βροτῶν: ἀντὶ τοῦ· εἰ δὲ ζήσῃ: — MO
ἄλλως: εἰ δέ τις θεῶν ἢ ἀνθρώπων σῶσαι θελήσει σε, ποιήσει σε καταπτῆξαι καὶ ὑποτάξαι σαυτὴν ἐμοί: — MOA
πλουσίων παρρησιαστικῶν ὑπερηφάνων. τοῦτο γὰρ ταῖς ὀλβίαις ἁρμόζει τὸ φρόνημα: — MOA
δουλεῦσαι ὑποπεσεῖν. ταπεινωθεῖσαν φοβηθῆναι: — M
καταστέλλειν, παρὰ τὸ σάρον, ὡς παρὰ Σώφρονι τὸ σάρον ἄνελε
: — MA
τευχέων: σημαίνει καὶ τὸ πολεμικὸν ὅπλον, σημαίνει δὲ καὶ τὸ ἀγγεῖον: — A
ἀντὶ τοῦ ῥαίνουσαν· ὡς γὰρ οἱ σπείροντες ῥίπτουσι τὰ σπέρματα ἐν τῇ γῆ, οὕτως καὶ οἱ ῥαίνοντες τὸ ὕδωρ. Ἀχελῷον δὲ πᾶν ποτάμιον ὕδωρ φασὶν ὡς δρῦν πᾶν δένδρον καὶ ἀκρόδρυα πάντας τοὺς καρπούς: — MOA
οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, οὐ Πρίαμος: ὁ λόγος· νῦν οὔτε ἐπὶ ἀνδρὶ Ἕκτορι σεμνύνῃ οὔτε ἐπὶ κηδεστῇ Πριάμῳ ὡς βασιλεῖ οὔτε ἐπὶ πλούτῳ, ἀλλὰ δούλη γεγονυῖα τὰ δούλων ὀφείλεις φρονεῖν: — MOA
ἐνταῦθα: — Mg
ἀντὶ τοῦ· Ἑλληνικὴ πόλις: — Mg
τῷ Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως παιδί: — MgAg
αὐθέντου: ἀντὶ τοῦ αὐτοέντου, τουτέστι φονέως, τοῦ δι’ ἑαυτοῦ ἱέντος τὸ ξίφος: — MNOA
πάντα Περσικὰ ἔθη: — MgAg
οἱ συγγενεῖς: — Mg
Ag
ἀντὶ τοῦ ἔρχονται: — Mg
ἐπέχει κωλύει, αὐτοὺς δηλονότι: — MiNOAg
οὐδεὶς νόμος κωλύει ταῦτα πράττειν: — MiMOAg
ἀντὶ τοῦ γυνή. ἡ τῶν θηλειῶν φρόνησις ἐπίφθονος: — MA
ἄλλως: θηλείας φρενός ἀντὶ τοῦ θήλεια φρήν· φθονερόν τι γένος ἡ γυναικεία φρήν: — MA
ἄλλως: χρῆμα τῆς θηλείας φρενὸς τὸ φθονεῖν: — MA
ταῖς ὑπὸ τοῦ αὐτοῦ ἀνδρὸς γεγαμημέναις: — M
διὰ τὴν προπέτειαν κακὸν τὸ νέον.
ἡ νεότης ἀσύφηλος ἀεὶ θνητοῖσι τέτυκται·
: — MO
εἰ δὲ
δίκην βλάπτοι, πουλὺ χερειοτέρη
ἀντὶ τοῦ· ὑποχείριόν σοι εἶναί με: — MiAg
τῆς παρρησίας με διώξεις: — MgAg
ὑπομείνω ὑποστῶ. κατὰ κοινοῦ δὲ τὸ ταρβῶ. ὁ δὲ λόγος· ἐὰν ἐπιτύχω τῷ λέγειν, πάλιν εὐλαβοῦμαι μὴ μείζονα ἐμαυτῇ βλάβην προσβάλω διὰ τὸ ἐξελέγξαι σε: — MOA
οἱ μέγα φρονοῦντες βαρέως φέρουσιν ἐπὶ τῷ παρὰ τῶν ἐλασσόνων δικαιοτέρους λόγους ἀκούειν καὶ ἐλέγχεσθαι: — MOA
ἀξιοπίστῳ, ἔχοντι ἐν ἑαυτῷ πίστιν. ὁ δὲ νοῦς· τίνι βεβαίῳ λογισμῷ πεισθεῖσα ἐγὼ ἀπωθῶ σε τοῦ γνησίου γάμου: — MOA
ἐρωτηματικῶς μετὰ ὑποκρίσεως. τούτῳ δὲ ὑπακουστέον τὸ οὐ δήπου γε, ἀντὶ τοῦ· οὐ δήπου γε ἡ Λάκαινα πόλις μείων ἐστὶ τῶν Φρυγῶν. ὁ δὲ νοῦς· [ἀντὶ τοῦ] οὔτε κατὰ πόλεως δόξαν οὔτε κατὰ ἡλικίαν οὔτε κατὰ τύχην σοῦ βελτίων οὖσα πῶς σε ἐξωθῆσαι δύναμαι: — MOA
τύχῃ θ’ ὑπερθεῖ: τῇ εὐδαιμονίᾳ ὑπερβάλλει ἡ Φρυγῶν πόλις τὴν Λάκαιναν· ᾧ πάλιν ὑπακουστέον τὸ οὐ δήπου. ἀκολούθως δὲ ἐπάγει κἄμ’ ἐλευθέραν ὁρᾷς, οὐ δήπου αἰχμάλωτον: — MOA
εὐτυχίᾳ ὑπερβαίνει: — Mg
στερρῷ ἀκμάζοντι: — Mg
ἐπερειδομένη: — Mg
πρὸς τί χρήσιμον ἀφορῶσα βούλομαί σε ἐκβάλλειν; ἵνα τέκω παῖδας; καὶ τί με ὠφελήσουσι; δοῦλοι γὰρ ἔσονται καὶ αὐτοί: — MOA
προσθήκην κακῶν βάρους. ἐκ μεταφορᾶς τοῦ μικροῦ πλοίου τοῦ ἐφελκομένου τῷ μεγάλῳ: — MOA
ἢ τοὺς ἐμούς τις: ἢ ἄρα. διαπορητικὸς δὲ ὁ λόγος· ἄρα τυράννους ὄντας τοὺς ἐμοὺς παῖδας ⟨ἂν⟩ ἀνέξαιτό τις: — MOA
πιστώσεται καταδέξεται: — Mi
ὁ πᾶς λόγος ἐν εἰρωνείᾳ ἐστίν· ναὶ, φησὶ, βασιλεύσουσιν οἱ ἐμοὶ παῖδες· φιλοῦσι γάρ με οἱ Ἕλληνες καὶ δι’ ἐμαυτὴν καὶ διὰ τὸν Ἕκτορα, Ἕκτορα μὲν ὡς εὐεργέτην τιμῶντες, ἐμὲ δὲ ὡς μὴ βάρβαρον καὶ οὐ πολεμίαν περιφανῆ αὐτοῖς γενομένην ἐλεοῦντες: — MOA
ὅθεν εἰκὸς τοὺς Ἕλληνας νῦν με μισεῖν περιφανῆ πολεμίαν αὐτοῖς γενομένην: — MOA
ἀφανὴς ἄσημος, ἆρα, φησὶν, οὐκ οἶσθα τὴν τύχην ὅτι τύραννος ἦν ἐγὼ τῶν Φρυγῶν καὶ μισοῦμαι ὑπὸ τῶν Ἑλλήνων: — MOA
ὁ εἰ ἀντὶ τοῦ ἐπεί· ἀλλ’ ἐπεὶ μὴ ἁρμοδία τυγχάνεις εἰς τὸ συνοικεῖν ἀνδρί, διὰ τοῦτο μισῇ: — MOA
καταθύμιος ἁρμοδία: — MgAg
τὸ εἰδέναι πῶς δεῖ συνοικεῖν ἀνδρὶ καὶ δι’ ὧν εἰς στοργὴν καὶ εὔνοιαν αὐτὸν ἐπάγοιο. οὐ γὰρ τὸ κάλλος αἴτιον τοῦ φιλεῖσθαι, ἀλλ’ αἱ ἀρεταί. ἀρετὴ δὲ γυναικὸς ἡ πρὸς τὸν ἄνδρα ὁμόνοια: — MOA
τὸ ἐπιτηδείως συνοικεῖν: — Mg
σὺ δ’ ἄν τι λυπηθῇς, ἀπὸ πατρίδος καὶ πλούτου καὶ τύχης ὑβρίζεις τὸν ἄνδρα σου καὶ τὴν μὲν σαυτῆς πατρίδα τὴν Λακεδαίμονα προφέρεις ὡς εὐτύχημα μέγα, τὴν δὲ Σκῦρον ἐκφαυλίζεις: — MOA
ἀντὶ τοῦ· πλουτεῖν λέγεις ἐν τοῖς πλοῦτον μὴ ἔχουσιν· ἐπεὶ ἡ
Ἑρμιόνη ἔλεξεν ἀνωτέρω
ἄλλως: ἐν μὴ πλουτοῦντι, τῷ Νεοπτολέμῳ. τοῦτο τείνει πρὸς τὰ ἀνωτέρω ῥηθέντα κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς: — A
φρονήματος ἕνεκεν μὴ ἁμιλλᾶσθαι καὶ στασιάζειν πρὸς τὸν ἄνδρα, οἷον· μὴ θέλειν τῷ εὐγενεστέραν εἶναι ἢ πλουσιωτέραν τοῦ ἀνδρὸς, φρονεῖν μέγα καὶ διὰ τοῦτο παρατετάχθαι τῷ ἀνδρὶ πρὸς ἅμιλλαν: — MOA
τὴν χιονιζομένην· δυσχείμερος γὰρ ἡ Θρᾴκη: — MgA
βάρβαρον ἔθος τὸ ἐπιπαλλακεύεσθαι. ταῦτα δὲ οὐκ ὀρ
ὅπου πολλαῖς γυναιξὶν εἷς ἀνὴρ κοινωνῶν κατὰ διαδοχὴν δίδωσι τὸ λέχος αὐτοῦ: — MOA
ἀπληστίαν: ἀκολασίαν ἀσέλγειαν: — A
καὶ πῶς, φησὶν, οὐκ ἔμελλες δόξαν λαγνείας ὑπερβαλλούσης ταῖς γυναιξὶ περιτιθέναι; τὸ δὲ προστιθεῖσα εἶπεν, ὅτι πρὸς τῷ δόξαν ἔχειν αὐτὰς λαγνείας, ἔτι καὶ συνεβεβαίωσας ἂν ἔργῳ τὴν δόξαν: — MOA
ἡ πρός ἀντὶ τῆς περί: — Mg
καίτοι χείρον’: ἐκείνης μελλούσης λέγειν ὅτι [οὐ] δεῖ ἀντιποιεῖσθαι λέχους, προλαβοῦσα τὴν ἀπολογίαν τῆς Ἑρμιόνης φησὶν· οἶδα ὅτι χεῖρον τῶν ἀρσένων ὀργῶμεν, ἀλλὰ καρτεροῦμεν: — MOA
καίτοι, φησὶν, ἡμεῖς αἱ γυναῖκες καταφερέστεραι οὖσαι πρὸς τὰ ἀφροδίσια τῶν ἀνδρῶν, ὅμως καλῶς περιστέλλομεν αὐτὰ καὶ οὐ φανεραὶ γινόμεθα. ἢ οὕτως· ἰσχυροτέραν νόσον νοσοῦμεν, τὴν πρὸς τοὺς ἄνδρας· ἀλλὰ προϊστάμεθα αὐτῆς καρτεροῦσαι καὶ ἐφ’ ἑνὶ μένουσαι. βούλεται δὲ λέγειν ὅτι οὐκ ὀφείλει γυνὴ ἀνδρὸς ἑτέρᾳ γυναικὶ συνομιλοῦντος οὕτως φανερῶς ἀγανακτεῖν ὡς καὶ εἰς μέσον φέρειν αὑτῆς τὸ πάθος, ἀλλὰ μᾶλλον ἰδίᾳ τῷ ἀνδρὶ ἐπιτιμᾶν πειθοῖ τε καὶ κολακείᾳ ἀφιστᾶν αὐτὸν τῆς πρὸς τὰς ἄλλας πτοήσεως. οὕτως γὰρ ἂν πείσειεν τὸν ἄνδρα ἤπερ ἐναντιουμένη: — MOA
ἀλλὰ περιστέλλομεν τὴν νόσον καταφερέστεραι οὖσαι καὶ
λανθάνομεν τοὺς ἄνδρας: — Mg
OA
τὴν σὴν χάριν: λείπει ἡ διά· διὰ τὴν σὴν χάριν καὶ τὸ σοὶ κεχαρισμένον: — OA
σοὶ καὶ ξυνήρων: συνεβαλλόμην σοι εἰς ἔρωτα: — OA
τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι
Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα
λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς ̄β τῶν Ἀργολικῶν
καὶ μαστὸν ἤδη πολλάκις: ὁποία ἦν ἡ Θεανὼ ἡ Ἀντήνορος γυνή.
Ὅμηρος
Πηδαῖον δ’ ἂρ ἔπεφνε Μέγης, Ἀντήνορος υἱὸν,
: — MOA
ὅς ῥα
νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ
ἶσα φίλοισι τέκεσσι χαριζομένη
πόσεϊ ᾧ
ἐφιλοποιούμην: — Mg
ἑωθινῆς. ἢ ⟨τῆς ὑπὸ⟩ τὸν ἀέρα: — Mg
μὴ τῷ φιλεῖν τὸν ἄνδρα ζήτει νικᾶν τὴν μητέρα: — MiO
τῇ περὶ τοὺς ἄνδρας σπουδῇ· λέγοι δὲ ἂν Θησέα καὶ Μενέλαον καὶ
Ἀλέξανδρον καὶ Δηίφοβον. ἔσχεν δὲ μετὰ θάνατον ἢ ἐν ὀνείρῳ Ἀχιλλέα, ὡς καὶ
Λυκόφρων τῆς πενταλέκτρου θυάδος
Πλευρωνίας
. ἢ κατ’ εἰρωνείαν λέγει, ἀντὶ τοῦ μισανδρίᾳ. κἀκείνη γὰρ
δοκοῦσα φιλεῖν τὸν Μενέλαον, ὕστερον αὐτὸν καταλέλοιπεν. ὅρα οὖν καὶ σὺ μὴ
νῦν δοκοῦσα φίλτρῳ ζηλοτυπεῖν τὸν ἄνδρα, ἐξαίφνης αὐτὸν καταλείπῃς. παρὰ τὰ
πρόσωπα δὲ καὶ τοὺς καιροὺς ταῦτα· πῶς γὰρ οὐκ ἔμελλεν εἰς ὀργὴν καταστῆσαι
τὴν Ἑρμιόνην κατὰ τῆς μητρὸς δυσφημοῦσα: — MOA
νικῆσαι: — Mg
ὅσον σοὶ εὐκόλως καὶ δυνατῶς φαίνεται καὶ παρίσταται, ἀντὶ
τοῦ· ὅσον ἐνδέχεται: — MgOA
φιλιωθῆναι: — Mg
πιθανολογεῖς, μεγαλορρημονεῖς. ἀντὶ τοῦ· σεμνὴν καὶ ἀξίαν ἐντροπῆς καὶ ἀξιωματικὴν θέλεις σαυτὴν δεικνύναι: — MO
μεγάλα λαλεῖς: — Mg
πρὸς τὸ οὐχί ἐπήγαγεν, τουτέστιν· οὔκουν σώφρων ὑπάρχεις ἐφ’ οἷς νῦν λόγοις λέγεις: — MO
λαγνείαν γὰρ αὐχεῖ περικεκαλυμμένην σώφροσι λόγοις: — MgOA
δι’ ὧν ἔχεις τὸν ἐμὸν ἄνδρα: — MiA
οὐ καθέξεις καθ’ ἑαυτὴν τὴν κατ’ ἐμὲ ζηλοτυπίαν καὶ σιωπῇ
κρύψεις τὸ πάθος: — MgOA
οὐκ αὖ σιωπῇ: εἰ καὶ ἀλγεῖς τὴν ψυχὴν περὶ τῆς σῆς συνουσίας, σιωπᾶν ὀφείλεις, ἵνα μὴ δόξῃς διὰ λαγνείαν χαλεπαίνειν: — MA
τὸ μὴ περιορᾶν τὸν ἄνδρα εἰς ἄλλας γυναῖκας ἀποκλίναντα: — MOA
προτετιμημένα περισπούδαστα πρωτεῖα: — MAg
οἷον μετὰ σεμνότητος καὶ ἐπιεικείας, ὡς πρέπει γυναιξίν, οὐ μετὰ τοσαύτης ἀναισχυντίας, ὡς σύ. οἷον· ὅτε δι’ αὐτὸ τὸ καλὸν καὶ τὸ πρέπον * * ἀπείργειν τῶν τοιούτων: — MOA
Ἑλληνικὸν γὰρ τὸ παντὶ τρόπῳ ἀπείργειν τὸν ἄνδρα τῆς προτέρας κοινωνίας: — MOA
κακοῦργος: — Mg
ναὶ, φησὶν, ὁρῶ τὸ ἄγαλμα οὐκ εἰς ἐμὲ βλέπον, ὡς σὺ φής, ἀλλὰ πολὺ μῖσος ἐμφαῖνον κατὰ τῆς σῆς πατρίδος, ὅτι ἐκεῖ ἀνῃρέθη ὁ Ἀχιλλεύς: — MOA
ἦ καὶ πρόσω: ἀντὶ τοῦ περαιτέρω καὶ ἐπὶ [τὰ πρόσω] πλέον μοι θέλεις ὀνειδίσαι: — A
ὄντως γὰρ τῶν πόρρω καὶ ἀνέκαθέν μου κακῶν ψαύσεις καὶ ὑπομνήσεις ὀνειδίζουσά μοι; ἀντὶ τοῦ· καὶ τὰ δυστυχηθέντα τῇ μητρί μου εἰς μέσον ἄγεις: — MOA
πλέον: — MgAg
† ἰδοὺ σιωπῶ: τὸ ἰδού ἐπίρρημα ἀπὸ τοῦ ἰδοῦ προστακτικοῦ
ῥήματος, τοῦ σημαίνοντος τὸ θέασαι, διενοήθη καὶ προήχθη εἰς χρῆσιν. ἡ δὲ
διαφορὰ ἀμφοῖν ὁ τόνος ἐστί τοῦ γὰρ πρωτοτύπου περισπωμένου, τὸ ἰδού
ἐπίρρημα ὀξύνεται πρὸς ἀντιδιαστολήν. τοιοῦτόν ἐστι καὶ τὸ ἰού· καὶ αὐτὸ γὰρ
ἀπὸ τοῦ ἰοῦ, ὃ σημαίνει τὸ παραγενοῦ [καὶ ἦλθες] παρήχθη, ἐκεῖνο δὲ ἐκ
θέματός ἐστι τοῦ ἴημι. κανονίζονται δὲ ἄμφω οὕτως. εἴδῶ, ὁ μέλλων εἴσω, ὁ
ἀόριστος εἶσα, πάντα ἄχρηστα, ὁ δεύτερος ἴδον, ὁ μέσος ἰδόμην, τὸ δεύτερον
ἴδου καὶ τὸ προστακτικὸν αὐτοῦ ἰδοῦ ἰδέσθε ἰδέσθωσαν· ἔστι δὲ καὶ χρῆσις
παρ’ Εὐριπίδῃ ὡς τὸ ἰδοῦ
με κἀνάθρησον οἷ’ ἔχω κακά
. ἐκεῖνο δὲ, ἴημι, ὁ μέλλων ἴσω, ὁ δεύτερος
ἀόριστος ἴην, ὁ μέσος ἰόμην ἴου καὶ τὸ προστακτικὸν ἰοῦ, ἀντὶ τοῦ ἐλθέ, καὶ
ἐντεῦθεν τὸ ἰού τὸ σχετλιαστικόν. ὀξύνονται δὲ κατὰ τὸν κανόνα· πᾶσα
δίφθογγος τελικὴ εἰς ῡ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται
πλὴν τοῦ ἰδού καὶ ἰού. οὕτως τὸ μὲν ἰδού καὶ ἰού πρὸς ἀντιδιαστολήν, τὸ δὲ
̄οῡ οὐ πρὸς ἀντι
ἄγρευμα, ἀπὸ μεταφορᾶς τῶν ἰχθύων: — MgOAg
ἰσχυρῶς καθιδρυμένη: — MgAg
τετηγμένος. τοῖς γὰρ ἀνδριᾶσι πρὸς ἀσφάλειαν μόλιβδος περιχέεται: — MOA
πέποιθα: πέποιθα αὐτῷ: — OA
δεινόν ἀντὶ τοῦ δυνατόν· ὁ δὲ νοῦς· δυνατόν ἐστι τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείαν καταστῆσαι, τῆς δὲ δεινοτέρας γυναικὸς οὐδεὶς εὑρίσκει θεραπείαν: — MOA
ἄλλως: δεινόν ἐστιν τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείας καταστῆσαι τοῖς ἀνθρώποις, τῆς δὲ γυναικὸς τῆς δεινῆς μὴ εὑρεῖν θεραπείαν: — MO
χείρονα: — Mg
γυναικός: ἀντὶ πληθυντικοῦ τοῦ γυναικῶν· ὁ δὲ νοῦς· τῶν δὲ γυναικῶν οὐδεὶς φάρμακα ἐξεύρηκέ πω, ἅπερ γύναιά ἐστιν ἐχίδνης καὶ πυρὸς περαιτέρω: — MA
ὄντως μεγάλων κακῶν ἐγένετο ἀρχή: — Mg
ὁ Ἑρμῆς. μέμνηται τῆς ἱστορίας ἐκείνης ἔνθα περὶ τοῦ μήλου
ἦλθον κριθησόμεναι Ἥρα καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη παρὰ τῷ Πάριδι. τοιαῦτά ἐστιν
καὶ τὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν ἴδεν δή ποτε μηλοτρόφω ἀγενηλιτὴει τὴν τῆς Ἴδης τριολύμπιον
ἅρμα
· ἔνιοι δὲ ἐψεῦσθαί φασι τὴν κρίσιν τῶν θεῶν, καθάπερ Ἀντικλείδης· τρία γάρ ἐστι
.
