Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section, line, and part.
This pointer pattern extracts section and line.
This pointer pattern extracts section.
ὈΡΕΣΤΗΣ τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν. μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος. Τυνδάρεω δὲ, τοῦ πατρὸς τῆς ἀνῃρημένης, κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ τί δεῖ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ πλάνης ὑποστρέψας ἐκ τῆς νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δ’ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον
Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν, ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων
Ἡ δὲ διασκευὴ τοῦ δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται Ὀρέστης κάμνων καὶ κείμενος ὑπὸ σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης.
πιθανὸν οὖν ταύτην εἶναι τὴν πρόφασιν τῆς τοιαύτης διαθέσεως.
Τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν.
Ἐνταῦθα ὁ Εὐριπίδης ἀπὸ τῆς μέσης ὑποθέσεως ἄρχεται· παρέλιπε
Ἔθος τοῖς τραγικοῖς τὸ ἐν προοιμίῳ ὡς ἐν ὀλίγῳ παραδηλοῦν τοῦ ὅλου δράματος τὴν ἔννοιαν, ὡς καὶ ἐνταῦθα ποιεῖ ὁ Εὐριπίδης καὶ πανταχοῦ. τὸ δὲ δρᾶμα τῆς Ἑκάβης καὶ τοῦ παρόντος δράματος τὸ τέλος ἀπὸ πένθους ἄρχονται καὶ λήγουσιν εἰς χαράν.
Ὅτε κατὰ τῶν Τρώων ἡ Ἑλλὰς ὥρμησεν, Ἀγαμέμνων στρατηγὸς ᾑρέθη παντὸς τοῦ στόλου, ἄτε προέχειν τῶν ἄλλων δοκῶν ἀρχῆς τε μεγέθει καὶ πλήθει νεῶν· ἑκατὸν γὰρ ναῦς εἰς τὴν τοῦ στόλου συντελείαν εἰσέφερε. καὶ ὃς μέλλων ἀνάγεσθαι καταλείπει τῶν οἴκοι πραγμάτων αὐτοῦ ἐπιμελητὴν καὶ προστάτην Αἴγισθον. ἐπεὶ δὲ πολὺς ἠνύετο χρόνος καὶ Ἀγαμέμνων οὐκέτ’ ἐπανῄει, οἷα δὴ πολλὰ γίνεται, συνῆλθεν ἀθέσμως Αἴγισθος Κλυταιμνήστρᾳ τῇ τοῦ Ἀγαμέμνονος γυναικί. μαθόντες δὲ Κλυταιμνήστρα καὶ Αἴγισθος τήν τε Τροίαν ἁλοῦσαν καὶ Ἀγαμέμνονα μετὰ τῶν ἄλλων οἴκαδε πλέοντα, βουλεύονται τοῦτον τῆς οἰκίας ἐπειλημμένον ἀποκτενεῖν, ἵνα μὴ τούτῳ γνωσθέντος τοῦ σφῶν πονηρεύματος αὐτοὶ παραδοθεῖεν θανάτῳ· ὃ δὴ καὶ ἤνυσαν. καὶ ἐπανελθόντα τὸν Ἀγαμέμνονα ἀποκτείνουσι· χιτῶνα γὰρ μὴ διεξόδους κεφαλῆς καὶ χειρῶν ἔχοντα μετὰ τὸ λουτρὸν ἐνδιδύσκουσι καὶ ἐν τῷ πελέκει τοῦτον φονεύουσι. μεταξὺ γοῦν τοῦ Ἀγαμεμνονείου φόνου Ἠλέκτρα τὸν ἀδελφὸν Ὀρέστην, ἵνα μὴ καὶ οὗτος ἀναιρεθείη, κλέψασα καί τινι δοῦσα παιδαγωγῷ εἰς Φωκίδα παρὰ
Ἡ ΕΙΣΘΕΣΙΣ τοῦ δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλη′. ὧν τελευταῖος τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα· εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ιγ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐφεξῆς γὰρ κεῖται ἡνωμένη, καὶ οὐκ ἐκ διαστήματος. τὸ α′ ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἰαμβικῆς βάσεως, ἐχούσης τὸν α′ πόδα ἀνάπαιστον. τὸ β′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ′ καὶ δ’ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ ε′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′ καὶ παίωνος γ′ καὶ συλλαβῆς. ἐν τῷ τῆς ἀντιστροφῆς κώλῳ ἀντίσπαστον ἔχει καὶ ἰωνικὸν ἀπ’ ἐλάττονος. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ, διιάμβου καὶ μολοττοῦ, ἢ κρητικοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον πεντασύλλαβον ἔχει διίαμβον. τὸ η′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ καὶ ἰωνικοῦ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ’ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ ι′ ὅμοιον, δίμετρον ἀκατάληκτον ἐκ χορείων. τὸ ια′ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιβ’ ὅμοιον δίμετρον βραχυκατάληκτον ἐξ ὁμοίων ποδῶν. τὸ ιγ′ ἰωνικὸν τρίμετρον καταληκτικὸν
ἴαμβος χρὴ εἶναι οὗτος ὁ στίχος, ὡς καὶ ὁ τῆς στροφῆς, διὸ οὕτως ἐγράφη παρ’ ἡμῶν ποίαν τύχαν, ποίαν δὲ συμφοράν.
καὶ ἔστι τὸ ποι τὸ δεύτερον κοινὴ συλλαβὴ, διὸ καὶ τὸ παρ’ ἡμῶν ἐπινοηθὲν ἐπὶ ταῖς κοιναῖς συλλαβαῖς ἐπετέθη σημεῖον, ὡς καὶ ἐ τοῖς ἄλλοις τοῖς τοιούτοις.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν τῷ πρὸς τὰς στροφὰς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἑξῆς κειμένην στροφὴν συστήματι, οὗ ἡ ἀρχὴ θρόει τίς κακῶν.
ἔστι δὲ κώλων ή. τὸ α′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου β′ καὶ ἰάμβου. τὸ β′ ἰαμβικὸν ἑφθημιμερές. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν, Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· ἐνταῦθα δὲ τὸ κρητικὸν ἔχει τετρασύλλαβον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, ὅμοιον τῷ β′. τὸ ε′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ϛ′ ἐκ χορείων, ὅμοιον τῷ α′. τὸ ζ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ′ καὶ κρητικοῦ. τὸ η′ τροχαϊκὸν ἰθυφαλλικόν. εἰ δὲ βούλει, ἀντισπαστικὸν ἡμιόλιον. ἐπὶ τῷ τέλει παράγραφος.
Ἡ δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ ιγ′. τὸ α′ τροχαϊκὸν πενθημιμερὲς ἐκ δύο χορείων· εἰ δὲ βούλει, ἰαμβικόν. τὸ β′ καὶ γ′ παιωνικὰ ἡμιόλια, ἐκ παιώνων δ′ καὶ ἰάμβων. τὸ δ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χορείων· εἰ δὲ βούλει, ὅμοιον τῷ α′, καὶ τῆς ἐκεῖ μακρᾶς διαλελυμένης ἐν τούτῳ. τὸ ε′ ὅμοιον τῷ β′. τὸ ϛ′ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων β′, τοῦ β′ πενταβράχεος, καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ζ′ καὶ τὸ η′ ὅμοια τῷ β′ καὶ γ′. τὸ θ′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος β′ καὶ α′. τὸ ί ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον ἐκ β′ ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ′ καὶ διιάμβου. τὸ ια′ δακτυλικὸν ἑφθημιμερές. τὸ ιβ′ τροχαϊκὸν, ἢ ἰαμβικὸν ἐκ τριῶν χορείων καὶ συλλαβῆς. τὸ ιγ′ ἴωνικὸν
οὐχί
: οὔμενουν χρὴ γράφειν ἐνταῦθα, ἢ οὐδαμῶς· ἁρμόξει γὰρ ἀμφότερα τῷ μέτρῳ, τὸ δὲ οὐχί ἐλλιπές ἐστιν.
Τὸ παρὸν σύστημα ὅμοιόν ἐστι τῷ τῆς προειρημένης στροφῆς συστήματι, οὗ ἡ ἀρχὴ ὁρᾷς ἐν πέπλοις.
καὶ τούτῳ γὰρ κῶλα ὁμοίως ἐστὶν η′. ἐπὶ τῷ τέλει παράγραφος.
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. πρόδηλος ἆρ’ ὁ πότμος
: ἴσχει πόθον, χρὴ γράφειν, οὐ πόθον ἔχει· οὕτω γὰρ ἔχει πρὸς τὸ τοῦ πρώτου συστήματος κῶλον οἰκείως. καὶ τὸ ἄρα δὲ ἐνταῦθα, εἰ καὶ συμπερασματικόν ἐστιν, ἀλλ’ οὖν ἀντὶ μακροῦ λαμβάνεται παρὰ τοῖς ποιηταῖς, ὡς καὶ τὸ ἀπορηματικὸν ἐνίοτε ἀντὶ βραχέος. διὸ τοῦτο μὲν περισπᾶται ἀντιστρόφως, ἐκεῖνο δὲ ὀξύνεται.
Δίκα ἐνταῦθα γράφε, μὴ δίκαια· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς.
Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ στροφῆς, ἧς ἡ ἀρχὴ πότνια πότνια νύξ
καὶ αὐτὴ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ καὶ ἰσομέτρων ιγ′, ἐν μέντοι τῷ ϛ′ κώλῳ πεντασυλλάβους ἔχει τοὺς δύο παίωνας· ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μὲν ἔξω νενευκυῖαι, δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀποδιδόμενα, ἤτοι τὰ ἀνταποδιδόμενα, ἐν τῷ ιβ′ κώλῳ.
Αἱ ἑξῆς αὗται ἀμοιβαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρή, ὧν τελευταῖος κάματος βροτοῖσιν ἀπορία τε γίνεται.
μετὰ μέντοι τὸν ξζ′ στίχον καὶ τὸν ξθ′ κῶλα δύο μονόμετρα βραχυκατάληκτα. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται. ἔστι δὲ τὸ ᾆσμα μιᾶς στροφῆς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς ιϛ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰαμβικὸν
Τινύμεναι διὰ τὸ μέτρον ἓν ν′ ὀφείλεις γράφειν. οὕτω γὰρ ἔχει πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς οἰκείως.
Τοῦτο οὐκ ἔστιν ἐπῳδὸς, ὡς ἄν τις ἴσως οἰηθείη διὰ τὸ κεῖσθαι μετὰ τὴν στροφὴν καὶ ἀντιστροφὴν, ἀλλὰ καλεῖται σύστημα ἐπιφθεγματικὸν, ὡς προσφθεγγόμενον τὸν Μενέλαον προσιόντα. αἱ μὲν γὰρ ἐπῳδοὶ οὐκ εἰσὶ μονοειδοῦς μέτρου, ἀλλὰ διάφοροι, τοῦτο δὲ μονοειδοῦς· κώλων γάρ ἐστιν ἀναπαιστικῶν η′, ὧν τὸ γ′ καὶ τὸ ϛ′ μονόμετρα, ἤτοι ἀναπαιστικὴ βάσις, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ η′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
Αἱ ἑξῆς αὗται περίοδοι τριμέτρων ἀκαταλήκτων κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
ἀμυνῶ
: οὐ χρὴ γράφειν ἀμύνω ἐπὶ ἐνεστῶτος, μοκρὰ γάρ ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος τὰ διὰ υνω ῥήματα· ἀλλ’ ἀμυνῶ ἐπὶ μέλλοντος. οὕτω γὰρ ἁρμόζεται τῶ μέτρῳ. ὁ γὰρ μέλλων τῆς ε′ συζυγίας τῶν βαρυτόνων τὰ ἀμετάβολα, φησὶ, τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης, καὶ περισπωμένου τοῦ τόνου.
Ἁρμιδίως ἐνταῦθα τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ πρὸς σπουδὴν τοῦ ὑποκριτοῦ· εἰσὶ γὰρ οἱ ἐντεῦθεν στίχοι τροχαϊκοὶ τετράμετροι καταληκτικοὶ οη′, ὧν τελευταῖος μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
ἐπὶ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς στροφῆς τὰ κῶλα ιβ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου πεντασυλλάβου καὶ χοριάμβου· εἰ δὲ βούλει, ἰωνικὸν, ἢ παιωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων δύο α′ καὶ β′ καὶ συλλαβῆς. τὸ β′ καὶ τὸ γ′ ὅμοια κατὰ πάντα. τὸ δὲ δ’ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἐπιτρίτου β′. τὸ ε′ ἐπιχοριαμβικὸν τρίμετρον ἀκατάληκτον, καλούμενον Εὐπολίδειον, ἑκατέρωθεν ἔχον ἰαμβικὰς συζυγίας, μέσον δὲ τὸν χορίαμβον, καὶ ἔστι τῶν πολυσχηματίστων. τὸ ϛ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’, ἰωνικοῦ καὶ τροχαίου. ἔχει δὲ ἐνταῦθα τὸν ἰωνικὸν πεντασύλλαβον. τὸ ζ′ ἀναπαιστικὸν πενθημιμερές. ἐνταῦθα δὲ καὶ δάκτυλον ἔχει τὸν α′ πόδα. τὸ η′ ὅμοιον ἑφθημιμερές. εἰ δὲ ἐν τοῖς κώλοις ἀναρμόστως οἱ πόδες κεῖνται, οὐ θαῦμα· τοῦ αὐτοῦ γὰρ μέτρου εἰσὶν ἀμφότεροι, ὅ τε δάκτυλος καὶ ὁ ἀνάπαιστος. τὸ θ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον. ἐνταῦθα δὲ πεντασύλλαβον ἔχει τὸν ἰωνικόν. τὸ ί ἰωνικὸν ἀπ’ ἐλάττονος
ἀσέβεια μεγάλη
: ἀσέβεια ποικίλη γράφε, μὴ μεγάλη, ἵν’ οἰκείως ἔχῃ τὸ κῶλον πρὸς τὸ τῆς στροφῆς. αὕτη ἡ κατασκευὴ πρὸς τὸ οὐ καλὸν διὰ μέσου ῥηθέντος. Bar. 74.
τιμῶν χάριν
: τίνων χάριν γράφειν δεῖ καὶ μὴ τιμῶν. τοῦτο μὲν γὰρ μακρὸν ἔχει τὸ ί, ἐκεῖνο δὲ βραχύ. καὶ μὴ ἐσαεί, ἀλλ’ ἐσαιεί· οὕτω γὰρ ἔχει τὰ κῶλα οἰκείως πρὸς τὰ τῆς στροφῆς. Bar. 74.
Τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλά ἐστι ιγ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἐκ δύο δακτύλων καὶ δύο ἀναπαίστων, τοῦ β′ διαλελυμένου καὶ γεγονότος προκελευσματικοῦ, ἤτοι τετραβράχεος. τὸ β′ ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον. εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον. τὸ γ′ ἀσυνάρτητον ἐκ δακτυλικοῦ διμέτρου καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου τετάρτου, διιάμβου καὶ βακχείου. τὸ δ’ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ γ′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάσσονος, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′ καὶ ἀναπαίστου. καὶ ἔστιν ἑφθημιμερές. τὸ ε′ ὅμοιον ἰωνικὸν ἐξ ἐπιτρίτου α′ καὶ ἀναπαίστου. τὸ ϛ′ παιωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παιώνων πρώτων δύο καὶ συλλαβῆς. τὸ ζ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ η′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς ἀναπαίστου. εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος ἑφθημιμερὲς ἐκ παίωνος γ′ ἀντὶ ἰωνικοῦ καὶ μολοσσοῦ. τὸ θ′ χοριαμβικὸν δίμετρον ἀκατάληκτον διὰ τὴν ἀδιάφορον. τὸ ί ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου β′ πεντασυλλάβου καὶ χοριάμβου, τὸ ια′ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ χοριάμβου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ ιβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τῶν πρώτων δύο ποδῶν χορείων. τὸ ιγ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διιάμβου καὶ
Αὗται αἱ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ριγ′. ὧν τελευταῖος ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται, καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ β′ ὅμοιον, ἐπιμεμιγμένον χορείοις. τὸ γ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ δ′ ὅμοιον τῷ β′. τὸ ε′ ἀσυνάρτητον, ἐκ β′ τροχαϊκῶν πενθημιμερῶν. τὸ ϛ′ ἴαμβος τρίμετρος. τὸ ζ′ ὅμοιον, ἐπιμεμιγμένον καὶ ἑτέροις ποσί. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ β′ ἀναπαίστου. τὸ ί τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ια′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως, καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.
οὕτω χρὴ γράφειν καὶ τὰ παρόντα κῶλα, ἵν’ εἴη πρὸς τὰ μέτρα ὀρθά· καὶ ὁ οἶκος ὁ πάλαι διὰ τὰς εὐδαιμονίας ζηλωτὸς ὢν βέβηκε καὶ οἴχεται. καὶ τὸν ἄλλον στίχον πολύστονά τε δὴ καὶ πολύπονα,
ἵν’ εἴη ἴαμβος, ὡς ὁ τῆς στροφῆς. ἐλλιπὴς γὰρ ἦν, διὸ καὶ διωρθώθη παρ’ ἡμῶν, καὶ οἶμαι ὡς καλῶς.
Μετὰ τὴν κατὰ σχέσιν στροφὴν ἑτέραν τίθησιν ἀπολελυμένην στροφήν· εἰσὶ γὰρ τὰ παρόντα εἴδη μονόστροφα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα. τὰ κῶλα πάντα λζ′. τὸ α′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ β′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ γ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ δ’ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος κατὰ συνίζησιν καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς, κώλων ἀναπαιστικῶν ἕξ. ὧν τὸ δ’ μονόμετρον, τὰ δὲ λοιπὰ δ′ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος.
Καὶ αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη′, ὧν τελευταῖος ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται.
μετὰ δὲ τὸν λδ ′ καὶ τὸν ρλζ′ τμῆμα κώλον τὸ φεῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται καὶ, ὡς εἴρηται, ἀλλοιόστροφα· εἰσὶ δὲ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα εἰσὶ ε′. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ καὶ κρητικοῦ. τὸ β′ ὅμοιον τρίμετρον ἀκατάληκτον ἐκ παίωνος β′, ἰωνικοῦ πεντασυλλάβου καὶ ἐπιτρίτου α′. τὸ γ′ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ δ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο παιώνων δ′. τὸ ε′ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. Bar. 74
Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν β′. ἐπὶ τῷ τέλει παράγραφος.
τίνα θροεῖς λόγον, σὺ πότνια
: οὕτω χρὴ γράφειν τόδε τὸ κῶλον· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς· εἰ δὲ ἄλλως γράψεις, οὐχ ἁρμόσει τῷ μέτρῳ. Bar. 74.
Ἡ β′ αὕτη στροφὴ κώλων ἐστὶ ε′. τὸ α′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τῶν δύο πρώτων ποδῶν χορείων. τὸ β′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰωνικὸν ἀκατάληκτον τρίμετρον ἐκ παιώνων β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ’ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ καὶ γ′ ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον ἀντεστραμμένον πρῶτον ἔχον τὸν χορίαμβον·
Σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν τριῶν. ἐπὶ τῷ τέλει παράγραφος.
Ἡ γ′ αὕτη στροφὴ κώλων ἐστὶν ε′. τὸ α′ καὶ β′ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ′ καὶ ἰάμβου. τὸ γ′ ἰαμβικὸν καθαρὸν ἑφθημιμέρες. τὸ δ’ ἀναπαιστικὴ βάσις, εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος, μονόμετρον ὑπερκατάληκτον. τὸ ε′ ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἐκτὸς νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος, ἐντὸς νενευκυῖα.
Ἡ ἀντιστροφὴ αὕτη τῆς α′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ Μυκηνίδες ὦ φίλαι.
κώλων γάρ ἐστι καὶ αὕτη ε′ ἰσομέτρων ἐκείνοις. τὸ μέντοι α′ κῶλον τετρασύλλαβον ἔχει τὸν κρητικόν. τὸ δὲ β′ οὐ καλῶς εἶχε· διὸ καὶ ἀντιγέγραπται παρ’ ἐμοῦ, καὶ ἔχει νῦν ὀρθῶς. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι β′ τρίμετροι. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ τί δέ με τόδε χρέος.
κώλων γάρ ἐστι καὶ αὕτη ἰσομέτρων ἐκείνῃ ε′. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν ἴαμβοι τρίμετροι γ′. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Ἡ ἀντιστροφὴ αὕτη τῆς τρίτης ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ δόχμια νῦν κόρας.
καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ ε′, ἐν μέντοι τῷ ε′ κώλῳ ἀντὶ ἰάμβου ἔχει σπονδεῖον· ἀδιάφοροι γάρ εἰσιν αἱ καταλήξεις τῶν κώλων καὶ ὁ παρατέλευτος πούς· ἔνθα γὰρ ἰαμβικὴ κεῖται συζυγία, ἐναλλάττουσι τοὺς χρόνους, καὶ ἀντὶ διιάμβου ἐπιτιθέασιν ἐπίτριτον, ὃς σύγκειται ἐκ σπονδείου καὶ ἰάμβου, ἢ ἐξ ἰάμβου καὶ σπονδείου. ἔστι δὲ ὅτε κεῖται καὶ δισπόν δειον. ἐπὶ τῷ τέλει τῆς παρούσης ἀντιστροφῆς παράγραφος.
Τὰ ἑξῆς ταῦτα εἴδη καλεῖται κυρίως ἀνομοιόστροφα, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. ἔστι γοῦν τῆς παρούσης
Κατὰ περικοπὴν στίχοι β′ ἰαμβικοί. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἀντισπάστου καὶ τροχαίου. τὸ β′ ἰαμβικὸν καθαρὸν πενθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.
Κατὰ περικοπὴν στίχοι ἰαμβικοὶ γ′. ἐπὶ τῷ τέλει παράγραφος.
Ἡ στροφὴ αὕτη κώλων ἐστὶ β′. τὸ α′ δακτυλικὸν τετράμετρον. τὸ β′ ἀσυνάρτητον ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων η′. τὸ α′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ β′ καὶ γ′ καὶ τὸ δ′ καὶ ε′ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· ἔχει δὲ τὸ γ′ τὸν β′ πόδα προκελευσματικὸν, ἤτοι τετράβραχυν, τὸ δὲ ε′ τὸν β′ πόδα χορεῖον. τὸ ϛ′ ἰαμβικὸν ἑφθημιμερὲς ἐκ χορείων. τὸ ζ′ ὅμοιον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
Αἱ ἑξῆς αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μή, ὧν τελευταῖος τὰς μὲν γὰρ οἶδα συμφορὰς, τὰς δ’ οὐ σαφῶς.
μετὰ δὲ τὸν μβ′ κῶλα τρία. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον ἀκατάληκτον ἐξ ἰαμβικῆς συζυγίας καὶ παιώνων β′ ἀντὶ ἰωνικοῦ. τὸ β′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ γ′ ἰωνικὸν ἐξ ἰωνικοῦ ἀπὸ ἐλάττονος, διιάμβου καὶ δακτύλου. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος καὶ ἐπὶ τῷ τέλει κορωνίς.
Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων καὶ στίχων θ′. τὸ α′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ β′ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐκ παιώνων β′ δύο καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου,
Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ καὶ ἀνομοιόστροφα· οὐ γὰρ ἔχει σχέσιν πρὸς τὸ ἑξῆς. τὰ δὲ κῶλα τῆς παρούσης στροφῆς εἰσὶν ια′. τὸ α′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου δ′, παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ διτροχαίου. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ δακτυλικὸν τρίμετρον ἐκ σπονδείων. τὸ ϛ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ζ′ ὅμοιον ἔφθημιμερές. τὸ η′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ τελευταίου ἀδιαφόρου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ′ καὶ β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερές. τὸ ια′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ δακτύλου. ἐπὶ τῷ τέλει παράγραφος. ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων ιε′. τὸ α′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ γ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ καὶ χορείου, ἢ ἀναπαιστικοῦ διὰ τὴν ἀδιάφορον. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ ὅμοιον τῷ β′, τροχαϊκὸν καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ. εἰ δὲ βούλει, τροχαϊκὸν ὅμοιον τῷ δ′, ἰάμβου ἀρχομένου. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ′, ἰωνικοῦ καὶ ἀμφιβραχέος, ἢ βακχείου διὰ τὴν ἀδιάφορον. τὸ η′ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γ′,
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λβ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ δακτυλικῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου. τὸ δ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἔχον συνίζησιν κατὰ τὸν α′ πόδα. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δ′ ἀναπαίστου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον. τὸ ζ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ η′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, ἔχον κατὰ τὸν ε′ πόδα συνίζησιν. τὸ θ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δ′ ποδὸς χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ια′ ὅμοιον καθαρόν. τὸ ιβ′ ὅμοιον. τὸ ιγ′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς (δύο γάρ εἰσι σπονδεῖοι) καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιδ′ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ ιε′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον τὸ ιϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον. τὸ ιζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη′ ὅμοιον, δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ ιθ′ ὅμοιον τρίμετρον καταληκτικὸν, τοῦ δ’ ποδὸς χορείου· ἴαμβος γάρ ἐστι τρίμετρος ἐλλιπὴς μιᾷ συλλαβῇ. τὸ κ′ ὅμοιον τῷ ιϛ′. τὸ κα′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ ἰάμβου. τὸ κβ′ ὅμοιον ἐκ δύο χορείων καὶ ἀναπαίστου καὶ ἰάμβου, ἢ πυρριχίου διὰ τὴν ἀδιάφορον. τὸ κγ′ ὅμοιον ἐκ δ′ χορείων. τὸ κδ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ κε′ ὅμοιον τῷ ιη′. τὸ κϛ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κζ′, τὸ κη′, τὸ κθ′, τὸ λ′, τὸ λα′, καὶ
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λα′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ καὶ τὸ γ′ καὶ τὸ δ′ ὅμοια δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ. τὸ ε′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ϛ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου. τὸ ζ′ ὅμοιον τῷ ε′ ἰθυφαλλικόν. τὸ η′ προσοδιακὸν, ἐναντίον τῷ προρρηθέντι, ἐκ χοριάμβου καὶ παίωνος δ′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. εὕρηται γὰρ καὶ παρὰ Πινδάρῳ τὸ προσοδιακὸν καὶ ἀπ’ ἐλάττονος συγκείμενον, καὶ οὐ μόνον ἀπὸ μείζονος. τὸ θ′ ὅμοιον τῷ β′· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ι′ ὅμοιον τῷ ϛ′ ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, ἐξ ἰάμβου ἀρχόμενον. τὸ ια′ ἀναπαιστικὴ βάσις. τὸ ιβ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς ἐκ τροχαίου καὶ δύο βραχέων ἀντὶ μιᾶς μακρᾶς. τὸ ιγ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον, ἢ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιδ′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ σπονδείου. εἴη ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ τριῶν χορείων. τὸ ιϛ′ ὅμοιον. τὸ ιζ′, ιη′, ιθ′ ἐξ ἐπιτρίτου α′ καὶ ἰάμβου. τὸ κ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. τὸ κα′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ κγ′ ὅμοιον δίμετρον καταληκτικὸν
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστιν, κώλων δὲ κϛ′. τὸ α′ δακτυλικὸν ἢ ἀναπαιστικὸν ἑφθημιμερὲς, ἐπεὶ ἐκ σπονδείων ἐστί. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ δ’ ἀναπαιστικὸν, ὅμοιον τῷ δευτέρῳ. τὸ ε′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, συνίζησιν ἔχον ἐν τῷ γ′ ποδί. τὸ ζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η′ τροχαϊκὸν πενθημιμερές. τὸ θ′ ἀντισπαστικὸν τρίμετρον κατάληκτον, ἐκ διιάμβου, ἀντισπάστου καὶ κρητικοῦ. τὸ αὐτὸ εἴη ἂν καὶ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερὲς καθαρόν. τὸ ια′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιβ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, Στησιχόρειον καλούμενον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. εἰ δὲ μή ἐστιν ἀκατάληκτον, ― τοιοῦτον γάρ ἐστι τὸ Στησιχόρειον, ―οὐδὲν θαυμαστόν. τὸ ιγ′ ὅμοιον τῷ ζ′, ἰαμβικόν. τὸ ιδ’ τροχαϊκὸν ὅμοιον τῷ ι. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου. τὸ ιϛ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ β′ ποδὸς χορείου. εἰ δὲ τὸ ἴαχεν ἐκτεταμένον βούλει εἶναι, ὡς ηὐξημένης τῆς ἀρχούσης τοῦ παρατατικοῦ, εἴη ἂν τὸ κῶλον τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, τοῦ β′ καὶ τοῦ γ′ ποδὸς δακτύλου. εἴη δὲ καὶ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐκ διτροχαίου, παίωνος β′ καὶ μολοσσοῦ. τὸ ιζ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς.
Κατὰ περικοπὴν ἴαμβος. Bar. 74.
Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστιν, ὡς καὶ αἱ προρρηθεῖσαι, κώλων δὲ λη′. τὸ α′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς ἀναπαίστου. τὸ β′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ γ′ ὅμοιον. τὸ δ′ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ ε′ ὅμοιον τῷ δευτέρῳ καὶ τρίτῳ. τὸ ϛ′ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικοῦ ὁμοίου. τὸ ζ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ η′ παιωνικὸν τρίμετρον κατάληκτον ἐκ παιώνων α′ δύο καὶ βακχείου. τὸ θ′ ἰαμβικὸν ὅμοιον τῷ β′, τοῦ ε′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ ια′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, τοῦ β′ ποδὸς χορείου. τὸ ιβ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον, τοῦ β′ ποδὸς δακτύλου. τὸ ιγ′ δακτυλικὸν τετράμετρον, τοῦ ιγ′ ποδὸς προκελευσματικοῦ τετραβραχέος. τὸ ιδ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ′ ποδὸς προκελευσματικοῦ. τὸ ιε′ ὅμοιον καθαρὸν ἀναπαιστικόν. τὸ ιϛ′ ἀναπαιστικὴ βάσις. τὸ ιζ′ ἰαμβικὸν ὅμοιον τῷ δ′. τὸ ιη′ ἴαμβος ὅμοιος τῷ β′. τὸ ιθ′ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α′ ποδὸς χορείου. τὸ κ′ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. εἴη δὲ καὶ τροχαϊκὸν πενθημιμερὲς, δακτύλου ἀρχομένου. τὸ κα′ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ τροχαίου. τὸ κβ′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου. τὸ κγ′ ἀντισπαστικὸν τρίμετρον κατάληκτον ἐξ ἐπιτρίτου α′, διιάμβου καὶ βακχείου. τὸ κδ′ ἴαμβος ὅμοιος τῷ β′, τοῦ δ′ ποδὸς ἀναπαίστου. τὸ κε′
προβολάν κάλλιον γράφειν ἢ προβολήν· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς καὶ ἔν τισι τῶν παλαιῶν βιβλίων οὕτως εὕρηται. Bar. 74.
Ἡ ἀμοιβαία αὕτη περιστροφὴ, ἤτοι περίοδος, στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν λα′, ὧν τελευταῖος παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
εἰκότως δὲ τῷ τροχαϊκῷ κέχρηται μέτρῳ πρὸς τὸν τοῦ Ὀρέστου δρόμον. ἐπὶ τῷ τέλει κορωνίς. Bar. 74.
Τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀνομοιόστροφα κυρίως, διὰ τὸ μὴ εἶναι κατὰ σχέσιν. εἰσὶν οὖν τῆς παρούσης στροφῆς κῶλα δ′. τὸ α′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ γ′ δακτύλου. τὸ γ′ τροχαϊκὸν ὅμοιον πενθημιμερὲς, τοῦ β′ ποδὸς δακτύλου· εἰ δὲ βούλει, ἔστω καὶ τὰ δύο ἰωνικὰ, τὸ ἓν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος καὶ δευτέρου καὶ συλλαβῆς, τὸ δὲ ἄλλο ἐκ διτροχαίου καὶ δύο συλλαβῶν. τὸ δ′ τροχαϊκὸν ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Ἰὼ ἰὼ τύχα τύχα
: οὕτω βέλτιον γράφειν τὸ α′ τοῦ Ἰὼ ἰὦ τύχα
ἀλλὰ καὶ ἰὼ ἰὼ τύχα τύχα,
δι’ ὃ καὶ οὕτως ἐγράφη παρ’ ἡμῶν διὰ τὴν χασμωδίαν. Bar. 74.
Κατὰ περικοπὴν ἴαμβοι δύο. Bar. 74.
Ἡ β′ αὕτη στροφὴ κώλων ἐστὶ δ’. τὸ α′ καὶ β′ ἰαμβικὰ δίμετρα βραχυκατάληκτα· εἰ δὲ βούλει, παιωνικὰ ἡμιόλια, διὰ τὸ κοινὴν ἔχειν ἐν τῷ πρώτῳ ποδὶ συλλαβὴν, τὸ μὲν α′ ἐκ παίωνος τετάρτου καὶ ἰάμβου, τὸ δὲ β′ ἐκ τοιούτου παίωνος καὶ σπονδείου. τὸ γ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου, ὃ καλεῖται Φερεκράτειον. τὸ δ′ ἰαμβικὴ βάσις ἤτοι μονόμετρον· εἰ δὲ βούλει, ἀντισπαστικὸν μονόμετρον. ἐπὶ τέλει παράγραφος. Bar. 74.
Κατὰ περικοπὴν ἴαμβοι β′, εἶτα παράγραφος. Bar. 74.
Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ ζ′. τὸ α′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ β′ ὅμοιον πενθημιμερὲς, τοῦ ω′ ποδὸς χορείου. τὸ γ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀναπαίστων καὶ ἰάμβων· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον ὑπερκατάληκτον ἐκ παίωνος γ′ ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, χοριάμβου, παίωνος γ′ αὖθις καὶ συλλαβῆς. τὸ δ′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαικῆς βάσεως. τὸ ε′ καὶ τὸ ϛ′ παιωνικὰ ἡμιόλια ἐκ παίωνος δ′ καὶ ἰάμβου· εἰ δὲ βούλει, τροχαϊκὰ πενθημιμερῆ, τοῦ α′ ποδὸς χορείου. τὸ ζ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἔξω νενευκυῖαι. Bar. 74.
Σύστημα κατὰ περικοπὴν ἐν ἐκθέσει τῶν ἀνομοιοστρόφων εἰδῶν στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ε′. ἐχρήσατο δὲ κἀνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸν ταχὺν δρόμον τοῦ Μενελάου, καὶ διὰ τὸ μετὰ σπουδῆς δραμεῖν τὴν Ἠλέκτραν καὶ βοῆσαι τοῖς ἐν τῷ οἴκῳ οὖσι καὶ τὸν φόνον ἐργαζομένοις. ἐπὶ τῷ τέλει παράγραφος. Bar. 74.
Αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
ἐχρήσατο δὲ ἐνταῦθα ἰαμβικῷ διὰ τὸ λῆξαι Μενέλαον τοῦ δρόμου καὶ ἱστάμενον ποιεῖσθαι τοὺς λόγους. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς. Bar. 74.
Ὁ ἐπίλογος οὗτος τοῦ δράματος ἐκ δύο συστημάτων σύγκειται. καὶ εἰσὶ τοῦ μὲν πρώτου συστήματος τὰ κῶλα ἀναπαιστικὰ θ′, ὧν τὰ μὲν η′ δίμετρα ἀκατάληκτα, τὸ δὲ θ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακὸν, τοῦ δευτέρου δὲ συστήματος τὰ κῶλα γ′· τὸ α′ ὅμοιον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τὸ δὲ β′ ἀναπαιστικὴ βάσις, τὸ δὲ τρίτον ὅμοιον ἑφθημιμερές. ἐπὶ τῷ τέλει τοῦ πρώτου παράγραφος, τοῦ δὲ δευτέρου κορωνὶς, ἡ περατοῦσα τὸ δρᾶμα.
Ὀυκ ἔστιν οὐδὲν δεινόν
: ἐπειδὴ ἡ τοῦ πατρὸς αὐτῆς δυστυχία ὑπερῇρεν ἁπάσας, διὰ τοῦτο αὕτη γνωματευομένη ταῦτά φησι καθ’ αὑτήν. δείξει δὲ ὡς ἐξ ἀρχῆς τὸ γένος αὐτῆς συμφοραῖς ὑπέκειτο. Gu.
I. ἵνα μὴ καθ’ ἕκαστον ἀπαριθμῆται τὰ συμβαίνοντα τοῖς ἀνθρώποις κακὰ, περιλαμβάνει διὰ τοῦ γενικοῦ ὀνόματος τοῦ δεινοῦ, διαιρουμένου εἰς πάθη καὶ συμφοράς. καὶ πάθη μέν ἐστι τὰ συμπίπτοντα τοῖς σώμασι νοσήματα, συμφοραὶ δὲ αἱ ἐπερχόμεναι τοῖς ἀνθρώποις θλίψεις. καὶ τὸ ὧδ’ εἰπεῖν ἔπος διὰ τοῦτ’ ἔφη, διότι καθολικῶς ἐξήνεγκεν. ἐπεὶ δὲ πάθος καὶ συμφορὰν εἴρηκε, προτιμᾷ τὸ θηλυκὸν τοῦ οὐδετέρου, ἀποδιδοὺς τὸ ἧς πρὸς τὸ συμφορά. γίνωσκε δὲ ὅτι, ὅταν εὑρεθῶσι δύο ὀνόματα, ἀρσενικὸν καὶ θηλυκὸν, μάλιστα μὲν τὸ ἀρσενικὸν προτιμᾶται τοῦ θηλυκοῦ, συμβαίνει δὲ ἔστιν ὅτε καὶ τὸ ἀνάπαλιν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων. ἀλλὰ μὴν καὶ τοῦτο πολλάκις γίνεται. κειμένου γὰρ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου ὀνόματος, ἀποδίδοται ἡ σύνταξις πρὸς τὸ οὐδέτερον, ὡς εἰς πρᾶγμα. Gu.
I.
οὐκ ἔστιν οὐδὲν δεινόν
: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ δυστυχίαι καὶ περιπέτειαι. A.
I.
οὐκ ἔστιν οὐδὲν δεινόν
: οὔτε ἀκοὴ οὔτε θέαμα ἔστιν οὕτω δεινόν ὅπερ οὐχ ὑφίσταται ἡ τῶν ἀνθρώπων φύσις. τοῦτο δέ φησι παρ’ ὅσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος, ἢ διὰ τὰς τοῦ γένους συμφορὰς, ἢ δι’ ἑαυτὴν, ὥς γε τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην, ἢ διὰ τὸν Ὀρέστην. A.
B.
M.
I.
Ἄλλως. ὧδ’ εἰπεῖν ἔπος
: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ἀπενέγκοιτο. εἰς θηλυκὸν δὲ ἐξ οὐδετέρου τὸν λόγον ἀπέδωκεν, ἐπειδὴ προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκόν. A.
B.
οὐκ ἔστιν οὐδὲν δεινόν
: ὡς ἐπέρχεται δηλονότι εἰπεῖν ἔπος οὕτως, ἤτοι ὡς ἐν συντόμῳ εἰπεῖν, οὐκ ἔστιν οὐδὲν χαλεπὸν, οὐδὲ πάθος καὶ κάκωσις, οὐδὲ συμφορὰ ἀπὸ θεῶν πεμφθεῖσα, ἧς οὐκ ἂν βαστάσει βάρος ἡ φύσις ἀνθρώπου.I.
οὐδὲ πάθος
: πάθος ἐπὶ σώματος τὸ τραῦμα καὶ ἡ πληγὴ, ἣν ξίφει τις ἐπλήγη ἢ τοιούτῳ τινὶ, ὃ ἀπὸ μὲν τοῦ ποιοῦντος λέγεται πρᾶγμα καὶ πρᾶξις, ἀπὸ δὲ τοῦ πάσχοντος πάθος, ὥσπερ τὸ λῆμμα ἀπὸ μὲν τοῦ λαμβάνοντος λέγεται λῆμμα, ἀπὸ δὲ τοῦ διδόντος δῶρον, ἀπὸ τούτου πάθος καὶ ἐπὶ ψυχῆς ἡ ἧττα, ἣν ἡττήθη τις ὑπὸ ἀδικίας, ἢ ἀκολασίας, ἢ τοιούτου τινός. λέγεται πάθος καὶ αὐτὴ ἡ ἀδικία καὶ ἡ ἀκολασία καὶ ἡ δειλία καὶ ὅσα τοιαῦτα προσβάλλει ἡμῖν, ὥσπερ λέγεται βέλος καὶ τὸ πεμπόμενον καὶ τὸ τραῦμα τὸ ἀπὸ τῆς βολῆς τοῦ βέλους. τούτων δὴ τῶν παθῶν τῶν προσβαλλόντων, ἤγουν τῆς ἀδικίας, τῆς ἀκολασίας, καὶ τῶν τοιούτων, ἐπικρατεῖν ὁ λογισμὸς δύναται, οὐ καταλύων αὐτὰ, ἀλλ’ ὑπείκων αὐτοῖς. τὰ δὲ ἔτερα, ἤγουν
οὐδὲ πάθος
: πάθος λέγεται σωματικὸν νόσημα, οἷον λώβη καὶ ἕτερα, ὅσα ἀπὸ τοῦ σώματος ἀναδίδονται· συμφορὰ δὲ θεήλατος ἡ ἀπὸ θεοῦ πεμπομένη, οἷον λοιμικὸν νόσημα, λιμὸς καὶ ἐπιδρομὴ ὑετοῦ. οὐκ ἔστιν οὐδὲν δεινὸν καὶ χαλεπὸν πρᾶγμα, οὐδὲ πάθος, οὐδὲ συμφορὰ θεήλατος καὶ ἐκ θεοῦ ἐλθοῦσα, ὅπερ οὐχ ὑφίσταται ἡ τῶν ἀνθρώπων φύσις. Fl. 59.
θεήλατος
: θεόθεν ἐπερχομένη. A. ἀπὸ θεοῦ πεμπομένη. Fl. 6.
9.
17.
34.
56.
59.
76.
Gr. ἐκ θεοῦ παραγενομένη. Gu.
οὐδὲ συμφορὰν θεήλατον
: γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατος, ἀγνοοῦντες δέ· ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ἔστιν εἰπεῖν. M.
ὁ γὰρ μακάριος
: προδιόρθωσις. Gu. ὁ γὰρ μακάριος Τάνταλος, ― καὶ οὐκ ὀνειδίζω τὰς τύχας, ― γεννηθεὶς, ὡς λέγουσιν, ἀπὸ τοῦ Διὸς, φοβούμενος τὴν πέτραν τὴν ὑπερκειμένην τῆς κεφαλῆς,
ὁ γὰρ μακάριος
: κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν. ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι. A. μακάριον γὰρ αὐτὸν καλῶ, φησὶ, καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ.
Ἄλλως. ὁ ποτὲ μακάριος. οὐ γὰρ ὀνειδίζουσά φησιν, ἀλλὰ βουλομένη παραστῆσαι ὅτι πάντα τὰ δεινὰ ὑφίστανται ἄνθρωποι· καὶ Ὅμηρος τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι.
καλῶς δὲ τὸ ὡς λέγουσι
προσέθηκεν· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι. A.
B.
M.
I.
ὁ γὰρ μακάριος
: ἐπαινεῖταί τις ἐφ’ οἷς ποιεῖ καλοῖς καὶ ψέγεται ἐφ’ οἷς ποιεῖ κακοῖς· μακαρίζεται δὲ ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. ἀφ’ οὗ μακάριος ὁ μακαρισμοῦ ἄξιος ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἀπολαύει. καὶ μακάριον τέλος οὗ ὁ τυχὼν μακαρίζεται. καὶ μακάριον ἔργον ἐφ’ ᾧ ὁ ἐργασάμενος μακαρίζεται. ἐνταῦθα δὲ τὸ μακάριος
μακάριος
: εὐδαίμων διὰ τὴν τῶν θεῶν συνήθειαν. Gu.
κοὐκ ὀνειδίζω τύχας
ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδει τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλ’ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς, καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται. Α. καὶ οὐ λέγω ἄθλιος καὶ ταλάντατος, εἰς ὀνειδισμὸν προφέρουσα τὰς τύχας· ἀπὸ γὰρ τῶν συμβεβηκότων αὐτῷ ἄθλιος μᾶλλον ἦν καὶ ταλάντατος. Gr.
Fl. 6.
9.
21.
56.
59.
Διὸς πεφυκώς
: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη· Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κορίθιος, Ἵππαλμος, Ἵππασος, Κλέων, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροίζην, Νικίππη, Λυσιδίκη, καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ λοιποὶ Πελοπίδαι, ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς, ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας.
Διὸς πεφυκώς
: Ζεὺς, Τάνταλος, Πέλοψ, οὗ Ἀτρεὺς καὶ Θυέστης· ἐκ τοῦ Ἀτρέως Ἀγαμέμνων καὶ Μενέλαος· ἐκ τοῦ Θυέστου Ἀγλαὸς, Ὀρχομενὸς, Κάλαος· ἐκ τοῦ Ἀγαμέμνονος Ἠλέκτρα, Χρυσόθεμις, Ἰφιγένεια, Ὀρέστης· ἐκ τοῦ Μενελάου μόνη ἡ Ἑρμιόνη. Gu.
ὡς λέγουσι
: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ. A.
B.
C.
M.
I.
Τάνταλος
: ἀπὸ τοῦ τάλας Τάνταλος ὠνόμασται, οἱονεὶ ταλάντατος· ἀθλιώτατα γὰρ πέπονθεν. Fl. 21.
ἀέρι ποτᾶται
: τινὲς μέν φασιν, ὧν ἐστι καὶ Εὐριπίδης, ἐν ἀέρι τὸν Τάνταλον κρέμασθαι, κἀνταῦθα τὴν δίκην ὑπέχειν ὧν ἐξήμαρτεν, ἐξειπὼν τοῖς βροτοῖς τὰ τῶν θεῶν ἀπόρρητα (τοῦτο γάρ ἐστι τὸ ἀκόλαστον ἔσχε γλῶσσαν) καὶ τῆς ἀμβροσίας μεταδούς.
ἀέρι ποτᾶται
: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεὺς θεός. οὔτε γὰρ ἐν τῷ οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς, ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν τῷ οὐρανῷ, οὔτε καθ’ Ἅιδου, ὡς μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο, ἀλλ’ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ φθεγγόμενος μᾶλλον ἀνιῷτο. A.
B.
C.
M.
I.
κοινῆς τραπέζης ἀξίωμ’ ἔχων ἴσον
: παρὰ τὸ δαιτὸς ἐΐσης.
M. κοινῆς τραπέζης ἀξιούμενος ὤφειλεν εἰπεῖν. ἐπεὶ δὲ ἡ κοινὴ τράπεζα τὴν αὐτὴν τιμὴν τοῖς μεταλαμβάνουσιν αὐτῆς δίδωσι, διὰ τοῦτο εἶπεν ἀξίωμ’ ἔχων ἴσον. Gr.
I.
ἴσον
: ὅρα ἐνταῦθα ὅπως χρῆται ὁ ποιητὴς τὸ ἴσον τὸ ι ὡς βραχύ. οὐ γάρ ποτε ἐν τέλει στίχου ποὺς εὑρίσκεται συγκείμενος ἐκ μακροῦ καὶ βραχέος, ἀλλὰ τοὐναντίον. Gu
ἀκόλαστον
: ἐπεὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι.
αἰσχίστην
: κακίστην. οὐδὲν γὰρ ἀθυρογλώσσου φαυλότερον. Gu.
οὗτος φυτεύει Πέλοπα
: ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου, ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης .. . . .. δὲ ἱστορεῖ ἐξ Εὐρυανάσσης τῆς Πακτωλοῦ. B.
M. ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου, ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης, ὁ Τάνταλος ἐγέννησε τὸν Πέλοπα. I. ἀντὶ τοῦ γεννᾷ. μεταφορικῶς ἀπὸ τῶν ἐνύδρων. M. γεννᾷ. ἀντὶ τοῦ ἐγέννησε. Gr.
Fl. 59.
76.
ᾧ στέμματα ξήνασα
: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν, Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς
ᾧ στέμματα
: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη, ἢ ἀντὶ τοῦ ἐριουργήσασα, κατασκευάσασα. ὁ δὲ νοῦς, ἡ τῷ Ἀτρεῖ περιποιησαμένη τὴν βασιλείαν θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται δὲ καὶ Ἔρις, ἵνα ᾖ, ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν, ὡς καὶ τὰς Μοίρας. Ὅμηρος γάρ φησι τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι.
A.
B.
M.
I.
Τρεῖς εἰσι Μοῖραι, Κλωθὼ, Λάχεσις καὶ Ἄτροπος. τούτων ἡ μὲν Κλωθὼ τὰ ἑνὶ ἑκάστῳ μέλλοντα συμβήσεσθαι κλώθει καὶ κατασκευάζει, ἡ δὲ Λάχεσις λαγχάνει καὶ κληροῖ καὶ ἐπικυροῖ ταῦτα καὶ οἷον ἐπισφραγίζει, ἡ δὲ Ἄτροπος ἄτρεπτα καὶ ἀμετακίνητα καὶ ὡς οὐκ ἂν ἄλλως γενησόμενα τίθησιν. Gu. I.
ἔριν Θυέστῃ πόλεμον
: πολέμιον, ἐριστικὸν. C. ἀρσενικὸν, τὸν ἐριστικὸν, ὡς τὸ Ἡσιόδειον μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρα τιμήσουσιν.
C.
Θυέστῃ
: ἀντὶ τοῦ Θυέστην ὄντα σύγγονον θέσθαι. M.
τί τἄρρητα
: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε. καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ δὲ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλεκτρας ἐκλαληθῆναι φησὶν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ,
ἤγουν τί με δεῖ τὰ μὴ εἰρημένα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι χρεὼν, ἢ τὸ ἀπαριθμῆσαι ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι. Α. ἀντὶ τοῦ εἰς μέτρον θεῖναι ἐμὲ παρθένον οὖσαν τὰ ἄρρητα, ἤτοι τὰ μὴ πρέποντα λέγεσθαι ὡς αἰσχρά. I.
ἀναμετρήσασθαι
: ἀνεμέτρει τὸ χωρίον
παρ’ Ἀριστοφάνει ἀντὶ τοῦ διεμέτρει· ἀναμετρήσασθαι δὲ ἐνταῦθα ἀντὶ τοῦ ἀναλαβεῖν καὶ διηγήσασθαι, ἀπὸ μεταφορᾶς τῶν τὰ μετρηθέντα ἐξ ἀρχῆς ἀναλαμβανόντων καὶ μετρούντων. καθὸ λέγεται καὶ τὸ ἀνακοινωσώμεθα τὸν λόγον παρὰ Πλάτωνι ἀντὶ τοῦ ἐξ ἀρχῆς ἀναλαβόντες κοινωσώμεθα. τὸ ἑξῆς, ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς μητρὸς ἀνοσιωτάτης, ἡ Χρυσόθεμις καὶ ἡ Ἰφιγένεια καὶ ἐγὼ ἡ Ἠλέκτρα καὶ ἄρσην ὁ Ὀρέστης. Gr.
I.
ἀναμετρήσασθαι
: διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμανεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται, ἢ ὡς παρθένος παραιτεῖται λέγειν, διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὸν ἄθεσμον Αἰγίσθου γάμον. οὗτος γὰρ ἦν παῖς Πελοπείας τῆς θυγατρὸς,
ἔδαισε δ’ οὖν νιν
: εὐώχησεν αὐτὸν τὸν Θυέστην ὁ Ἀτρεὺς, τὰ τέκνα αὐτοῦ δηλονότι ἀποκτείνας. ἀπὸ τοῦ Ἀτρέως δὲ ―τὰς γὰρ ἐν μέσῳ δυστυχίας σιγῶ, ― ἔφυ ὁ κλεινὸς Ἀγαμέμνων, κλεινὸς μὲν, ὡς ὑπὲρ τῆς Ἑλλάδος εἰς Τροίαν στρατεύσας· εἰ δὴ κλεινὸς, ὡς ἀθλίως ἀποθανὼν καὶ τὴν τῆς γυναικὸς ὑποστὰς μοιχείαν, ὁ Μενέλεώς τε ἀπὸ μητρὸς Κρητικῆς τῆς Ἀερόπης. εἰς γυναῖκα δὲ ἔλαβεν ὁ μὲν Μενέλαος τὴν Ἑλένην, τὴν μισουμένην ὑπὸ τῶν θεῶν, ὁ δὲ Ἀγαμέμνων ὁ ἄναξ τὸ λέχος τῆς Κλυταιμνήστρας (περιφραστικὼς ἀντὶ τοῦ τὴν Κλυταιμνήστραν) τὸ ἐπίσημον καὶ διάδηλον, διὰ τὸν φόνον δηλονότι, εἰς Ἕλληνας· ᾧ Ἀγαμέμνονι παρθένοι μὲν τρεῖς ἐγεννήθημεν ἐκ μιᾶς ἀνοσιωτάτης μητρὸς, Χρυσόθεμις, Ἰφιγένεια, καὶ ἐγὼ ἡ Ἠλέκτρα, ἄρσην τε Ὀρέστης· ἥτις Κλυταιμνήστρα περιβαλοῦσα καὶ περικρύψασα τὸν ἄνδρα ἐν ἱματίῳ κυκλοτερεῖ, μὴ ἔχοντι διέξοδον, ἔκτεινεν· ὧν δὲ χάριν, ἔκτεινε δηλονότι, οὐ καλόν ἐστι παρθένῳ λέγειν, τουτέστιν ἐμοὶ τῇ παρθένῳ· ἀφίημι τοῦτο ἀσαφὲς καὶ ἄρρητον σκοπεῖσθαι ἐν τῷ δήμῳ. I.
ἔδαισε
: ἐδείπνησεν. C.
M. ἐπειδὴ μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τὸν Θυέστην ἐχρήσθη ἐν τῇ Πυθίᾳ ἐρωτῶν πῶς τιμωρήσαιτο τὸν ἀδελφὸν μιγῆναι τῇ θυγατρὶ Πελοπείᾳ καὶ τὸν ἐκ ταύτης τεχθησόμενον δεινὰ κατεργάσασθαι τοὺς Ἀτρείδας. οὗτος δ’ ἦν Αἴγισθος.
τὰς γὰρ ἐν μέσῳ
: ἐπεὶ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμὸς, ἀλλ’ Ἀτρεύς. C.
M. ἤγουν τὰ συμβάντα πρὸς ἀλλήλους κακὰ, καὶ τὴν τῆς γυναικὸς αὐτοῦ πρὸς Θυέστην μοιχείαν, καὶ ὅτι διὰ τοῦτο κατὰ θαλάσσης ταύτην ἀφῆκεν. Bar.
Gu. ἐν μέσῳ τύχας λέγει τὴν μίξιν τοῦ Θυέστου τὴν μετὰ τῆς αὐτοῦ θυγατρὸς Πελοπείας, ἀφ’ ἧς ἔτεκε τὸν Αἴγισθον τὸν μοιχὸν τῆς Κλυταιμνήστρας. Fl. 59. τὴν μοιχείαν Ἀερόπης αἰνίττεται, ἢ τὴν γυναῖκα Πλεισθένους, ὃν ἀνεῖλεν Θυέστης. Fl. 10.
Κρήσσης
: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε. τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας. Α.C.
M. τὸ ἀρσενικὸν Κρής, καὶ κλίνεται Κρητός· τὰ γὰρ εἰς ης ὀξύτονα μονοσύλλαβα περιττοσυλλάβως κλινόμενα διὰ τοῦ τος, οἷον Κρής Κρητός, βλής βλητός, σής σητός. Fl. 21.
Χρυσόθεμις
: καὶ Ὅμηρος Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα.
καὶ οὗτος Ἰφιγένειαν μὲν τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκτραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς παρθενίας, οἱονεὶ ἄλεκτρός τις οὖσα, ὡς αὐτὸς καὶ οὕτως φησὶν ὦ παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου.
A.
B.
C.
M.
Fl. 10.
33.
59.
Χρυσόθεμις
: οὗτος ὁ ποιητὴς τρεῖς λέγει θυγατέρας γεννηθῆναι τῷ Ἀγαμέμνονι· ὁ δὲ Σοφοκλῆς ἐν τῷ δευτέρῳ δράματι τέσσαρας μετὰ τῆς Ἰφιανάσσης. Gu. ἱστοροῦσί τινες ὡς ἡ Ἠλέκτρα πρῶτον μὲν ἐκαλεῖτο Ἰφιάνασσα, διὰ δὲ τὸ παραταθῆναι εἰς μακρὸν τὸν τῆς παρθενίας αὐτῆς καιρὸν καὶ ἄνανδρον μεῖναι μέχρι πολλοῦ, οὕτως ἐκλήθη, ὡς ἔστι συμβαλεῖν τοῦτο ἀπὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος· ἀπὸ γὰρ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ λέκτρου ἡ κοίτη. Gu.
ἀπείρῳ
: κυκλοτερεῖ. Gr. ἀδιεξοδεύτῳ, μὴ διεξόδους ἔχοντι κεφαλῆς καὶ χειρῶν. Gu. ἄπειρον, ὃ οὐκ ἦν διαπερᾶσαι χερσὶν ἢ κεφαλῇ. Fl. 33.
περιβαλοῦσα
: περικαλύψασα, ἐνδύσασα, ὡς τὸ περιέβαλε τὸν ἅγιον τοῖς δεσμοῖς.
Gu.
ὑφάσματι
: ἱματίῳ. Gr.
ἀμήχανον τεύχημα καὶ δυσέκλυτον.
A.
B.
M.
οὐ καλόν
: οὐ γὰρ προσήκει παρθένον μοιχείας καὶ μιασμάτων ἀνόμων μεμνῆσθαι. Gu.
Φοίβου δ’ ἀδικίαν
: τοῦ δὲ Ἀπόλλωνος κατὰ τί πρέπει κατηγορεῖν ἀδικίαν; πείθει δὲ, ἀντὶ τοῦ ἔπεισε, τὸν Ὀρέστην κτεῖναι τὴν μητέρα, ἥτις ἐγέννησεν αὐτὸν, πρᾶγμα δηλονότι προστάξας, οὐ φέρον πρὸς ἅπαντας εὔκλειαν καὶ καλὴν φήμην. ὅμως δὲ ἀπέκτεινε πεισθεὶς τῷ θεῷ. καὶ ἐγὼ μετέσχον τοῦ φόνου, καθὰ γυνὴ, τουτέστι συνεβούλευσα, ὁ Πυλάδης τε, μετέσχε τοῦ φόνου δηλονότι, ὃς συνέπραξεν ἡμῖν τάδε. Ι.
Φοίβου δ’ ἀδικίαν
: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος, καὶ δι’ ὧν ἐδόκει μὴ κατ’ αὐτοῦ λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα. τὸ δὲ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ
Φοίβου δ’ ἀδικίαν
: οὐ γὰρ πρέπει θεοῖς ἀδικία· ἀγαθῶν γὰρ δοτῆρές εἰσι. τοῦτο δὲ λέγει ὥσπερ δυσχεραίνουσα διὰ τὴν τοῦ ἀδελφοῦ μανίαν· δοκεῖ γὰρ τοῦτο λογιζομένη, ὡς, εἰ δικαίως παρὰ τοῦ Φοίβου ὁ τῆς μητρὸς φόνος ἐθεσπίσθη Ὀρέστῃ, οὐκ ἔδει τοῦτον μανῆναι θεῷ ὑπακούσαντα. Gu.
κατηγορεῖν
: κατηγορεῖ τὸ σκυλάκιον τὸ προελθὸν πρῶτον τῆς μητρὸς τὸν πατέρα ἀντὶ τοῦ δεικνύει ἐν ἑαυτῷ. κατηγορεῖν καὶ τὸ κατά τινος ἀγορεύειν, καὶ ἔχει τὴν σύνταξιν ἀπὸ γενικῆς εἰς αἰτιατικὴν, οἷον κατηγορῶ σου φόνον, κατηγορῶ σου ἀδικίαν. καὶ ἔστι μὲν ἡ τετελεσμένη σύνταξις αὐτοῦ αὕτη. ἔστι δ’ ὅτε καὶ μετὰ γενικῆς μόνης λέγεται. τὸ τοιοῦτο δὲ καὶ ἐν ἄλλοις συμβαίνει πλείστοις, οἷον τὸ προσέχω ἐντελῶς μὲν λεγόμενον ἐν τῷ λόγῳ ἔχει καὶ τὸν νοῦν, οἷον προσέχω τὸν νοῦν τοῖς λεγομένοις· λέγεται δὲ καὶ προσέχω τοῖς λεγομένοις χωρὶς ἐκείνου. καὶ τὸ φθονῶ ἐντελῶς μὲν ἔχον τῆς συντάξεως ἀπὸ δοτικῆς εἰς γενικὴν συντάσσεται, οἷον φθονῶ σοι τοῦδε. λέγεται δὲ καὶ φθονῶ σοι μόνον, καὶ ἔτι φθονῶ τῆς σῆς ἀρετης. Gr.
Fl. 6.
9.
17.
21.
34.
56.
59.
76.
σφ’
: σφίν καὶ νίν καὶ μίν ἐπὶ ταῖς ἄλλαις πτώσεσιν οὐχ εὑρίσκεται. Fl. 21.
πρὸς οὐχ ― φέρον
: οἱ μὲν γὰρ ἐπῄνουν αὐτόν· διὸ τὸ πρὸς οὐχ ἅπαντας εἶπεν. M. πρᾶγμα. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. οὐ γὰρ ἅπαντες ἀποδέχονται τοῦτο, ἀλλ’ οἱ μὲν, οἱ δ’ οὔ. Gu.
εὐκλείαν φέρον
: ἐκτέταται τὸ ᾱ τοῦ εὐκλεία Ἀττικῶς. ἀντὶ τοῦ εὐκλείαν φέροντος Ἀττικῶς, τοῦ κτεῖναι δηλονότι. M.
οὐκ ἀπειθήσας
: οὐκ ἀπειθὴς γενόμενος, παρακούσας τῷ Ἀπόλλωνι. Fl. 59.
οἷα δὴ γυνή
: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου ἡ Ἠλέκτρα, ὡς καὶ Ὀρέστης φησίν σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί.
Ἄλλως. ζητεῖται τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν,
ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνὴ πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο.
Ἄλλως. ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή
παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος, οὐ κατὰ γυναῖκα. A.
B.
M.
I.
οἷα δὴ γυνή
: ὅσον δὲ δύνανται αἱ γυναῖκες εἰς φόνον πρᾶξαι ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου. τοσοῦτον ἔπραξα, ὅσον ἂν γυνή τις ἐργάσηται συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός· οὐ γὰρ αὐτόχειρ γέγονε κἀκείνῳ εἰς τὸν φόνον τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησεν ἱσταμένη ἔξωθεν καὶ περισκοποῦσα. Fl. 59. ἐκοινώνησα καθὰ ἂν μετάσχοι γυνή. Fl. 6.
9.
17.
21.
56.
59.
76.
ἐντεῦθεν
: ἤτοι ἐξ ἐκείνου συντακεὶς καὶ συμμιγεὶς ὁ τλήμων Ὀρέστης νόσῳ ἀγρίᾳ, ἤτοι μανίᾳ, νοσεῖ· ὁ δὲ, ἀντὶ τοῦ ὅς δὴ, πεσὼν ἐν κοίτῃ κεῖται. ὁ φόνος γὰρ τῆς μητρὸς ἐλαύνει καὶ ταράσσει αὐτὸν μανίαισιν, ὑπὸ μανιῶν, τῶν Ἐριννύων δηλονότι. αἰδοῦμαι γὰρ ὀνομάζειν καὶ λέγειν θεὰς Εὐμενίδας, τὰς Ἐριννύας δηλονότι, αἳ ταράσσουσι τόνδε διὰ φόβου. ἕκτον δὲ ἦμαρ τόδε, ἐστὶ δηλονότι, ἐξότου σφαγαῖς καὶ διὰ σφαγῆς θανοῦσα ἡ μήτηρ ἐκαθάρθη τὸ δέμας διὰ τοῦ πυρός· δι’ ὧν ἡμερῶν οὔτε τροφὴν ἐδέξατο διὰ τοῦ λαιμοῦ, οὐ λουτρὰ ἔδωκε τῷ σώματι, ἤτοι οὐκ ἐνίψατο· κρυφθεὶς δὲ ἔσω τῶν ἱματίων, ὅταν μὲν κουφισθῇ τὸ σῶμα ἀπὸ τῆς νόσου, ἔμφρων γενόμενος δηλονότι, δακρύει, ποτὲ δὲ ἀπὸ τῆς κοίτης πηδᾷ, καθὰ πῶλος ἀπὸ ζυγοῦ δρομαῖος καὶ ταχύς. I.
τλήμων
: παρὰ μὲν τῷ ποιητῇ τλήμων ὁ ὑπομονητικὸς, παρὰ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής. A.
M.
Fl. 10.
ὁ δέ
: ὅς. Gu.
δέ
: γάρ Gu.
μανίαισιν
: νόσοις μανικαῖς. Gu.
ὀνομάζειν
: ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς τὰς Ἐρινῦς. οὐκ ὀνομάζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων, Τισιφόνη, Μέγαιρα καὶ Ἀλληκτώ. A.