Χρύσιππος δὲ ἐν Ἠθικῶν ῑ λογισάμενον τὸν Πάριν τίνος δεῖ μᾶλλον ἀντέχεσθαι,
πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλικῆς, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ
ἐρωτικὰ καὶ οὕτως τὸν τῆς κρίσεως μῦθον συντεθῆναι: —
MNOA
τὸ κάλλιστον: — Mg
ἐπὶ τὰς ἐπαύλεις τοῦ βουκόλου Πάριδος καὶ πρὸς αὐτὸν τὸν μονότροπον νεανίαν βουκόλον καὶ πρὸς τὴν αὐλὴν τὴν οἰκουμένην μὲν, ἔρημον δὲ γυναικὸς καὶ παίδων. ἢ τὴν ἐν ἐρημίᾳ οὖσαν: — MOA
ποιμένα βουκόλον. ἐπὶ τὰς ποιμενικὰς ἐπαύλεις. βουκόλοι δὲ
κοινῶς οἱ νομεῖς ἀπὸ τοῦ ἐπιφανεστέρου ζῴου: — Mg
τὴν ἔπαυλιν τὴν ἔχουσαν ἐν αὑτῇ οἴκησιν. ἢ ἑστίαν ἔχουσαν ἐν ⟨αὑτῇ⟩, οἰκουμένην. διαφέρει δὲ σταθμὸς καὶ αὐλή· ὁ μὲν γὰρ σταθμὸς οἰκητήριον θρεμμάτων, ἡ δὲ αὐλὴ ἀνδρῶν οἰκητήριον: — OA
οὐρείων πιδάκων: παρὰ Ῥοδίῳ ὄντως λουτρὰ δεικνύουσιν ὅπου μυθεύουσι τὰς θεὰς ἀπολούσασθαι. καὶ περὶ τούτων δὲ Ἀντικλείδης ἱστόρησεν: — O
ἔβαν δὲ πρὸς τὸν Πριαμίδαν Ἀλέξανδρον ἐπαγγελίαις λόγων βλαπτόντων αὐτὸν καὶ τὴν πόλιν αὐτοῦ ἀπατῶσαι καὶ ἐφελκόμεναι: — MOA
λείπει ἡ πρός: — Mg
τινὲς γράφουσιν δυσφόρων, ἵν’ ᾖ· ὑπερβολαῖς λόγων δυσ
βλαπτικῶν: — Mg
ἀντὶ τοῦ ἐρεθίζουσαι, ὡς ὁ ποιητὴς παραβλήδην ἀγορεύων
. τινὲς δέ· παραλογιζόμεναι ταῖς
ἐπαγγελίαις καὶ ἀφαιρούμεναι αὐτὸν τοῦ φρονεῖν: — MA
ἠπάτησεν ἐφειλκύσατο: — Mg
τέρπειν δυναμένοις: — Mg
πόρθησιν καὶ ταραχήν. βίου σύγχυσιν τῇ Τροίᾳ κατασκευάζουσαν: — M
λείπει τὸ ἔχουσιν: — Mg
ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλᾶς: κατὰ κεφαλῆς, ἀντὶ τοῦ· εἴθε κατεκρήμνισεν αὐτόν: — O
εἴθε ὑπὲρ κεφαλῆς Πάριδος ἔβαλεν θάνατον ἡ τεκοῦσα τὸν Πάριν: — M
ἄλλως: ἀντὶ τοῦ ἀνεῖλεν. κατ’ ὄναρ θεασαμένη ἡ Ἑκάβη ὅτι λαμπάδα ἐγέννησεν ἅμα τῷ τεχθῆναι τὸν Ἀλέξανδρον, ἐδυσφόρει καὶ ἤρετο τοὺς μάντεις. οἱ δὲ ἔφασκον χρῆναι τὸ τεχθὲν φονεύειν· ἡ δὲ ἐξέθηκεν αὐτὸ μὴ τολμῶσα φονεῦσαι, καὶ αὐτὸ λαβὼν ποιμὴν ἐν τῇ πήρᾳ τέθεικεν, ὅπως διατρέφοι· διὸ καὶ Πάρις ὠνομάσθη, ὁ ἐν τῇ πήρᾳ τραφείς: — MA
ἀντὶ τοῦ· κατέχουσα μαντικὴν δάφνην. τοῦ γὰρ θεοῦ συγγενέσθαι
αὐτῇ βουληθέντος, ἔφη μὴ πρότερον ἑαυτὴν ἐκδώσειν εἰς κοινωνίαν, εἰ μὴ λάβοι
παρ’ αὐτοῦ δῶρον τὴν μαντικήν. τοῦ δὲ θεοῦ
ἠπιστεῖτο ἡ Κασσάνδρα μαντευομένη, ἐπεὶ ἠπάτηκε τὸν Ἀπόλλωνα περὶ γάμων: — O
οἰκήσεις τοῦ Νεοπτολέμου. ἐνταῦθα αἰχμαλωτισθεῖσα: — MiAg
περὶ οὓς πόνους ἐπλανῶντο κατὰ τὴν Τροίαν ἐπὶ δέκα ἔτη: — MiO
οὐκ ἂν συνέβη ὁ πόλεμος εἰ ἐφονεύθη ὁ Ἀλέξανδρος: — AO
ἔρημοι ἄμοιροι: — M
g
τὸν Μολοττὸν ἄγων ταῦτα λέγει: — Mi
ἔξω παρέθου: — Mg
ἀπὸ κοινοῦ τὸ ηὔχεις: — Mg
ἐμοῦ τοῦ Μενελάου, δεικτικῶς: — MgAg
φονευθήσεται: — Mg
σκέψαι: — MgAg
ὦ φήμη, ὦ ὑπόνοια, ὦ δόκησις. δόξαν γὰρ νῦν τὴν ὑπόνοιάν φησι παρόσον ἡ ὑπόνοια πολλοῖς τῶν ἀνθρώπων ὄγκον περιτίθησιν καὶ μεῖζον ἢ εἰσὶν ὑπολαμβάνειν παρασκευάζει περὶ αὐτῶν: — MNOA
τοὺς μὲν ⟨ἀληθῶς⟩ εὐκλεεῖς μακαρίζω, τοὺς δὲ ψευδῆ ἔχοντας
ὑπόνοιαν οὐκ ἀξιῶ εὐδαίμονας καλεῖσθαι, τῆς τύχης τούτοις χαρισαμένης
ἐπιλέκτοις ἐκκρίτοις: — Mi
τὴν Τροίαν ἀφείλου τὸν Πρίαμον. σχῆμα δέ ἐστιν Ἀττικόν: — MgNO
ἀντὶ τοῦ· μὴ προκοψάσης εἰς ἡλικίαν. καταισχύνει δὲ αὐτὸν ὅτι ὑπὲρ τηλικαύτης [ὑπὲρ βρέφους] ἀδίκως προίσταται: — MNOA
παιδικὴν ἡλικίαν ἐχούσης: — Mi
ἐθυμώθης ἐθρασύνθης ἐπήρθης: — Mg
οὔτε σὲ τῆς Τροίας ἄξιον νομίζω οὔτε σοῦ τὴν Τροίαν ἀξίαν νομίζω: — MA
ὁ νοῦς· οὔτε ἡ Τροία ὑπὸ σοῦ τοιούτου ὄντος ἀξίως ἑάλω οὔτε σὺ ἀξίως αὐτῆς ἀνεῖλες αὐτήν. τῇ τε γὰρ Τροίᾳ ἄδοξόν ἐστιν καθὸ ὑπὸ σοῦ ἀπώλετο, σύ τε οὐκ ἄξιος ἦς τὴν Τροίαν ἀπολέσαι· ὡς εἴ τις ἐκ τοῦ ἐναντίου λέγοι· τῷ Ἀχιλλεῖ ἔνδοξον ἦν τὸν Ἕκτορα ἀποκτεῖναι ὡς καὶ τῷ Ἕκτορι ὑπὸ Ἀχιλλέως ἀναιρεθῆναι. ὡς εἴ τις εἴποι· ἔπρεπεν τῷ Ἡρακλεῖ τὴν Ἴλιον πορθῆσαι καὶ τῇ Ἰλίῳ ὑπὸ Ἡρακλέους ἁλῶναι: — MA
Δίδυμος μέμφεται τούτοις ὡς παρὰ τὰ καθεστῶτα· σεμνότεροι γὰρ οἱ λόγοι ἢ κατὰ βάρβαρον γυναῖκα καὶ δυστυχοῦσαν: — A
ἐκ τῶν δορυφορούντων: — Mg
τὰ κατὰ τὴν φρένα καὶ τὴν ψυχὴν ὅμοιοί εἰσιν τοῖς ἀνοήτοις· ὡς
καὶ νῦν ὁ Μενέλαος, δοκῶν εἶναι φρόνιμος διὰ τὴν τῆς τύχης
εἰ μὴ ἄρα πλούτῳ ὑπερέχουσιν: — Mg
τὸ μίασμα τοῦ φόνου ἀδύνατον αὐτὴν ἐκφυγεῖν· ἐμιάνθη γὰρ ὡς φόνον ποιήσασα. δόξεις δὲ παρὰ πολλοῖς καὶ σὺ τοῦτον τὸν φόνον ἠγωνίσθαι· ἡ γὰρ χρεία τοῦ συνδρᾶσαι τῇ θυγατρὶ ἀναγκάσει σε μὴ ἐκφυγεῖν τὸ μύσος: — MNOA
μόλυσμα, ἄγος ὑποστήσῃ: — Mg
φόνον· τὸ συνδρῶν: ὡς γειτνιῶν, οὕτω συνδρῶν καὶ πάντα τὰ τῆς δευτέρας συζυγίας: — NO
ὑπεξέλθω ἐκδράμω. λείπει δὲ τὸ ὥστε· ὥστε μὴ θανεῖν: — Mg
ἀντὶ τοῦ ἐκάλει: — M
g
ἐξελεύσεται ὃν αὐτὸν δεῖ τρόπον. ἀντὶ τοῦ· διαπράξεται ἃ δεῖ καὶ ἐλεύσεται εἰς ἃ πρέπον ἐστίν: — MNOA
καὶ ἄλλως: ὁρμήσει πορεύσεται ὡς πρέπει, μετὰ τῆς δεούσης σπουδῆς: — MNOA
πράττων: — Mg
πρὸς γάμον διδούς: — Mg
ψεύσεται * * τινὲς οὕτως· ψευδῆ σε νομίσει ὁ ἀκούων καὶ οὐ πεισθήσεται: — MNO
τίς ἐθελήσει γυναῖκα λαβεῖν, διὰ ζηλοτυπίαν ἀπερριμμένην; ἀρετὴ γὰρ γυναικὸς μὴ μνησικακεῖν ἀνδρὶ ἔχοντι πρὸς ἄλλην κοινωνίαν καὶ τοιαύτην ἂν εὔξαιντο πολλοὶ γῆμαι· αἰσχύνη δὲ τὸ ζηλοτυπίαν νοσεῖν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ὀργισθεὶς ὁ Νεοπτόλεμος ἐπὶ τῇ ζηλοτυπίᾳ ταύτῃ ἐκβάλῃ τῶν οἴκων αὐτήν, οὐδεὶς ἐθελήσει αὐτὴν γῆμαι διὰ ζηλοτυπίαν ⟨ἀπ⟩ερριμμένην: — MNOA
εἰς πόσας παλλακίδας: — MMiNOAg
τί ἂν βούλοιο; ἆρα πολλοῖς ἀνδράσιν ἐκδοῦναί σου τὴν θυγατέρα ἢ παθεῖν ἃ λέγω; τινὲς δὲ οὕτως· βέλτιόν ἐστιν ἀνέχεσθαι πολλῶν εὐνῶν, ὅ ἐστι· φέρειν τὸν ἄνδρα εἰ καὶ πολλαῖς παλλακίσι χρῷτο, ἢ ταῦτα ὑποστῆναι ἃ ἐγὼ λέγω: — MNOA
κινεῖν: — Mg
θέλει εἰπεῖν ὅτι μὴ ἐξομοιοῦ τῇ θυγατρί σου· ἀναιδὲς γὰρ
γυναικεῖον γένος: — MAg
ἄγονον καθιστῶμεν, ὡς αὐτὴ λέγει, ἐκτιτρώσκειν ποιοῦμεν: — M
οὐ γὰρ οἱ βώμιοι πίπτοντες ἑκόντες καὶ οὐκ ἄκοντες ληψόμεθα τὴν τιμωρίαν παρὰ τῆς Θέτιδος; ἐν ἐρωτήσει δὲ ἀναγνωστέον. οὐ δώσομεν, φησὶ, τὴν δίκην ἐν τοῖς σοῖς γαμβροῖς εἰς τοὺς βωμοὺς αὐτῶν καταφεύγοντες: — MNOA
τῷ βωμῷ προσπίπτοντες, καταφεύγοντες: — Mg
ὑποστησόμεθα. ληψόμεθα: — Mg
τῷ Νεοπτολέμῳ: — Mg
οἷσιν οὐκ ἐλάσσονα: ἐν οἷς ἀποδειχθήσομαι οὐχ ἧσσον ἢ εἰς ὑμᾶς ἁμαρτάνουσα καὶ τιμωρηθήσομαι ὑπ’ ἐκείνων τὸ περὶ ἐκείνους παρανενομημένον: — MNOA
οὐ φαρμακεύομεν τὴν σὴν παῖδα: — Mg
ἕν σου δέδοικα: δέδοικα μὴ διὰ τὴν Ἑρμιόνην με ἀπολέσῃς, ὥσπερ διὰ τὴν Ἑλένην τὴν Τροίαν: — MNOA
Δίδυμος μέμφεται πᾶσι τούτοις ὡς παρὰ τὸν καιρὸν καὶ τὰ πρόσωπα: — NOA
ἀντὶ τοῦ· ἀπηνῶς, ὑπὲρ τὴν τύχην: — Mg
ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας: ὡς γυνὴ λόγους ποιουμένη πρὸς ἄρσενας, θρασέως ἔλεξας καί σου ἡ σωφροσύνη τῆς διανοίας ἔξω ἐξέπεσεν· ἀπὸ μεταφορᾶς τῶν τοξευόντων ὑπὲρ τὸν σκοπόν: — A
καί σου τὸ σῶφρον: καὶ τῆς φρενός σου τὸ σῶφρον ἐξέπεσε τοῦ προσήκοντος, τουτέστιν· παρὰ τὸν δέοντα λογισμὸν ἐφθέγξω λοιδορησαμένη ἄγαν θρασέως τῷ Μενελάῳ: — MNOA
ἄλλως: ἔξω, φησὶ, τοῦ σκοποῦ ἔβαλες καὶ παρέδραμες καὶ πλέον ἢ κατὰ γυναῖκα ἐπαρρησιάσω: — NOA
καὶ μοναρχίας οὐκ ἄξια: τὸ κρατῆσαι σοῦ, φησὶν, οὐκ ἔστιν τῆς ἐμῆς στρατηγίας ἄξιον, οὔσης αἰχμαλώτου, ἀλλ’ ἐπειδὴ ὑπὲρ θυγατρὸς κάμνω καὶ τούτου χρείαν ἔχω, μέγα τοῦτο νομίζω: — MNOA
τοῦτ’ ἔσθ’ ἑκάστῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας
κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ
ἄλλως: κἀκεῖνοι γὰρ ἐπεθύμουν πορθῆσαι τὴν Τροίαν καὶ τοῦτο αὐτοῖς ἐφάνη μεῖζον· καὶ νῦν ἐμοὶ τὸ προκείμενον πρᾶγμα μεῖζον ἤπερ ἡ Τροία: — MNOA
ὀλίγα: — Mg
τοὺς ἐμοὺς ἰδίους. τὴν θυγατέρα φησίν: — Mi
παρὰ τὸ κοινὰ τὰ τῶν φίλων
: — Mi
μένων δὲ τοὺς ἀπόντας: ἐπειδὴ εἶπεν ἡ Ἀνδρομάχη ὅτι ἀνάμεινον τὸν Νεοπτόλεμον, λέγει ὅτι ἐξουσίαν ἔχω τῶν [αὐτῶν] δούλων, ὥστε καὶ χωρὶς αὐτοῦ τιμωρεῖσθαι: — MNO
τὸ ζῆν δηλονότι: — M
i
καὶ ⟨μὴ⟩ λαχοῦσα: καὶ λαχοῦσα τὸ ζῆν ἀθλία εἰμὶ διὰ τὸ μέλλειν τὸν παῖδά μου φονεύεσθαι καὶ μὴ λαχοῦσα πάλιν δυστυχῶ ὡς μέλλουσα φονεύεσθαι: — A
καὶ μὴ λαχοῦσα: κἄν τε γὰρ ἕλωμαι τὸ ἐμὲ τελευτῆσαι, δεινόν, κἄν τε τὸ ἕτερον, τὸ τὸν παῖδα ἀπολέσθαι, πάνδεινον: — MNOA
καὶ ἐὰν τὸ μὴ ζῆν ἐκλέξωμαι, δυστυχὴς ἔσομαι: — MiNO
ἐρωτηματικῶς: — Mi
Ag
ἀντὶ τοῦ· ἀλλὰ τὴν ἀρχὴν ἐάσας πρὸς τὴν ἀναίτιον φέρῃ — M
ἀλλὰ τὴν ἀρχήν: ἀλλὰ τὴν ἀρχὴν τοῦ πράγματος ἀφεὶς πρὸς τὴν τελευτὴν φέρῃ [πρὸς τὴν] ὑστέραν οὖσαν· τὸ γὰρ τέλος τῆς ἀρχῆς δευτερεύει καὶ ὑστερεῖ: — MNOA
τὸ ἄχθος ἐπὶ τῷ ἄχθει τῆς δουλείας τὸ καὶ δοῦλον παῖδα τεκεῖν: — M
ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: ἐπεὶ εἶπεν τί δέ με καὶ τεκεῖν ἐχρῆν
ὡς ἐπιλαβομένη ἑαυτῆς ἐπήγαγεν ἀτὰρ τί ταῦτ’ ὀδύρομαι μικρὰ ὄντα πρὸς
σύγκρισιν τῶν παρελθόντων, τῆς τε σφαγῆς Ἕκτορος καὶ τῆς Ἰλίου ἁλώσεως καὶ
τοῦ αἰχμάλωτον αὐτὴν ληφθῆναι. τὰ ἐν
ἄλλως: ἀτὰρ τί ταῦτ’ ὀδύρομαι: τὰ κατὰ τὴν πατρίδα καὶ τὴν ἐκ πολεμίου παιδοποιΐαν τί ὀδύρομαι λόγοις, ἥτις τούτων τὸ δεινὸν αὐταῖς ὄψεσιν προεθεώρησα, σφαγὰς Ἕκτορος, Ἴλιον πυρπολούμενον, τὴν πεῖραν τῆς αἰχμαλωσίας, τὰ δὲ πλησίον ὄντα κακὰ οὐ δακρύω οὐδὲ ἀναζητῶ; λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου. ἀρχὴν δὲ ποιεῖται τοῦ θρηνεῖν τῷ τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ: — MNOA
τὰ πλησίον, τὰ νῦν με. περιέχοντα κακά. λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου: — M
οὐκ ἐξικμάζω: οὐκ ἀναζητῶ. ἀπὸ τῶν θλιβόντων ἡ μεταφορά. ἀντὶ τοῦ· οὐκ ἐρευνῶ καὶ ἀκριβολογοῦμαι: — NOA
οὐ δακρύω, παρὰ τὴν ἰκμάδα: — Mg
τὰς διὰ τῶν τροχῶν γινομένας. ἢ ἑλκυσθείσας: — Mg
δούλη γενομένη: — M
g
νυμφευθεῖσα ἦλθον: — Mg
ἀντὶ τοῦ· περιττὸν τὸ θρηνεῖν· βέλτιον γὰρ τὸ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: — MNA
οὐ δῆτα τοὐμοῦ γ’: οὐχ ἕνεκα τοῦ ἐμοῦ βίου προήσομαι αὐτὸν
ἀποθανεῖν: — MiOA
ἄλλως: οὐκ ἐάσω αὐτὸν ἀποθανεῖν ἵνα ἀθλία γένωμαι: — MiNOA
ἐν τῷδε μὲν γὰρ ἐλπίς: νέος ὢν, φησὶν, οὗτος ἐλπίδα ἔχει καὶ βασιλεύσειν, εἰ σωθείη τοῦ παρόντος κινδύνου: — MNOA
στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς: ἐὰν ἐκφύγῃς τὰς χεῖρας τῶν περὶ Μενέλαον καὶ ζήσῃς, μέμνησο τῆς σῆς μητρός: — MNOA
ἄλλως: ἐὰν προκόψῃς εἰς βίον, ὅ ἐστιν· ἐὰν ἀνδρωθῇς: — MNOA
περιβάλλων: — Mg
ὑπέμεινα: — Mg
ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει ἄπειρος ὢν τέκνων καὶ μὴ εἰδὼς τὴν ἐπ’ αὐτοῖς ἀλγηδόνα (διὸ καὶ δυστυχῆ νομίζων τὴν ἀπαιδίαν εὔχεται τέκνων τυχεῖν, ἀγνοῶν ὅτι εὐδαίμων ἐστίν), ἐν ὅσῳ ἄπαις τυγχάνει, δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ. τινὲς δὲ οὕτως ὅτι τὸ ἧσσον ἀντὶ τοῦ οὐδ’ ὅλως· ὁ ἄπαις, φησὶν, ἀπήλλακται τῆς περὶ τοὺς παῖδας ἀλγηδόνος, δυστυχῶν δὲ δι’ ἀπαιδίαν, εἰ δὴ δυστύχημα, ὥς τινες οἴονται, ἄλλως ἐστὶν εὐδαίμων καὶ μακάριος ἄφροντις ὤν. δύναται δὲ καὶ τὸ δυστυχῶν ἀντὶ τοῦ ἀτυχῶν: — MNOA
ἄλλως: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει, λέγων ὡς ἰσόψυχα τοῖς ἀνθρώποις οὐκ εἰσὶ τὰ τέκνα, ὁ τοιοῦτος κατὰ μὲν τὸ εἶναι ἄτεκνος δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ: — MNOA
ἠλέησα: — Mg
περιστρέψαντες περιδήσαντες: — Mg
ᾧ σ’ ὑπήγαγον: ᾧ λογισμῷ σε ἔπεισα καὶ ἐδελέασα καὶ ἐξηπάτησα καὶ παρετρεψάμην: — MNOA
οὖσα ὑπάρχουσα: — M
g
ἠπάτησας: — Mg
τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν: τὰ δὲ θεῖα οὐ θεῖα ἡγῇ οὐδὲ ἔχειν αὐτὰ δίκην, ὅ ἐστιν· ἀναιρεῖς τὰ θεῖα καὶ τὸ παρ’ αὐτοῖς δίκαιον: — MNOA
ὅταν τόδ’ ᾗ, τάδ’ οἴσομεν: ὅταν δοκῇ τῷ θεῷ καὶ ἐνστῇ τὸ τιμωρηθῆναι ἡμᾶς ὡς εἰς αὐτὸν ἀσεβοῦντας, ὑπομενοῦμεν τότε· ἐπὶ μέντοι τοῦ παρόντος οὐδεμία ἀναβολὴ τῆς σῆς ἀναιρέσεως: — MNOA