B. MI. ὄνομα ἡ λέξις καὶ ὀνομάζειν τὸ λέγειν. Gu.
ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς Εὐμενίδας
: τουτέστιν εὐλαβοῦμαι λέγειν ὅτι αἱ Εὐμενίδες, ἤγουν αἱ Ἐριννύες, ποιοῦσιν αὐτὸν μαίνεσθαι, αἳ τοῦτον ἐξαμιλλῶνται καὶ ἐλαύνουσιν ἐν φόβῳ. ἔστι δὲ τὸ σχῆμα κατὰ παράλειψιν· ὃ γὰρ ηὐλαβεῖτο λέγειν εἴρηκεν. οἱ δὲ πολλοὶ οὕτω νοοῦσιν· αἰδοῦμαι τὰς Εὐμενίδας λέγειν θεὰς, ἀντὶ τοῦ εὐλαβοῦμαι λέγειν αὐτὰς εἶναι τοῦ θείου γένους, ὡς κακῶν παρεκτικάς. τὸ δὲ ἐξαμιλλῶνται εἶπεν, ἐπειδὴ οἱ ἀγωνιζόμενοι πρὸς ἀλλήλους ἐν γυμνασίοις ἄνω καὶ κάτω στρέφονται τοῖς ἀγωνίσμασιν. Gu.
I.
Εὐμενίδας
: Εὐμενίδας φησὶν αὐτὰς κατ’ ἀντίφρασιν. μᾶλλον γάρ εἰσι δυσμενίδες ἢ εὐμενίδες· τὴν γὰρ τῆς μανίας νόσον αὗται τοῖς ἀνθρώποις προσάγουσιν ἐπεκδικοῦσαι. Fl. 21.
καθήγνισται δέμας
: καθωσίωται, κέκαυται. ἁγνείαν γὰρ ἐκάλεσε τὴν διὰ πυρὸς φθορὰν τοῦ σώματος.
οὐ λούτρ’ ἔδωκε
: οὐκ ἐκαθαρίσθη τῷ προσώπῳ, οὐκ ἐνίψατο, ἢ οὐκ ἐλούσατο· οἱ γὰρ Ἕλληνες συνεχῶς καὶ σχεδὸν καθ’ ἡμέραν ἐλούοντο. Fl. 59.
χλανιδίων
: τῶν ἁπαλῶν σκεπασμάτων τῶν ἐπὶ τῆς κοίτης. ἱματίων. Gu.
ὅταν μὲν σῶμα κουφισθῇ νόσου
: ἀκόλουθον τῷ ἄραιτ’ ἄχθος
τὸ κουφισθῇ νόσου. M. ὅταν μὲν κουφισθῇ τῆς μανίας, εἴσω τῶν στρωμάτων κρυβεὶς λυπεῖται, ἐξ οἵων ἄρα εἰς οἷα ἐμπέπτωκε λογιζόμενος, ὅταν δὲ τῇ μανίᾳ κάτοχος ᾖ, ἄνω καὶ κάτω φέρεται ἁλλόμενος καὶ οὐκ ἐν δεμνίοις κεῖται, ἀλλ’ ἀποπηδᾷ μὲν δρομαῖος ὥσπερ πῶλος ἀπαλλαγεὶς τοῦ ζυγοῦ. Gu.
σῶμα
: κατὰ τό. Fl. 59.
ἔμφρων δακρύει
: ἀντὶ τοῦ ἔμφρων γενόμενος. ἄμεινον δὲ ὑφὲν ἔμφρων δακρύει. M.
ἀπὸ ζυγοῦ
: ὁ ἄποθεν τοῦ ζυγοῦ, ὅ ἐστιν ἀδάμαστος. M.
Ἐκυρώθη δὲ τοῖς Ἀργείοις (τὸ περιέχον ἀντὶ τοῦ περιεχομένου) μήτε ἐν οἴκοις μήτε ἐν θυσίαις δέχεσθαι ἡμᾶς τινὰ μητροκτονήσαντας, μήτε προσαγορεύειν· κυρία δὲ, ἤτοι ὡρισμένη καὶ κεκυρωμένη, ἥδε ἡ ἡμέρα, ἐν ᾗ ἐξοίσει ἡ πόλις τῶν Ἀργείων τὴν ἀπόἡ πόλις τῶν Ἀργείων τὴν ἀπόφασιν,
ἔδοξε δ’ Ἄργει
: φανερὸν ὅτι ἐν Ἄργει ἡ σκηνή τοῦ δράματος ὑπόκειται. A.
B.
M.
I. Ὅμηρος δὲ ἐν Μυκήναις φησὶν εἶναι τὰ βασίλεια τοῦ Ἀγαμέμνονος, Στησίχορος δὲ καὶ Σιμωνίδης ἐν Λακεδαιμονίᾳ. A.
B.
I.
μὴ πυρὶ δέχεσθαι
: τὸ ἑξῆς, ἔδοξε δ’ Ἄργει τῷδε μήθ’ ἡμᾶς στέγαις δέχεσθαι. πρὸς δὲ τὸ πῦρ οὐδὲν ἀνταπέδωκεν· ἔξωθεν οὖν προσυπακουστέον τὸ ἐναύειν. καὶ ἔστι σχῆμα Ἀττικὸν, μὴ πυρὶ ἐναύειν, ἀντὶ τοῦ μήτε πυρὸς ἐναύειν. οὐ γὰρ τὸ δέχεσθαι πρὸς τὸ πῦρ ληπτέον. A.
B.
M.
I.
κυρία δ’ ἥδ’ ἡμέρα
: ἐν ταύτῃ ἐστὶ τὸ κῦρος. Gr.
Fl. 6.
9.
17.
21.
59.
76. κυρωθεῖσα, ὡρισμένη, τετυπωμένη. Gu.
ἡμέρα
: ἤγουν ἡ σήμερον. Fl. 59.
χρή
: πεπρωμένον ὑπάρχει. Gu.
λιμένα δὲ Ναυπλίειον
: Ναύπλιος γὰρ Ἀργεῖος ἀνὴρ, ναυτικῆς ἔμπειρος, λιμένα κατασκευάσας ἀφ’ ἑαυτοῦ ἐκάλεσε Ναυπλίειον. ἦν δὲ οὗτος υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης. ἢ ὅτι ἐν λιμένι διέτριβεν, ἐκ τούτου ὁμώνυμος αὐτῷ ὁ λιμήν. A.
B.
M.
I.
Ναυπλίειον
: Ναύπλιος λιμὴν ἐκλήθη ἀπὸ Ναυπλίου, ἀνδρὸς Ἀργείου, υἱοῦ Ποσειδῶνος καὶ Ἀμυμώνης, εὑρόντος πρώτου τὰ ναυτικά. ἔστι δὲ καὶ ἕτερος ἀνὴρ Ναύπλιος, πατὴρ Παλαμήδους, ὃς ἀμυνόμενος τοὺς Ἕλληνας διὰ τὸν ἐν Τροίᾳ τοῦ παιδὸς φόνον, ἐπιτηρήσας ὅτε ἀνέστρεφον ἐκεῖθεν, οὓς ἂν εὗρε χειμαζομένους ἀπ’ αὐτῶν τῷ τῆς θαλάσσης βυθῷ παρεδίδου· ἔστι δὲ οὗτος ὁ λιμὴν ἐν Ἄργει. Bar.
Gu.
γράφεται ἡ λέξις παρ’ Ἀριστείδῃ. Gu.
μεθ’ ἡμέραν
: οὐκ ὀρθῶς νῦν ποιοῦσιν αὐτὴν τῶν ὑποκριτῶν προεισπορευομένην καὶ τὰ λάφυρα προεισπορευόμενα μεθ’ ἡμέραν· ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησί. τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖται. A.
B.
M.
I. μεθ’ ἡμέραν Ἀττικῶς· καθ’ ἡμέραν καὶ εἰς ἡμέραν κοινῶς. Gu.
ὑπ’ Ἰλίῳ
: ἡ ὑπό ὅταν σημαίνῃ τὴν ὑποκάτω, κατὰ κοινοὺς γενικῇ, κατὰ δὲ Ἀττικοὺς δοτικῇ. Gu.
συμφοράς τε δωμάτων
: συμφορὰ οὐ μόνον ἡ δυστυχία, ἀλλὰ καὶ ἡ συνέλευσις, ὡς ἔχει καὶ τὸ τοῦ Σοφοκλέους κἀπὶ συμφορᾷ γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
Gu.
ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει
: ὁ Μενέλαος δηλονότι, ὅνπερ ἑξῆς ἐπάγει. ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή τινα ἔχουσα κατ’ ὄψιν. A.
εἴσοδον
: διέλευσιν, δίοδον, ὁδόν. Gu.
ὦ παὶ Κλυταιμνήστρας
: ὦ θύγατερ τῆς Κλυταιμνήστρας καὶ τοῦ Ἀγαμέμνονος, παρθένε ἐπὶ μακρὸν δὴ μῆκος χρόνου, πῶς σύ τε, ὦ τάλαινα, ἔφυς δηλονότι κατὰ κοινοῦ, ὁ σός τε κασίγητος Ὀρέστης οὗτος ἔφυ καὶ ἐγένετο φονεὺς τῆς μητρός; τοῖς προσφθέγμασι γάρ σου, ἤγουν τῇ πρὸς σὲ ὁμιλίᾳ, οὐ μιαίνομαι, ἀνατιθεῖσα τὸν φόνον εἰς τὸν Ἀπόλλωνα. καίτοι θρηνῶ τὸν θάνατον τῆς Κλυταιμνήστρας τῆς ἐμῆς ἀδελφῆς, ἣν, ἀφ’ οὗ ἔπλευσα πρὸς τὴν Ἴλιον, (ὅπως δὲ καὶ πῶς ἔπλευσα, ἀπὸ μήνιδος θείας,) οὐκ εἶδον, στερηθεῖσα δὲ τῆς ἀδελφῆς θρηνῶ τὰς τύχας καὶ τὰς δυστυχίας. ἰστέον δὲ ὅτι ἡ αὐτὴ Ἠλέκτρα παρ’ Ὁμήρῳ Λαοδίκη εἴρηται, ἢ κατὰ τρόπον διωνυμίας Ἠλέκτρα ἐκλήθη, διὰ τὸ κατ’ ὄψιν ἠλεκτρῶδες καὶ χρυσοειδὲς, ἢ κατὰ λόγον τινὰ σκώμματος, διὰ τὸ πολὺν χρόνον
ὦ παῖ Κλυταιμνήστρας
: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης· νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι, καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσιν, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέτραν, καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προστάττουσα. A.
B.
M.
I. ἀκολούθως δὲ καὶ τόδε διὰ μέσου. ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον. τὸ δὲ ἑξῆς, μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ, ὦ πολυχρόνιε παρθένε, ἤτοι πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν, ὡς αἰτίαν ἔχουσαν καὶ διὰ τοῦτο μὴ γαμουμένην. παρεμφαίνει δὲ διὰ τούτου ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον. B.
M.
I. ἐξιοῦσα τῶν δόμων ἡ Ἑλένη κατέχει χοὰς καὶ βόστρυχον τῶν οἰκείων τριχῶν ἀποτετμημένον. Gu.
φονεὺς ἔφυ
: δέον ἔφυτε εἰπεῖν, ἐπειδὴ καὶ ἀμφότεροι τὸν σύ τε κασίγνητός τε σός
πρὸς τὸν Ὀρέστην ἀπέδωκε, διὰ μὲν τοῦ συμπαραλαβεῖν ἀμφοτέρους δεικνύων βουλευσαμένους τὸν φόνον, διὰ δὲ τοῦ ἔφυ μόνον τὸν Ὀρέστην εἰργασμένον. ἢ οὕτω, δέον εἰπεῖν, πῶς ἔχετε, ὦ τάλαινα σύ τε κασίγνητός τε σὸς, τλήμων Ὀρέστης, ὁ δὲ τὴν ὁρμὴν τῆς προτάσεως, ἤτοι τὸ ἔχετε, ἐάσας, ἐπειδὴ Ὀρέστης ἐφόνευσε τὴν μητέρα, πρὸς τοῦτον τὴν ἀπόδοσιν ἐποιήσατο. ἀγνοοῦντες δέ τινες τὸ ὅδε ἀντὶ τοῦ ὅστις φασίν. ἔστι δὲ τὸ ὅδε διὰ μέσου δεικτικόν. Gu.
I.
προσφθέγμασιν
: προσφωνήμασι· κατὰ γὰρ τὴν πρὸς σὲ ὁμιλίαν οὐ μιαίνομαι. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. ὁμιλίαις, προσλαλιαῖς. Gu.
σέθεν
: ἀπὸ σοῦ. συνάπτεται δὲ πρὸς τὸ μιαίνομαι. Gu.
καίτοι
: σημείωσαι ὅτι τὸ καίτοι μετὰ μετοχῆς συντάσσε ται, εἰ μὴ κατὰ στιγμὴν ᾖ. Gu.
ἣν ἐπεὶ πρὸς Ἴλιον ἔπλευσα
: ἣν οὐκ εἶδον ἀφ’ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσα,
εἶτα, ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ, θεομανεῖ πότμῳ
φησὶν, ἀντὶ τοῦ ὑπὸ εἱμαρμένης μανεῖσα, ἢ μοίρᾳ θεοῦ μανεῖσα.
ὅπως δ’ ἔπλευσα
: διὰ μέσου ταῦτα, ἤγουν ὁ τρόπος τοῦ ἐμοῦ ἀπόπλου ὑπὸ δυστυχίας ἦν θεομανής. Gr.
I.
θεομανεῖ πότμῳ φησὶν ἀντὶ τοῦ ὑπὸ εἱμαρμένης ἐλαθεῖσα. κρύπτει δὲ τὴν μοιχείαν, ἄδηλον τίνος ἀπολειφθεῖσα θρηνεῖ, τοῦ μὴ εἰδέναι τὴν Κλυταιμνήστραν, ἢ τοῦ γνῶναι τὴν αἰτίαν τῆς μοιχείας ἢ τοῦ φόνου. Fl. 33. ἀπὸ μήνιδος θείας δυστυχίᾳ. Gr.
Ἑλένη
: ὦ Ἑλένη, τί λέγοιμι ἄν σοι, ἄγε, ἥτις σὺ παροῦσα ὁρᾷς τὸν γόνον, ἤτοι τοὺς παῖδας τοῦ Ἀγαμέμνονος, ἐν συμφοραῖς; ἐγὼ μὲν ἄϋπνος πάρεδρος θάσσω, ἀντὶ τοῦ παρακάθημαι, ἀθλίῳ νεκρῷ· νεκρὸς γὰρ οὗτος χάριν μικρᾶς ἀναπνοῆς, τουτέστιν ἐγγύς ἐστι νεκροῦ, διότι σμικρὰν ἔχει πνοήν· τὰς τούτου δὲ δυστυχίας οὐκ ὀνειδίζω· σὺ δὲ εἶ μακαρία, μακάριός τε ὁ σὸς πόσις Μενέλαος, ἥκετε εἰς ἡμᾶς ἀθλίως δυστυχήσαντας. I.
Ἑλένη, τί σοι λέγοιμ’ ἄν
: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος. σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονήρως κερτομεῖ περὶ τούτων πυνθανομένη περὶ ὧν παροῦσα ὁρᾷ. A.
B.
M.
I.
Ἄλλως. τὸ Ἑλένη, τί σοι λέγοιμ’ ἂν, βαρυνομένου ἦθος δηλοῖ κατὰ τοὺς παλαιούς. ἡ γὰρ τοῦ κυρίου ὀνόματος χρῆσις ποτὲ μὲν βαρύτητός ἐστιν, ὡς ἐνταῦθα, ποτὲ δὲ ἀφελείας, ὡς παρ’ Ὁμήρῳ ἐν τῇ ζ′ ῥαψωδίᾳ, ὡς ἀπὸ τῆς Ἀνδρομάχης, Ἕκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ καὶ πότνια μήτηρ.
I.
τί σοι λέγοιμ’ ἄν
: τίς χρεία διηγήσασθαί σοι ἅτινα ὁρᾷς; τί δὲ ὁρᾷς; ἐν συμφοραῖς τὸν Ἀγαμέμνονος γόνον. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει, ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον· περὶ πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός·
εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄϋπνον δυσδαιμονίαν καὶ τὴν Ὀρέστου νόσον. B.
I.
ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνον
: τὴν ἀπολογίαν δι’ ἑνὸς ἐδήλωσεν ὀνόματος· καὶ Ὀρέστης γὰρ κρινόμενος εἰς τὴν τοῦ πατρὸς κατέφυγε φιλοτιμίαν A.
B.
M.
I.
ἅ γε
: ἥτις ἢ ἅτινα. Gu.
παροῦσ’
: ἐπιδημοῦσα ἐνταῦθα. Fl. 59.
ὁρᾷς
: ἀντὶ τοῦ ὁράσεις. ἀντιχρονία. Fl. 21.
ἐγὼ μὲν ἄϋπνος
: ἐγὼ μὲν μὴ καθεύδουσα παρεδρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον, εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρῷ, ἵν’ ᾖ νεκρῷ ὄντι ἀθλίῳ καὶ βεβαίωσις τούτου, νεκρὸς γὰρ οὗτος. B.
M.
Ἄλλως. ἐγὼ μὲν ἄϋπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω. A. B. C. M. Fl. 33.
νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς
: ἕνεκα τοῦ πνεύματος νεκρός ἐστι. νεκρὸν γάρ τι ἔχει πνεῦμα καὶ μόλις ἀναπνεῖ. ἢ οὕτως, αὐτὸ μὲν, φησὶ, τὸ πνεῦμα αὐτοῦ νεκρόν ἐστι. A.
B.
M.
οὕνεκα
: τὸ οὕνεκα λαμβάνεται καὶ ἀντὶ τοῦ χάριν καὶ ἀντὶ τοῦ διότι. ἔνθα οὖν ἔνι ἀναγκαῖον πεσεῖν τὸ ἕνεκα, γράφεται καὶ τὸ οὕνεκα, οὕνεκα τὸν Χρύσην ἠτίμησεν;
οὐ γὰρ λαμβάνεται καὶ τὸ ἕνεκα διπλῶς ἀντὶ τοῦ διότι καὶ ἀντὶ τοῦ οὕνεκα. Fl. 59. διότι μικρὰν εἶχε πνοὴν, ἐγγύς ἐστι νεκροῦ. Gu.
σὺ δ’ εἶ μακαρία
: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ, σὺ δὲ εἶ μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος. εἰς τὸ πόσις τελεία στιγμὴ, τὸ δὲ ἑξῆς ἀπολύτως. B.
M.
σὺ δ’ εἶ μακαρία
: τινὲς στίζοντες εἰς τὸ πόσις τὸ ἑξῆς κομματικὸν ἐκφέρουσιν, ἀπατηθέντες ἐκ τοῦ ὑπαρκτικοῦ ῥήματος τοῦ σὺ δ’ εἶ μακαρία, κἀνταῦθα ἕτερον προσλαμβάνοντες. φασὶ γὰρ οὕτω· σὺ δ’ εἶ ὦ Ἑλένη, μακαρία, καὶ ὁ σὸς πόσις μακάριός ἐστιν, εἶτα λέγουσι τὸ ἥκετον ἐφ’ ἡμᾶς ἀθλίως πεπραχότας
κομματικόν. τὸ δὲ οὐκ ἔστι τοιοῦτον, ἀλλ’ εἰποῦσα ἡ Ἠλέκτρα, σὺ δὲ, ὦ Ἑλένη, μακαρία εἶ, ὤφειλεν εἰπεῖν, καὶ ὁ σὸς πόσις μακάριός ἐστι· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ καινοπρεπῶς ἐξήνεγκε, πρὸς μὲν τὴν Ἑλένην ὑπαρκτικῷ ῥήματι χρησάμενος ἑνικῷ τῷ εἶ, πρὸς δὲ τὸν Μενέλαον ἀντὶ τοῦ ἐστι τὸ ἥκετον εἰποῦσα, συμπεριλαμβάνουσα ἀμφοτέρους, Ἑλένην τε καὶ Μενέλαον. Gu.
πόσον χρόνον
: ἐπὶ πόσον δὲ χρόνον πεπτωκὼς κεῖται ὅδε ἐν τοῖς δεμνίοις; I.
ἐξ οὗπερ αἷμα
: ἀφ’ οὗ καιροῦ διεπράξατο τὸν τῆς μητρὸς φόνον. I. οὐ πρὸς τὴν πεῦσιν ἀπεκρίνατο· ἡ μὲν γὰρ ἤρετο ἀπὸ ποίου χρόνου νοσεῖ, ἡ δὲ εἶπεν ἀφ’ οὗ τὴν μητέρα ἀνεῖλε. τοῦτο δὲ πάλιν ὁμοίως ἄδηλόν ἐστι τῇ Ἑλένῃ. A.
B.
M.
I.
αἷμα γενέθλιον
: γενέθλια πληθυντικῶς ἡ ἐν γεννήσει τινὸς τελουμένη ἑορτὴ, ὥσπερ γαμήλια ἡ ἐν γάμῳ, καὶ ἐγκαίνια ἡ ἐν ἐγκαινισμῷ. κατὰ ταῦτα λέγεται καὶ Κρόνια ἡ ἑορτὴ τοῦ Κρόνου, καὶ Διάσια ἡ τοῦ Διὸς, καὶ Τιτάνια ἡ τῶν Τιτάνων, καὶ ἕτερα. ἐνταῦθα δὲ γενέθλιον αἷμα λέγει ἀντὶ τοῦ μητρῷον, ἀπὸ τῆς γεννήσεως μετάγων τὸν λόγον ἐπὶ τὴν αἰτίαν τῆς γεννήσεως, ἤγουν τὴν μητέρα. Gu.
I.
πρὸς θεῶν
: ἕνεκα τῶν θεῶν, καταπεισθείης ἂν ἐμοὶ κατά τι, ὦ παρθένε; I.
πείθοι’ ἄν
: ὡς τὸ ἦ ῥά τι πείθοιο, ὅττι κεν εἴπω;
Gu.
ὡς ἄσχολός γε
: λίαν εἰμὶ ἄσχολος, ἤγουν σχολῆς ἐστερημένη, τουτέστι λίαν ἀσχολοῦμαι, ἤτοι περισπῶμαι ἐν τῇ προσεδρείᾳ τοῦ ἀδελφοῦ. Gr.
I. προεδρία ἡ προτίμησις καὶ ἡ πρωτοκαθεδρία· προσεδρεία δὲ ἡ ἐπίμονος καὶ διηνεκὴς ἀσχολία δίφθογγον. Gu.
I. ὡς
ἄσχολός γε συγγόνου προσεδρίᾳ
: οὔ σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ, εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι ὡς ἀσχολουμένη· εἰ δὲ οὐ χωρίζει, πείσομαι. A.
C.
M.
Ἄλλως. τοῦτό σοι, φησὶ, πεισθείην ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν οὐ πείθομαί σοι, ὅτι ἄσχο λός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔνιοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρωνεία, πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι, πῶς οὖν, φησὶ, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελ φοῦ, ἢ ὡς σχολὴν ἄγουσα; ἵν’ ᾖ ἐν ἐρωτήσει. B. M. I. ἀντὶ τοῦ μέγα ἐστὶ τὸ πρᾶγμα· ἢ βραχὺ τὸ ͞͞ω͞͞͞͞ς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ ἀντὶ τοῦ ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ ͞μ͞η. M.
ὡς ἄσχολος
: οὐ πεισθήσομαι, παρακαθημένη τἀδελφῷ, κἀνταῦθα οὐκ ἔχουσα ἄδειαν. ἐμμέριμνός εἰμι μὴ ἄδειαν ἔχουσα. Gu. τὸ προσεδρία Ἰωνικὸν διὰ τὸ μέτρον· τὸ γὰρ δρι δίφθογγον γράφεται. Gu.
ἄσχολος
: σχολὴ λέγεται ἡ ἄδεια καὶ ἡ ἀργία· ἀσχολία δὲ τάχα ἡ οὐκ ἔχουσα σχολὴν καὶ ἄδειαν, ἀλλὰ ἔχουσα ἔργον τι. Fl. 59.
μητρός
: κελεύεις τῆς ἐμῆς μητρὸς τίνος χάριν; νῦν μητέρα αὐτὴν ἐκάλεσε, δεικνῦσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο. ἢ ὅτι διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν. ἀλλ’ ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ παραιτουμένη τὴν κολακείαν εἶπε μητρὸς τῆς ἐμῆς. B.
M.
I.
κόμης ἀπαρχάς
: φέρουσα ἀπαρχὰς τῆς κόμης καὶ χοὰς καὶ θυσίας ἐμάς. ἀπαρχὴ ἐλέγετο οὐ μόνον τὸ πρῶτον τῇ τάξει, ἀλλὰ καὶ τὸ πρῶτον τῇ τιμῇ. ὅθεν καὶ ἀπαρχὰς καρπῶν προσῆγον οἱ παλαιοὶ καὶ ὠνόμαζον τὰ κρείττονα ἐκλεγόμενοι. καταχρηστικῶς δὲ καὶ τὰς θυσίας ἐτέλουν ἐπὶ τοῖς τεθνεῶσιν οἱ παλαιοὶ, καὶ ἀπαρχὰς ἐκάλουν. I.
σοὶ δ’ οὐχὶ θεμιτόν
: σοὶ δὲ οὐχὶ θεμιτὸν, ἀντὶ τοῦ οὐ δυνατὸν, ἔρχεσθαι πρὸς τὸν φιλούμενον τάφον. I. οὐκ ἐν καιρῷ παρρησιάζεται
ὀψέ γε
: ὀψὲ τοῦ χρόνου, ἀντὶ τοῦ μόλις, τανῦν φρονεῖς εὖ, τότε ἀφεῖσα τοὺς δόμους αἰσχρῶς. I.
αἰδὼς δέ
: τίς δὲ δὴ αἰδὼς ἔχει σε εἰς τοὺς Μυκηναίους; ἀντὶ τοῦ, τίνα δὲ αἰδῶ ἔχεις εἰς τοὺς Μυκηναίους; τουτέστι, τίς ἐστιν ἡ αἰδὼς, ἣν αἰδῇ τοὺς Μυκηναίους; Gr.
Fl. 59.
76.
I. ἐντροπή. Fl. 59.
ἐς Μυκηναίους
: Ἀργείους· ἐν γὰρ τῷ Ἄργει αἱ Μυκῆναι· μέσον τῶν Μυκηναίων φανῆναι, εἰς Μυκηναίους ἐλθεῖν. Gu.
δεινὸν γὰρ Ἄργει
: δεινὸν γὰρ, ἀντὶ τοῦ χαλεπῶς, ἀναβοᾷ
ἀναβοᾷ διὰ στόμα
: διὰ τοῦ στόματος, ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα.
A. τὸ δὲ ἀναβοᾷ δευτέρου προσώπου ἐστὶ παθητικῆς διαθέσεως, ἀντὶ τοῦ καταβοᾷ σύ. ὁ δὲ νοῦς, δεινῶς γὰρ διὰ στόματος τοῦ Ἄργους ἀναβοᾷ σύ. A.
B.
C.
M.
I.
δεινὸν γάρ
: εἰς φόβον ἄγει τὴν Ἑλένην ἡ Ἠλέκτρα πλείονα. Fl. 59.
ἀναβοᾷ
: φημίζῃ καὶ κατὰ γλῶσσαν στρέφῃ. Gu.
σύ νυν χάριν
: σὺ δὴ λύσασα τὸν φόβον δὸς ἐμοὶ χάριν. I.
αἰσχρόν γε
: ὅμως ἀπρεπὲς καὶ ἄσχημον τὰς δουλίδας φέρειν τάδε. I.
τί δ’ οὐχὶ θυγατρός
: διὰ τί οὐ πέμπεις τὸ δέμας τῆς Ἑρμιόνης, περιφραστικῶς ἀντὶ τοῦ τὴν Ἑρμιόνην. I.
εἰς ὄχλον ἕρπειν
: οὐ καλὸν, ἔστι δηλονότι, ταῖς παρθένοις βαδίζειν εἰς τὸ πλῆθος. I. εἴποι τις, τί οὖν; ταῖς τελείαις τοῦτο
καὶ μήν
: ἀνταποδοίη τὰς ἀνατροφὰς τῇ τεθνηκυίᾳ. I.
τροφάς
: ἀντὶ τοῦ χάριν ἕνεκα τῆς ἀνατροφῆς ἧς ἀνέθρεψεν αὐτήν. Gr. ὑπ’ ἐκείνης γὰρ ἀνετράφη. Gu.
Bar. ἀντὶ τοῦ τροφεῖα. A.
M. ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς ἀμοιβὴν διδοῦσα. A M.
Fl. 59. καὶ μὴν οὐ μέλλει ἀπελθεῖν ἀλλαχόσε, καὶ ἔνι μεμπτὸν εἰς τὰς παρθένους, εἰ μὴ ἵνα δώσει τὰ τροφεῖα τῇ ἀναθρεψάσῃ αὐτήν. Fl. 59.
Ὀρθῶς ἔλεξας, πείθομαί τε, ὦ κόρη, σοὶ, καὶ πέμψω τὴν θυγατέρα· εὖ γὰρ καὶ καλῶς λέγεις. ὦ τέκνον Ἑρμιόνη, ἔξελθε ἔμπροσθεν τῶν δόμων, καὶ λάβε ἐν ταῖς χερσὶ τάσδε τὰς χοὰς καὶ τὰς ἐμὰς κόμας· ἀπελθοῦσα δὲ εἰς τὸν τάφον τῆς Κλυταιμνήστρας ἄφες τὰ μελίκρατα τοῦ γάλακτος, ἤτοι τὰ ἀπὸ μέλιτος καὶ γάλακτος κεκραμένα, τὴν ἄχνην τε καὶ τὸν οἰνωπὸν, ἤτοι τὸν λεπτότατον, τόνδε οἶνον, καὶ στᾶσα ἐπὶ τοῦ ἄκρου χώματος, ἤτοι ἐπὶ τοῦ ἄκρου τοῦ τάφου, λέξον τάδε· ἡ ἀδελφὴ ἡ Ἑλένη δεξιοῦταί σε ταῖσδε ταῖς χοαῖς, φόβῳ, ὑπὸ τοῦ φόβου, τοῦ προσελθεῖν εἰς τὸ σὸν μνῆμα, φοβουμένη τὸν ὄχλον τῶν Ἀργείων. παρακάλει δὲ αὐτὴν ἔχειν γνώμην εὐμενῆ καὶ πραεῖαν ἐμοί τε καὶ σοὶ καὶ τῷ πόσει τῷ ἐμῷ, τοῖν τε ἀθλίοιν τοῖνδε, ἤγουν τῷ Ὀρέστῃ καὶ τῇ Ἠλέκτρᾳ, οὓς ἀπώλεσεν ὁ θεὸς, ἤτοι ὁ Ἀπόλλων. ἃ δὲ καιρὸς, ἁρμόδιος δηλονότι, ἐνεργεῖν εἰς τὴν ἐμὴν ἀδελφὴν, δωρήματα τῶν νεκρῶν, ἅπαντα ὑπισχνοῦ. ἄπιθι, ὦ τέκνον μου, σπεῦδε, καὶ δοῦσα χοὰς τῷ τάφῳ λίαν τάχιστα μέμνησο τῆς εἰς τοὐπίσω ὁδοῦ. I.
οἰνωπόν τ’ ἄχνην
: τὸν λεπτότατον οἶνον ἢ ἄχνην λέγει, οἱονεὶ κορυφήν. ὅταν γὰρ ἐπιχέηται οἶνος τῷ ἐκ μέλιτος καὶ γάλακτος κράματι, ἐπιπολαίως κεῖται. Gu.
I.
οἰνωπόν τ’ ἄχνην
: ἐμφαντικῶς τὴν δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε. τοῦτο δὲ ἐπὶ τῶν κυμάτων εἴρηται, ἀποπτύει δ’ ἁλὸς ἄχνην.
οἱ δὲ κυρίως τὴν οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλ’ ἄχνη τὸ λεπτὸν μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τὶς οὖσα. A.
B.
C.
M.
I.
οἰνωπόν
: τὴν οἰνάνθην. Gr. τὴν λευκὴν τρίχωσιν. τὸ καθαρὸν τοῦ οἴνου καὶ λαμπρόν. Gu. εἰς τρία διαιρεῖται ὁ οἶνος, εἰς τὸ ἄνθος, εἰς αὐτὸν τὸν οἶνον καὶ εἰς τὸν τρυγίαν. καὶ ἄνθος μὲν τὸ ἐπάνω τοῦ πίθου, ἤγουν τὸ πρῶτον, οἶνος δὲ τὸ μέσον τρυγίας δὲ ἡ ὕλη ἤγουν τὸ κάτω. ὡσαύτως καὶ τὸ αἷμα εἰς τρία καὶ τὸ γάλα. καὶ τὸ μὲν καθαρώτερον τοῦ αἵματος ἀποτελεῖται εἰς τὸ ἧπαρ εἰς τὸ δεξιὸν μέρος, τὸ δὲ χνοωδέστατον εἰς τὴν χοληδόκον κύστιν, εἰς τὸν σπλῆνα δὲ ὁ τρυγίας. ὡσαύτως καὶ τὸ γάλα· τὸ μὲν καθαρώτερον καὶ λιπωδέστατον τὸ ἐπάνω, ὅπερ γίνεται βούτυρος, τὸ δὲ μέσον ὁ ὄρρος, τὸ δὲ κάτωθεν ὡς τρυγίας, ὅπερ ποιεῖ τὸν τυρόν. Fl. 59.
ταῖσδε δωρεῖται χοαῖς
: δωροῦμαι, τὸ παρέχω, ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔχει τὴν σύνταξιν, ὡς τὸ δωροῦμαί σοι χρήματα. δωροῦμαι δὲ τὸ δεξιοῦμαι καὶ φιλοφρονῶ ἀπὸ αἰτιατικῆς εἰς δοτικὴν,
ταρβοῦσά τε
: περιττὸς ὁ τ̄ε̄. βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα. M.
εὐμενῆ
: γρ. πρευμενῆ, ὅ ἐστι πραϋμένη καὶ προσφιλῆ. M.
τοῖν τ’ ἀθλίοιν τοῖνδε
: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς· τὸ γὰρ οὓς ἀπώλεσεν θεός
δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι καὶ θεοῖς ἀπηχθημένοι εἰσίν· οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλὰ ἀπώλεσεν, ὡς ἐγνωσμένης ἤδη τῆς παρὰ θεῶν δυσμενείας. A.
B.
M.
I.
ἃ δ’ εἰς ἀδελφήν
: ἃ δὲ νενόμισται τοῖς νεκροῖς ποιεῖν, ταῦτα κἀμὲ ὑπισχνοῦ εἰς τὴν ἀδελφὴν ποιεῖν. A.
B.
C.
M.
I. Ἄλλως. ἅπαντα δὲ δωρήματα τὰ τῶν νεκρῶν δωρήματα, ἃ εὐκαίρως εἰς ἀδελφὴν ἐμὴν ἐκπονεῖν ὑπισχνοῦ. B.
M.
I. Ἄλλως. ἃ δὲ δωρήματα τῶν κάτω, τουτέστι προσήκοντα τοῖς κάτω, καιρός ἐστι, δηλονότι ἁρμόδιος, ἐνεργεῖν ἐμὲ εἰς τὴν ἐμὴν ἀδελφὴν, ἅπαντα ὑπισχνοῦ. Gr.
I. ἃ δὲ δωρήματα τῶν νερτέρων καιρὸς ὑπάρχει ἐκπονεῖν εἰς τὴν ἐμὴν ἀδελφὴν, ἅπαντα ὑπισχνοῦ. διὰ δὲ τοῦ ἐκπονεῖν ἐδήλωσεν ὅτι μεγαλοπρεπῆ τινα, πέπλους, ἔμελλε κατασκευάσαι. ἦθος γὰρ εἶχον τοῦτο ἐπὶ τοῖς τάφοις πέπλους ἐκτίθεσθαι, ὡς καὶ ἡ τοῦ Ὀδυσσέως
ὦ φύσις καὶ κάλλος, λίαν εἶ μέγα κακὸν ἐν τοῖς ἀνθρώποις καὶ σωτηριῶδες τοῖς καλῶς κεκτημένοις καὶ ἔχουσιν. ἐθεάσασθε, πῶς κατὰ τὰς ἄκρας ἀπέκοψε τὰς τρίχας, σώζουσα καὶ φυλάττουσα τὸ κάλλος· ἔστι δὲ ἡ πάλαι γυνὴ, ἤτοι κακὴ, τουτέστιν οὐ μετεβλήθη. εἴθε σε μισήσειαν οἱ θεοὶ, ὅτι ἀπώλεσας ἐμὲ καὶ τόνδε, ἤγουν τὸν Ὀρέστην, καὶ πᾶσαν τὴν Ἑλλάδα. φεῦ, τάλαινά εἰμι ἐγώ. αὗται παραγίνονται αἱ προσφιλεῖς θρηνήτριαι τοῖς ἐμοῖς θρηνήμασιν· ἴσως μετακινήσουσι τοῦ ὕπνου τόνδε ἠρεμοῦντα, τὸ ἐμὸν δὲ ὄμμα ἐκτακῆναι ποιήσουσι διὰ δακρύων, ὅταν ὁρῶ τὸν ἀδελφὸν μαινόμενον. I.
ὦ φύσις, ἐν ἀνθρώποισιν
: ἰδοῦσα ἡ Ἠλέκτρα τὴν Ἑλένην τεμοῦσαν μὲν ἄκρας τὰς τρίχας, σώζουσαν δὲ τὸ πρόσθεν κάλλος, ἀποτείνεται πρὸς τὴν φύσιν, καὶ λέγει ταύτην εἶναι σωτήριόν τε τοῖς κεκτημένοις καλῶς αὐτὴν καὶ βλαπτικὸν τοῖς μὴ οὕτως. καὶ ἡ Ἑλένη φυσικῶς οὖσα κακὴ, εἰ καὶ ἔδοξε ποσῶς τὴν ἀδελφὴν θρηνεῖν, καὶ διὰ τοῦτο ἀποκεκοφέναι τὰς τρίχας, ἀλλὰ πανούργως τοῦτο πεποίηκεν, ἐξ ὧν ἄκρας αὐτὰς ἔτεμε τοῦτο πιστωσαμένη. εἰ γὰρ κατὰ ἀλήθειαν ἐθρήνει, πάντα τὸν πλόκαμον ἔδει τεμεῖν. καὶ ταῦτα μὲν οὕτως. οἱ δὲ λέγοντες φύσιν τὸ κάλλος οὔ μοι δοκοῦσι λέγειν εὐλόγως. τὸ δὲ ἔστιν ἡ πάλαι γυνή
ἢ κατὰ μορφὴν νοητέον, ἤγουν ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρὸ τοῦ τὰς τρίχας ἀποκόψαι, καὶ οὐδ’ ὁτιοῦν ἠλάττωται τὸ κάλλος αὐτῆς, ἢ κατὰ προαίρεσιν, ὅτι ἡ αὐτή ἐστι καὶ νῦν ἥτις καὶ πρώην, καὶ οὐδὲν ὑπὸ τῶν κακῶν σεσωφρόνισται. Gu.
I. παρυπογράφεται τήν τε ἀναχώρησιν τῆς Ἑλένης καὶ τὴν Ἑρμιόνην ἀπερχομένην ἐν τῷ τάφῳ καὶ λέγει, ὦ φύσις. ἡ φύσις διχῶς λαμβάνεται, καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ φαύλου· ἔχει τις φύσιν καλὴν ὅστις ἐστὶν ἀγαθὸς, ἥμερος, πρᾶος, δίκαιος. ἔχει ἕτερος φύσιν κακὴν, ὁ κλέπτης, ὁ μοιχὸς, ὁ πόρνος, ὁ ἄδικος.
ὦ φύσις, ἐν ἀνθρώποισιν
: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου ὡς μέγα κακὸν ὁ φαῦλος τρόπος καὶ ἐπιβλαβής ἐστιν τοῖς κεκτημένοις καὶ ὁ ἀγαθὸς πάλιν ἐπωφελής ἐστιν τοῖς καλῶς κεκτημένοις. πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας. A.
B.
C.
M.
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις
: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵππῳ ἀθανάτῳ κοσμήσας τὴν θρεψαμένην. καὶ ἡ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἄργος πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος. A.
B.
M.
Fl. 21.
εἴδετε παρ’ ἄκρας
: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ φαίης κε ζάκοτόν τιν’ ἔμμεναι
καὶ τὸ ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις.
ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν, οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ
θεοί σε μισήσειαν
: λάθρα τοῦτο εἶπεν. Gu.
Ἰδοῦσα ἡ Ἠλέκτρα τὸν χορὸν τῶν Ἀργείων γυναικῶν ἐλθόντα ἐπισκέψασθαι τὸν Ὀρέστην, καὶ φοβηθεῖσα μή πως ἐγεροῦσιν αὐτὸν ἀπὸ τοῦ ὕπνου, διακόψασα τὸν λόγον, ὃν περὶ τῆς Ἑλένης ἔλεγε, μετὰ λύπης λέγει ὢ τάλαιν’ ἐγώ.
αἱ φίλαι ξυνῳδοὶ, ἤγουν αἱ συνθρηνοῦσαι μετ’ ἐμοῦ, αὖ καὶ πάλιν πάρεισι καὶ προσέρχονται, ὡς φαίνεται, ὅτι καὶ πρῶτον ἐκεῖ ὑπῆρχον. ἴσως ἠρεμοῦντα τὸν Ὀρέστην μεταστήσουσι καὶ διεγεροῦσιν ἀπὸ τοῦ ὕπνου ἀπό τε τῆς ὁμιλίας καὶ τοῦ κτύπου τῶν ποδῶν αὐτῶν· ἐπεὶ γὰρ πλῆθος ἦν, θόρυβον ἔμελλε ποιῆσαι εἰσερχόμενον· καὶ εἰ ἐγεροῦσιν αὐτὸν, ἐκτήξουσι τὸ ἐμὸν ὄμμα ἐν τοῖς δακρύοις. ἐπεὶ γὰρ ἔβλεπεν
αἵδ’ αὖ πάρεισι
: κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτάς. B.
M.
I. καὶ ἰδοῦσα αὐτάς φησιν, ὦ φίλταται γυναῖκες, δι’ ἡσύχου ποδὸς καὶ πορείας ἔρχεσθε, καὶ μὴ κτυπεῖτε, μηδ’ ἔστω κτύπος. ἡ σὴ μὲν γὰρ φιλία πραεῖα καὶ εὐμενὴς, ἀλλ’ ἐν τῷ ἐξεγεῖραι τοῦτον γενήσεται συμφορά. I.
δακρύοις ἀδελφόν
: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον. A.
πρευμενής
: ἀντὶ τοῦ πραεῖα, προσφιλὴς, πραϋμένη. M.
σῖγα σῖγα
: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσφορος δὲ τῷ πάθει καὶ ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα. A.
B.
C.
M.
I. λεπτὸν δὲ ἴχνος ἀρβύλης ἀντὶ τοῦ κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέρους τὸ ὅλον, ὡς τὸ ἀργυρόπεζα Θέτις.
ἴχνος δὲ λέγει τὸν πόδα, καὶ ἀρβύλη ἐστὶν εἶδος ὑποδήματος γυναικείου κοίλου καὶ βαθέος. B.
I. Ἄλλως. εἰ μὲν λευκόν, συνάπτεται τῷ σῖγα σῖγα, καὶ λέγεται κατὰ ἀντίπτωσιν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς τιθεῖτε τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤγουν τοῦ λευκοῦ ποδός. εἰ δὲ λεπτόν, στίζεται μετὰ τὸ σῖγα σῖγα, καὶ ἔχει τὸ πᾶν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, εἶτα λεπτὸν τιθεῖτε, ἀντὶ τοῦ ἥσυχον, τὸ ἴχνος, ἀντὶ τοῦ τὴν βάσιν τῆς ἀρβύλης. ἐστὶ δὲ ἀρβύλη εἶδος γυναικείου ὑποδήματος. Gr.
I. Ἄλλως. μετὰ σιγῆς τιθεῖτε τὸ λευκὸν ἴχνος τῆς ἀρβύλης, ἀντιστρόφως, ἀντὶ τοῦ τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤτοι τοῦ λευκοῦ ποδός. εἰ δὲ λευκὸν γράφεται, σύναπτε οὕτως, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, τιθεῖτε τὸ ἴχνος τῆς ἀρβύλης ἐλαφρὸν, μὴ κτυπεῖτε, μηδ’ ἔστω κτύπος. I. ἀρβύλης
ἀποπρὸ βᾶτε
: ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. τὸ δὲ ὁλόκληρόν φασί τινες ἀπόπροθι. διαθέσεως δὲ ἐμφαντικὸν τὸ μοι, ὡς τὸ Πάτροκλέ μοι δειλῇ πλεῖστον.
A.
C.
M.
Ἄλλως. ἀπορπό μοι
: τὸ ὁλόκληρον τούτου τινές φασιν ἀπόπροθι. καὶ τὸ παρ’ Ὁμήρῳ οὕτως ἐκδέχονται τυτθὸν ἀποπρὸ νεῶν.
A.
B.
M.
I.
ἰδοὺ, πείθομαι
: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορόν· διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον, ἐπειδὴ καὶ αὕτη πρώτη ὑπὸ τῆς φύσεως φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηταί τις παραδόξων, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ, τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορὸν, τοιαύτην πέμπε μοι φωνὴν οἷός ἐστιν ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος· οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι. τοῦτο γὰρ πολύφωνον ὂν καὶ τὸν Ἐνδυμίωνα ἐγεῖραι δύνατ’ ἄν. A.
B.
C.
M.
I.
ἀποπρὸ βᾶτε
: μακρὰν τῆς κοίτης πορεύθητε ἐκεῖσε. ἀποπρὸ, ἤτοι ἄγαν μακράν. I.
ἀποπρό
: ἰδοῦσα ταύτας ἡ Ἠλέκτρα ἐρχομένας πρὸς τὴν στρωμνὴν τοῦ Ὀρέστου λέγει πρὸς αὐτάς· ἄπο καὶ μακρὰν πρόβατε καὶ ἐξέλθετε ἐκεῖσε καὶ ἀπεκεῖ, ἤγουν ἀπὸ τῆς στρωμνῆς μακρὰν καθίσατε. Fl. 59. ἄπωθεν τῆς κοίτης ἐπιτείνατε εἰς τὸ ἔμπροσθεν τὴν πορείαν, ἄπωθεν κατ’ ἐπίτασιν τῆς εἰς τὸ ἔμπροσθεν πορείας. Fl. 6.
9.
17.
21.
56.
59.
76.
Gr. πόρρω μοι καὶ χωρὶς τῆς κοίτης. B.
μοι
: χάριν ἐμοῦ. I.
ἰδού
: ἢ θέασαι, ἢ νῦν. Gu.
ἴδ’ ἀτρεμαίαν
: ἰδοὺ, φέρω βοὴν ἀτρεμαίαν καὶ ἀθόρυβον καὶ λίαν ὑπόροφον καὶ λεπτὴν, ἤγουν ἥσυχον. I. ἐπίρρημα ἀντὶ τοῦ ἰδού. ἀθόρυβον, οὐ ταραχὴν ἐμποιοῦσαν, λεπτήν. Gr.
ἴδ’ ἀτρεμαίαν
: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου κινήσει κάλαμος· ἔγω δὲ ἔλαττον αὐτοῦ φέρω βοὴν, ὡς ὑπ’ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος, λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες.
ἐκ τούτου δέ εἰσι καὶ αἱ γλωσσίδες
ὡς ὑπόροφον φέρω βοάν
: τινές φασι βοὴν ὑπόροφον τὴν μὴ δυναμένην ἐκτὸς τοῦ οἴκου ἐξακούεσθαι, ἄλλοι δὲ ὄροφον λέγουσι λεπτόν τινα κάλαμον παπυρώδη, πιστούμενοι τοῦτο ἐκ τοῦ ἄνωθεν τῆς Ἠλέκτρας λόγου. εἰπούσης γὰρ ἐκείνης πρὸς τὸν χορὸν, ὦ φίλη, φώνει ὥσπερ πνοὴ καὶ ἀπήχησις σύριγγος λεπτοῦ δόνακος, ἀπολογούμενος ὁ χορός φησι, θέασαι ὅτι φέρω βοὴν ἥσυχον, ὑπόροφον, του τέστι τὴν γινομένην ὑπὸ ὀρόφου. μέμνηται δὲ καὶ Ὅμηρος τοῦ ὀρόφου λέγων "λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες.’ ἐκ τούτου δὲ τοῦ ὀρόφου ποιοῦσιν οἱ παῖδες αὐλοὺς λεπτὸν ἠχοῦντας καὶ μὴ δυνάμενον ἐξακούεσθαι διὰ τὴν ἀσθένειαν. Gu.
I.
ναὶ οὕτως
: ναὶ οὕτω, φώνει δηλονότι, κάταγε κάταγε, ἤγουν ταπείνου τὴν σὴν φωνὴν, πρόσελθε ἡσύχως, ἡσύχως ἐλθέ. ἀπόκριναι δὲ δι’ ἣν αἰτίαν ἤλθετε καὶ χρείαν. χρόνια γὰρ, ἀντὶ τοῦ χρονίως, ἤτοι βραδέως, πεσὼν ὅδε ὁ Ὀρέστης εὐνάζεται καὶ ἀναπαύεται. I.
κάταγε κάταγε
: τῇ ἐπαναλήψει μεμίμηται τὴν ἠρεμαίαν
πῶς ἔχει
: πῶς διάκειται ὁ Ὀρέστης; μετάδος ἡμῖν λόγου, ὦ φίλη. I.
τί φῂς, ὦ τάλας
: ὁ Ὀρέστης δηλονότι. I.
ὦ τάλας
: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας. διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις.
A.
B.
C.
M.
I. δεῖ δὲ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον σὺ γάρ νιν, ὦ τάλαινα, θωύξασ’ ἔβαλες ἐξ ὕπνου.
B.
M.
I. τί φῄς, πρὸς τὴν Ἠλέκτραν, ὦ τάλας, πρὸς τὸν Ὀρέστην. I.
ὀλεῖς
: εἰ τοῦ ὕπνου ἀλλοτριώσεις ἢ μεταστήσεις. B.
M. ἀπολεῖς ἐμὲ, εἰ κινήσεις τὰ βλέφαρα ἐκείνου, φέροντος ἡδονὴν ὕπνου γλυκυτάτην. I.
μέλεος
: τάλας διὰ τὰς ἐκ θεῶν πράξεις. ἠρέμα δέ πως ἀρνεῖται τὴν πρᾶξιν Ὀρέστου εἰς τὸν θεὸν ἀναφέρουσα τὴν ἁμαρτίαν. A.
B.
M. μετὰ στεναγμοῦ δὲ ταῦτα λέγει, ὥς φησιν Ἠλέκτρα, σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασ’ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα παρὰ Θέμιδος λαβών. B.
M. ὦ ἄθλιος, ἕνεκα τῶν πράξεων τῶν θεοστυγεστάτων. ὦ τάλας, φεῦ ἕνεκα τῶν μόχθων. I.
ἆ ἆ
: ἄδικος ὢν ὁ Λοξίας ἄδικα ἄρα τότε εἶπεν, ὅτε ἐπὶ τῷ τρίποδι τῆς Θέμιδος ἐδίκασεν, ἤγουν ἔκρινε, τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς, ἤγουν τὸν μισητὸν καὶ μὴ ἄξιον ὄντα γενέσθαι. Gr.
I.
ἄδικος
: ἀντὶ τοῦ οὐ δικαίως ἔδοξεν εἰρηκέναι. B. τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ εἰρημένον πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
ἐπειδὴ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται· ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρὸς, αδικεῖ δὲ τῷ φόνον τῆς μητρὸς, ἀδικεῖ δὲ τῷ ἔλακεν ἐκ τῶν στεμμάτων
τραγικῇ λέξει χρησάμενος) ὅτε τὸν ἀπόφονον τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἔλακεν ὁ Λοξίας. A B.
C.
M.
I. τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον, τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο. A.
B.
M.
I.
ἄδικος
: οἱ λαμβάνοντες εἰς τὸ ἄδικος ἔξωθεν τὸ ὑπάρχει καὶ στίζοντες ἐνταῦθα οὐ καλῶς ποιοῦσι. τὸ δ’ οὕτως ἔχει· δέον γὰρ οὕτως εἰπεῖν, ἀδίκως ἔλακε τότε ὁ Λοξίας ἄδικα, ὁ δὲ ἄδικος εἶπε πρὸς τὸ Λοξίας. ἀπατῶνται δὲ ἐκ τοῦ ἄδικα, οὐκ εἰδότες ὅτι τὸ ἄδικος καὶ τὸ ἄδικα ταυτοδυναμοῦσιν, ὥστε εἰ καὶ ἓν τούτων ἀπῆν, ἄρτιος ἂν ἦν ὁ λόγος. Gu.
I. ἄδικος ὢν ὁ Λοξίας ἄδικα ἄρα τότε εἶπεν, ὅτε ἐπὶ τρίποδι τῆς Θέμιδος ἐδίκασεν, ἤγουν ἔκρινε, τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς, ἤγουν τὸν μισητὸν καὶ μὴ ἄξιον γενέσθαι. τὸ δὲ ἔλακεν οὐ παρακείμενός ἐστιν, ὡς οἴονταί τινες, ἀλλ’ ἀόριστος β′, διὸ καὶ βραχὺ ἔχει τὸ α. λέλακα γάρ ἐστιν ὁ παρακείμενος, ὡς καὶ Ἡσίοδος τὸ λέληκας. I.
ἀπόφονον
: κακόφονον, ὡς αἴτιον ἡμῖν συμφορῶν, τὸν μισητὸν καὶ μὴ ἄξιον ὄντα γενέσθαι. Gu. ἄτοπον. Gu. ὡς λέγομεν γάμος ἄγαμος, ὅταν τις οὐκ ἀγάγηται γυναῖκα ξένην, ἀλλὰ συγγένειαν ἔχουσαν μετ’ αὐτοῦ, οὕτω καὶ φόνος ἀπόφονος, ἤγουν μισητός· οὐ γὰρ ἦν ὁ φόνος εἰς ἕτερον ἀλλότριον, ἀλλὰ εἰς τὴν αὐτοῦ μητέρα. καὶ ἄλλο δέ· ὅτι ὁ φόνος τῆς μητρὸς αὐτοῦ ἐπὶ κακῷ ἐγένετο αὐτῷ· παράφρων γὰρ ἐγένετο ὁ Ὀρέστης καὶ εἰς ψῆφον ἦσαν θανάτου, καὶ κατὰ τοῦτο ἀπόφονος, ἤγουν μισητὸς κακὸς φόνος. Fl. 59.
ἐπὶ τρίποδι Θέμδος
: οὕτω νοητέον, ἢ ἐν τῷ τρίποδι τῆς
Λοξίας
: λοξίας ὁ Ἀπόλλων καλεῖται, ὅτι λοξὰ καὶ διπλῶς νοούμενα ἐμαντεύετο. καὶ γὰρ τῷ Κροίσῳ, ὅτε στρατεύσειν κατὰ Κύρου ἔμελλεν, ἐρωτήσαντι εἰ τοῦ ἐχθροῦ περιέσται εἶπε Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.
τοῦτο δὲ ἦν παντάπασιν ἄγνωστον, εἴτε τὴν οἰκείαν, εἴτε τὴν τοῦ Κύρου. ὅθεν ἀπατηθεὶς ὁ Κροῖσος, καὶ μεγάλην ἀρχὴν τὴν τοῦ ἀντιδίκου ὑπολαβὼν, ἐλθὼν καταλέλυκε τὴν οἰκείαν τοσοῦτον ὡς καὶ ὑπὸ τοῦ ἐχθροῦ ἑαλωκὼς εἰς πῦρ ἐμβεβλῆσθαι, ὃν εἰ μὴ ὁ Ζεὺς οἰκτείρας ἀφῆκεν ὕδωρ ἐπὶ τὴν φλόγα, τάχ’ ἂν ἀπωλώλει, ἔργον πυρὸς γενόμενος. ἦν δὲ ὁ Κροῖσος Λυδῶν βασιλεύς. Gu.
I.
Λοξίας
: Ἱστορία. τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα ὄρος εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων. ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παραφυλάττει λαβὼν τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ τοῦτον τινὲς τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος ἐν ᾧ ἔβοσκον τὰ πρόβατα ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδον χαλκὸν ἔστησαν διὰ τὸ χρᾶσθαι ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε 4 ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδον χαλκὸν ἔστησαν διὰ τὸ χρᾶαὐτῷ σθαι τῇ μαντείᾳ, στήσαντες ἄνωθεν τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούει αὐτὸν, καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχονται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς. C.
ὁρᾷς
: κινεῖ τὸ δέμας ἐν τοῖς πέπλοις. I.
σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασ’
: σὺ γὰρ ἀγρίως βοήσασα ἐξέβαλες τοῦ ὕπνου αὐτόν. τὸ γὰρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός. B.
I.
θωΰξασ’
: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ θρηνώδει ἐχρήσατο ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς· ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται· οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἑτερός φησιν ἀκούεις, ὡς στένει;
BM.
I.
ἔβαλες
: ἤγουν ἐξύπνισας αὐτὸν, εἰποῦσα τὸ ὦ τάλας.
Fl. 59. ἐλάσασα. M. φωνήσασα. C. ἀπὸ τοῦ σὺ γάρ νιν
ἕως τοῦ θωΰξασα
ἡ Ἠλέκτρα. B.
M. τὸ γὰρ ὦ τάλας
γεγωνότερον εἶπεν ὁ χορὸς θηριώδει φωνῇ καὶ ἀσήμῳ χρησάμενος. Α.
ἔβαλες ἐξ ὕπνου
: ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλες. ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας. M.
εὕδειν μὲν οὖν ἔδοξα
: ἀντὶ τοῦ δοκῶ. καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύδειν αὐτὸν νομίζω· διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν. λέγει νῦν ὡς ἀμφίβολον εἰποῦσαν οὐκ ἔπεισε· μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ. τὰ γὰρ δύο σσ ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα. B.
M.
I. ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶσθαι, Ἄλλως. τὸ ἔδοξα ἀντὶ τοῦ δοκῷ, ἐξ οὗ ἐπάγει τὸ ὑπνώσσει ὁριστικὸν, ἐπεὶ πρώην ἀμφίβολον εἶπε καὶ οὐκ ἔπεισε. A.
πότνια πότνια
: ὦ νὺξ σεβασμία, ἡ τοὺς ὕπνους παρεχομένη τοῖς πολυπόνοις ἀνθρώποις. (δίδωσι δὲ τοὺς ὕπνους ἡ νὺξ ἐξαιρέτως διὰ τὸ ὑγρὰ εἶναι τῇ ἀποστάσει τοῦ ἡλίου τοῦ ξηραίνοντος τὸν ἀέρα.) ἐλθὲ ἀπὸ τοῦ ἐρέβους, μόλε ταχεῖα ἐπὶ τὸν δόμον τὸν Ἀγαμεμνόνειον· ὑπὸ γὰρ ὀδυνῶν καὶ συμφορᾶς φθειρόμεθα. I.
νὺξ ὑπνοδότειρα
: ἐπικαλεῖται τὴν νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην. ὁ γὰρ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται. ὑγρὰ δὲ οὖσα ἡ νὺξ, ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα, ἐπάγει τὸν ἐξ ὑγρότητος γινόμενον ὕπνον. ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι, μᾶλλον κοιμηθήσεται, ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότει ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων. ἔδει δὲ ἐκ χάους εἰπεῖν, ὡς Ἡσίοδος ἐκ χάεος ἔρεβός τε μέλαινά τε νὺξ ἐγένοντο.
A.
B.
C.
M.
I. Ἄλλως. τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται, καὶ ἔστιν ὀξύτατον· ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότερον δὲ ὡς ἔνι μάλιστα. B.
I.
ὑπνοδότειρα
: ἡ τοὺς ὕπνους δωρουμένη τοῖς πολυπόνοις βροτοῖς.
ἐρεβόθεν
: ἐρεβόθεν ἐλθεῖν τὴν νύκτα καλεῖ, τουτέστιν ἀπὸ τοῦ χάους· κατερχομένου γὰρ τοῦ ἡλίου εἰς τὸ ὑπὸ γῆς ἡμισφαίριον σκότος ἐπάνω τῆς γῆς γίνεται, ὥσπερ ἐκ τῶν κάτωθεν ἀνιέναι δοκοῦν, οὐχ ὡς ὂν ἐν τοῖς κάτω καὶ ἀνερχόμενον, ἀλλὰ τῇ ἀπουσίᾳ τοῦ φωτὸς τοῦτο ὑφίσταται, οὐκ ἔχον αὐτὸ καθ’ ἑαυτὸ οἰκείαν ὑπόστασιν. ἐλθεῖν δὲ λέγει τὴν νύκτα, οὐχ ἵνα γένηται νὺξ, ―πῶς γὰρ οἷόν τε ἡμέρας οὔσης;― ἀλλ’ ἐπειδὴ ἐν νυκτὶ ὑπνώττουσιν ἄνθρωποι, διὰ τοῦτο τοῦτό φησιν· ἄλλως τε καὶ οἱ κοιμώμενοι ὥσπερ νύκτα ἔχουσι διὰ τὸ μὴ ὁρᾶν. Gu.
I.
διοιχόμεθα
: ἐφθάρμεθα. Gr.
σῖγα σῖγα
: μετὰ σιγῆς, διαλέγου μοι δηλονότι, φυλασσομένη καὶ ἐκφεύγουσα τὸν εἰς ὕψος τοῦ στόματος κέλαδον· παρέξεις, ὦ φίλη, ἡδονὴν ὕπνου ἥσυχον, εἰ τοῦτο ποιήσεις. I.
σῖγα σῖγα φυλασσομένα
: οὐ σιωπήσεις, φησὶν, ἀπὸ τοῦ στόματος φυλασσομένη τὸ ἀνακελαδεῖν καὶ τὴν ἀπὸ τῆς κοίτης τοῦ ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις; ἢ τὸν κέλαδον ἄποθεν τοῦ λέχους ποιουμένη; οἷον, οὐ σιγήσεις καὶ μετὰ ἡσυχίας αὐτὸν ἐάσεις κοιμηθῆναι; A.
B.
C.
M.
I. φυλασσομένα: ἤγουν ἀφεῖσα μεγάλην βοὴν πλησίον τῆς αὐτοῦ κοίτης, καὶ πόρρω γενομένη, ὀνήσεις αὐτὸν ὡς ὑπνώσσοντα. I.
τί δ’ ἄλλο
: εἶπας. Gr.
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς
: ἴσχει πόθον χρὴ γράφειν, οὐ πόθον ἔχει· οὕτω γὰρ ἔχει πρὸς τὸ τοῦ πρώτου συστήματος κῶλον οἰκείως. καὶ τὸ ἄρα δὲ ἐνταῦθα, εἰ καὶ συμπερασματικόν ἐστιν, ἀλλ’ οὖν ἀντὶ μακροῦ λαμβάνεται παρὰ τοῖς ποιηταῖς, ὡς καὶ τὸ ἀπορηματικὸν ἐνίοτε ἀντὶ βραχέος. διὸ τοῦτο μὲν περισπᾶται ἀντιστρόφως, ἐκεῖνο δὲ ὀξύνεται. I.
πόθον
: ὄρεξιν. Fl. 59.
πρόδηλος
: εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται. B.
M. προφανής. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. φανερός. Gu.
ἆρ’
: εἰ ταῦθ’ οὕτως ἔχει. Gu.
ἐξέθυσεν. ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων, πατροφόνου μητρὸς αἷμα δοὺς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι. τὸ δὲ ἑξῆς, μέλεον ἀποδοὺς αἷμα, φόνον πατροκτόνου μητρός. A. B. C. M. I. Ἄλλως. ἡ ἐξ πρὸς τὸ πατροφόνου, τουτέστι δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρὸς, οἷον ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι καὶ τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς. A. B. M. I. ἡ ἐξ εἰς τὸ δοὺς, ἐκδούς. B.
δίκᾳ μὲν, καλῶς δ’ οὔ
: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι, ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρεπῶδες ἦν ὑπὸ τοῦ παιδὸς εὐθύνας δοῦναι αὐτὴν τοῦ φόνου. B.
M.
I. ἐν τούτῳ ὑπομιμνήσκεται καὶ τῆς Ἠλέκτρας. M.
Δίκα ἐνταῦθα γράφε, μὴ δίκαια. οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. I.
καλῶς
: εὐπρεπῶς.
τέκνα τε τάδε
: δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην. I.
ἔθανες―αἵματος
: εἰποῦσα ἡ Ἠλέκτρα πρὸς τὴν μητέρα τὸ ἐφόνευσας τὸν οἰκεῖον ἄνδρα, ἐφονεύθης ὑπὸ τῶν τέκνων, πάλιν φησὶν, ὅμοιον μὲν τῇ προτέρᾳ ἐννοίᾳ, ἔχει δέ τι καὶ πλέον· τὸ γὰρ ἀπώλεσας
ἰσονέκυες
: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην, σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος, ἐπὶ δ’ ἄτεκνος, οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως, ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος, ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος. A.
οἴχεται
: ἐφθάρη, ἔφθαρται. Gu.
βίου τὸ πλέον μέρος
: ἀντὶ τοῦ καὶ τὸ πλέον μέρος τοῦ ἐμοῦ βίου, ἤγουν τῆς ἐμῆς ζωῆς, ἔφθαρται. Gr.
στοναχαῖσι
: λάμβανε τὸ ἐν στοναχαῖσί τε καὶ γόοις ἤ πρὸς τὸ οἴχεται, ἢ πρὸς τὸ ἕλκω. Gu.
ἄγαμος
: ἀντὶ τοῦ ἄτεκνος, ἐπὶ τούτῳ δὲ ἄγαμος Gr. δέον ἀγάμως καὶ ἀτέκνως εἰπεῖν, ὁ δὲ πρὸς τὸ ἥτις εὐθεῖαν ἐξήνεγκεν. Gu.
ἄτεκνος
: περισσὸν τὸ ἄτεκνος· ἡ γὰρ ἄγαμος καὶ ἄτεκνος. ἢ ἀναστρεπτέον τὴν σύνταξιν, ἄτεκνος, ἐπειδὴ ἄγαμος· ἐνεδέχετο γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον. διὸ προσέθηκεν ἄγαμος. A.