ὑποστησόμεθα: — Mi
οὔκουν θρασεῖά γ’ αὐτόν: θρήνει αὐτὸν, φησίν· οὐ γὰρ ἀσφαλὴς αὐτῷ ὑπόκειται ἐλπὶς ζωῆς. αἰνίττεται δὲ ὅτι ἡ Ἑρμιόνη αὐτὸν ἀναιρήσει: — MNOA
ἄλλως: θαρρεῖν ποιοῦσα, θάρρος ἔχουσα τοῦ ζῆν. οἱ γὰρ ζῶντες θαρσύνονται: — MNOA
ὦ πᾶσιν ἀνθρώποισιν: ταῦτα ἐπὶ τῷ Ἀνδρομάχης προσχήματί φησιν
Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον. καὶ γὰρ
δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον
ἑλικτὰ κοὐδὲν ὑγιές: περικυκλοῦντες ψευδέσι λόγοις τὴν ἀλήθειαν καὶ μὴ κατ’ εὐθεῖαν ἃ φρονεῖτε λέγοντες: — MNO
ἑλικτὰ κοὐδὲν ὑγιές: πανοῦργα, οὐχ ἁπλά. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παρὰ γεωμέτραις γραμμῶν: — NOA
νενόμισται δεδοκίμασται: — Mg
ἐπορθήθη: — Mg
ὅς σε πολλάκις δορί: ὅστις σὲ πολλάκις ἀντὶ τοῦ ἐπὶ τῆς παρατάξεως ἑστάναι καὶ πολεμεῖν ναύτην κακὸν ἐποίησεν διωκόμενον. τὸ γὰρ ⟨ναύτην⟩ κακὸν πρὸς τοῦτο εἶπεν, ὅτι φεύγων τὴν ἐν τῷ πεδίῳ μάχην εἰς τὰς ναῦς κατέφυγεν: — MNOA
ἄλλως: εἰς τὰς ναῦς εἱλούμενος καὶ διωκόμενος. ἐκείνων δ’ ἂν
εἴη τῶν ἐπῶν μεμνημένος εἰσωποὶ δ’
ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο
: — NOA
ναύτην ἔθηκεν: ἀντὶ τοῦ ἵστασθαι ἐπὶ τῆς χέρσου καὶ μάχεσθαι ναύτην ἔθηκε κακόν, τουτέστιν· εἰς τὰς ναῦς ἀπεδίωξε τρεψάμενος: — A
ναύμαχον: — Mg
πεζομάχου καὶ ἐπιγείου: — Mg
δυστυχήσω: — Mg
διὰ τοῦτο μὴ καυχῶ: — Mi
διπλᾶ: — Mg
οὐδ’ ἀμφιμάτορας κόρους: τοὺς ἐκ διαφόρων μητέρων, ἐξ ἑνὸς δὲ πατρὸς, οὐδὲ τούτους ἐπαινέσω τοὺς κόρους, λέγω δὲ [τὰς] ἔριδας τῶν οἴκων: — MNOA
μίαν μοι στεργέτω πόσις γάμοις: καὶ αὐτὸς μίαν μοι
ἀκοινώνητον ἀνδρὸς εὐνάν: ἀντὶ τοῦ· σώφρονα καὶ μὴ ἐπικοινωνοῦσαν ἑτέρῳ ἀνδρὶ ἢ τῷ γήμαντι μόνῳ νομίμως: — MNOA
τὸ ἑξῆς· μίαν εὐνήν: — Mi
παρὰ τὸ Ὁμηρικὸν οὐκ
ἀγαθὸν πολυκοιρανίη
: — Mi
NOA
πρὸς τὸ φέρειν οὐκ εἰσὶ βελτίονες αἱ διπλαῖ τυραννίδες τῆς μιᾶς: — MNOA
ἡ διπλῆ τυραννὶς δηλονότι. ἐκ γὰρ δύο τυράννων κακὸν ἐπὶ κακῷ γίνεται καὶ παρακολουθεῖ: — MNOA
καὶ δύο ἐργάταις τέκτοσιν ὕμνων: — Mg
τεκτόνοιν θ’ ὕμνοιν: παρὰ τὸ Ἡσιόδου καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ
: — MA
ναυτίλους θοαί: καὶ δύο κυβερνῆται ἐν μιᾷ νηὶ διχοστατοῦντες κατὰ τῶν πηδαλίων γίνονται καὶ οὐχ ὑπὲρ τῶν πηδαλίων: — MNOA
τινὲς στίζουσιν εἰς τὸ κατὰ πηδαλίων, φάσκοντες λείπειν τῷ λόγῳ τὸ ἐπιβλαβεῖς εἰσιν: — MNOA
δηλονότι τῶν δύο ἢ πλειόνων κυβερνητῶν ἐν τῇ νηΐ: — NO
σοφῶν τε πλῆθος: τὸ πλῆθος κἂν ᾖ σοφὸν, ἀβουλότερόν ἐστι μιᾶς φρενὸς αὐτοδεσπότου. ὁ δὲ νοῦς· ἐὰν, φησὶ, καὶ φαῦλος ᾖ αὐτοκράτωρ σύμβουλος, κρεῖσσον διοικήσει τὰ πράγματα, εἰ μόνος εἴη, ἤπερ ἐὰν πολλοὶ ὦσιν ἔμπειροι καὶ σοφώτεροι· στασιάζουσι γάρ. βούλεται δὲ ὁρίσασθαι ὅτι ἐν παντὶ πράγματι κρεῖσσόν ἐστιν ὑποτάσσεσθαι ἑνὶ ἢ πολλοῖς: — MNOA
αὐτοδεσπότου αὐτεξουσίου: — Mg
ἰσχυρά ἐστιν: — Mg
NO
θέλωσι καιρόν: θέλωσιν αἱ πόλεις, τὰ μέλαθρα. καιρὸν δὲ ἀντὶ
τοῦ κέρδος εὐκαιρίαν: — MMi
NO
καὶ ἄλλως: ἀπὸ τοῦ ἑνικοῦ μετῆλθεν εἰς τὸ πληθυντικόν. ἀντὶ
τοῦ· ὅτε ἐπιτυχίας καὶ εὐκαιρίας λαβέσθαι θέλουσιν: —
MMNOAg
καλῶς ῥέειν θέλουσι τὰ πράγματα καὶ φέρεσθαι καλῶς: — NO
διὰ γὰρ πυρός: ὅ ἐστι· πεπύρωται ὡς πῦρ, θερμῶς. εἶπε γὰρ αὐτῇ g
ἀνοήτου: — Mg
ἔτι σε πότνια: πρὸς τὴν Ἑρμιόνην, οἷον· ἴσμεν ὅτι μετανοήσεις, ἐὰν πράξῃς· διὸ βέλτιόν σοι μηδὲν προπετὲς ἐργάσασθαι, ἀλλὰ μᾶλλον φιλανθρώπως διατεθῆναι: — MNOA
μετατροπή: μεταμέλεια μετάνοια. ἔτι σε, ὦ δέσποινα, ἐγχωρεῖ
μεταβουλεύσασθαι: — NOAg
συγκεκροτημένον συνεζευγμένον: — Mg
κρίσει θανάτου κατεψηφισμένον: — MiAg
κοινωνῶν τῆς ἁμαρτίας: — MiAg
συγκεκλεισμένη συνεχομένη συνδεδεμένη: — Mi
μεταφορικῶς ἀπὸ τῶν ὀρνίθων, ἀντὶ τοῦ· ὑπὸ τὴν σὴν μασχάλην: — MNgOAg
διχῶς δύναται νοεῖσθαι κεῖσο ἤδη καὶ κεῖσε ἤδη: — MAg
κατ’ ἐρώτησιν ὁ Μενέλαος· τί πάθητε; ἀπέλθετε εἰς Ἅιδου. τὸ δὲ ἴθ’ ἀντὶ τοῦ· ἴτε πορεύεσθε: — MNO
κρίσις: — Mg
ἄνοια, φησὶ, λείψανον ἐᾶσαι τῶν ἐχθρῶν: — M
ἐκτετραμμένον. παρατρεπτικόν: — MgAg
λίσσου γούνασι δεσπότου: εἰποῦσα
προσεγγίζων: — Mg
συγχώρησόν μοι: — M
gAg
λισσάδος ὡς πέτρας: λείας ὁμαλῆς. τουτέστιν· ὡς ἀπὸ λείας πέτρας καταστάζομαι τοὺς ὀφθαλμοὺς τοῖς δακρύοις: — MNO
λιβὰς ἀνήλιος: ἐγὼ ὡς ἀνήλιος λιβὰς στάζω: — MMiNO
ἢ πολυήλιος, ἐν ἡλίῳ οὖσα, ἢ ἥλιον μὴ ὁρῶσα σταγὼν, ἣ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου. ἢ ἀνήλιον λιβάδα εἶπε τὴν ἐν σπηλαίῳ· αὕτη γὰρ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου: — MNOA
τῶν κακῶν ποίαν μηχανὴν ἐξεύρω: — Mi
ἀντὶ τοῦ· ὑπάρχω τοῖς ἐμοῖς βοηθός: — Mi
τὸ ἑξῆς· ἐν σοὶ δὲ οὐδὲν ἔχω φίλτρον * *: — Mi
ἀντὶ τοῦ ἐκδαπανηθείς: — Mg
μέγ’ ἀναλώσας ψυχῆς μόριον: τὸ τῶν ἐπιστρατευσάντων Τροίᾳ Ἑλλήνων πλῆθος, ἀντὶ τοῦ· πολλὰς ψυχὰς ἀπολέσας ἐν τῷ Ἰλιακῷ πολέμῳ. θέλει δὲ εἰπεῖν ὅτι πολέμιός μοι ὑπάρχεις, εἴ γε πολλὰ ἔπαθον ἵνα πορθήσω τὴν Τροίαν· οὔκουν οὐδὲ ⟨ἐγὼ⟩ φείσομαι: — MNOA
Τροίαν εἷλον: ἐπόρθησαν, ἐπὶ δὲ τῆς Ἀνδρομάχης ᾐχμαλώτισαν, ὡς
τὸ Ὁμηρικόν ἔνθ’ ἑλέτην δίφρον τε καὶ
ἀνέρε *
: — A
ἀλλ’ ἀνηβητηρίαν: ἀνακμαστικὴν ἀνανεάζουσιν νεωτερικήν: — MNO
ἄλλως: ἀντὶ τοῦ ἀνηβῶσαν. ἢ τὴν ἀνά πρὸς τὸ λαμβάνειν συναπτέον, ἵν’ ᾖ· ἀναλαμβάνειν ἀκμαστικὴν ἰσχύν· ὃ καὶ ἄμεινον: — MNOA
ῥώμην ἐπαινῶ: ἐπαινῶ βούλομαι ἀσπάζομαι, τουτέστιν· ἥδιστ’ ἂν
ἡβησαίμην. Ὅμηρος γῆρας ἀποξύσας
θήσειν νέον ἡβώοντα
: — MNOA
πρῶτον μὲν οὖν κατ’ οὖρον: κατ’ οὔριον ἄνεμον, ὁμοίως οὐρίῳ ἀνέμῳ καὶ πνεύματι: — MNOA
ἄλλως: ὃν τρόπον οὔριος ἄνεμος ἱστίοις, οὕτως κἀγὼ ταύτῃ φανήσομαι, τουτέστι· τοῦ περιέχοντος αὐτὴν χειμῶνος ἀπαλλάξω. ὁ γὰρ οὔριος ἄνεμος ὄπισθεν πνέων εὐκταῖός ἐστι καὶ σωτήριος τοῖς ναυτιλλομένοις ταραχῆς αὐτοὺς ἀπαλλάσσων: — MNOA
ἐκ ποίου δικαίου, ποίᾳ δίκῃ καὶ κρίσει: —
Mg
ὕπαρνος γάρ τις: μετὰ τοῦ τέκνου, ὡς ὕπαρνον πρόβατον: — M
τί νῦν παλιλλογῶ; ἤδη γὰρ ἤκουσας: — Mg
φήμης. σπουδῇ μιᾶς κληδόνος: — MgAg
μετεπεμψάμην μετεστειλάμην: — Mi
ἣν σὺ θαυμαστὴν σέβεις: γράφεται ἄγεις ἀντὶ τοῦ θαυμαστὴν ἡγῇ, τουτέστιν· θαυμάζων διατελεῖς, μακαρίζων ἐπ’ αὐτῇ σεαυτόν. ἢ σέβεις τιμᾷς. λείπει δὲ τὸ οὖσαν: — MNOA
οὔτε τῳ δίκῃ: τὸ τῳ, τινὶ, κοινόν ἐστιν τῷ γένει· οὔτε τινὶ δικαιοσύνῃ κρίναντες, ἢ ἐν οὐδεμιᾷ κρίναντες δίκῃ: — MNOA
κατ’ οὐδὲν ὄντα αἴτιον: — Mg
χειρὶ δ’ οὐκ ἔξεστί μοι: διὰ τὸ δεδέσθαι: — MNO
ἢ οὐ δυνατόν· δέδεμαι γάρ· ἤτοι ἐπεὶ νόμος ἦν τοῖς βαρβάροις μὴ ἅπτεσθαι τοῦ γενείου τοῦ δεσπότου: — MNOA
λύειν: — MgAg
οὐχ ἱκανόν ἐστι: — M
g
τότε σά ἐστι τὰ τοῦ Νεοπτολέμου ὅτε τι καλὸν βούλει ποιεῖν: — NA
ὄντως: — Mg
οὔποτ’ ἐξ ἐμῆς χερός: τοῦτο γνῶθι ὅτι οὕτως ἐστὶ τὰ τοῦ Νεοπτολέμου ἐμὰ ὡς μὴ δύνασθαί σε τήνδ’ ἀπάγειν ἐκ τῆς ἐμῆς χειρός: — MNO
ἀντιτυπήσω. λείπει δὲ τὸ ἅπαξ: — Mg
σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε: εἰς τὸ μετ’ ἀνδρῶν στικτέον· ἐν ἤθει δὲ μετ’ ἐκπλήξεως ὁ λόγος καὶ ἔστιν· σὺ γὰρ ἐν ἀνδράσιν ἀριθμῇ; τὸ δὲ ὦ κάκιστε κἀκ κακῶν κατ’ ἰδίαν ὑβριστικῶς ἐπιφωνεῖ: — MNOA
ἄκλῃστ’ ἄδουλα: ἀνεῳγμένα, μὴ κεκλεισμένα. ἀποδημοῦντος δὲ εἰς Κρήτην Μενελάου δοκεῖ ἡ ἁρπαγὴ Ἑλένης γεγονέναι: — MNOA
ἄδουλα: ἀφύλακτα. πολύδουλα μὲν, ἀφύλακτα δὲ ὅμως: — MNOA
οὐδ’ ἂν εἰ βούλοιτό τις: καὶ ἐὰν θελήσῃ τις τῶν παρ’ ὑμῖν γυναικῶν σωφρονεῖν καὶ φύσεως ᾖ σώφρονος, ἐκτρέπεται εἰς ἀσέλγειαν διὰ τὸ μετ’ ἀνδρῶν ἐξιέναι εἰς τὰ γυμνάσια: — MNOA
ἀνεσταλμένοις: — Mg
δρόμους παλαίστρας: οὐκ ἀρεσκούσας οὐκ ἀνεκτάς: — MNO
σώματος εὐρωστίας ἀντιποιοῦνται Λάκωνες· διὸ τὰς παρθένους γυμνάζουσιν, ἵνα γενναίους παῖδας γεννῶσιν: — MNOA
ἄλλως: τῆς τοῦ σώματος εὐρωστίας ἐπιμελόμενοι Σπαρτιᾶται τὰς παρθένους εἰς γυμνάσια ἔστελλον, ἵνα γενναίους τίκτωσι παῖδας: — A
τὸ ὅτι τὸ φίλτρον φίλιον εἶπεν. ἢ λείπει τὸ Δία ἵν’ ᾖ· φίλιον Δία: — MNOA
λιποῦσα φίλιον: ἀντὶ τοῦ φίλτρον λιποῦσα φίλιον εἶπεν. ἢ λείπει τὸ Δία, ἵν’ ἦ φίλιον Δία, ὡς ξένιον Δία. θέλει δὲ εἰπεῖν· τὴν πρὸς σὲ διάθεσιν καταλιποῦσα ἐξεβακχεύθη: — MNOA
τὸ σὸν λιποῦσα: ἀντὶ τοῦ φίλτρον. γράφεται τὸν σὸν λιποῦσα φίλιον, ἵν’ ᾖ τὸν φίλιον· λείπει οἶκον: — A
ἐξεκώμασε: ἐξεχώρησεν ἐξωρχήσατο ἐξεβακχεύθη. εἰς αἰσχύνην μετετράπη: — MNOA
αὐθέντην δέ σε: φονέα μιαιφόνον: — MMgAAgNO
ὃς οὐδὲ τρωθείς: σημειωτέον ὅτι τρωθεὶς εἶπεν, οὐ βληθείς· καὶ
γὰρ ἐβλήθη ὑπὸ Πανδάρου. διαφέρει δὲ τὸ βληθῆναι τοῦ βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δ’ Ὀδυσεύς
: — MNOA
καὶ ἄλλως: παρὰ τὴν ἱστορίαν· πρῶτος γὰρ ὑπὸ Πανδάρου τέτρωται. εἰ μὴ ἄρα ὅτι ηὐτέλιζον τὰ τοξεύματα οἱ παλαιοί [διὸ οὐ λαμπρά γε ταῦτα ἐχόντων], οὐδὲ ἐμνήσθη: — MNOA
ὅμοι’ ἐκεῖσε: οἱ γὰρ χρώμενοι τισὶ ταχέως αὐτὰ τρίβουσιν. σὺ οὖν, φησὶ, μὴ χρησάμενος τοῖς ὅπλοις ὁποῖα ἔλαβες αὐτὰ, τοιαῦτα καὶ ἐνταῦθα κεκόμικας: — MNOA
ἐκφέρουσι γὰρ μητρῷ’ ὀνείδη: ἀντὶ τοῦ· κομίζουσιν τὰ μητρῷα βουλεύματα εἰς τοὺς γάμους: — MNOA
ἄλλως: μιμοῦνται. τὰ γὰρ ἐκ κακῶν μητέρων τέκνα ἀπομάττονταί τι τῶν μητρικῶν ὕβρεων: — A
τοῦτο καὶ σκοπεῖτέ μοι: ἀντὶ τοῦ διὰ τοῦτο. διαλέγεται δὲ πρὸς τὸ θέατρον. ὅσοι οὖν μνηστεύεσθε, λογίζεσθε καλῆς γυναικὸς παῖδα λαβεῖν: — MNOA
πρὸς τοῖσδε: τῆς κατὰ Ἰφιγένειαν ἱστορίας μέμνηται, ἣν ἐδόκει σφαγιάσαι τῇ Ἀρτέμιδι. σὺ οὖν, φησὶν, ὦ Μενέλαε, πεισθῆναι συνεβούλευσας τῷ ἀδελφῷ: — A
εὐηθεστάτως ἀνοήτως: — Mg
οὕτως ἔδεισας: οὕτως, φησὶν, ηὐλαβήθης μὴ στερηθείης τῆς κακῆς γυναικός. τὸ γὰρ μὴ οὐκ ἔχῃς ἀντὶ τοῦ· μὴ οὐκ ἔχειν σε ταύτην τοῦ λοιποῦ συμβῇ: — MNOA
ἄλλως: τὸ μὴ οὐ πρὸς τὸ ἔχεις. τινὲς ἐρωτηματικῶς, ἀντὶ τοῦ· ὡς μὴ ἔχων [πρὸς] κακὴν γυναῖκα: — MNOA
ὑπ’ ἐξουσίαν. ἑτοίμην: — MgAg
σαίνων. ἢ κολακεύων. κύνα δὲ ἀντὶ τοῦ ἀναιδῆ: — Mi
προδότιν αἰκάλλων κύνα: ἡττηθεὶς τοῖς ἀφροδισίοις. ἄμεινον
ᾠκονόμηται τοῖς περὶ Ἴβυκον
τὰ παραπλήσια ⟨τούτοις καὶ Ἴβυκος ὁ⟩ Ῥηγῖνος ἐν διθυράμβῳ φησίν: — M
τὴν κατάρρυτον καὶ κοίλην: — MgAg
φυγάδευσον ἐκκόμιζε ἄπαγε λάμβανέ σου τὴν θυγατέρα: — MA
κεκτῆσθαι ἔχειν: — M
gAg
σμικρᾶς ἀπ’ ἀρχῆς: ἐκ μικρᾶς ἀφορμῆς εἰς ἔχθραν μεγάλην
προελθεῖν: — MNg
διὰ τοῦτο: — Ng
ἐξευρίσκειν: — Mg
κατ’ ἰδίαν τὸ ὡς σοφοί. μετὰ ἐρωτήσεως δὲ καὶ ἤθους προενεκτέον. λείπει δὲ τὸ εἰσίν: — MNOA
κατὰ κοινοῦ τὸ ὡς σοφοί: — MA
ἐμοὶ δηλονότι: — MNO
ὑπὲρ Νείλου ῥοάς: ἀντὶ τοῦ· πόρρω ταύτης τῆς γῆς: — MNA
ποταμὸς Κολχίδος: — MMgNAg
κἀμὲ παρακαλεῖν ἀεί: ὥστε ἐκπέμπειν καὶ ἐκβάλλειν αὐτὴν ἐκ ταύτης τῆς γῆς: — MNA
δορίπληκτα δόρατι ἀνῃρημένα: — Mg
τοῦ φόνου μετέχουσαν: — Mg
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν: ὁμοτράπεζον. μηδόλως ὤφελες
ταύτῃ συνεσθίειν: — MNg
μεμισημένους: — Mg
ἀντὶ τοῦ· δι’ ἃ ἐγώ: — Mg
προνοούμενος καὶ σοῦ καὶ ἐμαυτοῦ: — M
ἁγὼ προνοίᾳ: δι’ ἅτινα πάντα, λέγω δὲ διὰ τὸ εἶναι ταύτην ἠπειρῶτιν καὶ διὰ τὸ εἶναι κοινωνοῦσαν τοῦ φόνου τοῦ σοῦ παιδός, μέλλων ἐγὼ αὐτὴν φονεύειν ἁρπάζομαι αὐτὴν παρὰ σοῦ ἐκ τῶν ἐμῶν χειρῶν: — A
γεννῶνται: — Mg
νήφω: — Mg
κἀκεῖνο νῦν ἄθρησον: πάλιν τῷ συνήθει τῆς φράσεως χρῆται σχήματι. ἦν δ’ ἂν οὕτως λεγόμενον ἁπλούστερον· εἰ δόντος σοῦ τινι τὴν παῖδα τὴν σὴν, ὑπ’ ἐκείνου τοιαῦτα ἔπασχες, ἠρέμεις ἄν; καὶ ἔστιν Ἀττικὴ ἡ σύνταξις. ἢ λείπει τὸ ἐτύγχανες: — MNOA
ἴδε: — Mg
λοιδορεῖς: — Mg
Ag
ἴσον ⟨γ’⟩ ἀνήρ τε καὶ γυνὴ σθένει: ταὐτὸ δύναται ἀνήρ τε καὶ
γυνὴ πρὸς τὸ ἐγκαλεῖν, γυνὴ ἀδικουμένη πρὸς ἀνδρὸς καὶ ἀνὴρ γυναῖκα
μωραίνουσαν ἐν δόμοις ἔχων. πρὸς δὲ τὸ δεύτερον ἀπήντησεν· εἰπὼν γὰρ ἀνήρ τε
καὶ γυνή ἐπήγαγεν τὸ γυνὴ ἀδικουμένη πρὸς ἀνδρός· ἀπὸ κοινοῦ γὰρ τὸ γυνή.