B.
C.
M.
I. ἐπειδὴ ἐγὼ ἡ ἀθλία ἄγω χρόνον εἰς τὴν διηνεκῆ μου ζωὴν ἀτεκνίας. C.
ἅτε
: ἀντὶ τοῦ καθά ὀφείλει νοεῖσθαι, ἵν’ ᾖ βραχὺ τὸ α. οὕτω γὰρ ἔχει πρὸς τὸ τῆς στροφῆς κῶλον ὀρθῶς· τὸ γὰρ ἀντὶ τοῦ ἥτις οὐκ ἔχει καλῶς. I.
ἅτε βίοτον
: ἥτις ἡ μελέα εἰς τὸν ἀεὶ χρόνον ἕλκω τὸν βίοτον, ἤγουν τὴν ζωὴν, τουτέστιν ἀκούσιον ζωὴν ἔχω· διὰ γὰρ τοῦ ἕλκω τὸ ἀκούσιον παριστᾷ, ὥσπερ φαμὲν ὅτι ἕλκουσιν οἱ βόες τὴν ἅμαξαν καὶ τὸ ἄροτρον· οὐ γὰρ ἑκουσίᾳ γνώμῃ ταῦτα σύρουσιν, ἀλλ’ ὑπ’ ἀνάγκης. τοῦτό φησιν ἡ Ἠλέκτρα τὸν θάνατον αἱρετώτερον ἡγουμένη τῆς ζωῆς. Gr.
I.
ὅρα παροῦσα
: ὦ παρθένε Ἠλέκτρα, παραγενομένη πλησίον σκόπει, ἵνα μὴ ἀποθανὼν ὅδε ὁ ἀδελφὸς λανθάνει σέ· οὐ γὰρ ἀρέσκει ἐμοὶ τῷ λίαν παρειμένῳ, ἤτοι κατὰ τὸ λίαν παρειμένον καὶ ἐκλελυμένον, τῷ ἀκινήτῳ, τῷ πάνυ ἐκλελυμένῳ τῶν σῶν μανιῶν. νῦν οὐ τραγῳδεῖ, ἀλλ’ ἐν τῇ μανίᾳ. I.
οὐ γάρ μ’ ἀρέσκει
: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης σὲ δὲ ταῦτ’ ἀρέσκει;
A. ὅτι οὐχί μοι ἀρέσκει ἀγνώστως παρακαθέζεσθαι ἐπὶ τῷ λίαν παρειμένῳ καὶ διαλελυμένῳ Ὀρέστῃ καὶ μὴ εἰδέναι εἴτε ζῇ εἴτε οὔ. C.
παρειμένῳ
: τῷ πάνυ ἐκλελυμένῳ τῷ σώματι. M.
ὦ φίλον ὕπνου θέλγητρον
: ὦ προσφιλὴς τοῦ ὕπνου θελκτικὴ δύναμις, βοηθὸν κατὰ τῆς νόσου, λίαν προσῆλθες ἐμοὶ ἡδὺ καὶ εὐφραντικὸν, ἐν προσήκοντι καιρῷ. ὦ λήθη τῶν κακῶν σεβασμία, λίαν ὑπάρχεις σοφὴ καὶ τοῖς δυστυχοῦσι θεὸς, ἀξία εὐχῆς. ἀπὸ ποίου τόπου, πότε, ἦλθον ὧδε; πῶς δὲ καὶ κατὰ τίνα τρόπον ἀφικόμην; ἐπιλανθάνομαι γὰρ στερηθεὶς τῶν πρὶν φρενῶν, τῶν ἐν τῇ μανίᾳ δηλονότι. I.
ὦ πότνια λήθη
: οἱ γὰρ δυστυχοῦντες εὔχονται τῶν κακῶν οἷς σύνεισιν ἀπηλλάχθαι καὶ εἰς λήθην ἐλθεῖν. διὰ τοῦτο καὶ ὁ Ὀρέστης ἐν τῷ καθεστηκότι γενόμενος καὶ τῆς μανίας ἐπ’ ὀλίγον ἀπαλλαγεὶς τὴν τῶν κακῶν λήθην πότνιαν καλεῖ καὶ εὐκταίαν τοῖς δυστυχοῦσι θεόν. Gu.
I.
πότνιαν εἶπε τὴν λήθην τῶν κακῶν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. A. B. C. M. I. Ἄλλως. ἔοικε τὴν Λητὼ καλεῖν οὗτος· ὑπνοῦντες γὰρ νυκτὸς πάντων ἐπιλανθανόμεθα. τὸ δὲ πότνια λέγει, ὅτι οἱ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν μετὰ δακρύων. I.
τὸ δὲ ὡς εἰ σοφή ἀντὶ τοῦ λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλόν τι χρῆμα τῶν κακῶν ἡ λήθη. A. B. C. M. I.
ὦ πότνια λήθη
: λήθη, ἤγουν τῶν κακῶν, ὁ ὕπνος ὑπάρχει· ὅσας γὰρ ἂν λύπας ἔχῃ ἄνθρωπος, ὑπνώσας λανθάνεται αὐτῶν. οὕτω καὶ ὁ Ὀρέστης ὑπνώσας ἐπελάθετο τῶν κακῶν ὧν εἶχεν, ἤγουν τῆς μανίας καὶ τοῦ φόνου τῆς μητρός. ὡς ἔοικε δὲ, κατεκλίθη ἐν οἵῳ τρόπῳ ἔφθασε δαιμονιζόμενος, εἶτα ἐλθὼν ἐν φρονήσει καὶ ἐξυπνίσας λέγει· ἀπὸ ποίου τόπου καὶ πότε ἦλθον ἐνταῦθα· ἀμνημονῶ γὰρ ἀπολειφθεὶς τῶν πρὶν φρενῶν, ἤγουν στερηθεὶς τῶν μανιωδῶν καὶ ἐφθαρμένων φρενῶν, καὶ εἰς νοῦν ἐλθὼν ἀρτίως τῶν ὑγιῶν φρενῶν ἐγνώρισα ποῦ εἰμί. ἢ ἄλλως· ἀπολειφθεὶς τῶν πρότερον σώων φρενῶν καὶ μαινόμενος γεγονὼς ἀμνημονῶ ποῦ ἦλθον καὶ ποῦ εἰμί. Fl. 59.
ἀμνημονῶ
: ἐπιλανθάνομαι τί πέπρακταί μοι ἐν τῇ νόσῳ τῆς μανίας. Gu.
τῶν πρὶν ἀπολειφθεὶς φρενῶν
: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ, οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλ’ ἐν τῇ νόσῳ· τὸ γὰρ ὄργανον, δι’ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ, τῶν προτέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς. A.
B.
C.
M.
I. Ἄλλως. πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρενῶν.
ὦ φίλταθ, ὡς μ’ ηὔφρανας
: ὦ φίλτατε, λίαν εὔφρανας ἐμὲ κοιμηθείς. βούλει ἵνα θίγω καὶ ἅψωμαί σου καὶ ἵνα ἀναβαστάσω σου τὸ σῶμα; I.
βούλει θίγω σου
: φιλαδέλφου κόρης τὸ ἦθος καὶ λόγους ἐμιμήσατο. B.
M. διότι μὲν ἤρξατο θιγεῖν, θίγω ἐνεστῶτα καὶ οὐ θίξω εἶπε· διότι δὲ ἔμελλε κουφιεῖν, κουφίσω ἐπὶ μέλλοντος καὶ οὐ κουφίζω εἶπε. διὰ τοῦτο καὶ τὸ βούλει ποσῶς μὲν πρὸς τὸ θίγω νοεῖται, τὸ δὲ ὅλον πρὸς τὸ ἀνακουφίσω. ἢ καὶ τὸ θίγω ὑποτακτικὸν νόει. Gu.
I. ὁμοιόν ἐστι τῷ τί σοι θέλεις δῆτ’ εἰκάθω,
ὅ φησι Σοφοκλῆς. Gu.
ἀφρώδη πέλανον
: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ. A.
ἐπάλυνεν ἀρούρας.
λευκὸν γὰρ τὸ πέμμα. οἱ δὲ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν. A.
B.
M. καλῶς μὲν εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανον, ἀλλ’ . . . . . . μόνον πέλανον. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος γίνεται, ἀφρῶδες δ’ οὔ. A.
πέλανον
: κυρίως πέλανος τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας. ἔνιοι δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγμένον παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι. πέλανον ἐνταῦθα τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ. Gr.
I. πέλανος σημαίνει δύο, τὸν σίελον, ὡς ἐνταῦθα, καὶ εἶδος θύματος, ἤτοι τὸν πλακοῦντα, ὡς Αἰσχύλος ἐν τρίτῳ φησίν. Gu. πέλανος προσηγορικὸν ὄνομα, ὁ ἀφρός· κατὰ παντὸς γὰρ ἀφροῦ λέγεται ἡ λέξις ἀπὸ τοῦ πελάζειν ἄνω, ὡς κουφοτέρως· τὰ γὰρ κοῦφα τὰ ἄνω ζητοῦσιν, ὡς τὸ ἀσκός. ἀποσπόγγισον τὸν ἀφρώδη πέλανον· οἱ γὰρ δαιμονιζόμενοι καὶ ἐκ τῶν στομάτων αὐτῶν ἀφροὺς πέμπουσι, καὶ ἐκ τῶν ὀμμάτων δάκρυα, καὶ ἐκ τῶν ὀφθαλμῶν λήμας· πλεονάζει γὰρ τὸ ὑγρὸν, καὶ μὴ ἔχον ἔξοδον ἐξέρχεται ἀπὸ τοῦ στόματος καὶ ἀπὸ τῶν ὀφθαλμῶν· ἀπὸ γὰρ τῆς πλημμελείας τοῦ στομάχου πλεονάσαν τὸ ὑγρὸν, γίνονται αἱ ἀναθυμιάσεις, καὶ μὴ ἔχον ἔξοδον τὸ πνεῦμα ἀνέρχεται τὰ ἄνω μέρη ζητοῦν ἔξοδον, καὶ μὴ εὑρίσκον ἀθροιζόμενον ἐκεῖσε σκοτίζει τὸν ἐγκέφαλον, καὶ τὰ μέλη σπαράσσει ζητοῦν ἔξοδον, καὶ οὕτω σκοτισθέντος τοῦ ἐγκεφάλου γίνεται παράφρων ὁ ἄνθρωπος, ἕως οὗ ἐκφορηθῇ τὸ πνεῦμα· οὕτω γὰρ εἰσέρχεται τὸ πνεῦμα καὶ ἐν τῇ γῇ καὶ σείει αὐτὴν, μὴ ἔχον τοῦ ἐξελθεῖν. Fl. 59.
ἰδού
: ποιῶ δηλονότι ὃ λέγεις. Gr.
I. ὃ συμβουλεύεις ἐμοὶ, ἢ τὸ ὑπούργημα. Gu. ἰδοὺ, ποιῶ δηλονότι ὃ λέγεις τὸ ὑπούργημα τὸ εὐφραντὸν, καὶ οὐκ ἀπαρνοῦμαι τὸ θεραπεύειν τὰ μέλη τὰ ἀδελφικὰ ἐν χειρὶ ἀδελφικῇ. I.
ὦ βοστρύχων
: ὦ κάρα ἄθλιον πινῶδες τῶν βοστρύχων, ἀντιστρόφως ἀντὶ τοῦ, ὦ βόστρυχοι κάρας ἀθλίας πινώδους καὶ ῥυπαρᾶς, λίαν ἠγριωμένοι ἐστὲ (πρὸς τὸ βόστρυχοι) διὰ τῆς μακρᾶς ἀλουσίας. I.
πινῶδες ἄθλιον
: ἀντὶ τοῦ αὐχμηρὸν καὶ ῥυπῶδες. πίνος γὰρ ὁ ῥύπος· πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει.
B.
M.
I.
κλῖνόν μ’ ἐς εὐνήν
: θὲς ἐμὲ πάλιν εἰς τὴν εὐνήν· ὅταν ἀφήσῃ ἐμὲ ἡ νόσος τῆς μανίας, ἄναλκις καὶ ἀσθενής εἰμι κατὰ τὸ δέμας. I.
κἀσθενῶ μέλη
: ἤγουν οὐ δύναμαι χρῆσθαι ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς ὑπουργίαν, καταβαλούσης τῆς νόσου. I.
ἀνιαρόν
: καίπερ. Gu. ἀλγεινόν. Gu. ἐφ’ ὅσον γὰρ
τὸ κτῆμα
: τὸ δέμνιον δηλονότι. Fl. 21.
αὖθις
: πάλιν στῆσόν με εἰς ὀρθὸν καὶ στρέφε τὸ δέμας. I.
ἦ κἀπὶ γαίας
: ἆρα θέλεις θεῖναι τοὺς πόδας ἐπάνω τῆς γῆς, θεὶς ἴχνος χρόνιον, ἤτοι βραδεῖαν βάσιν; ἡ μεταβολὴ πάντων εὐφραντὸν πρᾶγμα, ὑπάρχει δηλονότι. I.
μεταβολὴ πάντων γλυκύ
: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγιείας εἰς νόσον μεταβάλλειν οὐκ ἔστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός ὁ πρῶτος εἰπὼν
—A.
B.
C.
M.
I.
μεταβολὴ πάντων γλυκύ
οὐχ ὑγίαινε, δέσποτ’· ἐκ μὲν γὰρ κόπου
γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ,
(καὶ τὰ τοιαῦτα.) ἣν δ’ ἐκ πλουσίου
πτωχὸς γένηται, μεταβολὴ μὲν, ἡδὺ δ’ οὔ.
ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ.
μεταβολὴ πάντων γλυκύ
: τὸ μεταβάλλεσθαι εἴτε ἀπὸ χείρονος πρὸς τὸ βέλτιον, εἴτε ἀπὸ βελτίονος πρὸς τὸ χεῖρον, ἡδύτατόν ἐστιν αὐτῷ τῷ μεταβαλλομένῳ· οὐδὲ γὰρ ἂν μετεβάλλετο, εἰ μὴ ἥδετο τῇ μεταβολῇ, ὥστε οἱ λέγοντες τὸν Εὐριπίδην οὐκ ὀρθῶς εἰρηκέναι τοῦτο οὐ καλῶς λέγουσιν. Gu.
I.
μεταβολή
: λείπει τὸ κακῶν, ὅταν μεταβληθῇ τι ἀπὸ τῶν κακῶν εἰς τὸ καλὸν γλυκύ. B. ἡ μεταβολὴ τῶν ἴσων. Gu.
Fl. 6.
9.
17.
21.
55.
59.
76.
πάντων
: πραγμάτων. Fl. 59.
μάλιστα
: ἤτοι ναί· ἔχει γὰρ τόδε, τὸ ἀνορθωθῆναι δηλονότι, ὑπόληψιν, ἤτοι ἐλπίδα, ὑγείας. καλὸν δὲ τὸ δοκεῖν, κἂν μακρὰν ᾖ τῆς ἀληθείας. I.
κρεῖσσον δέ
: ἀντὶ τοῦ ἰσχυρὸν μέν. M.
Μενέλαος ἥκει
: ὁ Μενέλαος παραγέγονεν, ὁ ἀδελφὸς τοῦ σοῦ πατρός· ἐν Ναυπλίῳ δὲ, λιμένι δηλονότι, καθωρμίσθησαν τὰ σέλματα, ἤγουν αἱ καθέδραι, περιφραστικῶς ἀντὶ τοῦ αἱ νῆες. I.
ἥκει
: δέχου τὴν πίστωσιν τήνδε τῶν ἐμῶν λόγων, ἐπαγόμενος Ἑλένην ἐκ τῶν Τρωϊκῶν τειχέων. I.
τὸ πιστόν τόδε λόγων
: τὸ ἑξῆς οὕτως, τοῦτο πιστὸν δέχου τῶν ἐμῶν λόγων. οἱ δὲ οὕτω, τὸ πιστὸν τῶν ἐμῶν λόγων δέχου τοῦτο, ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις, πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τῷ
εἰ μόνος ἐσώθη
: μᾶλλον ἂν ἦν ζηλωτὸς καὶ μακαριστός. εἰ δὲ ἐπάγεται τὴν σύνευνον, ἥκει ἔχων μέγα κακόν. I.
ἐπίσημον ἔτεκε Τυνδάρεως
: μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν. M. Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο, δι’ ὃ ὀργισθεῖσα ἡ θεὸς διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ἐποίησεν. ἔχει δὲ ἡ χρῆσις οὕτως οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μιᾶς λάθετ’ ἠπιοδώρου Κύπριδος. κείνα δὲ Τυνδάρεω κούραισι χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας.
καὶ Ἡσίοδος δέ τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη
—A.
B.
M.
I.
ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην.
Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει,
ἵκετο δ’ ἐς Φυλῆα, φίλον μακάρεσσι θεοῖσιν.
ὣς δὲ Κλυταιμνήστρη προλιποῦσ’ Ἀγαμέμνονα δῖον
Αἰγίσθῳ παρέλεκτο καὶ εἵλετο χείρον’ ἀκοίτην.
ὣς δ’ Ἑλένη ᾕσχυνε λέχος ξανθοῦ Μενελάου.
γένος θυγατέρων
: τὴν Ἑλένην καὶ τοὺς ταύτης μνηστῆρας. B.
σύ νυν δίαφερε
: τουτέστιν, ἐπείπερ ἐκείνας ὡς φαύλας κακίζεις, σκόπει μὴ καὶ αὐτὴ περιπέσῃς τοῖς ἴσοις, ἀλλ’ ἀποχὴν τῶν κακῶν ἔχε, καὶ μὴ μόνον τὰ ἄριστα λέγε, ἀλλὰ καὶ κατὰ νοῦν ἀεὶ ἔχουσα πρᾶττε. Gu.
I.
οἴμοι, κασίγνητε
: ὤμοι, ὦ ἀδελφὲ, ταράσσεται τὸ σὸν ὄμμα, ταχέως μετεβλήθης εἰς λύσσαν καὶ μανίαν, ἄρτι σώας ἔχων τὰς φρένας. I.
τὰς αἱματωπούς
: τὰ συμβαίνοντα τοῖς πάσχουσι ταῦτα τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν λιτῶν χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ
ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας αὐτάς. οὕτω καὶ τὸν Πλοῦτον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι. καὶ κωφὸν δὲ αὐτὸν ὁ Δημοσθένης φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. A.
B.
M.
Gu.
I. αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος, καὶ πολύμοχθος Ἄρης καὶ τὰ τοιαῦτα. A.
B.
M. ὦ μῆτερ τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπ’ ἐμοὶ μὴ ἐπίσειε, ἤγουν μετακίνει. M. δρακοντώδεις δὲ λέγει τὰς ἐχούσας δράκοντος, ἤτοι ὄφεως, ὀδόντας. Gu.
I.
μέν’, ὦ ταλαίπωρε
: μένε ἀτρέμας καὶ ἡσύχως ἔχε ἐν τοῖς δεμνίοις· οὐδὲν γὰρ ὁρᾷς ἀφ’ ὧν δοκεῖς σαφῶς εἰδέναι. I.
ὁρᾷς γὰρ οὐδέν
: τὰ γὰρ φαντασιώδη ἀνυπόστατα. A.
C. Ἄλλως. ὃ γὰρ τὸ τῶν σωφρονούντων ὄμμα διαφεύγειν συμβέβηκεν, τοῦτο κατὰ τὴν πλάνην τοῖς μαινομένοις ὁρᾶσθαι συμβέβηκεν. A.
B.
M. ὅθεν καὶ οὗτος τὰς Ἐρινύας ἐνθουσιαστικῶς φαντάζεται ὁρᾶν. τὸ δὲ ἱέριαι προπαροξύνεται ὡς τὸ τιμώριαι καὶ αἴτιαι καὶ τὰ τοιαῦτα. ἱερείας δὲ αὐτὰς καλεῖ παρ’ ὅσον ἐξυτηρετοῦνται αὐτοῖς. ἀποστέλλουσι γὰρ αὐτοῖς τὰς ψυχάς. A.
B.
C.
M.
I.
εἰδέναι
: βλέπειν εἰπεῖν ἔμελλεν· ὅτι δὲ ὃ βλέπει τις γινώσκει, οὕτως ἐξήνεγκεν. Gu.
ὦ Φοῖβ’, ἀποκτενοῦσι
: ὦ Ἄπολλον, φονεύσουσί με αἱ ἄγριαι καὶ ἀναιδεῖς γοργώπιδες, αἱ καταπληκτικαὶ τοῖς ὀφθαλμοῖς, αἱ ἱέρειαι καὶ φονεύτριαι τῶν νεκρῶν, αἱ φοβεραὶ θεαί. I.
ἐνέρων
: νεκρῶν τῶν ἀδίκως θνησκόντων. Gu.
τὸ ἱέρειαι ἱερίαι χρὴ γράφειν Ἰωνικῶς, ἵν’ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς. τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα Ἰωνικῶς οἱ ποιηταὶ παροξύτονα ποιοῦντες διὰ τοῦ ία γράφουσι, τὸ αὐθάδεια αὐθαδία λέγοντες, καὶ τὸ εὐσέβεια εὐσεβία, καὶ τὰ τοιαῦτα, ὃ καὶ ἐξετάζων εὑρήσεις. I. φονεύτριοι. Gr. ὑπουργοὶ, ὡς θανατοῦσαι. Gu.
μέσον μ’ ὀχμάζεις
: συνέχεις, ἢ ἐπαίρεις. ἴδιον δὲ τῶν μαινομένων τὸ τοὺς κηδομένους ἀποσείεσθαι καὶ δοκεῖν βλάπτεσθαι μᾶλλον παρ’ αὐτῶν. A.
B.
M.
I. κουφίζεις. Gr. κρατεῖς, συνέχεις, ἐπαίρεις. Gu.
Ὀχμάζω γίνεται ἀπὸ τοῦ ἔχω, ἕξω, ἔχμα, οὐ μόνον ἡ ἐξοχὴ, ἀλλὰ καὶ ἡ συνοχή. ἀπὸ δὲ τοῦ ἔχμα γίνεται ἐχμάζειν, τὸ κωλύειν
ἐπικουρίαν
: βοήθειαν. Gu.
δὸς τόξα
: δός μοι τὰ τόξα τὰ ἐκ κεράτων σκευαζόμενα, τὰ δῶρα τοῦ Ἀπόλλωνος, δι’ ὧν εἶπεν ὁ Ἀπόλλων τιμωρήσασθαι ἐμὲ τὰς Ἐριννύας, εἰ εἰς φόβον ἄγοιεν ἐμὲ ἐν λυσσήμασι καὶ μανίαις, ἐκ παραλλήλου. I.
δὸς τόξα μοι κερουλκά
: τὰ διὰ κεράτων ἑλκόμενα ἢ τὰ κῆρα καὶ θανατηφόρον μοῖραν φέροντα, B. τὰ διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος, ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκεσθαι, τοῦτο δὲ εἶπεν ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ. A.
B.
C.
M. Στησιχόρῳ ἑπόμενος τόξα φησὶν αὐτὸν εἰληφέναι παρὰ Ἀπόλλωνος. ἔδει οὖν τὸν ὑποκριτὴν τόξα λαβόντα τοξεύειν. (B.
M.
I.) οἱ δὲ νῦν ὑποκρινόμενοι τὸν ἥρωα αἰτοῦσι μὲν τὰ τόξα, μὴ δεχόμενοι δὲ σχηματίζονται τοξεύειν. εἰ δὲ ὁ μαινόμενος ἐπ’ ἐνίων ὑγιαίνει μὴ θαυμάσωμεν. ἡ γὰρ νόσος ποικίλη τῶν μεμηνότων, ὡς κἀν ταῖς Τρῳάσιν ἡ Κασάνδρα τοσόνδε δ’ ἐκτὸς στήσομαι βακχευμά των.
B.
M.
δῶρα Λοξίου λέγει ἢ ὑπὸ τῆς μανίας δοκῶν χαρισθῆναι αὐτῷ ταῦτα παρὰ Ἀπόλλωνος, ἢ διότι τοξικός ἐστιν ὁ θεὸς, καὶ τὰ παρ’ ἀνθρώποις τόξα ὡσπερεὶ δῶρα ἐκείνου. Gu. I.
Ἀπόλλων
: Ἀπόλλων ἀπὸ τοῦ ἀεὶ βάλλειν. C.
μανιάσι
: πάντες τὸ μανιάσι πρὸς τὸ λυσσήμασι συνάπτοντες οὕτω φασὶ, μανικοῖς λυσσήμασιν, ἀγνοοῦντες ὅτι τὸ μὲν μανιάσι θηλυκόν ἐστι, τὸ δὲ λυσσήμασιν οὐδέτερον. σὺ δὲ τούτους ἐάσας ἀσυνδέτως λέγε κεχωρισμένα οὕτως· εἴ με ἐκφοβοῖεν μανιάσι καὶ μανίαις, ἐν λυσσήμασι καὶ ἐν μανίαις, ἵν’ ὦσιν ἀμφότερα τὸ αὐτό. Gu.
I.
βεβλήσεταί τις
: τοξευθήσεταί τις ἀπὸ τῶν θεῶν διὰ χειρὸς ἀνθρωπίνης; I.
εἰ μὴ ’ξαμείψει
: ναὶ, τοξευθήσεται, εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐριννύων τοῦ ἐμοῦ προσώπου, μακρὰν τῶν ἐμῶν ὀμμάτων. οὐκ ἀκούετε, ὦ Ἐριννύες δηλονότι, οὐχ ὁρᾶτε πτερωτὰς γλυφίδας, λέγω δὲ τὰ βέλη, ἐξερχομένας ἐκ τῶν μακρὰν βαλλόντων τόξων; I.
πτερωτὰς γλυφίδας
: τοὺς ἐπτερωμένους ὀϊστούς. Gu.
ἆ ἆ
: ἐπίρρημα ἐφεκτικόν. I.
τί δῆτα μέλλετ’; ἐξακρίζετ’ αἰθέρα
: στιγμὴ εἰς τὸ μέλλετε· τὸ δὲ ἑξῆς, εἰς τὰ ἄκρα τοῦ
μέλλετ’
: ἀντὶ τοῦ βραδύνετε. M.
αἰτιᾶσθε
: αἴτια ἡγεῖσθε. Gu.
θέσφατα
: κελεύσματα· καὶ γὰρ ἄνωθεν εἶπεν, ὅταν ἀπῄτει τὴν Ἠλέκτραν τὰ τόξα, ὡς Ἀπόλλων αὐτῷ ἐπέταξε μάχεσθαι Ἐριννύσι τοῖς τόξοις. I.
ἔα, τί χρῆμ’ ἀλύω
: διὰ ποίαν αἰτίαν ἀδημονῶ; B.
M. τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη καθ’ ἣν ἀδημονῶ καὶ ἠπόρημαι; παρὰ τὴν ἄλην· ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο.
A.
B.
C.
M.
I. ἐπὶ ἐκπλήξεως τὸ ἔα. διὰ τί χρῆμα ἐν ἀμηχανίᾳ εἰμὶ, πνεῦμα ἀναπέμπων ἐκ τῶν πνευμόνων; τὸ ἀλύειν δὲ ποτὲ μὲν οἱ ποιηταὶ ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι λαμβάνουσιν, ὡς ἐνταῦθα, καὶ παρὰ τῷ ποιητῇ ἡ δ’ ἀλύουσ’ ἀπεβήσετο,
ποτὲ δὲ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν, ὡς τὸ ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην.
I.
ποῖ ποῖ
: τὸ ποῖ τοπικόν. ποῦ, ποῦ ἐπηδήσαμεν καὶ ἐκινήθημεν ἀπὸ τῆς κοίτης; ἐκ κυμάτων γὰρ, ἤτοι ἐκ τῆς τοῦ κλύδωνος μανίας καὶ ταραχῆς, βλέπω πάλιν γαληνὰ καὶ ἥσυχα. I.
γαλήν’ ὁρῶ
: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν. οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,
καὶ ἐν ἄλλοις παίζων φησί
Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον
διέκναισ’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου
μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.γαλῆν ὁρῶ. B. ποῖ, πρὸς θεῶν; ποῖ ποῖ, γαλῆν;
καὶ Σαννυρίων ἐν Δανάῃ
A. γαλήν’. B. ἐγὼ δ’ ᾤμην γαλῆν λέγειν σ’ ὁρᾶν.τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι;
-A.
B.
M.
I.
ζητητέον. φέρ’ εἰ γενοίμην γαλῆ;
ἀλλ’ Ἡγέλοχος οὗτός με μηνύσειεν ἂν
ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν εἰσιδὼν μέγα,
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῷ.
σύγγονε, τι κλαίεις
: ὦ ἀδελφὴ, διὰ τί κλαίεις, θεῖσα τὴν κεφαλὴν ἔσω τῶν πέπλων; αἰδοῦμαί σε μεταδιδούς σοι τῶν ἐμῶν πόνων, ὄχλησιν παρέχων σοὶ τῇ παρθένῳ διὰ τῶν ἐμῶν νόσων. μὴ χάριν τῶν ἐμῶν κακῶν ἐν σεαυτῇ φθείρου· σὺ μὲν γὰρ συνῄνεσας καὶ συνεβούλευσας ἐπὶ τάδε, εἴργασται δ’ ὑπ’ ἐμοῦ ὁ τῆς μητρὸς φόνος. I.
αἰσχύνομαι
: καὶ ἐντρέπομαι. Fl. 59.
Λοξίᾳ δέ
: τῷ Ἀπόλλωνι δὲ μέμφομαι, ὅστις διεγείρας καὶ παρακινήσας ἐμὲ εἰς ἔργον ἀνοσιώτατον διὰ μὲν τῶν λόγων εὔφρανε, διὰ δὲ τῶν ἔργων οὐδαμῶς. I.
Λοξίᾳ δέ
: οὐ σοὶ μέμφομαι, ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με φονεῦσαι τὴν μητέρα οὐ βοηθεῖ. A.
C.
M. τῷ Λοξίᾳ μέμφομαι, ἤτοι τῷ
οἶμαι δέ
: οἶμαι δὲ τὸν ἐμὸν πατέρα, εἰ ἐξιστόρουν καὶ ἠρώτων κατὰ πρόσωπον εἰ πρέπει κτεῖναι τὴν μητέρα, πολλὰς λιτὰς διὰ τῆς ἐκτάσεως τῶν χειρῶν ποιῆσαι αὐτὸν, τοῦδε τοῦ γενείου δηλονότι ἁψάμενον, μήποτε ὦσαι ξίφος εἰς σφαγὴν τῆς τεκούσης, ἐπειδὴ οὔτε ἐκεῖνος ἔμελλεν ἀναβιῶναι καὶ πάλιν ζῆσαι, ἐγὼ δὲ ὁ τλήμων ἔμελλον (κατὰ κοινοῦ) τοιάδε κακὰ ἐκπληρώσειν καὶ ὑπομενεῖν. I. εἰ νῦν τὸν ἡμέτερον πατέρα κατ’ ὄψιν ἐξιστόρουν καὶ ἔδει ἵνα κτείνω τὴν μητέρα εἰς ἀναζώωσιν αὐτοῦ καὶ ἀπαλλαγὴν τῶν ἐμῶν κακῶν, πολλὰς λιτὰς παρέσχε μοι ἂν, ἵνα ταύτην, ἐὰν μὴ ἐκεῖνος ἔμελλε ζῆν, μὴ κτείνω. C. κατὰ πρόσωπον. Gr. ἐνώπιον πρὸς πρόσωπον. Gu.
καὶ νῦν
: περιφραστικῶς, ὦ ἀδελφὴ, ἀνακάλυπτε σαυτὴν δηλονότι, ἤγουν ἀνακαλύπτου, ἄπελθέ τε καὶ ἀπόστηθι ἐκ
καὶ νῦν ἀνακάλυπτε
: τὴν ὄψιν δηλονότι· ἐσκέπαστο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις. Ἄλλως. σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ κρᾶτα θεῖσ’ ἔσω πέπλων.
B.
M.
I. ἀπὸ τούτου καὶ ἀνακαλυπτήρια, τὰ διδόμενα δῶρα τοῖς νεονύμφοις ὅταν πρῶτον ἀνακαλύπτωνται τοῖς ἀνδράσι καὶ τοῖς συγγενέσιν ὁρώμεναι. I.
ἀλλ’, ὦ τάλαινα
: πορευθεῖσα ἔσω τῶν δωμάτων, ἐκταθεῖσαδὸς
σῖτόν τ’ ὄρεξαι
: διὰ τούτων λέγει, μὴ ἄγαν ἀγρύπνει καὶ λιμῷ διάφθειρε σεαυτὴν, ἵνα μὴ νοσήσῃς. εἰ γὰρ τῷ προσεδρεύειν κτήσῃ νόσον τινὰ καὶ ἀποστῇς, κἀγὼ τῆς σῆς παρουσίας ἐστερημένος ἀπόλλυμαι. A.
B.
C.
M. ἔκτεινον τὴν χεῖρά σου εἰς τροφὴν, ἀντὶ τοῦ ἐκτείνασα τὴν χεῖρα βάλε. εἰ γὰρ καταλίπῃ με, ἀπολιγωρήσασα τῆς νοσοκομίας, ἀπόλλυσαι. B. τροφὴν λάβε. Gr. σεαυτῇ. Gu.
βάλευ
: Αἰολικὸν, βαλοῦ. Gu.
οὐκ ἔστι
: οὐκ ἔστι δυνατὸν δηλονότι τοῦτο· σὺν σοὶ θελήσω καὶ θανεῖν καὶ ζῆν· διάκειται γὰρ ὁμοίως καὶ ζῆν με καὶ ἀποθανεῖν δηλονότι· ἐὰν γὰρ ἀποθάνῃς σὺ, γυνὴ, οὖσα δηλονότι, τί δράσω; πῶς μόνη βιώσω, ἀνάδελφος, ἀπάτωρ, ἄφιλος; εἰ δὲ ἀρέσκει σοι, πρέπει δρᾶν τάδε, ἃ εἶπας δηλονότι. ἀλλὰ κλῖνον τὸ δέμας εἰς τὴν κοίτην, καὶ μὴ τὸ ταρβοῦν καὶ ἐκφοβοῦν, ἤτοι τὸ φοβεῖσθαι ποιοῦν σε ἐκ τῶν δεμνίων καὶ τῆς κοίτης, ἄγαν ἀποδέχου, ἤτοι πίστευε ἀληθῶς εἶναι, μένε δὲ ἐπὶ τοῦ στρωτοῦ λέχους, ἤτοι ἐπὶ τοῦ σοῦ στρώματος. κἂν μὴ νοσῇς γὰρ, ἀλλὰ ὑπολαμβάνῃς νοσεῖν, κάματος καὶ κακοπάθεια ἀπορία τε, ἤτοι ἀπελπισμὸς τῆς ὑγείας, σοὶ δηλονότι, ὡς καὶ τοῖς ἄλλοις βροτοῖς. ἔστι δὲ κακόσχημον εἰς ὑπερβολήν· ἄλλως γὰρ ἤρξατο καὶ ἄλλως ἀπέδωκεν. I.
ἔχε γὰρ ταυτόν
: ὁμοίως ἔχουσιν ἐμοὶ ἀμφότερα· ὁ γὰρ σὸς θάνατος καὶ ἐμὸς θάνατός ἐστι καὶ ἡ σὴ ζωὴ ἐμὴ ζωή. ἥκιστα γάρ μοι τὸ ζῆν ἥδιστον σοῦ θανόντος, μᾶλλον δὲ καὶ νέκρωσις νομισθήσεται, διὰ τὸ ἔρημον ἀπολειφθῆναί με βοηθείας. Gu.
I.
ἔχει γὰρ ταυτόν
: τὸ ζῆν με καὶ ἀποθανεῖν ταυτόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς. ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει. ὁ δὲ λόγος, ἐὰν σὺ ἀποθάνῃς, ταυτόν μοι πάθος γενήσεται, ὅ ἐστι, κἀγὼ συντεθνήξομαί σοι. A.
B.
C.
M.
I. ἕξει γὰρ ταυτόν με πάθος ὅπερ καὶ σέ. M. ἕξει ἐμὲ πάθος ὃ καὶ σὲ, ἤτοι κἀγὼ συντεθνήξω. Fl. 10.
καὶ μὴ τὸ ταρβοῦν ἄγαν ἀποδέχου
: μὴ ἐν ὑποψίᾳ ἔχε μηδὲ φαντάζου τὸ ἐκφοβοῦν σε. ἀποδέχου δὲ ἀντὶ τοῦ ὑποδέχου, προσδέχου. A.
B.
C.
M. τουτέστι μὴ ἔχε τὴν ὑποψίαν κατὰ νοῦν ἀεὶ τῆς μανίας· τοῦτο γάρ ἐστι τὸ ἄγαν ἀποδέχου. ταρβοῦν δὲ ἐκ δεμνίων λέγει, οὐχ ὅτι τὰ δέμνια ἐποίει αὐτὸν μαίνεσθαι, ἀλλ’ ὅτι κείμενος ἐκεῖ φόβον ἐξ Ἐριννύων ἐδέχετο, κατεχόμενος τῇ μανίᾳ. Gu.
I.
κἂν μὴ νοσῇς
: Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ γραφὴν φαίης κε ζάκοτόν τ’ ἔμμεναι.
B.
M.
Τοῦτο καθολικῶς ἔδει ἐξενεγκεῖν οὕτω· κἂν μὴ νοσῇ τις, ἀλλὰ δοξάζῃ νοσεῖν, κάματος αὐτῷ καὶ ἀπορία γίνεται. νῦν δὲ τὸ μὲν ἥμισυ τοῦ γνωμικοῦ πρὸς τὸν Ὀρέστην ἐπέφερε, τὸ δὲ ἥμισυ καθόλου εἶπεν. ἔστι δὲ τοῦτο καινόσχημον, εἰ καὶ ὁ Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ διδάσκει γραφήν. καὶ μὴν καὶ ἑτέρα καινότης ἔστιν ἐνταῦθα· ἡ γὰρ πρότασις ἑνικῶς ἐκφέρεται, ἡ δὲ ἀπόδοσις πληθυντικῶς, δηλοῦντος τοῦ ποιητοῦ ὅτι εἰς πάντας τοὺς ἀνθρώπους τοῦτο γίνεται. Gu. I.
αἷ αἶ
: ὦ θεαὶ δρομικαὶ καὶ ταχεῖαι καὶ σεβάσμιαι, αἵτινες ἐλάχετε ἐν δάκρυσι καὶ ἐν γόοις χορὸν κακοβάκχευτον, ἤτοι λυπηρὸν, εἰς ὂν οὐκ ἔστι δηλονότι βακχεύσασθαι καὶ χαρῆναι, μέλαιναι Εὐμενίδες (κατ’ εὐφημισμόν· δυσμενίδες γάρ εἰσι κατὰ τὸν ὀρθὸν καὶ ἀληθῆ λόγον.) αἵτινες κινεῖσθε ἀνὰ τὸν ἐπὶ πολὺ τεταμένον ἀέρα, λαμβάνουσαι δίκην, παρακαλῶ, ἐάσατε τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, ὥστε λήθην λαβεῖν τῆς σφοδρᾶς μανίας τῆς ὁρμητικῆς. φεῦ ἕνεκα τῆς κακοπαθείας καὶ τῶν δυστυχιῶν, οἵων κακῶν, ὦ τάλας, ἐπιθυμήσας
Ποτνιάδες
: ἀπὸ τῶν Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον. B.
M. μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον, τὸν Βελλεροφόντου πατέρα, ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Γλαῦκος γευσάμενος ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς τὴν θάλασσαν ὁ Ἀνθηδόνος. B.
C.
M.
I.
Ποτνιάδες
: κακομανιοποιοί. Fl. 21. μανιοποιοί. Πότνια γὰρ χώρα ἐστὶ Βοιωτίας, ἔνθα μανεῖσαι αἱ Γλαύκου ἵπποι τὸν ἴδιον δεσπότην Γλαῦκον διεσπάραξαν. Ἄλλως. Ποτνιάδας φησὶ τὰς Ἐρινύας ἀφ’ ἱστορίας τοιαύτης. Πότνιά ἐστι τόπος ἐν τῇ Βοιωτίᾳ· ἐφύοντο γοῦν ἐκεῖ βοτάναι μανίας ἐμποιητικαὶ, εἰς ὃν, ὡς λόγος ἐρεῖ, παραγενόμενος καὶ Γλαῦκος μετὰ τῶν ἵππων αὐτοῦ γευσάμενος τῶν βοτανῶν καὶ ἐμμανεῖσαι διέφθειραν τὸν Γλαῦκον. ἐπειδὴ καὶ Ἐριννύες αἴτιαι μανιῶν εἰσι, διὰ τοῦτο ταύτας φησὶ Ποτνιάδας. Fl. 6. σεβάσμιαι κατ’ εὐφημισμὸν, μανοποιοί. Gu.
ἀβάκχευτον
: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν,
θίασον
: κλῆρον. Fl. 21.
τὸν ταναὸν αἰθέρα
: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι. Ὅμηρος ἠεροφοῖτις Ἐρινύς.
ταναὸν δὲ αἰθέρα τὸν λεπτομερῆ τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν σωμάτων λεπτύνεται. τὸ δὲ ἀμπάλλεσθε, ὡς ἀνακινουσῶν αὐτῶν τὸν ἀέρα ἐμφαντικῶς, τουτέστιν ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν Ποσειδῶνα, τὸν σείοντα τοῖς ποσὶ τὴν γῆν καὶ τῇ πορείᾳ τὸ ὄρος. A.
B.
C.
M.
I.
τὸ δὲ τινύμεναι δίκαν ἀντὶ τοῦ τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου. A. B. M. I.
Ἄλλως. πῶς δὲ ἐνταῦθα λέγει τιννύμεναι φόνον;
οὐ γὰρ ἀνταποδιδοῦσιν αὗται φόνον, ἀλλὰ μᾶλλον ἐκδικοῦσι τοὺς φόνους. λέγομεν οὖν ὅτι ἐξ ὧν ποιοῦσι τοὺς φονεῖς μαίνεσθαι παραπλήσιον ποιοῦσιν ὥσπερ ἂν εἰ καὶ ἐφόνευον. ἢ τὸ τιννύμεναι φόνον ἀντὶ τοῦ τιμωρούμεναι νοητέον τοὺς φονεῖς· τίω γὰρ οὐ μόνον τὸ ἀνταποδί δωμι, ἀλλὰ καὶ τὸ τιμῶ καὶ τὸ τιμωρῶ· ἵν’ ᾖ τὸ μὲν αἵματος τιννύμεναι δίκην ἀντὶ τοῦ ἀναποδιδοῦσαι, τὸ δὲ τιννύμεναι φόνον ἀντὶ τοῦ ἐκδικοῦσαι τὸν φόνον καὶ τιμωρούμεναι τοὺς φονεῖς. ἢ εἰ τὸ φόνων μεγαλογραφεῖται, λάβοις ἂν ἀπὸ κοινοῦ τὸ δίκαν, καὶ τὸ τιννύμεναι, ὡς καὶ τὸ πρῶτον, ἐρεῖς. Gu. αἵματος, ἤγουν λαμβάνουσαι δίκην φόνου, τουτέστι κολάζουσαι διὰ φόνον (φόνου Florr.), ἤγουν φονεύουσαι. Gr.
Fl. 6.
9.
21.
56.
57.
οἵων, ὦ τάλας, ὀρεχθείς
: ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν πρὸς τὸ ποθούμενον. τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηκεν· ἢ τὸ φεῦ συντέτακται, ἵν’ ᾖ, φεῦ, ἰὼ Ζεῦ, οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις. M. ὡς πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων σὺ ὁ τάλας ἐπιθυμήσας (λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρὸς)
οἵων
: δι’ οἵων, κακῶν δηλονότι, ἔρρεις ἑαυτὸν κτεῖναι, φθείρεις ἑαυτὸν. Fl. 21.
ὀρεχθείς
: ἀγαπήσας. Fl. 33.
ἀπόφατιν δὲ πρόσταξιν, ἀπόφασιν κατ’ ἐκεῖνο τὸ πέδον. B.
μεσόμφαλα
: ὀμφαλὸς κέκληται ἡ Πυθὼ, παρὰ τὸ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας λέγειν, ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς, δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμφαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων ἀετῶν ὑπομνήματα. B.
M.
I. ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου, ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ τὰς φήμας. A.
B.C,
λέγονται
: καλοῦνται, ᾄδονται. Gu.
ἰὼ Ζεῦ
: φεῦ, ὦ Ζεῦ. τίς ὁ ἀγὼν οὗτος ὁ φονικὸς
ἰὼ Ζεῦ
: πρὸς τὸ ἄνω σχετλιαστικὸν μετὰ ἤθους ἀναπεφώνηται. M.
τίς ἔλεος
: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ τίς ἀντὶ τοῦ οὐδεὶς, ἵν’ ᾖ ὁ νοῦς οὕτως, τίς ἔλεος γενήσεται τῷ Ὀρέστῃ, ἀντὶ τοῦ οὐδεὶς ἐλεήσει σε, Ὀρέστα. Ἄλλως. τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει; τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων, τουτέστιν ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας. Ἢ καὶ ἄλλως. τίς ἐλεήσει αὐτὸν, ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί; οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. Ἄλλως. τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ ἕλκων αὐτὸν τῇ
Ἄλλως. τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρὸς πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν τὸ ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, κατὰ τὸν οἶκον τῶν ἀλαστόρων. καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου; ἡ δὲ παρακοπὴ, οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ; τοιοῦτος γὰρ αὐτῷ ἀγὼν ὁ ἐκ τῶν Ἐριννύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος. μετέβαλλε δ’ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν. I.
τίς ὅδ’ ἀγών
: τίς ὅδε ὁ κίνδυνος φόνιος ἔρχε ται, παροξύνων σὲ τὸν μέλεον, ὃς δάκρυα δάκρυσι συνάπτει, τίς, λέγω, τῶν ἐχθρῶν, πορεύων εἰς τὸν δόμον τὸ αἷμα, ἤγουν τὸν φόνον τῆς σῆς μητρὸς, ὃ σὲ ἀναβακχεύει. Gr.
I.
ἀγών
: κίνδυνος, νόσος, ἡ καταλαμβάνουσά σε μανία. Gu.
θοάζων
: ἐπιδιώκων, ταχύνων, διεγείρων, ἐκμαίνων. κῆτος θοάζον
Ἀνδρομέδᾳ. B.
M. παροξύνων. Gr. κινῶν, ἐκμαίνων. Gu. σοι. Gr. ἢ τῷ ἀγῶνι. Gu.
ᾧ δάκρυα δάκρυσι συμβάλλει
: συνάγει καὶ συμμίσγει ἐπάλληλα δάκρυα. Ὅμηρος συμβάλλετον ὄβριμον ὕδωρ.
ἢ συνάπτει, ἵν’ ὥσπερ σχοινία συμβάλλοντες εἰς τὰς ὁλκάδας.
B.
M.
I.
ᾧ δάκρυα
: ὃ γράφε ἀντὶ τοῦ ὅστις, καὶ δόμον, μὴ δόμους, λέγων οὕτως, ὃς καὶ ὅστις ἀγὼν, δηλονότι ὁ φόνιος, συμβάλλει καὶ συνάπτει τοῖς δάκρυσι δάκρυα. ἐπεὶ δὲ οὐκ ἐποίει ταῦτα ὁ ἀγὼν, ἀλλά τις τῶν θεῶν, ἐπήγαγε, τίς, λέγω, τῶν ἀλαστόρων, καὶ τῶν ἐχθρῶν, πορεύων καὶ ἐπιφέρων εἰς τὸν δόμον τὸ αἷμα τῆς σῆς μητρὸς, ὅπερ σὲ ποιεῖ μαίνεσθαι. οἱ δὲ γράφοντες τὸ ω μέγα διὰ τὸ συμβάλλει ἀγνοοῦσι τὰ μέτρα. I.
ὅ σ’ ἀναβακχεύει
: τουτέστιν ὅπερ τῆς μητρὸς ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου, μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον. B.
I. ὅ σ’ ἀναβακχεύει. τινὲς στίζουσιν εἰς τὸ ὅ σ’ ἀναβακχεύει, ἵν’ ᾖ ὅπερ σε τὸ αἷμα. γράφεται δὲ καὶ ὃς σὲ ἀναβακχεύει, ἀλάστωρ σὲ ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ. M. διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμὴν, τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ ἀγῶνι δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων, πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, ἢ ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ· πρὸς δὲ τὴν δευτέραν στιγμὴν, ὅτι τοσοῦτον ἔρχεται φόνιος ἀγὼν, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους σου, καὶ μὴ ἠρεμῶν αὐτὸ εἶναι ἀτιμώρητον. B.
M.
I.
ὁ μέγας ὄλβος οὐ μόνιμος καὶ διηνεκὴς ἐν τοῖς βροτοῖς· ἀνατινάξας δὲ δαίμων τις, αὐτὸν δηλονότι, καθὰ λαῖφος καὶ ἄρμενον νηὸς ταχείας, κατέκλυσεν, ἤτοι βυθισθῆναι ἐποίησεν ὡς ἐν κύμασι πόντου ὀλεθρίοις καὶ χαλεποῖς. τὸ δὲ δεινῶν πόνων διὰ μέσου, ἀντὶ τοῦ φεῦ, ἕνεκα τῶν δεινῶν πόνων. I.
ὁ μέγας ὄλβος
: περισσὸν τὸ ἓν ὡς. ὁ δὲ λόγος, οὐ μόνιμος ὁ μέγας ὄλβος· κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. οὕτω καὶ τὸν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον ἀνθρώπων ἡ τύχη. A.
B.
C.
M.
I. Ἄλλως. ὡς ἐν πόντῳ λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖφος κατέκλυσεν, οὕτω καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων. Ἄλλως. κλύζεσθαι δαίμων τις παρεσκεύασε τὸν ὄλβον, ὑπὸ ἀστάτων ἔργων δηλονότι, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. Καὶ ἄλλως. ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας δηλονότι τὸν ὄλβον οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν. ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον καὶ κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη. A. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ
ἀνὰ δὲ λαῖφος
: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις καὶ ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον ἡ τύχη τῶν ἀνθρώπων. ἢ οὕτως· κλύζεσθαι παρεσκεύασέ τις θεὸς τὸν ὄλβον ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος αὐτὰρ ἐπεὶ παύσαντο πόνου.
ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ. B.
M.
I.
Ἄλλως. ἀνατινάξας δέ τις δαίμων ἤ τις δαιμόνων αὐτὸν, δηλονότι τὸν ὄλβον, ὥσπερ λαῖφος ἀκάτου θοῆς κατέκλυσεν ὥσπερ ἐν κύμασι πόντου λάβροις ὀλεθρίοις. τὸ δὲ δεινῶν πόνων διὰ μέσου, ἀντὶ τοῦ φεῦ, ἕνεκα τῶν δεινῶν πόνων. Gr.
I. Ἄλλως. τὸ λάβροις ὀλεθρίοις ἐν κύμασι πρὸς τὸ δεινῶν πόνων σύναπτε, καὶ μὴ λάμβανε ὑπό ἔξωθεν, μηδὲ ὡς πόντου μετὰ τόνου τὸ ὥς ἔκφερε, ὥς τινές φασιν, οὕτω δὲ, ὁ μέγας ὄλβος καὶ ἡ μεγάλη εὐδαιμονία οὐ μόνι μος καὶ διηνεκής ἐστιν ἐν τοῖς βροτοῖς· ἀνατινάξας δὲ καὶ ταράξας αὐτόν τις δαίμων, ὥσπερ λαῖφος ἀκάτου καὶ νηὸς θοᾶς καὶ ταχείας, κατέκλυσε καὶ ἠφάνισεν ἐν λάβροις καὶ σφοδροῖς ὀλεθρίοις κύμασι δεινῶν πόνων καὶ δυστυχιῶν, ὥσπερ πόντου κύμασι δηλονότι. ἰστέον δὲ ὅτι, ἐπειδὴ λαῖφος εἶπε, διὰ τοῦτο καὶ κατέκλυσεν εἶπε καὶ κύμασι, δεικνὺς ὅτι ἡ τοῦ ὄλβου ἀνατροπὴ ἀνατροπῇ λαίφους ἔοικε καὶ αἱ τῶν δεινῶν πόνων ἐπελεύσεις κύμασιν ὀλεθρίοις. τὸ δὲ θεογόνων
καὶ μὴν βασιλεύς
: ἐν τοῖς τέλεσιν εἰώθασιν οἱ ἀπὸ τοῦ χοροῦ μεταλλάττειν φεύγοντες τὴν μονῳδίαν τοῦ λόγου. τὸ δ’ ἑξῆς, καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει Μενέλαος ἄναξ, τῶν Τανταλιδῶν ἐξ αἵματος ὢν, πολλῇ δ’ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι τῶν Τανταλιδῶν ἐξ αἵματος ὢν, ὅ ἐστι, διὰ τοῦ σχήματος ἐμφαίνει τὴν εὐγένειαν. B.
M.
I.
δῆλος ὁρᾶσθαι
: ὁρᾶται δῆλος ἐν πολλῇ ἁβροσίᾳ. Fl. 21.
ὦ χιλιόναυν
: ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει ἀφ’ ὧν ἐμεγαλύνετο. τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες τῶν Ἑλλήνων, χίλιαι πρὸς ταῖς ρπϛ′. A.
C.
M.
I. δι’ ὧν δοκεῖ αὐτὸν ἐπαινεῖν, διὰ τούτων λυπεῖ, ἀναμιμνήσκουσα τῶν ἀπολλυμένων ἐν τῇ Τροίᾳ. A.
B.
C.
M.
I. τὸ δὲ θεόθεν πράξας ἅπερ ηὔχου προσέθηκεν, ἐπειδὴ τὸν πόλεμον κατορθώσας ἔλαβε τὴν Ἑλένην. σὺ οὖν, φησὶν, εὐτυχῶς ἀπηλλάχθης, ὁ δὲ Ὀρέστης δυστυχεῖ. B.
M.
I. σὺ μὲν οὐ μετέχεις, φησὶ, τῆς δυστυχίας τῶν Τανταλιδῶν. B.
M.
I.
ὁμιλεῖς
: συνδιάγεις. Gr.
Fl. iidem.
ὦ δῶμα, τῇ μὲν, ταύτῃ τῇ μερίδι δηλονότι, ἡδέως βλέπω σε, ἐλθὼν ἀπὸ τῆς Τροίας, τῇ δὲ, ἤγουν ταύτῃ τῇ ἑτέρᾳ μερίδι δηλονότι, ἰδὼν καταστένω· κύκλῳ γὰρ περιληφθεῖσαν ὑπὸ ἀθλίων
ὦ δῶμα
: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου· καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς καὶ ἐν τοῖς ἑξῆς δῆλός ἐστι, καίτοι τῶν πάλαι πολεμίων φειδόμενος. ἐν γὰρ τῇ ζ′ ῥαψῳδίᾳ κωμῳδεῖται παρὰ τῷ ποιητῇ, συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγελλόμενον. A.
B.
M.
I.
τῇ μέν
: ἀντὶ τοῦ ἐν μέρει. B.
ἐξήγγειλε
: Ὁμηρικὸς ζῆλος τὸ ἐξήγγειλε καὶ τὸ εἶπεν. Gu.
Νηρέως προφήτης
: οὗτος Ἀνθηδόνιος ἁλιεὺς, ἑωρακὼς δὲ ἰχθῦν παρὰ τὴν ψάμμον βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς γέγονεν ἀθάνατος, ἀλλ’ οὐκ ἀγήραος· ἐφ’ ᾧ κατεπόντισεν ἑαυτόν. μαντεύεται δὲ ὡς ὁ παρ’ Ὁμήρῳ Πρωτεὺς καὶ παρὰ Πινδάρῳ Τρίτων τοῖς Ἀργοναύταις. A.
B.
C.
M.
Gu.
I. τὴν δὲ βοτάνην, ἧς ἐγεύσατο, φασί τινες ἀείζωον εἶναι. Gu.
δοκῶν Ὀρέστην
: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια.
πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι, οὐ προσήκαντο ἐπὶ ἄρχοντος Θεοπόμπου, ὃς ἦν πρὸ Διοκλέους, ὡς ἱστορεῖ Φιλόχορος. A.
B.
C.
M.
I.
περιβαλεῖν
: περιβάλλω τινὰ ἀντὶ τοῦ περιπτύσσομαι· καὶ περιβάλλει ὁ θεὸς τὸν οὐρανὸν ἐν νεφέλαις ἀντὶ τοῦ ἐνδύει· καὶ παρὰ Φιλοστράτῳ περιβάλλων τοῖς τείχεσιν ἄνδρας ὡπλισμένους
ἀντὶ τοῦ κύκλῳ τιθείς. Gr.
I. ἀντὶ τοῦ περιλαβεῖν. M. περιπτύξασθαι. Gr.
Fl. 6.
9.
17.
56.
59.
76. περιπλακῆναι. Gu.
Fl. 33.
ὡς εὐτυχοῦντας
: κακοήθως, ὡς ὑγιῶς ἔχοντας. A.
C. Ἄλλως. εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι,
ἁλιτύπων
: ἁλιέων, οἳ ταῖς κώπαις τύπτουσι τὴν θάλασσαν Laud. 89.
Gr.
ἀνόσιον φόνον λέγει τὸν τῆς Κλυταιμνήστρας, ὅτι ὑπὸ τοῦ ταύτης υἱοῦ Ὀρέστου ἐπράχθη. δέον δὲ εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας. ἔδει γὰρ αὐτὴν οὐχ ἅπαξ, ἀλλὰ καὶ μυριάκις ἀπολωλέναι, αὐτόχειρα, ἤτοι φονέα, τοῦ οἰκείου ἀνδρὸς γενομένην, ἀλλ’ οὖν ὑπ’ ἄλλου του, καὶ οὐχ ὑπὸ Ὀρέστου τοῦτο γεγενῆσθαι. Gu. I.
παιδός
: γρ. θυγατρός. M.
καὶ νῦν ὅπου
: ἀντὶ τοῦ ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος. M.
τὰ δεινά
: κἀκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς ταῦτα λέγων. δέον γὰρ εἰπεῖν, ὃς ἤμυνε τῷ πατρί, φησὶν, ὃς τὰ δεινὰ εἴργασται κακά. B.
M. φοβερὰ, τὸν τῆς μητρὸς φόνον. Gu.
εἴργασται
: δῆλός ἐστι πονηρὸς Μενέλαος, δέον εἰπεῖν, ὃς ἤμυνε τῷ πατρί. Fl. 10.
ὅδ’ εἰμ’ Ὀρέστης
: ὦ Μενέλαε, ὅδε, ἤγουν ἐγὼ, εἰμὶ ὁ Ὀρέστης, ὃν ἱστορεῖς, ἤτοι περὶ οὗ ἐρωτᾷς. ἐγὼ ἑκὼν δηλώσω σοι τὰ ἐμὰ κακά. πρωτόλεια δὲ, ἤτοι πρώτως καὶ κατὰ πρῶτον λόγον, θιγγάνω καὶ ἅπτομαι τῶν σῶν γονάτων ἱκέτης, ἀντὶ τοῦ ἱκετικῶς, ἀπὸ στόματος ἀφύλλου καὶ ξηροῦ ἐξάπτων καὶ ἀνατιθεὶς λιτάς· σῶσόν με· παραγέγονας δὲ αὐτὸς εἰς καιρὸν, ἤτοι εἰς αὐτὴν τὴν ἀκμὴν τῶν κακῶν. I.
πρωτόλεια
: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω, καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι, οὐπώποτέ τινα ἄλλον ἱκετεύσας. πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρωτόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια πάντα τὰ πρῶτά φασι. B.
M. πρωτόλεια ἀντὶ τοῦ πρῶτον. σύνθετον ἀντὶ ἁπλοῦ. B.
M. πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ. ἐνταῦθα δὲ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ πρωτοτύπως. A. σύνθετὸν ἀντὶ ἁπλοῦ, πρωτόλεια ἀντὶ τοῦ πρῶτα πάντων. Fl. 21. πρὸ πάντων σὲ λιτανεύω. Fl. 10. πρωτόλεια δὲ κυρίως αἱ πρῶται τῆς λείας ἀπαρχαὶ, ἃς ἀνέφερον τοῖς θεοῖς ὡς αἰτίοις τῆς νίκης. δέον δὲ εἰπεῖν ἱκετικῶς, ἱκέτης εἶπε πρὸς τὸ θιγγάνω. Gu.
I.
ἀφύλλου στόματος
: εἰώθασιν οἱ παλαιοὶ, ὅτε ἱκέτευον τοὺς ὑπερέχοντας, φέρειν ἐν χερσὶ στέφανον ἐκ φύλλων ἢ δάφνης ἢ ἐλαίας. ὁ δὲ νοῦς τοιοῦτος· πρὶν διηγήσομαι τὰ ἐμὰ κακὰ, ἅπτομαι τῶν σῶν γονάτων, ἐξάπτων καὶ φέρων παρακλήσεις ἐξ ἀφύλλου στόματος, τουτέστι
ἀφύλλου στόματος
: ἀντὶ τοῦ ἄνευ στεμμάτων. M. ὅτι τὴν φυλλάδα ἱκετεύοντες προύτεινον, ὡς παρ’ Ὁμήρῳ ὁ Χρύσης στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος·
ἢ κέκληται φυλλὰς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας, ἢ δάφνης, ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος ἐστὶ καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρ’ ὅσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαῖος Ἀζᾶσι νῦν οὖν ἡμεῖς ἱκέται θαλλούς τε θεῶν τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν, λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας.
τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον, ἀντὶ τοῦ ἄνευ ἱκετηρίας, ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ τὸ πολὺ ξηρὰ εὑρίσκεται. B.
M.
I.
ἀφύλλου στόματος ἐξάπτων λιτάς
: τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἰ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπιφέρονται νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ
Ἄλλως. ἱκέτης ἀφύλλου στόματος
: ἄνευ στέμματος. τὴν γὰρ φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ Χρύσης στέμματ’ ἔχων.
ἐπεὶ οὖν ἔθος τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνον ἱκεσίαν ποιεῖσθαι. τινὲς δὲ ἀφύλλου τοῦ κατεξηραμμένου διὰ τὴν νόσον, ἀντὶ τοῦ ἄνευ ἱκετηρίας, ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ξηρὰ εὑρίσκονται. A.
C.
τίνα δέδορκα
: τίνα ἐκ τῶν νεκρῶν βλέπω; M.
εὖ γ'εἶπας
: καλῶς με νεκρόν ἐκάλεσας οὺ γὰρ ζῶ ὑπὸ τῶν κακῶν. ὅσον ἧκεν εἰς τὰ κακὰ ζῷ. B.
M. καλῶς ἔφης, ὅτι νεκρός εἰμι δηλονότι· οὐ γὰρ ζῷ ὑπὸ τῶν κακῶν, ὁρῶ δὲ φῶς. I. ὅτι τίνα νερτέρων δέδορκας. Fl. 21.
οὐ γὰρ ζῷ
: οὐκ ἄλλο κέκτημαι τῶν ζώντων εἰ μὴ μόνον τὸ ὁρᾶν τὸ φάος. Fl. 21.
δεινὸν δὲ καὶ ἄγριον βλέπεις ταῖς ξηραῖς καὶ ἀγρίαις κόραις τῶν ὀμμάτων. I.
δεινόν
: χαλεπὸν, φοβερόν. Gu.
τὸ σῶμα φροῦδον
: ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμὰ καὶ εἰς ὄνομα μόνον σαλεύει τὰ κατ’ ἐμὲ, ἐπεὶ τὸ σῶμα ἅπαν μοι φροῦδον γέγονεν. A.
C.
M.
τὸ σῶμα φροῦδον
: ἐστὶ δηλονότι, ἀντὶ τοῦ ἠφάνισται, ὑπερβολικῶς. Gr.
I. τὸ δὲ ὄνομα, ἤτοι τὸ καλεῖσθαί με μητροκτόνον, οὐ λέλοιπέ με, ἀντὶ τοῦ οὐκ ἀφῆκεν ἐμέ. I. ἐπεὶ ὁ Μενέλαος εἶπε πρὸς τὸν Ὀρέστην ὅτι δεινὸν λεύσσεις ὀμμάτων ξηραῖς κόραις, ἀποκρινόμενος ὁ Ὀρέστης φησὶ, τί λέγεις; ἅπαν μου τὸ σῶμα ἀπολώλει, καὶ σὺ περὶ τῶν ὀμμάτων μου μόνον ποιῇ τὸν λόγον. Gu.
I.
ὦ παράλογόν μοι
: ὦ ἀμορφία σὴ, ἡ φανεῖσα ἐμοὶ παραλόγως καὶ παρ’ ἐλπίδα. I.
ὅδ’ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς
: ἤτοι ὅτι ἀνεῖλεν αὐτὴν ταλαίπωρόν φησιν, ἢ προσαγόμενος αὑτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνόσιον ἑαυτοῦ πρᾶξιν· (οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγχάνομεν·) ἢ ὑπομιμνήσκων ἑαυτὸν ὅτι ἔκδικος τοῦ πατρὸς ὑπάρχει. A.
B.
C.
M.
I. ταλαίπωρος δὲ παρὰ τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος
ἀντὶ τοῦ πένθος λέγει. B.
M.
I.
ἤκουσα
: ἀκήκοα· φείδου δὲ λέγειν ἀντὶ τοῦ λέγε τὰ κακὰ ὀλιγάκις. I.
φείδου δ’ ὀλιγάκις
: λείπει τὸ ὥστε. ἤκουσα, ὥστε φείδου λέγειν τὰ κακὰ, οἷον παραιτοῦ τὰ κακὰ πολλάκις λέγειν. ὀλιγάκις δὲ ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.
διὸ λέγειν ἀναγκάζεται ὁ Ὀρέστης, πλουσίως καὶ πολυτελῶς ἔχω τὰ κακά. B.
M.
I.
φείδου
: ἤγουν ἡ φειδὼ μὴ ἄλλη τις ἔστω σοι ἢ τὸ λέγειν τὰ κακὰ ὀλιγάκις. I. φείδου δὲ καὶ παραιτοῦ ὀλιγάκις ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.
Gu. παραιτοῦ, ὥστε πλειστάκις, κατ’ ἀντίφρασιν. B.
ὀλιγάκις
: οὐδὲ ὅλως. M.
ἡ σύνεσις
: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν; ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων. ὃ καὶ ἐπάγει μανίαι τε μητρὸς αἵματος,
τῆς μητρὸς ἣν ὑφίσταμαι τιμωρίαν, ταύτην διδοὺς ὑπὸ τοῦ τῆς μητρὸς φόνου. A.
B.
M.
I.
πῶς φῂς
: πῶς λέγεις; σοφὸν, ἤτοι συνετὸν καὶ φρόνιμον τὸ σαφὲς καὶ εὔγνωστον, οὐ τὸ μὴ σαφὲς καὶ τὸ ἄγνωστον. I. τοῦτο ἔμφασιν ἔχει ὅτι μόνον τὸ σύνεσις ἤκουσε Μενέλαος, καὶ οὐ τὸ ὅτι σύνοιδα· τοῦτο γὰρ σαφέστατόν ἐστι, τὸ δὲ σύνεσις μόνον ἔχει τὴν ἀσάφειαν. Gu.
I.
σοφόν τοι τὸ σαφές
: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι. A.
B.
C.
M.
I. Ἄλλως. ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη· τοῦτο δὲ οὐ πάντως νόσος. τούτου χάριν φησὶν αὐτὸν ἀσαφῶς εἰρηκέναι. τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος; ἡ λύπη, ὡς ἑξῆς λέγει, ὅτι σύνοιδα δεινὰ εἰργασμένος. μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν. A.
B.
I. οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφὸν, ἀλλὰ τὸ λέγειν σαφές. B.
M.
λύπη μάλιστά ἐστιν ἡ διαφθείρουσά με. I.
δεινὴ γάρ
: ἰσχυρὰ γὰρ καὶ χαλεπὴ ἡ θεὸς, ἤτοι ἡ λύπη, ἀλλ’ ὅμως ἰάσιμος, ἤτοι δυναμένη θεραπευθῆναι. I.
θεός
: θεὸν καλεῖ τὴν λύπην· πάντα γὰρ τὰ πράγματα παρὰ τοῖς παλαιοῖς εἶχον θεούς. Fl. 21.
ἤρξω
: ἤρξω δὲ πότε τῆς λύσσης, ἤτοι τῆς μανίας; τίς ἡμέρα ἦν τότε; I.
ἐν ᾗ τάλαιναν
: γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφον, ὅ ἐστι, τὸ χῶμα ὑπέβαλλον. B.
M. ἀναχωματισμόν. B. ἐν ᾗ, ἡμέρᾳ δηλονότι, ἐξώγκουν τὴν τάλαιναν μητέρα τάφως, ἀντιστρόφως, ἀντὶ τοῦ ἐν ᾗ ἐξώγκουν τὸν τάφον τῆς ταλαίνης μητρός. I.
μητέρ’ ἐξώγκουν
: ἐν ᾗ ἡμέρα ὑψηλοποίουν τὸ τῆς μητρὸς μνῆμα. A.
M. κατεχώννυον, ἐκάλυπτον. Gr. ἐτίμων. M.
Gu. εἰκότως εἶπε τὸ ἐξώγκουν· οἱ γὰρ τῶν παλαιῶν τάφοι συναγωγὴ χωμάτων ἦσαν εἰς ὕψος διήκουσα, βουνῷ ἐοικυῖα. Gu.
I. ὅθεν καὶ μέχρι τοῦ νῦν τύμβον ταύτην κατονομάζουσιν. I. τῷ χώματι ὑπέβαλον. Fl. 10.
πότερα κατ’ οἴκους
: ἆρα κατὰ τοὺς οἴκους ἤρξω, τῆς λύσσης δηλονότι, ἢ παρακαθήμενος τῇ πυρᾷ; I. ἀπὸ κοινοῦ τὸ ἤρξω· τουτέστιν ἐν ποίᾳ ἡμέρᾳ ἥρξω καὶ ἐν ποίῳ τόπῳ; κακοήθως δὲ καὶ τοῦτο. A.
B.
M.
I. ὁ δὲ φιλαλήθως λέγει, κατὰ τὴν νύκτα πέπονθα τηρῶν τὴν ἀναίρεσιν καὶ τὴν ἀνάληψιν τῶν ὀστέων, τουτέστιν ἵνα μή τις ἀφέληται ταῦτα. I.
παρῆν τις ἄλλος
: ὃς ἀνώρθου τὸ σὸν σῶμα, σφαλλόμενον δηλονότι ὑπὸ τῆς μανίας; I.
Πυλάδης
: ναὶ Πυλάδης, ὁ συνδρῶν, ἐμοὶ δηλονότι, τὸ αἷμα καὶ τὸν φόνον τῆς μητρὸς, ἐκ παραλλήλου. I.
οἶδ’ ἃς ἔλεξας
: οἶδα ἃς ἔλεξας, οὐ βούλομαι δὲ ὀνομάσαι καὶ εἰπεῖν. I.
σεμναὶ γάρ
: ἀποτρέπου λέγειν ἀπαίδευτα, ἤγουν τοῦ μέμφεσθαι αὐτὰς ἀφίστασο· σεμναὶ γὰρ καὶ σεβάσμιαί εἰσι. I.
ἀπαίδευτα
: ἀπαίδευτός ἐστιν ὁ ἐνταῦθα γράφων ἀπαίδευτα καὶ τῶν μέτρων παντάπασιν ἀμαθής. σὺ δ’ εἰ βούλει μὴ ἀπαίδευτος εἶναι, ἀπαίδευτον ἑνικῶς γράφε· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς. I.
αὐταί σε βακχεύουσιν
: ἤτοι ἐκμαίνουσι καὶ ταράττουσί σε τῷ συγγενεῖ φόνῳ, ἤτοι διὰ τὸν φόνον τῆς μητρός. I.
Κακοήθως τῷ ὀνόματι ἐχρήσατο τῆς μανίας, κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ τὸ αὗταί σε βακχεύουσιν
A.
B.
C.
M.
I. ὁμοίως δὲ καὶ τῷ εἰπεῖν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους
γυμνὸν δείκνυται τὸ κακόηθες Μενελάου· κατέκρινε γὰρ αὐτοῦ χωρὶς κρίσεως. B.
C.
I. γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενέλεω· κέκρικε γὰρ αὐτὸν ἄνευ κρίσεως. M. τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους. καὶ κατέκρινεν αὐτὸν, φησὶν ὁ Ὀρέστης, χωρὶς κρίσεως. A.
οἴμοι
: οἴμοι ἕνεκα τῶν διωγμῶν, ὑφ’ ὧν ἐλαύνομαι ὁ τάλας. I.
οὐ δεινόν
: ἤτοι θαυμαστὸν πάσχειν χαλεπὰ τοὺς πεποιηκότας δεινά. I.
ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ καὶ μετάθεσις τῆς ξυμφορᾶς καὶ τοῦ συμβεβηκότος. I. τὸ ἑξῆς οὕτως· ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς, ὁ Φοῖβος, κελεύσας τὸν τῆς μητρὸς διαπράξασθαι φόνον. ὁ δὲ Μενέλαος διακόψας τὸν λόγον φησὶ, μὴ θάνατον εἴπῃς, τὸν τοῦ πατρὸς δηλονότι· ὑπελάμβανε γὰρ τοῦτον βούλεσθαι προτείνειν αὐτόν. Gr. I. ὁ μὲν Ὀρέστης διὰ τὸν Ἀπόλλωνα εἶπεν, ὡς κελεύσαντα τὸν φόνον, τὸ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς, τουτέστιν εἰς Ἀπόλλωνα ἀναφέρομεν τὴν αἰτίαν τῶν παρόντων· ὁ δὲ Μενέλαος, οἰόμενος αὐτὸν λέγειν τὸν τοῦ πατρὸς θάνατον, ἐκκλείων αὐτὸν τῆς ἀπολογίας φησὶ, μὴ τὸν θάνατον τοῦ πατρὸς προβαλλόμενος λέγε, ὡς δι’ ἐκεῖνον τὴν μητέρα ἀποκτείνας εἰς τὰ παρόντα ἐμπέπτωκας. Gu. I.
ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά
: τῶν συμβάντων πραγμάτων. B.
M. ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους
καὶ ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά,
ὅ ἐστι, δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν.
εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρὶ, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγων ὅτι ὁ Ἀπόλλων ἔκρινε, καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴ γε θεὸς ὁ κρίνας καὶ κελεύσας, εἶτα ὁ Μενέλαος· τοῦτο τὸ δεινὸν ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ οὐκ οἶδα, τοῦτο δὲ οἶδα, ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἂν εἰσὶν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον; εἶτα Ὀρέστης· ἴσως ἐλεήσει· ἀεὶ γὰρ βραδύνει τὸ θεῖον. A.
B.
M.
I.
Ἄλλως. ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει, ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι καὶ καθεξῆς τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ,
δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων, βακχεύουσιν
ὁ Ὀρέστης ἐπιτακτικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας,
ὁ δ’ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους,
ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεπέμψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου, ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα, κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοὶ, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνος, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθὲν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον,
ἤτοι βραδύνει, ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρὸς αἱ θεαί,
ἤτοι ἀπῄτησαν. ἔκλεψε δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί,
ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον
διὰ τοῦ ὡς ταχὺ μετῆλθον αἷμα μητρός.
Φοῖβος κελεύσας
: ἀπὸ κοινοῦ οὕτως συντάξεις, ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου. τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρεῖσσον γὰρ ἦν ἡ αἰτία ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρὸς τοῦ θεὸν. . . . . . A.
μὴ θάνατον εἴπῃς
: ὅρα ἵνα μὴ εἴπῃς τὸν θάνατον, τοῦ πατρὸς δηλονότι. τοῦτο γὰρ οὐ φρόνιμον. I. ὁ μὲν γὰρ τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον. ἀποκλείων οὖν αὐτῷ ἀπολογίας φησὶ, μὴ λέγε τὸν θάνατον
Φοῖβος κελεύσας
: ὁ Ἀπόλλων κελεύσας ἐκπρᾶξαι, ἀντὶ τοῦ διαπράξασθαι, τὸν φόνον τῆς μητρός. I.
Φοῖβος
: οὐ τοῦτο βούλομαι εἰπεῖν δηλονότι, ἀλλ’ ὁ Φοῖβος. Fl. 21.
ἀμαθέστερός γ’ ὤν
: ἐν ἤθει ὁ λόγος. B. ἀμαθής. B.
Gr. ἀντὶ τοῦ ἀμαθής ἐστι. M. εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν· ἵν’ ἐκ τοῦ ἐναντίου δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής. Ἄλλως. μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεὸς, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν. A.
B.
C.
M.
I. θέλει ἐνταῦθα δεῖξαι ὁ Μενέλαος τῷ Ὀρέστῃ ὅτι οὐχ ὁ Ἀπόλλων προσέταξεν αὐτῷ τὸν τῆς μητρὸς φόνον, ἀλλ’ οἴκοθεν ἐργασάμενος τοῦτον, ἐπειδὴ δυστυχεῖ, προβάλλεται τὸν Ἀπόλλωνα. ἐδήλωσε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ἀμαθέστερος ὤν. πρὸς ὃ Ὀρέστης ἀπαντᾷ λέγων, ὑποτασσόμεθα τοῖς θεοῖς ὅ τι περ ἄρα εἰσὶν, εἴτε ἀμαθεῖς, εἴτε μή. Gu.
I.
τῆς δίκης
: τῆς δικαιοσύνης, εἰ τοῦτο ἐκέλευσεν. Gu.
κᾆτ’ οὐκ ἀμύνει
: καὶ εἶτα οὐ βοηθεῖ ὁ Ἀπόλλων τοῖς σοῖς κακοῖς. I. πανοῦργος πᾶσα ἡ ἐρώτησις· ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει, καὶ πῶς ὁ κελεύσας ἀναιρεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον; τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι, πῶς οὖν αἱ Ἐρινύες ταχέως μετῆλθον; οὐκ εἰσὶ καὶ αὗται θεαί; ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον. B.
M.
I.
μέλλει
: βοηθῆσαι, ἢ μέλλει ἀντὶ τοῦ βραδύνει· τὸ θεῖον γάρ ἐστι φύσει τοιοῦτον, ἤγουν βραδὺ, τουτέστι μακρόθυμον. I. ἤγουν μέλλει καὶ πρὸς βοήθειαν καὶ πρὸς κόλασιν· πρὸς μὲν βοήθεiαν, ἵνα δοκίμιον λήψηται τῆς προαιρέσεως τῶν τῆς βοηθείας αὐτοῦ ἀπολαύσειν μελλόντων· πρὸς δὲ κόλασιν, ἵνα τῷ χρόνῳ ἐπανάξῃ αὐτοὺς πρὸς ἃ δεῖ Gu.
I.
τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει
: ἤγουν μέλλει ἀεὶ τὸ θεῖον, ὀκνηρόν ἐστι πρὸς τὰς ἀμοιβὰς, γυμνάζον ἡμῶν τὴν διάνοιαν. C.
πόσον
: ἐπὶ πόσον δὲ χρόνον οἴχονται, καὶ ἐφθαρμέναι εἰσὶν, αἱ πνοαὶ, ἤτοι αἱ ζωτικαὶ δυνάμεις καὶ ἐνέργειαι, τῆς μητρός; I.
πόσον χρόνον δὲ μητρός
: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ. τὸ μητρός κακοήθως καὶ δυσωπητικῶς. καὶ διὰ τοῦ εἰπεῖν δὲ ὡς ταχὺ μετῆλθόν σε
ἐλέγχει αὐτὸν ὡς ἀθεεὶ πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνεμάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται
ἕκτον τόδ’ ἦμαρ
: ἤτοι ἓξ ἡμέραι εἰσὶν, ἐξ οὗ ἐφθάρησαν δηλονότι, ἔτι ἡ πυρὰ τοῦ τάφου θερμὴ, ἤτοι ὁ τόπος ἐν ᾧ ἐκάη τὸ σῶμα. I.
ὡς ταχύ
: λίαν ταχέως ἐτιμωρήσαντό σε αἱ θεαὶ, διὰ τὸν φόνον τῆς μητρός. I.
μετῆλθον
: τὸ μετῆλθον εἰ μὲν ἀντὶ τοῦ ἐτιμωρήσαντο εἴποις, εὐθεῖαν τὸ αἷμα νοήσεις, οὕτω λίαν ταχὺ ἐτιμωρήσαντό σε αἱ θεαὶ καὶ τὸ αἷμα καὶ ὁ φόνος τῆς μητρός· εἰ δὲ ἀντὶ τοῦ ἀπῄτησαν, αἰτιατικὴν οὕτω, λίαν ταχέως ἀπῄτησάν σε αἱ θεαὶ τὸ αἷμα καὶ τὸν φόνον τῆς μητρός. Gu.
I.
ὡς ταχύ
: λίαν ταχέως, ἤγουν τάχιστα, ἐτιμωρήσαντό σε διὰ τὸν φόνον τῆς μητρός. Gr.
αἷμα μητέρος
: ἀντὶ τοῦ ἕνεκεν τοῦ αἵματος. Fl. 21.
οὐ σοφός
: ἀντὶ τοῦ σοφιστὴς, ἤτοι ἀπατεὼν, ἀληθὴς δὲ καὶ φανερὸς κακὸς, ἔφυς κατὰ κοινοῦ, εἰς τοὺς φίλους. I. οὐ σοφὸς εἶ διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ· ἀληθεύει γὰρ λέγων διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας. A.
B.
M.
I. πρὸς ὃν κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός.
τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τοῖς ἄνωθεν... τῇ ἀπάτῃ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλους,
καὶ ποῦ δὲ τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπευτικὸν δὲ τὸ ἔπος τῇ συντάξει οὕτως, οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον, σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφὸς, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς
Ὀνειδίζοντος Μενελάου Ὀρέστης φησὶν οὕτω πρὸς αὐτόν. ἐπεὶ διαρρήδην ἡμᾶς ὀνειδίζεις, οὐ σοφὸς εἶ, ἀληθὴς δὲ κακός· ἀληθὴς μὲν, ὡς οὐδὲν ὧν κατ’ ἐμοῦ λέγεις ψευδῶς λέγων, κακὸς δὲ, ὡς ἐναργῶς ὀνειδίζων. ἐχρῆν γάρ σε χρωματίζοντα τοὺς λόγους ἐκφέρειν πρὸς παραμυθίαν, ἀλλ’ οὐ πρὸς λύπην. Gu. I.
οὐ σοφός
: εἶ δηλονότι, ἤγουν ἐπιτήδειος. Gr.
Fl. 6.
9.
17.
21.
59.
76. πανοῦργος, ὡς σχηματίζεσθαι μὲν φιλίαν, τὰ τῶν ἐχθρῶν δὲ φρονεῖν. Gu.
Fl. 6.
ἔφυς κακός
: ἀντὶ τοῦ ὑπάρχεις. M.
πατρός
: τοῦ πατρὸς δὲ ἡ τιμωρία καὶ ἡ ἐκδίκησις κατὰ τί ὠφελεῖ σε; I. ἐν ἐρωτήσει ὁ λόγος, ὠφελεῖ τί σε ἡ εἰς τὸν πατέρα γενομένη ἐκδίκησις; ἢ οὕτως, οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας; B.
I. τῆς ἀναιρέσεως τοῦ πατρὸς, τὸ τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα, τίς δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν, ὡς φονέα; A.
B.
M.
I.
πατρὸς δὲ δὴ τί σ’ ὠφελεῖ τιμωρία
: οἱ Ἀττικοὶ προπαροξύνουσι μόνον τοῦτο, τιμωρία. τὸ δέ τις ἄμεινον βαρύνειν δὴ τίς. Fl. 21.
οὔπω
: οὔπω, ὠφέλησε δηλονότι· τὸ μέλλον δὲ λέγω ἴσον ἀπραξίᾳ καὶ ἀποτυχίᾳ. I.
μισούμεθ’
: οὕτω μισούμεθα ὥστε μὴ προσαγορεύειν ἡμᾶς τινά. I.
τίνες πολιτῶν
: τίνες πολῖται ἁμιλλῶνται, ἤτοι ἐκβαλεῖν σε τῆς γῆς σπουδάζουσιν; I.
Οἴαξ
: ὁ Οἴαξ ἀναφέρων καὶ ἀνατιθεὶς τῷ πατρὶ, τῷ ἐμῷ δηλονότι, τὸ μῖσος τῆς Τροίας, τὸ ἐπὶ Τροίᾳ μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. I.
Οἴαξ
: Ναυπλίου καὶ Κλυμένης τῆς Ἀτρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης. ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν· λιμωττόντων γὰρ ἐν Αὐλίδι, καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασιαζόντων, πρῶτον μὲν τὰ Φοινίκων διδάξας ἴσην αὐτοῖς καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν· καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον, ὥστε μέγα ἔχειν ὄνομα παρὰ τοῖς Ἕλλησι. τούτῳ δὲ φθονήσαντες οἱ περὶ τὸν Ἀγαμέμνονα
Οἴαξ ἀδελφὸς ἦν Παλαμήδους, ὃς εἰς Τροίαν μετὰ τῶν Ἑλλήνων
τὸ Τροίας
: ἀντὶ τοῦ ἐπὶ Τροίας, μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμὲ ἐνήλλακται. M.
οὔκουν μετῆν μοι
: οὐ μετουσία ἦν μοι τοῦ φόνου, ἤγουν οὐ μετεῖχον, οὐκ ἐκοινώνουν. Gr.
I. διὰ τριῶν δέ τινων ἀπόλλυμαι καὶ ἔφθαρμαι. I.
διὰ τριῶν
: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει, τίς δ’ ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων· ―προεῖπε γὰρ ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
― τινὲς δέ φασι τῆς συνέσεως, τῆς λύπης καὶ τῆς μανίας. A.
B.
C.
τίς δ’ ἄλλος
: τίς δὲ ἄλλος, ἀπόλλυσι δηλονότι; ἆρά τις ἀπὸ τῶν φίλων τοῦ Αἰγίσθου; I.
οὗτοί μ’
: οὗτοι ὑβρίζουσιν ἐμὲ, ὧν ἀκούει νῦν ἡ πόλις, οἱ ἀπὸ τοῦ Αἰγίσθου δηλονότι. I.
ὑβρίζουσ’
: ἁμιλλῶνται. Fl. 21.
πῶς; οἵτινες
: ὅτι τὸ οἵτινες οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐν τῇ πόλει. Α.M. κατὰ τίνα τρόπον ἐάσουσιν ἔχειν τὰ σκῆπτρα, οἵτινες οὐκέτι ἐῶσιν ἡμᾶς ζῆν; I.
ἔτι
: εἰς τὸ μέλλον. Fl. 21.
τί δρῶντες
: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν. τί δρῶντες οὐκ ἐῶσί σε ζῆν; οὐ γάρ ἐστιν αἰτιῶδες νῦν τὸ ὅτι, ἀλλ’ ἀντὶ τοῦ τί Ἀττικῶς. Ἄλλως. ὁ δὲ λόγος, εἰπέ μοι σαφὲς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν· τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί Ἀττικόν. ἐὰν δὲ γράφηται ἢ τί, ὁ στίχος οὕτως· τί δρῶντες, ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις; B.
I. Ἄλλως. τί δρῶντες οὐκ ἐῶσιν ἡμᾶς ζῆν, ὅ τι καὶ σαφὲς εἰπεῖν ἐμοὶ ἔχεις, εἰπὲ δηλονότι. I.
φεύγειν τήνδε τὴν πόλιν, ἤτοι ἐξορισθῆναι, ἢ θανεῖν, ἢ μὴ θανεῖν, ἀλλ’ ἑτέρως κολασθῆναι δηλονότι; I.
κᾆτ’ οὐχί
: εἶτα οὐ φεύγεις, ὑπερβαλὼν καὶ ἐκφυγὼν τοὺς ὅρους τῆς γῆς; I.
κύκλῳ γάρ;
οὐ δύναμαι φυγεῖν δηλονότι· κύκλῳ γὰρ εἰλισσόμεθα παγχάλκοις ὅπλοις, ἀντὶ τοῦ ἀνδράσιν ὡπλισμένοις. I.
ὦ μέλεος
: ὦ ἄθλιος, ἦλθες πρὸς τὸ ἔσχατον τῆς συμφορᾶς. I.
ἐς σ’ ἐλπίς
: ἡ ἐμὴ ἐλπὶς εἰς σὲ ἔχει τὴν καταφυγὴν ἕνεκα τῶν κακῶν. ἀλλ’ ἐλθὼν εὐτυχὴς μετάδος τοῖς σοῖς φίλοις, τουτέστιν ἡμῖν τοῖς δυστυχοῦσι, τῆς σῆς εὐπραξίας, καὶ μὴ ἀπολαβὼν ἔχε μόνος τὸ ἀγαθὸν, ἀλλ’ ἐν τῷ μέρει ἀντιλάζου, καὶ ἀντιλαμβάνου, τῶν πόνων, ἐκτίνων καὶ ἀποδιδοὺς τὰς πατρῴας χάριτας, ἤτοι ἃς ὁ πατὴρ ἐποίησεν εἰς σὲ, εἰς οὓς δεῖ καὶ πρέπει, τουτέστιν εἰς ἡμᾶς. ὄνομα γὰρ, μόνον δηλονότι, ἔργον δὲ οὐκ ἔχουσιν οἱ φίλοι, οἱ μὴ ὄντες φίλοι ἐν ταῖς συμφοραῖς. I.
ὄνομα
: ἐπεὶ οἱ συγγενεῖς εἶπεν. οἱ φίλοι οἱ μὴ ἐπὶ ταῖς συμφοραῖς τῶν φίλων ὄντες φίλοι οὐκ εἰσὶ φίλοι, ἀλλὰ λόγῳ μέν εἰσιν, ἔργῳ δ’ οὔ. B.
M. οὐ γὰρ τὸ ὄνομα τὴν ἐνέργειαν παριστᾷ, ἀλλ’ ἡ ἐνέργεια τὸ ὄνομα· τοῦτο δὲ καὶ ἐπὶ πατρὸς καὶ ἀδελφοῦ καὶ μητρὸς καὶ παντὸς συγγενοῦς. Fl. 6.
φίλοι
: καὶ συγγενεῖς. Fl. 10.
ὁ Σπαρτιάτης
: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι, Τυνδάρεως, Ἴκαρος, Ἄρνη, καὶ νόθος ἐκ Στρατονίκης Ἱπποκόων. οὗτοι
ἀπωλόμην, Μενέλαε
: ὁ Τυνδάρεως ὅδε ἔρχεται πρὸς ἡμᾶς, οὗ ἐλθεῖν εἰς ὄψιν αἰδοῦμαι διὰ τὰ ἡμαρτημένα ἐμοί· καὶ γὰρ ἀνέθρεψεν ἐμὲ μικρὸν ὄντα, πολλὰ δὲ φιλήματα ἐξεπλήρωσε, τουτέστιν ἔδωκε, περιφέρων καὶ βαστάζων ἐμὲ, ἅμα τε τῇ Λήδᾳ, τιμῶντες ἐμὲ οὐδὲν ἔλαττον τοῖς Διοσκόροις, τῷ Κάστορι καὶ τῷ Πολυδεύκει, οἷς, τῷ Τυνδάρεῳ καὶ τῇ Λήδᾳ, ὦ τάλαινα ψυχὴ ἐμὴ, οὐ καλὰς ἀντιδόσεις ἀπέδωκα· τίνα σκότον λάβω ἐν τῷ προσώπῳ, ποῖον νέφος θῶμαι ἔμπροσθεν, φεύγων τὰς κόρας τῶν ὀμμάτων τοῦ γέροντος; I.
πολλὰ δὲ φιλήματ’ ἐξέπλησε
: ἀντὶ τοῦ πολλῶν φιλημά των με ἐξεπλήρωσεν, ὡς τὸ διά τ’ ἔντεα καὶ μέλαν αἷμα.
Ἄλλως. ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσε τὸν Ἀγαμέμνονος παῖδα. ὡς περὶ ἑτέρου δέ φησιν, ἀντὶ τοῦ εἰπεῖν περιφέρων ἐμὲ, εἶπε τὸν Ἀγαμέμνονος, ἀντὶ τοῦ ἐμὲ παῖδα ὄντα. τιμῶντε δὲ οὐδὲν ἧσσον, τιμῶντέ με οὐδὲν ἧττον. Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διοσκούρων. A.
B.
C.
M.
I.
τιμῶντέ μ’ οὐδὲν ἧσσον
: ἅμα τῇ Λήδᾳ τιμῶντές με οὐδὲν ἔλαττον ἢ τοὺς Διοσκούρους τὸν Κάστορα καὶ τὸν Πολυδεύκην. I. ὁ Ζεὺς κύκνος γενόμενος καὶ συγγενόμενος Λήδᾳ τῇ Τυνδάρεω γυναικὶ, ἐποίησεν αὐτὴν δύο ὠὰ τεκεῖν, τὸ μὲν μονολέκυθον, τὸ δὲ διλέκυθον. καὶ ἐκ μὲν τοῦ ἕνα ἔχοντος λέκυθον γενέσθαι φασὶ τὴν Ἑλένην, ἐκ δὲ τοῦ δύο ἔχοντος Κάστορα καὶ Πολυδεύκην, οἳ παρ’ ἡμέραν ἔζων. τὸ δ’ αἴτιον τῆς τοιαύτης ζωῆς ἦν τοῦτο· ὅσον μὲν γὰρ ἦν ἐν τῷ διλεκύθῳ ὠῷ ἀπὸ τῆς Τυνδάρεω σπορᾶς Κάστωρ ἐγένετο, καὶ διὰ τοῦτο ἦν θνητὸς, ἅτε θνητοῦ υἱὸς τοῦ Τυνδάρεω, ὅσον δὲ ἀπὸ τῆς τοῦ Διὸς
ἐπίπροσθεν θῶμαι
: ἐν προσώπῳ θῶμαι. M.
φεύγων κόρας
: θεαθῆναι ὑπ’ αὐτοῦ. Fl. 6.
ποῦ ποῦ ἴδω τὸν Μενέλαον, τὸν ἄνδρα τῆς ἐμῆς θυγατρός; ἐπὶ γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας τὰς ἐπὶ τοῖς νεκροῖς τελουμένας θυσίας ποιῶν ἤκουσα ὅτι ἦλθεν εἰς τὴν Ναυπλίαν, γῆν δηλονότι, διὰ πολλῶν ἐτῶν σεσωσμένος. I.
χοὰς χεόμενος
: εἰς τὸ ἄγγος. Β. τρόπος ἐτυμολογικός.
πολυετής
: πολυχρόνιος, ἤγουν μετὰ πολλὰ ἔτη, διὰ πολλοῦ χρόνου. Gu.
ἄγετέ με
: θέλω γὰρ στὰς πρὸς τὴν δεξιὰν αὐτοῦ, χεῖρα δηλονότι, ἀσπάσασθαι, ἰδὼν φίλον βραδέως καὶ μετὰ πολὺν χρόνον ἐλθόντα. I.
δεξιάν
: τιμιώτερος γὰρ ἦν ὁ Τυνδάρεως. Fl. 21.
ἔα, τὸ μέλλον
: λίαν ἐστὶ κακὸν τὸ μὴ εἰδέναι τὸ μέλλον. περὶ ἑαυτοῦ τοῦτο λέγει ὁ Τυνδάρεως· μὴ εἰδὼς γὰρ ὅτι μετὰ τοῦ Μενελάου εὑρήσει τὸν Ὀρέστην ἦλθεν. I.
ὁ μητροφόντης
: ὁ τῆς μητρὸς φονεὺς δράκων ὅδε, ὁ ὑπ’ ἐμοῦ μεμισημένος, στίλβει καὶ ἀποπέμπει ἔμπροσθεν τῶν δωμάτων ἀστραπὰς νοσώδεις καὶ μανιώδεις. I.
δράκων
: εἶδος ἀντὶ γένους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων. νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις. οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζωοτοκοῦνται, καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς φησι Νίκανδρος γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο.
διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν. A.
B.
M.
I. Ἄλλως. ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. ἐλλείπει δὲ τὸ ὡς, ἵν’ ᾖ ὡς δράκων. A.
B.
I.
δράκων
: δράκοντα εἶπε τὸν Ὀρέστην ὡς μητροκτόνον, ἐπεὶ καὶ αἱ ἔχιδναι κτείνουσι τὰς ἑαυτῶν μητέρας, τιτρώσκουσαι τὰς γαστέρας αὐτῶν, ὅτε εἰς φῶς προελθεῖν μέλλουσιν. Gu.
στίλβει νοσώδεις ἀστραπάς
: τὴν μανίαν λέγει. M. νόσον δηλονότι, ὅ ἐστιν ὠδίνει. A.
M. ἀντὶ τοῦ νοσεῖ, τὴν μανίαν δὲ λέγει νόσον. B.
στίλβει
: στίλβω τὸ λαμπηδόνα πέμπω, στίλβῶ δὲ τὸ ξίφος μεταβατικῶς αἰτιατικῇ. I. ἀποπάλλει. Gr. πέμπει ἐκ τῶν ὀμμάτων. Gu.
στύγημ’ ἐμόν
: ἤγουν ὁ ὑπ’ ἐμοῦ μεμισημένος. Gr.
κείνου γάρ
: ἐξ ἐκείνου οὗτος ὑπάρχει υἱὸς τοιοῦτος, ἤγουν φονεὺς γεγονώς. I.
πέφυκε
: ναὶ ὑπάρχει. εἰ δὲ δυστυχεῖ, ἄξιον τιμᾶν αὐτόν. I.
βεβαρβάρωσαι χρόνιος ὢν ἐν βαρβάροις
: γράφεται ἀφ’ Ἑλλάδος. εἰς παροιμίαν δὲ ὁ στίχος οὗτος ἐχώρησεν. Μ. βάρβα ρος ἀπὸ τοῦ βαρέως αἴρειν τὴν βοήν. C.
βεβαρβάρωσαι
: ἐβαρβαρώθης πολυετὴς ὑπάρχων ἐν τοῖς βαρβάροις. I. Ἄλλως. ἤθη καὶ νόμους βαρβαρικοὺς μεμάθηκας, πολὺν χρόνον ὢν ἐν βαρβάροις, καὶ τῆς τάξεως ἐπελάθου τῶν Ἑλλήνων. πρὸς ὃ ἀπαντᾷ Ἑλληνικόν τι τὸν ὁμόθεν τιμᾶν ἀεί,
ἤτοι Ἑλληνικὸν ὑπάρχει τὸν ἀπὸ τοῦ ὁμοίου γένους τιμᾶν διόλου, πρὸς ὃ πάλιν ὁ Τυνδάρεως, Ἑλληνικόν τι δηλονότι, καὶ τὸ μὴ θέλειν εἶναι
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν
: σὺ τοίνυν ἀδικεῖς τοὺς νόμους ἀγαπῶν τὸν μιαιφόνον. ὁ δέ φησιν ὅτι ἀναγκάζει με τὸ συγγενές. Ἄλλως. ἐπεὶ Ὀρέστης καὶ παρὰ νόμους καὶ παρὰ φύσιν τὴν μητέρα ἀνεῖλε, καίτοι, φησὶν, Ἑλληνικόν ἐστι τὸ μὴ κρείττονα τῶν νόμων ἐθέλειν εἶναι τῇ τούτων βουλήσει. B.
M.
πᾶν τοὐξ ἀνάγκης
: εἰπόντος τοῦ Μενελάου πρὸς τὸν τοῦ Τυνδάρεω λόγον τὸ βεβαρβάρωσαι χρόνιος ὢν ἐν βαρβάροις,
ὡς ἄρα Ἑλληνικὸν τὸ τιμᾶν τοὺς συγγενεῖς, φησὶν ὁ Τυνδάρεως, ναὶ, ὃ λέγεις Ἑλληνικόν ἐστιν, ἀλλ’ ἔστι καὶ τοῦτο Ἑλληνικὸν τὸ μὴ εἶναί τινα ὑπέρτερον τῶν νόμων. σὺ οὖν, ὦ Μενέλαε, παρανομεῖς φονέα προσφθεγγόμενος· ἀπαγορεύουσι γὰρ οἱ νόμοι τὴν μετ’ αὐτῶν συνοίκησίν τε καὶ συνουσίαν. πρὸς ὃ ἀπαντᾷ ὁ Μενέλαος ὅτι πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δοῦλον ἐν τοῖς σοφοῖς ἐστι, τουτέστι, πάντες καὶ παλαιοὶ καὶ νέοι ποιηταὶ, φιλόσοφοι, συγγραφεῖς, ῥήτορες, τρανῶς ἄνω καὶ κάτω τοῖς λόγοις διακηρύττονται ὡς ἄρα πάντες ἀνάγκης εἰσὶ δοῦλοι, καὶ πάντων αὕτη κρατεῖ, καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ μέχρι θεῶν ἐξάγει τὸ κράτος. ἀνάγκᾳ γὰρ οὐδὲ θεοὶ, φασὶ, μάχονται. ἔγωγ’ οὖν εἰ καὶ παρανομεῖν σοι δοκῶ μητροκτόνῳ συνὼν καὶ φθεγγόμενος, ἀλλ’ ἐκ τῆς φύσεως ἀναγκαζόμενος τοῦτο ποιῶ. ὥστε
πᾶν τοὐξ ἀνάγκης
: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ, κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν. δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν. οὐχ οἷόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν. Ἄλλως. δοῦλον, δουλοποιόν· τουτέστι παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. καὶ τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν, καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ. B.
M.
I. Ἄλλως. πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἷον πάντα κατ’ ἀνάγκην ποιοῦμεν καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ὑπ’ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖται τοὺς ἀνθρώπους. καθὸ ἐπὶ τοῦ Ὀρέστου εἶπεν εἰ δὲ
διὰ τοῦτο καὶ νῦν προείρηκεν. ἔστι γὰρ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ, πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἷον ταπεινοῖ κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως, πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν, διότι δουλοῖ πᾶν. A.
B.
M.
I.
κέκτησο
: ὑπολάμβανε. Fl. 21.
ὀργὴ γὰρ ἅμα
: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ. διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς
Ἄλλως. ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ· αὐτὸ γὰρ καθ’ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον. A.
B.
M.
I.
ἐν χειρὶ θήγει, σὺν τάχει δ’ ἀμβλύνεται.
ὀργὴ γάρ
: εἰκότως οὐ κτήσῃ. Gu.
ἅμα
: συνελθόντα. Gu.
πρὸς τόνδ’ ἀγών
: οἷον ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας· προῦπτος γὰρ ἡ κρίσις· ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν, οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος· ὥστε μάτην ἡμᾶς σοφοὺς ἀπεκάλεσας. Ἄλλως. ἐπεὶ εἶπεν ὁ Μενέλαος, καὶ τὸ γῆρας οὐ σοφὸν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα; A.
B.
M.
I.
ἐπεὶ γάρ
: ἀφ’ οὗ ἐξέπνευσε τὴν ζωὴν ὁ Ἀγαμέμνων, κάκιστον ἔργον παθὼν δηλονότι, ― οὐ γὰρ ἐπαινέσω ποτὲ, ― ἔπρεπεν αὐτὸν τὸν Ὀρέστην ἐπιθεῖναι δικαίαν τιμωρίαν τοῦ αἵματος. πρέπουσαν δὲ καὶ ὁσίαν δίκην φησὶ τὸ φυγαδεῦσαι μόνον. I.
πληγείς
: οὐκ εἶπεν ὑπὸ Αἰγίσθου, ἀλλὰ τὴν δοῦσαν τὴν ἀρχὴν αἰτίαν ἡγήσατο, ὅπερ ἔχθιστον ἔργον, πληγῆναι τὸν Ἀγαμέμνονα ὑπὸ τῆς ἰδίας γαμετῆς. A.
B.
C.
M.
θυγατρός
: ὑπό. B.
ὑπὲρ κάρα
: ὑπεράνω τοῦ κάρα. Gu.
ὁσίαν
: ἀντὶ τοῦ πρέπουσαν. ταύτην ὁσίαν δίκην φησὶ τὸ φυγαδεῦσαι μόνον αὐτήν. B. ἔννομον. Gu. δικαίαν. Fl. 56. πρέπουσαν. Fl. 21.
τὸ σῶφρόν τ’ ἂν ἔλαβε
: τουτέστι καὶ σωφρόνως καὶ ἐγκρατῶς ἔμελλε τὰ τῆς συμφορᾶς τιμωρεῖσθαι, ἢ σῶφρον εἶπε τὸ μέτριον, συμφορὰν δὲ τὴν τιμωρίαν, ἵν’ ᾖ, μετρίως γὰρ ἂν τὴν τιμωρίαν ἐλάμβανε φυγῇ ζημιώσας αὐτήν· μετριωτέρα γὰρ αὕτη ἡ τιμωρία τοῦ θανάτου. A.
B.
C.M I. Ἄλλως. εἰ τοιαύτῃ συμφορᾷ ἦν προστρεψάμενος
καὶ τοῦ νόμου τ’ ἄν
: ὡς νόμοις πειθαρχῶν. I.
εὐσεβής
: ἀσέβεια γὰρ τὸ μητροκτονεῖν, ὥσπερ εὐσέβεια τὸ ταύτην αἰδεῖσθαι. Gu.
νῦν δ’ εἰς τὸν αὐτόν
: νῦν δὲ εἰς τὴν αὐτὴν τύχην ἦλθε τῇ τύχῃ τῆς μητρός· κακὴν γὰρ νομίζων δικαίως αὐτὴν αὐτὸς χείρων ἐγένετο φονεύσας τὴν μητέρα. ἐρωτήσω δὲ τοσοῦτόν σε, ὦ Μενέλαε. Ι.
εἰ τόνδε
: καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος, καὶ ὡς ἐν παραδείγματι ταῦτά φησι, τὸν τυχόντα τιθεὶς εἰς παράδειγμα. B.
M.
I. ἀντὶ τοῦ εἴ τινα. τοῦτον δὲ ὡρισμένον ἔλαβεν ἀντὶ ἀορίστου τοῦ τινά. B.
I. εἰ τοῦτον φονεύσειεν ὁμόκοιτος γυνὴ, καὶ ὁ τούτου παῖς πάλιν ἀνταποκτενεῖ τὴν μητέρα, κἄπειτα ὁ ἐξ ἐκείνου γεννηθεὶς διὰ φόνου τὸν φόνον λύσει καὶ ἐλευθερώσει, ποῦ τῶν κακῶν προχωρήσει τὸ τέλος; I.
πέρας δὲ ποῖ κακῶν
: τὸ δὲ ποῖ ἀντὶ τοῦ δή. A.
καλῶς ἔθεντο
: καλῶς ἐνομοθέτησαν ταῦτα οἱ ἔκπαλαι νομοθέται· οὐ συνεχώρουν ἐλθεῖν εἰς ὄψιν καὶ θέαν, οὐδ’ εἰς ἀπάντησιν τὸν ἀποκτείναντά τινα, φυγαῖσι δ’ ὡσίουν, ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ καθαροὺς ἐποίουν· τὸ γὰρ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον. οἱ γράφοντες ἀνταποκτείνειν ἀγνοοῦσι τὰ μέτρα. διὸ ἀποκτείνειν γράφων οὕτω λέγε· ὡσίουν δὲ καὶ ἐκάθαιρον ἐκεῖνον ἐν φυγαῖς, οὐκ ἐν τῷ ἀποκτείνειν δέ. τὸ μή ἀντὶ τοῦ οὔ. I.
ἀεὶ γάρ
: διόλου γὰρ ὁ ὕστερος ἀπέκειτο ἐνέξεσθαι, ἤγουν ἔνοχος ἔσεσθαι τοῦ φονευθῆναι. I.
ἕξεσθαι
: ἀντὶ τοῦ ἐνέξεσθαι. M.
τὸ λοίσθιον
: τὸ ἔσχατον, τὸ ἀφ’ ἑτέρου εἰς ἕτερον μεταβαῖνον. Ὅμηρος λοῖσθος ἀνὴρ ὥριστος.
εἷς δὲ, φησὶν, ὁ πρὸς τῷ τέλει ἤμελλεν εἶναι μεμιασμένος ὕστερος, ὁ μηκέτι ἔχων ἕτερον μεθ’
Ἐγὼ δὲ μισῶ τὰς ἀνοσίους καὶ ἀδίκους γυναῖκας, μισῶ δὲ πρώτην τὴν ἐμὴν θυγατέρα, ἥ τὸν ἑαυτῆς ἐφόνευσεν ἄνδρα, καὶ τὴν Ἑλένην, τὴν σὴν γυναῖκα, οὐδέποτ’ ἐπαινέσω, οὐδὲ προσλαλήσαιμι· οὐδὲ σὲ ἐπαινῶ ἐλθόντα εἰς Τροίαν κακῆς γυναικὸς χάριν. βοηθήσω δ’ ὅσον δύναμαι τῷ νόμῳ, τὴν θηριωδίαν καὶ μιαιφονίαν ταύτην καταπαύων, ἥ γῆν τε καὶ πόλεις διόλου διαφθείρει. I.
ἀμυνῶ δ’ ὅσον
: ἐπειδὴ γὰρ νόμος ἦν μὴ δι’ ἑτέρου φόνου τοὺς φονεῖς κολάζειν, ἀλλὰ φυγῇ, οὗτος δὲ παραβὰς τὸν νόμον ἀπέκτεινε τὴν μητέρα τὸν ἴδιον ἄνδρα φονεύσασαν, ἀμυνῶ καὶ βοηθήσω αὐτὸς τῷ παραβαθέντι ὑπ’ αὐτοῦ νόμῳ. ἐξ ὧν γὰρ θέλω τοῦτον τιμωρηθῆναι, παύω τοὺς ἄλλους τῶν ἴσων. Gu. οὐ χρὴ δὲ γράφειν ἀμύνω ἐπὶ ἐνεστῶτος, (μακρὰ γάρ ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος τὰ διὰ τοῦ υνω ῥήματα) ἀλλ’ ἀμυνῶ ἐπὶ μέλλοντος· οὕτω γὰρ ἁρμόζεται τῷ μέτρῳ. ὁ γὰρ μέλλων τῆς ε΄ συζυγίας τῶν βαρυτόνων τὰ ἀμετάβολα, φασὶ, τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τοῦ τόνου. I.
τὸ θηριῶδες τοῦτο
: τοῦτο διὰ τὸ λεγόμενον περὶ τῶν ἐχιδνῶν ὅτι μετὰ τὴν συνουσίαν φονεύει τὸν ἄρρενα ἡ ἔχιδνα, οἱ δὲ γεννώμενοι, ὥσπερ τιμωρούμενοι τὸν τοῦ πατρὸς φόνον, διατρήσαντες
ἐπεί
: εἰ δὲ μὴ, τίνα ψυχὴν εἶχες, ὦ τάλας, τότε, ὁπότε ἡ μήτηρ ἐξέβαλε τὸν μαστὸν παρακαλοῦσά σε; ἐγὼ μὲν οὐ θεασάμενος τὰ ἐκεῖ γενόμενα κακὰ διὰ δακρύων δαμάζω τὸν γεροντικὸν ὀφθαλμὸν ὁ ἄθλιος. I.
ἓν οὖν λόγοισι
: ὅ ἐστι κεφάλαιον ἔχω προσθεῖναι τοῖς ἐμοῖς λόγοις. ὁμορροθεῖ δὲ ἀντὶ τοῦ ἀκολουθεῖ καὶ συμφωνεῖ. θέλει δὲ εἰπεῖν ὅτι τοῖς ἐμοῖς λόγοις ἐκεῖνο ἔχω προσθεῖναι τὸ κεφάλαιον, τὸ ὑπὸ θεῶν μισεῖσθαί σε πλανώμενον. A.
B.
C.
M.
I.
λόγοισι τοῖς ἐμοῖς
: οἷς νῦν κατὰ σοῦ χρῶμαι. Gu.
μανίαις
: ὑπὸ μανιῶν. Gr.
φόβοις
: φόβων. Gr.
τί
: κατὰ τί. Gr.
τί μαρτύρων
: ἀντὶ τοῦ οὐ δεῖ με πλείονας ζητεῖν μάρτυρας· αὐτὰ δυνατὸν καθορᾶν τὰ πράγματα. A.
C. τουτέστιν οὐ δεῖ με ζητεῖν μάρτυρας τοῦ μισεῖσθαί σε παρὰ τῶν θεῶν ὡς ἀνόσια δεδρακότα· βλέπω γάρ σε μαινόμενον, ὅπερ παρὰ τῶν θεῶν ἐπιόν σοι δείκνυσι πᾶσιν, ὡς, εἰ μὴ κακὸν εἰργάσω, οὐκ ἂν εἰς τοιαύτην δυστυχίαν ἐνέπεσες. Gu.
Σπαρτιάτιδος
: Σπάρτη ἡ προηγουμένη πόλις τῆς Λακεδαιμονίας. ὁ ἀπὸ ταύτης Σπαρτιάτης, καὶ ἐπὶ θηλυκοῦ ἡ Σπαρτιᾶτις διὰ τοῦ ι, ὃ κλίνεται τῆς Σπαρτιάτιδος. σπάρτον δὲ τὸ σχοινίον, ὡς παρ’ Ὁμήρῳ σπάρτα λέλυνται
καὶ ἡ σπάρτος ἐπὶ θηλυκοῦ. ἀφ’ οὗ τὸ κόσμει ἅν ἔλαχες σπάρτον
καὶ τὴν λίθον ποτὶ τὰν σπάρτον ἄγε.
Gr.
I.
Σπαρτιάτιδος χθονός
: ἣν αὐτός σε κηδεύσας εἰς προῖκα ἔδωκα. Gu.
θυγάτηρ δ’ ἐμή
: ἡ δὲ ἐμὴ θυγάτηρ ἀποθανοῦσα ἔπαθε δικαίως. ἀλλ’ οὐ παρὰ τούτου πρέπον ἦν τὴν Κλυταιμνήστραν ἀπὸθανεῖν. ἐγὼ δὲ κατὰ τὰ ἄλλα μακαριστὸς ὑπάρχω ἀνὴρ, χωρὶς εἰς τὰς θυγατέρας· κατὰ τοῦτο δὲ οὐκ εὐτυχῶ. I.
ζηλωτὸς ὅστις
: μακαριστὸς ὁποῖος εὐτύχησεν εἰς τέκνα, καὶ μὴ μεγάλας καὶ φανερὰς καὶ ὁμολογουμένας βλάβας ἔλαβε. I.
ἐκτήσατο
: ἀπὸ τούτων. Gu.
ὦ γέρον
: ἐγὼ φοβοῦμαι λέγειν πρὸς σὲ, ὅπου μέλλω σε καὶ τὴν σὴν φρένα καὶ διάνοιαν λυπήσειν. ἐγὼ μὲν φονεύσας τὴν μητέρα ἀνόσιος ὑπάρχω, τιμωρῶν δὲ τῷ πατρὶ ὅσιός εἰμι, καθ’ ἕτερον ὄνομα τοῦ ἀνοσίου (ἐπεὶ ἐναντίον τοῦ ἀνοσίου τὸ ὅσιον). ἀνόσιος μέν εἰμι τὴν μητέρα κτανὼν, τετύχηκα δὲ τοῦ ὁσίου ὀνόματος καθ’ ἕτερον μέρος, τὸν πατέρα ἐκδικήσας. I. Ἄλλως. ἐγὼ μὲν κτανὼν τὴν μητέρα ἀνόσιός εἰμι, τιμωρῶν δὲ τῷ πατρὶ πάλιν ὅσιός εἰμι, ἕτερον ὄνομα τοῦ ἀνοσίου. Gr.
I.
δειμαίνω
: δέδοικα λέγειν· ἴσως γάρ σε λυπήσω. M.
ἀπελθέτω δὴ τοῖς λόγοισι
: ὅ ἐστιν ἀπόστα καὶ δεόντως ἀπολογήσομαι. A.
C.
M. Ἄλλως. ἀντὶ τοῦ σὺ ἀναχώρει, καὶ τὰς ἀληθείας ἐρῶ, καὶ δεόντως ἀπολογήσομαι. A.
B.
C.
M.
I. ἀπίτω μακρὰν τοῖς ἐμοῖς λόγοις τὸ σὸν γῆρας, ὅ με κωλύει τοῦ λέγειν, καὶ τότε κατὰ τάξιν ἐλεύσομαι· νῦν δὲ φοβοῦμαι τὸ σὸν γῆρας. τί με ποιῆσαι ἔπρεπε; δύο γάρ τινα πράγμασιν ἀντίθες δυσίν· ὁ μὲν πατὴρ ἔσπειρέ με, ἡ σὴ δὲ παῖς ἐγέννησεν, ὡς ἄρουρα τὸ σπέρμα παρ’ ἄλλου λαβοῦσα· τέκνον δὲ χωρὶς πατρὸς οὔποτ’ ἂν εἴη. I.
ἐκπλήσσει
: ἐξίστησι. Gr. ἀντὶ τοῦ ἐξίστησι τοῦ λέγειν. M. ἐξίστησι. Gr. μετὰ φόβου. Gu. ἐξίστησι, ἐκβάλλει μετὰ φόβου. Fl. 6.
9.
10.
17.
21.
34.
56.
59.
76.
λόγου
: λογισμοῦ. Gu.
ὑποστάσης
: ἀπὸ μεταφορᾶς τῶν κιόνων. καὶ γὰρ ὑφίσταται τὸ βάρος. C.
ἡ σὴ δὲ θυγάτηρ
:―αἰσχύνομαι γὰρ μητέρα λέγειν ἐμὴν — ἰδίοις γάμοις, ἤγουν λαθραίοις, καὶ οὐ νενομισμένοις ἦλθεν εἰς ἀνδρὸς κοίτην. I.
εἰς ἀνδρὸς ᾔει λέκτρα
: τὸ ἀνδρὸς διπλῶς νοητέον ἤ τοῦ τὸ ἀνδρὸς διπλῶς νοητέον, ἢ τοῦ
ἐμαυτὸν ἤν λέγω
: ἐὰν ἐκείνην, φησὶ, λέγω κακῶς, ἐμαυτὸν ἐρῷ κακῶς· λέξω δ’ ὅμως. A.
B.
C.
M.
I. ἐμαυτὸν ἐξερῶ κακῶς, ἀντὶ τοῦ ἐρῶ, ἤν λέγω ἐκείνην κακῶς. Gr.
ἐπὶ δ’ ἔθυσα
: ἀπρεπῶς ἔφρασεν ἔθυσα δὲ καὶ ἐπὶ τούτῳ τὴν μητέρα, ἢ τάχα ἵνα δείξῃ ὅτι εὐσεβῶς διεπράξατο φονεύσας αὐτὴν, ἔφη τὸ ἔθυσα. τὸν Αἴγισθον μὲν ἔκτεινα, ἐπὶ τούτῳ δὲ καὶ τὴν μητέρα ἔθυσα. A.
B.
C.
M.
I.
ἐφ’ οἷς δ’ ἀπειλεῖς
: τὸ σχῆμα κατὰ ἀντίστασιν. I.
ἄνδρας φονεύειν
: λέγω εἰς τὸ φονεύειν τοὺς ἄνδρας. Gr.
Florr. iidem.
ἔλεον
: ὡς σὺ φὴς, ὅτι χρὴ ποιεῖν. Fl. 21.
παρ’ οὐδὲν αὐταῖς ἦν
: ἐν ὀλίγῃ προφάσει καὶ πάρεργον ἦν αὐταῖς τοὺς ἰδίους ἄνδρας φονεύειν. A.
B.CM.
I. εἴπερ ἔμελλεν αὐταῖς, φησὶν, εἰς ἔγκλημα μόνον περιίστασθαι τὰ τῆς τιμωρίας, ἀκωλύτως ἂν ἐχώρουν κατὰ τῶν ἀνδρῶν. A.
B.
M.
I.
παρ’ οὐδέν
: κατ’ οὐδὲν, ἐν οὐδενὸς μοίρᾳ. Gr.
Fl. 6.
9.
17.
21.
59.
76. ἐν ὀλίγῃ προφάσει. Fl. 10. ἤγουν οὐ μέγα νομίζοιεν ἂν ἀποκτείνειν τοὺς πόσεις. Fl. 21.
ἦν ἄν
: ἀντὶ τοῦ εἴη ἄν. Gr.
Florr. iidem.
ὀλλύναι
: φθείρειν. iid.
πόσεις
: τοὺς ἄνδρας. iid.
ἐπίκλημ’
: ἀντὶ τοῦ ἔγκλημα, τουτέστιν ἐγκαλουμέναις αὐταῖς προβαλλομέναις καὶ προφασιζομέναις ὅ τι δήποτε· καὶ αὕτη γὰρ προεφασίζετο τὰ κατὰ τὴν Ἰφιγένειαν, ὅτι διὰ τοῦτο ἀνεῖλεν αὐτὸν, ὅτι ἐν Αὐλίδι ἐσφαγίασεν Ἰφιγένειαν. A.
B.
M.
I. ἔγκλημα. Gr. κατηγόρημα, κατηγορίαν αὐτῶν. Gu.
ὅ τι τύχοι
: διὰ τὴν τυχοῦσαν αἰτίαν. Gr.
μισῶν δέ
: ἐνδίκως δὲ μισῶν τὴν μητέρα ἀπώλεσα. Gr.
Florr. iidem.
πάσης ὑπὲρ γῆς
: ἡ γὰρ ἁρπαγὴ τῆς Ἑλένης πάσης τῆς Ἑλλάδος ἦν ἀτιμία. Gu.
στρατηλάτην
: στρατοπεδεύοντα. Gu.
ἔσωσεν
: ἐφύλαξεν. Gr.
Florr. iidem.
ἀκήρατον
: ἄφθαρτον. Gu. ἀμίαντον. Gr.
Florr. iidem.
ἐπεὶ δ’ ἁμαρτοῦσα
: ἐπεὶ δὲ ᾔσθετο μοιχευθεῖσα, οὐχ ἑαυτὴν ἐτιμωρήσατο, δέον τοῦτο ποιεῖν, ἀλλ’ ἵνα μὴ δίκας ἀπαιτηθῇ τῆς μοιχείας, προτέρα ἐφόνευσε. A.
B.
C.
M.
I.
ἐπεὶ δ’ ἁμαρτοῦσα
: ἀφ’ οὗ ἁμαρτίαν ποιήσασα ἐνόησε. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. διὰ τῆς μοιχείας. Gu.
δίκην
: τιμωρίαν. Gr.
Florr. iidem.
ὡς μὴ δίκην
: ἤγουν ἵνα μὴ ὑπὸ τοῦ ἁνδρὸς κολασθείη. (κολασθῇ Gr.) Gr.
Florr. iidem.
ἐζημίωσε
: ἁρμοδίως καὶ οἰκείως ἡ λέξις ἐνταῦθα κεῖται· εἰ γὰρ ἡ ζημία ζωῆς ἐστι μείωσις καὶ ἐλάττωσις, εἰκότως ζημιοῦν τινὰ λέγεται ὁ θανάτῳ τὴν ζωὴν αὐτοῦ ἀφελόμενος. Ι.
ἐζημίωσε
: ἠδίκησε. Gr.
Florr. iidem. πρωθύστερον. Fl. 6.
πρὸς θεῶν
: ἄκουσον δηλονότι· ―ἐν οὐ καλῷ μὲν καιρῷ ἐμνήσθην τῶν θεῶν ἕνεκα φόνου κρινόμενος· — εἰ μετὰ σιωπῆς ἐπήνουν τὰ τῆς μητρὸς, τί ἄν με ἔδρασεν ὁ ἀποθανὼν πατὴρ ἐμός; οὐκ ἄν με μισῶν ἀνετάραττε διὰ τῶν Ἐρινύων; ἢ τῇ μητρὶ παρυπάρχουσι σύμμαχοι αἱ Ἐριννύες, τῷ πατρὶ δὲ τῷ πλέον ἠδικημένῳ οὐ παρυπάρχουσι; Ι.
φόνον δικάζων
: περὶ τοῦ φόνου δικαζόμενος. M.
σιγῶν ἐπῄνουν
: διὰ τὸ σιγᾶν ἐπῄνουν. Gr.
Florr. iidem. πᾶς γὰρ ὁ ἀκούων τι κακὸν αὐτοῦ καὶ σιγῶν δοκεῖ ἐπαινεῖν τοῦτο. Fl. 21.
σύ τοι φυτεύσας
: Ὁμηρικὸν, ὡς τὸ σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην.
A.
B.
C.
M.
I. ὦ γέρον, σὺ γεννήσας θυγατέρα κακὴν, τὴν Κλυταιμνήστραν, ἔφθειρας ἐμέ. διὰ γὰρ τὴν ἐκείνης θρασύτητα πατρὸς ἐγὼ στερηθεὶς μητρὸς ἐγενόμην φονεύς. βλέπεις τὴν Ὀδυσσέως γυναῖκα Πηνελόπην. οὐ κατέκτανε Τηλέμαχος ὁ υἱὸς αὐτῆς· οὐ γὰρ ἐπεγάμβρευεν ἀνδρὶ ἄνδρα· μένει δ’ ἐν οἴκοις ἀμίαντον καὶ σῶφρον τὸ εὐναστήριον. ὁρᾶς τὸν Ἀπόλλωνα, ὃς τὰς μεσομφάλους καθέδρας οἰκῶν τοῖς ἀνθρώποις σαφῆ μαντείαν δίδωσιν, ᾧτινι Ἀπόλλωνι πειθόμεθα κατὰ πάνθ’ ὅσα ἂν λέγῃ ἐκεῖνος· τούτῳ πειθόμενος ἐγὼ τὴν μητέρ’ ἐφόνευσα. ἐκεῖνον τὸν Ἀπόλλωνα νομίσατε ἄδικον καὶ φονεύσατε. ὁ Ἀπόλλων ἔσφαλεν, οὐκ ἐγώ. τί δεῖ με πράττειν; ἢ οὐκ ἔντιμος καὶ ἄξιος ὁ Ἀπόλλων λῦσαί μοι τὸ μίασμα εἰς ἐκεῖνον ἀναφέροντι; ποῦ τις λοιπὸν τράποιτ’ ἂν, εἰ μὴ ὁ κελεύσας θεὸς ῥύσηταί με, ὥστε μὴ ἀποθανεῖν; ἀλλ’ ὅτι μὲν οὐ καλῶς εἴργασται ταῦτα μὴ λέγε, λέγε δ’ ὡς οὐκ εὐτυχῶς ἡμῖν τοῖς δεδρακόσιν. ὅσοις δὲ τῶν ἀνθρώπων οἱ γάμοι συμπίπτουσιν, ἀντὶ τοῦ ἀπαντῶσι καλῶς, ὁ βίος ὑπάρχει μακαριστός· οἷστισι δὲ μὴ διάκεινται καλῶς, καὶ κατὰ τὰ ἔνδον καὶ τὰ ἐκτὸς ἀτυχεῖς ὑπάρχουσιν. I.
ἐπεγάμει
: οὐ γὰρ ἐπὶ τῷ πόσει πόσιν ἕτερον εἰς γάμον ἑαυτῆς ἦγεν. Gr.
Florr. iidem. καὶ εἰς γάμον ἐλάμβανεν. Fl. 59. ἤγουν οὐκ ἔλαβεν εἰς γάμους πόσιν ἐπὶ ἑτέρῳ πόσει· καὶ γὰρ ἔζη ὁ ἀνὴρ αὐτῆς. Fl. 21. ἐμίγνυτο ἀπ’ ἀνδρὸς εἰς ἄνδρα. Fl. 33.
νέμει
: διαδίδωσιν. M. δίδωσιν. Gr. παρέχει. Gu.
Florr. iidem.
ἀλλ’ ὡς μὲν οὐκ εὖ
: ἀλλ’ ὡς μὲν οὐκ εὗ τάδε εἴργασται μὴ λέγε. B.
M. ἀλλὰ μὴ λέγε ὅτι οὐ καλῶς ἐφόνευσα τὴν μητέρα. C. ἀλλ’ ὅτι μὲν οὐ καλῶς πεποίηται ταῦτα, μὴ λέγε· καλῶς μὲν
μακάριος αἰών
: τούτοις δηλονότι μακάριος ὁ αἰὼν, ἤγουν ὁ βίος, ἀντὶ τοῦ οὗτοι ἀπολαύουσι βίου, δι’ ὃν μακαρίζονται, ὡς γὰρ μακάριον τέλος λέγεται οὗ ὁ τυχὼν μακαρίζεται, οὕτω καὶ μακάριος βίος οὗ ὁ ἀπολαύων μακαρίζεται. τὸ γὰρ ἀπολαῦον ἀγαθοῦ τινος εἰκότως ἂν μακαρίζοιτο διὰ τὴν ἀπόλαυσιν. μακαρίζεται γάρ τις ἐφ’ οἷς ἔχει καλοῖς, ἢ ἐφ’ οἷς ἀπολαύει. τὸ δὲ παρέχον τὴν ἀπόλαυσιν, ἤγουν ἐκεῖνο οὗ ἀπολαύει τις, οὐκ ἔχει λόγον μακαρίζεσθαι. ὥστε ὅτε τοιοῦτό τι λέγεται μακάριον, οὐ δι’ ἑαυτὸ οὕτω λέγεται, ἀλλὰ διὰ τὸ ἀπολαῦον αὐτοῦ. Gr.
Ι.
τά τ’ ἔνδον
: οὗτοι κατὰ τὰ ἔνδον καὶ κατὰ τὰ ἐκτός εἰσι δυστυχεῖς. Gr.
Fl. 6.
9.
17.
21.
25.
56.
59.
76. ὁ γὰρ γυναῖκα μοιχευομένην ἔχων οὐ μόνον αὐτὸς διὰ τὴν μοιχείαν λυπεῖται, καὶ τὴν γυναῖκα ἐπιβουλεύουσαν ἀεὶ ἔχει καὶ μαχομένην, ἀλλὰ καὶ τοῖς ἁπάντων μυκτηρίζεται στόμασιν. Gu.
Bar.
θύραζε
: ἔξω τῶν θυρῶν, ἤγουν τῆς οἰκίας. Gu.
ἀεὶ γυναῖκες
: ἀεὶ τὸ τῶν γυναικῶν γένος συμφοραῖς καὶ δυστυχίαις ὑποκείμενον ἐμπόδιον γίνεται τῶν ἀνδρῶν εἰς δυστυχίαν, τουτέστι τοὺς ἰδίους ἄνδρας ταῖς σφετέραις αὐτῶν κακίαις εὐτυχίας ἀφιστῶσαι πρὸς δυστυχίαν ἐπάγουσιν· ὃ καὶ Κλυταιμνήστρα πεποίηκεν. Gu. Ι.