ὅλως δὲ ὁ νοῦς τοιοῦτος· αἱ
ἀκολασταίνουσαν πορνεύουσαν: — Mg
οἷός ⟨τ’⟩ ἐστιν ἀμύνασθαι τὴν γυναῖκα ὁ ἀνήρ· ἡ δὲ γυνὴ διὰ τὴν ἀσθένειαν τοῦ σώματος πρὸς ἄμυναν τοῦ ἀνδρὸς τῇ τῶν γονέων χρῆται προστασίᾳ: — MA
παραμυθία βοήθεια: — NO
ἡ συνήθεια ἡ πεῖρα ἡ μελέτη: — MiNOAg
οὐδ’ ἂν σὲ Φῶκον ἤθελον: ὥσπερ ἐγὼ οὐκ ἐφόνευσα τὴν Ἑλένην,
οὕτως οὐδὲ σὺ ὤφελες τὸν Φῶκον ἀνελεῖν. καὶ ὁ τὴν Ἀλκμαιωνίδα πεποιηκώς φησι
περὶ τοῦ Φώκου ἔνθα μιν ἀντίθεος Τελαμὼν τροχοειδέι δισκῷ
πλῆξε
κάρη, Πηλεὺς δὲ θοῶς ἐνὶ χειρὶ τινάξας
ἀξίνην ἐύχαλκον ἐπεπλήγει μέσα
νῶτα: — MNOA
ἄλλως: Ζεὺς συνελθὼν Αἰγίνῃ τῇ θυγατρὶ Ἀσωποῦ τοῦ ποταμοῦ γεννᾷ Αἰακόν· Αἰακὸς δὲ λαβὼν γυναῖκα Ἐνδηίδα τὴν Σκίρωνος τεκνοῖ Τελαμῶνα καὶ Πηλέα. εἶτα πάλιν μίγνυται Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν αὐτῷ καὶ τεκνοῖ ἐκ ταύτης παῖδα τὸν Φῶκον ὃν ὁ Πηλεὺς ἀνεῖλεν ἐπιβουλεύσας διὰ τὸ ἐν τοῖς ἀγῶσι διαφέροντα αὐτὸν εἶναι Πηλέως καὶ Τελαμῶνος: — A
διῆλθον εἶπον: — Mg
Ag
σοὶ μὲν ἡ γλωσσαλγία μείζων: ἡ φλυαρία, τῆς γλώσσης
παύσασθον ἤδη, λῷστα γὰρ μακρῷ τάδε: βέλτιστα συμφέροντα καλά ἐστι τὸ παύσασθαι. τὸ ἑξῆς· παύσασθον ἤδη λόγων ματαίων μακρῷ. ὁ δὲ νοῦς· παύσασθε ματαιολογοῦντες ἐν μακρῷ, τουτέστιν· ἐπὶ πολὺ ἀλλήλους ὑβρίζοντες. τοῦτο γάρ ἐστι λῷστον καὶ βέλτιστον, τὸ παύσασθαι: — MNOA
ὡς κακῶς νομίζεται: ὁ νόμος οὗτος ὡς κακῶς νενομοθέτηται καθ’ Ἑλλάδα. ὅταν γὰρ ὁ στρατὸς νικήσῃ, τότε ὁ στρατηγὸς τὴν δόξαν ἀποφέρεται: — MNOA
ὅταν τροπαῖα: τροπαῖα ἡ ἀρχαία Ἀτθὶς προπερισπωμένως: — MNO
σεμνοὶ δ’ ἐν ἀρχαῖς: σεμνοπρεπεῖς τίμιοι: — M
γράφεται οὐδένες: — Mi
εἰ τόλμα προσγένοιτο: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον.
ἐλεγχθήσονται γὰρ πολὺ δεύτεροι ὄντες οἱ μέγα φυσῶντες στρατηγοὶ καὶ
εἰ τόλμα προς γένοιτο: εἰ τόλμα καὶ βούλησις γένοιτο πρὸς ἐξέτασιν καὶ σύγκρισιν, πολλοὶ αὐτῶν εἰσι βελτίονες: — MNOA
ἄλλως: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον· τόλμα γὰρ ὁ πόλεμος, βούλευσις τὸ βουλευτήριον: — MNOA
τοῦ λέγειν: — Mg
ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι: μέγα φρονοῦντες ἐπὶ τῇ Τροίᾳ καὶ τῇ [ἐκεῖ] στρατηγίᾳ ἐκεῖ, ἐν Τροίᾳ, ἐκάθησθε: — MNOA
ἕνεκα τῶν ἐν Τροίᾳ γεγενημένων: — MNO
δείξω δ’ ἐγώ σοι: ἐγώ σε ποιήσω αὐτοῖς ἔργοις γνῶναι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσονα νομίζειν ἐχθρὸν τοῦ Πηλέως εἶναι. τὸ δὲ μὴ ἥσσονα ἀντὶ τοῦ ἴσον· καὶ ὡς ἐκεῖνον ηὐλαβήθης, οὕτως κἀμὲ εὐλαβηθήσῃ· ἴσος γάρ σοι εἰμὶ τῷ Πάριδι ἐχθρός: — MNOA
ἄλλως: παραστήσω δὲ σοὶ ἐγὼ αὐτοῖς ἔργοις μὴ ἐμὲ, τὸν Πηλέα, ἥσσονα ἐχθρὸν νομίζειν τοῦ Ἰδαίου Πάριδος. ἀντίπτωσις γάρ ἐστιν: — A
ὁ Μολοττός. ἢ ὁ Νεοπτόλεμος: — Mi
ἣ στερρὸς οὖσα μόσχος: ἀντὶ τοῦ στεῖρα, ὡς κλυτὸς Ἱπποδάμεια
: — MA
ἀλλ’ εἰ τὸ κείνης δυστυχεῖ: εἰ ἡ Ἑρμιόνη δυστυχεῖ περὶ παιδοποιΐαν, καὶ ἡμᾶς δεῖ ἄπαιδας εἶναι καὶ μὴ ἐξ ἄλλων γυναικῶν ἔχειν τέκνα: — MNOA
πρὸς τοὺς οἰκέτας τοὺς κατέχοντας τὴν Ἀνδρομάχην: — MNOAi
κούφισον αὑτήν: — M
g
λύσω ἐκκομιοῦμαι ἐκμηρύσομαι: — M
διέφθειρας: — Mg
Ag
εἰ δ’ ἀπῆν δορός: εἰ δὲ μὴ κἂν ἐκ δοκήσεως ἐνομίζεσθε πολεμικοί, οὐδὲν ἂν ἦτε ὅλως: — MNOA
μακρὰν ἦν: — Mg
NO
ὡς τῶν Λακεδαιμονίων πολεμικῶν ὄντων μὲν οὐδαμῶς, ὑπειλημμένων δέ: — MNOA
ἀντὶ τοῦ· οὐκ ἐστὲ φρόνιμοι: — MgNO
ἀνειμένον τι χρῆμα: ἀδέσποτον, ἄνεσιν ἔχον, μετ’ ἐξουσίας
ἄλλως: τινὲς πρᾷον καὶ ἡσύχιον. δυσφύλακτον δὲ ἀχαλίνωτον, ὀργῆς κρατεῖν μὴ δυνάμενον. ὁ δὲ νοῦς· γαληνὸν τὸ τῶν γερόντων γένος, ὑπὸ ὕβρεως μὴ ταραττόμενον, καὶ, φερόμενον πρὸς ὀργὴν, ἑαυτοῦ κρατεῖν ἀδύνατον: — MNOA
ἀπρονόητον, ἀδέσποτον, μὴ φυλαττόμενον ὑπ’ ὀργῆς: — MNOA
εὐκατάφορος ἕτοιμος πρόχειρος. ἢ εὐχερής: — A
ἄγαν προνωπής: προπετὴς καὶ εἰς τοὔμπροσθεν φερόμενος. τοῦτο δὲ ὑπὸ πολλῆς ὀργῆς συμβαίνει γίνεσθαι: — MNOA
ἄλλως: προνωπής ἀναιδής, παρὰ τὸ ἔμπροσθεν εἶναι τῶν ὠπῶν καὶ μὴ αἰδεῖσθαι τὸν προσδιαλεγόμενον. καὶ Ὅμηρος δὲ [προσ]ἐνώπια καλεῖ τοὺς καταντικρὺ τοίχους τῆς εἰσόδου τῆς οἰκίας: — MNOA
† ἔστι γάρ τις οὐ πρόσω: τινὲς οὕτως· ἔστι γάρ τις οὐ πρόσω, καὶ πόρρωθεν, τῆς Σπάρτης πόλις ἵνα πλεονάζῃ τὸ ἓν τις. ἕτεροι πάλιν οὕτως· ἔστι γάρ τι σοῦ πρόσω Σπάρτης πόλις τις, ἤγουν· ἔστι γὰρ πόλις τις, τῆς Σπάρτης, πρόσω σοῦ, ἤτοι ἀναγκαιοτέρα σοῦ, πρὸς ἣν ἐπείγομαι: — A
ἣ πρὸ τοῦ μὲν ἦν φίλη: ἔνιοί φασι ⟨τὸν ποιητὴν⟩ παρὰ τοὺς
χρόνους αἰνίττεσθαι τὰ Πελοποννησιακά. οὐκ ἀναγκαῖον δὲ
σώφρων καθ’ ἡμᾶς: τὸ σῶφρον καὶ παρ’ ἡμῶν ἀντιλάβῃ, καὶ ἀμειφθήσεται σωφρόνως καὶ πρεπόντως. εἰ δὲ θυμὸν ἐνδείξεται καθ’ ἡμῶν, καὶ ἡμᾶς θυμουμένους ἐφεύρῃ: — A
ἀντὶ τοῦ· σύμφωνα οἷς ποιεῖ: — Mg
σκιὰ γὰρ ἀντίστοιχος: ἡ ἀντικειμένη τοῖς σώμασιν. ἡ ὁμοία τινί ἀντὶ τοῦ ἴση: — MNOA
ἄλλως: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: — A
ἄλλως: ὥσπερ γὰρ σκιὰ οὐ δύναται ἀδικῆσαί τινα κἂν ἐξεικάζηται τοῖς φοβερωτάτοις τῶν σωμάτων, οὕτως οὐδὲ οἱ σοὶ λόγοι κἂν καταπληκτικοὶ ὦσιν. οἷον· σκιὰν ἡγοῦμαί σε καὶ τὸ μηδέν: — MNOA
καὶ ἄλλως: σκιὰ γὰρ ἀντίστοιχος: τὸ ἑξῆς· ἀδύνατος γὰρ ὢν ὡς σκιὰ ἀντίστοιχος φωνὴν ἔχεις εἰς οὐδὲν ἄλλο πλὴν εἰς τὸ φλυαρεῖν: — MNOA
ἄλλως: ἀντὶ τοῦ ἰσόστοιχος καὶ ἰσοσώματος κατὰ τὴν φαντασίαν: — MNOA
δυνατὸς δηλονότι: — Mg
ἡγοῦ: ἐπὶ τοὺς ἡμετέρους οἴκους δηλονότι: — M
εὐδίους εὐπροσδέκτους: — Mg
λείπει τέκνοις: — M
g
μὴ ἡμῖν: — MgAg
λοχησάμενοι. ἢ ἐκφοβήσαντες: — MgAg
οὐ μὴ γυναικῶν δειλόν: περιττεύει ἡ οὐ ἄρνησις.
στερεοί: — Mg
νικητήριον: — Mg
ἢ μὴ γενοίμαν: εἰς τῶν πάλαι βροτῶν αἰνίττεται. ἢ τὸ γενοίμαν ἀντὶ τοῦ γένοιτό τις: — NO
ἢ μὴ γενοίμαν: ταῦτά φησιν ὁ χορὸς ἀποτεινόμενος εἰς τὰ κατὰ τὴν Ἀνδρομάχην ὅτι, εἰ καὶ ἐδυστύχησεν, ὅμως τοῦ βασιλικοῦ γένους ⟨οὖσα⟩ οὐκ ἠπόρησεν ἐν τῇ δυστυχίᾳ: — MA
ἄλλως: οἱ μεγάλοι κἄν δυστυχήσωσιν, ἔχουσι τοὺς συμμαχοῦντας, ὡς καὶ νῦν ἡ Ἀνδρομάχη διὰ τοῦ Πηλέως ἐσώθη: — MA
ὁ χορὸς θαυμάζει τὸν Πηλέα: — Mg
μετέχων κοινωνὸς κληρονόμος: — Mg
οὐ σπάνις εὐγενέταις: εἰ γάρ τις εὐγενὴς πάσχει τι δεινόν, οὐ σπάνις αὐτῷ βοηθείας. εἰς πληθυντικὸν δὲ μετέβη ἀπὸ ἑνικοῦ: MNOA
ἀντὶ τοῦ· ὁ εὐγενὴς κἄν εἰς ταραχὴν ἔλθῃ, ὅμως εὐτυχεῖ βοηθείας: — MNOA
οὐδεμία ἔνδεια οὐδὲ χρεία: — Mg
λείπει τὸ ἐπακολουθοῦσι: — Mg
κἄν γέροντες ὦσιν οἱ ἀγαθοὶ, οὐκ ἀμαυροῦνται ὑπὸ τοῦ χρόνου: — MiNOAAg
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον: τοῦτο πρὸς τὴν
κρεῖσσον δὲ νίκαν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρ’ ὅ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβούλετο: — A
ξὺν φθόνῳ σφάλλειν: βέλτιον μὴ ἔχειν νίκην μετὰ κακοδοξίας, ἀντὶ τοῦ· βέλτιον δικαίως ἡττᾶσθαι ἤπερ θαρροῦντα βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον. τοῦτο δέ φησι διὰ τὸν Μενέλαον ἀδίκως φιλονεικήσαντα πρὸς Πηλέα καὶ αἱρούμενον κακοδοξεῖν βασκαίνοντα ἄντικρυς τῇ Ἀνδρομάχη: — MNO
παραλύειν: — Mg
γίνεται τὸ ἄδικον, τὸ ἄδοξον: — Mg
ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν: ἡδὺ τὸ νικᾶν οἵῳ δήποτε τρόπῳ· καὶ τῷ μὲν χρόνῳ αὐτὸ μαραίνεται, τουτέστιν ἡ ἐπ’ αὐτῷ ἡδονή, τὸ δ’ ἐξ αὐτοῦ ὄνειδος τοῖς οἴκοις παραμένει: — MA
ἄλλως: ἡ ἐκ τῆς τοιαύτης νίκης ἡδονὴ ἐπ’ ὀλίγον χρόνον φθάνουσα αἰώνιον αἰσχύνην καὶ ἀνεξάλειπτον ὄνειδος τοῖς κτησαμένοις αὐτὴν προστρίβεται. οἷον· οὐ δεῖ χαίρειν ἐπὶ τῇ νίκῃ, ἐὰν ἀδίκως γίνηται: — MA
τὸ λύειν τὸ δίκαιον: — M
ἐπ’ ὀνείδεσι τῶν δόμων. λείπει γὰρ ἡ ἐπί: — Mi
ταύταν ᾔνεσα: ταύτην ᾔνεσα τὴν βιοτὴν καὶ ἐν ταύτῃ θέλω φέρεσθαι, ἐν ᾗ μηδὲν ⟨ἄν⟩ ἔξω τοῦ δικαίου φεροίμην: — MA
ἄλλως: ταύτην ᾔνεσα βιοτὴν, τὴν μὴ ἔξω δηλονότι τοῦ δικαίου· καὶ ταύτην βαδίζω, ἤγουν κατὰ ταύτην ζῆν θέλω: — A
μηδὲν δίκας: ἔξω τοῦ δικαίου, παρὰ τὸ δίκαιον. οἷον· κατὰ κράτος δύνασθαι, τουτέστιν ἢ δυναστεύειν ἢ κράτος ἔχειν δυνάσθαι: — M
πολέμῳ συγκοινωνῆσαι, πολεμῆσαι: — Mi
ἐπὶ τῆς Ἀργοῦς: — M
i
Ἰλιάδα τε πόλιν: οἱ μὲν πλείους Τελαμῶνά φασι συστρατεῦσαι τῷ
Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον, ὁ δὲ Πίνδαρος καὶ Πηλέα, παρ’ οὗ ἔοικε τὴν ἱστορίαν
Εὐριπίδης λαβεῖν. λέγει δὲ ὁ Πίνδαρος οὕτως
Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψε
: — MA
μυρίοις.
πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἄμ πεδίον
καὶ μετὰ ζωστῆρας
Ἀμαζόνος ἦλθε
καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσας
εἶλε
Μήδειαν ἐν Κόλχων δόμοις
ἶνις ἀμφέβαλλεν φόνῳ: θνητὸν γὰρ ἀντὶ τῶν ἀθανάτων ἵππων λαβὼν παρὰ τοῦ Λαομέδοντος ἐπόρθησε τὴν Ἴλιον: — A
ἀπὸ κοινοῦ τὸ πείθομαί σε, ὦ Πηλεῦ: — Mi
πατρός τ’ ἐρημωθεῖσα: μετανοίᾳ συνειδήσει φροντίδι λύπῃ: — MAg
ἄλλως: ἐπιλογισμῷ. ὁ δὲ νοῦς οὕτως· καὶ τῷ λογισμῷ, οἶον ἐνθυμουμένη, ὁποῖον ἐβουλεύσατο ἔργον, φονεῦσαι θελήσασα τὴν Ἀνδρομάχην καὶ τὸν παῖδα: — MA
τὸ βουλεύσασα τῷ συννοίᾳ συναπτέον, ἀντὶ τοῦ· τῇ μετανοίᾳ βουλευσαμένη: — MA
ἀναρτῆσαι κρεμάσαι: — M
οἱ παρ’ ἡμῶν ταχθέντες εἰς τὸ φυλάττειν αὐτήν: — MA
ἀφαιρούμενοι: — MAg
ἀγχόνη τὸ σχοινίον, ἀγχονή δὲ ὀξυτόνως αὐτὸ τὸ πρᾶγμα: — MA
εἰσελθοῦσαι πορευθεῖσαι: — Mg
ἀρχαίων συνήθων. παρόσον τῶν συνήθων φίλων καταφρονοῦμεν, τοῖς δὲ ἐκ διαστήματος ἐλθοῦσι φίλοις μᾶλλον πειθόμεθα: — MNOA
μᾶλλον πεῖσαι δυνάμενοι: — M
ἔοικας, φησὶν, ἀληθῆ λέγειν· ἰδοὺ γὰρ βοῆς ἀκούομεν ἔνδον γινομένης ἐφ’ οἷς ἡμῖν ἀπήγγειλας: — MNOA
τῇ ἐπιθυμίᾳ τῷ ἔρωτι: — M
σπάραγμα τῆς κόμης διὰ τῶν χειρῶν θήσομαι καὶ κατάξυσμα διὰ τῶν ὀνύχων: — MA
διακοπτικὰ πολέμια ἐχθρά: — M
ἀμύγματα: χαράγματα ξύσματα, παρὰ τὸ ἀμύσσω. Ὅμηρος κατεμύξατο χεῖρα ἀραιήν
: — MA
ὑβρίζεις ἀφανίζεις: — MAg
τὸ κρήδεμνόν φησιν: — MgAg
ὧ κατάρατος ἐγὼ κατάρατος ἀνθρώποις: ἡ ἐπανάληψις τὸ πάθος
αὔξει τοῦ πένθους: — MAg
ἀντίτυπον καιρίαν: — MgAg
μὴ φρονοῦσαν ὡς θάνῃς: παραφρονοῦσαν, μὴ νήφουσαν. προσυπακουστέον τὸ καλῶς ἄν ἔχοι: — MA
ἄλλως: ἀλλὰ καλῶς διαπράξομαι, εἴ σε ἀφείην ὡς θάνῃς, παραφρονοῦσαν: — A
οἴμοι πότμου: οἴμοι τῆς τύχης. καὶ δύσποτμος ὁ δυστυχής: — MAg
κατὰ πόντον ἢ καθ’ ὕλαν: ἵνα θανοῦσα κατὰ πόντον ἤ κατὰ τὴν
ὕλην ἐν φροντίδι ὧ τοῖς νεκροῖς, ἀντὶ τοῦ· συναριθμηθείην
καὶ ἄλλως: ἐν φροντίδι ὦ· οἱ γὰρ νεκροὶ μέλουσι τοῖς νεκροῖς ὡς οἱ ζῶντες τοῖς ζῶσι: — MNOA
ἀντὶ τοῦ· ἢ ταχὺ ἤ βραδύ: — MN
ἔλιπες ἔλιπες: λείπει τὸ ναῦν· κατέλιπές με ὥσπερ ναῦν ἐν τῷ
αἰγιαλῷ ἐστερημένην πηδαλίου: — MNOAg
ἔλιπες ἔλιπες: κατέλιπές με, ὦ πάτερ, ⟨ὥσπερ⟩ μεμονωμένην ναῦν θαλασσίαν (λείπει γὰρ τὸ ναῦν) ἔρημον οὖσαν τῆς ἐναλίας κώπης, ἤτοι ἐστερημένην τοῦ πηδαλίου: — A
ὁρμηθῶ. ὁρμήσω: — M
i
ἢ δούλα δούλας γόνασι προσπέσω: ἆρα, φησὶν, ὡς δούλη προσπέσω τοῖς γόνασι τῆς δούλης, λέγει δὲ τῆς Ἀνδρομάχης: MNOA
κυανόπτερος ὄρνις εἴθ’ εἴην: εἴθε μετορνιθωθείην ὡς Πρόκνη καὶ Φιλομήλα (ταύτας γὰρ ἴσως αἰνίττεται), ἢ εἰς τὴν Ἀργὼ μεταβληθείην, ἵνα διαδράσω ταχέως ὅποι βούλομαι, ἔξω τῆς Φθιώτιδος γῆς: — MNOA
ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπήνεσα: οὔτε ἐκεῖνο τὸ ὑπερβάλλον τῆς ὀργῆς ἐπῄνεσα ὅτε τῇ Ἀνδρομάχῃ πολλὰ παρεσκευάζες κακά, οὔτε νῦν σε ἀποδέχομαι ἄγαν φοβουμένην: — MNOA
τὴν φιλίαν τὸ φίλτρον: — Mg