ἀεὶ γυναῖκες
: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις
ἀεὶ γυναῖκες
: συμφορά ἐστιν ἀκούσιον σύμπτωμα. οὐ συμφωνεῖ δὲ ἐνταῦθα τῇ ἀγανακτήσει τοῦ χοροῦ τὸ τὰς γυναῖκας τοῖς ἰδίοις συμπτώμασι τοῖς ἀκουσίοις ἐμποδὼν καθίστασθαι τοῖς ἀνδράσιν· τοῦτο γὰρ σχεδὸν τὰς γυναῖκας ἔξω αἰτίας ποιεῖ. ἄλλως τε οὐδὲ ἡ Κλυταιμνήστρα ἀκουσίῳ ἑαυτῆς συμπτώματι ἐμποδὼν τῷ ἀνδρὶ ἐγένετο, καὶ τὸ αἰεί δὲ οὐ καταλλήλως ἔχει πρὸς τὸ ἔφυσαν. δοκεῖ δὲ τὸ πᾶν οὕτως ἔχειν· αἱ γυναῖκες ἐγεννήθησαν ἐμποδὼν ἀεὶ εἶναι τοῖς ἀνδράσι δηλονότι· τοῦτο γὰρ συνυπακούεται ἀπὸ τοῦ ἐπαγομένου ἐπὶ ταῖς συμφοραῖσι τῶν ἀνδρῶν, ὥσπερ εἰ εἶπεν ἐπὶ τῷ κακῶ τῶν ἀνδρῶν, τουτέστι χάριν τῶν συμφορῶν τῶν ἀνδρῶν, ἐφ’ ἃς αὐτοὺς δηλονότι αὗται ἐμβαλοῦσιν αὐτῶν, οὐχ ὥστε αὐτοῖς μετρίως ἐπιθέσθαι αὐτὰς, ἀλλὰ πρὸς τὸ δυσκολώτατον. Gr.
Fl. 6.
9.
34.
59.
76.
θρασύνει
: ἀναιδὴς φαίνῃ. Gu.
ὑποστέλλει
: ὑποπίπτεις, ὑποκλίνεις, ὑποτάσσῃ, ταπεινῇ, μετριάζῃ. Gu.
λόγῳ
: ὁμιλίᾳ, κατὰ τὸν λόγον. Gu.
καλὸν πάρεργον
: ποιήσομαι αὐτὸ, τὸ φονεῦσαί σε δηλονότι, καλὸν πάρεργον τῶν πόνων, ἤγουν ἔργον ἔξω τοῦ σκοποῦ τῶν πόνων, ὧν οὕνεκ’ ἦλθον, λέγω κοσμήσων τὸν τάφον τῆς θυγατρός. Gr.
Ι.
καλὸν πάρεργον
: ἀντὶ τοῦ σπουδαῖον, τῶν ἐμῶν πόνων καλὸν ἡγήσομαι αὐτὸ πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν. ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον, φησὶ, θήσομαι. Ἄλλως. καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί· νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι. καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον. A.
B.
M.
I.
κοσμήσων
: διὰ τῶν θυσιῶν καὶ τῶν ἀναθημάτων. θυσιάσων. Gu.
σοὶ σῇ τ’ ἀδελφῇ
; κατὰ σοῦ καὶ τῆς σῆς ἀδελφῆς, ὥστε δοῦναι ὑμᾶς δίκην διὰ λίθων. μᾶλλον γὰρ σοῦ ἐκείνη, ἤγουν ἡ ἀδελφή σου, ἐστὶν ἀξία θανεῖν, ἢ κατὰ τῆς τεκούσης σε ἄγριον καὶ χαλεπὸν ἐποίησε, ἀεὶ πέμπουσα μύθους εἰς τὸ οὖς, ἤγουν ψιθύρους λόγους πέμπουσα ἐπὶ τὸ δυσμενέστερον, ἤγουν ἐχθρωδέστερον, βλέποντας δηλονότι. Gr.
Ι.
καὶ τοῦθ’ ὅ
: τὴν μοιχείαν λέγει. κατὰ κοινοῦ δὲ τὸ ἀπαγγέλλουσα, ἵν’ ᾖ καὶ τὸ Αἰγίσθου λέχος ἀπαγγέλλουσα. A.
B.
C.
M.
I.
καὶ γὰρ ἐνθάδ’ ἦν
: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης, τουτέστι, κατ’ αὐτὸ γὰρ τοῦτο μάλιστα πικρότατον ἦν αὐτῇ συνεχῶς τὸ λέχος, καὶ τὴν μοιχείαν ὀνομάζουσα, κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως. καὶ γὰρ κατ’ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. A.
B.
καὶ γάρ
: καὶ γὰρ πικρότατον ἦν μέχρις ὅτου ἐμίσγετο ὁ Αἴγισθος τῇ Κλυταιμνήστρᾳ καὶ ἦν αἰτία τῇ Ἠλέκτρᾳ κατηγορεῖν. Fl. 21.
ἕως ὑφῆψε
: ἐπεὶ μεταφορᾷ χρώμενος εἶπεν ὑφῆψε δῶμα, οἷον ἀπώλεσεν, ἐπήνεγκεν ἀνηφαίστῳ πυρὶ, δηλονότι ἄνευ πυρὸς διέφθειρε τὸν οἶκον. A.
B.
M.
I.
ἀνηφαίστῳ
: τῷ ὕλην μὴ ἔχοντι. B.
I. πυρὶ εἰπὼν ἐπάγει ἀνηφαίστῳ, ἵνα δηλώσῃ ὅτι οὐ τοῦτο λέγει τὸ πῦρ, τὸ τὰ ξύλα καὶ τὴν ὕλην ἀναλίσκον, ἀλλ’ ἕτερον μέν τι, ὁμοίως δὲ τούτῳ φθαρτικὸν καὶ ἀναλωτικόν. Gr.
I. Ἄλλως. ἐπεὶ τὸ ὑφῆψεν εἶπεν ἀντὶ τοῦ ἀπώλεσεν, προσέθηκεν εἰκότως καὶ τὸ δίχα πυρός. B.
M.
I.
ὑφῆψε
: ἔκαυσεν, ἠφάνισεν. Gu.
τοὐμὸν ἔχθος
: τὴν ἐμὴν ἔχθραν. Gr. ὃ πρὸς αὐτοὺς ἔχω. Gu. ἐναριθμῇ δὲ ἀντὶ τοῦ φροντίζῃ καὶ ἐν φροντίδι ἔχεις. οἷον εἰ
φόνον
: κατὰ τὸν φόνον τὸν ἐναντίον τοῖς θεοῖς· οἱ γὰρ θεοὶ μισοῦσιν αὐτὸν τοιαῦτα ποιήσαντα. Gu.
Fl. 6.
21.
φόνον
: εἰς. Gr.
ἐναντίον
: ἐξεναντίου. Gu.
πέτροις
: διὰ πέτρων. ἡ εὐθεῖα ὁ πέτρος Ἀττικῶς. Gu.
Florr. iidem.
ἤ
: εἰ δὲ μή. Gu.
ἢ μὴ ἐπίβαινε Σπαρτιάτιδος χθονός
: ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως. B. Λακεδαίμονος πρῶτος ἥρξε Λέλεξ, ἀφ’ οὗ καὶ Λέλεγες ὠνομάζοντο. ἔσχε δὲ παῖδας ἐκ Περιδίας Μύλην, Πολύκλωνα, Βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Τηλεδίκης ἴσχει Εὐρώταν καὶ Κηπεδίαν. Εὐρώτας δὲ ἄρξας μετὰ τὸν κατακλυσμὸν, λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα
ἴσθι
; γίγνωσκε. δηλονότι ὅτι πάντα γενήσεται. Fl. 21.
ἀμηχανῶ
: ποῦ τῆς τύχης τράπωμαι, τουτέστιν ἀπορῶ πότερόν σοι συνέλθω ἠ Τυνδάρεῳ. A.
B.
M.
I. ποῦ τῆς τύχης τράπωμαι, τουτέστιν ἀπορῶ τίνι μᾶλλον βοηθήσαιμι, σοὶ ἢ Τυνδάρεῳ. ὁ μὲν γὰρ οὐκ ἐᾷ με σοὶ προσθέσθαι δεινὰ ἐπαπειλούμενος, σὺ δὲ ἀδελφιδοῦς ἐμὸς ὤν ἀναγκαίως δίκαιος εἴης τῆς παρ’ ἐμοῦ τυχεῖν βοηθείας. Gu.
I. ἀμηχανῶ εἰς ὁποίαν τύχην τράπωμαι. τύχην ἐνταῦθα λέγει προσδοκωμένην, τουτέστιν ἀμηχανῶ ποτέραν μερίδα τῶν προσδοκωμένων συμβήσεσθαι προτιμήσω. Gr.
I.
τὰ μακρά
: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τήν μακρολογίαν τῶν λόγων προκρίνων· οἱ γὰρ Λάκωνες βραχυλόγοι· καὶ Ὅμηρος παῦρα μὲν, ἀλλὰ μάλα λιγέως.
ὁ δὲ νοῦς, ἡ μακρὰ διήγησις καὶ τὸ διὰ πλειόνων ποιεῖσθαι τὴν ἀφήγησιν σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων. ἀνάσχου οὖν τῆς ἐμῆς μακρολογίας, ἐπεὶ σαφεστέρα ἐστί. A.
B.
C.
M.
I. τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων. ἔνιοι δὲ ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι. B.
M.
I.
τὰ μακρά
: τὰ ἐπὶ πολὺ ἐκτεταμένα. Gr.
σαφῆ
: εὔγνωστα. Gu.
σαφῆ μᾶλλον
: ἀντὶ τοῦ σαφέστερα εἰς τὸ κλύειν. Gr.
Fl. 6.
9.
17.
56.
59.
76. τὰ μὲν γὰρ κατὰ λεπτὸν διασαφοῦσι τὴν ὑπόθεσιν, τὰ δ’ ὡς οἷόν τε αὐτὴν εἰς ὀλίγον συνάγουσι καὶ διὰ τοῦτο ἀσάφειαν ἔχουσιν. Gu.
I. Ἄλλως. τὰ ἐπὶ πολὺ ἐκτεταμένα τῶν λόγων προτιμότερά ἐστι τῶν σμικρῶν, ἀντὶ τοῦ, τῶν βραχέων, ἤγουν τῶν ἐπ’ ὀλίγον ἐκτεταμένων. I.
τὰ μακρά
: Λακεδαιμόνιος ὁ Μενέλαος, Λακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσι. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν,
ἃ δ’ ἔλαβες ἀπόδος
: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα, ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται. εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενελάου. εἰ γὰρ μήτε τὸν λέγοντα ᾒδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ ὁρώμενον. A.
B.
C.
M.
I.
οὐ χρήματ’ εἶπον
: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον. ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως. A.
B.
M.
I. Ἄλλως. οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς. M. ἀποδοῦναι ἐμοὶ χρυ σὸν. ἤ ἄργυρον. Gu. λέγω. Gr.
Fl. 6.
ἀδικῶ; λαβεῖν
: ἀδικίαν ποιῶ ζητῶν ἀπὸ σοῦ σωτηρίαν, ἤγουν οὐκ εἰμὶ ἄξιος ὥστε ζῆν, πλὴν διὰ τὴν ἀδικίαν ἥντινα ὑπέδειξεν ὁ Ἀγαμέμνων εἰς τοὺς Ἕλληνας διὰ σὲ δεῖ σὲ ῥύειν ἐμὲ ἐκ τοῦ θανάτου, ἀδικῶ;
καὶ δεῖ στίζειν. εἶτα ἀπ’ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ,
οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ. καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως
καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἀντὶ τῆς περὶ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲ εἶπε καθ’ ὑπόθεσιν ἀδικῶ, κατὰ συλλογισμόν φησιν, ἀλλὰ λέγει ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε περιβαλών. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε τοὺς βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν, εἰ κρίνεις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας. οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις. A.
B.
I.
ἀπέδοτο δ’ ὡς χρή
: τὸ ἑξῆς, ἀπέδοτο τὸ σῶμα, ὅ ἐστιν ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ κατατρωθῆναι πᾶν τὸ σῶμα ὅσον ἐφ’ ἑαυτὸν διὰ τὴν σὴν γυναῖκα, οἷα χρὴ τοῖς φίλοις τοὺς φίλους. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵν’ ᾖ τὸ ἑξῆς, ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις ἀπέδοτο τὸ σῶμά σοι παρ’ ἀσπίδα ἐκπονῶν αὐτὸ τοῦτο. B.
M.
I.
Ἄλλως. ἀπέδωκε τὸ σῶμα ἕνεκα σοῦ, ἐκπονῶν παρὰ τὸν πόλεμον ἀληθῶς, ὡς χρὴ τοὺς φίλους ἐκπονεῖν δηλονότι ἕνεκα τῶν φίλων. Gr. I.
ἀπέδοτο
: ἀντὶ τοῦ ἐπώλησεν ὡς ἐπὶ τὸ πλεῖστον, καὶ ἀπέδοτο ἀντὶ τοῦ ἀπέδωκε, ὅτε μὴ περιττὴ ἡ πρόθεσις. Fl. 6.
μὴ δέκ’
: οὐ δέκα ἔτη ἀνύσας. Gr. πληρώσας, ὥσπερ ἐμὸς πατήρ. Gu.
Florr. iidem.
ἃ δ’ Αὐλίς
: ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, θηρεύων Ἀγαμέμνων ἔβαλε τόξοις ἔλαφον καιρίαν πληγήν. καυχησάμενος δὲ ἐν τῇ ἐπιτυχίᾳ, καὶ εἰπὼν ὡς οὐδ’ ἂν αὐτὴ ἡ Ἀρτεμις οὕτως ἔβαλεν, ἐπειράθη τῆς θεοῦ ὀργιζομένης καὶ κατεχούσης τοὺς ἀνέμους, ὡς μὴ δύνασθαι αὐτοὺς εἰς Ἴλιον στέλλεσθαι. πέμψας οὖν Ἀγαμέμνων εἰς Δελφοὺς, καὶ μαθὼν παρὰ τοῦ χρησμοῦ ὡς, εἰ βούλοιτο ἐξιλάσκεσθαι Ἄρτεμιν, θυσάτω αὐτῇ τὴν αὐτοῦ θυγατέρα, μεταπέμπεται οἴκοθεν τὴν θυγατέρα Ἰφιγένειαν, τὴν καὶ Ἰφιάνασσαν καλουμένην, πλασάμενος πρὸς τὴν γυναῖκα Κλυταιμνήστραν ὡς Ἀχιλλεῖ ταύτην συνάψειεν. ἐπεὶ δὲ θύειν αὐτὴν ἤρχετο, ἁρπάσασα αὐτὴν ἡ θεὸς, καὶ ἀντ’ αὐτῆς ἔλαφον εἰς θυσίαν δοῦσα, ἀπάγει τὴν κόρην ἐν τοῖς Ὑπερβορέοις πρὸς τὸν ἐκεῖ αὐτῆς νεών· ἥτις ἀμυνομένη τοὺς Ἕλληνας, διότι θῦσαι αὐτὴν ἠβουλήθησαν,
ἃ δ’ Αὐλὶς ἔλαβε
: Αὐλὶς πόλις Βοιωτίας. ἐνταῦθα ἐπεσχέθησαν οἱ στρατευσάμενοι εἰς Ἴλιον Ἕλληνες, οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος τοξεύσαντος τὴν ἔλαφον, καὶ εἰπόντος μηδ’ ἂν τὴν Ἄρτεμιν οὕτω βαλεῖν. νῦν δὲ περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς, ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας, Ἀρτέμιδι θῦσαι. A.
B.
C.
M.
I. σφάγια τὰ σφαζόμενα, καὶ ἡ σφαγὴ, ὡς ἐνταῦθα. Gr.
I.
Ἑρμιόνην
: οὐκ αἰτῶ σε, φησὶ, τὴν σὴν θυγατέρα τὴν Ἑρμιόνην ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα σὺ τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ τοῦτο μὲν ἔχε πλέον, καὶ κέρδαινε παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός. ἐγὼ δέ σοι χάριν ἕξω σώσαντί με μόνον, κἂν μὴ τῷ αὐτῷ τρόπῳ σώζῃς ἡμᾶς, ἀντ’ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ
πράσσοντος ὡς πράσσω
: δυστυχοῦντος. B.
πλέον φέρεσθαι
: τουτέστι πλέον ἢ ἐγὼ δύνασαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν. A.
B.
M.
I. ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν περὶ τὸ συγγνώμην ἔχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνανέχεσθαι τούτῳ, ἀντὶ τοῦ δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τὴν δυστυχίαν κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου. A.
M. Ἄλλως. πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι. A. Ἄλλως. τινὲς οὕτω, δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντος ἐμοῦ ἢ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων. A.
C. χάριν σοι, φησὶν, ὁμολογήσω σωζόμενος μόνον παρὰ σοῦ, κἂν μὴ τῷ ὁμοίῳ τρόπῳ σώζῃς ἐμέ. B.
M.
Fl. 21. εἰς σωτηρίαν· οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται δουλεύεσθαι. Fl. 10. φέρειν, ἔχειν. Gr.
Fl. 6.
9.
17.
34.
56.
59.
76.
ψυχὴν δ’ ἐμὴν δός
: μὴ εἰς Ἅιδου, ἀλλ’ εἰς σωτηρίαν· πατρὶ οὖν ἀντὶ τοῦ διὰ τὸν πατέρα. B.
M. ἤγουν διὰ τὸν πατέρα μου σῶσον τὴν ἐμὴν ζωήν. Gu. ὑπὲρ ἐκείνου πάσχοντας ἡμᾶς σῶσον. Fl. 6. ἤγουν ὠφέλειαν τοῦ ταλαιπώρου ἕνεκεν τῶν τοσούτων κακῶν πατρός. Fl. 21.
ψυχὴν δ’ ἐμὴν δός
: χάρισαι τὴν ἐμὴν ψυχὴν τῷ ἀθλίῳ μου πατρί. βούλεται γάρ με πάντως ἐκεῖνος σώζεσθαι. A.
οἶκον
: τὸ γένος. Fl. 21.
ἐρεῖς ἀδύνατον
: λύσις τοῦ ἀντιπίπτοντος. ἀλλ’ εἴποις, φησὶν, ὅτι ἀδύνατον βοηθῆσαι, εἶτα ἔξωθεν προσληπτέον, καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται. A.
B.
I. Ἄλλως. ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι· ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι, εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων. A.
B.
C.
M.
I. βοηθῆσαί μοι διὰ τὴν τοῦ ἁμαρτήματος ὑπερβολήν. ἀλλὰ διὰ τὸ ἀδύνατον εἶναι, διὰ τοῦτο ἀξιῶ· εἰ γὰρ ἦν δυνατὸν, οὐκ ἂν ἠξίωσά σε· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται. Gu.
φιλεῖν δάμαρτα
: ἀγαπᾶν τὴν γυναῖκα ὑπὸ πάντων τῶν Ἑλλήνων νομίζῃ. καὶ οὐ λέγω τοῦτο ἀπατῶν σε τῇ κολακείᾳ, ἤγουν κολακεύων σε, οὐ κολακείᾳ, ἀλλ’ ἀληθείᾳ λέγω. λείπει δὲ τὸ πρὸς ταύτης σε ὁρκῶ. τὸ δὲ ὦ μέλεος, ἠρέμα πρὸς ἑαυτὸν λέγει, ὦ ἄθλιος, εἰς οἷον κακὸν δηλονότι ἥκω. I.
θωπείᾳ λέγω
: οὐ κολακείᾳ, ἀλλ’ ἀληθείᾳ. M.
ταύτης ἱκνοῦμαι
: ἀντὶ τοῦ πρὸς ταύτης σε ἱκετεύω, M. ἀντὶ τοῦ πρὸς ταύτης ὁρκῶ βοηθῆσαί μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει, οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μή τί γε καὶ δοκεῖν σώζεσθαι δι’ αὐτῆς. B.
M.
I. δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ. B.
I.
εἰς οἷον ἥκω
: κακόν. Gr. εἰς οἷον κακὸν ἥκω τὸ εἰς ἱκεσίαν προβάλλεσθαι τὴν Ἑλένην. ὡς δεῖσθαι καὶ μὴ εἰσακούεσθαι. Gu.
τί δὲ ταλαιπωρεῖν με δεῖ
: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ περὶ ταύτης, σωθήσεσθαι παραιτούμενος; ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος, καὶ πάντα ὑπομένειν, κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει. B.
M.
I. ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι
πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε,
εἴτε ὡς τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει, δυστυχὴς ἐγὼ, εἰς ἄπορον ἥκω κακῶν καὶ οὐκ ἔχω τί δὲ ταλαιπωρεῖν
τοῦτο λέγει, τί δὲ δεῖ ταλαιπωρεῖν καὶ κάμνειν ἐμὲ περὶ τὴν δέησιν· οὐ γὰρ ὑπὲρ ἐμοῦ μόνου καὶ τῆς ἐμῆς ἀδελφῆς ποιοῦμαι τὴν δέησιν, ἀλλ’ ὑπὲρ τοῦ οἴκου παντὸς, τουτέστι τοῦ γένους παντὸς ἡμῶν. ἀποθανόντος γὰρ ἐμοῦ ἡ ἐκ προγόνων πᾶσα εὐδαιμονία οἰχήσεται, ὡς οὐ διάδοχον σχοῦσα· ὥστε τῆς ζημίας καὶ εἰς σέ πως τεινούσης, ἐπεὶ τοῦ αὐτοῦ γένους τυγχάνεις, οὐχ ἧττον ἐμοῦ δεῖ σὲ σπουδάζειν, ὅπως σωθείην. ἢ αὕτη ἡ κατασκευὴ πρὸς τὸ ἱκνοῦμαι ἐστι, τὰ δ’ ἄλλα διὰ μέσου. Gu.
I.
τί δέ
: ποιήσω δηλονότι. Gr.
με δεῖ
: γρ. χρή. M.
τὸν κατὰ χθονός
: δόκει ἀκούειν τάδε τὸν κατὰ χθονὸς θανόντα, ἤγουν νόμιζε, ὅτι πάρεστιν ἐκεῖνος, καὶ ἀκούει τάδε, λέγω τὴν ψυχὴν ἐκείνου ποτωμένην ἐπάνω σου. Gr.
I.
τὸν κατὰ χθονὸς θανόντα
: συνυπακούεται ἐνταῦθα ὑπαρκτικοῦ ῥήματος μετοχὴ, ἢ καὶ ἐκφωνουμένη κακοσύνθετον ποιεῖ τὸν λόγον καὶ ἄχρηστον. ὅτι δὲ αὕτη ἔχει λόγον συνυπακούεσθαι δῆλον οὕτως· κατὰ χθονός ἐστιν ὁ δεῖνα λέγεται, καὶ τὸν κατὰ χθονὸς ὄντα ἐξ ἀνάγκης μετὰ τῆς μετοχῆς τοῦ ὑπαρκτικοῦ οὕτως, ἐπειδὴ καὶ κατὰ χθονός ἐστιν ὁ δεῖνα θανὼν λέγεται. δύναται καὶ καταλλήλως ἔχειν τοῦτο, καὶ μετὰ τῆς μετοχῆς τοῦ ὑπαρκτικοῦ λέγεσθαι μετασχηματιζόμενον. ἐπεὶ δὲ συμβαίνει ἐνταῦθα καὶ ἑτέραν εἶναι μετοχὴν κατὰ τὴν αὐτὴν πτῶσιν, καὶ διὰ τοῦτο κακόφραστον εἶναι τὸν λόγον καὶ κακοσύνθετον, οὐδέποτε
ταῦτ’ εἴς τε δάκρυα
: ἀντὶ τοῦ μετὰ δακρύων καὶ γόων αἰτῶ τὴν σωτηρίαν. B.
I. Ἄλλως. κατὰ ἀπόθεσιν ταῦτα ἐπάγεται, ἤγουν ταῦτα εἴρηκα, εἴς τε τὰ δάκρυα ἡμῶν καὶ τοὺς γόους καὶ τὰς συμφοράς. Gr.
I. ἤγουν μετὰ δακρύων καὶ γόων εἶπον. ἢ οὕτως, εἶπον ταῦτα εἰς δάκρυα καὶ γόους καὶ συμφορὰς, ἤγουν ἵνα μὴ τύχω τούτων. τεύξομαι δὲ, εἰ πετρωθῆναί με ἐάσεις. Gu.
I.
κἀπῄτηκα
: ὡς χρέος ᾒτησα. I.
κἀγώ σ’ ἱκνοῦμαι
: καὶ ἐγώ σε παρακαλῶ, καίπερ ὑπάρχουσα γυνὴ, βοηθεῖν τοῖς δεομένοις· δυνατὸς γὰρ ὑπάρχεις ὠφελεῖν. τὸ δὲ ὠφελῶ καὶ δοτικῇ καὶ αἰτιατικῇ συντάσσεται, ὡς καὶ Αἰσχύλος ὡς τοῖς θανοῦσι χρήματ’ οὐδὲν ὠφελεῖ.
I.
οἷός τε δεῖ
: γρ. καὶ ὅσος τε δ’ εἶ ἀντὶ τοῦ δυνατὸς εἶ. A.
σοῖς κακοῖσι
: ἐπὶ ταῖς σαῖς δυστυχίαις. Gr.
καὶ χρὴ γὰρ οὕτω
: τοῦτο μερικῶς, ἢ καθόλου νοητέον, ὅτι πρέπει ἢ ἐμὲ, ἢ πάντα ἄνδρα οὕτω συνεκκομίζειν καὶ συνεκφέρειν, ἢν ἰσχὺν διδῷ θεὸς, τὰ τῶν ὁμαιμόνων κακὰ,θνήσκοντα, εἰ δεήσειεν, ὑπὲρ ἐκείνων, καὶ κτείνοντα τοὺς ἐναντίους. εἰ μὴ γὰρ ἐξ ἀλλήλων οἱ θνήσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους
σαφήνειά ἐστι τοῦ οὕτω. Gu.
I.
συνεκκομίζειν
: συμπονεῖν δεῖ τοῖς συγγενέσι, κἂν κίνδυνος παρῇ, καὶ μάλιστα εἰ τὸ θεῖον παρέχει δύναμιν. τὸ δὲ ἑξῆς ἀναστρεπτέον· ἔστι γὰρ κτείνοντα τοὺς ἐναντίους, καὶ θνήσκοντα. B.
I. συνδιαφέρειν, ὁμοῦ ὑπομένειν. Gr. συνεκφέρειν καὶ ἀποτρέπειν, βαστάζειν, συμπονεῖν. Gu. τὸν ἀδελφὸν συνελαφρύνειν, ἐπικουφίζεν, μαστίζειν. Fl. 6.
9.
17.
34.
56.
59.
76.
ἥκω γὰρ ἀνδρῶν συμμάχων
: οὐκ ἐπαγόμενος συμμάχους, ἀλλ’ ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὢν, ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην ἀπολομένων, πλὴν ὀλίγων. B.
M.
I. ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων, καὶ προσέτι πλάνην ὑπέστην πολλήν. A.
B.
I. τὸ δὲ ἑξῆς, ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ. A.
B.
C.
I. τὸ δὲ ἐνταῦθ’ ἐλπίδος προσήκομεν
ἀντὶ τοῦ προσοικειούμεθα καὶ ἐγγύς ἐσμεν ἐλπίδος. σκόπει οὖν πῶς οὔτε διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφιβολίᾳ ἀφῆκεν. B.
I. τὸ σμικρᾷ σὺν ἀλκῇ ἢ πρὸς τὸ ἥκω συνάπτεται τῇ ἐννοίᾳ, ἢ πρὸς τὸ ἀλώμενος. Cant.
Gu.
ἀλκῇ
: βοηθείᾳ. Gr.
ὑπερβαλοίμεθα
: ὑπερφέροιμεν καὶ κρείττονες αὐτοῦ γενοίμεθα διὰ τὸ μὴ ἔχειν δύναμιν, ὡς ἔφην. Gu.
Πελασγὸν Ἄργος
: ἀπὸ Πελασγοῦ τινος. M. Πελασγὸς βασιλεὺς ἦν τοῦ Ἄργους. ἤτοι οὐχὶ νικήσομεν τοὺς Ἀργείους ἐν μάχῃ. C.
σμικροῖσι — πόνοισι
: σμικρᾷ δυνάμει ὤφειλεν εἰπεῖν· ὁ δὲ λέγει σμικροῖς πόνοις, τὴν ἐνέργειαν τιθεὶς ἀντὶ τῆς δυνάμεως. Gr.
I.
σμικροῖσι μὲν γὰρ τὰ μεγάλα
: τῇ δι’ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα. ἀνόητον δὲ καὶ ἀμαθὲς καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγενέσθαι. A.
B.
C.
M.
I.
ὅμοιος
: λείπει τὸ πειρᾶσθαι νικῆσαι αὐτὸν, τὸν ὄχλον, ἀλλ’ ὅμως ὑπονοεῖται. Fl. 21.
εἰ δ’ ἡσύχως
: εἰ δέ τις ἡσύχως καθ’ αὑτὸν ἐνδιδοὺς ποτάσσοιτο τῷ δήμῳ θυμουμένῳ, εὐλαβούμενος καὶ φοβούμενος τὸν καιρὸν, (ἀπὸ μεταφορᾶς τῶν πνευμάτων,) ἴσως ἂν καταπαύσειε τῆς ὀργῆς δηλονότι. I.
χαλῶν
: ἀπὸ μεταφορᾶς τῶν ἱστίων, ἐνδιδούς. Gr.
Bar.
Fl. 6.
9.
17.
21.
25.
56.
59.
76. συγκαταβαίνων, ὑποκλίνων. Gu. ὑπενδιδούς. Fl. 33.
ὑπείκοι
: ὑποτάσσεται, ἐνδίδωσι. Gu.
ἔνεστι δ’ οἶκτος
: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ, ἔνεστι γὰρ τῷ δήμῳ καὶ ἑλεεῖν καὶ θυμοῦσθαι, καὶ ὁ πᾶς λόγος τοιοῦτος, ἐὰν τοίνυν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπόν ἐστιν ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτω καὶ τὸ ἐλεεῖν· τουτέστιν, οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκάτερον τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμά ἐστι τιμιώτατον τῷ εἰδέναι προσενεχθῆναι καθ’ ὅν δεῖ τρόπον αὐτῷ. ἢ ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν θυμοῦται, πότε δὲ ἐλεεῖ. A.
B.
M.
I. Ἄλλως. ἔνεστι τῷ δήμῳ ἐλεεῖν, ἔστι δὲ καὶ μεγάλως θυμοῦσθαι. ὁ γὰρ δέ ἀντὶ τοῦ γάρ· οὐ γὰρ μόνον ἐστὶ πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ συντηρεῖν κτῆμά ἐστι τοῦ ἐπιτηρεῖν τὸν καιρὸν τιμιώτατον. κτῆμά ἐστι τοῦτο, ὅ ἐστι τὰ μέγιστα, ἀντὶ τοῦ τὸ κερδαίνειν δηλοῖ αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ Ἄλλως. ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. οὕτως γὰρ ὤφειλεν εἰπεῖν, ἔνι θυμὸς μέγας, ἔνεστι καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτα τον καὶ λυσιτελές. Α. τοῦτο τὸ ἐπιτηρεῖν τὸν καιρὸν κτῆμά ἐστι τιμιώτατατον, ὅ ἐστι τά μέγιστά τις ἂν ἐκ τούτου κερδαίνειν δύναται. Gu.
ἐλθὼν δὲ―
: γρ. ἐλθὼν γὰρ ἐγώ σοι Τυηδάρεων πειράσομαι. M.
τῷ λίαν χρῆσθαι καλῶς
: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἷον τῆς μετριότητος ὑφεῖναι, ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵν’ ᾗ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα. A.
B.
C.
M.
I. Ἄλλως. τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς. ἔστι γὰρ τὸ λίαν καὶ ἐπὶ τοῦ θεοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδάρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρμονα. A.
τῷ λίαν
: ἤγουν μετριάζειν καὶ μὴ τῇ ὑπερβολῇ χρῆσθαι. Gr. τὸ τῷ λίαν καὶ μέγα καὶ μικρὸν γράφεται, μικρὸν μὲν οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυδάρεω καὶ τὴν πόλιν τοῦτο τὸ λίαν χρῆσθαι σοὶ καλῶς· μέγα δὲ οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυνδάρεω καὶ τὴν πόλιν τίνι τῷ λίαν χρῆσθαι σοὶ καλῶς. οὐ γὰρ μόνον πείθω τὸν δεῖνα τάδε φαμὲν, ἀλλὰ καὶ πείθω τούτοις· ἡ γὰρ κατάπεισις, ἣν ἐκεῖνον πείθω, τοῖς πράγμασι γίνεται, εἰς ἃ αὐτὸν καταπείθω. εἰ δέ τις εἴποι ὡς εἰ τὸ λίαν μικρὸν γράφεται, οὐκ ἀπαντᾷ πρὸς τὸ μέτρον, φαμὲν ὅτι οὐ μόνον τὰ δύο ἀμετάβολα ἐκτείνουσι παρὰ τοῖς ποιηταῖς, ἀλλὰ καὶ ἓν ἔσθ’ ὅτε. Gu. μετρίως, τῷ σφόδρα ἐνδείξασθαι τὴν πραότητα. Fl. 10.
καὶ ναῦς γάρ
: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς ἐνταθέντος ὑπέκυψεν, ὣστε ὕδωρ εἰσδέξασθαι, πάλιν δὲ ἀνωρθώθη χαλάσαντος τὸν
πρὸς βίαν ποδί
: εἰς κατασκευὴν τοῦ πρὸς ἐκείνους λόγου ἐπάγει ταῦτα. ποδὶ δὲ ἤγουν διὰ τοῦ ποδός. λέγεται δὲ οὕτω τὸ σχοινίον τὸ κατέχον κάτωθεν τὸ ἱστίον. Gr.
I.
πρὸς βίαν
: βιαίως. Gr.
ἔβαψεν
: ἤγουν ὕφαλος γέγονεν· ἐλθὸν γὰρ πνεῦμα σφοδρὸν καὶ πρὸς τὴν τοῦ ποδὸς τάσιν ἐμπεπτωκὸς ἀνατρέπει. Gu.
I.
τὰς ἄγαν προθυμίας
: σημείωσαι ὅτι καλὸν ἡ προθυμία, ἡ δὲ ἄγαν προθυμία κακὸν, ὡς ὑπερβολὴ, καὶ ἡ ἁπλῶς προθυμία μεσότης, ἡ δὲ ἄγαν ὑπερβολὴ καὶ κακία ὥσπερ καὶ ἡ ὀκνία ἔλλειψις καὶ κακία. τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις καὶ θεὸς μισεῖ καὶ οἱ φρόνιμοι ἄνθρωποι. A. τὰς ὑπερβολικὰς ὁρμάς. B.
Gr. τὰς ὑπὲρ τὸ δέον ἀλαζονείας. Gu. τὰς ὑπὲρ τὸ δέον ὑπεροψίας, ἤτοι ὑπερηφανείας. Fl. 10.
21. τὴν πολλὴν θρασύτητα. Cant.
ἄλλως
: μάτην. Gr.
τῶν κρεισσόνων
: τουτέστι τοῦ δήμου· κρείττων γάρ ἐστι νῦν, ὡς ἔφην, ἐμοῦ. Gu.
οὐ γάρ ποτ’ Ἄργους
: ἤγουν οὐδέποτε τοῖς Ἀργείοις ταπεινῶς ὑποπεπτώκαμεν, ἀλλὰ μεγαλοπρεπῶς καὶ γενναίως αὐτοῖς ἐχρώμεθα, προστάττοντες μετ’ ἐξουσίας ὅσα ἂν ἐβουλόμεθα. Gu.
I. εἰ γὰρ ἦν τοῦτο ῥᾴδιον, οὔποτε διὰ τοῦ Ἄργους τὴν γῆν, ἤγουν διὰ τὸ Ἄργος προσεφέρομεν ἑαυτοὺς εἰς τὸ μαλθακόν· νῦν δὲ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλους εἶναι τῆς τύχης. Gr.
I.
Τὸ δὲ Ἄργους γράφεται καὶ Ἄργου, ἵν’ ᾖ Ἄργον γαῖαν. Ἀριστοφάνης δὲ μετὰ τοῦ σ. οὐ πρὸς ἡμῶν, φησὶν, οὐδὲ τῆς ἡμετέρας ἀξίας ὑποδραμεῖν καὶ κολακεῦσαι τὸν τῶν Ἀργείων ὄχλον. ἀνάγκη δὲ ὅμως δουλεῦσαι τῇ κρατούσῃ τύχῃ. τοῦτο γὰρ σοφῶν καὶ φρονίμων ἀνδρῶν. τὸ δὲ ἑξῆς· νῦν δ’ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλους εἶναι τῆς τύχης. A. B. M. I. Ἄλλως. οὐ τῆς ἡμῶν ἀξίας ἐστὶ, φησὶ, τὸ ὑποδραμεῖν τοὺς Ἀργείους, ἀνάγκη δ’ ὅμως δουλεύειν τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν ἐστὶν ἀνδρῶν. M. Fl. 10.
Ἄργους γαῖαν
: διὰ τὸ Ἄργος. Gr.
τὸ μαλθακόν
: τὸ κολακικόν. Gr.
νῦν δ’ ἀναγκαίως
: εἰ γὰρ ὁ δῆμος νῦν εὐτυχὴς, ἡμεῖς δὲ ἀτυχεῖς, ὡς εἰρήκαμεν, οὐ δεῖ πρὸς αὐτὸν ἰσχύος, ἀλλὰ σοφίας καὶ μεταχειρίσεως· σοφοῦ γὰρ ἀνδρὸς πρὸς τὰς τῆς τύχης μεταβολὰς τοῖς πράγμασι χρῆσθαι. Gu.
I.
ἔχει
: διάκειται. Gr.
δούλοισιν εἶναι
: σοφῶν γὰρ λόγος τὸ δούλους εἶναι ἡμᾶς τύχης. Gr.
ὦ πλὴν γυναικός
: λείπει ἡ εἰς. τὸ δὲ ἑξῆς ὦ εἰς τὰ ἄλλα οὐδὲν πλὴν εἰς τοῦτο σπουδάζων, εἰς τὸ ἕνεκεν τῆς σῆς γυναικὸς στρατεύεσθαι. B.
M.
I.
Τοῦτο οὕτω φασί τινες, ὦ Μενέλαε κάκιστε βοηθεῖν τοῖς φίλοις, χωρὶς τοῦ στρατεύειν εἵνεκα γυναικός· εἰς τοῦτο γὰρ κάλλιστος· τὰ ἄλλα δὲ τυγχάνεις οὐδέν. οὓς αὐτὸς ἐάσας οὕτω λέγε· ᾧ Μενέλαε, οὐδὲν τὰ ἄλλα χωρὶς τοῦ στρατεύειν εἵνεκα τῆς γυναικὸς, ὦ κάκιστε τιμωρεῖν καὶ βοηθεῖν τοῖς φίλοις. ἢ τὸ πλήν ἀντὶ τοῦ εἰ μή. Gu. I. ὦ κατὰ τὰ ἄλλα οὐδὲν ὢν, πλὴν τοῦ στρατηλατεῖν ἕνεκα γυναικός. Gu.
κάκιστε
: κακοτροπώτατε. Gr.
τὰ δ’ Ἀγαμέμνονος
: ἃ εἰς σὲ πεποιήκει. ἀριστεύματα. Gu.
ἄφιλος ἦσθ’ ἄρ’, ὦ πάτερ
: ἤτοι ἡμάρτανες κακοῖς χαριζόμενος, ἢ δυστυχῶν τὰ νῦν, ὦ πάτερ, οὐδένα κέκτησαι φίλον. A.
B.
M.
I. Ἄλλως. μάτην ἄρα, φησὶν, ὦ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ, οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὧν ἠτύχεις· τὸ γὰρ πράσσων κακῶς, ἀντὶ τοῦ ἀδίκως, τουτέστιν, οὐ φίλοις ἄρα, οὐδ’ εὐγνώμοσιν ἐχαρίζου ἀμοιβαῖς ἀνδράσιν, οἱονεὶ κατ’ αὐτὸ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως, οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὦ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέταις, καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις, ὅτι μήτε ὑπὲρ φίλων μήτε ὡς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως, εὐτυχῶν οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν. A.
B.
M.
I.
ἄφιλος
: ἐπειδὴ νῦν δυστυχῶν οὐκ ἔχεις τὸν βοηθήσοντα, (ἡ γὰρ ἐμὴ δυστυχία εἰς σὲ ἀναφέρεται,) ἄφιλος ἦσθα τότε, ὅτε μετὰ τῶν ζώντων διῆγες· εἰ γὰρ εἶχες τότε φίλους, νῦν ἂν ἐβοήθουν τοῖς ἐκ σοῦ γεγονόσι. τὸ δὲ πράσσων κακῶς ἢ ἐπὶ τοῦ παρόντος καιροῦ, ὡς ἔφαμεν, νόει, ἢ διότι ὑπὲρ Μενελάου τότε ἐκινδύνευεν ἐν πολέμῳ.
πιστὸς ἐν κακοῖς
: πιστὸς ἀνὴρ κρείσσων εἰς τὸ ὁρᾶν αὐτόν τινα ἐν ταῖς δυστυχίαις τῆς γαλήνης τῶν ναυτίλων. Gr.
I. τὸ ναυτίλοις πρὸς τὸ γαλήνης ἐστὶν, οὐ πρὸς τὸ κρείσσων. ὥσπερ δὲ φαμὲν φίλος φίλου καὶ φίλος φίλῳ, οὕτω καὶ γαλήνη ναυτίλων καὶ γαλήνη ναυτίλοις. Gu.
I. Ἄλλως. βέβαιος φίλος κρείσσων ἐστὶ τῆς ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης. A.
C.
I.
θᾶσσον
: τροχαϊκὸν τετράμετρον καταληκτικόν. A.
B.
M. τὸ δὲ ἑξῆς, τὸν σύλλογον τῆς πόλεως ἀκούσας καὶ ἰδὼν τὸν σύλλογον. κτενοῦντας πρὸς τὸν σύλλογον ἀπέδωκεν, ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ
θᾶσσον
: τὴν αἰτίαν τοῦ θᾶσσον ἱκόμην ἐπιφέρει αὐτίκα λέγων σύλλογον πόλεως ἀκούσας, τὸν δ’ ἰδὼν αὐτὸς σαφῶς.
λέγει δὲ ὅτι ἐρχόμενος διὰ τῆς πόλεως ἤκουσα παρά τινων ὡς ἐκκλησίαν Ἀργεῖαι ἐποίησαν ἐπὶ σὲ καὶ Ἤλεκτραν, ἵνα κτείνωσιν. εἶδον δὲ καὶ αὐτὸς ἐν τῇ ἐκκλησίᾳ τινὰς στείχοντας, ὅθεν σπεύσας ἀφικόμην, ἵνα μάθω τοῦ χάριν ταῦτά ἐστι, καὶ ὅσον δύναμαι εἰσενέγκω σοι. Gu.
I. θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως, τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλμοῖς ἰδὼν, ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον. B.
I.
ἰδὼν αὐτὸς σαφῶς
: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι, κἂν δοκῶσιν εἶναι ταυτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ ὅπερ χεὶρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλονότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολογεῖται δὲ τὸ σαφὲς παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῇ, τὸ δὲ ἐναργὲς παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ δὲ ἄρα σύνδεσμος ἢ ἐρωτηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογιστικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους, καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. ἐντεῦθεν
τί τάδε
: ἔστι. πῶς διάκεισαι; τί ποιεῖς, ὦ φίλτατέ μοι φίλων καὶ ἡλίκων καὶ τῆς συγγενείας; κατὰ πάντα γὰρ τάδε ὑπάρχεις μοι. I.
οἰχόμεσθ’
: ἀπολώλαμεν, ὡς ἐν βραχεῖ σοι λόγῳ τὰς ἐμὰς δυστυχίας δηλώσω. I.
Μενέλεως
: ὁ Μενέλαος κάκιστος ἐφάνη εἰς ἐμὲ καὶ τὴν ἐμὴν ἀδελφήν. I.
χρόνιος
: ἀντὶ τοῦ μετὰ χρόνον πολύν· ὅμως κἂν βραδὺ παρεγένετο, ἀλλὰ τάχιστα τοῖς φίλοις ἐφωράθη κακός. B.
I. βραδέως ἦλθεν. Gr.
Fl. 6.
9.
17.
56.
59.
76.
ἐφωράθη
: ἐφάνη. Gr.
Florr. iidem
καὶ δάμαρτα
: καὶ τὴν γυναῖκα τὴν κακοτροπωτάτην διὰ νεὼς ἦλθεν ἄγων. I.
εὐλαβεῖτο
: ἐδειλία, ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις βοηθεῖν, λέγοντες εὐλαβούμεθα, ἤτοι δειλιῶμεν καὶ φοβούμεθα. γνησίου γὰρ φίλου τὸ ὑπὲρ δύναμιν τολμᾶν, ὅπερ εὐλαβεῖσθαι αὐτὸς ἔλεγεν. B.
I. εὐλαβεῖσθαι ἔλεγεν. γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν καὶ τολμᾶν ἤπερ εὐλαβεῖσθαι, ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις συνελθεῖν, λέγοντες εὐλαβούμεθα. A.
C.
M.
σκῆψιν εἰς ποίαν
: εἰς ποίαν πρόφασιν προχωρῶν τοῦτο μαθὼν πάντ’ ἔχω. I.
τοῦτο πάντ’ ἔχω μαθών
: τοῦτο δηλαδὴ νοήσας καὶ μαθὼν τὰ πάντα ἔχω, ἀντὶ τοῦ τὰ πάντα συμπεριελάμβανον καὶ ἐνόησα. A.
αἰσθάνῃ
: νοεῖς. τὴν τούτου συγγένειαν προέκρινε μᾶλλον ἢ τὴν τοῦ ἐμοῦ πατρός. I. νοεῖς. Gr. καλῶς ἐνόησας. Gu.
τὸ τοῦδε κῆδος
: τὴν συγγένειαν. M.
οὐ γάρ
: οὐδαμῶς· οὐ γὰρ πολεμιστὴς ὑπάρχει, γενναῖος δ’ ἐν γυναιξί. I.
ἐν κακοῖς
: ἐν κινδύνοις, ὡς ἔοικεν, ὑπάρχεις μεγίστοις, καὶ ἀναγκαῖόν ἐστί σοι ἀποθανεῖν. I.
ἄρ’ εἶ
: εἰ ταῦθ’ οὕτως ἔχει. Gu.
φεῦγέ νυν λιπὼν μέλαθρα
: κατὰ ἀντίστροφον λέγονται τὰ πρόσωπα ἀπὸ τοῦ φεῦγέ νυν λιπών· ὁ γὰρ Πυλάδης αὐτὸ λέγει μέχρι τοῦ, ἀλλὰ δῆτ’ ἔλθω. M.
φεῦγέ νυν
: τὸ νῦν ἀργὸν, ἢ ἀντὶ τοῦ γοῦν φεῦγε λοιπὸν σὺν τῇ ἀδελφῇ σου τοὺς οἴκους καταλιπών. I.
οὐχ ὁρᾷς
: οὐ βλέπεις; πανταχόθεν φυλασσόμεθα φρουροῖς. I.
εἶδον ἄστεως
: εἶδον τὰς ῥύμας τῆς πόλεως δι’ ὅπλων φυλαττομένας, ἀντὶ τοῦ ὑπ’ ἀνδρῶν ὡπλισμένων ὠχυρωμένας. I.
ὡσπερεί
: καθὰ πόλις κυκλοῦται παρὰ τῶν ἐχθρῶν, κατὰ τὰ σῶμα κυκλούμεθα. I.
κἀμὲ νῦν ἐροῦ
: ἐρώτησον νῦν καὶ ἐμὲ τί πανθάνω· καὶ γὰρ ἐγὼ αὐτὸς φθείρομαι. I.
πρὸς τίνος
: παρὰ τίνος; τοῦτο, τὸ οἴχεσθαί σε δηλονότι, προσυπάρχει τοῖς ἐμοῖς κακὸν κακοῖς. I.
Στρόφιος, ὁ ἐμὸς πατὴρ, ἐξώρισέ με τῶν οἴκων θυμωθείς. I. Ἀναξιβίαν τὴν Ἀγαμέμνονος ἀδελφὴν ὁ Στρόφιος ἔγημεν, ἐξ ἧς ἔφυσε τὸν Πυλάδην. ἀνεψιοὶ ἄρα Πυλάδης καὶ Ὀρέστης. A. B. C. M. I. ὁ Στρόφιος, ὁ ἐμὸς πατὴρ, ὀργισθεὶς ἤλασέ με ἀπὸ τῶν οἴκων, φυγάδα ποιήσας δηλονότι, ἤγουν ἐξόριστον. λέγεται δὲ ἀντιστρόφως, ἀντὶ τοῦ ἀπελάσας τῶν οἴκων, ἐξόριστον ἐποίησεν. Gr. I.
ἴδιον
: πρὸς αὐτὸν ἰδίως ἀποβλέπον ἔγκλημά τι, ἤγουν ἁμάρτημα ἐπιφέρων σοι, τουτέστι κατηγορῶν σου, ἢ κοινὸν τοῖς πολίταις. Gr.
I. πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν ἡμαρτηκότι σοι ἐγκαλῶν, ἢ ἐν δημοσίῳ τινὶ πράγματι ἴδιον ἐπιφέρων σοι ἔγκλημα. A.
B.
C.
M.
I.
κοινὸν πολίταις
: ἀντὶ τοῦ πολιτῶν. M.
οὐχὶ Μενέλεω
: οὐ χρώμεθα τοῖς Μενελάου ἤθεσιν· ἄξιον φέρειν ταῦτα. I.
οὐ φοβῇ
: ἵνα μή σε οἱ Ἀργεῖοι, ὥσπερ καὶ ἐμὲ, ἀποκτεῖναι θελήσωσιν. I.
οὐ προσήκομεν
: οὐχ ἁρμόζομεν κολάζεσθαι ὑπὸ τούτων, ὑπὸ τῆς γῆς δὲ τῶν Φωκέων. Gr.
I. οὐχ ὑποταττόμεθα, οἷον, ἐν τῇ τῶν Φωκέων γῇ τούτοις τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι. ὁ νοῦς, δυνήσονταί σε φονεῦσαι ὑπερβαίνοντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοὶ, καὶ τὰ ἑξῆς. A.
M. Ἄλλως. οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς, οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν. Ἄλλως. ἰδίως εἶπεν· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικούμενη πόλις εἴωθεν ἐπιτιθέναι. Ἄλλως. θαρσύνων αὐτὸν, φησὶν, εἶπεν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις. A.
B.
I.
δεινὸν οἱ πολλοί
: χαλεπὸν τὸ πλῆθος, ὅταν πανούργους ἄρχοντας ἔχῃ. I. εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς. Ἄλλως. ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα· πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου αὐτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος ἱστορεῖ. ὁ δὲ
πατρὶ τιμωρῶν ἐμαυτοῦ
: ἔνδικα γὰρ ἔπραξα, φησὶ, τὸν ἐμαυτοῦ πατέρα διεκδικῶν. B.
I. ναί. Gr. δίκαια. Gu. βοηθῶν. Gr.
μὴ λάβωσι
: ὅρα ἵνα μή σε ἡδέως λάβωσι. I. ὑποπτεύω μή σε λάβωσι μετὰ προθυμίας καὶ κτείνωσί σε. C. ἐπιθυμοῦσι γὰρ τοῦ σοῦ φόνου, ὥστε, ἢν ἴδοιεν ἀφιγμένον ἐκεῖ σε καὶ λέγειν ἐπιχειροῦντα ὡς δικαίως τὸν φόνον εἴργασαι, ταχέως κατὰ σοῦ ψῆφον θανάτου ἐνέγκοιεν. τοῦτο δὲ λέγει ὁ Πυλάδης πρὸς τὸν τοῦ Ὀρέστου λόγον τὸν πατρὶ τιμωρῶν ἐμαυτοῦ.
εἰ γὰρ καὶ πρώην αὐτὸς ὑπετίθει αὐτῷ μὴ ἄλλο λέγειν τοῖς πολίταις ἢ ὡς ἔδρασεν ἔνδικα, ἀλλὰ νῦν ὥσπερ ὑποστέλλεται, εἰδὼς τοὺς πολίτας πρὸς τὸν Τυνδάρεων
μὴ λάβωσι
: σκόπει, πρόσεχε μὴ κατασχεθῆς. Gu.
ἀλλ’ ὑποπτήξας
: πτήσσω τὸ φοβοῦμαι. παρὰ τὸ πέτω πίπτω πτῶ πτήζω. ὁ γὰρ φοβούμενος πίπτοντι ἔοικεν. B. rec. ἀλλ’ ὑποσταλεὶς σὺν σιωπῇ ἀποθάνω; I. δειλιάσας. Fl. 33. καὶ ὑποσταλεὶς καὶ οὐκ εἰπὼν ὡς ὑπὲρ τοῦ πατρὸς τοῦτ’ ἔδρασα, ἀλλ’ ἐν φόβῳ καὶ σιωπῇ θάνω; Gu.
δεινὸν τόδε
: χαλεπὸν τοῦτο. I.
πῶς ἂν οὖν δρᾴην
: πῶς οὖν ἂν ποιήσαιμι; I. εἴπερ τὸ μὲν σιωπᾶν δειλὸν, τὸ δὲ λέγειν ἐπικίνδυνον. Gu.
ἔχεις τίν’
: ἔχεις τινὰ, ἣν μένῃς, ἐλπίδα σωτηρίας; I.
μολόντι
: ἐλθόντι δέ σοι, φησὶν, εἰς τὴν ἐκκλησίαν, ἔνεστιν ἐλπὶς εὑρεῖν ἀπαλλαγὴν τῶν δεινῶν. μαθὼν οὖν τοῦτο συναινεῖ καὶ αὐτὸς παραγενέσθαι τὸν Ὀρέστην εἰς τὴν ἐκκλησίαν, διεγνωκὼς ἅπαξ οὐκ οὖσαν αὐτῷ σωτηρίας ἀφορμὴν ἄλλοθεν. B.
C.
M.
I.
σωθῆναι
: εὑρεῖν ἀπαλλαγὴν τῶν κακῶν. Gu.
καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι
: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι καὶ κατησφάλισται· πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθήσεσθαι προσδοκῶ. ἢ τοῦτο ἀκόλουθόν ἐστιν εἰς τὸ ἀλλὰ δῆτ’ ἔλθω· ἔλθω, φησὶ, καὶ τὸ πρᾶγμα ἔνδικόν μοι. ἔπραξα γὰρ τὸν φόνον τὸν μητρῷον, διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπακουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι διὰ τὸν θάνατον. A.
B.
M.
I.
τῷ δοκεῖν
: τῇ δόξῃ. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. τὸ νομίζεσθαι καλῶς λέγειν. Fl. 6. φαίνεσθαι κἀκείνοις ἔνδικον, τοῖς πᾶσι τοῦτο καλόν. Gu.
τὸ δοκεῖν εὔχου μόνον
: εὔχου, φησὶ, πάντας οὕτω δοξάζειν, ὅτι δίκαιόν ἐστι τὸ πρᾶγμα. ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμωνίδης τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιάζεται.
ὁ δὲ Ὀρέστης, καλῶς εἶπας· φεύγω τὸ δειλὸν διὰ τὸ ἐκεῖ παραγενέσθαι, τουτέστι φεύγω τὸ εἶναι δειλὸς, οὐ παρέχω δειλίας ὑπόνοιαν, ὡς μὴ ἔνδικα πράξας, καὶ διὰ τοῦτο τὸ κριτήριον ἀποφεύγων. B.
M.
I.
τῇδε
: τοῦτον τὸν τρόπον. τὸ τῇδε ἀντὶ τοῦ οὕτως, εἰ ἐκεῖ ἀπέλθω. ἢ τὸ τῇδε ἀντὶ τοῦ ἐνταῦθα, φεύγω τὸ ἐνταῦθα δειλὸν, ἤγουν τὸ μένειν ἐνταῦθα. τοῦτο γὰρ δειλόν. Gu.
I. μᾶλλον ἢ
μένων
: φεύξῃ. κρεῖσσον γὰρ θανεῖν ἐκεῖσε ἢ ὧδε· τοῦτο γὰρ δειλία. Gu.
καὶ τίς ἄν γέ μ’ οἰκτίσειε
: ἀντὶ τοῦ οἰκτίσαιτο. Gr. τὸ ἑξῆς, καὶ τίς ἄν γέ μ’ οἰκτίσαιτο θάνατον ἀσχάλλων πατρῷον, ἤγουν τὸν τοῦ ἐμοῦ πατρός. τὸ μέγα γὰρ ηὑγένειά σου
διὰ μέσου κεῖ ται. Gr.
I.
μέγα γὰρ ηὑγένειά σου
: οἷον, ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς καὶ ὁ θάνατος τοῦ πατρός. ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται. B. οἷον διὰ τὸ εὐγενὲς ἐλεηθήσῃ, τουτέστι, πάνυ σοι συμβάλλεται πρὸς τὸν ἔλεον ἡ εὐγένεια. A.
B.
M.
I.
ἀσχάλλων διὰ τὸν θάνατον τοῦ πατρός. B. I. τὸ δὲ ἑξῆς, καὶ τίς ἄν με οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον; A. B. M. I.
ἀσχάλλων
: ἀγανακτῶν. Gr. λυπούμενος. Gu. τὸ θάνατον ἀσχάλλων πατρῷον πρὸς τὸ τίς ἄν γέ μ’ οἰκτίσειε συνάπτεται, ἔτεμε δὲ ὁ Πυλάδης τὸν λόγον διὰ τοῦ μέγα γὰρ ηὑγένειά σου.
Gu.
πάντα
: πάντα ταῦτα προφανῇ εἰσι. I.
ἢ λέγωμεν
: ἆρα βούλει ἵνα εἴπωμεν τῇ ἀδελφῇ μου ταῦτα; I.
δάκρυα γοῦν
: εὖ λέγεις· εἰ εἴποιμεν γὰρ, εἰς δάκρυα τραπῆναι μέλλομεν. Gu.
οὐκοῦν οὗτος
: οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει. καὶ τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται. A.
B.
M.
I.
Δέον οὕτως εἰπεῖν, οὐκοῦν τοῦτο, ὃ φὴς, ὡς εἰ γνώσεται ἡμᾶς ἀπερχομένους, κλαύσεται, μέγας οἰωνός ἐστιν, ἤγουν μέγα καὶ χαλεπὸν τεκμήριόν ἐστι πρὸς τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ γὰρ, ἡνίκα τι μέλλουσι πράττειν οἱ ἄνθρωποι, ἤν ἐκ προοιμίων δακρύοις καὶ λύπαις ἐντύχωσι, τεκμαίρονται ἐντεῦθεν ὡς οὐ καλῶς, οὐδ’ ἀκινδύνως τουτὶ διανύσουσι. δέον οὕτως εἰπεῖν, ὁ δὲ εἴρηκεν, οὐκοῦν οὗτος οἰωνὸς μέγας, πρὸς τὸ οἰωνὸς τὸ οὗτος ποιήσας, ὥσπερ ἐστὶ καὶ τὸ ξύλινον μόρον ἐξευρόντες, ἣν παγίδα καλέουσι,
καὶ ἕτερα μυρία τοιαῦτα παρὰ ποιηταῖς καὶ λογογράφοις εὑρήσεις. Gu.
I.
δηλαδή
: ἐπίρρημα βεβαιώσεως. Florr. iidem. ὁμολογουμένως. Gu.
τῷ χρόνῳ
: τῇ ὑπερθέσει τῶν θρηνημάτων αὐτῆς κερδανεῖς, ὅ ἐστι, κἂν μὴ τὸ ἀπὸ τοῦ νῦν θρηνεῖσθαι κερδανεῖς. Ἄλλως. κερδανεῖς, φησὶ, τὸ μὴ δακρῦσαι αὐτὴν, καὶ γενέσθαι κακὸν οἰωνὸν ἐν τῷ μεταξὺ τῆς κρίσεως χρόνῳ, τουτέστιν ἕως ἂν ἡ κρίσις ἐξενεχθῇ. A.
B.
M.
I. τὸ δὲ τῷ χρόνῳ δὲ κερδανεῖς, τοῦτο λέγει, ὡς, εἰ μὴ νῦν μαθοῦσα δακρύσει, ἀλλ’ ὕστερον, κέρδος ἕξεις τὸν χρόνον, ἐπειδὴ τὸ μὲν πρὸ τοῦ ἀγῶνος δακρῦσαι τεκμήριον χαλεπὸν, ὡς ἔφαμεν, ἣν δ’ ὕστερον τοῦτο ποιήσῃ, οὐδὲν ἡμῖν τούτου μελήσει. Gu.
I. διὰ τοῦ χρόνου, ἤγουν συντόμως πορευθῆναι. Fl. 6. διὰ τοῦ χρόνου. Gr. τοῦ μὴ νῦν αὐτὴν γνῶναί τι. Gu.
πρόσαντες
: ἐμπόδιον, ἐναντίον. I. ἐναντίον, ἀντίξουν, ἐμπόδιον. B. ἐμπόδιον. Gr. δύσκολον. Gu. ἔστιν ἄντα ἐπίρρημα δηλοῦν τὸ ἐξεναντίας, ἀφ’ οὗ τὸ πρόσαντες γράφεται καὶ τὸ ἄναντες καὶ τὸ κάταντες. Fl. 21.
τί τόδε
: τί ἐστι τόδε ὃ πάλιν λέγεις νέον; I. τί ἐστι τὸ καινὸν τόδε, ὃ λέγεις. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
αὖ λέγεις
: γράφεται ἀγγελεῖς. Gr.
μὴ θεαί
: δέδοικα μή πως με αὖθις αἱ θεαὶ τῇ μανίᾳ κατάσχωσι. I.
δυσχερές
: βαρὺ ἅπτεσθαι ἀσθενοῦντος ἀνδρός. I.
οὐκ ἐμοί γε σοῦ
: ἀλλ’ ἐμοὶ οὐχ ὑπάρχει δυσχερὲς τὸ ψαύειν σου. I.
ὄκνος γάρ
: οὐδαμῶς φοβήσομαι· φόβος γὰρ τοῖς φίλοις ὑπάρχει μέγα κακόν. I.
οἴαξ
: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ συστρέφει καὶ δι’ ἐκείνου τὴν ναῦν. Α. οἴαξ καλεῖται τὸ πηδάλιον. σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα. B.
M. αὐχένιον, ὁδηγέ. Fl. 33. ἰθυντήρ. Fl. 10. πηδάλιον, κυβέρνησις τῆς πορείας. Gr. ὁδηγός. Gu.
φίλα γ’ ἔχων κηδεύματα
: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέστατον συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἐπὶ τῆς συγγενείας κεῖται· κυρίως δὲ ἡ ἐπιγαμβρία. B.
M. ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας οὐ φεύγει ἐπὶ τὸ μνῆμα τοῦ πατρὸς ἀπιών. φαμὲν οὖν ὅτι τὰ μνήματα τῶν βασιλέων ἔσω τῆς πόλεως ἦν. οἱ δὲ ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς οὐ διεκώλυον. B.
M. βαδίζω, προσφιλεῖς ἔχων, ἀντὶ τοῦ ποιούμενος, ἐπιμελείας καὶ κυβερνήσεις. Gr.
I.
καί με πρὸς τάφον
: ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας ἐπὶ τὸ μνῆμα τοῦ πατρὸς ἀπιὼν οὐ φεύγει. καὶ φασί τινες ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς οὐκ ἐκώλυον. ἔνιοι δὲ λέγουσιν ὅτι τὰ τῶν βασιλέων μνήματα οὐκ ἐκτὸς ἦν τῆς πόλεως. A. καί με πρὸς τὸν τάφον ἄγε τοῦ πατρός. I.
τόδε
: τὸ ἐκεῖ πορευθῆναί σε ὑπάρξῃ. Gu.
μητέρος δέ
: κατὰ κοινοῦ τοῦτο εἶπεν· συνθεωρεῖται γὰρ τὸ πρὸς τὴν μητέρα μῖσος, κἂν μὴ τοῦτο εἶπεν. A.
B.
M. τὸν μητρὸς
πολεμία γὰρ ἦν
: ἐπειδὴ ἐχθρὰ ὑπῆρχεν. I.
ἀλλ’ ἔπειγ’
: ἀλλ’ ἐπείγου, ἵνα μή σε πρότερον ἡ καταδίκη προλάβῃ, περιβαλὼν τοῖς ἐμοῖς πλευροῖς τὰ σὰ πλευρὰ, τὰ ὑπὸ τῆς νόσου ἀσθενῆ καὶ δυσκίνητα, ὅτι ἐγὼ διὰ μέσης τῆς πόλεως οὐδαμῶς τοῦ πλήθους ἐπιστρεφόμενος βαστάσω σε μηδὲν ἐντραπείς. ποῦ γὰρ ὑπάρχων δείξω σοι πιστὸν φίλον ἐμαυτὸν, εἰ μὴ βοηθήσω σοι τανῦν ἐν δειναῖς συμφοραῖς ὄντι καὶ χαλεπαῖς; I.
νωχελῆ
: ὑπὸ τῆς νόσου δυσκίνητα, μὴ δυνάμενα κινεῖσθαι καὶ ὀκέλλειν· ἔνθεν καὶ ὁ κέλης καὶ τὸ κελλώνιον. ἤτοι δυσκίνητα, μὴ δυνάμενα ὀκέλλειν. A.
B.
M. περιβαλὼν τοῖς ἐμοῖς πλευροῖς τὰ σὰ πλευρὰ τὰ ὑπὸ τῆς νόσου δυσκίνητα. Gr. ἀσθενῆ καὶ βραδεῖαν. Gu. δυσκίνητα, μὴ δυνάμενα ἐκ τῆς νόσου κέλλειν (Fl. σκέλει) καὶ τρέχειν (
σμικρά
: ἀντὶ τοῦ οὐδαμῶς. Gr.
εἴ σε μὴ δειναῖς
: ἀντὶ τοῦ μὴ ἐν δειναῖς. M.
τοῦτ’ ἐκεῖνο
: ἄριστον. B. ἦν ἄρα, φησὶ, καλῶς τοῦτο ἔκπαλαι δεδογμένον, τὸ μὴ μόνον τοὺς συγγενεῖς φίλους νομίζειν, ἀλλ’ εἰ καί τις βέβαιος τὴν διάθεσιν. A.
B.
M.
I.
τὸ συγγενές
: ἔχετε δηλονότι. οὐ γὰρ δύναται τὸ κτάσθαι ἀπὸ κοινοῦ καὶ ἐπὶ τῶν συγγενῶν λαμβάνεσθαι. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
τοῦτ’ ἐκεῖνο
: τουτέστιν, αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου τοῦ ᾀδομένου λόγου τοῦ κτᾶσθ’ ἑταίρους, καὶ τὸ ἑξῆς· ἰδοὺ γὰρ, ἐγὼ ὑπὸ μὲν τῶν συγγενῶν παρορῶμαι, ὑπὸ φίλου δὲ βοηθοῦμαι καὶ περιέπομαι.
κτᾶσθ’ ἑταίρους
: ἐπὶ τῶν ἔξωθεν προσγινομένων καὶ ὑπὸ ἐξουσίαν μὲν ὄντων τινὶ, ἢ ὥσπερ ὑπὸ ἐξουσίαν διὰ τὴν συμφωνίαν καὶ ὁμογνωμοσύνην, οὐχ ὥστε δὲ καὶ ἅπτεσθαι ἐξ ἀνάγκης αὐτοῦ καὶ ἐγγυτάτω εἶναι λέγεται τὸ κτῆμα καὶ τὸ κτᾶσθαι. συγγενεῖς δὲ, καθὸ λέγεται ἐνταῦθα τὸ συγγενὲς, ὥσπερ τινὰ μέλη εἰσί· φύσει γὰρ προσήκουσι καὶ οὐκ ἔξωθεν προσγίνονται. εἰ δὴ τοῦτο, οὐ δύναται τὸ κτᾶσθαι καὶ πρὸς τὸ συγγενὲς τείνειν, ἀλλ’ ἕτερον αὐτῷ δηλονότι δεῖ ῥῆμα συνυπακούειν ἀνάλογον. εἴη δ’ ἂν τὸ ἔχειν ἀνάλογον· τοῦτο γὰρ λέγεται μὲν καὶ ἐπὶ τῆς σημασίας τοῦ κτᾶσθαι καὶ ἐφ’ ἑτέρων, λέγεται δὲ καὶ ἐπὶ μερῶν, οἷον χειρὸς καὶ ποδός· λεγόμεθα γὰρ ἔχειν χεῖρα καὶ πόδα. κατὰ τοῦτο δὴ τὸ σημαινόμενον λέγοιτο ἄν τις καὶ συγγενεῖς ἔχειν κατὰ λόγον. Gu.
ὡς ἀνὴρ ὅστις τρόποισι
: ὅστις τρόπῳ καὶ διαθέσει συγκάμνει φίλῳ πολλῶν ἐστι συγγενῶν ἀμείνων πρὸς τὸ εἶναι φίλος. A.
B.
C.
M.
I. Ἄλλως. ὡς κρείσσων ἐστὶν ὁ ἀνὴρ ὁ θυραῖος καὶ ξένος ὢν, τοῖς τρόποις δὲ συντακεὶς, ἤγουν ὁμότροπος γενόμενος, κεκτῆσθαι ἤγουν κτηθῆναι φίλος ἀνδρί. κρείσσων δέ τινων μυρίων ὁμαιμόνων καὶ ἀδελφῶν, ἢ κοινῶς εἰπεῖν συγγενῶν. A.
ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ
: τὸ ὡς ἀντὶ τοῦ ὅτι. τὴ δὲ τρόποισι συντακῇ ἀντὶ τοῦ κατὰ τοὺς τρόπους συμφωνήσῃ, συμβιβασθῆ, δυσαποσπάστως συγκολληθῇ καὶ ἑνωθῇ κατὰ τὰ μέταλλα τὰ ὑπὸ πυρὸς ὁμοῦ τηκόμενα. Gu.
μυρίων κρείσσων
: μυρίων ἀδελφῶν κρείσσων ὁ φίλος ἐστὶν ἡδὺς ὁ ποταμὸς πιεῖν.
ὁ μέγας ὄλβος
: τὸ ἑξῆς, ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναντίον τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν, τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνειῷ. A.
M.
I. Ἄλλως. τὸ ἑξῆς, ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡς εἰ ἔλεγε, πρὸς τὴν κακοδαιμονίαν τὴν ἀρχαίαν ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυστύχησαν. τὸ δὲ πλῆρες μέγα φρονοῦσα ἡ ἀρετή. εἰδωλοποιεῖ γὰρ αὐτὴν, ἢ ὅτι τῶν ἐπειλημμένων αὐτῆς ἐπαίρει τὸ φρόνημα. δύναται δὲ καὶ μέγα φρονοῦσι τοῖς Ἀτρείδαις. A.
M. Ἄλλως. ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν, εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα, καὶ ὥσπερ εἰπεῖν, ἀπόρροιαν ἔχουσα, ἐκ τῆς παλαιᾶς ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς· ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ
πάλιν ἀνῆλθε
: πάλιν ἀντὶ τοῦ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἀνέδραμε καὶ κατέστη τοῖς Ἀτρείδαις. B.
M. εἰς τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἦλθε καὶ κατέστη τοῖς Ἀτρείδαις. A.
C. εὐτυχίαν δέ φησι τὴν κατὰ τὸ Ἴλιον καὶ νῦν δυστυχίαν τὴν πραττομένην. A.
C.
M. τὸ ἀνῆλθε δηλοῖ τὴν εἰς τοὐπίσω κίνησιν τῆς εὐτυχίας· τὸ δὲ πάλιν δευτέρας σχέσεώς ἐστι δηλωτικόν· οἱ Ἀτρεῖδαι γὰρ εὐτυχήσαντες πρὸς καιρὸν πάλιν δεδυστυχήκασιν διὰ τὴν παλαιὰν συμφορὰν τῶν δόμων. Cant.
πάλαι παλαιᾶς
: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς τοῦ
ἀπὸ συμφορᾶς δόμων
: ποίας δὲ συμφορᾶς λέγει, ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων. A.
ὁπότε χρυσέας
: ὁπότε ἦλθε τοῖς Τανταλίδαις, ἤγουν τοῖς ἀπογόνοις τοῦ Ταντάλου, ἡ ἔρις τῆς χρυσῆς ἀρνὸς, ἤγουν ὑπὲρ τῆς χρυσῆς ἀρνός. ἔρις γάρ τινος λέγεται καὶ ἣν ἐρίζει αὐτὸς πρός τινα, καὶ ἣν ἐρίζει τις πρὸς αὐτὸν, καὶ ἣν ἕτεροι ἐρίζουσι περὶ αὐτοῦ. Gr.
I.
χρυσέας ἔρις ἀρνός
: ἡ εὐθεῖα ὁ ἄρς τοῦ ἀρνός τῷ ἀρνί τὸν ἄρνα. ἢ οὕτως, ὁ ῥήν τοῦ ῥηνός καὶ τροπῇ τοῦ η εἰς α ῥανός καὶ ἐν ὑπερβιβασμῷ ἀρνός, ἡ δοτικὴ τῷ ἀρνί, ἡ αἰτιατικὴ τὸν ἄρνα. C. Πέλοπος Ἀτρεὺς καὶ Θυέστης ἦσαν υἱοί. Ἀτρεὺς δὲ τὸν ἀμφιμήτριον ἀδελφὸν αὐτῶν Χρύσιππον ἀγαπώμενον ἀμέτρως ὑπὸ τοῦ πατρὸς αὐτῶν φθονήσας εἰς φρέαρ ἀποπνίγει· ὃ μαθὼν Πέλοψ ἐξώρισεν αὐτόν. ὕστερον δὲ μετὰ θάνατον Πέλοπος ἐπανῆλθε, καὶ ἑκάτερος αὐτῶν τῆς βασιλείας ἀντεποιεῖτο, Ἀτρεὺς μὲν, ὡς πρῶτος ὢν κατὰ νόμους, Θυέστης δὲ, τοῖς νόμοις ἐναντιούμενος. συνέθεντο οὖν ὡς, εἴ τις
ἀρνός
: ἡ Ἀερόπη γυνὴ ἦν τοῦ Ἀτρέως, μήτηρ δὲ τοῦ Ἀγαμέμνονος καὶ Μενελάου. γεννᾶται δὲ ἐν τῷ ποιμνίῳ αὐτοῦ χρυσοῦς ἀρνὸς, καὶ περὶ βασιλείας μετὰ Θυέστου τοῦ ἀδελφοῦ αὐτοῦ ὁ Ἀτρεὺς ἀμφισβητῶν, καὶ δι’ ἔργων ἔχων δείξειν λέγειν τίνι προσήκει τὸ βασιλεύειν, ― καὶ γὰρ ἤλπιζεν εἰς τὸν χρυσοῦν ἄρνα· ― ἡ Ἀερόπη μοιχευθεῖσα παρὰ τοῦ Θυέστου τοῦ ἀνδραδέλφου αὐτῆς κλέπτει τὸν ἄρνα, καὶ τῷ Θυέστῃ δίδωσι τοῦτον. διὸ καὶ διαλαμβάνεται παρὰ τοῦ χοροῦ, καὶ κακίζει τὸ γινόμενον. Καὶ ἄλλως. Ὅμηρός φησιν Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ.
Fl. 33.
Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατο ποτὲ ὅτι ἂν κάλλιστον ἀρνίον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῆναι καὶ τοῦτο Ἀρτέμιδι
Ἱστορία. Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων τῆς Πελοποννήσου ηὔξατο ποτὲ ὅτι, ἐὰν κάλλιστον ἀρνίον γεννηθῇ ἐν τῷ ποιμνίῳ, τῇ Ἀρτέμιδι θυσιάσαι τοῦτο. εὐθὺς δὲ ἐγενήθη ἐν τῷ ποιμνίῳ χρυσοῦς ἀρνὸς, καὶ διὰ τὸ ἐπέραστον ἠμέλησε τῆς εὐχῆς. ὁ δὲ Ζεὺς τὸν Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα, ὅπως ποιήσῃ τὴν ὑπόσχεσιν καὶ τὴν βασιλείαν Θυέστου κληρονομήσῃ. καὶ ποιήσας οὕτω τὴν βασιλείαν Θυέστου τοῦ ἀδελφοῦ ἐκληρονόμησε. βασιλεύσας δὲ ἔτεκε τὸν Ἀγαμέμνονα καὶ Μενέλαον. μέλλων δέ ποτε τελευτᾶν Ἀτρεὺς τὴν βασιλείαν Θυέστῃ καταλιμπάνει, ὅπως ἀνδρωθέντι Ἀγαμέμνονι ἐπιδώσει αὐτῷ τὴν βασιλείαν. ἔχοντες γὰρ, ὥς φασί τινες, οἱ Ἀτρεῖδαι τὸ χρυσοῦν ἐκεῖνο δέρος τοῦ χρυσομάλλου ἀρνίου, ὡς πατρικόν τι καὶ ἐξαίρετον σημεῖον ἐπιφέροντες, καὶ διὰ τὸ ψευσθῆναι εἰς τὴν θεὸν καὶ οὐ τελεῖν τὴν θυσίαν, ἀνέφερον πολλὰς συμφορὰς καὶ χαλεπὰς καὶ οἱ υἱοὶ καὶ οἱ ἔκγονοι. Fl. 33.
ὅθεν
: ἀφ’ οὗ. Gr. ἀπ’ ἐκείνου τοῦ καιροῦ. Gu. τὸ ὅθεν ἢ ἀπ’ ἐκείνου τοῦ καιροῦ ὡς ἐντὸς, ἢ ἀπὸ ταύτης τῆς αἰτίας, τῆς βρώσεως τῶν τέκνων. Gu.
δι’ αἵματος
: συγγενείας, φόνου. Gu.
τὸ καλὸν οὐ καλόν
: τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος, ὅτι ἐπ’ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι. ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ Ἀτρέως ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν δέ φησι τὸ σῶμα τῶν γονέων (λέγει δὲ τὴν Κλυταιμνήστραν) ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην. A.
M. καὶ τὸ νομιζόμενον καλὸν οὐ καλόν ἐστι. λέγει δὲ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων· τὸ δέ γε τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον· μέλλουσα
πυριγενεῖ
: ἀπηνεῖ καὶ θρασείᾳ καὶ ἀνημέρῳ, ὡς ἂν ἐκ πυρὸς γεγενημένῃ· ἢ τὸ ξίφει, ἐπεὶ ὑπὸ πυρὸς παλαμᾶται. B.
M.
I. δραστηρίᾳ. Gr. θρασείᾳ, φονικῇ, ἀπηνεῖ, ἀνημέρῳ. Gu. λῃστρικῇ, θερμικῇ. Fl. 33.
τέμνειν
: λέγω τὸ διατεμεῖν. Gu.
μελάνδετον δέ
: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγκωπον, ἢ μέλαν ὑπὸ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. οὕτω καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται. B.
M.
I. ὑπὸ τοῦ αἵματος μελαινόμενον. M.
μελάνδευτον
: μέλανι αἵματι ὑγρὸν, ἤγουν ᾑμαγμένον. Gr. βεβαμμένον ἐς μελάνδετον σάκος,
ἤτοι τὸ διὰ σιδήρου δεδεμένον. Gu.
Bar.
τὸ δ’ αὖ κακουργεῖν
: γρ. τὸ δ’ αὖ κακοῦργον. A. τὸ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια· ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου, καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ καθολική ἐστι γνώμη. τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι, τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν. ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ ξίφος ᾑμαγμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι, σύμβολον τοῦ δικαίως πεφονευκέναι. A.
B.
M.
I.
τὸ δ’ αὖ κακουργεῖν
: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν. A.
B.
M.
I. Ἄλλως. ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ φησιν, ἐπειδὴ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα. B.
M.
I.
ἰάχησε
: ἐβόησεν. I.
τιμῶν χάριν
: τίνων χάριν γράφειν δεῖ, καὶ μὴ τιμῶν· τοῦτο μὲν γὰρ μακρὸν ἔχει τὸ ι, ἐκεῖνο δὲ βραχύ. καὶ μὴ ἐσαιεί, ἀλλ’ εἰσαιεί· οὕτω γὰρ ἔχει τὰ κῶλα οἰκείως πρὸς τὰ τῆς στροφῆς. Bar.
οἷον ἔργον τελέσας
: οἷον ἔργον ὁ δυστυχὴς Ὀρέστης διαπραξάμενος διὰ τὸν φόνον καὶ περιδινούμενος τὰς τῶν ὀφθαλμῶν ὄψεις ὁ τοῦ βασιλέως Ἀγαμέμνονος παῖς. A.
C.
M. φεῦ τῆς δυστυχίας. M. οἷον ὁ δυστυχὴς Ὀρέστης καταπραξάμενος τὸ τῆς μητροκτονίας ἄγρευμα γεγένηται ταῖς Ἐρινύσι, συλληφθεὶς ὑπ’ αὐτῶν διὰ τὸν τῆς μητρὸς φόνον. B.
I. δινεύων δὲ βλεφάροις ἀντὶ τοῦ περιδινούμενος τοὺς ὀφθαλμοὺς (τοιοῦτοι γὰρ οἱ μανιώδεις) καὶ πανταχοῦ περιστρέφων αὐτοὺς, ὅ ἐστι τεταραγμένους ἔχων τοὺς ὀφθαλμούς. τὸ δὲ ἑξῆς, Εὐμενίσι δρομάσι. δρομάσι δὲ τοῖς εὐκινήτοις. A.
B.
I. οἷον ἔργον τελέσας ὁ παῖς τοῦ Ἀγαμέμνονος τετάρακται ὑπὸ μανιῶν, Εὐμενίδων ἄγρευμα διὰ τὸν φόνον γενόμενος, εὐκινήτοις ὀφθαλμοῖς περισκοπούμενος. Gr.
δινεύων
: περισκοπούμενος. Gr.
I. περιδινούμενος, συστρέφων ἑαυτόν. Gu. εἰώθασι γὰρ οἱ μαινόμενοι συστρέφειν τοὺς ὀφθαλμούς· ταραττομένων δὲ τούτων ἀνάγκη καὶ τούτους στρέφεσθαι. Gu. δινούμενος τοὺς ὀφθαλμοὺς, ὡς οἱ μαινόμενοι. Fl. 10.
βλεφάροις
: ὄμμασι. Gu.
ὦ μέλεος
: ὡς ἄρα ἦσθα τὴν φύσιν ὠμὸς, ἡνίκα ἡ μὲν ὠδι νήσασα προὔτεινέ σοι τὸν μαστὸν ὑπὸ τῶν χρυσοϋφῶν ἱματίων, γαλακτοτροφίας ὑπομιμνήσκουσα καὶ τὸν ἔλεον διὰ τούτου θηρωμένη,
ἥκιστα
: οὐδαμῶς μαινόμενος, σωφρονῶν δὲ ἀπῆλθε πρὸς τὸν Ἀργεῖον λαὸν, δώσων ἀγῶνα τὸν προκείμενον περὶ τῆς ζωῆς, ἐν ᾧ ἀγῶνι ἀπόκειται ἢ ζῆν ἢ θανεῖν ὑμᾶς. I.
τὸν προκείμενον
: τὸν ἐνιστάμενον. Gu.
οἴμοι
: φεῦ, τί πρᾶγμα πεποίηκε; τίς δὲ κατέπεισεν αὐτόν; ὁ Πυλάδης. φαίνεται δὲ ὅδε ὁ ἄγγελος οὐ μακρὰν ὤν εἰπεῖν τὰ ἀπὸ
τὰ κεῖθεν
: τὰ ἀπ’ ἐκεῖ, τὰ ἀπὸ τῶν Ἀργείων. βαρεῖαν χρὴ τιθέναι εἰς τὸ τά, ἵνα ᾖ βραχὺ τὸ α, καὶ ἀπόστροφον δηλοῦσαν ὡς ἔκθλιψις γέγονε τοῦ ε· ἐν ἄλλοις γὰρ γίνεται κρᾶσις καὶ ἔστι τὸ τά μακρὸν, οἷον τἀμά, ἐνταῦθα δὲ οὔ. Bar.
ὦ τλῆμον
: ταῦτα τοῦ ἀγγέλου τοῦ ἀκροασαμένου τῆς βουλῆς καὶ σκέψεως τῆς κατὰ Ὀρέστου τυρευθείσης. διηγεῖται δὲ τῇ Ἠλέκτρα οὐχ ὡς ἀγνοούσῃ, ἀλλ’ ὡς τὴν περὶ Ὀρέστου καὶ αὐτὸς ἐνδεικνύμενος ὑπόθεσιν. ἠγαπᾶτο γὰρ παρ’ αὐτῷ οὐκ ἔλαττον τῶν λοιπῶν, καὶ μετ’ ἐπιτάσεως διηγεῖται τὴν ὄψιν καὶ μετ’ ἐκπλήξεως καὶ ὀδύνης. C. ὦ ἀθλία θύγατερ τοῦ Ἀγαμέμνονος, σεβασμία Ἠλέκτρα, ἄκουσον λόγους δυστυχεῖς, οὕς σοι φέρων ἐλήλυθα. I. σεβασμία. Gr.
ψήφῳ Πελασγῶν
: ἐκυρώθη τῇ ψήφῳ τῶν Ἀργείων τὸν σὸν ἀδελφὸν ἀποθανεῖν καὶ σὲ, ὦ τάλαινα, κατὰ τήνδε τὴν ἡμέραν. I.
ψήφω
: τῇ κρίσει, τῇ ἐκκλησία. Gu.
οἴμοι
: προσῆλθεν ἐλπὶς, ἣν ἐκ μακροῦ φοβουμένη διὰ τὸ μέλλον ἐφθειρόμην καὶ διερρεόμην ὑπὸ τῶν γόων. τίς δὲ ἀγὼν καὶ τίνες λόγοι ἐν τοῖς Ἀργείοις κατεδίκασαν ἡμᾶς ἀποθανεῖν; εἰπὲ, ὦ πρεσβύτερε, πότερα διὰ λιθοβολούσης χειρὸς, ἢ διὰ ξίφους τὴν ψυχὴν ἀποβαλεῖν ἀπόκειταί μοι, κοινὰς συμφορὰς ταῖς τοῦ ἀδελφοῦ κεκτημένῃ. I.
προσῆλθεν
: εἰς πέρας ἐξέβη. Gr.
Ἐτύγχανον μὲν βαίνων, ἀντὶ τοῦ ἔβαινον, ἀγρόθεν, ἀπὸ τῶν ἀγρῶν, ἔσω τῶν πυλῶν τῆς πόλεως δηλονότι, χρήζων μαθεῖν καὶ τὰ περὶ σοῦ καὶ τὰ περὶ τοῦ Ὀρέστου· εἶχον γάρ ποτε ἀγάπην τῷ σῷ πατρὶ, καὶ ἔτρεφέ με ὁ σὸς δόμος, πένητα μὲν, ἀναγκαῖον δὲ τοῖς φίλοις εἰς τὸ χρῆσθαι ἐμοὶ δηλονότι. ὁρῷ δὲ ὄχλον στείχοντα, ἤτοι πλῆθος λαοῦ βαδίζον, καὶ καθίζοντα κατὰ τὸ ἀκρωτήριον (v. 872.), ὅπου φασὶ κατ’ ἀρχὰς τὸν Δαναὸν διδόντα δίκας τῷ Αἰγύπτῳ ἀθροῖσαι τὸν λαὸν εἰς κοινὰς ἕδρας, ἤτοι εἰς συνέδριον. ἰδὼν δὲ τὴν συναγωγὴν τοῦ λαοῦ ἠρώτησά τινα τῶν πολιτῶν τί καινὸν καὶ νέον γέγονε τῷ Ἄργει δηλονότι. ἆρα ἄγγελμά τι παρὰ τῶν πολεμίων ἐλθὸν διήγειρε τὴν πόλιν τῶν Δαναϊδῶν; ὁ δὲ εἶπεν, οὐχ ὁρᾶς ἐκεῖνον τὸν Ὀρέστην πλησίον τοῦ ἀθροίσματος ἐρχόμενον, μέλλοντα δραμεῖσθαι ἀγῶνα τὸν θανάσιμον, ἤτοι τὸν θάνατον ἐπάγοντα. ὁρῶ δὲ φάσμα ἀνέλπιστον, ὃ μήποτε ὤφελον ἰδεῖν, λέγω τὸν Πυλάδην
ἐτύγχανον μὲν βαίνων ἐξ ἀγροῦ ἐντὸς τῶν πυλῶν, χρήζων ἀκοῦσαι τὰ περὶ σοῦ καὶ τὰ περὶ Ὀρέστου· ἀεί ποτε γὰρ εὐνοϊκῶς διεκείμην πρὸς τὸν πατέρα σου, καί μ’ ἔτρεφεν ὁ σὸς οἶκος πένητα μὲν, εὐγενῆ δὲ πρὸς τὸ χρῆσθαι τοῖς φίλοις, ἢ γενναῖον ὑπάρχοντα τοῖς φίλοις εἰς τὸ χρῆσθαι αὐτοὺς ἐμοὶ, ὅμοιον τῷ ἡδὺς ὁ ποταμὸς πιεῖν.
I.
ἔφερβε
: ἔτρεφε. M.
οὗ φασι πρῶτον Δαναόν
: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος, παῖδας δὲ, ὡς μὲν Ἡσίοδος, ἐποίησε πεντήκοντα, ὡς δὲ ἐγὼ λέγω, οὐδὲ εἰσί.
καὶ Διονύσιος ὁ κυκλογράφος τὰ παραπλήσια τούτῳ φησί. Φρύνικος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες λίθοις ἀπέκτειναν.
καὶ τὸν τάφον αὐτοῦ δεικνύουσιν ἔτι καὶ νῦν ὑπεράνω τοῦ καλουμένου πρωνὸς, χῶμα παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν. τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων ὕπο.
A.
B.
M.
I.
οὗ φασι Δαναόν
: ἐν κρίσει ἀπολογίας τοῦ φόνου τῶν υἱέων. μετὰ θάνατον τῶν υἱέων ἧκεν εἰς Ἄργος Αἴγυπτος τιμωρησόμενος Δαναόν. καὶ ὃς μαθὼν ἐξῆλθε μετὰ τῶν Ἀργείων εἰς μάχην. ἀλλὰ Λυγγεὺς ὁ υἱὸς Αἰγύπτου ὁ μόνος ἀποφυγὼν τὸν θάνατον πείθει λόγοις τόν τε πατέρα Αἴγυπτον καὶ Δαναὸν θεῖον καταλῦσαι τὴν μάχην καὶ εἰς κρίσιν ἐλθεῖν. καθιστῶσιν οὖν δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων ἀρίστους. γέγονε δὲ ἡ δίκη παρὰ τὴν ἀκρόπολιν, ἔνθα καὶ πρῶτον Ἴναχος κατελθὼν ἐξ ὄρους μετά τινων ἀνδρῶν ᾤκισε τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἡλιαία καλεῖται, ἐν ᾧ Ἀργεῖοι ἐποίουν τὰς δίκας. Gu. τὴν Ἡλιαίαν φησί. M.
ἀθροῖσαι
: συναγαγεῖν. Fl. 6.
ἄθροισμα
: τὴν συναγωγήν. Gu.
μῶν τι πολεμίων πάρα
: ἆρα παρὰ πολεμίων τινῶν ἄγγελμα παραγενόμενον ἀνήγειρε τὴν πόλιν; B.
ἄγγελμα
: μήνυμα. Gu.
θανάσιμον
: θάνατον ἐπάγοντα. Gr.
συνεπόρθει
: συγκατέστρεφε. Fl. 6.
διχόμυθα
: τὸ ἑξῆς ἀντὶ τοῦ διχόγνωμα, τοῖς κρατοῦσιν ἄλλοτε ἄλλα προσχαριζόμενος. τὸ δὲ διχόμυθα ἐξηγεῖται διὰ τοῦ καλοῖς κακοὺς λόγους ἑλίσσων. B.
C.
M.
I.
διχόμυθα
: δίγνωμα, ἀμφιρεπῆ, διπλοῦς λόγους. Gu.
ἀνήρ
: Κλεοφῶν. Gu.
ἀθυρόγλωσσος
: ἀκρατόστομος, ὁ Κλεοφῶν. I. ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι· πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τὸ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος
εἰς τοῦτον βλέπει. θέλει δὲ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρ’ ὅσον Θρᾷξ ἦν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν, ἐπὶ βάρβαρον ἑζομένη πέταλον.
A.
B.
M.
I.
ἀθυρόγλωσσος
: ἀκρατόστομος. Gr. πολυλόγος, λάλος. Gu. οὗτοι γὰρ διὰ τὸ πάνθ’ ἃ νοήσειαν ἐκφέρειν τῇ γλώττῃ θύραν οὐ δοκοῦσιν ἐν τοῖς στόμασιν ἔχειν. Gu.
Bar.
θράσει
: τῇ ἀναισχυντίᾳ. Gu.
Ἀργεῖος οὐκ Ἀργεῖος
: Ἀργεῖος μὲν ὡς ἐν Ἄργει γεννηθεὶς καὶ τραφεὶς, οὐκ Ἀργεῖος δὲ ὡς τῶν πατέρων αὐτῷ ἐκ Θράκης ὄντων. Gu.
Bar.
οὐκ Ἀργεῖος
: οὐ γνήσιος οὗτος ὁ Κλέων ἦν· τῷ Ἄργει γὰρ καταλεγόμενος Θρᾲξ ἦν τὸ ἀνέκαθεν. Fl. 6.
πείθῃ
: ἡ γὰρ τῶν λόγων αὐτοῦ ἡδονὴ εἰς πικρίαν καταντᾷ· ἓν γὰρ μόνον θηρᾶται, ὅπως κολακεύσῃ τὸ πλῆθος καὶ ἀποδεκτὸς αὐτῷ γίνηται, τοῦ δὲ λυσιτελοῦντος αὐτῷ οὐ φροντίζει. Gu.
βουλεύουσι
: συμβουλεύουσι. Gr.
θεᾶσθαι δ’ ὧδε
: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους, τοὺς καὶ χρησιμεύειν μέλλοντας· ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δῆμου προϊσταμένῳ. τιμωμένῳ γὰρ εἶπε τῷ προϊσταμένῳ. A.
B.
C.
M.
I.
θεᾶσθαι
: ἐνταῦθα δὲ, ἤγουν ἐν τοῖς τοιούτοις, χρὴ τὸν προστάτην τῆς πόλεως ἰδόντα, τουτέστιν ἐγνωκότα, θεᾶσθαι, ἀντὶ τοῦ σκέπτεσθαι, ἀκριβῶς σκοπεῖν. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. τὸ θεᾶσθαι δ’ ὧδε τοῦτο λέγει, ἀντὶ τοῦ σκοπεῖν οὕτω, ποῖός τις καθ’ ἡδονὴν λέγει, καὶ ποῖος οὔ, καὶ τῷ μὲν πείθεσθαι, τὸν δὲ καθ’ ἡδονὴν λέγοντα μισεῖν, ὡς κακῶν ἐσύστερον αἴτιον. οἱ δὲ λέγοντες τὸ θεᾶσθαι καὶ τὸ ἰδόντα ἐκ παραλλήλου, ὥσπερ τὸ ἐτύγχανεν ὤν, οὐ καλῶς λέγουσιν. ἔχει γὰρ οὕτω· χρὴ δὲ τὸν προστάτην καὶ ἰδόντα καὶ γνόντα καὶ ἀκούσαντα τούτους θεᾶσθαι καὶ σκοπεῖν ὧδε, ὡς ἔφαμεν. Gu.
θεᾶσθαι
: σκέπτεσθαι, ἀκριβῶς σκοπεῖν, ἐρευνᾶν. Gu.
ὧδε
: ἐνταῦθα, ἤγουν ἐν τοῖς τοιούτοις. οὕτως. Gu.
τὸν προστάτην
: τῆς πόλεως, τὸν δικαστὴν τῶν λόγων, τὸν ἄρχοντα. Gu.
ἰδόντα
: ἐγνωκότα, γνόντα καὶ ἀκούσαντα τούτους. Gu.
ὅμοιον γάρ
: τὴν αὐτὴν κακίαν ἔχει ὅ τε τὰ μὴ καλὰ δημηγορῶν καὶ ὁ κυρῶν αὐτὰ, ἢ τὸν αὐτὸν ἐπαινῶν ὁ τὰ καλὰ δημηγορῶν καὶ ὁ κυρῶν αὐτά. Fl. 6.
ὑπὸ δ’ ἔτεινε
: ὑπέβαλλε δὲ αὐτῷ ὁ Τυνδάρεως τοιούτους λόγους λέγειν, ὑμᾶς φονευθῆναι, ἢ οὕτως, ὑποβάλλων ὁ Τυνδάρεως τοῖς καθ’ ὑμῶν ποιουμένοις τὸν λόγον, ὑπέτεινε καὶ εἰς ταυτὸ ἦν τῷ ὑμᾶς λέγοντι φονεύεσθαι. τὸ σφώ δὲ ἀντὶ τοῦ τῷ λέγοντι τοὺς δύο φονευθῆναι. τὸ δὲ κατακτείναντι οἷον ἐπὶ τοῖς λόγοις οἷς ἔλεγεν. A.
B.
M.
I. ἤγουν τοιούτους λόγους εἶπεν ὁ Κλεοφῶν εἰς τὸ μέσον καθ’ ὑμῶν οἵους ἐνόησεν ὅτι ἀρέσκουσι τῷ Τυνδάρεῳ. C.
οὐκ εὐωπός
: οὐκ εὔοπτος, τουτέστιν οὐκ εὐειδής. B.
εὔμορφος
: γρ. οὐκ εὔοπτος. M. κατὰ μὲν τὴν ἔξω ἐμφέρει καὶ ἐμφαίνει ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν. A. οὐκ εὐειδὴς, οὐκ εὔμορφος. I.
ἀνδρεῖος δ’ ἀνήρ
: γενναῖος. I. ἀνδρεῖος τῇ ψυχῇ. ἀνδρεία γὰρ ἐπὶ ψυχῆς, ῥώμη δὲ ἐπὶ σώματος. τὸ δὲ ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον
ἀντὶ τοῦ ἐκκλησίας οὐ περιερχόμενος, οὐδὲ πλησιάζων. αὐτουργὸς δέ ἐστιν ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν. σώζουσι δὲ γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται. καὶ τὸ χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀντὶ τοῦ
αὐτουργός
: οἰκείαις χερσὶν ἐργαζόμενος. Gr.
Cant. χει ροτέχνης, ἢ γεωργὸς δι’ ἑαυτὸν ἐργαζόμενος. Gu.
οἵπερ
: οἱ αὐτουργοί. M.
ὁμόσε τοῖς λόγοις
: ὁμοῦ. M. συντρέχειν ὁμοῦ ταῖς βουλαῖς ταῖς ἡμετέραις. C. ὀρθὰ κατὰ τοὺς λόγους. Gr.
Florr. iidem. τοῖς αὐτοῦ ἢ τοῖς τῶν ἄλλων, εἰ κακοί εἰσιν. Gu. τοῖς λόγοις ἢ τοῖς τῶν ἄλλων, οὕτω· θέλων χωρεῖν ὁμόσε τοῖς τῶν ἄλλων λόγοις, ἤγουν ἐλέγχειν αὐτοὺς, ἐὰν ὦσιν ἄδικοι· ἢ τοῖς ἑαυτοῦ, οὕτω· θέλων χωρεῖν ἐν τοῖς οἰκείοις λόγοις ὁμόσε τοῖς ἄλλοις, ἤγουν παρρησιάζεσθαι διὰ τῶν οἰκείων λόγων πρὸς τοὺς τὰ ἄδικα λέγοντας. Gu.
ἀνεπίπληκτον
: ἀνεπίληπτον· ἀναμάρτητον, ἀδιάφθορον, ἀβλαβῆ, οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι, ἀνεπιτίμητον, ὃν οὐδεὶς διὰ τὸ σῶφρον ὕβρισεν. A.
B.
M.
ἀνεπίληπτον
: γράφεται ἀνεπίπληκτον, ἤγουν ἀνεπιτίμητον, οὐκ ἄξιον ἐπιπλήξεως καὶ ὕβρεως. Gu.
τὸν Ἀγαμέμνονος
: βίαιον ἀπὸ τοῦ ἐναντίου. Fl. 33.
μήθ’ ὁπλίζεσθαι χέρα
: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνον κατὰ τοῦ ἀνδρὸς ἀνῄρει, καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς. τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν, ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν. A.
B.
M.
I. Ἄλλως. ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα ὅσον ἧκεν ἐφ’ ἑαυτῇ καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσεν, φημὶ δὴ τὸ ὁπλίζεσθαι κατὰ ἀλλοδαπῆς διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι. A.
M.
μήθ’ ὁπλίζεσθαι
: καθὰ λέγεται τὸ ἀρνοῦμαι τὸ μὴ λαβεῖν ἀντὶ τοῦ ἀρνούμενος λέγω ― εἰ γὰρ μὴ ἦν ἀντὶ τούτου, ἐδήλου ἂν ὁ λόγος τὸ ὁμολογῶ λαβεῖν, ὅπερ ἡ συνήθεια οὐ βούλεται ― οὕτω κἀνταῦθα τὸ ἀφῄρει μὴ ὁπλίζεσθαι ἀντὶ τοῦ ἀφαιροῦσα καθίστα. ἐπεὶ γὰρ τὸ μή ἀφαίρεσιν δηλοῖ καὶ ἄρνησιν καὶ τὰ τοιαῦτα, ἔστιν ὅτε μέλλοντες οἱ τοὺς λόγους συντιθέντες μετὰ τοῦτο λόγον ἐπάγειν προλαμβάνοντες τὸ ἀρνοῦμαι τιθέασιν, ἢ τὸ ἀφῄρει ἤ τι τοιοῦτον, ὥσπερ προαναφωνοῦντες τὴν αὐτοῦ δύναμιν. Gu. μήτε μετὰ ὅπλων κινεῖν τὴν χεῖρά τινα ἐκλιπόντα τὰ δώματα, μήτε στρατεύειν ἐκλιπόντα τὰ δώματα. Gr.
Fl. 6.
21.
56.
59.
76.
ἐκλιπόντα δώματα
: κατ’ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ γυναικὸς ἀναιρεῖσθαι. Fl. 10.
εἰ τἄνδον οἰκουρήματα
: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον, τὰς γυναῖκας τὰς οἰκουρούσας διαφθείροιεν καὶ τὰ ἑξῆς. B.
M.
I.
τἄνδον
: τῶν οἴκων. Gu.
ἀνδρῶν
: τῶν ἐν τοῖς πολέμοις ἐκστρατευόντων. Gu.
γῆν Ἰνάχου
: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος, καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε, καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Πηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἀπία, ἀπὸ δὲ Εὐρώπης Νιόβη, Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια· Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας ἐγένοντο Τριόπας καὶ Μεσσήνη· Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ Ξάνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε, πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων, καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ καὶ Λευκάνης Ἰὼ ἐγένετο, Ἰοῦς δὲ Ἔπαφος, Ἐπάφου δὲ Λιβύη καὶ Τηλέγονος,
γῆν Ἰνάχου
: Ἴναχος αὐτόχθων, πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς, τρίτος Δαναὸς ὁ Βήλου. A.
B.
M.
I. Ἴναχος ποταμὸς Ἄργους· ἀπὸ τούτου δὲ καὶ τὸ Ἄργος Ἰνάχιον. εἴληφε δὲ τοὔνομα τοῦτο ὁ ποταμὸς ἀπὸ Ἰνάχου τινὸς πρώτου συνοικίσαντος Ἄργος. λέγεται γὰρ μετὰ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Δευκαλίωνος, ὄντων ἀνθρώπων ἐν ὄρεσι, παραλαβὼν οὗτος ἄνδρας τινὰς καὶ εἰς τὸ νῦν καλούμενον Ἄργος ἐλθὼν κατοικῆσαι, εὑρὼν ἅπαντα τὸν τόπον τοῦτον πλήρη ὕδατος καὶ καθάρας. ἐποίησε δὲ καί τινα πηγὴν ἐνταῦθα ἀναδοθῆναι, ἀφ’ ἧς ὁ ποταμὸς ἐγεγόνει ἐπώνυμος τοῦ οἰκιστοῦ. Πελασγοὺς δὲ τοὺς Ἀργείους καλοῦσιν ἀπὸ Πελασγοῦ τινος, μετὰ τὸν Ἴναχον πρώτου βασιλεύσαντος. ὕστερον δὲ καὶ Ἀργεῖοι ἐκλήθησαν ἀπὸ Ἄργου. Gu.
οὐ φθάνοιτ’ ἄν
: οὐκ ἀρκεσθήσεσθε πρὸς τὸν γυναικῶν φόνον. Ἁλλως. οὐ φθάνοιτε ἀποθνήσκοντες τῷ ἰδίῳ μόρῳ. B.
M.
I. φθάνω τὸ προλαμβάνω καὶ τὸ καταλαμβάνω, καθὸ λέγεται, οὐκ ἂν φθάνοις εἰς τὸ δικαστήριον ἰὼν καὶ διδοὺς δίκην, ἤγουν οὐκ ἂν ἀρκοίης, οὐκ ἂν καταλαμβάνοις, τουτέστι τοσοῦτόν σε ἕλξουσι συντόμως, ὡς μὴ δύνασθαί σε καταλαμβάνειν τοὺς ἕλκοντας, ἀφ’ οὗ κατὰ μεταφορὰν ἐνταῦθα τὸ οὐκέτ’ ἂν φθάνοιτε θνήσκοντες, τουτέστιν οὐκ ἂν ἀρκοίητε πρὸς τὴν τοῦ θανάτου συντομίαν. οὕτως ὑμᾶς ἕλξει δηλονότι μετὰ ταχυτῆτος. Gr.
I. τουτέστιν οὐ προλάβητε ἀλλήλους τῷ θανάτῳ, ὁ μὲν πρόσθεν, ὁ δ’ ἔπειτα θνήσκων, ἀλλ’ ὁμοῦ πάντες οἰχήσεσθε. ἐδήλωσε δὲ ἐνταῦθα τὴν ὑπερβολὴν τοῦ κακοῦ, ὃ γένοιτ’ ἂν, εἰ γυναιξὶν ὁ τῶν ἀνδρῶν φόνος ἀνεύθυνος ἔσται. Gu.
ὁ νόμος ἀνεῖται
: ὅταν γάρ τι τῶν δεόντων παρίδωσιν οἱ τὸ ἄρχειν λέγοντες κέρδει κατειλημμένοι ἢ ἄλλῳ τινὶ πάθει, τότε ὁ νόμος ἀνεῖται, ἤγουν ἐνδίδοται καὶ πλατύνεται καὶ εἰς αὔξησιν ἔρχεται, πρὸς τὰ κακὰ δηλονότι, ὅτι εὐρυνθεὶς καὶ τὴν αὔξησιν λαβών. A. rec. ἐνδέδεται· ὑμεῖς γὰρ φονευθήσεσθε, οὐ φονεύσετε, καὶ ὑποταγεί ητε οὐχ ὑποτάξοιτε. B.
M.
I.
οὐ σπάνις γενήσεται
: οὐ λείψει, οὐδὲ παύσεται, οὐδὲ πέρας ἕξει ὁ θάνατος ἡμῶν. ἐξαπλοῦται γὰρ καὶ πλατύνεται ὁ νόμος κατὰ τῶν ἀνδρῶν οὗτος. τοῦτο γὰρ σημαίνει τὸ ἀνεῖται. B.
I.
τῆς γε τόλμης
: τῆς θρασύτητος ταύτης τοῦ φονεύειν τὰς γυναῖκας τοὺς ἄνδρας. Gu.
ὁ κακός
: εἴωθε γάρ πως ἐν τοῖς συλλόγοις ὁ τῶν κακῶν κρατεῖν ὅμιλος, ἀμέλει καὶ τῶν πόλεων αἱ πλείους τούτῳ τῷ τρόπῳ ἁλίσκονται τοὺς τιμίους παρ’ οὐδὲν τιθέμεναι, τοὺς δὲ ἀτίμους καὶ ἀγοραίους
ἐν πλήθει
: χαριζόμενος. Gu.
αὐτόχειρι
: αὐτουργῷ, αὐτοχειρίᾳ. (διὰ τῶν οἰκείων χειρῶν
πορεύει
: κομίζει. (φέρει, ἄγει ἐνταῦθα
σὺν δ’ ὁμαρτοῦσιν
: συνακολουθοῦσι. Gu.
εὐτρίπιζε
: ἑτοίμαzε. Gu.
δέρῃ
: τῷ λαιμῷ Gr.
Florr. iidem. τραχήλῳ. Gu.
οὐδέν σ’ ἐπωφέλησεν
: γρ. οὐδέν σε ὠφέλησεν. M.
καθίζων
: ὁ ἱστὰς, ὁ καθήμενος. Gu.
ὦ δυστάλαινα παρθέν’
: ὦ παρθένε παναθλία, λίαν ὑπάρχεις ἄλαλος, βαλοῦσα τὸ σὸν πρόσωπον σκυθρωπὸν εἰς τὴν γῆν, ὡς μέλλουσα δραμεῖσθαι εἰς στεναγμοὺς καὶ γόους. I.
ὦ Πελασγία, γῇ δηλονότι, ἀρχὴν ποιοῦμαι στεναγμῶν, τιθεῖσα καὶ ποιοῦσα διὰ τῶν παρειῶν, ἤτοι διὰ τοῦ αὐτὰς σπαράσσειν, τὸν λευκὸν ὄνυχα αἱματηρὸν, τιθεῖσα, κατὰ κοινοῦ, ἄτην καὶ βλάβην, κτύπον τε κρατὸς καὶ κεφαλῆς· ὃν κτύπον δηλονότι ἐκληρώσατο
λευκὸν ὄνυχα
: ἀδολεσχία. Gu.
κτύπον
: τιθεῖσα καὶ κτύπον τε (
ὅν ἔλαχ
ε: ἐπειδὴ τὸ θρηνεῖν καὶ σπαράττειν τὸ πρόσωπον καὶ τύπτειν τὴν κεφαλὴν ἐπὶ τοῖς νεκροῖς ποιεῖν εἰώθαμεν ἄνθρωποι. μυθεύονται δὲ τὴν Περσεφόνην Ἅιδου βασιλεύειν σὺν Πλούτωνι· διὰ τοῦτο τὸ ἣν ἔλαχε λέγει. Gu.
νερτέρων καλλίπαις θεά
: Περσέφασσα καλεῖται ἡ κόρη. ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις; ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις καὶ καλὴ παῖς, αὕτη οὖσα ἡ κόρη. οὕτω καὶ βέλτίον·
ἰαχείτω δὲ γᾶ Κυκλωπία
: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι, ἢ αὐτὴ ἡ ἔφορος θεὰ τῆς πόλεως. A.
M. ἡ τῶν Μυκηναίων γῇ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος. ... οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον. Α. τὸ ἑξῆς, θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων ἡ ἀπὸ τοῦ Κύκλωπος γῆ, ἤτοι αἱ Μυκῆναι, ἢ τὸ Ἄργος. I.
Κυκλωπία
: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι.
τῶν Ἀτρειδῶν πήματ’
: διὰ τὰ πήματα τῶν Ἀτρειδῶν ἐλεεινοὶ, φησὶ, καὶ οἰκτροὶ τὴν τύχην ἡμεῖς οἱ μέλλοντες θανεῖσθαι ὅσον οὐδέπω κληθησόμεθα, παῖδες ὄντες τῶν ἐν Ἑλλάδι ποτὲ διαπρεψάντων κατὰ τὴν βασιλείαν. A.
B.
C.
M.
I.
Τὸ Ἀτρειδῶν πρὸς τὸ στρατηλατῶν Ἑλλάδος ποτ’ ὄντων σύναπτε, τὸ δὲ ἔλεος ἔλεος ὅδ’ ἔρχεται τῶν θανουμένων ὑπερ
διὰ μέσου λάμβανε. ἢ σύναπτε τὸ θανουμένων πρὸς τὸ στρατηλατῶν, οὐχ ὅτι Ὀρέστης καὶ Ἠλέκτρα, οἱ μέλλοντες ἀποθανεῖσθαι, στρατηλάται ἦσαν καὶ τῆς Ἑλλάδος, ἀλλ’ ὅτι ἡ τοῦ πατρὸς αὐτῶν τιμὴ αὐτῶν ἐστι. κρεῖττον δέ ἐστι τὸ πρῶτον. Gu. μὴ λάβῃς εἰς τὸ πήματα ἔξωθεν διά, ἀλλ’ ἔστι πρὸς τὸ ἰαχείτω. Gu.
ζηλωτός ποτ’ οἶκος
: καὶ ὁ οἶκος ὁ πάλαι ποτ’ εὐδαίμων διὰ τὰ εὐτυχήματα ζηλωτὸς ὢν καὶ ζηλούμενος βέβηκεν. A.
M. καὶ ὁ φαρέτραι μὲν οὖν χρυσόπαστοι καὶ χρυσαῖ, καὶ τὰ ἐν αὐταῖς βέλη, γυμνὴ τούτων ἡ ἀγέλη
Gr.
I. οὕτω χρὴ γράφειν καὶ τὰ παρόντα κῶλα, ἵν’ εἴη πρὸς τὰ μέτρα ὀρθά. οὕτω δὲ χρὴ, καὶ ὁ οἷκος ὁ πάλαι διὰ εὐδαιμονίας ζηλωτὸς ὢν βέβηκε καὶ οἴχεται. καὶ τὸν ἄλλον στίχον πολύστονά τε δὴ καὶ πολύπονα,
ἵν’ εἴη ἴαμβος, ὡς ὁ τῆς στροφῆς· ἐλλιπὴς γὰρ ἦν. διὸ καὶ διωρθώθη παρ’ ἡμῶν, καὶ οἶμαι ὡς καλῶς. I.
φθόνος νιν εἷλε
: ὀργὴ αὐτὸν κατέλαβε, καὶ ἡ ἐχθρὰ φονικὴ καταδίκη τῶν πολιτῶν. I.
νιν
: αὐτὸν, τὸν οἶκον, ἢ τὴν γένναν. Gu.
εἷλε
: κατέβαλε, καθεῖλε. Gu.
ἰὼ ἰώ
: ὦ πλήθη τῶν ἀνθρώπων πολυστένακτα, βλέπετε πῶς ἡ τύχη ἔρχεται παρὰ προσδοκίαν. ἕτερα δὲ πήματα ἑτέροις πήμασιν ἀμείβεται, καὶ κατὰ διαδοχὴν ἔρχεται ἐν τῷ μακρῷ χρόνῳ· πᾶσα δὲ ἡ ζωὴ τῶν ἀνθρώπων ἀστάθμητος καὶ ἄτακτος. I.
πολύπονα
: πολυπαθῆ καὶ πολυσύμφορα. Gu.
ἐν χρόνῳ μακρῷ
: διηνεκῶς. Fl. 21.
βροτῶν δ’ ὁ πᾶς
: ὁ βίος δὲ τῶν ἀνθρώπων ἀβέβαιος, ἄνισος, ἄστατος· ἄλλοι γὰρ ἄλλας ἔχουσι τύχας. B.
M.
I.
μόλοιμι
: ἀπέλθοιμι εἰς πέτραν τὴν τεταμένην ἐν αἰωρήμασιν, ἤτοι τὴν αἰωρουμένην καὶ κρεμαμένην, μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς, λέγω τὴν βῶλον τὴν ἁλύσεσι χρυσείαις, ἤτοι δι’ ἁλύσεων χρυσῶν, φερομένην ἐν συστροφαῖς ἐκ τοῦ οὐρανοῦ, ὅπως θρηνητικῶς διηγήσομαι τῷ γέροντι τῷ Ταντάλῳ, ὃς ἔτεκε τοὺς ἀρχηγοὺς τῶν δόμων ἐμοῦ, ἤτοι τὸν Πέλοπα καὶ τοὺς ἐξ αὐτοῦ, οἳ κατεῖδον ἄτας, ὅτε κατὰ τὸν ταχύτατον δρόμον τῶν ἵππων, τὸν γινόμενον τῇ διὰ τεσσάρων ἵππων κινήσει, ὁ Πέλοψ ἀπὸ τοῦ δίφρου ἐποίησε τὸν φόνον τοῦ Μυρτίλου, κατὰ τοῦ πελάγους δικὼν αὐτὸν εἰς τὸ κῦμα τοῦ πόντου, ἁρματεύσας, ἤγουν δραμὼν πρὸς ταῖς ἠϊόσι τῶν ποντίων σάλων ταῖς τοῦ Γεραιστοῦ ταῖς λευκοκύμοσιν· ἀφ’ ἧς αἰτίας ἦλθε τοῖς ἐμοῖς δόμοις ἀρὰ πολλῶν στεναγμῶν αἰτία, ὁπότε ἐγένετο ἐν τοῖς ποιμνίοις τοῦ Ἀτρέως τοῦ ἱπποτρόφου τὸ τέρας τὸ ὀλέθριον τοῦ υἱοῦ τῆς Μαίας, ἤγουν τοῦ Ἑρμοῦ, τουτέστιν ὃ ἐποίησεν ὁ Ἑρμῆς, τὸ λόχευμα λέγω τὸ χρυσόμαλλον τοῦ ἀρνὸς, ἀντὶ τοῦ ὁ τόκος τοῦ ἀρνὸς τοῦ χρυσομάλλου. ἀφ’ ἧς αἰτίας ἡ ἔρις καὶ τὸ ταχινὸν ἅρμα τοῦ ἡλίου μετεποίησε προσαρμόσασα, ἀντὶ τοῦ μεθαρμόσασα καὶ μεταλλάξασα τὴν ὁδὸν, ἤγουν τὴν πορείαν, τοῦ οὐρανοῦ, τὴν πρὸς ἑσπέραν, ἤγουν τὴν πρὸς τὸ ἑσπέριον μέρος, εἰς μονόπωλον ἠῶ, ἤτοι εἰς ἡμέραν ἑνὸς δρόμου ἵππων, τουτέστιν εἰς ἡμέραν μίαν, καὶ τὸν δρόμον τῆς ἑπταπόρου Πλειάδος, ἤτοι τῆς ἑπτὰ πορείας ποιούσης (ἑπτὰ γὰρ ἀστέρες ἐστὶν ἡ Πλειὰς καὶ ὁ εἷς ἀμυδρὸς) μεταβάλλει, ἀντὶ τοῦ μετέβαλεν, ὁ Ζεὺς εἰς ὁδὸν ἄλλην, ἤγουν ἐκ δύσεως πρὸς ἀνατολήν.
μόλοιμι τὰν οὐρανοῦ
: εἴθ’ ἀπέλθοιμι εἰς τὴν πέτραν τὴν αἰωρουμένην μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς, τὴν βῶλον λέγω τὴν δι’ ἁλύσεων χρυσῶν φερομένην ἐν στροφαῖς ἐξ Ὀλύμπου, ἤγουν ἐκ τοῦ οὐρανοῦ. Gr. μόλοιμι καὶ ἀνέλθοιμι εἰς τὴν πέτραν τὴν μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς τεταμένην ἐν αἰωρήμασι καὶ ἐν κρεμάσμασιν ἐν ἀλύσεσι χρυσέαισι φερομένην καὶ κινουμένην ἐν δίναισι καὶ συστροφαῖς, βῶλον καὶ λίθον ἐξ Ὀλύμπου, ἵνα ἀνὰ τῷ γέροντι πατρὶ Ταντάλῳ βοήσω ἐν θρήνοις ἤτοι κλαήσω, ὃς ἔτεκε τοὺς γεννήτορας ἐμέθεν καὶ ἐμοῦ, ἤτοι τὸν Πέλοπα καὶ τοὺς ἐξ αὐτοῦ, οἵτινες τὸ δίωγμα καὶ τὸν δρόμον τῶν πώλων καὶ τῶν ἵππων τοῦ Οἰνομάου ἢ τοῦ Πέλοπος τὸ πτηνὸν καὶ τὸ ταχὺ ἐν τεθριπποβάμονι στόλῳ καὶ πορείᾳ κατεῖδον καὶ ἐθεάσαντο ἄτας καὶ συμφορὰς τῶν οἰκείων δόμων, ἤγουν οἷστισιν ἡ πρὸς Οἰνόμαον διφρεία Πέλοπος μεγάλων συμφορῶν γεγένηται, ὅτε ὁ Πέλοψ ἐν τοῖς πελάγεσι διεδίφρευσε καὶ ἐκ δίφρου ἔρριψε τὸν φόνον τοῦ Μυρτίλου δικὼν καὶ ῥίψας εἰς τὸ οἶδμα καὶ τὸ κῦμα τοῦ πόντου πρὸς ταῖς Γεραιστίαις πέτραις ταῖς λευκοκύμοσι καὶ ταῖς διὰ τῶν κυμάτων λευκαῖς γινομέναις, ἁρματεύσας καὶ ἐκ τοῦ ἄρματος ῥίψας ἐν ταῖς ἠϊόσι καὶ αἰγιαλοῖς τῶν ποντίων σάλων. ὅθεν, ἤγουν ἀπὸ τῆς ῥίψεως ταύτης, τὸ λόχευμα καὶ τὸ γέννημα τοῦ τόκου καὶ τοῦ υἱοῦ τῆς Μαιάδος, ἤτοι ὁ Μυρτίλος ὁ Ἑρμοῦ παῖς, ἦλθεν ἀρὰ πολύστονος τοῖς ἐμοῖς δόμοις, ὁπότε τὸ χρυσόμαλλον ὀλοὸν καὶ ὀλέθριον τέρας τῆς ἀρνὸς ἐγένετο ἐν τοῖς ποιμνίοις τοῦ Ἀτρέως τοῦ ἱπποβότα, τουτέστιν ὁπότε ἡ χρυσόμαλλος ὄϊς ἐδόθη
μόλοιμι τὰν οὐρανοῦ
: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον, τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς, καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος, εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στρεφομένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα, ἀπωδυράμην τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον. οὕτω γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον τὸ αὐτὸ εἴρηκεν. ἀλλ’ ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ, διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεὶ, Ἀναξαγόρα πειθόμενος μύδρον αὐτὸν εἶναι λέγοντι. τινὲς δὲ κυρίως ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταν τάλου. ὑφιστᾷ δὲ ὁ Εὐριπίδης ἐν τούτῳ τὴν Ἠλέκτραν εὐχομένην, ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς ἀπογόνοις αὐτοῦ. ὅμοιον τούτῳ τὸ ἐν Πειρίθῳ σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα.
οὐδὲ γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπὼν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου. A.
B.
M.
I. Ἄλλως. διὰ τούτων παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι
Ἄλλως. εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν ... εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ συστροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι... ὅς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβης πολλὰ ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης ... νοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ. . . . .. ομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν. ...τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπησεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτὸν τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάσσης, ἤτοι ἁρματεύσας ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς, τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφροὺς, εἰς τὸν Ἡριδανὸν ποταμὸν κρει... A.
ἁλύσεσι χρυσέαισι
: τὸ ἀλύσεσι χρυσέαις ἑρμηνεία ἐστὶ τοῦ αἰωρήμασι. Gu.
ἐν θρήνοισιν
: τουτέστι μετὰ θρήνων. M.
Fl. 21. θρηνητικῶς διηγήσομαι, μεγάλως βοήσω, ἤτοι κλαύσω. Gu.
ἀμβοάσω
: τὰ συμβάντα. B.
οἳ κατεῖδον ἄτας
: οἵτινες, φησὶν, οἱ ἐμοὶ προπάτορες (λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα) αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὐτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν. τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέμεθα, ὅτι Πέλοψ ὁ Ταντάλου, τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου, καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων, ἀπωθήσατο αὐτὸν κατ’ ἐκείνου τοῦ τόπου τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο τῆς Εὐβοίας τὴν ἐπωνυμίαν εἴληφεν. A.
B.
M. ἀρχὴ τῆς ἄτης ἡ ἱπποδρομία Πέλοπος ἡ γενομένη διὰ τοῦ πελάγους. πτηνὸν δὲ ἀντὶ τοῦ ἱππικὸν, ἐν ᾧ τὸν Μυρτίλον. A.
M.
πτανόν
: μὴ λάβῃς εἰς τὸ πτανόν ἔξωθεν τὸ διά, ἀλλ’ ὥσπερ ἔφαμεν ἐν τῇ παραφράσει, οὕτω σύνταξον. ἢ πρὸς τὸ βοήσω, οὕτω· ἀνὰ τῷ γέροντι πατρὶ Ταντάλῳ βοήσω ἐν θρήνοις, ἤτοι μετὰ θρήνων διηγήσομαι τὸ πτανὸν δίωγμα, καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ ὃς ἔτεκε
μέχρι ἄτας
διὰ μέσου. Gu. ἀντὶ τοῦ ἱππικὸν ἢ ταχύ. M. λείπει τὸ ἀνύσας. B.
Πέλοψ ὅτε
: προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν Μυρτίλον. (ἔνθεν καὶ Μυρτῷον ἀπὸ Μυρτίλου τὸ πρὸς Εὔβοιαν κέκληται.) μηνίσαντα γὰρ Ἑρμῆν τὸν τούτου πατέρα ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἥ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε. τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδοκήσας καὶ αὐτὸς ὁμοίως ὑπ’ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείποι ὅτι αὐτὸς ἐνίκησε, καὶ οὐ Πέλοψ. οἱ δὲ, ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλαβόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε, ζηλοτυπήσας εἰς Ἱπποδάμειαν. A.
B.
I. ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος. A.
Πέλοψ ὅτε
: Οἰνόμαος προέθηκε τῆς Ἱπποδαμείας, τῆς αὐτοῦ θυγατρὸς, γάμον τῷ κατὰ τὴν ἱππικὴν αὐτὸν νικῆσαι δυνησομένῳ. ἰδοῦσα δὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠγάπησε, καὶ μελλόντων ἀγω νίζεσθαι Πέλοπος καὶ Οἰνομάου ὁ Μυρτίλος, ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου, ἐξ ὑποθήκης Ἱπποδαμείας ἐξέβαλεν ἀπὸ τῶν τροχῶν τοῦ τεθρίππου τοὺς σιδηρέους δεσμοὺς, καὶ οὕτως ἡττήθη ὁ Οἰνόμαος. εἶτα συναπῆρε μετὰ τοῦ Πέλοπος ἡ Ἱπποδάμεια, καὶ ὁ Μυρτίλος οὗτος διαβληθεὶς παρὰ τῆς Ἱπποδαμείας, ὡς ἐρῶν αὐτῆς, ἢ δεδιότος Πέλοπος μὴ καὶ αὐτὸν τὰ ὅμοια δράσῃ τῷ πενθερῷ, ἢ μὴ ἐξείπῃ ὁ μέγας ὄλβος.
Gu.
διεδίφρευσε
: ἀντὶ τοῦ ἐξεδίφρευσεν, ἐξέρριψε τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι. B.
M.
I. τὸ διεδίφρευσεν ἐν πελάγεσι, καὶ τὸ δικὼν εἰς οἶδμα, καὶ τὸ ᾐόσιν ἁρματεύσας ταυτὸ σημαίνουσι. διαδιφρεύω δὲ κυρίως τὸ δίφρον ἐλαύνω. Gu.
ὁ Οἰνόμαος ἐβασίλευσιν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κύλαν. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ, ἢ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου ἢ Αἰτωλοῦ θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο, ἢ τῷ Μυρτίλῳ φησι συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων, θεὶς πέλας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν, εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῃρεῖτο. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ, γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται, ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν, ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ πεπλήρωνταί ὁπότε χρυσέας ἔρις ἀρνός
C.
λευκοκύμοσι
: τοῖς λευκοῖς κύμασιν, ἐπειδὴ προσρηγνύμενα τῷ ἀκρωτηρίῳ ἀφρώδη γίνεται. A.
B.
M.
Gu.
I. αἷς προσκρουόμενα τὰ κύματα ἀφρὸν ἐμποιεῖ, ὃς ἐξ ἀνάγκης ἐστὶ λευκός. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. ταῖς λευκαῖς διὰ τῶν κυμάτων. Gu. τὰ κύματα γὰρ προσπεπηγμένα τῷ ἄκρῳ ἀφρίζει. Fl. 10.
Γεραιστίαις
: Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας. I.
ὅθεν
: τουτέστι διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον συμφορὰ κατέλαβε τοὺς οἴκους, τὴν ἀρχὴν λαβοῦσα, ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον. λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος Ἑρμῆς ὑπέβαλεν.
λόχευμα
: ὅτε ἐγένετο ποιμνίοις τέρας ὀλοὸν Ἀτρέως ἱπποβότα, λόχευμα ἀρνὸς χρυσομάλλου Μαιάδος τόκου. I.
λόχευμα ποιμνίοισι
: τὸ ἑξῆς, λόχευμα χρυσόμαλλον ἀρνὸς, ὅ ἐστι περιφραστικῶς ὁ ἀρνός. B.
M.
I. ἀκολουθεῖν δοκεῖ τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος φησί. Φερεκύδης δὲ οὐ καθ’ Ἑρμοῦ μῆνίν φησι τὴν ἄρνα ὑποβληθῆναι, ἀλλ’ Ἀρτέμιδος. ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα προσαγαγόντα τὸ ποίμνιον τῷ Ἀτρεῖ Ἀντ. . . . καλεῖ. A.
B.
I.
τὸ χρυσόμαλλον
: Ἑρμοῦ φησι τὰ ποίμνια, καθότι ἀποδίδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι. Ἄλλως. ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε, συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὖν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν, ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ, ὡς ἂν φιλόσοφος, ἀπέδειξεν αὐτοὺς ἀσεβοῦντας, εἰ
Ἄλλως. τὸ χρυσόμαλλον ἀρνός
: καὶ τοῦτο πάντως ἐκτιθέμεθα οὕτως· φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλ’ ὕστερον πάλιν ὁ Ἀτρεὺς, φιλονεικίᾳ τῇ πρὸς τοῦτον, προσελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον, καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν οὐ λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ Ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλλησι τὸν ἥλιον τὴν ἐναντίαν πορευόμενον καὶ τὴν Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολάς. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ· φησὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ ἥλιον ἀπεστροφέναι μὲν πρὸς τὴν δύσιν τὸ πρόσωπον. νῦν δὲ διὰ τὴν τοῦ Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι, ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειάδας εἴληπται· τὰ μὲν γὰρ ἄλλα ζώδια πρώτην
τὸ χρυσόμαλλον
: δέον χρυσομάλλου εἰπεῖν πρὸς τὸ ἀρνὸς, χρυσόμαλλον εἶπε πρὸς τὸ τέρας. Gu.