λείπει ἡ πρό, [γράψον διὰ] πορεύεται πρὸ δωμάτων: — A
μέλαθρα: κυρίως τὸ ξύλον τὸ μέσον τῆς στέγης τὸ ὑπότονον καλούμενον παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. τινὲς δὲ ἅπαντα τὸν ὄροφον ἢ τὸν οἶκον: — A
ἔρχομαι δὲ πρὸς Διός: ἐκβληθεὶς τοῦ Ἄργους Ὀρέστης ἀπῄει εἰς τὸ ἱερὸν τοῦ Διὸς τὸ ἐν τῇ Δωδώνῃ μαντευσόμενος ποίαν οἰκήσει πόλιν. ἀπιὼν οὖν ἔρχεται εἰς Φθίαν. Δίδυμος δέ φησι ψευδῆ ταῦτα εἶναι καὶ ἄπιστα: — MNOA
μαντεῖα Δωδωναῖ’: ἐπεὶ ἔστιν ἡ ὁδὸς διὰ τῆς Θεσσαλίας εἰς Δωδώνην: — MA
τηλοῦ ὄντα [τὰ] πεδία, ὅ ἐστι μακράν, καὶ κεχωρισμένα:— MNiOA
λείπει τὸ ὡς: — Mg
ὦ ναυτίλοισι χείματος: ὦ φανεὶς ἡμῖν τοῖς ναυτιλλομένοις λιμὴν ἐπὶ κλύδωνος. ἢ οὕτως· ὦ Ὀρέστα ὁ φανεὶς ἡμῖν ὡς ὁ λιμὴν τοῖς ναυτίλοις ἐν κλύδωνι: — A
λείπει τὸ ἱκετεύω: — MiNi
ἐπισκοπεῖς τύχας: ἐπισκοπεῖς ἐφορᾷς: — M
στεμμάτων δ’ οὐχ ἥσσονας: ἀντὶ τοῦ· καὶ χωρὶς ἱκετηριῶν οὖσά σε παρακαλῶ. ἐπεὶ ἔθος τοὺς δεομένους ἐλαίας κλάδους καὶ στέμματα ταῖς χερσὶν ἔχοντας δέεσθαι: — MNOA
ἥν περ μόνην γε Τυνδαρίς: Λυσίμαχος
θεραπευτά: — Mg
ὦ Φοῖβ’ ἀκέστορ: γράφεται καὶ ἀκεστῶν, ἀντὶ τοῦ ἀθεραπεύτων ἀνθρώποις, θεραπευτῶν δὲ μόνοις θεοῖς, τουτέστιν· δοίης τούτων λύσιν ἃ οὐκ ⟨ἄν⟩ ἄνθρωποι θεραπεύσειαν: — MNO
τί χρῆμα πρὸς θεῶν: τὸ ἑξῆς· τί χρῆμα κακὸν ἢ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων: — MNO
εἰς τὸ λέχος: — Mg
Ag
εὖ μ’ ὑπηγάγου: ὑπέμνησας προεκαλέσω ἠρέθισας ὑπῆλθες. σοφῶς με ὑπήγαγες, φησὶν, εἰς τὸ ὁμολογῆσαί σοι τὸ αἴτιον τῆς ταραχῆς τῶν οἴκων. ἀκριβῶς τὸ κατ’ ἐμὲ ἔγνως πάθος καὶ ἐδελέασας πρὸς τὸ εἰς λόγους σοι ἐλθεῖν καὶ διηγήσασθαι τὰ κατέχοντά με: — MNOA
τοιαῦτα ταῦτα: ἠθέλησα ἀμύνασθαι. οὐ συνείθισα ἐμαυτὴν εἰς ταῦτα: — A
ἔρραψας: ἐβουλεύσω κατεσκεύασας: — MN
ὁμόγνιον: συγγενικόν. ἀντὶ τοῦ· πρὸς ὁμογνίου Διός. ἀνεψιοὶ γὰρ Ὀρέστης καὶ Ἑρμιόνη: — MNOA
ἔφορον τοῦ γένους: — Ni
πορρωτάτω τῆς χώρας: — Mg
μονονουχὶ φωνὴν ἀφιέντες: — MiNO
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν: ἢ αἰσχρῶς ἢ ἐπ’ αἰσχροῖς ἁλοῦσαν:
— MNOAg
ἀλλ’, ἐρωτήσει τις, πῶς ταῦτα ἡμάρτανες: — MNOA
ἄλλως: λέγοι ἄν τις καὶ ἐρωτήσειεν πῶς ταῦτα ἐξημάρτανες δεδοικυῖα τὸν ἄνδρα, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ οὕτως: — MNOA
ἄλλως: ὡς ἄν τις εἴποι, πῶς οὖν ταῦτα ἐξημάρτανες, οὕτως δεδοικυῖα τὸν Νεοπτόλεμον: — MNOA
ἄλλως: πῶς οὖν ταῦτα ἐξήμαρτες, ἵν’ οὕτως αὐτὸ ἁμαρτίαν καλέσω: — A
τὸ χ ὅτι εἰς παροιμίαν μετήχθη ὁ στίχος: — MNOA
ἠπάτησαν ἀνεπτέρωσαν, τουτέστιν ἐπῆράν με καὶ ὥσπερ ἐπαφῆκάν
με ταύτῃ: — MgNOA
βλέπουσαν αὐγάς: ἀντὶ τοῦ βλεπούσης, σημαίνει δὲ τὸ ζώσης. ἢ οὕτως· οὐκ ἄν με ζῶσαν ἐκληρονόμει: — MNOA
ἐξηνεμώθην μωρίᾳ: ἀνεπτερώθην ἀνεκουφίσθην ὑψώθην ἐπήρθην: — MNOA
τί γάρ μ’ ἐχρῆν: τί γὰρ ἐφύλαττον τὸν ἄνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ, ἔχουσα παρ’ αὐτοῦ τὰ ἐπιτήδεια: — MNOA
ἡ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει: ἡ δ’ ἁμαρτοῦσα ἀνδρὸς, ὅ ἐστι διαζευχθεῖσα, συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας: — MNOA
συννοσεῖν αὑτῇ θέλει: συμπάσχειν ἑαυτῇ καὶ τὰς ἄλλας βουλεται, ἵνα μὴ μόνη ἀσχημονῇ: — MNOA
μαργότητι: ἀπληστίᾳ τοῦ λέχους· οὐ βούλονται μόναι φθείρεσθαι, ἀλλὰ καὶ ἑτέρας εἰς τὸ αὐτὸ ἁμάρτημα ἄγειν: — A
πολλαὶ δὲ μαργότητι: μανίᾳ, πορνείᾳ, ὅ ἐστιν· πορνεύσασα βούλεται πρὸς ἀπολογίαν αὑτῆς πάσας ἀσχημονεῖν: — MNOA
εἰς τὸ γυναικεῖον γένος: — MgAg
συγγνωστὰ μὲν οὖν σοὶ τάδε: διὰ τὸ ὑπὸ τῆς λύπης νικᾶσθαί σε. ἀλλ’ ὅμως τὰς γυναῖκας ἐνδέχεται περιστέλλειν καὶ κρύπτειν τὰ γυναικῶν ἐλασσώματα: — A
σοφόν τι χρῆμα: τοῦ δημιουργοῦ, λέγει δὲ τῆς φύσεως. ὁ δὲ νοῦς· σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους ἀκούειν καὶ ἐναντίων πάρα, τῶν ἀντιλεγόντων, ἀντὶ τοῦ· δύνασθαι κρίνειν τὰ παρὰ τῶν διχοστατούντων λεγόμενα. κἀγὼ γὰρ εἰδὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων τὴν ἐκ τῆς διχοστασίας γενομένην ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα, εἴτε μενεῖς εἴτε οὐ μενεῖς: — MNOA
ἄλλως: σοφὸς ὁ πρῶτος ἐπινενοηκὼς τρόπον τινὰ δι’ οὗ τὰ τῶν ἐχθρῶν γνωρίζεται· δύναται γὰρ ἡ ἐπαγωγὴ τοῦτο δηλοῦν. ἐχθρὸς δὲ ἦν τοῦ Νεοπτολέμου ὁ Ὀρέστης: — MNOA
ἄλλως: τοῖς λεγομένοις παρά τινος, φησὶν, οὐ δεῖ ἁπλῶς
πιστεύειν πρὶν ἀκούσῃς τι παρ’ αὐτοῦ τοῦ δρῶντος ἢ πάσχοντος. ἢ παρὰ τὴν
παροιμίαν· μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς
:
— MNOA
ἄλλως: σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους λόγους ἀκούειν παρὰ τῶν πέλας: — MNOA
ἄλλως: σοφὸς ἄρα ἦν ὁ διδάξας μακροθυμεῖν καὶ ⟨τὰ⟩ ὑπὸ τῶν διαφερομένων ⟨λεγόμενα⟩ ἀκούειν περὶ ἑκάστου πράγματος: — A
ἀντὶ τοῦ· ἔμενον ταῦτα φυλάσσων καὶ ἐπιτηρῶν: — MNO
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς: ἀπ’ ἐμαυτοῦ ἦλθον ἐνταῦθα
προεγνωκὼς ταῦτα, οὐ γράμματά σου δεξάμενος:MNOAg
εἰ δ’ ἐνδιδοίης: εἰ δὲ θαρσήσειάς μοι σαυτὴν, ὥσπερ καὶ [εἰς] τὸν λόγον: — MNO
ἄλλως: εἰ δὲ κἀν πράγμασί μοι θαρσήσειας σαυτὴν, ὥσπερ κἀν
λόγοις θαρρεῖς μοι σαυτήν· εἶπε γὰρ πέμψον με ἀπ’ οἴκων
τῶνδε
: MNOA
ἄλλως: εἰ δὲ κἀν πράγμασι σαυτήν μοι ἐνδοίης, ὡς καὶ ἐν λόγοις
ὑπέσχου καὶ δέδωκας· εἶπε γὰρ πέμψον μ’ ἀπ’ οἴκων τῶνδε
:
— A
κακίᾳ: — Mi
ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν: ἐπεὶ δὲ πορθήσαντι αὐτῷ τὴν Ἴλιον ἐτελείωσε τὴν ὑπόσχεσιν: — M
εἰς τὴν Ἑλλάδα δηλονότι: — MiNOA
σῷ μὲν συνέγνων πατρί: συγγνώμην ἐδίδων διὰ τὴν χρείαν: — NOA
συνεχώρησα τοῦτο. δι’ ἀνάγκην γὰρ αὐτῷ ἔδωκεν ἵνα Τροίαν ἕλῃ: τὸν A
δ’ ἐλισσόμην: ταῦτα, φησὶν, ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τὴν παῖδα, ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν, φυγὰς ὤν: — MNOA
τὸν τῆς μανίας δαίμονά φησιν: — MiNO
γήμαιμ’ ἀπ’ ἀνδρῶν: ἐκτὸς τοῦ γένους, τουτέστι ξένην: — NOA
ἔκτοθεν ⟨δ’⟩ οὐ ῥᾳδίως: καὶ γὰρ ἀνδρὸς κακῶς πράσσοντος
ἐκποδὼν φίλοι’ οὐκ ἔνεστ’ ἴσως φυγεῖν
οἰκειότητα, δᾶερ
: — MNOA
ἄλλως: τὸ ἑξῆς· ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶ φεύγων ἀπ’ οἴκων ἅς ἐγὼ φεύγω φυγάς: — MNOA
φεύγων ἀπ’ οἴκων: Μυκηναῖος γὰρ ὤν ὁ Ὀρέστης καὶ γαμῶν συγγενῆ καὶ Σπαρτιάτιδα ἐδύνατο, τὴν πατρίδα φεύγων διὰ τὸν νόμον, εἰς τὸν οἶκον τῆς γαμετῆς, ὅ ἐστιν εἰς τὴν Σπάρτην, φεύγειν καὶ μὴ ἐν ξένοις ἀλᾶσθαι: — MNOA
ῥᾷον δέ ἐστι τοῦτο, φησί. φυγὴν γὰρ εὑρεῖν εἰς οἶκον γαμετῆς [ὤν] ῥᾴδιον: — MNOA
οἷον· οὐκ ἄν τις εὕροι συγγενοῦς χρησιμώτερον ἐν καιρῷ ἀτυχίας: — MNOA
ἄλλως: ἀντὶ τοῦ· αὔταρκες καὶ ἱκανὸν εἰς ἐπικουρίαν ἐν ταῖς
συμφοραῖς. τὸ δὲ δεινόν καὶ ὁ ῥήτωρ ἀντὶ τοῦ ἱκανόν τέταχεν δεινὸς πράγμασι
χρῆσθαι
: — MNOA
οὐκ ἔστιν οὐδέν: ἀντὶ τοῦ συγγενοῦς. καὶ ἐν Βάκχαις Βρόμιος ἄναξ ἀπώλεσ’ οἰκεῖος γεγώς
: — MNO
νυμφευμάτων μὲν τῶν ἐμῶν: εἰ [τῶν] πρῴην νυμφευμάτων ⟨τῶν⟩ ἐμῶν σε ἐστέρησεν καὶ τούτῳ δέδωκεν ὁ πατὴρ ὁ ἐμός, ⟨αὐτὸς⟩ τὴν αἰτίαν ἕξει· οὐ γὰρ ἐμὸν τὸ κρίνειν, οἷον· αὐτός σοι ἀπολογήσεται: — MNOA
ἄλλως: εἰ νυμφευμάτων σε τῶν ἐμῶν ὁ πατὴρ πρὶν ἐστέρησεν, ἐκεῖνος μεριμνάτω καὶ ἀπολογείσθω σοι περὶ τούτου: — A
θάρσει γέροντος χεῖρα: διὰ τὴν χεῖρα τοῦ γέροντος θάρσει: — NOAg
θάρσει γέροντος χεῖρα: παραινεῖ αὐτῇ μὴ δίκην αἰχμαλώτου
τοία γὰρ αὐτῷ: ἐμφαίνει ὅτι προδιέθηκε τοὺς Δελφοὺς εἰς τὸν κατὰ τοῦ Νεοπτολέμου φόνον: — MNOA
πρὶν σκευασθῆναι αὐτῷ καὶ πάθος τι: — A
Πυθία: — Mg
τῶν Δελφῶν: — AMg
ὑπὲρ τοῦ πατρός: — M
g
κακῶς ὀλεῖται: ἀμφότερα, φησὶν, αὐτὸν ἀναιρήσει, πρῶτον αὐτὸς ὁ θεὸς εἰς ὅν ἠσέβησεν, εἶτα καὶ αἱ παρ’ ἐμοῦ διαβολαί διαβεβλήκει γὰρ αὐτὸν ὡς ἐπὶ πορθήσει τοῦ ναοῦ ἐληλυθότα: — MNOA
ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν: φιλεῖ πως ὁ δαίμων ἀναστρέφειν ἀεὶ τοῖς ἀνθρώποις τὰ πράγματα καὶ τοὺς ἐχθροὺς ποτὲ μέγα φρονοῦντας ὕστερον ταπεινοῦν, ὅπως μηδεὶς μηδενὸς ὑπερφρονοίη. τοῦτο δέ φησι διὰ τὸν Νεοπτόλεμον, ὅτι τότε παρακαλούμενος παραχωρῆσαι τὴν Ἑρμιόνην ὑπερεῖδεν καὶ νῦν αὐτῆς ἀποστερεῖται: MNOA
ἄλλως: τῶν γὰρ ἐχθρῶν αὐτῷ, φησὶν, ὁ θεὸς τὴν μοῖραν, ὅ ἐστι τὴν εὐμοιρίαν, καταστρέφει καὶ μέγα φρονεῖν οὐκ ἐᾷ: — MNOA
ἄλλως: τῶν ἐναντιουμένων γὰρ αὐτῷ ἀνθρώπων τὴν μοῖραν ὁ θεὸς εἰς καταστροφὴν ἄγει: ταῦτα A
εἰπὼν ἀπῆλθεν ἔχων τὴν Ἑρμιόνην: — O
ἰὼ Φοῖβε: τὸν ὑψηλὸν τόπον πυργώσας καὶ ποιήσας αὐτὸν εὐτειχῆ: — MNO
ἄλλως: ἰὼ Φοῖβε πυργώσας: βουλόμενος παραμυθήσασθαι ὁ χορὸς τὴν Ἑρμιόνην μέλλουσαν συνοικεῖν ἑτέρῳ ἀνδρὶ φησὶν ὅτι καὶ ἄλλαι τοῦτο πεπόνθασιν Ἑλληνίδες ἐξ αἰτίας τῆς κατασκαφῆς τῆς Τροίας. ἄρχεται τοίνυν ἐκ τοῦ πρώτου αἰτίου, ὅ ἐστι τῆς πορθήσεως τῆς Τροίας: MNOA
ἄλλως: ὁ χορὸς ὥσπερ ἐναντία τὰ πράγματα ὁρῶν θαυμάζει πῶς καὶ ὑπὸ τῶν θεῶν ᾠκοδομήθη ἡ Τροία καὶ ἀτίμως ἑάλω, συμπαθὼν δὲ τῇ Ἀνδρομάχῃ ὀδύρεται τὴν ἅλωσιν τῆς Τροίας: — MNOA
κυανέαις ἵπποισι: μελαίναις. ἐπὶ γὰρ ἵππων μελαινῶν λέγουσι
τὸν Ποσειδῶνα ὀχεῖσθαι διὰ τὴν χροιὰν τοῦ πελάγους. οὕτως καὶ Ὅμηρος λέγει
μέλανα πόντον καὶ κυανοχαίτην εὐλόγως τὸν Ποσειδῶνα λέγει καὶ θύουσιν αὐτῷ
παμμέλανας ταύρους
τίνος οὕνεκ’ ἄτιμον ὀργάναν χέρα: τί οὖν ὀργάναν χέρα, ἀντὶ τοῦ ἐργατικὴν χεῖρα * *: — MNO
ἄλλως: τίνος ἕνεκα τὸ τῆς χειρὸς τῆς ὑμετέρας ἔργον ἀτίμως παραδεδώκατε τῷ Ἄρει: — MNOA
ἄτιμον ἔφη ὅτι τὸν μισθὸν οὐκ ἀπέδωκεν ὁ Λαομέδων τῆς τειχοδομίας αὐτοῖς: — MNOA
ἄλλως: ὀργάναν χέρα: τινὲς τὸ χέρα ἀντὶ τοῦ χειρός καὶ τὸ τεκτοσύνας ἀντὶ τοῦ τεκτοσύνην, ἀντὶ τοῦ· ὅσα διὰ χειρῶν ἐτεκτήνασθε: — MNOA
τὸ ἔργον τὴν κατασκευήν: — Mg
τῷ πάντα διὰ δόρατος μηχανωμένῳ: — MgA
ἔθετ’ ἀστεφάνους: κακοστεφάνους. στέφανος γὰρ τοῖς ἐν πολέμῳ
νικήσασι τὸ αἷμα: — MNOAi
ἄλλως: αἷς οὐ πρόκειται στέφανος ἐν τοῖς γυμνικοῖς ἀγῶσιν: MNOAi
οἴχεται, διεφθάρη, ὁ Ἀγαμέμνων ταῖς Κλυταιμνήστρας χερσὶν αὐτή τε ἡ Κλυταιμνήστρα ἀντὶ τοῦ θανάτου τοῦ Ἀγαμέμνονος φόνον ἀλλαξαμένη πρὸς τοῦ Ὀρέστου ἀπέλαυσε τῆς οἰκείας δηλονότι κακίας: — A
φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα: ἀλλ’ οὐκ ἀτιμώρητος, φησὶν, ἔμεινεν ἡ Κλυταιμνήστρα, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεῖσα. ἀντιδοῦσα τὸν ἑαυτῆς θάνατον ὑπὲρ τοῦ φόνου τοῦ Ἀγαμέμνονος: — MNOA
μαντόσυνον: τὸ μαντικόν: — M
λείπει ἤκουσεν.
αὐτὸ, τὸ μαντόσυνον κέλευσμα δηλονότι. ἐπίτηδες δὲ παρέλειψε τὸ ἤκουσεν, ἵνα μὴ φανῇ τοιαῦτα πείθων ὁ θεός: — MNOA
αὐτὸ, μαντόσυνον κέλευσμα: — Mg
ὦ δαῖμον, ὦ Φοῖβε: τὸ ὦ δαῖμον ὁ χορὸς θαυμάζων ἀνεφώνησεν εἰ Ἀπόλλων τοῦτο προσέταξεν: — MNOA
πῶς πείθομαι τοῦτο εἰρῆσθαι παρὰ σοῦ: —
MNOAg
πολλαὶ δ’ ἀν’ Ἑλλάνων: ἴδοις ἄν, φησὶ, κατὰ τὴν Ἑλλάδα συνεχεῖς θρήνους γινομένους περὶ τῶν κατὰ τὴν Ἴλιον ἀπολωλότων. θέλει δὲ εἰπεῖν ὅτι μία πρόφασις ὀλέθρου γέγονεν [αἰτία] Ἕλλησί τε καὶ βαρβάροις: — MNOA
ἀνὰ τὰς ἀγορὰς τῶν Ἑλλήνων: — NO
ἄλλως: βούλεται εἰπεῖν ὅτι οὐ μόνον ἡ Ἴλιος ἀλλὰ καὶ ἡ Ἑλλὰς ἐδυστύχησεν: — MNOA
δυστάνων τοκέων ἄλοχοι: τοκέων ἀνδρῶν, νυμφίων, τῶν ἤδη
πατέρων γενομένων παρὰ ταῖς ἰδίαις γυναιξί. καὶ αὐτοὶ γοῦν ἀπολοφυρόμενοι
τὰς οἰκείας οὐ μόνον γαμετὰς, ἀλλὰ καὶ παῖδας ἐπόθουν, παρὰ τὸ Ὁμηρικὸν αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα
.
ἐὰν δὲ ᾖ ἡ γραφὴ τεκέων, λείπει τὸ ἕνεκεν, ἄλοχοι δὲ ἀντὶ τοῦ γυναῖκες
ἁπλῶς: — MNOA
ἐκ δ’ ἔλειπον οἴκους: ἀπὸ κοινοῦ τὸ πολλαί: — MNOAg
καὶ ἄλλως: ἐκ δ’ ἔλειπον οἴκους πολλαὶ καὶ ἄλλους ἐγάμησαν διὰ
τὸ τοὺς προτέρους ἄνδρας τεθνηκέναι: — MNOAg
οὐ σὺ, φησὶ, μόνη ἐξέπεσες τῆς ἐκ θεῶν εὐτυχίας οὐδὲ μόνοι οἱ συγγενεῖς: — MNO
δύσφρονες: αἱ δυσυπομόνητοι ἐπεγένοντο θλίψεις: — A
τὸ φίλοις ἀντὶ τοῦ· οὐδὲ μόνοις τοῖς φίλοις σου: — NOA
τοῦτο καθ’ ἑαυτὸ ἀπολύτως ἀναγνωστέον: — MNOA
μεγάλην, φησὶ, νόσον καὶ ἡ Ἑλλὰς ὑπέμεινεν, τὴν τῆς Ἑλένης λαγνείαν ἥτις διαβᾶσα ἄχρι τῆς Φρυγίας θρήνους καὶ συμφορὰς ἀπειργάσατο: — MNOA
οὐκ ἀκριβῆ: — Mg
ὅτι τὰ οἰκήματα ἐκλιποῦσα φρούδη γέγονεν ἡ Ἑρμιόνη: — MgA
οὐ πρέπει κρύπτειν τὸ συμβὰν ἡμῖν κακόν· λέγει δὲ τὴν φυγὴν τῆς Ἑρμιόνης: — NOA
τῷ φόβῳ τῷ ὑπὲρ τῆς αἰχμαλώτιδος: — NAg
καὶ τἀνθάδ’ ὄντα: ἀντὶ τοῦ· Νεοπτολέμῳ ὥστε φυλάξασθαι: — NOAg
ὡς ἀεί τι ἡ ψυχὴ προσδοκᾷ: — Mg
οὐδέν εἰμ’, ἀπωλόμην: ἐγκαλεῖ Δίδυμος καὶ εὐεπίληπτόν φησι τὸ
αὐτὸν ἐν πάθει ὄντα λέγειν οὐδέν εἰμι, φρούδη μὲν αὐδή παρὰ τὸ Ὁμηρικὸν δὴν δέ μιν ἀμφασίη ἐπέων λάβεν
. ἀλλ’
ἐκεῖ οὐκ αὐτὸς ὁ πάσχων φησὶν, ἀλλ’ ἕτερος περὶ αὐτοῦ: —
NOA
φροῦδα δ’ ἄρθρα μου κάτω: ἀντὶ τοῦ· ἀφανής εἰμι καὶ εἰς Ἅιδου βαδίζω: — A
κάτω: παρὰ τοῖς κατοιχομένοις: — N
χρήζεις, τὸ πραχθέν: τὸ ἑξῆς· ἄκουσον ⟨τὸ⟩ πραχθὲν ἀνορθώσας τὸ σὸν σῶμα, εἴ τι δύνασαι εἰς ἐκδίκησιν αὐτοῦ πρᾶξαι: — NO10
μόνου παιδός: τοῦ μονογενοῦς ἐμοῦ παιδὸς ὁ μονογενὴς παῖς πῶς ἀπώλετο λέγε: τὸ A
ἑξῆς· τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους ἐξεπίμπλαμεν θεωροῦντες τὰ ἐν τῷ ἱερῷ: — NOA
εἰς δὲ συστάσεις: ἀθροίσεις. συστάσεις καὶ κύκλους ἐκ παραλλήλου τὰ συνέδριά φησιν: — NOA
ὁρᾶτε τοῦτον, ὅς: ὁρᾶτε τοῦτον καὶ δεύτερον παρόντα ἐφ’ οἷς καὶ πάρος, ὅ ἐστιν· ὥσπερ ἦλθε πολέμιος τότε, οὕτω καὶ νῦν: — NOA
χρυσοῦ γέμοντα: ὡς εἰς ἄσυλον γὰρ [βροτῶν] ἱερὸν ἐκεῖ παρετίθεντο τὰ χρήματα ἑαυτῶν πολλοί: — NOA
ἀρχαί τ’ ἐπληροῦντο: τὰ ἀρχεῖα, τινὲς δὲ πλεονάζειν φασὶ τὸ δεύτερον τὲ, ἵν’ ᾖ· τὰ ἀρχεῖα ἐπληροῦντο εἰς τὸ βουλεύεσθαι: — NOA
ἄλλως: οἱ προέχοντες δὲ ἤρχοντο εἰς τοὺς τόπους καθ’ οὕς αἱ βουλαὶ ἐγίνοντο: — A
ἰδίᾳ θ’ ὅσοι: καὶ πάλιν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων φρουρὰς ἐτίθεντο καὶ φύλακας οἱ τῶν τοῦ θεοῦ χρημάτων προιστάμενοι: A
παιδεύματ’: τὰ βουλεύματα τούτων οὐ γινώσκοντες: — A
παιδεύματ’ οὐδέν: τινὲς, ἃ πρὸς παίδευσιν ἑαυτῶν καὶ σωφρονισμὸν ἤγομεν τῷ θεῷ. ἢ τὰ θρέμματα: — NOA
σὺν προξένοισι: τοῖς φίλοις. πρόξενοι γάρ εἰσιν οἱ ἐπὶ ξένης φίλοι. ὡς τοῦ Νεοπτολέμου ἀπὸ τῆς πρώτης ἐπιδημίας φίλους ἔχοντος ἐκεῖσε: — NOA
θεῷ κατευξώμεσθα: ὡς ἔθος ἔχοντος τοῦ ἱερέως εὔχεσθαι ὑπὲρ τῶν θυομένων: — NO
κἀνταῦθ’ Ὀρέστου: ταῦτα, φησὶν, εἰπόντος τοῦ δεσπότου οὐδεὶς ἐπίστευσεν, ἀλλ’ ἴσχυσεν ἡ διαβολὴ Ὀρέστου: — NOA
ἥκων ἐπ’ αἰσχροῖς: δοὺς τοῖς ἱερεῦσι τὰ ἱερεῖα εἰσῆλθεν εὔξασθαι πρὸ τῶν θυσιῶν: — NOA
εὔξαιτο Φοίβῳ: ἔτυχε παρεῖναι τὸν Νεοπτόλεμον θυσίας ἐπιτελούμενον: — NO
χωρεῖ δὲ πρύμναν: ὅ ἐστιν· εἰς τοὐπίσω ἀνεπόδισεν μὴ δοὺς τὰ
νῶτα, ἀλλὰ πρὸς τοὺς ἐναντίους ὁρῶν. τοῦτο δὲ καὶ Θουκυδίδης φησὶ πρύμναν ἐκρούοντο
, ὅταν μὴ μεταβαλλόμενοι
φεύγωσιν, ἀλλ’ ἀντίοι ὄντες ἀναχωρήσωσιν: — MNOA
οὐ γὰρ εἰς καιρὸν τυπείς: ἀντὶ τοῦ· οὐκ ἐν καιρίῳ τόπῳ. Ὅμηρος οὐκ ἐν καιρίῳ ὀξὺ πάγη
: — MNOA
καὶ παραστάδος κρεμαστὰ τεύχη: παραστάδας λέγει νῦν τοὺς μετὰ τὴν εἴσοδον ἑκατέρωθεν παρισταμένους τοίχους: — MNOA
ἄλλως: ἀπὸ τῶν θυρῶν ἢ τοῦ κρεμαστά. ἐν γὰρ ταῖς εἰσόδοις ἐκρέμαντο: — A
πασσάλων καθαρπάσας: καὶ ἐκ τῶν πασσάλων τῶν τῆς παραστάδος κρεμάμενα ὅπλα ἁρπάσας: — MNOA
καὶ φυλάσσετ’ ἐμβολάς: τὰς βολάς. ἢ τὰς ὁρμὰς τῶν βελῶν: — MNO
ἀντὶ τοῦ ἤνυεν: — M
g
οἰστοὶ, μεσάγκυλ’: εἴδη ἀκοντίων ἐν μέσῳ σπάρτῳ δεδεμένων ἥν κατέχοντες ἠφίεσαν. ἔστιν οὖν ἀντίθετον τῷ ἀμφώβολοι: — MNOA
ἔκλυτοί τ’ ἀμφώβολοι: ὁ νοῦς· ἐρρίπτοντο δὲ πρὸ τῶν ποδῶν αὐτοῦ καὶ ⟨ἀμφώβολοι⟩ σφαγεῖς βουπόροι, ὅ ἐστιν· ὀβελίσκοι σφάττειν δυνάμενοι, ἑκατέρωθεν ὀξύτατοι. τὸ δὲ ἔκλυτοι ὡς πρὸς τὰ μεσάγκυλα: — MNOA
ἄλλως: ἔκλυτοι: εἴδη ἀκοντίων τριαινοειδῶν. οὕτω δὲ λέγεται ὡς πρὸς τὰ μεσάγκυλα ἃ δέδεται κατὰ μέσον σπάρτῳ: — MNOA
σφαγῆς: ἀντὶ τοῦ διὰ σφαγῆς, ὥστε ἐμποιῆσαι σφαγήν: — MNOA
πυρρίχας: ὀρχήσεις πολεμικὰς ἐνοπλίους: — MA
τὸ Τρωικὸν πήδημα: ὁποῖον ἐν τῇ Τροίᾳ ἐπήδησεν ὁ Ἀχιλλεύς. οἱ γὰρ συντεταχότες τὰ Τρωικὰ λέγουσιν ὡς τόπος ἐστὶν ἐν Τροίᾳ καλούμενος Ἀχιλλέως πήδημα ὅπερ ἀπὸ τῆς νεὼς ἐπήδησεν. οὕτως δὲ, φησὶ, βίᾳ ἥλατο ὡς καὶ ὕδωρ ἀναδοθῆναι: — MNOA
τὸ ἑξῆς· δύσφημος κραυγή: — A
πρὶν δή τις ἀδύτων: ἕως τὶς. κατὰ τὸ σιωπώμενον σεμνῶς τὸν
θεὸν ᾐνίξατο: — MNOAg
Μαχαιρέα φασὶν αὐτὸν καλεῖσθαι: — M
τίς οὐ πέτρον: τοῦτο ⟨παρὰ τὸ⟩ Ὁμηρικὸν ὀδ’ ἄρα οἷ τις ἀνουτητί γε παρέστη
: — MNO
τῷ τάφῳ τῆς γῆς: — M
ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακὸς, παλαιὰ νείκη: πρὸς
αἰτιατικὴν τὸ ἐμνημόνευσεν ὡς τῆμος
ἄρ’ ὑλοτομεῖν μεμνημένος ὥριον ἔργον
καὶ πολλαχοῦ εὑρήσεις παρὰ ποιηταῖς
συντασσόμενον αἰτιατικῇ τὸ μέμνημαι: — MNOA
εἰς ἓν μοίρας συνέκυρσας: συνῆλθες, τουτέστι· συνεδυστύχησας αὐτῷ: — MNOA
εἰς ἕν: εἰς ταὐτὸ τῆς κακομοιρίας ἔτυχες: — MNOA
ἄλλως: εἰς τὸ αὐτὸ τῆς κακομοιρίας καὶ δυστυχίας συνῆλθες, ἤτοι ἐπ’ ἴσης τῷ Νεοπτολέμῳ τῆς κακομοιρίας πεπείρασαι: — A
ὅτι τὴν χώραν πόλιν ὠνόμασεν: — MiNOAg
γράφεται ἤπαφε: — A
g
οὗτός τ’ ἄν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον: μειζόνως ἄν ἐδοξάσθη ὡς ἐκ τοιούτων ἀνδρῶν ἀνῃρημένος ἐν παρατάξει σύ τε εὐτυχέστερον ἀπήλλαξας κερδαίνων τὴν εὔκλειαν τοῦ ἐκγόνου: — MNOA
ὦ παῖ: ὦ ἐμὸν τέκνον, μὴ ὤφελε τὸ δυσώνυμον γένος τῶν σῶν λεχέων, ὅ ἐστι τῆς Ἑρμιόνης, εἰς τέκνα καὶ δόμους ἀμφιβαλέσθαι Ἀίδαν ἐπὶ σοὶ, τουτέστιν παιδοποιίας χάριν ἀποκτεῖναί σε: — MNOA
τὸ ὑπερβατὸν οὕτως· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης ἀμφιβαλέσθαι κατὰ σοῦ Ἀίδην ἕνεκα λεχέων σου: — MNOA
ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου ⟨γένος⟩ ἐπ’ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην. ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ θανάτου στερήσῃ: — MNOA
ἄλλως: εἴθε, φησὶ, τὸ ἐμὸν γένος μήποτε τῶν λεχέων τῆς Ἑρμιόνης ὤφελεν ἐπιδικάσασθαι ὡς τέκνα ἐξ αὐτῆς καὶ γένος δυσώνυμον εἰς τοὺς δόμους καταλιπεῖν, οἷον· μήποτέ σοι ὤφελεν γεγαμῆσθαι ἡ Ἑρμιόνη: — MNOA
Ἀίδαν ἐπὶ σοὶ τέκνον: αὐτὴν τὴν Ἑρμιόνην. ἢ τὴν Ἑρμιόνην τὴν ἐπὶ σοὶ Ἀίδην γενομένην, ἐπειδὴ δι’ αὐτὴν ἐπεβουλεύθη ὑπὸ Ὀρέστου: — MNA
μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ: μηδὲ ὤφελεν ὁ Νεοπτόλεμος ἐπὶ τῇ φονίῳ τοξοσύνῃ τοῦ Ἀπόλλωνος πατρὸς αἷμα εἰς θεὸν ἀνάψαι ἄνθρωπος ὤν, ὅ ἐστιν· ὦ Νεοπτόλεμε ἐκ Διὸς κατάγων τὸ γένος, μὴ ὤφελες ἀναθεῖναι τὴν αἰτίαν τοῦ φόνου τοῦ σοῦ πατρὸς τῷ Ἀπόλλωνι ἵνα τὸ αἷμα καὶ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ φόνου ἀκούηται: — MNOA
ἄλλως: μηδὲ ἐπὶ τῇ τοξείᾳ τοῦ Φοίβου τῇ φονικῇ τοῦ σοῦ πατρὸς Ἀχιλλέως. ὤφελ’ ἀπὸ κοινοῦ: — A
διάδοχα τάλας ἐγώ: κατὰ διαδοχὴν ὁ τάλας δακρύω. μετὰ γὰρ Ἀχιλλέα δακρύει Νεοπτόλεμον: — A
ἐμῷ κάρα: οὕτως ἡ γραφή· οὐ γὰρ προσγραπτέον τὸ ι. ἔστι γὰρ ἐξ ἀποκοπῆς τοῦ κάρηνον, ὅπερ κατὰ πᾶσαν πτῶσιν ἀποκόπτεται, τὸ κάρηνον τὸ κάρα, τοῦ καρήνου τοῦ κάρα, τῷ καρήνῳ τῷ κάρα, τὸ κάρηνον τὸ κάρα, ὦ κάρηνον ὦ κάρα: — MNOA
ὦ πόλις διπλῶν τέκνων μ’ ἐστέρησεν: τὴν Ἴλιον οἰωνιζόμενος ἀνακαλεῖ, ἐπεὶ προιστάμενος αὐτῆς Ἀπόλλων Ἀχιλλέα καὶ Νεοπτόλεμον ἀνεῖλεν: — MNOA
ἀμπτάμενα: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· ἀμπτάμενα πάντα ἐπάρματι μετεώρῳ πόρρω φροῦδα κεῖται: — MNOA
κόμπῳ μεταρσίῳ: ἐπάρματι μετεώρῳ: — MNOAg
ἄλλως: ἀνυψωθέντα τὰ περὶ ἐμὲ πρῴην ἐν μεταρσίῳ δόξῃ, φροῦδα νῦν πάντα κεῖται: — A
φροῦδα πάντα κεῖται: λείπει τὸ ἐν τῷ παρελθόντι χρόνῳ. θέλει δὲ εἰπεῖν ὅτι τὰ μὲν τῆς εὐτυχίας παρῆλθεν, τὰ δὲ παρόντα βαρύνει: — MNOA
καὶ Ὅμηρὸς
διοδεύων: — Mg
Ag
θάψον πορεύσας: ὅτι μὲν ἐν Δελφοῖς ὁ Νεοπτόλεμος τέθαπται, καὶ
Φερεκύδης
φόνον βίαιον: ἵνα ὄνειδος τοῖς Δελφοῖς ἀπαγγέλλῃ ὁ τάφος τὸν φόνον τὸν βίαιον: — MNOA
Ἑλένῳ συναλλαχθεῖσαν: ἀντὶ τοῦ· πρὸς γάμον συναφθεῖσαν. ἐν τῇ Τροίᾳ γὰρ αὐτομολήσας Ἕλενος πρὸς τὸν Νεοπτόλεμον συναπῆλθεν αὐτῷ εἰς τὴν Ἑλλάδα: — MNOA
εὐναίοις γάμοις: τοῖς νομίμοις. ἀπηνέχθη δὲ εἰς Ἑλλάδα Ἕλενος μετὰ τὴν Ἰλίου πόρθησιν: — MNOA
ἴσως ὡς μάντεως φανέντος **: — MNOA
ἀπὸ κοινοῦ τὸ Μολοσσίαν γῆν χρὴ κατοικῆσαι: MNO
Μολοσσίαν: ἔστι δὲ ἡ Μολοσσία χώρα ⟨τῆς Ἠπείρου⟩: — Mi
θεὰ γεγῶσα: ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων οὐ φέρεται ὁ ἴαμβος
οὗτος: — MNOAg
ξηρὸν ἐκ πόντου πόδα: προνοίας θείας ἐστὶ σημεῖον τὸ διὰ θαλάσσης ὁδεύοντα μὴ τέγγειν τοὺς πόδας: — MNOA
Λευκὴν κατ’ ἀκτὴν ἐντός: Λευκὴν νῆσον, ἐν ᾗ διέτριβεν ὁ
Ἀχιλλεὺς, μεταξὺ τοῦ Εὐξείνου πόντου· ὅθεν καὶ οἱ Ἀχίλλειοι δρόμοι, περὶ ὧν
ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις
ἐλθὼν παλαιᾶς χοιράδος: χοιρὰς πᾶσα πέτρα ἐξέχουσα καὶ
περικλυζομένη θαλάσσῃ. πέτραν οὖν φασί τινα σπήλαιον ἔχουσαν
ἄλλως: τόπος ὅπου τὴν ἀρχὴν ὁ Πηλεὺς τὴν Θέτιν ἥρπασεν εἰς σηπίαν μεταβληθεῖσαν: — A
τὸν ἀποκομιστήν σου, τὸν ἀποκομιοῦντά σε εἰς τὸν βυθὸν ἐπὶ τῷ συνοικεῖν μοι: — MNO
ὦ δέσποινα: — Mg
ὦ πότνι’ ὦ γενναῖα: τὸ ἑξῆς· ὦ πότνια, Νηρέως γένεθλον, χαῖρε· ὥστε τὸ ὦ γενναῖα συγκοιμήματα κατὰ ἀναφώνησιν ἰδίαν ἐξενήνεκται, ὅ ἐστιν· ὦ εὐγενῆ συγκοιμήματα: — MNOA
μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις: τὰ λέκτρα δηλονότι. οἱ ἐξ εὐγενῶν γαμοῦντες οὔποτ’ ἄν πράξειαν ἐκ θεῶν κακῶς: MNO
πολλαὶ μορφαὶ τῶν δαιμονίων: ταῦτα εἴωθεν ὁ ποιητὴς λέγειν διὰ τὰ ἐν τοῖς δράμασιν ἐκ παραδόξου συμβαίνοντα, ὡς καὶ ἐνταῦθα παράδοξον τὸ Ἑρμιόνην γαμηθῆναι Ὀρέστῃ καὶ εἰς Μολοσσοὺς ἀπελθεῖν Ἀνδρομάχην μέλλουσαν ἀποθανεῖν καὶ Νεοπτόλεμον πρότερον μὲν μὴ ἀποθανεῖν δίκας αἰτοῦντα τὸν θεόν, νῦν δὲ θυσίας ἐπιτελοῦντα ἐπὶ μετανοίᾳ ἐξιλεούμενόν τε τὸν θεὸν ἐπιβουλευθῆναι: — MNOA
Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς δι’ ὅλης ⟨νυκτὸς⟩
πυρὰ καίειν εὐλαβήθη μὴ φύγωσιν. ἐξοπλίζειν δὲ διεγνωκὼς τὰς δυνάμεις
μετενόησεν, Αἰνείου συμβουλεύσαντος ἡσυχάζειν, κατάσκοπον δὲ πέμψαντα δι’
ἐκείνου τὴν ἀλήθειαν ἱστορῆσαι. Δόλωνος δὲ πρὸς τὴν χρείαν ὑπακούσαντος
ἐκπέμπεσθαι * * τόπον εἰς τὴν παρεμβολὴν ἀφώρισεν αὐτῷ. ἐπιφανέντες δὲ οἱ
περὶ τὸν Ὀδυσσέα, Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες
σκηνὴν πάλιν ὑπέστρεφον, οὐχ εὑρόντες τὸν στρατηγόν. οὕς Ἀθηνᾶ ἐπιφανεῖσα
κατέσχεν καὶ τὸν μὲν Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξεν·
τὸν γὰρ ἐκ τούτου κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτοις
δὲ ἐπιφανεὶς Ἀλέξανδρος ἐπίστασθαί ⟨φησι⟩ πολεμίων παρουσίαν, ἐξαπατηθεὶς δὲ
ὑπὸ Ἀθηνᾶς ὡς δῆθεν ὑπὸ Ἀφροδίτης ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην
φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν. καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθ’ ὅλον ἦλθε
τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος ἵνα αὐτὸς πυνθάνηται τῶν πεπραγμένων,
τετρωμένος ὁ τοῦ Ῥήσου ἐπιμελητὴς δι’ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον
γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος
τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι·
τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκαλίαις
ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη
τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος
ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως· * * νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος
καὶ ⟨τ.ἑ.⟩ καὶ ἐν
ἐνίοις δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος, πεζὸς πάνυ καὶ οὐ
πρέπων Εὐριπίδῃ· καὶ τάχα ἄν τινες τῶν ὑποκριτῶν διεσκευακότες εἶεν αὐτόν.
ἔχει δὲ οὕτως· ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος,
Παλλὰς,
τί δρῶμεν: οὐκ ἐχρῆν ἡμᾶς ἔτι
μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματι.
νῦν
γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορός,
λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.
ἐμοὶ
γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος,
ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν
κάλλει
προήκειν τῆς ἐμῆς εὐμορφίας
καὶ
σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
Πριάμου,
βίᾳ πρόρριζον ἐκτετριμμένην: — AHC
Ἀριστοφάνους: Ῥῆσος παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς στρατευομένων τῶν Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι τοῖς Ἕλλησιν κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀνείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος.
ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ. ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων Τρωικῶν οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν: — AHC
βᾶθι πρὸς εὐνάς: βᾶθι ἀντὶ τοῦ βῶμεν: —
βᾶθι πρὸς εὐνάς: ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φασιν: —
τίς ὑπασπιστῶν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, ⟨ὁ⟩ σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸν παντὸς ὁπλίτου: —
οἵ τετράμοιρον: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν
νύκτα. Ὅμηρος [δὲ] ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’
ἄστρα βεβήκει
. Στησίχορος Μυσῶν τ’
ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν.
ἡ μὲν γὰρ Κιλικία ἐν τοῖς ἔμπροσθεν
μέρεσι τῆς Τροίας κεῖται, ὁ δὲ Ζεὺς ἀπεστραμμένος ὁρᾷ Μυσούς. [οἱ γὰρ
τραγικοὶ Κίλικας οὐκ ἴσασι τούτους, ἀλλὰ τοὺς ἐν Ταύρῳ ᾠκηκότας.] πῶς δὲ τῶν
δύο ἐθνῶν μία ἦν ἡ φυλακή: ἄμεινον οὖν τὸ νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος
ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώκασι τὴν δευτέραν τοῖς
Κίλιξιν· ἐξ ὧν ⟨δ’⟩ ἐπιφέρουσιν οἱ Τρῶες Μυσοὶ δὲ ἡμᾶς δῆλον ὅτι οἱ Μυσοὶ
τὴν τρίτην φυλακὴν εἶχον, μεθ’ οὕς οἱ Τρῶες τὴν τετάρτην. διό φασιν οἳ
τετράμοιρον νυκτὸς φυλακήν, οἵτινες τοὺς Λυκίους ⟨τὴν⟩ πέμπτην ἐγείρουσιν: —
ἄλλως: τετράμοιρον: τὴν τετάρτην μοῖραν τῶν φυλακῶν οἱ Τρῶες εἶχον. ὁ δὲ πᾶς λόγος τοιοῦτός ἐστι· δεξάσθωσαν παρ’ ἡμῶν, φησὶ, τὴν νέαν καὶ πρόσφατον κληδόνα, οἵτινες φυλάσσοντες τὴν τετάρτην φυλακὴν προκαθήμεθα: —
λῦσον βλεφάρων: ἀντὶ τοῦ· διυπνίσθητι. γοργωπόν δὲ τὴν φοβερὰν καὶ καταπληκτικήν: —
ἢ τὸν Εὐρώπας: παρ’ Ὅμηρον ἱστορεῖ Εὐρώπης εἶναι τὸν
Σαρπηδόνα. ὁ δὲ Ἡσίοδος Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἀπῄει περὶ
ἀθήνας. καὶ ἐπυνθάνετο Εὐρώπην ἄρχειν ἐν τῇ Θρᾴκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν
κατ’ ἀντιπέραν ἤπειρον. καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων Εὐρώπη [τοῦ ἀνδρὸς
ἀπολειφθεῖσα], οὐχ ἡ Φοίνικος. ἀλλ’ ἐπιχωρία τις γυνὴ ⟨τοῦ ἀνδρὸς
ἀπολειφθεῖσα⟩, ἀφ’ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη
κέκληται
: —
ἀλλ’ ἦ Κρονίου Πανός: τὸν ⟨Πᾶ⟩να οἱ μὲν Πηνελόπης
[παρὰ δὲ] τὴν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς
ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς Νύμφαις συρίζει, ὡς
καὶ Ὀδυσσεύς ὥς τέ με κουράων
ἀμφήλυθε θῆλυς ἀυτὴ Νυμφάων, αἵ ἔχουσ’ ὀρέων αἰπεινὰ κάρηνα
: —
ἄλλως: [περὶ] τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν
αἰτίαν ἐκτίθησι ταύτην· τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ
ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων ⟨οὖν⟩ καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς
: —
τὸ χ ὅτι συνθέτως ἀναγινώσκεται καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδειος ὁ στίχος: — mg. int.