ὅθεν ἔρις
: ὅθεν, ἤγουν ἀπὸ τῆς ἀρνὸς, ἔρις καὶ φιλονεικία ὑπῆρξεν Ἀτρεῖ καὶ Θυέστῃ. τότε εἰς μονόπωλον ἀῶ, ἤγουν ἐς μίαν ἡμέραν μετέβαλεν ὁ Ζεὺς τὴν πρὸς ἕσπερον κέλευθον τοῦ οὐρανοῦ, προσαρμόσας τὸ πτερωτὸν καὶ ταχὺ ἅρμα τοῦ ἡλίου εἰς ὁδὸν ἄλλην, καὶ μεταβάλλει τὸ δρόμημα τῆς ἑπταπόρου Πλειάδος εἰς ὁδὸν ἄλλην, τουτέστι τὸν ἥλιον καὶ τὰς ἑπτὰ Πλειάδας, ἐξ ἀνατολῶν ἐς δύσιν ἀνατέλλοντας, ἐκ δύσεως εἰς ἀνατολὴν ἀνατεταλκέναι πεποίηκε, δεικνὺς τὴν τῶν γινομένων παρανομίαν τῇ τούτων μετατροπῇ. καὶ ἐκ τῶνδε ἀμείβει καὶ ἐκ διαδοχῆς ἐπιφέρει καὶ τὰ ἐπώνυμα δεῖπνα τοῦ Θυέστου καὶ τὰ λέκτρα τῆς Κρήσσης Ἀερόπης τῆς δολίας ἐν δολίοις γάμοις, ἀμείβει θανάτους θυνάτων, τουτέστιν ἀπὸ τούτων τῶν πραγμάτων καὶ ἀπ’ ἐκείνου τοῦ καιροῦ συμφοραὶ καὶ θάνατοι οὐ λείπουσιν· ὧν αἴτια τό τε φαγεῖν τὸν Θυέστην τοὺς αὐτοῦ παῖδας παρὰ Ἀτρέως σφαγέντας καὶ προτεθέντας εἰς δεῖπνον, καὶ τὸ τὴν Ἀτρέως γυναῖκα Ἀερόπην τῷ Θυέστῃ μοιχεύεσθαι. εἰ μὴ γὰρ ἐκεῖνα συνέβη, οὐδὲ ταῦτ’ ἐγεγόνει. τὰ πανύστατα δὲ τῶν οἴκων ἦλθεν εἰς ἐμὲ καὶ εἰς τὸν ἐμὸν πατέρα σὺν πολυπόνοις ἀνάγκαις, τουτέστι τὰ ὕστερον δυστυχήματα ὁ ἐμὸς πατὴρ καὶ ἐγὼ δεδυστυχήκαμεν. Gu. γρ. τὸ τέτρωρον. M. γρ. τό τε πτερωτόν. B.
μονόπωλον ἐς ἀῶ
: Εὐριπίδης μὲν ἐν ἵππῳ ἐποχεῖσθαι
μονόπωλον ἐς ἀῶ
: εἰς ἡμέραν ἑνὸς δρόμου ἵππων, τουτέστιν εἰς ἡμέραν μίαν. Gr. ἑνὶ πώλῳ τῷ Πηγάσῳ ἐποχουμένην. ἰστέον ὅτι ὁ Πήγασος πτερωτὸς ἦν κατὰ Λυκόφρονα Ἠὼς μὲν κραιπνοῖς περποτᾶτο Πηγάσου πτεροῖς.
ἢ μονόπωλον ἀντὶ τοῦ μίαν ἐκληπτέον, ἵν’ ἡ τὸ μονόπωλον ἀντὶ τοῦ μονόκυκλον. ἢ μονόπωλον λέγει τὴν ἑνὶ πώλῳ ὀχουμένην τῷ Πηγάσῳ. ἐκ δὲ τοῦ εἰπεῖν ἡμέραν μίαν ἐδήλωσεν. ἰστέον δὲ ὅτι καὶ παρά τισιν ἐποχεῖσθαι δίφρῳ αὐτὴν λέγεται. Gu.
ἑπταπόρου
: ἐξ ἑπτὰ γὰρ ἀστέρων ἡ Πλειὰς. B.
M.
I. ἑπτὰ πορείας ποιούσης· ἑπτὰ γὰρ ἀστέρες εἰσὶν ἡ Πλειάς. Gu.
δραμήματα
: τὸν ἥλιον καὶ τὴν ἑπτάπορον Πλειάδα. M.
Ζεὺς μεταβάλλει
: ἤτοι διὰ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς (διὰ γὰρ τοῦτον κατέσχεν) ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα, ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγίνοντο. A.
M. Ἄλλως.
Ζεὺς μεταβάλλει
: ἤτοι διὰ τῆς χάριτος ἣν παρέσχεν ὁ Ζεύς. A.
τῶνδέ τ’ ἀμείβει
: ἀπὸ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, ἀπὸ τοῦ Ἀτρέως καὶ τοῦ Θυέστου, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος, καὶ τὰ δεῖπνα τῶν τέκνων τοῦ Θυέστου. ἐπώνυμα δὲ αὐτὰ εἶπεν, παρετυμολογῶν τὸν Θυέστην παρὰ
Θυέστου
: τὰ γὰρ παιδία αὐτοῦ ὁ Θυέστης ἔφαγε. B.
τὰ πανύστατα
: τὰ ἔσχατα δὲ κακὰ εἰς ἐμὲ καὶ τὸν ἐμὸν πατέρα ἦλθεν ἐν ταῖς πολυπόνοις ἀνάγκαις τῶν δόμων. Gr.
Fl. 6.
9.
17.
21.
56. 76.
τὰ πανύστατα
: ὕστερα δυστυχήματα, ἔσχατα κακά. Gu.
πολυπόνοις ἀνάγκαις
: λείπει ἡ σύν, σὺν πολυπόνοις, ἀνάγκαις. B.
M.
I. καὶ πολλὴν λύπην ἐχούσαις. Fl. 59.
ἀνάγκαις
: καὶ βίαις καὶ εὐναστείαις (
καὶ μήν
: καὶ μὴν ὁ σὸς ἀδελφὸς οὗτος ἔρχεται κατακριθεὶς τῇ ψήφῳ τοῦ θανάτου, τουτέστι καταδικασθεὶς ἀποθανεῖν, ὁ πιστότατός τε πάντων Πυλάδης, ἔρχεται δηλονότι, λέγω ὁ ἰσάδελφος ἀνὴρ, κυβερνῶν τὸ νενοσηκὸς σῶμα τοῦ Ὀρέστου, παράσειρος καὶ συνεζευγμένος ἐν ποδὶ κηδοσύνῳ, ἤτοι ἐν πορείᾳ κηδεμονικῇ. I.
ποδὶ κηδοσύνῳ παράσειρος
: τῷ ποδὶ τῷ συγγενικῷ παράσειρος καὶ συνεζευγμένος, τουτέστι πορευόμενος μετὰ κηδεμονίας. A.
M. τῇ κηδοσύνῃ συνεζευγμένος, καὶ τὸ νοσερὸν κῶλον τοῦ Ὀρέστου ἰθύνων. κῶλα δὲ κυρίως λέγει τὰς ἁρμονίας τῶν μελῶν. B.
I.
κηδοσύνῳ
: φροντιστικῷ, συγγενικῷ. Gu.
παράσειρος
: συνδεδεμένος, μετ’ αὐτοῦ πορευόμενος. παράσειρος κυρίως ὁ ὀπίσω τοῦ ἅρματος ἑπόμενος ἵππος. Gu.
οἴ ’γώ
: ἰαμβικοί. Gu. φεῦ, ἀθλία εἰμὶ ἐγώ· ὁρῶσα γάρ σε, ὦ ἀδελφὲ, πρὸ τοῦ τύμβου, ἤτοι ἔμπροσθεν τοῦ τύμβου, ἢ πρὸ τοῦ τύμβου, ἀντὶ τοῦ πρὸ τοῦ τυχεῖν σε τάφον, καὶ πρότερον τῆς νερτέρου πυρᾶς, ἤτοι τῆς πρὸς τοὺς νερτέρους πεμπούσης πυρκαϊᾶς, ἀναστένω. οἴ ἐγὼ λίαν πάλιν, λίαν ἐξέπεσον τῶν φρενῶν, ἰδοῦσα τοῖς ὄμμασι σὲ θέαν τελευταίαν. I.
πρὸ τύμβου
: τουτέστι πρὸ τοῦ τυχεῖν σε τάφου βλέπουσά σε οὕτως ἀθλίως ἔχοντα καὶ μέλλοντα θανεῖσθαι στένω. ἢ τὸ πρὸ τύμβου ἀντὶ τοῦ ἔμπροσθεν καὶ ἐγγὺς τοῦ τύμβου. Gu.
οἴ ’γώ
: πρὸ τύμβου γὰρ ὁρῶ σε πλησιάζοντα καὶ ἐγγὺς ὄντα τῷ τάφῳ ἢ τῷ θανάτῳ. ὁρᾷ δὲ τὸν Ὀρέστην πλησίον τοῦ τάφου τοῦ πατρὸς καὶ θρηνεῖ τὸ καὶ κατ’ αὐτὸν ὅσον οὐδέπω ἐκεῖ καθήσεται. A.
M. πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου καὶ τοῦ θανάτου ὁρῶσα στενάζω. ἢ οὕτως, πρὶν ἐν τῷ τάφῳ καὶ ἐν τῇ πυρᾷ σε θεάσομαι, θρηνῶ. B.
I.
οὐ σῖγ’ ἀφεῖσα
: οὐ μετὰ σιγῆς καταλείψασα τοὺς γυναικείους λόγους ὑπομενεῖς τὰ κυρωθέντα; ἐλεεινὰ μὲν ταῦτα, ἀλλ’ ὅμως ἀνάγκη ἐστὶν ἡμᾶς ὑπομένειν τὰς παρούσας δυστυχίας. I.
γυναικείους λόγους
: γρ. γόους. M.
ὅμως
: λείπει τὸ δεῖ φέρειν. τινὲς δὲ γράφουσιν οἰκτρὰ μὲν, ἀλλ’ ὅμως φέρε. M.
τὰς παρεστώσας
: τὰς ἐνισταμένας ἡμῖν. Gu.
καὶ πῶς
: καὶ πῶς σιωπήσω, ἐπεὶ οὐκέτι μέτεστιν ἡμῖν τοῖς ἀθλιοις βλέπειν τόδε τὸ φῶς τοῦ ἡλίου, ἐπεὶ τὸ φῶς τοῦ ἡλίου ὁρᾶν οὐ μέτεστιν ἡμῖν τοῖς ταλαιπώροις. I.
ὑπ’ Ἀργείας χερός
: ὑπὸ τῆς τῶν Ἀργείων δυναστείας. Gr.
Florr. iidem.
τὰ παρόντα
: τὰς παρούσας λύπας. Gr. ἤγουν τὸ κλάειν καὶ θορυβεῖν. Gu.
Florr. iidem.
ζῆν ἐχρῆν σε
: τότε ἐχρῆν σε ζῆν, ὅτε οὐδαμῶς εἶ
μὴ πρὸς θεῶν
: μὴ ἐνυβρίσῃς σὺ τῷ Ἀγαμέμνονος γόνῳ. M.
εἰς δάκρυα
: θηλύνουσι γὰρ ταῦτα. Gu.
δεῖ δ’ ἢ βρόχους
: χρεὼν δ’ ἐστὶν ἢ σχοινία καὶ ἀγχόνην ἀνάπτειν καὶ κρεμᾶν μετέωρον, ἢ ξίφος ἀκονᾶν χερὶ, ἤγουν διὰ χειρός. I.
σύ νύν μ’, ἀδελφέ
: σύ μου. φησὶν, αὐτόχειρ γενοῦ, ἵνα μή τίς με τῶν ἐχθρῶν ἀνελὼν ὕβριν ταύτην προστρίψῃ καὶ ἐπιτωθάσῃ σε τὸν Ἀγαμέμνονος γόνον· ἢ οὕτως, ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέμνονος γόνον. γράφεται καὶ δόμον· οὕτω γὰρ καὶ Καλλίστρατός
ὕβρισμα θέμενος
: ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέμνονος γόνον. A.
C. ὑβρίσας. Gu.
Fl. 6.
9.
17.
21.
56.
59.
76. ἀτιμήσας. Fl. 6. ἀτιμίαν. Gu.
θέμενος
: ποιούμενος. Fl. 6.
ἅλις τὸ μητρός
: ἀρκούντως ἔχει ὁ φόνος τῆς μητρὸς, ὃν ἐφονεύθη δηλονότι ὑπ’ ἐμοῦ. ἀλλὰ αὐτοχειρὶ θνῆσκε, ἢ ὅτῳ τρόπῳ βούλει. Gr.
I.
ἅλις τὸ μητρὸς αἷμ’ ἔχω
: τὸ ἔχω μετὰ ἐπιρρήματος συγκείμενον, εἰ μὲν γενικῇ συντάσσεται, τὸ ἐπίρρημα ἔχει τὴν δύναμιν, οἷον οὕτως ἔχω γνώμης, καὶ καλῶς ἔχω τῶν πραγμάτων. εἰ δὲ αἰτιατικῇ, τὸ ἔχω, οἷον ἅλις τὸ μητρὸς αἷμ’ ἔχω,
καὶ εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα.
Gu.
βεβῶσιν
: πλήσιον βεβηκόσιν, ἐλθοῦσιν, ἑστῶσιν. Gu.
ὦ φίλτατ’
: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα. ποῖον ὄνομα; τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφὸν (ὅ ἐστι καλούμενος ἀδελφός)· ὁ γὰρ ἀδελφοῦ ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο. A.
B.
M. ὦ ὁ ἔχων ὄνομα τῆς σῆς ἀδελφῆς, ἤγουν τὸ τοῦ ἀδελφοῦ, ποθεινὸν, ἐμοὶ δηλονότι, καὶ ἥδιστον, καὶ ψυχὴν μίαν, ἤγουν τὴν αὐτὴν αὐτῇ δηλονότι, τουτέστι τῇ ψυχῇ αὐτῆς. Gr.
Cant.
Fl. 21. ἀδελφῆς δ’ ὄνομα ἔχειν ἔφη τὸν Ὀρέστην, ἤγουν αὐτὸ τὸ εἶναι ἀδελφὸν αὐτῆς· ἡ γὰρ τῆς ἀδελφότητος κλῆσις πρὸς ἀλλήλους ἀντιστρέφει. Fl. 21.
τῆς σῆς ἀδελφῆς
: ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται. M. τὸ τῆς σῆς ἀδελφῆς πρὸς τὸ ποθεινόν ἐστιν, οὐ πρὸς τὸ ὄνομα· οὐ γὰρ μόνον ποθεινός εἰμι τούτῳ λέγομεν, ἀλλὰ καὶ ποθεινός εἰμι τούτου, οὕτω· ὦ Ὀρέστα, ὁ ἔχων ὄνομα ποθεινὸν τῆς σῆς ἀδελφῆς, ἤγουν ὁ ποθούμενος ὑπ’ αὐτῆς. ἐρεῖ δὲ καὶ προϊὼν ὅμοιον, ὦ ποθεινὸν ὄνομ’ ὁμιλίας ἐμῆς.
ἢ τὸ ὄνομα πρὸς τὴν Ἠλέκτραν νοητέον. Gu.
ἔκ τοί με τήξεις
: ἐκτήξεις με ὑπὸ τῶν σῶν δακρύων· καὶ αὐτὸς περιβαλεῖν σε βούλομαι. διὰ τί γὰρ ἀποτουνῦν αἰδοῦμαι τάλας; ὦ στέρνα ἀδελφῆς, ὦ σὺ ἣν προσφιλῶς προσπτύσσομαι ἐγὼ, τάδε τὰ προσφθέγματα πάρεισι τοῖς ταλαιπώροις ἀντὶ παίδων καὶ λέχους γαμικοῦ. Cant.
ταυτόν
: τὸ αὐτὸ, ἤγουν ἕν. Gr.
Florr. iidem
εἰ θέμις
: εἰ δυνατόν. Gr.
κέδρου τεχνάσματα
: τουτέστι κέδρινον κατασκεύασμα. Gu. τὰ ἐκ κέδρου κατασκευάσματα. I. ἐκ γὰρ κεδρίνου ξύλου εἰώθασι τὰς θήκας κατασκευάζειν. A.
B.
C.
M.
Gu.
I. λέγει δὲ ἡ Ἠλέκτρα, πῶς ἂν ἡμᾶς τὸ αὐτὸ ξίφος φονεύσειε καὶ ἀμφοτέρους ἓν μνῆμα δέξαιτο; καὶ τὸ μὲν ἄμφω φονευθῆναι ὑφ’ ἑνὸς ξίφους δυνατόν· σφαγέντος γὰρ πρῶτον τοῦ Ὀρέστου, ἔλαβεν ἂν Ἠλέκτρα τὸ ξίφος καὶ ἑαυτὴν διεχρήσατο· τὸ δὲ μετασχεῖν ἑνὸς τάφου, ἄπορον ἦν τοῦτο· ζῶντος γὰρ ἐδεῖτο τὸ ἔργον. ὅτι δὲ τοῦτο οὕτως ἔχει ἐδήλωσεν Ὀρέστης πρὸς ἓν μόνον ἀποκρινάμενος τὸ περὶ τοῦ τάφου· ὁρᾷς δὲ δὴ φίλων ὡς ἐσπανίσμεθ’, ὥστε κοινωνεῖν τάφου. Gu.
Bar.
ἥδιστ’ ἄν
: εὐφραντικώτατα εἴη ἂν ταῦτα, εἰ οὕτω γένοιτο. ὁρᾷς δὲ δὴ νῦν ὅτι ἐστερήμεθα φίλων, ὥστε κοινωνεῖν ἡμᾶς, ἀλλήλοις δηλονότι, τοῦ τάφου. I.
οὐδ’ εἶφ’ ὑπὲρ σοῦ
: οὐδὲ ὑπὲρ σοῦ εἶπε, μὴ θανεῖν σε σπουδάζων Μενέλαος ὁ κακότροπος, ὁ τὸν ἐμὸν πατέρα ἐγκαταλίπων; Gr.
Bar.
ὁ προδότης
: προδότην καλεῖ ἡ Ἠλέκτρα Μενέλαον τοῦ πατρὸς
οὐδ’ ὄμμ’ ἔδειξεν
: ἤγουν οὐδὲ διάθεσιν ἔδειξε καὶ γνώμην, ὅπερ ἐστὶν ὀλίγον πρὸς τὸ διεγερθῆναι καὶ ἀντιτάξασθαι τοῖς ἐχθροῖς. Gr.
I.
ἐπὶ σκήπτροις
: ἐπὶ τῇ ἡμετέρᾳ βασιλείᾳ. Gu. ἀλλ’ ἐπὶ τοῖς σκήπτροις ἔχων τὴν ἐλπίδα, ἤγουν ἐπὶ τῇ βασιλεία, τοῦ Ἄργους δηλονότι, ἣν ἤλπιζε κατέχειν ἀποθανόντος τοῦ Ὀρέστου, ηὐλαβεῖτο σώζειν τοὺς φίλους. Gr.
I. ἀλλ’ ἄγε, σκεψώμεθα ὅπως, ἀντὶ τοῦ πῶς, δράσαντες γενναῖα καὶ ἀξιώτατα τοῦ Ἀγαμέμνονος καταθανούμεθα. ἤγουν ἀποθανούμεθα. Gr.
I.
μὴ σώζειν φίλους
: τὸ μή περιττεύει, ὅτι ηὐλαβεῖτο καὶ παρῃτεῖτο ἀντειπεῖν μὴ σώζειν τοὺς φίλους· οἱ γὰρ γνήσιοι φίλοι καὶ πρὸς τὸ πλῆθος οὐ παραιτοῦνται κινδυνεύειν. ἢ τὸ πλῆθος ηὐλαβεῖτο πρὸς τὸ μὴ σώζειν τοὺς φίλους, ἢ εἰπεῖν ηὐλαβεῖτο. A.
B.
C.
M.
I. τοῦ μή καὶ παρόντος καὶ ἀπόντος ὁ λόγος ὁμοίως σώζεται. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
ἀξιώτατα
: γρ. δεξιώτατα. M.
κἀγὼ μὲν εὐγένειαν
: ἤγουν τοῖς πολίταις ἀποδείξω τὴν εὐγένειαν. I. μεγαλοψυχίαν. Fl. 6. τὸ εὐτόλμως ἀποθανεῖν. Fl. 33.
πόλει
: γρ. πατρός. M.
ἐπίσχες
: ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει.
Gu.
μομφὴν ἔχω
: ἀντὶ τοῦ μέμφομαί σοι, εἰ ζῆν μ’ ἐθέλειν, σοῦ ἀποθανόντος, ἤλπισας. I.
τί γάρ
: τί γὰρ ἁρμόζει ἀποθανεῖν σε μετ’ ἐμοῦ; I.
ἤρου
: ἠρώτησάς με εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ. κἀγώ σε ἀντερωτήσω, τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ ἑταιρείας χωρίς; B.
I. ἠρώτησας. κατὰ τί δὲ ἁρμόζει ζῆν με. Gr.
ἑταιρίας
: ἑταιρία ἡ φιλία ῑ, ἑταιρεία δὲ τὸ ἀξίωμα δίφθογγον, ἀφ’ οὗ ἑταιρειάρχης. Gu.
τῆς δ’ ἐσφάλης
: τῆσδε τῆς Ἠλέκτρας ἀπέτυχες, ἥν σοι ἠγγυησάμην τὴν σὴν φιλίαν τιμῶν. σὺ δὲ ἄλλο γύναιον λαβὼν τεκνοποίησον· ἐμοὶ γὰρ πρὸς σὲ συγγένεια οὐκέτι γενήσεται. I.
κατηγγύησ’
: ἐμνήστευσα. Gr.
Florr. iidem
ἀλλ’ ὦ ποθεινόν
: ἤγουν ὦ ποθεινὴ ὁμιλία ἐμὴ, τουτέστι σὺ, ᾧ ποθεινῶς ὡμίλουν ἐγώ. σύνηθες δὲ τοῦτο, τὸ τιθέναι ἀντὶ τῶν προσώπων τὰ πράγματα ὧν ἐστιν αἴτια τὰ πρόσωπα, οἷον ὦ ἀνάπαυσις ἐμή, καὶ ὦ ἄλγος ἐμόν, ἀντὶ τοῦ σὺ ἐφ’ ᾧ ἀναπαύομαι ἐγὼ, καὶ σὺ ὃς ἄλγος ἐμοὶ προξενεῖς. Gr.
I. ἀλλ’ ὦ ποθεινὴ ὁμιλία ἐμὴ, χαῖρε· οὐ γὰρ ἡμῖν ἐστι τὸ χαίρειν, σοὶ δὲ ἐστὶ, ζῶντι δηλονότι· οἱ γὰρ μέλλοντες τεθνήξεσθαι εὐφροσυνῶν στερούμεθα. Cant.
μήθ’ αἷμά μου
: ὅ ἐστιν, ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμι, ἀλλὰ πλανῴμην εἰκῆ, ὑπ’ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος. Ἄλλως. μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο, μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τανῦν, τουτέστι μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας· οἱ γὰρ ἀποθνήσκοντες κατ’ αὐτοὺς εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσί. A.
B.
M.
I. ἤγουν εἴθε μὴ προσδέξαιτό με τὰ στοιχεῖα ἀποθανόντα, ὡς βδελυρὸν δηλονότι καὶ ἀποτρόπαιον, εἰ σὲ ἐγὼ ποτὲ ἐγκαταλιπὼν, ἐλευθερώσας τὸ ἐμὸν, μέρος δηλονότι, ἤγουν ἐμαυτὸν ἄφετον ποιήσας, ἀπολίποιμί σε. Gr.
I.
καὶ ξυγκατέκτανον
: καὶ γὰρ συνεφόνευσά σοι τὴν μητέρα, καὶ οὐκ ἀπαρνήσομαι, καὶ πάντα συνεβούλευσα ὧν ἕνεκα σὺ δίδως τιμωρίας. πρέπον οὖν ἐμοὶ σὺν σοὶ θανεῖν καὶ τῇδε· ἐμὴν γὰρ αὐτὴν κρίνω γυναῖκα, ἧστινος τὴν κοίτην ἐπῄνεσα. I.
γῆν Δελφίδ’ ἐλθών
: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατακλυσμὸν βασιλεύων τῶν περὶ τὸν Παρνασσὸν Ὕαν πόλιν ἔκτισε. καὶ γήμας Μελάνθειαν τὴν Δευκαλίωνος ἐποίησε Μελανίδα· ἐκ δὲ Μελανίδος Δελφὸς, ὃς τὴν ἀρχὴν τοῦ μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφ’ ἧς ἡ κρήνη τοὔνομα ἔχει. καὶ ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι. πόλιν δὲ κτίσας ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς Λάφριος, οὗ Νούτιος· ἐφ’ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν εἵλοντο, καὶ τὸν Ἀκρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πόλεμον καλῶς διέθετο, καὶ κατὰ ζῆλον τοῦ Ἀμφικτυονικοῦ συνεδρίου οὗ κατεστήσατο Ἀμφικτύων ὁ Δευκαλίωνος ἐν Θερμοπύλαις τῆς Θεσσαλίας ἕτερον ἐν Δελφοῖς κατεστήσατο. καὶ τὸ ἐν Θεσσαλίᾳ ἀναλαβὼν τὰς συνόδους ἀντὶ μιᾶς δύο πεποίηκε, καὶ νόμους ἔθετο, καθ’ οὓς ἔμελλον ἕκαστα διοικεῖν, ἀτέλειάν τε προεῖπεν ἐφ’ ἑκατέραις ταῖς συνόδοις, καὶ τὴν πρόνοιαν τοῦ ἱεροῦ καὶ τῶν Δελφῶν τῷ συνεδρίῳ ἐπέτρεψε. μετὰ δέ τινα
γάρ
: ἀργόν. ἔστι δὲ διὰ κάλλος λόγου. Gu.
πιθοῦ νῦν
: πείσθητι δὴ, καὶ τὴν σφαγὴν ἀναβαλοῦ. I.
μενῶ
: προσκαρτερήσω, εἰ τὸν ἐχθρὸν κολάσω. I.
σίγα νῦν
: σίγα δὴ, ὅτι γυναιξὶν οὐδὲν θαρρῶ. Cant.
πῶς; τὸ γὰρ ἕτοιμόν ἐστιν
: τὸ ἑξῆς, εἰ γὰρ, φησὶ, τοῦτο ἕτοιμον καὶ εὔκολον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς ἂν ἡμῖν ἔσται. ἀλλὰ τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι· τὸ γὰρ ἕτοιμον καλόν ἐστιν. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι. A.
B.
C.
M.
I. Ἄλλως. ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴ γε μὴ καταληφθήσομαι. ἀλλὰ τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν; ἕτοιμος γάρ εἰμι πρὸς τὸ σφάξαι, εἰ ἔστιν εὐμαρὲς τὸ κτεῖναι, τουτέστιν, εἰ μὴ καταληφθήσομαι. A.
B.
M.
I.
ἔσται
: γενήσεται, ἀποβῇ. Fl. 59.
ἀποσφραγίζεται
: σφραγῖδας ἐπιτίθησιν, ὡς δὴ πάντα κληρονομήσασα τὰ ἐμά. Ἄλλως. τὰ μὲν, φησὶ, σφραγίζει τῶν ἡμετέρων, τὰ δὲ ἀποσφραγίζει. A.
B.
C.
M.
I. γράφεται καὶ ἀπασφαλίζεται. I. διὰ σφραγίδων ἀσφαλίζεται, ὡς ἤδη κληρονομήσουσα αὐτά. Gr.
Fl. 6.
9.
17.
34.
56.
59.
76. ἰδιοποιεῖται, (
τίνας
: ἐπὶ εὐτελισμοῦ. Gr.
Florr. iidem.
τρέσαιμι
: δειλιάσαιμι. I. φοβηθείην. Gr.
Florr. iidem.
οἵους ἐνόπτρων
: προθύμους εἰς τὴν τῶν ἐνόπτρων καὶ μύρων ὑπηρεσίαν. A.
B.
M.
Gu.
I. τοιούτους ἔχει οἵους εἶναι δηλονότι ἐπιστάτας, ἤγουν ἐπιτρόπους, τῶν ἐνόπτρων, ἀντὶ τοῦ τῶν κατόπτρων καὶ τῶν μύρων. Gr.
Fl. 6.
9.
17.
21.
56.
76.
ἐπιστάτας
: ἐνόχους, οἰκονόμους, ἐπιτρόπους. Gu.
ὥσθ’ Ἑλλάς
: ὥστε ἡ Ἑλλὰς, ὅσον εἰς αὐτὴν, μικρὸν ὑπάρχει κατοικητήριον. I.
ἀλλ’ οὐδ’ ἐγὼ μήν
: ἀλλ’ οὐδ’ ἐγὼ, οὐχ ὑποχωρήσω θανεῖν δὶς, σοί γε βοηθῶν. I.
καὶ νῷν παρέσται
: καὶ γὰρ, ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα, ἢ ὅτε φονεύομεν αὐτήν. Ἄλλως. ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. τοῦτο δὲ, φησὶν, αὐτὸ, τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ.
κρυπτά
: ἤγουν κεκρυμμένα. Gr.
εἶτ’ αὐτὸ δηλοῖ
: εἶτα αὐτὸ τὸ ἔργον καὶ τὸ πρᾶγμα δηλοῖ ὅπου χρεὼν καὶ ἀναγκαῖον τείνειν, ἤτοι ἀφορᾶν καὶ πορεύεσθαι. φανεροῖ τὸ ἔργον ὅπου ἀφορᾶν πρέπον I.
δηλοῖ
: δηλώσει. Gu.
ἔγνως
: ἤτοι ἐγνώρισας ὃ λέγω. ἄκουσον δὲ καὶ πῶς καλῶς βουλεύομαι. εἰ μὲν γὰρ εἰς γυναῖκα σώφρονα μεθίεμεν καὶ ἐκινοῦμεν τὸ ξίφος, ἦν ἂν ὁ φόνος δυσκλεὴς καὶ ἄδοξος· νῦν δὲ δώσει δίκην, ἡ Ἑλένη δηλονότι, ἀντὶ τοῦ τιμωρηθήσεται, ὑπὲρ πάντων τῶν ἐν τῇ Ἑλλάδι ἀνθρώπων, ὧν τοὺς πατέρας ἀπέκτεινεν, καὶ τέκνα καὶ γυναῖκας ἐστερημένας ἀνδρῶν ἐποίησεν. εὐχὴ δὲ ἔσται, πῦρ τε καὶ θυσίας ποιήσουσι τοῖς θεοῖς, σοί τε καὶ ἐμοὶ εὐχόμενοι πολλὰ καὶ ἀγαθὰ, ὥστε τυχεῖν αὐτῶν δηλονότι, ὅτι ἐποιήσαμεν φόνον κακῆς γυναικὸς, τῆς Ἑλένης δηλονότι. μητροφόντης δὲ οὐκ ὀνομάζῃ ταύτην κτανὼν, ἀλλὰ ἀπολιπὼν τοῦτο τὸ καλεῖσθαι μητροφόντης πεσῇ ἐπὶ τὸ κρεῖττον, λεγόμενος φονεὺς τῆς πολυκτόνου Ἑλένης, ἤτοι τῆς αἰτίας φόνου πολλοῖς γενομένης. οὐ πρέπει τὸν Μενέλαον μὲν εὐτυχεῖν, τὸν δὲ σὸν πατέρα καὶ ἐμὲ καὶ τὴν ἀδελφὴν θανεῖν τὴν μητέρα τε·―ἐῶ τοῦτο, οὐ γὰρ λέγειν εὐπρεπές, ―ἔχειν τε τοὺς σοὺς δόμους, λαβόντα τὴν ἑαυτοῦ γυναῖκα, διὰ τὴν ἀνδρείαν τοῦ Ἀγαμέμνονος· εἴθε γὰρ μηκέτι ζῴην, εἰ μὴ κατ’ ἐκείνης λήψομαι μέλαν φάσγανον, ἤτοι θανάτου ποιητικόν. I.
ὑπὲρ ἁπάσης Ἑλλάδος
: ὑπὲρ ἁπάντων Ἑλλήνων δώσει τιμωρίαν. I.
κακῆς
: κακοτρόπου. Gr.
οὕνεχ’
: ὅτι. Gu.
αἷμ’ ἐπράξαμεν
: ἐξεχέαμεν, εἰργασάμεθα. Gu.
αἷμ’
: φόνον. Gr.
ὁ μητροφόντης
: τὸ τοῦ μητροφόντου ὄνομα φυγὼν εἰς τὸ βέλτιον ὄνομα ἔρχῃ, Ἑλένης φονεὺς λεγόμενος τῆς πολυκτόνου. A.
B.
M.
I. ἀλλ’ ἑλενοφόντης. Gu.
καλῇ
: ὀνομάζῃ. Gr.
τῆς πολυκτόνου
: τῆς αἰτίας φόνου πολλοῦ γενομένης. Gr.
μητέρα τ’ ἐῶ
: ἐῶ τοῦτο. B. τὴν μητέρα ἀφίημι. A. οὐ γὰρ ἀκόλουθον ὑπομιμνήσκειν σε τοῦ φόνου τῆς μητρός. A.
B.
M.
I.
μητέρα τε
εἰπὼν μεταμελόμενος καὶ ἐπιδιορθῶν ἑαυτὸν ἐπάγει, ἐῶ τοῦτο· οὐ γὰρ εὐπρεπὲς ἤγουν εὐπρόσωπον λέγειν, τουτέστιν ὥστε λέγειν αὐτὸ ἐμέ. (ἤγουν οὐ δεῖ ἀναμιμνήσκεσθαι ἐμὲ περὶ ταύτης
μὴ γὰρ οὖν ζῴην ἔτι
: εἴθε μηκέτι ζῴην, εἰ μὴ ἑλκύσω κατ’ ἐκείνης τὸ ξίφος. I.
μέλαν
: θανάτου πρόξενον. Gu.
ἢν δ’ οὖν
: ἢν δὲ μὴ ἐγκρατεῖς γενώμεθα τοῦ φόνου τῆς Ἑλένης, καύσαντες τοὺς δόμους τούσδε ἀποθανούμεθα· ἑνὸς γὰρ τοῖν δυοῖν οὐκ ἀποτυχόντες λάβοιμεν δόξαν. I.
ἀλόγιστον δέ τι
: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ
ἐκποδών
: μακράν. Gr.
παύσομαί σ’ αἰνῶν
: ἐπαινῶν σε παύσομαι, ἐπειδὴ βάρος ἐστὶ κἂν τῷδε, ἤτοι ἐν τῷ λίαν ἐπαινεῖσθαι. ἐγὼ δὲ ὁμολογουμένως ἀποθνήσκων, δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χοῄζω θανεῖν, ὅπως ἀντανέλωμεν καὶ ἀφανίσωμεν οἵτινες προὔδωκαν ἐμὲ, καὶ ὅπως θρηνῶσιν οἵτινες καὶ ἐμὲ ἐποίησαν ἄθλιον. Ἀγαμέμνονος παῖς ὑπάρχω, ὅστις ἀρχηγὸς ἐγένετο τῶν Ἑλλήνων ἄξιος κριθεὶς, οὐ
ἐγὼ δὲ ἀποθνήσκων οὕτω βούλομαι ἀποθανεῖν ποιήσας τι κακὸν τοῖς ἐχθροῖς μου καὶ ἀμυνάμενος αὐτοῖς. Α. τὸ ἑξῆς, δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χρήζω θανεῖν. B.
ἀνταναλώσωμεν
: ἀντανέλωμεν. M. ἵνα φονεύσωμεν ἡμεῖς τοὺς ἀντιμάχους, οὐχὶ ἐκεῖνοι ἡμᾶς. C. ἀφανίσωμεν, φθείρωμεν. Gu.
προὔδοσαν
: καὶ εἰς θάνατον παρέδωκαν. κατέλιπον. Gu.
παραπέσοι
: ἐπέλθοι. Gr. ἡμῖν. Gu.
Fl. iidem.
κτανοῦσι
: τὴν Ἐλένην. Gr.
ὃ βούλομαι γάρ
: ὃ γὰρ νομίζω τερπνὸν, τοῦτο καὶ μόνον ὀνομάζων ἀδαπάνως εὐφραίνομαι. Ἄλλως. ἐξ ὧν οὐδὲν βλαπτόμεθα, οὐδὲν κωλύει εὐφραίνειν ἑαυτοὺς λόγω. τὸ ἡδὺ, φησὶ, καὶ εὐκτὸν ἡμῖν πρᾶγμα, τὸ τινὰ τούτων λαβεῖν ὑποχείριον, οὗ βούλομαι διὰ στόματος μόνον προφέρειν, τουτέστι μέχρι λόγων ματαίων στῆναι, καὶ ἀζημίως τέρψαι τὴν ἐμαυτοῦ ψυχὴν, τουτέστι μὴ μετὰ τοῦ ζημιῶσαί τινα τῶν ἐχθρῶν καὶ τιμωρήσασθαι. A.
B.
M.
I. ὅπερ γὰρ βούλομαι καὶ θέλω, ἡδὺ καὶ εὐφραντὸν καὶ γλυκύ ἐστιν, ὥστε τέρψαι τὴν σὴν φρένα ἀδαπάνως, καὶ πλουσίως καὶ ἀφθόνως διὰ τοῦ στόματος τοῖς πτηνοῖς καὶ ταχέσι μύθοις καὶ λόγοις. Fl. 59.
ἐγὼ, κασίγνητη
: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν, ὑποχείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω, ἤτοι καὶ τὸ ἀναιρεθείσης τῆς Ἑλένης ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην. ταῦτα δὲ ἑξῆς ἐπάγει. A.
B.
M.
I.
ἐγὼ, κασίγνητ’
: ἐγὼ, ὦ κασίγνητε καὶ ὦ ἀδελφὲ, δοκῷ καὶ λογίζομαι καὶ σοὶ καὶ τῷδε καὶ τούτῳ τῷ Πυλάδῃ, καὶ ἐκ τρίτου ἐμοὶ ἔχειν καὶ εἶναι αὐτὸ τοῦτο, ὅπερ εἴρηκας, σωτηρίαν καὶ ἀσφάλειαν. ἢ οὕτως. δοκῷ καὶ λογίζομαι παρέχειν καὶ διδόναι ἡμῖν αὐτὸ τοῦτο. ὅπερ λέγεις, καὶ σοὶ καὶ τῷδε τῷ Πυλάδῃ καὶ ἐμοὶ ἐκ τρίτου σωτήρίαν
λέγ’ ὡς τὸ μέλλειν
: τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρψιν. B.
M.
I. ἤγουν τὸ προσδοκᾶν. (ἐλπίζειν
ἡδονήν
: εὐφροσύνην. Fl. 6.
εἰδότ’ ἠρόμην
: σὲ τὸν γινώσκοντα ἠρώτησα. I.
οἶδ’ ἥν
: οἶδα τὴν Ἑρμιόνην, ἣν ἀνέθρεψεν ἡ μήτηρ ἡ ἐμή. Gr.
βέβηκε
: ἀπῆλθεν. Gr.
τί χρῆμα δράσουσ’
: τί πρᾶγμα μέλλουσα ποιήσειν. ἀπῆλθε. Gr.
χοάς
: χοαὶ λέγονται ἐπὶ τῶν νεκρῶν. I.
κατασπείσουσα
: θύσουσα βέβηκε. Gu. τὸ χοὰς κατασπείσουσα
οὐ πρὸς τὸ τίνα ἐλπίδα ὑποβάλλεις
ἀπεκρίθη, ἀλλὰ πρὸς τὸ τί δράσουσα. Gu.
ὑπὲρ μητρὸς τάφου
: ἐπάνω τοῦ τάφου τῆς μητρὸς, ἡμῶν δηλονότι. Gr.
συλλάβεθ’ ὅμηρον
: ἐνέχυρον τῆς σωτηρίας ἡμῖν. I.
τίνος
: ἕνεκα. Gu.
πᾶν γὰρ ἓν φίλον τόδε
: ὡς εἰ ἔλεγεν, ἓν σῶμα καὶ μία ψυχὴ ἐσμέν. πᾶν γὰρ τὸ καθ’ ἡμᾶς ἓν, φησὶ, καὶ ταυτόν ἐστιν. Ἄλλως. τοῦτό φησιν, ὡς εἴ τινα ἐξ ἡμῶν κακώσει, ἐν τοῖς τρισὶν βλάβη περιίσταται. κοινὰ γὰρ τὰ τῶν φίλων. ἓν, φησὶ, καὶ ταυτόν ἐστι πᾶν τὸ καθ’ ἡμᾶς, καὶ ὡς εἰπεῖν, ἓν σῶμα καὶ μία ψυχή. B.
I. πάντες ἡμεῖς (τοῦτο γὰρ δηλοῦται διὰ τοῦ τόδε) ἓν φίλτρον ἐσμὲν, ἤγουν ὡς εἷς καταλεγόμεθα. Fl. 6.
τόδε
: τὸ ἀποθανεῖν τὴν Ἑλένην. Gu.
χρήζων
: θέλων. Gr.
Florr. iidem.
κόρην
: τὴν θυγατέρα. Gr.
Florr. iidem.
πεπᾶσθαι
: κεκτῆσθαι. M. ἀντὶ τοῦ ἀπολαύειν, τουτέστι συγχώρει τῷ πατρὶ τὴν Ἑρμιόνην πρὸς ἀπόλαυσιν καὶ ὄνησιν κτήσασθαι, ἔνθεν καὶ τὸ πολυπάμονος. ἠτυμολόγησε δὲ τὸ πατήρ παρὰ τὸ πεπᾶσθαι. καὶ ἀλλαχου πολλῶν καλεῖσθαι βούλομαι πατὴρ δόμων,
ἀντὶ τοῦ δεσπότης. A.
B.
M.
I. ἤγουν ἄφες τῷ πατρὶ κεκτῆσθαι τῆς παρθένου τὸ δέμας, ἀντὶ τοῦ τὴν παρθένον περιφραστικῶς. Cant.
Gu.
κτείνῃ
: ἀπειλῇ κτείνειν. (ἤγουν τὸν σὸν θάνατον σπεύδῃ
σφάζε
: ἐπιχείρει σφάζειν. Gr.
Florr. iidem.
πολὺς παρῆ
: σφοδρὸς ἔλθῃ. Gr.
Florr. iidem. τῇ ὀργῇ. Gu.
χρόνῳ μαλάξειν
: τῇ παρατάσει τοῦ χρόνου μαλαχθήσεσθαι τὴν καρδίαν. Gr.
Florr. iidem. καταπραϋναι. Gu.
σπλάγχνον
: ἡ πρὸς τὴν θυγατέρα φυσικὴ προσπάθεια. Gu.
τήνδ’―ἔπαλξιν
: ἤγουν τὸ μὴ εἶναι οὔτε θρασὺς οὔτε ἄλκιμος. C.
ὦ τὰς φρένας
: ἁρμόζουσα μὲν ἀνδράσι διὰ τὰς φρένας, γυναικὶ δὲ ὁμοία τὸ σῶμα, ἀντὶ τοῦ εὐπρεπὴς οὖσα καὶ γυναικὸς φύσιν ἔχουσα, ὃ καὶ βέλτιον. A.
B.
M.
I.
ὦ τὰς φρένας
: ὦ ἀνδρεία κατὰ τὴν καρδίαν, καὶ ὡραία κατὰ τὸ εἶδος. Cant.
ὡς τἄλλα γ’ εἶπας
: τὸ ἑξῆς, ὡς τἄλλα γε εἶπας κάλλιστα, εἰ τοῦτ’ εὐτυχήσομεν, τὸ λαβεῖν τὴν Ἑρμιόνην, δόξεις τἄλλα
τἄλλα
: τὸ θεῖναι τὸ ξίφος ἐν τῇ δέρῃ αὐτῆς. Gu.
αὐτὸ συντρέχει
: εἰς αὐτὸ φθάνει. I, ἀντὶ τοῦ φθάνει λοιπὸν ὁ χρόνος καὶ ἐγγύς ἐστι. B.
M.l. ἤγουν τῷ πλησίον αὐτὴν εἶναι τῶν οἴκων. τοῦ χρόνου τὸ μῆκος εἰς τοῦτο συντρέχει, ἤγουν εἰς τὸ εἶναι ἐκείνην ἐγγὺς τῶν δωμάτων. Cant.
πόδα
: ἀντὶ τοῦ τὴν ἐπέλευσιν. Gr.
Flor. iidem. τὴν ἄφιξιν τῆς παρθένου. Gu.
φύλασσε
: ἐπιτήρει. Gr.
Florr.iidem.
τελευτηθῇ
: πληρωθῇ. Gr.
Florr. iidem. τελεσθῇ, ἀπαρτισθῇ. Gu.
φθῇ
: προφθάσῃ. Gr.
Fl. iidem.
λόγους πέμψασ’
: λαλήσασα. Fl. 6.
ἡμεῖς δ’ ἔσω
: ἀντὶ τοῦ, ἡμεῖς δὲ ἔσω πορευθῶμεν ὡπλισμένοι τὰς χεῖρας τῷ φασγάνῳ. Gr.
ἐπίκουρον
: βοηθόν.
μολεῖν
: ἐλθεῖν. I.
τοῖς δεομένοισι
: ἡμῖν τοῖς χρῄζουσι. Gr.
Florr. iidem.
προδέδομαι
: ἐγκαταλέλειμμαι. Gr.
Florr. iidem.
δίκαια πρᾶξαι
: ἐν τῷ ἀντιγράφῳ φέρονται οὗτοι οἱ δ’ ἴαμβοι, καὶ ἐν ἄλλῳ δέ. M.
ἑλών
: κατασχών. Gr.
Florr. iidem.
οἳ σέθεν θνήσκουσ’ ὕπερ
: ἀπέδωκε τοῦτο πρὸς τὸ παίδων. Gu.
ὦ συγγένεια πατρός
: παρ’ ὅσον ὁ Στρόφιος Ἀναξιβίαν Κυδραγόρας ἔγημε τὴν Ἀγαμέμνονος ἀδελφὴν, ἐξ ἧς ἐγἐνετο Πυλάδης,
κἀγὼ δ’ ἐπεκέλευσα
: ἐπεβούλευσα, ὅ ἐστι συνῄνεσα τῷ φόνῳ. M. καὶ ἐγὼ συνεργὸς ἦν τοῦδε τοὺ φόνου, καὶ ἠλευθέρωσα τῆς δειλίας. I.
κἀπέλυσα
: ἠλευθέρωσα ὑμᾶς. Gu.
οὐδ’ ἐγὼ προὔδωκά σε
: ἀλλ’ ὑπὲρ σοῦ τούτους ἐκίνησα. Gu.
οὐκοῦν ὀνείδη
: οὐκοῦν ῥῦσαι ἡμᾶς, ὡς μέλλων κλύειν ταῦτα ἐπὶ ὀνείδεσιν, ἐὰν μὴ σωθῶμεν, ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησας. Ἄλλως. ὀνείδη τῶν εὐεργεσιῶν τὰς ὑπομνήσεις, ὡς καὶ ὁ ποιητὴς ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον.
B.
M.
I. ἀκούων οὖν τάδε τὰ ὀνείδη, ἅ σοι παῖδες προφέρουσι, λέγοντες ὡς διὰ σὲ πάσχουσι, βοήθησον αὐτοῖς. ἢ ὀνείδη λέγει, ἃ ἀκούουσιν αὐτοὶ παρὰ τῶν ἄλλων, μητροκτόνοι καλούμενοι. Gu.
ἐξορμώμεθα
: ἐξέλθωμεν. I.
εἷς ἀγὼν, δίκη μία
: τουτέστιν ἓν ἀγώνισμα καὶ ἓν δίκαιον ποιούμεθα, ἢ ὁμοῦ ζῆν, ἢ ὁμοῦ θανεῖν· οὐ γὰρ ἀποθανόντος τινὸς ἐξ ἡμῶν οὐκ ἐθελήσει ὁ ἕτερος κοινωνῆσαι αὐτῷ τοῦ θανάτου, ἀλλ’ ἢ πάντες ζησόμεθα, ἢ τεθνηξόμεθα πάντες. Gu.
Μυκηνίδες
: ὦ φίλαι Μυκηνίδες, αἱ κατὰ πρώτην μοῖραν οὖσαι κατὰ τὸ ἕδος τῶν Ἀργείων τὸ Πελασγικόν. Cant.
Gr. τίνα λέγεις λόγον, πότνια; παραμένει γὰρ ἔτι σοὶ τὸ καλεῖσθαι πότνιαν ἐν Δαναϊδῶν πόλει. Cant.
Μυκηνίδες ὦ φίλαι
: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις. Ἄλλως. Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσε. ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὐρώπαν, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς, καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας
τὰ πρῶτα
: λείπει τὸ φέρουσαι. B.
I. λείπει τὸ ἔχουσαι. M. τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄργος. Πελασγὸν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος. B.
I.
στῆθ’ αἱ μὲν ὑμῶν
: στῆτε εἰς φρουρὰν τῶν δόμων, αἱ μὲν ἀφ’ ὑμῶν εἰς τόνδε τὸν ἁμαξήρη τρίβον, ἤγουν δι’ οὗ ἕλκονται αἱ ἅμαξαι, τετραμμέναι δηλονότι, αἱ δὲ ἐνθάδε εἰς τὸν ἄλλον οἶμον, ἤγουν εἰς τὴν ἄλλην ὁδόν. Cant.
Gr.
φόβος ἔχει με
: φοβοῦμαι μή τις ἐπὶ δώμασι σταθεὶς, ἀντὶ τοῦ ἐπιστὰς τοῖς δώμασιν, ἐπὶ φόνιον αἷμα ἕτερα πήματα ἐφ’ οἷς σύνεσμεν ἐργάσηται καθ’ ἡμῶν. Cant.
πρὸς ἑσπέραν
: πρὸς τὴν δύσιν. I.
πρὸς ἑσπέραν φέρει
: ἤτοι ἡνιοχεῖ τὸ δυτικὸν, ὅτι τῆς ἑσπέρας ἐστὶν, ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν. Ἄλλως. τὸ δυτικὸν λέγει. ἑσπέρας δὲ λέγει ὅτι τῆς ἠοῦς πέρας ἐστὶν, ἢ τότε εἰς ἑαυτοὺς περῶμεν. ἢ ἐσωφέρα τις οὖσα ἀπὸ τοῦ πάντας εἰσφέρειν, ἤτοι εἴσω φέρειν. καὶ ἡ Σαπφὼ δὲ οὕτω τὸν ἕσπερον ἀστέρα εἶπε, τρόπον τινά ἐτυμολογοῦσα τὸ ὄνομα, ἕσπερε πάντα φέρων ὅσα φαινόλις ἐσκέδασ’ αὔως.
B.
M.
I.
δόχμια
: οἷον περίφερέ σου καὶ πλαγίαζε τὸ ὄμμα, καὶ φύλασσε, καὶ τὰ πλάγια τῶν οἴκων ἐπιτήρει. B.
M.
I.
διάφερε
: παράφερε. (κίνει
ἐκεῖθεν ἐνθάδ’
: ἀπ’ ἐκείνου τοῦ μέρους εἰς τοῦτο. ἐπὶ κινήσεως ἐνταῦθα τὸ ἐνθαδε. Gr.
ἑλίσσετε νῦν
: τὸ ἑξῆς· ἑλίσσετε νῦν βλέφαρον διὰ βοστρύχων, καὶ κόραισι δίδοτε πάντα, ὅ ἐστι πάντα τόπον τῇ θέᾳ δίδοτε καὶ σκοπεῖτε. διὰ τῶν βοστρύχων δὲ, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλόκαμον μέχρι τῶν παρειῶν, ἢ ὡς πενθοῦσαι τὸν Ὀρέστην, ἢ ὡς
κόραις
: κόρος δὲ διὰ τὸ ἐπὶ ταῖς κόραις βλέφαρον· κόρον γὰρ τὸ μέλαν. ἑλίσσετε καὶ κινεῖτε, καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε, ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵν’ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ, ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσι. B.
M.
I. λείπει τὸ βλέπειν. τῆς ἐπάρσεως ἄρατε ἄνω τοὺς βοστρύχους καὶ βλέπετε ἀνεμποδίστως. B.
ἑλίσσετε
: συστρέφετε ἁπανταχόσε τοὺς ὀφθαλμούς. Gu.
ὅδε τίς
: φαντασθὲν τὸ ἡμιχόριον ἐρχόμενόν τινα τοῦτο πρὸς τὴν Ἠλέκτραν φησίν. ἀγρότης δὲ εἶπεν, ἐπειδὴ ᾤετο μή τινα ἂν τῶν ἐν τῇ πόλει λαμπρῶν ἀφῖχθαι, ἀλλ’ ἐξ ἀγροῦ τινὰ, ποιμένα λέγω, ἢ συβώτην διά τινα χρείαν. Gu.
I. τὸ τὶς ἀόριστόν ἐστιν, οἷον ἀγρότης τις ἄρα ἀνὴρ ὅδε, ἓν λέγεις δηλονότι, πολεῖ ἀμφὶ τὸ σὸν μέλαθρον ἤγουν ἔρχεται ἐπὶ τὸ σὺν μέλαθρον. Gu.
I.
προσέρχεται
: ἡμῖν δηλονότι. Gr.
ἀγρότας ἀνήρ
: ἀγροῖκος, δρυτόμος. Gu.
ἐχθροῖς
: τῷ Μενελάῳ καὶ τοῖς ἄλλοις. Gu.
εἰ τάδ’ ἔρημα
: εἰ τὰ πρὸς τὴν αὐλὴν μέρη εἰσὶ μεμονωμένα. I.
ἐς ταυτόν
: ὥσπερ ἐπὶ σοὶ οὐκ ἔνεστι φόβος, οὐδὲ ἐπ’ ἐμοί. B. ἐμοί. Gr.
Flor. ἀντὶ τοῦ συμφωνεῖς μοι. M.
Cant.
Gu.
τῇδε
: ἐνταῦθα, ὅπου ἐγώ εἰμι. Gu.
τί μέλλεθ’
: διὰ τί ἀναβάλλεσθε πρὸ τοῦ ἐπιστῆναί τινα σφάγια φοινίσσειν, ἀντὶ τοῦ τὰ ξίφη μολύνειν, τουτέστι τὴν Ἑλένην φονεύειν. B.
M.
I. τί βραδύνετε οἱ κατὰ τὸν οἶκον ὄντες ἐν ἡσυχίᾳ, ἤγουν ἐν ἀταραξίᾳ, ἐν ὅσῳ οὐδεὶς ὀχλεῖ, ὥστε σφάγια φοινίσσειν. ὥστε τὴν σφαγὴν ποιεῖν, ὤφειλεν· ἐπεὶ δὲ τὸ ἀπὸ τῆς σφαγῆς
ἆρ’ εἰς τὸ κάλλος
: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέψαντες οὐκ ἐχρήσαντο τοῖς ξίφεσιν; οἷόν τι καὶ Στησίχορος ὑπογράφει περὶ τῶν καταλεύειν αὐτὴν μελλόντων. φησὶ γὰρ ἅμα τῷ τὴν ὄψιν αὐτῆς ἰδεῖν αὐτοὺς ἀφεῖναι τοὺς λίθους ἐπὶ τὴν γῆν. Ἀλλως. ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ν, ἔστιν ὁ λόγος, ἆρα μὴ καὶ τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν; ἐὰν δὲ ἡ ἐκκεκώφηνται μετὰ τοῦ ν, ἐπὶ τῶν περὶ τὸν Ὀρέστην ἀκουστέον· ἆρα μὴ διὰ τὸ κάλλος τῆς Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται, ὡς σπάρτα λέλυνται.
’ Ἀριστοφάνης δὲ γράφει ἐκκεκώφωται ξίφη. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος, ἆρα μὴ καὶ τὰ ξίφη νενίκηται τῷ κάλλει καὶ διαμεμάλακται; ἐὰν δὲ ᾖ ἐκκεκώφωνται, ἐπὶ τῶν περὶ Ὀρέστην ἐκδεκτέον, ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη. B.
M.
I.
ἐκεκώφηται
: ἀνενέργητα ἔμειναν τὰ ξίφη. Gr.
Florr. iidem. ἠμβλύνθη, ἐξησθένησε. Gu.
Fl. 6.
ποδὶ βοηδρόμῳ
: τῷ βοηθῷ, τῷ μετὰ βοῆς βοηθοῦντι, ἢ τῷ ἐν τῇ βοῇ θέοντι, ἤγουν ἐν τῇ μάχῃ. ἴσως, φησὶ, τὶς ἀπὸ τῶν Ἀργείων μεθ’ ὅπλων ὁρμήσας πρὸς τὰ μέλαθρα βοηθὸς παραγενήσεται. B.
I.
βοηδρόμῳ
: βοηθῷ. (ταχυτάτῳ
προσμίξει
: προσελεύσεται. Gr. παραγενήσεται, M.
Florr. iidem.
ἑλίσσετε
: τοὺς ὀφθαλμοὺς δηλονότι, ἤγουν περισκοπεῖσθε. (συστρέφετε ἑαυτάς
χεῖρ’ ἔχουσιν
: ἤγουν ἤδη τοῦ φόνου ἀπάρχονται. Gu.
Ἑλένης τὸ κώκυμ’
: Ἑλένης ὁ θρῆνος, ὡς ἔστι τεκμήρασθαι. I.
καίνετε
: τὸ ἑξῆς, φονεύετε τὴν λιποπάτορα, τὴν λιπόγαμον. Gr. τὴν καταλιποῦσαν τὸν ἑαυτῆς πατέρα, τὴν καταλιποῦσαν τὸν ἑαυτῆς ἄνδρα. Gr.
δίπτυχα
: διπλᾶ διὰ τὴν ὀξύτητα. Gu. τὰ δύο. M. διπλᾶ, ἢ δύο. B. ἀντὶ τοῦ δύο. Fl. 6.
9.
17.
21.
56.
59.
76.
δίστομα
: ἀντὶ τοῦ δύο στόματα ἑκάτερον ἔχοντα. Gr.
Florr. iidem.
λιποπάτορα, λιπόγαμον
: τὴν καταλιποῦσαν τὸν πατέρα καὶ τὸν Μενέλαον. I.
δορί
: ἐν τῷ πολέμῳ. Gr.
ὅθι δάκρυα
: ὅπου συνέπεσε δάκρυα περὶ τὰς συστροφὰς τοῦ Σκαμάνδρου. I.
σιδαρέοισι βέλεσιν
: διὰ σιδηρῶν βελῶν. Gr.
βρόχους
: πνιγμονάς. Fl. 33.
κατάστητε
: ἐν καταστάσει γίνεσθε καὶ μὴ θορυβεῖσθε. ἀναδράμετε, φηο φησίν, εἰς τὴν προτέραν κατάστασιν τῆς ὄψεως, καὶ τὸ μὲν ὄμμα κατεστυγνακὸς ἔχετε, τὸ δὲ πρόσωπον ἀνύποπτον τῶν πεπραγμένων χάριν, τουτέστι προσποιεῖσθε καὶ νῦν κατηφεῖς εἶναι καὶ λυπεῖσθαι διὰ τὸν Ὀρέστην, ἵνα μὴ περιχαρεῖς ὑμᾶς ὁρῶσα συνῇ τὸ κατὰ τῆς Ἑλένης πραττόμενον. B.
C.
M.
I.
τηλουρὸς οὖσα
: πόρρω οὖσα, ἤτοι τῆλε τῶν ὁρίων τῆς οἰκίας. ἐν γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας ἦν. ὁ δὲ λόγος, ἀλλὰ περίφοβος γέγονα διὰ τὴν γενομένην βοὴν ἐν τοῖς οἴκοις, ἣν ἤκουσα πόρρω οὖσα. B.
C.
M.
I.
κλύω βοήν
: λείπει ἡ διά, διὰ τὴν βοήν. B.
εὔφημος ἴσθι
: εὐφήμει· τί δὲ καινὸν λέγεις; I.
θανεῖν
: ἐκυρώθη, ἐψήφισται τῷ Ἄργει θανεῖν Ὀρέστην καί με. Cant.
ἦ τοῦδ’ ἕκατι
: ἆρα χάριν τούτου ἐστὶν ἡ βοὴ κατὰ τοὺς οἴκους; I.
οὐδὲν οἶδα μᾶλλον
: οὐδὲν πλέον οἶδα. Gr.
Florr. iidem. πλέον ἢ πρότερον. Gu.
ἐπ’ ἀξίοισί τἄρ’
: ἀξίως ὅτι καὶ ὁ οἶκος θρηνεῖ δι’ ἡμᾶς. ἐὰν μὲν ἂν εὐφημεῖ γράφηται, ἀντὶ τοῦ δυσφημεῖ κοητέον, ἵν’ ἡ κατὰ ἀντίφρασιν εἰρημένον, συνδέσμου ὄντος τοῦ ἄν· ἐὰν δὲ ὑφ’ ἓν, ἀνευφημεῖ, ἀντὶ τοῦ κατευφημεῖ καὶ ἀναθρηνεῖ ὁ δόμος, καὶ σημαίνει
περὶ τοῦ γάρ
: περὶ τίνος γὰρ ἄλλου φθέγξαιτό τις, ἢ θρηνήσειεν, ἢ ὅτι ἡμεῖς ἀπολλύμεθα; Ἄλλως. διὰ ποῖον γὰρ ἄλλο ἔμελλέ τις βοᾶν ἐν τοῖς οἴκοις; B.
M.
I. ἀλλ’ ἄπελθε, καὶ μετάλαβε τῆς παρακλήσεως τοῖς φίλοις, προσπεσοῦσα τῇ μητρὶ τῇ μεγάλως μακαρία, ὥστε τὸν Μενέλαον μὴ ἀνέξεσθαι ἰδεῖν ἡμᾶς ἀποθανόντας. ἀλλ’, ὦ Ἑρμιόνη ἡ ἀνατραφεῖσα διὰ τῶν χειρῶν τῆς μητρός μου, ἐλέησον ἡμᾶς καὶ ἐλάφρυνον ἀπὸ τῶν κακῶν. ἄγε ἐλθὲ εἰς ἀγῶνα, ἐγὼ δὲ ὁδηγήσω· σὺ γὰρ ἔχεις μόνη τὸ στήριγμα τῆς ἡμῶν σωτηρίας. I.
περὶ τοῦ γὰρ ἄλλου
: ἢ περὶ τοῦ σωθῆναι. Gu.
ἴθ’ εἰς ἀγῶνα δεῦρ’
: ἐσχηματισμένον· τὸ γὰρ φαινόμενόν ἐστιν εἰς ἀγῶνα λόγων παρακλητικῶν, τὸ δὲ νοούμενον εἰς ἀγῶνα θανάτου. Gu.
ἰδοὺ, διώκω
: ἰδοὺ, ἐλαύνω τὴν πορείαν εἰς δόμους. σεσωσμένοι ἐστὲ ὅσον ἐπὶ τῇ ἐμῇ γνώμῃ. I.
ὅσον γε τοὐπ’ ἔμ’
: ὅσον τὸ κατὰ τὴν ἐμὴν δύναμιν. Gu.
ὦ κατὰ στέγας
: ὦ ὑμεῖς οἱ κατὰ τοὺς οἴκους ξιφηφόροι, οὐ συλ λήψεσθε τὴν Ἑρμιόνην; I.
ξιφήρεις
: οἱ ξίφη βαστάζοντες. Fl. 6.
ἄγραν
: θήραμα. Fl. 6.
σιγᾶν πρέπον
: ἡμῖν γὰρ ἦλθες, οὐχὶ σεαυτῇ σωτηρία. I.
ἔχεσθε
: αὐτῆς. Gu.
πρὶν ἐτύμως
: μή ποτέ τις ἔλθῃ πρὶν ἡμᾶς ἀκοῦσαι παρὰ τινῶν πῶς τὰ ἕσω διάκειται, ἢ καὶ ἰδεῖν τὸν Ἑλένης φόνον. B.
M. πρὶν ἀληθῶς ἴδω τὸ σῶμα τῆς Ἑλένης πεφονευμένον, ἤτοι ᾑμαγμένον, ἐν τοῖς οἴκοις κείμενον, ἢ ἀκούσομεν τοῦτο παρά τινος τῶν δούλων. I. ἐπειδὴ μόνη αὐτὴ ἔμελλεν εἰσελθεῖν ἐντὸς καὶ ἰδεῖν τὸν τῆς Ἑλένης φόνον, διὰ τοῦτο τὸ ἴδω ἑνικῶς ἐξέφερεν· εἰ δέ τις ἐξιὼν εἶπεν, οὐ μόνη, ἀλλὰ μετὰ τοῦ χοροῦ ἤκουσεν ἂν, καὶ διὰ τοῦτο πληθυντικῶς ἐνταῦθα τὸ πυθώμεθα εἶπεν. Gu.
Bar.
τὰς μὲν γὰρ οἶδα
: ὡς ἀπὸ τῆς βοῆς ἐν συμφοραῖς οὖσαν τὴν Ἑλένην ἐγίνωσκον, ἀγνοῶ δὲ εἰ πέρας ἔσχεν ὁ φόνος αὐτῆς. B.
M.
I.
ἄγαγε
: διότι ἥρπασε τὴν Ἑλένην. Fl. 6.
ἀλλὰ κτυπεῖ γάρ
: ἀλλὰ σιγήσατε· κτυπεῖ γὰρ, ἤγουν
ἀλλὰ κτυπεῖ γάρ
: ἐξιών τις ψοφεῖ· τοῦτο γὰρ ἔθος ταῖς θύραις. τούτους δὲ τοὺς τρεῖς στίχους οὐκ ἄν τις ἐξ ἑτοίμου συγχωρήσειεν Εὐριπίδου εἶναι, ἀλλὰ μᾶλλον τῶν ὑποκριτῶν, οἵτινες, ἵνα μὴ κακοπαθῶσιν ἀπὸ τῶν βασιλείων δόμων καθαλλόμενοι, παρανοίξαντες ἐκπορεύονται τὸ τοῦ Φρυγὸς ἔχοντες σχῆμα καὶ πρόσωπον, ὅπως διὰ τῆς θύρας εὐλόγως ἐξιόντες φαίνωνται. ἐξ ὧν δὲ αὐτοὶ λέγουσιν ἀντιμαρτυροῦσι τῇ διὰ τῶν θυρῶν ἐξόδῳ. φανερὸν γὰρ ἐκ τῶν ἑξῆς ὅτι ὑπερπεπήδηκεν. B.
M.
I.
οὐ πευσόμεσθα
: ἀφ’ οὗ ἀκοίσομεν πῶς τἀν δόμοις διάκειται. I.
Ἀργεῖον ξίφος
: ἐντεῦθεν, φασὶν, ἐξέστη τοῦ ἰδίου ἔθους ὁ Εὐριπίδης, ἀνοίκεια ἑαυτῷ λέγων. B.
M.