διιπετῆ δὲ νεῶν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς· ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις συνεχεῖς ταῖς λαμπάσιν ὥσπερ ⟨ὁ⟩ ἐκ Διὸς συνεχὴς ὄμβρος: —
σαίνει μ’ ἔννυχος: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυκτωρία. φρυκτωρία δὲ ἢ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία: —
θυοσκόων: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον σκοπούντων: —
ἁπλοῦς: τὸ ἑξῆς· ἁπλοῦς μῦθος ἐπ’ ἐχθροῖς ὁπλίζειν χέρα: —
εἴθ’ ἦσθ’ ἀνὴρ εὔβουλος: ἔμπαλιν ὁ Σοφοκλῆς εἴθ’ ἦσθα σώφρων
ἔργα τοῖς λόγοις ἴσα
: —
ἐξήρθης: ἀνεπτερώθης ἠγέρθης. τὸ ἑξῆς· ὅστις πυρὸς
ἀποινᾶσθαι θέλεις: ἄποινα λέγεται τὰ λύτρα. Ὅμηρος
ἐξ ἀφθίτων γάρ: παρ’ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν. φησὶ γάρ ἀθάνατοί τε γάρ εἰσιν
: —
βάσιν τε χερσί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους·
οὐδὲ γὰρ Ὅμηρος
σωθήσομαί τε: τὸ ἑξῆς· σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων: —
Ἀχαιὸν Ἄρη: ὅτι θηλυκῶς. Ὅμηρος Ξάνθον καὶ Βαλίον
καὶ Ποσειδάων δὲ πόρ’ αὐτούς
. διὸ τὸ χ: —
τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταστάσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ πόλις: — mg. int.
ἔστι Φρυγῶν τις: ἐπεὶ κωμῳδοῦνται οἱ Φρύγες ὡς δειλοί, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων: —
ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς ἔσχατος Μυσῶν
παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζ’ ὁρᾶν τὸν
υἱὸν ἐκπλέονθ’ ὁρῶν
καὶ Μένανδρος εἰ μὴ γαμεῖς γὰρ. ἔσχατον νόμιζέ με [Φρυγῶν] Μυσῶν
.
κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων
ὅς ἐμὰν συμμαχίαν: ὁ τὴν ἐμὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων. πρὸς Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς λόγου ἄξιος. οἷον· Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ἢ ἀδόκιμος παρὰ τὴν παροιμίαν. ἢ οὕτως· ἔστι δὲ θάρσος ἄκρον καὶ ἐκ τῶν Μυσῶν πρὸς τοὺς ἀτιμάζοντας τὴν ἐμὴν συμμαχίαν καὶ εὐτελιζοντας: —
πρὶν δὴ δι’ ὤτων: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν: —
ἔλαμπε, Γοργὼν δ’ ὡς: ἡ Γοργὼν ἐπέκειτο τοῖς μετώποις τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀποτελοῦσα: —
πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα,
καθάπερ φησὶν Ἀριστοτέλης ἐν τῇ Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως διελὼν δὲ τὴν
πολιτείαν * * Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους ἱππέας μὲν
τεσσαράκοντα, πελταστὰς δὲ ὀγδοήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα
⟨οὐδ’⟩ ἐπίχαλκος ⟨οὐδὲ βοὸς, ἀλλ’ οἰὸς ἤ⟩ αἰγὸς δέρματι περιτεταμένη. καὶ
τρί’ ἀκόντια καὶ μικρὸν δόρυ πάντες ἐφόρουν ὅ σχέδιον ἐκαλεῖτο
: —
ἕρπει κατάντης: κατήφορος, οὐ ταλαίπωρος, καὶ εὐπετής.
ὡσανεὶ ἔλεγεν· οὐ προσάντης οὐδὲ δύσβατος: —
ἡνίκ’ ἐξώστης Ἄρης: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον. τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ πρὸ τοῦ ἄστεος καθήμενος: —
σύ τ’ εὖ παραινεῖς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει: —
Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα ἄλλων
τροφὸν τοῦ Διὸς φασκόντων * * ἔστι δὲ καὶ ἐν τῇ Ἀσίᾳ σὲ δ’ ἐκοίμισεν Ἀδράστεια λίκνῳ ἐνὶ χρυσέῳ.
]
ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν, ⟨ἥν⟩ οἱ μὲν Ὠκεανοῦ
φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι
τῆς Ἀττικῆς: —
ἥκεις, ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος ἦν παῖς.
Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τῷ *
Μακεδονικῶν ἱστοριῶν γράφων οὕτως εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον [τοῦτον] Κλειὼ τὴν θεὸν
ὑπὸ τοῦ Στρυμόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν ⟨ἁρπασθεῖσαν⟩ νυμφευθῆναι
τεκνῶσαί
τε τὸν Ῥῆσον
καὶ μετ’ ὀλίγον· ἔστιν ἱερὸν τῆς
Κλειοῦς
ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινός
.
ἔνιοι δὲ Εὐτέρπης αὐτὸν γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης· φησὶ δέ· ἑβδόμη δὲ Καλλιόπη, ⟨ἥ⟩ ποίησιν εὗρε [πάντων καὶ],
συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ
τέχνῃ γενόμενον. πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτερον· ὀγδόη
δ’ Εὐτέρπη, ἥ τὴν κατ’ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ
Ῥῆσον ὃς ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἀναιρεῖται
. οἷς καὶ Ἀπολλόδωρος
ἐπηκολούθησε γράφων οὕτως· τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι
παρθένους παραδεδώκασι
, ἀναγράφει δὲ Οὐρανίας μὲν Λίνον, Καλλιόπης ⟨δὲ⟩
Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας,
Κλειοῦς δὲ Ὑμέναιον· τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας
Τριπτόλεμον. Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ
μηδενός, μηδ’ υἱὸν γενέσθαι αὐτῶν: —
μελῳδοῦ Μούσας: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε. μήποτε δὲ ἔπλασε τὴν ἱστορίαν: —
βαλιαῖσιν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται· λευκὰς γὰρ εἶχεν.
ὡς καὶ ἀνωτέρω
ἆρά ποτ’ αὖθις: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλήνων ἡμεῖς μετὰ εὐφροσύνης διάξομεν καὶ δι’ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων φιλονικίαις. λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. οἰνοπλανήτοις δὲ, ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν: —
ὑποδεξίαις: ὑποδεκτικαῖς. ἀπὸ ⟨κοινοῦ⟩ τὸ κυλίκων: —
ἁμίλλαις: φιλονικίαις κυλίκων, οἶον πόσεων: —
δοχμίαν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν: —
σχιστὰν παρ’ ἄντυγα: σχιστὴν λέγει παρόσον οἱ πόρπακες σχίζοντες διαβαίνουσιν. ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς ἔχουσα: —
φίλτατον ἄχθος οἴσει: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν: —
ταῦτα πρὸς τὸν Ῥῆσον ἐπιστρέψαντες λέγουσιν, ὦ μέγα βασιλεῦ, ὁρῶντες ἤδη αὐτόν: —
παῖ τῆς μελῳδοῦ μητέρος: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρπης.
Ὅμηρος δὲ Ἠϊονέως φησίν ἐν δέ σφι
Ῥῆσος βασιλεὺς, παῖς Ἠϊονῆος
: —
Ἕλλησιν ἡμᾶς: ὅσον ἦν ἐπὶ σοὶ, προδέδωκας ἡμᾶς καὶ εἴασας * λείπει ἡ κατὰ, κατὰ τὸ σὸν μέρος: —
τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐτοὺς ἐν τῇ πόλει καὶ ταφῆναι: —
ψυχρὰν ἄησιν: τὸν χειμῶνα: —
ἄμυστιν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς
ἀμυστὶ πόσεις, ὡς ἐν Αὔγῃ σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδας
. ἄλλοι
δὲ ἐπὶ τῆς ἀπνευστὶ πόσεως τάττουσι τὸ ὄνομα ὡς Κρατῖνος ἀλλ’ οὖν θεῷ σπείσαντ’
ἄμυστιν δεῖ πιεῖν
: —
μέλλοντι νόστον: ὅτι νόστον ἁπλῶς τὴν ὁδὸν καὶ τὸν πλοῦν ἔφη ⟨καὶ γὰρ ἔπλευσε καὶ ἐπέζευσεν ὡς ἑξῆς ἐρεῖ), οὐ μόνον τὴν εἰς τὴν πατρίδα ὑποστροφήν: —
ἔνθ’ αἱματηρός: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου. ἀκύρως δὲ
κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας
: —
εἰ τοῦ παρόντος: πολλὰ ⟨ἂν⟩ εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς ⟨κακοῦ⟩ τὴν παλαιὰν ἀναλάβοιμι κατάστασιν: —
οὐ τούσδ’ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες: —
κοὐ μεμφόμεσθά γ’: καὶ οὐκ ἐκφαυλίζομεν αὐτούς, ἀλλὰ πάντα
κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὁμόσε ἐλαύνομεν αὐτοῖς καὶ πολεμοῦμεν. ἡ
δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ
ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος ἀλλ’ ἔτι μέν μίν φημι ⟨ἄδην⟩ ἐλάαν κακότητος,
ὅ ἐστιν
ἐμφορηθῆναι: —
οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διαπεπραξόμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων: —
ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ· παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὐ ⟨προαιρῇ⟩. ἀντὶ τοῦ· ἡδέως ⟨ἂν⟩ εἶλες καὶ τὸ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὅ Ἕκτωρ [φησὶ]· ναὶ, φησὶ, παραιτοῦμαι τὸ παθεῖν· πολλῆς γὰρ ἄρχω τυραννίδος, οἷον· τὰ ἐνταῦθα ἀρκεῖ μοι: —
ἄλλως: οἷον· τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ προαιρῇ: —
ἀλλ’ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι: —
ἀλλὰ μηνίων: μηνίων τινές φασιν ὅτι οὐ δύναται ὑφ’ ἕν εἶναι,
μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς
ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παρ’ Ὁμήρῳ συστολὴ αὐτοῦ αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος
. διὸ καὶ οὕτως ἀναγνῶναι
οὐδὲν κωλύει τῆς χρήσεως ὑπαρχούσης: —
κρότημ’ Ὀδυσσεύς: οἷον συγκρότημα μηχάνημα. καὶ ἱκανῶς τὸ φρόνημα θρασύς: —
κλέψας ἄγαλμα: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ
Παλλάδιον ἔκλεψε. μέμνηται δὲ αὐτοῦ Ὅμηρος θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν
: —
Θυμβραῖον: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς Παρὰ
τοῖς τραγικοῖς ἡμαρτημένοις φησὶν οὕτως· ὁ δὲ Εὐριπίδης τὸ
τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου ⟨ὅ⟩ στάδια ν ἀπέχει τῆς πόλεως, κατὰ τῶν
πυλῶν φησι.
⟨δύναται δὲ⟩ καὶ στίζεσθαι εἰς τὸ βωμόν· ἢ ἄστεος πέλας·
οὐδὲν γὰρ τὸ κωλῦον: —
κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ
τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν Τερμέρια κακά
, ὑπὲρ
ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις
τὴν φύσιν· τούτων δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον
ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν *
*, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ διαπλεῖν
: —
ξύνθημα δ’ ἡμῖν Φοῖβος: σημεῖον τοῦ μὴ ξένους καὶ πολεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τὸ Φοίβου: —
προταινί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι [καὶ] μετ’ οὐδεμιᾶς πίστεως. σημαίνει δὲ τὸ ἔμπροσθεν: —
πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν
περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ
δύνασθαι Πλειάδων καταδυομένων ⟨τὰ⟩ τοῦ ἀετοῦ μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι
τότε ὁ αἰγόκερως, ἐφ’ οὗ ὁ ἀετὸς ἵδρυται, διότι Πλειάδων δυομένων ὑπὲρ μὲν
γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος δίδυμοι καρκίνος λέων παρθένος ζυγός· ὑπὸ γῆν δὲ
τάδε, σκορπίος τοξότης αἰγόκερως ὑδροχόος ἰχθύες κριός. καὶ ταῦτα μὲν ὁ
Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου ⟨οὔσης⟩ κεκρατῆσθαι· τὰ γὰρ πρῶτα
σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ
οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα [τῆς φυλακῆς] φησι δύεσθαι, τὰς δὲ
Πλειάδας ἀνατέλλειν. πῶς γὰρ ⟨ἂν⟩ ἐπὶ καταδυομένων εἶπεν αἰθερίας [αὐτάς];
ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ ⟨τῶν⟩ φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως,
ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖα φησὶ
λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς
λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν
τὸν Τενέδιον ἀρχαῖον ⟨ὄντα ἀστρολόγον, γράφειν⟩ οὕτως· ἀλλ’
ὁπόταν τρίτον ἦμαρ ἐπ’ ὀγδώκοντα πέλῃσι σκορπίου, εἰς ἅλα πίπτει ἅμ’ ἠοῖ
φαινομένηφι
. τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα
σημεῖα τοῦ σκορπίου, καὶ τὰ περὶ τῆς Πλειάδων ἐπιτολῆς ἐπέξεισιν· ὅταν γάρ
, φησὶν, Εὐριπίδης λέγῃ καὶ ἑπτάποροι Πλειάδες
αἰθέριαι, οὐ ⟨λέγει⟩ δύεσθαι τότε αὐτὰς, ἀλλ’ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑπὸ
⟨γῆν⟩ τμήματος εἰς τὸ ὑπὲρ ⟨τὸν⟩ ὁρίζοντα ἀνιούσας· καὶ τοῦτο εἶναι τὸ καὶ
ἑπτάποροι Πλειάδες ⟨αἰθέριαι⟩, οἷον· εἰς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνού
ἄλλως: τῶν περὶ τὸν Μενεκράτην ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται, εἰσὶν [δὲ] οἳ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς * * ἀνατολὴν ἔσεσθαι * * συνάγουσιν οὕτως ἃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον * * οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γάρ * *: —
Κίλικας Παιών: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς [Παιόνας] ⟨Μυσοὺς τοὺς⟩ αὐτοὺς ἤκουσαν· Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων: —
Μυσοὶ δ’ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παιόνας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι: —
κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ. λείπει δὲ τὸ ὡς· ὡς ἐπὶ [κοίτης] τοῦ Σιμόεντος ὑμνεῖ τὴν μῖξιν, ἀίω.
γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς· ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών: —
μελοποιὸς ἀηδών: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομῆσαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα: —
πρὸς τὰ ναύσταθμα: —
σκηπτοῦ πιόντος: αἰφνιδίως κεραυνοῦ σφοδροῦ ἐπελθόντος: —
ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων: —
ἀλλὰ συμμάχους: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους ταράττειν νυκτὸς οὔσης: —
τὸ ὅτι φαλακρὸν αὐτόν φησιν: — mg. int.
ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν: —
μυχθισμὸν νεκρῶν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γινόμενον: —
τὸ ἑξῆς· θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ σφαγαῖς δυσθνῄσκοντος βάλλει με: —
τίς δ’ ἂν χαμεύνας: τὸ ἑξῆς· τίς ἂν κατ’ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας εὗρεν: —
ἐν σοὶ δ’ ἂν ἀρχοίμεσθα: ἀρχὴν δηλ⟨ονότι⟩ τοῦ κακολογεῖσθαι πρῶτον ⟨ἀρχόμεθα⟩ ὑπὸ ⟨σοῦ, οἷον·⟩ σὺ ἡμᾶς πρῶτον ἤρξω κατηγορεῖν: —
ἰαλέμῳ: καὶ Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων
ἄλλως: ἰαλέμῳ: ⟨ἱστορεῖται τὸν ἰά⟩λεμον παρωνομάσθαι ἐπὶ τιμῇ
Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος
ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ
ὥριαι παιανίδες·
ἔντι ⟨δὲ καὶ⟩ θάλλοντος ἐκ κισσοῦ στεφάνων [ἐκ] Διο⟨νύσου⟩
⟨διθύραμβον
μ⟩αιόμεναι· τὸ δὲ — υ — υ —
. . . . . . . . . . ἀποφθιμένων
ἃ
μὲν ἀχέταν Λίνον αἴλινον ὑμνεῖ,
ἃ δ’ Ὑμέναιον, ⟨ὃν⟩ ἐν γάμοισι
χροϊζόμενον
⟨Μοῖρα⟩ σὺμ πρωτὰ λάβεν
ἐσχάτοις ὕμνοισιν· ἃ δ’
Ἰάλεμον ὠμοβόρῳ νούσῳ [ὅτι] πεδα θέντα σθένος,
υἱὸν Οἰάγρου ⟨δὲ
Μετὰ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν
Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς
δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αἴαντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες
κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι
μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ Αχιλλεῖ. ταύτην μὲν
οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν
ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν
ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα. τοὺς ἀναιρεθέντας δὲ
κατοδυραμένη καὶ κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν
δοθεῖσα: —
ἥκω λιπών: ὅλος ἐπὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδὼν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα: —
οὔποτ’ ἐκ φρενῶν: τὸ ἑξῆς· ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ ⟨τὸν⟩ Ὁμηρικὸν [δὲ] Ποσειδῶνα ταῦτα: —
ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ ⟨τὸ⟩
τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἑπίστροφος ἦρχον υἱέες Ἰφίτου
μεγαθύμου Ναυβολίδαο
, εἶτα οἳ
Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
. παρ’ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ
καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι
κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ
καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς
Θουκυδίδης
Φώκου δὲ τοῦ ⟨Αἰακοῦ καὶ⟩ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηιονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ Κρῖσαν κτίσας, τοῦ δὲ Πανοπέως Ἑπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν: —
ἄλλως: ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφοὶ σὺν τοῖς
δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπὸ τῶν δοράτων·
ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον
, ὅ ἐστι ξύλινον: —
ἔρημα δ’ ἄλση: ἔρημα αὐτά φησιν ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ
ἱερά. αὐτὸς γοῦν ὁ Ποσειδῶν φησι
πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων
τοῦ Ἑρκείου Διὸς ἀντὶ τοῦ· ἐπὶ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ Ἕρκειον Δία
ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες. τρισὶ
⟨γὰρ⟩ ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον
δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν. ἔνθεν καὶ ποίας τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως: —
νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον· τὰ τῶν θεῶν ἀμελεῖται ὑπὸ τῶν ἀνθρώπων: —
βοᾷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται ἐν τῷ αὐτὰς βοᾶν: —
Νεοπτόλεμος καὶ ἄλλοι τινές: —
ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν
Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν
εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι [ἐκ] τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν
λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, δι’ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον, Μενεσθέως
ἡγουμένου. Λυσίμαχος Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι
μεγαλήτορι ποιμένι λαῶν
: —
Τρῳάδων ὑπὸ στέγαις: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν, ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξῃροῦντο δοθεῖσαι τοῖς πρώτοις, ἐνταῦθα τυγχάνουσιν: —
τὴν δ’ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παρεισάγεσθαι, ὀδυρομένην τὰ παρόντα. οὕτως γὰρ ⟨ἂν⟩ ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται: —
ἣν δὲ παρθένον μεθῆκ’ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλ’ εἴασε παρθένον. οἱ γὰρ ἐνθουσιῶντες ἐπιτεταμένοι εἰσὶ τῇ κινήσει: —
γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει: —
σεσημείωται ὡς μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ
Ἀριστοφάνης ἐκ τούτου ⟨τὸ⟩ νῦν δὲ δὴ
Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
: —
ἐκεῖσε πρῶτ’ ἄνελθε: ἀντὶ τοῦ· ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον: —
Μυκόνου: ἀκτή τις οὕτω καλουμένη: —
Καφήρειοί τ’ ἄκραι: Καφηρεὺς [δὲ] ἀκρωτήριον Εὐβοίας
καταντικρὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς
τύμβους θ’, ἱερά: λείπει ὁ γάρ, ἵν’ ᾖ· τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται: —
ἄνα δύσδαιμον: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει· ἀνάστηθι τὴν
κεφαλήν σου ὦ Ἑκάβη. ⟨γράφεται δὲ καὶ θεόθεν κεφαλή⟩· ὁ δὲ λόγος [ἄνα
δυσδαῖμον]· ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν
κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη
ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους. καὶ τούτῳ οἰκείως ἐπέζευξε
τὸ ἐπάειρε δέρην ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν
Πρίαμον ὁμοίως κείμενον προυπέστησεν οὕτως
ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρώην εὐδαιμονία οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας: —
μηδὲ προσίστω: ἀντὶ τοῦ· μὴ ἀντίκεισο τοῖς πρὸς πρῷραν
κύμασιν, ὅ ἐστιν· μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ·
ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ,
πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ· τοῦτο δὲ ἐναντίον τῷ ἡ δὲ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον
:
—
ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πολλὴν εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων: —
ἄκανθάν τ’ εἰς ἀμφοτέρους: τὴν τῶν μελῶν ἄκανθαν· λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος· πόθος μοί ἐστιν τὴν ῥάχιν ἑλίξαι εἰς τὰ πλευρά: —
ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι· βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους: —
Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ Μοῦσα θρηνῳδίας: —
ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετ’ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξηρτήσασθε τὴν Μενελάου γυναῖκα μετερχόμεναι: —
ἄλλως: τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε, τὰ
πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον
τρέφει. ὁ δὲ νοῦς τοιοῦτος· ὦ νῆες, ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τῇ Τροίᾳ
προσωρμίσατε. παρόσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς ἀλλ’,
Ἡράκλεις. αὐλεῖ τις
: —
Κάστορι λώβαν: τὴν γενομένην τῶ Κάστορι λώβαν καὶ τῷ Εὐρώτᾳ δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος· κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος: —
κουρᾷ ξυρήκει: τῇ ξυρήκει κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ· πένθιμον κεφαλὴν ἔχουσα: —
μάτηρ δ’ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ [κατὰ] τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρξω, ἐξάρξω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην ἣν εἰώθειν εὐτυχοῦσα λέγειν: —
σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς [Φρύγιαι] τοῦ ἀρχεχόρου ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν: —
διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν: —
ἔξω κομίζεσθ’ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. τὸ ἡμιχόριον ἐξέλθῃ: — λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα
μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι: —
αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες: —
ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὦ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων: —
τίς μ’ Ἀργείων: τίς τῶν Θεσσαλῶν. πότερον [ἢ] νησιώτης ἄξει με ἢ Θεσσαλὸς ἢ Ἀργεῖος: —
δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ καὶ νεκρῶν ἄγαλμα: —
ἀγαλμ’, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα ἢ παίδων τροφός. ἄγομαι δὲ, φησὶ. ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις: —
ποίοις δ’ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵν’ ᾖ οὕτως· πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι: —
οὐκ Ἰδαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ᾖδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα: —
νέα τοι τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους, καθὸ αἱ δυναταὶ ἰσχύουσι πᾶν τὸ ἐπιτασσόμενον ποιῆσαι· ἐὰν δὲ καὶ εὔμορφος ᾖ, καὶ ὑβρισθήσεται: —
ἄλλως: τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων: —
ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι: —
μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι· μὴ ἔλθοιμι, φησὶν, ἐπὶ
τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη, ἡ πόλις τῆς Ἑλένης. οἰκητήριόν
φασι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι
λέγονται ζῶντες, ὡς Ἀλκμάν
τὰν Πηνειοῦ σεμνάν: Πηνειοῦ χώραν τὴν Θετταλίαν.
τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως: —
καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος· καὶ τὴν Αἴτνην, τὴν τοῦ Ἡφαίστου χώραν, τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων, ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. δὲ ὀρέων φησὶ μητέρα. ἐπειδὴ ὀρεινή: — τὴν Σικελίαν
Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκεν καὶ
τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται
τῆς Καρχηδόνος. εἰς ἣν ἀπῴκησαν Τύριοι· ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης.
ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιός ⟨φησιν⟩ ἀπῳκηκέναι τοὺς
Τυρίους εἰς αὐτὴν Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφ’ οὗ καὶ τὴν ὀνομασίαν
ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα πρὸ τῆς πρώτης
ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου ᾠκίσθαι τὴν
Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ’ ἀσπάζομαι
: —
ἄλλως: ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον [ἀκρωτήριον τῆς Σικελίας τοῦτο] καταντικρύ ἐστι Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν: —
τάν τ’ ἀγχιστεύουσαν γᾶν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ, κατὰ κοινοῦ τὸ ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς. τὴν Ιταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν: —
Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Παρμενίσκος φησίν· ὁ μὲν ἐπὶ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας ὃς συμβάλλει καὶ τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ, οὐ σήπεται οὐδὲ ἐὰν ἀπ’ αὐτοῦ ἄρτοι πεφθῶσιν, εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλίᾳ, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται, λελιπασμένος ἀνέρχεται ὡς δοκεῖν ἀληλίφθαι· καὶ τὴν τρίχα ξανθίζει ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ Ξάνθον, ἀφ’ οὗ καὶ ἐπονομάζεται, Σκάμανδρος καλούμενος· τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδος [φασι] τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων· οἱ δὲ ἀπὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ [αὐτὸ] ὄνομα ἔχοντος τοῦ ἐν Ἀχαΐᾳ ποταμοῦ, ἀλλὰ καὶ τὴν δύναμιν: —
τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται: —
ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὗτος δὲ Λακεδαιμόνιος: —
ἱεροὺς στολμούς: τὰς τῶν στεφανῶν στολὰς ὥσπερ ἔνδυσιν ποιουσῶν αὐτῇ: —
τί θέσμιον: τίς θεσμὸς, ποῖον θεμιτὸν ἢ νόμος τῶν Ἑλλήνων: —
εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν · οὐ σαφῶς
εἶπεν
ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία: —
ὃς πάντα ⟨τἀ⟩κεῖθεν: τὰ μὲν ἐκεῖσε διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖσε πολέμια τίθησιν, δηλονότι τὰ ἐνταῦθα. τοῦτο γὰρ λείπει: —
εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ: —
αὑτῶν τ’ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων: —
ἄλλως: διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς: —
μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ σύμφορον ἑαυταῖς φονεύσωσιν ἑαυτὰς καὶ λυπήσωσι τοὺς Ἕλληνας κἀγὼ αἴτιος ὦ: —
ἄνεχε πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ· ἄνεχε καὶ φέρε: —
ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖσθαι. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλ’ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι: —
ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδίον ἄνδρα πατέρα δὲ
ἐμὸν γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον
ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε, καὶ σοὶ, ὦ Ἑκάτη, διδοῦσα φῶς ὥσπερ νόμος ἐστὶ ταῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τῶν γάμων: —
ὦ Ἑκάτα: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετ’ ὀλίγον ἀποθνῄσκειν· χθονία γὰρ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη: —
πάλλε πόδ’ αἰθέριον: εἰς τὸν αἰθέρα, χόρευε· ⟨ἐπι⟩λέγει δὲ Βακχικὰ ἐπιφθέγματα: —
εὖ ἂν εὖ οἷ: τὸ εὖ ἂν εὖ οἷ Βακχικὰ ἐπιφθέγματα· εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον [τὰ] δὲ [θειασμοῦ], οἷον· εὖ οἷ εὖ ἄν: —
ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως· ἡγοῦ σὺ τῆς θυηπόλου: —
Ἥφαιστε, δᾳδουχεῖς: περιπαθῶς διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλ’ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ: —
ἐσωφρονήκασι: σώφρονα πεποιήκασι. τὰ κακά σε οὐ πεπαιδεύκασι: —
δάκρυσί τ’ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς [δὴ] ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε: —
Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι’ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρήσειν: —
ἄλλα τ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. δι’ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει: —
ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανής, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μανίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι: —
τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει [τέκνων ἀντὶ τοῦ τέκνου] ἀδελφῷ [τὲ], τῷ Μενελάῳ: —
τὰ δ’ οἴκοι: οἷς εἶπον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνῃσκον μὴ ὁρῶντες τοὺς οἰκείους: —
οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τάφους: —
Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τουτέστι τοῦ μεταξὺ τῶν οἰκείων ἀποθνῄσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν, τουτέστιν· τούτων ἐστέρηντο: —
ἷξις ἐξεργάζεται: παρουσία, ἄφιξις, ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἡ ῤξις, ἵν’ ᾖ [καὶ] ἡ ἔρξις καὶ ἡ πρᾶξις: —
εἰ δ’ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον: —
[ἄλλως:] Πάρις τ’ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε
τὸ κλέος ὥσπερ ἡ Ἑλένη. Ὅμηρος ὡς καὶ
ὀπίσσω ἀνθρώποισι γενώμεθ’ ἀοίδιμοι
: —
εἰ δ’ ἐς τόδ’ ἔλθοι: εἰ δὲ εἰς τὸ πολεμεῖν ἔλθοι, οὐκ αἰσχρὸς στέφανος τὸ ἀποθανεῖν ⟨καλῶς⟩: —
μέλπεις θ’ ἅ: καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλὰ, οὐ δείξεις ὄντα σαφῶς καλὰ καὶ ἀληθῆ: —
εἰ μή σ’ Ἀπόλλων: μάταιός ἐστιν ὁ Ταλθύβιος ἐπιπλήσσων καὶ λέγων· εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται: —
καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ Ἀγαμέμνονος διὰ ⟨τὸ⟩ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς εὐτελοῦς: —
καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τοὺς Τρῶας ὑπὸ σοῦ λελεγμένους ἐῶ ἀνέμῳ φέρεσθαι: —
τί ποτ’ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο
ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι; κήρυκες δ’ αὐτοῖσιν ὕδωρ
ἐπὶ χεῖρας ἔχευαν
: —
ἄλλως: διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον: —
ἄλλως: διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι: —
τἄλλα δ’ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν: —
ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει
ποτὲ χρυσὸν εἶναι καὶ τίμια. παρὰ τὸ Ὁμηρικόν τρισμάκαρες Δαναοί
: —
οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος· ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως: —
καὶ Ὅμηρος κρέα δ’ ἀμφ’
ὀβελοῖσι μέμυκεν
: —
νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν: —
κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι ἀπὸ τῶν ὀρῶν καταφέρουσαι πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με. φονεύσασα γὰρ ⟨ἡ Κλυταιμνήστρα τὸν⟩ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν εἰς ὄρος ἔρριψεν. ὑπ’ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη: —
ἄλλως: ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος: —
ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα. ἀπορρίπτει δὲ τοὺς στεφάνους: —
σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπ’ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅσον τὸ κατ’ αὐτὴν ἧκεν, παρθένος ἦν. βίᾳ γὰρ διεκορεύθη: —
οὐκέτ’ ἂν φθάνοις: κατ’ ἐρώτησίν φησιν· οὐκέτι φθάνεις με καὶ προλαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς· ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος: —
τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα: —
οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακράν, ὅ ἐστι μετ’ ὀλίγον: —
δέσποιναν ὡς ἄναυδος: ὥς τινων αὐτῆς ἐπιμελουμένων πρὸς ἃς ποιεῖται τὸν λόγον: —
οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον: —
κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς· ἐᾶτέ με κεῖσθαι πεσοῦσαν: —
ὅμως δ’ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς: —
πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ
κοὔτ’ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας: —
τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν. τὸ δοῦλον εἶναι οἱονεὶ τὸ τέλος ἐστί. μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον: —
τὸ ἑξῆς· τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα: —
ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, δέον ἐν εὐτυχίαις: —
ἄγετε τὸν ἁβρὸν δήποτ’: τὸν ἐμὸν πόδα πρῴην ἁβρὸν ὄντα νῦν δὲ δοῦλον ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια: —
ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι· περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι: —
τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ: —
τόδ’ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες· τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ: —
ξεστὸν λόχον Ἀργείων: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος: —
καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος: —
καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν· ἐπιτερπῶς θεασόμενος τὸν ἵππον: —
ἀμβρότα: ὡς ἱππότα, ἵν’ ᾖ ἀμβρότου πώλου: —
δάκρυά τ’ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ: —
ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπεὶ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν: —
ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχεστέρως ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν: —
οὐ ταὐτὸν, ὦ παῖ, τῷ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν
χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σώματος, τὸ δ’ αὖ βλέπει
: —
ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη ⟨τὰ⟩ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα: —
κείνη δ’ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν: —
ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν· ἐγὼ δὲ τοξεύσασα καὶ
βαλοῦσα ἐπὶ τὸν σκοπὸν τῆς εὐδοξίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ
οὕτως· ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης,
ὡς καὶ παρ’ Ὁμήρῳ
πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος
τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν, ἀντὶ τοῦ· μὴ ἐξερχομένη: —
ᾔδειν δ’ ἁμὲ χρῆν: εἰς ἃ ἐχρῆν ⟨ἐμὲ νικᾶν ἐκεῖνον⟩ κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν: —
καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με: —
ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος: —
αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους καὶ αὐτοέντας τοὺς αὐτόχειρας [λέγουσι]: —
αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων μὲν ὄντων πόνων ἐλπίδα ἔχουσι σῴζεσθαι, εἰ δὲ βία συμβῇ, ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα: —
μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ’ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλ’ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν: —
τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν ὅσοι ἀνηλεεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ: —
ὄχθοις ἱεροῖς: πρὸ τῶν ὄχθων ⟨τῶν⟩ περὶ τὴν πόλιν ἐν ᾗ, πόλει, ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον: —
ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβης ὅτε τὸ πρῶτον ὁ Ἡρακλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοῦς πώλους λυπούμενος: —
Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθ’ Ὅμηρον ἄμπελον ἣν
Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα
καὶ Ἀντιφάνης
χρυσείοις φύλλοισιν ἀγανοῖσι κομόωσαν
βότρυσί
θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ
δῶχ’, ὁ δὲ Λαομέδοντι πόρεν
Γανυμήδεος ἀντί.διὰ τὰς τῶν οἰκιῶν *
* * ὁρᾷς; ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπ’
ἀρχῆς
Λαομέδων καλούμενος
: —
ἠιόνες δ’ ἅλιαι: τὴν ἁλκυόνα λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ ἁλκυών, ὑπὲρ τῶν τέκνων: —
Ἔρως Ἔρως: ὦ Ἔρως, ⟨ὡς⟩ μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν: —
φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς Ἡμέρας, ὅ ἐστιν αὐτὴ ἡ Ἡμέρα, [πῶς] περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ ⟨τὸν⟩ τῶν Περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐντεῦθεν τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν, τὸν ⟨Ἠμαθίωνα καὶ τὸν⟩ Μέμνονα: —
ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει [ἡ Ἡμέρα ἔχουσα]. κατὰ
δὲ Ἡσίοδον οὐκ ἔστι ταὐτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ⟨γὰρ⟩ ὁτὲ μὲν Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο
⟩: —
ἄλλως: ὅντινα Τιθωνὸν ὁ τέθριππος ὄχος τῶν ἀστέρων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενον: —
Μενέλαός εἰμι: περισσὸν τὸ Μενέλαός εἰμι· αὔταρκες γὰρ τὸ δάμαρτα τὴν ἐμὴν χειρώσομαι: —
ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος· λέγει δὲ τὴν
ἀέρα [ὦ συνέχων τὴν γῆν]· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω ὡς τὴν γῆν
εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον.
[εἴτε] τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ
πάντων νοῦς, καὶ μήποτ’ ἐστὶ βέλτιον. καὶ γὰρ ἔνιοί φασιν· ὁ νοῦς ἡμῶν [ὁ]
θεός
ἄλλως: ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. ἢ ὁ διήκων διὰ πάντων νοῦς, ὃ καὶ βέλτιον. εἴτε Ζεὺς ὁ [τοιοῦτος] ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι. ἢ τοιούτων μὲν οὐδέν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός: —
Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου, τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσαγορεύειν: —
οὐκ εἰς ἀκριβές: ὅ ἐστιν· οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι: —
ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα· ὅρα μή σε ἕλῃ, νῦν φησιν ἄκουσον αὐτῆς: —
σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης: —
ἅ σ’ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω: —
εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνειεν αὐτὴν ὁ Πάρις: —
βελτίονα ταῦτα εἶναι συλλογίζεται λέγουσα ὅτι, εἰ μὴ ⟨ἐμὲ⟩ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν ⟨ἂν⟩ τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο: —
οἱμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες: —
οὔτ’ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε [ἐν] τυραννίδι, οἶον· οὐκ ἐτυραννήθησαν. [οἷον] εἰ γὰρ ἡ Ἥρα ἐκράτησεν, τύραννον ἔμελλε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ [εἰς μάχην] * *: —
οὔπω με φήσεις: ἀλλ’ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων —
ὁ τῆσδ’ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ
σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλ’ ἀποδημοῦντος ὁ Ἀλέξανδρος παρεγένετο: —
ἔνθεν δ’ ἔχοις: τοῦτο καθ’ ἑαυτὸ ἀναγνωστέον. βούλεται γὰρ λέγειν· ἐκ τῶν λέγεσθαι μελλόντων ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον· διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ: —
ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν * *
καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς
ἐν Ἰλιάδι στίχους ὃς
νείκεσσε θεάς
. δύναται δὲ καὶ καθ’ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι· αἳ
παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην; [οὐκ ἦλθον] οὐ δῆτα· ὥστε εἶναι πάντων
τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει
ἀναιρεῖν ἐκεῖνα: —
Κύπριν δ’ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδί, ἅπερ γέλως ⟨ἂν⟩ εἴη: —
ὁ σὸς δ’ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν * * ποιοῦσα. ὁ δὲ νοῦς οὕτως· ὁ δὲ σὸς νοῦς ἰδὼν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον· ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται: —
τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβῃ· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται: —
καὶ τοὔνομ’ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν παρὰ τὸν
ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ
, οἱ δὲ
Ἁβροδίτην, ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα: —
χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν: —
ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται: —
εἰς τὴν τύχην δ’ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις: —
κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ πρέπον ἡ Ἑκάβη εἰκαιολογεῖ ὥς φησι * * ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις: —
στεφάνωσον Ἑλλάδ’: εὐήθης ἡ Ἑκάβη. ἀπὸ γὰρ τῆς ἐκβολῆς τοῦ
ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ οὐκ ἔκτανες γυναῖκα [σὴν] χειρίαν λαβών
:
—
ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστι· μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου: —
ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς μοι λέγουσα τὰ τοιαῦτα, ⟨ταύτην⟩ ἑκουσίᾳ γνώμῃ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι: —
ἑκουσίως τήνδ’ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται: —
καὶ τοῦτο γέλοιον, γελοιότερον δὲ ὃ ἀντερεῖ: —
ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται: —
ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστί ποτε σωφρονισαι: γυναῖκα: —
κἂν ἀκόλαστοι πάνυ ὦσιν: —
σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης. ἢ τῆς αἰ θομένης. τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας: —
τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτοβόλον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον ἀνίσχοντα πρῶτον εἰς αὐτήν: —
ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ: —
Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει πότερον κατ’ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν ἢ δι’ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ, σελήνας * * ἱδρύεσθαι. δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίας: —
αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι: —
κατάορα: ἐστεγασμένα πεπυκνωμένα τοῖς δάκρυσι. κατήορα τῇ βοῇ. ἢ βοᾷ, ἵν’ ᾖ ῥῆμα: —
ἔνθ’ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσειεν κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι: —
χρύσεα δ’ ἔνοπτρα: φαίνεται ἐπιλελησμένος ὧν προείρηκεν· ἀπὴκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένας αὐτὰς εἰσάγει ἢ καταστοχαζομένας ὅτι πάλιν ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται: —
χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον· ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ Χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν: —
καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δέ· λεύσσετε Τρώων ἄλοχοι μέλεαι: —
ὃν πύργων δίσκημα: ἀντὶ τοῦ· ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν: —
νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία. ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι, διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπ’ αὐτὸ τοῦτο: —
αὐτὸς δ’ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλοτέρα εἶναι ἡ θάλασσα τῆς γῆς: —
Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν
ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων Ἀρχάνδρου
καὶ Ἀρχιτέλους κατὰ τὸν καιρὸν ὅτε ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι,
ἐξεληλάσθαι καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ
οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὐ γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλ’ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται ὅπως τὸ ἐπεισόδιον εἰσαγάγῃ τοῦτο τήν τε ἀσπίδα ἐπὶ τῆς σκηνῆς παρεισενέγκῃ καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ⟨καὶ⟩ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψῶς δὲ ταῦτα πάντα πεποίηκε, παρῄρηται δὲ τὸ τραγικὸν κατασκεύασμα. εἰ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν: —
καί σφ’ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν: —
μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν: —
ἀλλ’ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί [συνθάπτειν τὴν ἀσπίδα]: —
ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετο αὐτὴν ὥστε μὴ δι’ ἑαυτὴν θάπτειν τὸν νεκρόν: —
ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα: —
ἀλλ’ εἶμ’ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τὸ ὀρύξαι τάφον: —
ὡς σύντομ’ ἡμῖν: ἵνα συντόμως δι’ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν: —
ὦ μεῖζον ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, τί τοῦτον ἐφοβήθητε: —
οὐδὲν ἦτ’ ἄρα: οὐδὲν ἐτυγχάνετε ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε: —
ὃν πόλλ’ ἐκήπευσ’: κῆπος κουρᾶς εἶδος ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφορᾷ ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν· ὅντινα βόστρυχον κῆπον ἔκειρε. * * τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον: —
ἄλλως: κατά τινας ἐπιμελείας ἠξίωσεν, ἐθεράπευσεν, ἵν’ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς λέγει, ὡς καὶ Ἐρατοσθένης: —
ἔνθεν ἐκγελᾷ: ἔνθεν, ἀπὸ τῶν βοστρύχων, τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος (φόνον δὲ λέγει τὸν ἐγκέφαλον), ἵνα τὰ ⟨οὐκ⟩ εἰθισμένα μὴ λέγω. αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον: —
ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ πατρὸς κέκτησθέ τι, οἷον· ὅμοιοι μέν ἐστε τοῦ πατρός, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε: —
ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμόν σοι κεροῦμαι, καὶ τοῦτο ἔλεγες ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων: —
γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνῃσκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς ⟨ἄν τις⟩ γράψειεν; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων * * αἰσχύνην τοῖς Ἕλλησι δι’ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι: —
σὸς κεῖται τύπος: ἤτοι τύπος τοῦ Ἕκτορος συμβέβηκεν
οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας, ἀντὶ τοῦ· οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πολυτελής: — 5
τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι τοῖς τρόποις * *, ὅ ἐστι· γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος: —
καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα Φρυγῶν τῷ τεθνηκότι: — 10
θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ με⟨τ’ αὐτοῦ⟩: —
νεκρὸν Ἴακχον: ἐγὼ στενάζω τὸν νεκρὸν Ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν: —
τλήμων ἰατρός: κἀγὼ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου: —
οὐκ ἦν ἄρ’ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι, οἷον· περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης: —
ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν, οὐδ’ ⟨ἂν⟩ ὑμνούμεθα. τρὶς δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος: —
δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῶς καὶ λιτῶς θάπτεσθαι: — 25
κενὸν δὲ γαύρωμ’ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει: —
νομισθεὶς δὲ εὐδαίμων εἶναι ἅτε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν [ἐν] συμφορᾷ δεινῇ περιπέπτωκας: —
λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἁπτούσας: —
αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν: —
χωρεῖτε Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες, ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ⟨τὸ κελεύειν⟩ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις. ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι’ ἑνὸς λόγου δύο πράγματα γίνωνται: —
ἀλλ’ ὦ γεραιέ: πούς· πρὸς γὰρ αὐτὸν ὁ λόγος: —
ὡσεὶ ἔλεγε· συγκαυθῶ αὐτῇ: —
λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων: —
οὐρανίᾳ πεσοῦσα: πεσοῦσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός: —
καταφθίνει γᾶ: ἡ δὲ γῆ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὥσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται: —
ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς: —
ἄλλως: ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν: —
διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε [καὶ] τῷ θρηνεῖν τὸ γόνυ τιθεῖσαν ἐπὶ τῆς γῆς: —
τὸ ἑξῆς· ἀγόμεθα δούλειον ὑπὸ μέλαθρον: —
θάνατος ὅσιον: ὅτι ἐπὶ ⟨τῷ βωμῷ⟩ τοῦ ἑρκείου Διὸς ἐσφάγη· τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν: —
ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμούς. ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν: —
κόνις δ’ ἴσα: ἡ δὲ κόνις καὶ ἡ ποδὸς ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη ἄιστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς. φησὶ. καθάπερ καπνὸς ἀναπτήσεται πρὸς τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί: —
ἐμάθετε: ᾐσθάνεσθε. φησὶ. πεσούσης τῆς Τροίας. ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων: —