I. οὗτος ὁ Φρὺξ εὐνοῦχος ὤν ἄλλου μὲν οἰκήματος ὑπερπηδήσας τὰ στέγη, ἐν ἄλλῳ δὲ ἐλθὼν, καὶ ἠσφαλισμένας εὑρὼν τὰς τούτου πύλας, τὰ τούτων κλεῖθρα συντρίψας ἐξῆλθεν. Gu. Ἀγεῖον ξίφος πέφευγα ἐκ θανάτου φυγὼν δηλονότι. Cant.
Gr. διὰ τοῦ εἰπεῖν Ἀργείαν ξίφος καὶ βαρβάροις ἐν εὐμαρίσι τοῦτο λέγει, ὅτι ἐγὼ ὁ βάρβαρος πέφευγα τοὺς Ἕλληνας. Cant.
Gu.
Fl. 6.
κεδρωτὰ παστάδων τέρεμνα
: τὰ ἐκ κέδρον ξύλα. παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ
κεδρωτά
: ὑπὲρ τὰς ὑψηλὰς στέγας τῶν παστάδων τὰς ἐκ κέδρου κατεσκευασμένας. Cant.
τέρεμνα
: στεγάσματα. τέρεμνον κυρίως τὸ ἄκρον. Gu.
Δωρικάς τε τριγλύφους
: καὶ ὑπὲρ τὰς Δωρικὰς τριγλίφας. κατασκευαί τινες ἦσαν τριγλύφαι ἐκ ξύλων ποικίλως γεγλυμμέναι. Bar.
Gr. τὸ Δωρικὰς τριγλύφους καὶ τὸ κεδρωτά ταυτόν ἐστι. Bar.
Gu. Πελοποννησιακάς. τὰς κατὰ πολὺ γεγλυμμένας ἤτοι ποικίλας στέγας· τοιαῦται γὰρ αἱ τῶν Δωριέων. Gu. θυρίδας. B. rec.
φροῦδα γᾶ
: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον, ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι, καθὸ ἄπειροι τῶν τόπων. ἐπεὶ ὑπερβαίνει τὰ βασίλεια καὶ μὴ διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῶν. τὸ δὲ βαρβάροις δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον βάρβαρος ὢν οὐκ οἶδα ποῖ φύγω· καὶ γὰρ οὐκ εἰμὶ τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν· ἐρωτώμενος γὰρ τὸ ἐμοί φησὶν Ἲλιον Ἴλιον, ὤμοι μοι, τουτέστιν ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πατρίς. B.
I.
ταυρόκρανος
: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰάμβου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν ἐν Ὠκεανᾷ, ὃς ταυρόκρανος ὢν ἑλίσσων κυκλοῖ χθόνα. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν, ὡς Ὅμηρος οὔτε τις οὖν ποταμῶν ἀπέην, νόσφ’ Ὠκεανοῖο.
ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην ἐσήμανε τὸ ἀψορρόου Ὠκεανοῖο.
ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζωγράφουν τε καὶ ἔλεγον, ἴσως ὅτι παραπλήσια τῷ μυκήματι τῶν ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ποιεῖ ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς, ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι.
ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν. B.
M.
I.
ταυρόκρανον
: οἱ ποταμοὶ, φασὶ, ταυρόκρανοι διετυποῦντο, ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι παρὰ τὰς ἐκβολὰς ― καὶ Ὅμηρος τοὺς
―ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς οἱ βόες, ἢ διὰ τὸ τὰς νομὰς παρὰ τοὺς ποταμοὺς εἶναι, ἢ διὰ τὸ καμπὰς ποιεῖν ὡς κεράτων. Bar.
Gr. ταυροκράνους φασὶ τοὺς ποταμοὺς ποιηταὶ, ἢ διότι ὁ τῶν ὑδάτων ἦχος ἔοικε μυκήμασι ταύρου, ἢ διότι καὶ τὸ ὕδωρ τὰς ἄνω πηγὰς ἐοικνίας ἔχει κεφαλῇ ταύρου· ὥσπερ γὰρ αὕτη κέρασιν ἐσχημάτισται, οὕτω κἀκεῖναι· δοκοῦσι γὰρ ὥσπερ κέρατα, εἴ τις αὐτοὺς ὁρῴη, οἱ ἐκ τῶν τῆς γῆς στενῶν πόρων ἐκρέοντες κρουνοὶ καὶ εἰς ἓν συνιόντες. Bar.
Gu.
Ἲλιον Ἲλιον
: τὸ Ἴλιον λέγει, καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν, Ἑλένης πρόσπολε
εἰπεῖν Ἴλιον Ἴλιον, ὤμοι μοι.
B.
M.
I.
Ἴλον Ἴλιον
: ἐρωτηθεὶς ὁ Φρὺξ ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν Ἴλιον Ἴλιον, ὤμοι μοι, τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος, στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος, καὶ τὸ ἁρμάτειον μέλος τὸ ἐπὶ τοῖς κακοῖς ᾀσθέν. τινὲς δὲ τοῦτο παρεπιγραφὴν εἶναί φασιν ὡς εἰς τὰ κωμικὰ δράματα. B.
M.
I.
Ἴλιον Ἴλιον
: ἐρωτήσαντος τοῦ χοροῦ τὸν Φρύγα τὰ περὶ τῆς Ἑλένης, ὁ δὲ οὐ περὶ αὐτῆς ἀπεκρίθη, ἀλλ’ ὥσπερ ἐμμανὴς ὢν τῷ φόβῳ εἰς μνήμην ἔρχεται τῆς Τροίας ἁλώσεως καὶ τῆς τοῦ Γανυμήδους ἁρπαγῆς. ἔστι δὲ τὸ ὀλόμενον πρὸς τὸ ἄστυ, τὸ δὲ Ἴδης ὄρος καὶ τὸ ὤμοι μοι διὰ μέσου. σύναπτε οὖν τὸ ὀλόμενον πρὸς τὸ διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμα. Bar.
Gu. ἡ δὲ σύνταξις τὸ Ἴλιον Ἴλιον οὕτως ἔχει· ὧ Ἴλιον Φρύγιον ἄστυ καλλίβωλον καὶ εὔγειον, στένω καὶ στενάζω σε ἐν βαρβάρῳ βοᾷ μέλος ἁρμάτειον καὶ λεπτὸν, ὡς ὀλλύμενον καὶ ἀπολεσθὲν διὰ τὸ ὀρνιθόγονον κυκνόπτερον ὄμμα τῆς Ἑλένης, τὸν σκύμνον καὶ τὸ γέννημα τῆς καλλοσύνης καὶ εὐμόρφου Λήδας, τὴν Ἐριννὺν καὶ τὴν φθορὰν τῶν ξεστῶν περγάμων Ἀπολλωνίων,
καλλίβωλον
: εὔγειον, εὔκαρπον. Gu.
ἁρμάτειον μέλος
: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ τοῖς ὄχεσι παρεδεῖσθαι καὶ ὑμέναιον ᾄδειν ὡς ἐπιθαλάμιον ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρωσὶν ὑμέναιον ἐπιτελεσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον. Ἀπολλόδωρος δὲ ὁ Κυρηναῖος ἐπιγράφει, λέγων εἶναι ἁρμόδιον ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφὴ, ἅπαξ ἂν ἐπεγράφετο τὸ Ἴλιον ἀπώλεσεν. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν φησιν οὔτε γὰρ γυνὴ πέφυκας οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ,
καὶ πάλιν ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι, ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος. ὁ λόγος οὗτος· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν Ἕκτορα, καὶ τὸ ἐπὶ τῷ ἑλκυσμῷ τούτου μέλος θρηνῶ βαρβάρῳ βοᾷ. B.
I. ἁρμάτειον γὰρ μέλος τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον, ἵν’ ᾖ οὕτως, τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν
διὰ τὸ τῆς ὀρνιθογόνου
: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένη, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ διὰ τῆς ὄρνιθος τὸ κυκνόπτερον ὄμμα καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών. τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος, στένω τὸ Ἴλιον ὀλόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης
διὰ τὸ τᾶς ὀρνιθογόνου
: διὰ τὸ τῆς δυσελένης τῆς σκύμνου, ἤγουν τοῦ γεννήματος, τῆς καλλοσύνης τῆς Λήδας ὀρνιθόγονον ὄμμα κυκνόπτερον, ἤγουν διὰ τὸ κάλλος τῆς δυσελένης, τοῦ γεννήματος τῆς καλλοσύνης, ἤγουν τῆς εὐμορφίας, τῆς Λήδας, τὸ ἐξ ὄρνιθος κυκνοπτέρου γεγεννημένον, τουτέστι διὰ τὴν δυσελένην τὴν ἐξ ὄρνιθος κυκνοπτέρου, τοῦ Διός, γεγεννημένην, τὴν σκύμνον τοῦ κάλλους τῆς Λήδας, λέγω τὴν ἐριννὺν, ἤγουν τὴν κατάραν, τῶν ξεστῶν περγάμων, ἤγουν τῶν εὐξέστων ὑψηλῶν οἰκημάτων τῶν Ἀπολλωνίων, τουτέστι τῶν τῆς Ἰλίου, ἥτις ὑπὸ τοῦ Ἀπόλλωνος ἐτειχίσθη. Gr.
Bar.
καλλοσύνας
: ὡραιοτάτου, εὐμόρφου, τῆς εὐμορφίας. Gu.
Ἀπολλωνίων
: Ἀπολλώνιόν φασι τὸ Πέργαμον καὶ τῆς Ἰλίου τὴν ἀκρόπολιν, ἐπεὶ Ἀπόλλωνός ἐστιν ἱερὸν ἐκεῖσε, ὡς Ὅμηρος Περγάμῳ εἰν ἱερῷ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο.
ἢ ἐπεὶ ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί φησιν ὦ καλλιφεγγὲς Ἥλι’, ὡς μ’ ἀπώλεσας,
Β.
Μ.
Ι.
κἀκ τοῦδ’ Ἀπολλων εἰκότως κλῄζει βροτοῖς.
Τῶν Ἀπολλωνίων, ἤγουν τῶν ὑπ’ Ἀπόλλωνος καὶ Ποσειδῶνος οἰκοδομηθέντων, ὅτε ἐθήτευσαν Λαομέδοντι. τοιγαροῦν καὶ ὅτε ἔμελλεν ὑπ’ Ἀχαιῶν πορθηθῆναι καὶ ἀφανισθῆναι, εἶδεν Αἰνείας τούτους τοὺς θεοὺς, ὡς ἱστορεῖ Βεργίλιος, τοὺς λίθους, οὓς ἔθηκαν, καταβαλόντας. Bar. Gu.
περγάμων
: Πέργαμον τὴν ἀκρόπολιν τῆς Τροίας ἔλεγον, ὥσπερ καὶ τὴν τῶν Θηβῶν Καδμείαν. φασὶ δὲ καὶ τὰ ὑψηλὰ τείχη πέργαμα. ἐπὰν οὖν τὸ περγάμων ἀντὶ ἀκροπόλεων νοήσῃς, γίνωσκε ὅτι τὸ ἑνικὸν πληθυντικῶς ἐξηνέχθη. Gu.
ὀττοτοῖ
: ἐπίφθεγμά ἐστι θρηνητικόν. καὶ ἰάλεμος ὁ θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικὰ δῶχ’ υἷος ποινὴν Γανυμήδεος.
θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. τὸ δὲ ἑξῆς, ὦ Δαρδανία τοῦ εὐνέτου τοῦ Διὸς Γανυμήδους ἱπποφορβὲ, δυστυχεστάτη ἕνεκεν τῶν ἰαλέμων, ὁ ἐστι θρήνων. ἢ ὁ λόγος οὕτως, ἰαλέμων ἰαλέμων, καὶ δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους, καὶ τὰ ἑξῆς. ἢ τοίνυν ἱππικὴν τὴν Δαρδανίαν φησὶν, ἢ τοῦ ἱπποσύνου Γανυμήδους, τουτέστιν ἱππικοῦ. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. B.
M.
I.
ἰαλέμων
: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τῆς Καλλιόπης καὶ Ἀπόλλωνος. τινὲς δὲ τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν, ὃν καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου λέγουσι. B.
I. εἶδος θρήνου ὁ ἰάλεμος. Cant.
Gr.
ἰαλέμων
: ἕνεκα τῶν. Gr.
Γανυμήδεος ἱπποσύνα
: ἱππασία τοῦ Γανυμήδους, τοῦ εὐνέτου τοῦ Διὸς, ἤγουν ἐφ’ ᾗ ἱππάζεται ὁ Γανυμήδης ὁ εὐνέτης τοῦ Διός. Cant.
Gr.
ἵπποσύνα
: διφρηλασία, ἱπποστάσιον. Gu.
Τινὲς οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι ὑπὲρ Γανυμήδους, καθάπερ ἐν κύκλῳ λέγει ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα,
B.
M.
I. ὁ Τρὼς εἶχε δύο υἱοὺς, τὸν Γανυμήδην καὶ τὸν Δαομέδοντα. ὁ Γανυμήδης ἄνθρωπος ὢν ἠράσθη αὐτοῦ ὁ Ζεὺς καὶ ἥρπασεν αὐτὸν, καὶ ἀντὶ τῆς ἁρπαγῆς αὐτοῦ ἔδωκεν ἐν τῇ Τροίᾳ καλοὺς καὶ ταχυτάτους ἵππους. C.
χρυσείην, φύλλοισιν ἀγανοῖσι κομόωσαν
βότρυσί θ’, οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ,
δῶχ’, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
σαφῶς
: φανερῶς εἰπὲ ἡμῖν ἕκαστα τὰ ἐν τοῖς οἴκοις γινόμενα· τὰ γὰρ πρότερον οὐκ εὐγνώστως ἐνόησα. I.
αἴλινον αἴλινον
: οὗτος ὁ στίχος ἐν πολλοῖς ἀντιγράφοις οὐ γράφεται. M. ὁ λόγος οὕτως· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν, οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ. κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω.
αἶ αἶ
: διὰ μέσου. Gr.
ἦλθον
: ἐντεῦθεν ἄρχεται διηγεῖσθαι. Fl. 6.
πιστός
: ἀσφαλής. Gr.
Florr. iidem.
ἔρροι τᾶς ἡσύχου
: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακῷ. Ἄλλως. διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν φησι, τὴν ἀπροσδοκήτως πάντα ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρμένην. τινὲς δὲ οὕτως, οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προνοίας. B.
M.
I. φθειρέσθω κακοῦργος ὢν τῆς προνοίας τῆς ἡσύχου, ἤγουν κακουργῶν τὴν ἡσυχίαν. Gr. φθαρείη. Gu.
οἱ δὲ πρός
: ὁ σύνδεσμος ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ, οἳ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελθόντες εἰς τοὺς θαλάμους, ἧς ἔγημε γυναικὸς ὁ τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ, ἕζοντο παρ’ ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν. B.
M.
I.
πεφυρμένοι
: ἀντὶ τοῦ πεφυρμένον, τουτέστι μεμιγμένον, ἔχοντες τὸ ὄμμα τοῖς δακρύοις. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
ταπεινοί
: μετὰ ταπεινώσεως, ἐπιρρηματικῶς. Gr.
Florr. iidem. ἥσυχοι. Gu.
ἄλλος
: λέγω. Gr.
Florr. iidem.
μή τις εἴη
: τὸ μή τις εἴη δόλος ἄλλο κῶλον. M.
τοῖς δ’
: ἐδόκει. τοῖς δὲ ἐδόκει Ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνον ἐμπλέκειν καὶ ἐμβάλλειν τὴν Ἑλένην εἰς ἀρκυστάτην μηχανὴν, καὶ ὡς περίβλημα λίνων, οἷον εἰς δολοφονίαν· ἄρκυς γὰρ τὸ δίκτυον. B.
M.
I.
μηχανάν
: δολοφονίαν. Gu.
σὺ δ’ ἦσθα
: σὺ δὲ παρῆς τοῖς γινομένοις, ἢ ἀκούσας παρ’
Φρυγίοις ἔτυχον
: ἔτυχον ἐν συνηθείᾳ Φρυγῶν, ἐν συνηθείᾳ βαρβαρικῇ κινῶν εὐπαγεῖ κύκλῳ πτερίνῳ, ἤγουν ῥιπιδίῳ, αὔραν ἐπὶ τὸν βόστρυχον τῆς Ἑλένης πρὸ τῆς παρηΐδος, ἀντὶ τοῦ τῆς παρειᾶς. ἡ δὲ, ἤγουν ἡ Ἑλένη, ἐνετύλιττε διὰ τῶν δακτύλων λίνον τῇ ἠλακάτῃ, τὰ νήματα δὲ ὥρμα πρὸς τὸ πέδον, θέλουσα κατασκευάσαι ἀναθήματα ἐπὶ τὸν τύμβον τῷ λίνῳ τῷ ὄντι ἀπὸ τῶν σκύλων τῶν Φρυγίων, λέγω φάρεα, ἤγουν ἐνδύματα, πορφυρᾶ κατασκευάσαι δῶρα τῇ Κλυταιμνήστρᾳ. Cant.
Gr. ἔτυχον ἐν Φρυγίοις καὶ Τρωϊκοῖς νόμοις ἀΐσσων καὶ πέμπων ἐν εὐπηγεῖ πτερίνῳ κύκλῳ αὔραν καὶ πνοὴν πρὸ παρηΐδος καὶ ἔμπροσθεν τῆς παρειᾶς τῆς Ἑλένης παρὰ τὸν βόστρυχον καὶ τὰς ἐν μετώπῳ αὐτῆς τρίχας, τουτέστιν ἐξ ὅτουπερ εἰς Τροίαν ἦν αὕτη, ἐτάχθην ἔμπροσθεν αὐτῆς ἵστασθαι καὶ πρὸς τὸ θάλπος αὔραν αὐτῇ μηχανᾶσθαι καὶ τὰ λυποῦντα ἐλαύνειν, μυίας φημὶ καὶ κώνωπας. Bar.
Gu.
παρὰ βόστρυχον
: παρὰ τὸν βόστρυχον, φησὶ, τῆς Ἑλένης πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν ἔπεμπον τῇ ῥιπίδι. πτερίνῳ δὲ εἶπε, παρόσον αὗται ἐκ πτερῶν ὑπάρχουσι συντεθειμέναι. εὐπηγεῖ δὲ
εὐπαγεῖ
: εὐκατασκευάστῳ, εὐπλόκῳ. Gu.
1431―1436. ἁ δὲ λίνον
: ἡ δὲ ἐν τοῖς δακτύλοις ἕλισσε λίνον ἐν τῇ ἠλακάτῃ, τὸ νῆμα δὲ ἵετο ἐν τῷ πέδῳ, χρῄζουσα ἐν τῷ λίνῳ ἐπὶ τὸν τύμβον τῆς ἀδελφῆς στολίσαι φάρεα καὶ πέπλους, πορφύρεα δῶρα τῇ Κλυταιμνήστρᾳ, ἀγάλματα καὶ λαμπρότητας καὶ τρυφὰς τῶν Φρυγίων σκύλων. Bar.
Gu.
λίνον
: λίνον ἐνταῦθα καταχρηστικῶς τήν μέταξαν λέγει. ὅτι δέ τοῦτό ἐστι δῆλον ἔκ τε τῶν Φρυγίων σκύλων καὶ τοῦ βούλεσθαι τῇ ἀδελφῇ πέπλον ὑφᾶναι πρὸς τὸν τάφον δῶρον· οὔτε γὰρ ἦν εἰκος ἐκ λίνου καὶ μὴ ἐκ μετάξης τῇ ἀδελφῇ δῶρον κατασκευάσαι πέπλον, οὔτε φαῦλα σκῦλα καὶ οὐδενὸς ἄξια ἐκ Τρώων λαβεῖν, ἀλλὰ λίνον ἐνταῦθα καταχρηστικῶς καὶ οὐ κυρίως τὴν μέταξαν λέγει. ἐγχωρεῖ δὲ λέγειν καὶ νῆμα λεπτὸν καὶ ἀερῶδες εἶναι τὸν λίνον καὶ οὐ μέταξαν, καὶ οὐδὲν ἐμποδὼν ἵσταται τὸ σκύλων Φρυγίων, οὐδὲ τὸ πέπλον ἐκ τοιούτου θέλειν ὑφαίνειν τῇ ἀδελφῇ. εἰκὸς γὰρ ἦν καὶ σκῦλον τοιοῦτό τι νῆμα λαβεῖν, καὶ πέπλους ἐκ τοιούτου ὑφαίνειν. Bar.
Gu.
ἵετο πέδῳ
: μετὰ σπουδῆς ἐχαλᾶτο κατηπειγμένως. M.
νήματα
: τὰ δὲ νήματα ἵετο, ἀντὶ τοῦ κατηπειγμένως ἐχαλᾶτο ἐν τῷ πέδῳ διὰ τὸν τύμβον. ἀπὸ δὲ τοῦ τύμβου τὸ σῶμα τῆς Κλυταιμνήστρας δηλοῖ. ἀγάλματα δὲ ἀντὶ τοῦ ἀγάλμασι· καλλώπισμα γάρ ἐστιν ἡ κηδεία τοῦ νεκροῦ σώματος. ὁ δὲ λόγος, τὰ δὲ
νήματα
: τοῦτο διὰ μέσου. Gu.
σκύλων Φρυγίων
: ἀντὶ τοῦ τὰ ἀπὸ τῆς λαφυραγωγίας τῶν βαρβάρων νήματα καὶ λίνα, ἤτοι ἀπὸ τῶν Φρυγίων σκύλων βουλομένης συρράψαι ἐνδύματα πορφυρᾷ, ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς Κλυταιμνήστρας. B.
M.
I. τῷ λίνῳ τῷ ὄντι δηλονότι ἀπὸ τῶν σκύλων τῶν Φρυγίων. Gr. μὴ λάβῃς εἰς τὸ σκύλων ἔξωθεν τὸ ἀπό, ἀλλ’ ἔστιν ἡ τοιαύτη γενικὴ πρὸς τὸ ἀγάλματα. Gu.
Bar.
θὲς ἴχνος
: ἀντὶ τοῦ ἀνάστηθι. ἀπαγαγεῖν δὲ αὐτὴν ἐβούλετο ἀπὸ τοῦ τόπου τούτου, οὗ ἐκάθητο, εἰς ἕτερον τόπον, ἐκκλῖναι βουλόμενος τοὺς παρεστῶτας οἰκέτας. τούτου οὖν, φησὶν, ἀποστᾶσα τοῦ κλισμοῦ ἐλθὲ ἐπὶ τὴν Πέλοπος καθέδραν, ἤτοι ἔνθα εἰώθει διατρίβειν ὁ Πέλοψ. B.
M.
I. ἀντὶ τοῦ ἀποστῆσαι γὰρ αὐτὴν ἤθελον τῶν παρεστώτων θεραπόντων. M.
οὐκ ἐκποδὼν ἴτε
: τουτέστιν, οὐ μακρὰν ἀπέρχεσθε, ἀλλ’ αἰεὶ ἀπαιδεύτως ἔχετε· τοῦτο γὰρ τὸ κακοί. ἔλεγε δὲ αὐτοῖς τοῦτο, ὡς δῆθεν Ὀρέστου μυστήριον λέξοντος τῇ Ἑλένῃ, ἵνα, ἐκποδὼν ἀπελθόντων, μόνην συλλάβωσιν αὐτὴν, ὡς μηδενὸς αὐτοῖς ἀνταίροντος. Bar.
Gu. ἴω τὸ πορεύομαι. ὁ β′ ἀόριστος ἴον, ἴες, ἴε, καὶ τὸ προστακτικὸν ἴε, καὶ κατὰ μεταπλασμὸν τοῦ ε εἰς θι καὶ τροπῇ ἴθι ἴτω, ἴτον ἴτον, ἴτε ἴτωσαν· μεταπλασμὸς δέ ἐστι μετάθεσις καὶ σχηματισμὸς λήξεως καὶ λέξεως εἰς συγγενὲς τελικὸν τοῦ αὐτοῦ εἴτε ὀνόματος εἴτε ῥήματος· ὀνόματος μὲν, οἷον τῷ κλάδῳ τῷ κλαδί, τῷ δένδρῳ τῷ δένδρεϊ, τὼ ὄσσω τὼ ὄσσε· ῥήματος δὲ, οἷον ἴε ἴθι, ἔθι ἔσο, κλύε κλῦθι, πῖε πῖθι, ποιοίμην ποιοίην, καὶ ἕτερα. Gu.
Ἰδαία μῆτερ
: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα. ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος. ὀβρίμαν δὲ αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται, ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων δὲ διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος, φεῦ φεῦ, τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσα φοβερά ἐστιν. B.
M.
I.
Ἰδαία
: ἡ τιμωμένη ἐν τῇ Ἴδῃ. Gu.
μᾶτερ
: τῶν θεῶν Ῥέα. Gu.
ὀβρίμα
: ἱστοροῦσι γὰρ αὐτὴν ἐποχουμένην λέουσιν· ὅθεν καὶ πρὸς αὐτὴν ποιεῖται τὸν λόγον, ὡς φοβερὰ ἰδών. καὶ οὗτος μὲν ὡς Φρὺξ τὴν παρὰ Φρυξὶ τιμωμένην θεὰν ἐπιβοᾶται· οἱ δὲ ἄλλοι πάντες Ἡρακλῆν τὸν Διὸς, λέγοντες ἐπὶ τοῖς παραπίπτουσι δυσκόλοις ἀεὶ, ὦ Ἡράκλεις· ἔνιοι δὲ καὶ τὸν Ἀπόλλωνα, καὶ μαρτυρεῖ τὸ Ἄπολλον ἀποτρόπαιε. Bar.
Gu. ἰσχυρὰ, φοβερά. Gr.
ἀμφὶ πορφυρέων
: τὸ ἀμφὶ πορφυρέων ἢ ἓν μέρος λόγου νόει· ἀμφιπόρφυρα γὰρ ἱμάτια φαμὲν τὰ ὁλοπόρφυρα, ὥσπερ καὶ ἀμφίχρυσα τὰ ὁλόχρυσα· ἢ τὸ ἀμφί πρὸς τὸ σπάσαντες νοητέον, ἵν’ ἡ ἀμφισπάσαντες ἀντὶ τοῦ περιλαβόντες· ἢ τὸ ἀμφί ἔμφασιν ἔχει διὰ τὴν Ἑλένην, οὕτως· ἀμφὶ τὴν Ἑλένην δηλονότι σπάσαντες καὶ λαβόντες ξίφος ὑπὸ σκότου τῶν πορφυρέων πέπλων, ἤγουν ἃ ὑποκάτω τῶν ἱματίων εἶχον, ἐν ταῖς χερσὶν ἄλλος ἄλλοσε δίνασεν.
ὑπὸ σκότου
: ὑπὸ ἀφανίας. Gr.
Florr. iidem. σκοτιασμοῦ. Fl. 33. ἔνθα ἄρχεται ἐξηγεῖσθαι. B.
σπάσαντες
: σπασάμενοι. Gr.
Florr. iidem. περιλαβόντες. Gu.
δίνασεν
: ἔστρεψεν. Gr.
Florr. iidem. συνέστρεφεν. Gu.
Fl. 33.
γόνον
: τὸν Ὀρέστην. B. rec.
φυγᾷ δὲ ποδί
: φυγῇ δ’ ἔφερε τὸ ἴχνος τοῦ ποδὸς τὸ χρυσεοσάνδαλον· ὁ Ὀρέστης δὲ προφθάσας τὸν δρόμον αὐτῆς, ἐμβαλὼν τοὺς ἑαυτοῦ δακτύλους εἰς τὰς κόμας αὐτῆς τῇ ἀριστερᾷ χειρὶ ἀναστρέψας τὴν δέρην ἔμελλεν εἴσω τοῦ λαιμοῦ παίειν τὸ μέλαν ξίφος. Cant.
Gr.
ποδί
: τοῦ ποδός. Gu.
χρυσεοσάνδαλον
: τὸ χρυσοῦν σανδάλιον φοροῦν. Gu.
δικών
: ἀντὶ τοῦ ἐκτείνας καὶ βαλών. ὁ δὲ Ὀρέστης, φησὶ, παραχρῆμα προβὰς τὸν πόδα, ἐξέτεινε τὴν χεῖρα καὶ λαβόμενος τῆς κόμης ἔμελλεν αὐτὴν παίειν τῷ ξίφει. B.
M.
I.
δικών
: ἐμβαλών. Gr.
Μυκηνίδ’ ἀρβύλην
: τὸν πόδα φησίν· ἀπὸ γὰρ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ. B.
M.
I. τὸν πόδα, ἤγουν τὸν δρόμον αὐτῆς. Gr. τὸ γυναικεῖον ὑπόδημα ἢ τὸν πόδα αὐτῆς, ἀπὸ μέρους τὸ πᾶν. Gu.
προβάς
: λείπει ποδί. M.
λαιμῶν ἔσω
: ὥσπερ ἐστὶ τὸ Ἴλιον εἴσω ἀντὶ τοῦ εἰς τὸ Ἴλιον, οὕτω καὶ τὸ λαιμὸν εἴσω ἀντὶ τοῦ εἰς τὸν λαιμόν. Gu. τοῦ εἴσω ἀντὶ τῆς εἰς προθέσεως λαμβανομένου, ὡς καὶ τὸ ἀνάπαλιν εὕρηται· ὁ γὰρ ποιητὴς οὗτος τὴν εἰς πρόθεσιν ἐν τῷ τρίτῳ δράματι ἀντὶ τοῦ εἴσω λαμβάνων φησὶ τόνδ’ εἰσεδέξω τειχέων.
Gu.
μέλαν
: ἤ ὡς σιδηροῦν, ἤ ὡς παρεκτικὸν σκότους. Gu.
ἰαχᾷ δόμων
: ἰαχῆς, φησὶ, καὶ θορύβου γενομένου κατὰ τὴν οἰκίαν, τὰς θύρας τῶν σταθμῶν, ἔνθα ἦμεν συγκεκλεισμένοι, ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες. B.
M.
I. σὺν κραυγῇ τὰς θύρας καὶ τὰς παραστάδας τῶν δόμων, ἔνθα ἐμίμνομεν, μοχλοῖς ἀνασπάσαντες, βοηθήσοντες ἐτρέχομεν, ἄλλος ἀπ’ ἄλλου μέρους τοῦ οἴκου. Cant.
Gr.
ἐκβαλόντες
: συντρίψαντες. Gu.
ἐμίμνομεν
: ἦμεν συγκεκλεισμένοι. Gu.
ἀκμάς
: τὰς ὀξύτητας. Gr.
Fl. iidem.
τότε δὴ τότε
: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ οἱ Φρύγες, ἢ τότε ἐν τῷ Τρωϊκῷ πολέμῳ. Ἁλλως. τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες, ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην ἐφάνησαν οἱ Φρύγες, πολὺ τῶν Ἑλλήνων ὄντες ἀσθενέστεροι, καὶ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν πρὸς
ἥσσονες Ἑλλάδος
: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε ἐν Ἰλίῳ, ἢ τῶν περὶ τὸν Ὀρέστην ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε, τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα. καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι μὲν τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου, φασγάνων τε ἀκμὰς συνήψαμεν, καὶ ἡττήθημεν κατὰ κράτος, ὥσπερ καὶ ἐν τῷ κατὰ Ἴλιον πολέμῳ ἦν, καὶ ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν, ὥσπερ νῦν ὁ Εὐριπίδης. B.
M.
I. ταῦτα ὡς περὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων. οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν οὖν περὶ τῶν ἐν Ἰλίῳ λέγοιτο, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκία, εἰς
αἰχμᾶς
: κυρίως ὁ σίδηρος τῶν δοράτων, καταχρηστικῶς ὁ πόλεμος. Cant.
λισσόμενος
: ἀντὶ τοῦ ἵκετο ὑπὲρ τοῦ θανάτου προσβαλλόμενος καὶ ἱκετεύων. B. ὁ δὲ παρακαλῶν παράκλησιν ἕνεκα τοῦ θανάτου ὤφειλεν· λέγει δὲ λισσόμενος προβολὴν, ἐπεὶ οἱ παρακαλοῦντες προβάλλουσιν ἑαυτοὺς παρακαλοῦντες καὶ προπίπτουσιν. Cant.
Gr. ἐπικαλούμενος, ἱκετεύων ταχέως ἐπελθεῖν τὸν θάνατον διὰ τὴν προσοῦσαν ἐκ τραυμάτων δυσχέρειαν. Gu.
ἔμελλον
: πίπτειν. Gr. πεσεῖν. Gu.
Florr. iidem.
ἔκειντο
: πεσόντες. Gr. πάλαι τεθνηκότες. Gu.
Florr. iidem.
ἐπὶ φόνῳ χαμαιπετεῖ
: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη χαμαὶ οὔσῃ τῇ Ἑλένῃ καὶ μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι. Ἄλλως. ἢ τεθορυβημένος ὧν οἴεται αὐτὴν πεπτωκέναι, ἢ χαμαιπετεῖ, τῷ μέλλοντι πεσεῖσθαι. B.
M.
I. χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν, ἢ τεθορυβημένῳ. οὐκ ἀκριβολογεῖται. M. Ἄλλως. οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτὴν, ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἀφανὴς ἐξ αὐτῶν ἐγένετο. B.
I.
ἄθυρσοι
: ἢ κακόθυρσοι, ἢ θύρσων δεόμενοι μόνον πρὸς τὸ εἶναι Βάκχαι· ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ Βάκχαι μετὰ θύρσων βακχεύουσι. B.
M.
I. . . . . ἐπέλεγον. ἔστι δὲ αὐτὴ σκυθρὸν φωνὴ ἐξελληνιζομένη, ὦ υἷις καὶ υἱὲ τοῦ ἅτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ
ἄθυρσοι
: δραμόντες δὲ καθὰ Βάκχαι ἄθυρσοι, ἤγουν χωρὶς θύρσων, συνήρπασαν αὐτὴν ὡς σκύμνον ὀρείαν. Cant.
Gr. μυθεύονται τὰς Βάκχας ἐν ὄρεσι μετὰ Διονύσου χωρούσας παίειν μὲν τὰς πέτρας ἐν νάρθηξι, καὶ μέλι καὶ γάλα ἐνταῦθα λαμβάνειν καὶ τὰ θηρία χειροῦσθαι. Bar.
Gu. κλάδους κισσοῦ αἱ Βάκχαι καὶ αὐτὸς ὁ Διόνυσος ἔφερον ἐν ταῖς χερσὶν, ὅτι, ὅτε ἡ μήτηρ αὐτοῦ Σεμέλη ἐκεραυνώθη, τοῦτον πρὸς βίαν ἀποκυήσασα, κισσὸς περιέλιξεν αὐτὸν εἰς φυλακὴν δῆθεν, ὡς καὶ ἐν τῷ τρίτῳ δράματι οὗτός φησιν ἐν τῷ χορῷ τῷ Κάδμος ἔμολε.
Gu.
ἔτεινον
: εἷλκον. Gr.
Florr. iidem.
διάπρο
: διόλου. Gr.
Florr. iidem.
φαρμάκοισι
: τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι παρόσον παρὰ τῆς Θῶνος γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ἡ Ἑλένη, ὡς Ὅμηρος τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις, Αἰγυπτίη, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά.
B.
M.
I.
φαρμάκοισιν
: φάρμακα τὰ διὰ βοτανῶν καί τινων ἄλλων ὑλῶν γινόμενα κακουργήματα, μαγεῖαι δὲ τὰ δι’ ἐπῳδῶν. Fl. 21.
Gu.
τὰ δ’ ὕστερον
: τὰ μέλλοντα γενέσθαι, πραχθέντα. Gu.
ἐπτοημένῳ
: σπουδαίω. I.
τάδ’ ἐστίν
: (καὶ ταῦτα, ἅπερ ποιεῖς, ἤγουν
τοῖς σώφροσιν
: τοῖς φρονίμοις. Gr.
Florr. iidem.
οὔτι που
: οὐδαμῶς. Gu.
σοὶ μέν
: λείπει τὸ βούλομαι, ἢ ἕτοιμός εἰμι. σοὶ μὲν ἐγὼ βοηθεῖν ἕτοιμος· τιμιώτερος γὰρ ὑπάρχεις. I.
ἀξιώτερος
: καὶ δικαιότερος. Fl. 59.
ἐνδίκως
: δικαίως ἄρα ἡ Τυνδαρὶς διεφθάρη; I.
ἐνδικώτατα
: δικαιότατα, εἴπερ ἐκέκτητο τρεῖς λαιμοὺς, ὥστε ἀποθανεῖν. I.
οὐ γάρ
: οὐ γὰρ δίκαια ἔπαθεν, ἥτις τὴν Ἑλλάδα σὺν αὐτοῖς Φρυξὶν ἔβλαψεν; I. ἀντὶ τοῦ οὐ πρὸς χάριν, ἀλλ’ ἀληθῶς λέγω ὅτι ἀξία ἐστὶν ἀποθανεῖν, ἥτις τὴν Ἑλλάδα πᾶσαν καὶ τὴν Φρυγίαν ἠφάνισεν. B.
I. οὐ γὰρ ἐνδίκως ἀπώλετο, ἥτις διελυμήνατο τοὺς (Gr. τὰ) ἀπὸ τῆς Ἑλλάδος σὺν αὐτοῖς τοῖς Φρυξίν; Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
διελυμήνατο
: ἔφθειρε. Fl. 6.
τὴν ἐμὴν ψυχήν
: τὴν ἐμὴν ζωὴν κατώμοσα, ἣν ἐπικαλῶ, εἰς ὅρκον λαμβάνω. I.
ὧδε κὰν Τροίᾳ
: καὶ ἐν Τροίᾳ, φησὶν, ὁ σίδηρος οὕτως ἦν φοβερὸς τοῖς Τρωσὶν, ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φῂς θάνατον ἐνοπτρίζεσθαι; A.
B.
M.
I. ἰδὼν ὁ Ὀρέστης ὅτι παραχρῆμα τὴν ψυχὴν αὐτοῦ ὤμοσεν ὁ Φρὺξ φοβηθεὶς τὸ ξίφος τοῦτό φησιν. Gu.
φόβος
: ἀντὶ τοῦ φοβερός. Gr.
ἄπεχε
: γρ. ἄπαγε. M.
μὴ πέτρος
: ἵνα μὴ ἀπολιθωθῇς φοβῇ, ὥσπερ τὴν Γοργόνα θεασάμενος. I.
ἀφεῖσαι
: ἐπὶ τοῦ παρόντος, φησὶν, ἀφίημί σε, ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ. B.
M.
I. ἀπαλλάξαι. M. πρὸ τέλους ὁ τόνος· προπερισπᾶται γὰρ παρακείμενος ὤν. ὁ δὲ Θεοδόσιος ἀπὸ τοῦ
ὀξὺ γάρ
: ταχὺ, ὀξέως. Gu. ἀντὶ τοῦ ὀξέως ἐξεγείρονται οἱ Ἀργεῖοι, ἐπὰν βοῆς ἀκούσωσιν. ἐκεῖνο, φησὶν, ἐφοβούμην καὶ
εἰ γὰρ Ἀργείους
: εἰ γὰρ Ἀργείους λαβὼν ἄξει ἐπὶ τοῖσδε τοῖς δώμασιν, ἤγουν κατὰ τούτων τῶν δωμάτων. Gr.
παρθένον
: τὴν Ἑρμιόνην. Gr.
ἕτερον εἰς ἀγῶνα
: εἰς ἕτερον
ἢ σῖγ’ ἔχωμεν
: ἢ σιωπήσομεν καὶ μηδὲν ἐξείπωμεν τῇ πόλει; B.
τέλος ἔχει
: ὁ θεὸς ἐπάγει τοῖς ἀνθρώποις ὅποι θέλει τὸ τέλος. I. ἀντὶ τοῦ τῶν ἀνθρωπίνων πραγμάτων τὸ τέλος ἐν θεῷ ἐστίν. Ἄλλως. ἀεὶ, φησὶν, ὃ βούλεται ὁ θεὸς τοῖς ἀνθρώποις τέλος ἐπιτίθησι. B.
M.
I. Ἄλλως. ὡς ἐν ὀλίγῳ τοῦτό φησιν ὅτι τὰ πράγματα τὸ τέλος καὶ τὴν ἔκβασιν ἔχει κατὰ τὸ θέλημα τοῦ θεοῦ. A. ἤγουν
ἥκω κλύων
: ἦλθον ἀκούσας τὰ χαλεπὰ καὶ τολμηρὰ καὶ αὐθαδῶς εἰργασμένα. I.
τὰ δεινὰ καὶ δραστήρια
: ὅ ἐστι τὰ χαλεπὰ καὶ δράματος ἄξια. τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. A.
B.
M.
I. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γινόμενα. B.
M.
I. βάξιν ἀντὶ τοῦ φήμην. ἐνόμισε γάρ τινα πεπλακέναι ταῦτα· τοῦτο γὰρ δηλοῖ τὸ ἣν φόβῳ σφαλεὶς ἀντὶ τοῦ ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν. B.
M.
I.
ἀλλ’ ἄφαντος
: ἀλλ’ ὅτι ᾤχετο ἄφαντος γενομένη. Gr.
προσπόλοις λέγω
: τοῖς προσπόλοις λέγω ὠθεῖν τὰς πύλας τάσδε. Gr.
ᾗ δεῖ
: πρέπει τῇ Ἑλένῃ διὰ τῆς χειρός. B. γυναικὶ Ἑλένῃ. Gu. ᾗτινι τῇ Ἑλένῃ δεῖ τοὺς φονέας αὐτῆς ὑπ’ ἐμοῦ συναναιρεθῆναι. A.
B.
M.
I.
ᾗ δεῖ
: γέγραπται ἢ δεῖ, ἀντὶ τοῦ εἰ δὲ μή. Cant.
ἐμῇ χερί
: διὰ τῆς ἐμῆς χειρός. Gr.
ῥήξας
: ἀνασπάσας, τεμών. Gu.
ἔα
: κάτωθεν ἀναβλέψας ὁ Μενέλαος ὁρᾷ πῦρ ἀναπτόμενον καὶ ξίφος ἐπικείμενον τῷ τῆς Ἑρμιόνης αὐχένι. A.
B.
M.
I.
τί χρῆμα
: τί ἐστι τὸ πρᾶγμα. Gr.
σέλας
: λαμπηδόνα, αὔγασμα. Gu.
ἐπίφρουρον
: ἤγουν πλησίον, ἐκ μεταφορᾶς τῶν φυλαττόντων. Gr. ἐπικείμενον, ἢ ἐπὶ τούτῳ φρουρούμενον καὶ φυλαττόμενον καὶ κατεχόμενον, ἐφ’ ὦ ταύτην ἐκκόψαι. Bar.
Gu. ἐπικείμενον καὶ φυλάσσον τὸν λαιμὸν τῆς ἐμῆς θυγατρός. Fl. 6.
9.
17.
21.
25.
ὅπως ἐν τάφῳ χώσω
: ἤγουν ἐνταφιάσας χῶμα ἐπ’ αὐτῷ ποιήσω. Gr.
Florr. iidem.
ὁ πατρὸς ἀμύντωρ
: ὁ ἐκδικητὴς τοῦ πατρὸς, ὁ Ἀγαμέμνονος βοηθός. λείπει τὸ ἐγώ εἰμι. τοῦτο δέ φησιν, ὅτι τῇ ἀνελούσῃ αὐτὸν ἐσπούδασε βοηθῆσαι, καὶ οὐχὶ τῷ Ὀρέστῃ. B.
M.
I.
προὔδωκας
: ἐγκατέλιπες ὥστε θανεῖν. Gr.
Florr. iidem
οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί
: οὐ γὰρ καὶ τὴν Ἑρμιόνην λέγει κακήν. Bar.
Cant.
Gr.
Florr. iidem.
ἀλλ’ οὔτι
: οὐδαμῶς. Gr.
Florr. omnes.
χαίρων
: λέξεις. Gr.
Florr. omnes. ποιήσεις τοῦτο. Gu.
ἀνάψομεν
: κατακαύσομεν. Fl. 6.
ἀνέχου
: ὑπόμενε. Gr.
Florr. iidem.
ἐνδίκως πράσσων
: δικαίως πάσχων. Gr.
Florr. iidem. δικαίως δυστυχῶν. Fl. 21.
εὖ γ’ οὖν θίγοις
: ἐν ἤθει, ἐπεὶ οἱ βασιλεῖς ἔθνον. ἐὰν οὖν, φησὶ, βασιλεύσῃς ὁσίως καὶ οὐκ ἐναγῶς ἅψῃ τῶν χερνίβων, πῶς ἔχεις θυσίαν ποιεῖν καὶ πῶς, φησὶν, οὐκ ἀσεβὲς ἐναγῆ σε ὄντα χερνίβων ἅπτεσθαι καὶ θύειν θεοῖς; A.
B.
M.
I. κατ’ εἰρωνείαν. ἐν ταῖς θυσίαις παρελάμβανον τὰ χέρνιβα. ἀπὸ τούτων δὲ θέλει δηλοῦν τὰς θυσίας. Bar.
Gr.
καὶ σφάγια πρὸ δορός
: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. B.
M. εὖ γὰρ καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι θύειν τοῖς θεοῖς. A.
B.
M.
I. τὸ πρὸ δορός καὶ πρὸς τὸ θίγοις ἂν χερνίβων καὶ πρὸς τὸ καταβάλοις σφάγια ῥητέον. τοῦτο δὲ λέγει ὁ Μενέλαος πρὸς τὸν Ὀρέστην εἰρωνευόμενος, δεικνὺς ὡς οἱ μὲν ἄλλοι βασιλεῖς, ὁπηνίκ’ ἂν πολεμεῖν δέῃ, πρῶτον θύουσι τοῖς θεοῖς, σὺ δὲ ἄρξας τῆσδε τῆς γῆς, ἡνίκα χρεία τούτου παρέσται, πῶς ἅψῃ θυμάτων ἀκάθαρτος ὤν; Gu.
Bar.
εὐδαίμων ἔφυ
: καλὴν γὰρ οὖσαν, τιμὴν δηλονότι. ἐγὼ οὖν μὴ ἔχων καλὴν ἀπέκτεινα· διὸ καὶ ἀτυχῶ. A.
B.
M. ἤγουν μακάριος, ὅτι δηλονότι καλῆς ἔτυχε μητρὸς καὶ τιμᾷ αὐτήν. ὁ δὲ Μενέλαος πρὸς τὸ μακάριος μόνον ἀπαντᾷ καὶ φησὶν οὔκουν σύ γε,
μακάριος δηλονότι. εἶτα ὁ Ὀρέστης ὥσπερ ἑαυτὸν ἑρμηνεύων ἐπάγει οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί·
ἤγουν ναὶ, οὐκ εἰμὶ εὐδαίμων, φημὶ κἀγώ· κακῆς γὰρ ἔτυχον μητρὸς, ἣν οὐκ ἀνασχόμενος οὐκ ἐτίμησα. Bar.
Gr.
οὔκουν σύ γε
: εὐδαίμων εἶ δηλονότι. I.
161 1. πειθὼ τίνα
: αὐτοὺς, ἢ ποίαν κατὰ πεῖσιν. Gu.
πονήσας
: κοπιάσας. Fl. 17.
ὦ γαῖα Δαναῶν
: ὦ Δαναοί. Gu.
οὐ βοηδρομήσετε
: οὐκ ἔλθετε ἐν βοηθείᾳ. I.
Πρόσωπον εἰσάγει παρουσίας θεοῦ ἢ ἥρωος καὶ τῆς μάχης γίνεται διάλεκτος. οὕτως ἐνταῦθα μαχομένων τοῦ τε Ὀρέστου καὶ Μενελάου φαίνεται Ἀπόλλων καὶ λύει τὴν μάχην. C.
λῆμα
: φρόνημα. B.
Gr.
Florr. omnes.
ἥκω
: καὶ ἦλθον. Fl. 17.
ἥμαρτες
: ἀπέτυχες. Gr.
Florr. omnes.
ἐν αἰθέρος πτυχαῖς
: ἐν τῇ τοῦ ἀέρος κοιλότητι. Gr.
Florr. omnes. ἐν γὰρ τῷ μέσῳ τοῦ οὐρανοῦ κατηστερῶσθαί φασιν αὐτὴν διὰ τοῦτο καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ συστροφῇ τοῦ οὐρανοῦ ποτὲ μὲν φαινομένων, ποτὲ δ’ οὒ, τὸ τῆς Ἑλένης ἄστρον, ἣν ἰδιωτικῶς φασι Τραμουντάναν, ἅτε ἐν μέσῳ τῆς σφαίρας ὂν, ἀεὶ πᾶσιν ὁρᾶται. τοῦτο δὲ καὶ ναῦται ὁρῶντες ἴσασιν ἃ δεῖ. Bar.
Gu.
ναυτίλοις σωτήριος
: ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ καὶ ἐν τῷ δ’ τῶν πρὸς Ἀναξανδρίδην τὴν μὲν τῶν δύο ἀστέρων ἐπιφάνειαν τῶν Διοσκούρων ἀνομολογεῖσθαι, τὴν δὲ τῶν λεγομένων Ζοβείρων. A.
B.
M.
Fl. 33.
I. ἐπεὶ ὁ Ὅμηρος πάντων τῶν ποιητῶν ἀρχὴ καὶ ῥίζα καθίσταται καθ’ ὅσον αὐτοῦ ἐφικτὸν λαμβάνουσι καὶ τὰς ἀφορμὰς ἐξ ἐκείνου καὶ ὥσπερ ἐκεῖνος μαχομένων τῶν β′. Σωσίβιος ἐπὶ κακῷ αὐτὴν οἴεται φαίνεσθαι. εἰδὼς οὖν σωτήριόν φησιν αὐτὴν ὁ Εὐριπίδης. C.
ἐπεὶ θεοί
: ἐπεὶ οἱ θεοὶ ἅπερ ἤθελον δι’ αὐτῆς ἐπλήρωσαν, καὶ οὐκέτι ἦν χρεία ἐᾶν αὐτὴν σοί· οὐ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκαν. Gr.
Bar.
τῷ τῆσδε καλλιστεύματι
: τῇ ὡραιότητι ταύτης. I. λέγω τῷ καλλιστεύματι αὐτῆς, ἤγουν τῷ κάλλει, τουτέστι διὰ τοῦ κάλλους αὐτῆς, συνήγαγον εἰς ἓν Ἕλληνας καὶ Φρύγας, καὶ θανάτους ἐποίησαν, ἵνα κουφίσωσιν ἀπὸ τῆς χθονὸς τὴν ἀλαζονείαν τοῦ ἀφθόνου πληρώματος τῶν ἀνθρώπων. Gr.
Bar. ὥρᾳ. καλλίστευμα οὐ μόνον τὸ κάλλος, ἀλλὰ καὶ τὸ καλλιστεῖον. Cant.
Gu.
ὡς ἀπαντλοῖεν
: ἱστορεῖται ὅτι ἡ γῆ βαρουμένη τῷ πλήθει τῶν
ἀπαντλοῖεν
: ἐκβά λοιεν, κενώσειαν. Gu.
Παρράσιον
: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν
ἐνιαυτοῦ κύκλον
: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν. Ἄλλως. ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε ἐξενιαυτίσαι τοὺς κατεχομένους ἐπιλύσει, ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης, ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν, ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ, αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις· ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται ἀπὸ Ὀρέστου. A.
B.
M.
I. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας, καὶ ἐκλήθη ἀπὸ Ὀρέστου. B.
Ἀζᾶσιν
: Πελασγὸς αὐτόχθων ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἄνδρας εἰς τὸ ἡμερώτερον μετέβαλε, καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτω καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωνίας Νύκτιμον τὴν ἀρχὴν
ἐνθένδε τ’ ἐλθών
: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος ταῦτα γράφων· τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἔστησαν ἐννέα γενεαῖς. ὕστερον
θεοὶ δέ σοι
: ὁ Ἄρης καὶ ἡ Ἀθηνᾶ. B. οἱ θεοὶ δὲ, οἱ τοῦ δικαίου βραβεῖς δίκην ἐξοίσουσί σοι ἐν τῷ Ἀρείῳ πάγῳ εὐσεβεστάτην. Bar.
Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76. μετὰ τὸ πληρῶσαι χρόνον ἕνα εἰς τὸ Παρράσιον ἀπῆλθεν εἰς Ἀθήνας Ὀρέστης καὶ ἀγωνίζεται πρὸς Ἐριννύας ὑπὲρ τοῦ φόνου τῆς μητρός· ἴσων δὲ γενομένων τῶν ψήφων οἰκτείρασα ἡ Ἀθηνᾶ τοῦτον παρ’ ἑαυτῆς ἐνέθηκε μίαν ψῆφον, ἥτις ἐποίησεν αὐτὸν νικῆσαι. φασὶ δὲ ὅτι καὶ ἱερὸν οὗτος ἐν Ἀρείῳ πάγῳ τῶν θεῶν ἱδρύσατο, ἐξιλεούμενος αὐτὰς μετὰ τὴν νίκην εὐμενεῖς αὐτὰς τοῦ λοιποῦ καθίστασθαι. Bar.
Gu.
δίκης βραβεῖς
: τῆς κρίσεως διοικηταί. I.
δίκης
: δικαιοσύνης, ἤγουν κρίσεως. Gu.
χρή
: ἀπόκειται. Gr.
ἐφ’ ἧς δ’ ἔχεις
: τὴν Ἑρμιόνην δὲ, ἧς ἐπὶ τῇ δέρῃ ἔχεις, Ὀρέστα, τὸ φάσγανον, πέπρωταί σε γῆμαι, ἤγουν εἰς γυναῖκα λαβεῖν. Bar.
Gr.
Florr. omnes. τὸ ἐφ’ ᾗ καὶ τὸ δέρῃ καθ’ ὅλον καὶ μέρος. Bar.
Gu.
Ἑρμιόνην
: Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενὸς, Πυλάδου Τισαμενὸς, Πυλάδου
ὃς δ’ οἴεται Νεοπτόλεμος
: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο, ὅτι τέκνα ἔσχεν ἀπ’ αὐτοῦ. καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃρῆσθαί φησι τὸν Νεοπτόλεμον ὐπὸ τῶν Δελφῶν, ὅτι παρεγένετο εἰς Δελφοὺς, δίκας ἀπαιτήσων τὸν θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. Φερεκύδης δέ φησι περὶ παίδων χρησμὸν αἰτοῦντα τὸν Νεοπτόλεμον ἀναιρεθῆναι, γράφων οὕτως ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω, καὶ ἔρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης· καὶ ὡς ὁρᾷ κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, αὐτὸν δὲ κτείνει Μαχαιρεὺς ὁ τούτων ἱερεὺς καὶ κατορύσσει αὐτὸν ὑπὸ μὲν τὸν οὐδὸν τοῦ νεῷ.
ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς. A.
B.
M.
I.
ὁ Νεοπτόλεμος ἀπελθὼν εἰς Δελφοὺς καὶ μεμφόμενος τῷ Ἀπόλλωνι διὰ τὸν πατέρα θανόντα ἐν τῷ αὐτοῦ ναῷ ὑπὸ Δηϊφόβου καὶ Πάριδος ἐφονεύθη ὑπὸ Ὀρέστου ὡς ἐν τῷ τῆς Ἀνδρομάχης εἴρηται δράματι. Gu.
πέπρωται
: μεμοιραμένον ἐστί. Gu.
ὁ δ’ ἐπιών νιν
: ἀντὶ τοῦ συμβιώσεται αὐτῇ μέχρι τέλους. M. τὸ νιν ἀντὶ τοῦ αὐτούς ἐπὶ πληθυντικοῦ τάσσειν εἴωθεν· ἢ ἐπὶ μόνου Πυλάδου κεῖται. A.
B.
I. ὁ ἐπελθὼν, ὁ μέλλων. Gu. ὁ δὲ ἐπερχόμενος βίος εὐτυχῶς αὐτὸν δέξεται. Fl. 6.
9.
17.
21.
25.
34.
56.
59. 76. μετὰ ταῦτα. B. rec.
μένει
: ἤγουν προσκαρτερεῖ. Fl. 17.
ἥτις―διήνυσεν
: ἥτις ἀεὶ μυρίοις πόνοις διδοῦσά σε διήνυσε μέχρι τοῦ δεῦρο. Gr.
Fl. 6.
9.
17.
21.
56.
59.
76.
δεῦρ’ ἀεί
: δεῦρο ἀντὶ τοῦ ἕως τούτου τοῦ χρόνου, ὡς καὶ ἐν Φοινίσσαις ἕα τὸ λοιπόν· δεῦρ’ ἀεὶ γὰρ εὐτυχεῖς.
ἀντὶ τοῦ μέχρι τούτου· τὸ δὲ διήνυσεν ἀντὶ τοῦ κατηνάλωσεν. Α.Β.Μ. ἥτις σε, φησὶν, εἰς μυρίους πόνους ἐμβαλοῦσα μέχρι τοῦ παρόντος παρανάλωσεν. Α. ὧδε διόλου ἔφερε. I.
ἐξηνάγκασα
: παρεκίνησα. Gu.
καίτοι μ’ ἐσῄει
: περιδεὴς, φησὶν, ἦν ἐγὼ, μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων, καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν. νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν. Α.
Β.
Ι.
καίτοι μ’ ἐσῄει
: τὸ εἰσῄει με δεῖμα λέγει διὰ τὸν πρόσθεν χρόνον, καθ’ ὃν Ὀρέστης παρ’ αὐτοῦ τὰς κατὰ τῆς μητρὸς μαντείας ἐδέχετο· ὥστε, εἰ τοῦτο εἴποις, τὸ δόξαιμι ἀντὶ τοῦ ἔδοξα νοήσεις. φασὶ γὰρ ὡς, ἡνίκα Ὀρέστης ὑπ’ Ἐριννύων βεβάκχευται, λογισμὸν ἔλαβεν ὡς οὐκ Ἀπόλλων εἴη ὁ προστάξας τὸν φόνον, ἀλλ’ ἀλάστωρ τις· εἰ γὰρ ἦν Ἀπόλλων, οὐκ ἂν μανῆναι αὐτὸν εἴασεν. Bar.
Gu.
εὐγενὴς δ’ ἀπ’ εὐγενοῦς
: συνυπακούεται ὑπαρκτικοῦ ῥήματος μετοχὴ, εἰ καὶ οὐ δύναται κἀνταῦθα ἐκφωνεῖσθαι, ὡς εἴρηται καὶ ἐν ἄλλοις, διὰ τὸ κακοσύνθετον γίνεσθαι τὸν λόγον· δύο γὰρ ἐφεξῆς μετοχαὶ οὐκ ἐῶσι τὸν λόγον εὐσύνθετον δοκεῖν. εἰ ἐκφωνηθείη δὲ ἐνταῦθα ἡ τοῦ ὑπαρκτικοῦ μετοχὴ, δειχθήσεται αὐτόθεν ὃ λέγω· οἷον εὐγενὴς δὲ ὢν ἀπ’ εὐγενοῦς γήμας. ἐξ ἀνάγκης δὲ συνυπακούεται, καὶ ἔχει ὁ λόγος οὕτως· εὐγενὴς δὲ ὢν γυναῖκα γήμας ἀπ’ εὐγενοῦς γένους δηλονότι. Bar.
Gr.
ὄναιο
: ἀπολαύσειας. Β.Μ. ἀπολαύσαιο, ὠφεληθείης. I. ὠφελείας ἀπολαύσαις. Gr.
Florr. omnes. εἴθε ὠφεληθείης. Gu.
οἷ
: ἀντὶ τοῦ ὅπου ἡμεῖς προστάσσομεν καὶ κελεύομεν. Μ. ὅπως ἡμεῖς παρακελευσόμεθα. Β.
σπένδομαι
: φιλιοῦμαι ταῖς συμφοραῖς σου, Μενέλαε, καὶ τοῖς σοῖς, ὦ Ἄπολλον, προστάγμασι. I.
σπένδομαι συμφοραῖς
: λείπει ἡ ἐπί, ἐπὶ συμφοραῖς. Α.Β.Μ. σπένδομαι, φησὶ φιλίαν πρὸς σὲ, ὦ Μενέλαε, ἐπὶ συμφοραῖς, τουτέστι μετὰ τὰς συμφορὰς καὶ τὰς ἀτυχίας, καὶ τοῖς σοῖς, ὦ Ἄπολλον, πείθομαι κελεύσμασι. Α.
Β.
Μ.
Ι.
τὸ σπένδομαι συμφοραῖς σαῖς
τοῦτο λέγει, ἀντὶ τοῦ φιλίως καὶ ἀποδεκτῶς τὸ συμβὰν δέχομαι· ἢ οὕτω, σπένδομαι καὶ φιλιοῦμαί σοι, ὦ Μενέλαε, ἐν σαῖς συμφοραῖς καὶ συνελεύσεσιν, ἤγουν συνεῖναί σοι θέλω καὶ συνομιλεῖν· ἢ οὕτω, σπένδομαι καὶ φιλιοῦμαι, ὦ Μενέλαε, ταῖς σαῖς συμφοραῖς, ἤγουν ταῖς κατὰ σοῦ αἰτίαις, τουτέστι, πρώην μισῶν σε κακὸν εἰς έμὲ φανέντα, νῦν παύω τὸ μῖσος. Bar.
Gu. ἢ σπένδομαι σοὶ ἐν ταῖς συμφοραῖς καὶ συνελεύσεσι τοῦ Ἀπόλλωνος· ἢ σπένδομαι σοὶ ἐν συμφοραῖς καὶ συνελεύσεσιν, ἤγουν φιλίαν ποιῶ πρὸς σὲ καὶ συνέρχομαι· ἢ σπένδομαι καὶ ἵλεως γίνομαι ταῖς συμφοραῖς καὶ δυστυχίαις ταῖς σαῖς. Gu.
σπένδομαι
: διαλλάττομαι. Gr.
Florr. omnes.
ἴτε νυν
: ἄπιτε καθ’ ὁδὸν, ἣν προσέταξα δηλονότι, τιμῶντες τὴν Εἰρήνην τὴν καλλίστην ἀπὸ τῶν θεῶν. ἐγὼ δὲ πλησιάσω τὴν Ἑλένην τοῖς οἰκήμασι τοῦ Διὸς, διελθὼν τὸν πόλον τῶν λαμπρῶν ἄστρων, ὅπου συγκάθεδρος οὖσα τῇ Ἥρᾳ καὶ τῇ Ἥβῃ τῇ γυναικὶ τοῦ Ἡρακλέους ἔσται θεὸς ἔντιμος ἀεὶ τοῖς ἀνθρώποις διὰ θυσιῶν σὺν
θεὸν Εἰρήνην τιμῶντες
: τοῦτό φησιν, ἐπεὶ ἐπὶ τὰ Πελοποννησιακὰ ἐνόσει ἡ Ἑλλάς· πρεσβευσαμένων δὲ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ Ἀθηναῖοι. Β.Μ.Ι. τοῦτό φησι διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐνεστηκέναι τὰ Πελοποννησιακά· πρεσβευομένοις γὰρ Λακεδαιμονίοις περὶ εἰρήνης οὐκ ἐπείσθησαν Ἀθηναῖοι. A.
M.
Fl. 33.
πελάσω
: προσπελάσω. Fl.17.
ἔντιμος
: τιμωμένη θυσίαις σὺν Κάστορι καὶ Πολυδεύκει, τοῖς Διὸς παισὶ, βασιλεύουσα τοῖς ναύταις ἐπὶ τῆς θαλάσσης. I. ἤγουν ἣν ἀεὶ ναῦται θυσίαις τιμήσουσι σὺν Πολυδεύκει καὶ Κάστορι, ὡς ἔφορον πλοῦ. ἢ πρὸς τὸ ἀεὶ ὑποστικτέον, ἵνα λέγῃς οὕτω· θεὸς ἔντιμος ἀνθρώποις ἐν σπονδαῖς. Gu. ἔσται ἀεὶ θεὸς ὑπ’ ἀνθρώπων ἔντιμος σπονδαῖς, ἤγουν ὑπ’ ἀνθρώπων τιμωμένη διὰ σπονδῶν, ἤτοι θυσιῶν. Fl. 6.
9.
59.
Gr.
ὦ μέγα
: ὁ χορὸς βοηθὸς ὢν τοῦ Ὀρέστου τὰ κατ’ αὐτὸν ἰδὼν ὅπως ἀπέβη ταῦτα φησίν. ἢ τοῦτο διὰ τοῦ χοροῦ, ὡς ἐκ προσώπου τοῦ ποιητοῦ ἐστιν, ὡς νικήσαντος ἐπὶ τῷ δράματι. Gu.
I. ὦ Νίκη μεγάλως σεμνὴ, εἴθε συνέχοις τὴν ἐμὴν ζωὴν, καὶ μὴ παύσαιο στεφανοῦσα ἐμὲ δηλονότι.
ὦ μέγα
: ὦ μεγάλως σεβασμία Νίκη, εἴθε τὴν ἐμὴν ζωὴν κατέχοις, καὶ μὴ παύσαις στεφανοῦσα καὶ τιμῶσά με. I.
ὦ μέγα
: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ἀπὸ προσώπου τοῦ ποιητοῦ. Α.
Β.
Μ.
Ι.
Τοῦτο τὸ δρᾶμα ἐκ τραγικοῦ κωμικόν· ἐκ γὰρ συμφορῶν εἰς εὐθυμίαν κατήντησεν. Gu. I.
Ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον, ἢ εἰς πάθος καταλύει, ἡ δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς. ὅθεν ὁρᾶται τόδε τὸ δρᾶμα κωμικῇ καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. καὶ ὁμοίως καὶ ἐν Τυροῖ Σοφοκλέους ἀναγνωρισμὸς κατὰ τὸ τέλος γίνεται, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τοιαῦτα ἐν τῇ τραγῳδίᾳ εὑρίσκεται. A. B. C. M.
Πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν. B. Cant. Gu. Fl. 6.